Biblio > Sources > 721

Type de textesource
TitreΠερὶ τῶν εἰκονῶν
AuteursLucien de Samosate
Date de rédaction150:175
Date de publication originale
Titre traduit
Auteurs de la traductionHarmon, Austin Morris
Kilburn, K.
Macleod, M.-D.
Date de traduction1913:1967
Date d'édition moderne ou de réédition
Editeur moderne
Date de reprint

(4-6)

ΛΥΚΙΝΟΣ.

Ἐπεδήμησάς ποτε, ὦ Πολύστρατε, τῇ Κνιδίων;

ΠΟΛΥΣΤΡΑΤΟΣ.

Καὶ μάλα.

ΛΥΚΙΝΟΣ.

Οὐκοῦν καὶ τὴν Ἀφροδίτην εἶδες πάντως αὐτῶν;

ΠΟΛΥΣΤΡΑΤΟΣ.

Νὴ Δία, τῶν Πραξιτέλους ποιημάτων τὸ κάλλιστον.

ΛΥΚΙΝΟΣ.

Ἀλλὰ καὶ τὸν μῦθον ἤκουσας, ὃν λέγουσιν οἱ ἐπιχώριοι περὶ αὐτῆς, ὡς ἐρασθείη τις τοῦ ἀγάλματος καὶ λαθὼν ὑπολειφθεὶς ἐν ἱερῷ συγγένοιτο, ὡς δυνατὸν ἀγάλματι. τοῦτο μέντοι: ἄλλως ἱστορείσθω. σὺ δὲ — ταύτην γάρ, ὡς φής, εἶδες — ἴθι μοὶ καὶ τόδε ἀπόκριναι, εἰ καὶ τὴν ἐν κήποις Ἀθὴνησι τὴν Ἀλκαμένους ἑώρακας.

ΠΟΛΥΣΤΡΑΤΟΣ.

ἦ πάντων γ᾽ ἄν, ὦ Λυκῖνε, ὁ ῥᾳθυμότατος ἦν, εἰ τὸ κάλλιστον τῶν Ἀλκαμένους πλασμάτων παρεῖδον.

ΛΥΚΙΝΟΣ.

ἐκεῖνο μέν γε, ὦ Πολύστρατε, οὐκ ἐξερήσομαί σε, εἰ πολλάκις εἰς τὴν ἀκρόπολιν ἀνελθὼν καὶ τὴν Καλάμιδος Σωσάνδραν τεθέασαι.

ΠΟΛΥΣΤΡΑΤΟΣ.
εἶδον κἀκείνην πολλάκις.

ΛΥΚΙΝΟΣ.

ἀλλὰ καὶ ταῦτα μὲν ἱκανῶς. τῶν δὲ Φειδίου ἔργων τί μάλιστα ἐπῄνεσας ;

ΠΟΛΥΣΤΡΑΤΟΣ.

τί δ᾽ ἄλλο ἢ τὴν Λημνίαν, ᾗ καὶ ἐπιγράψαι τοὔνομα ὁ Φειδίας ἠξίωσε; καὶ νὴ Δία τὴν Ἀμαζόνα τὴν ἐπερειδομένην τῷ δορατίῳ.

Λυκῖνοςτὰ κάλλιστα, ὦ ἑταῖρε, ὥστ᾽ οὐκέτ᾽ ἄλλων τεχνιτῶν δεήσει. φέρε δή, ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρ᾽ ἑκάστης ἔχουσαν.

ΠΟΛΥΣΤΡΑΤΟΣ.

καὶ τίνα ἂν τρόπον τουτὶ γένοιτο ;

ΛΥΚΙΝΟΣ.

οὐ χαλεπόν, ὦ Πολύστρατε, εἰ τὸ ἀπὸ τοῦδε παραδόντες τὰς εἰκόνας τῷ λόγῳ, ἐπιτρέψαιμεν αὐτῷ μετακοσμεῖν καὶ συντιθέναι καὶ ἁρμόζειν ὡς ἂν εὐρυθμότατα δύναιτο, φυλάττων ἅμα τὸ συμμιγὲς ἐκεῖνο καὶ ποικίλον.

ΠΟΛΥΣΤΡΑΤΟΣ.

εὖλέγεις: καὶδὴπαραλαβὼνδεικνύτω: ἐθέλωγὰρεἰδέναιὅτικαὶχρήσεταιαὐταῖς, ἢὅπωςἐκτοσούτωνμίαντινὰσυνθεὶςοὐκ \'ἀπᾴδουσανἀπεργάσεται

Λυκῖνος καὶ μὴν ἤδη σοι ὁρᾶν παρέχει γιγνομένην τὴν εἰκόνα, ὧδε συναρμόζων, τῆς ἐκ Κνίδου ἡκούσης μόνον τὴν κεφαλὴν λαβών· οὐδὲν γὰρ τοῦ ἄλλου σώματος γυμνοῦ ὄντος δεήσεται· τὰ μὲν ἀμφὶ τὴν κόμην καὶ μέτωπον ὀφρύων τε τὸ εὔγραμμον ἐάσει ἔχειν ὥσπερ ὁ Πραξιτέλης ἐποίησεν, καὶ τῶν ὀφθαλμῶν δὲ τὸ ὑγρὸν ἅμα τῷ φαιδρῷ καὶ κεχαρισμένῳ, καὶ τοῦτο διαφυλάξει κατὰ τὸ Πραξιτέλει δοκοῦν·τὰ μῆλα δὲ καὶ ὅσα τῆς ὄψεως ἀντωπὰ παρ᾽ Ἀλκαμένους καὶ τῆς ἐν κήποις λήψεται, καὶ προσέτι χειρῶν ἄκρα καὶ καρπῶν τὸ εὔρυθμον καὶ δακτύλων τὸ εὐάγωγον εἰς λεπτὸν ἀπολῆγον παρὰ τῆς ἐν κήποις καὶ ταῦτα. τὴν δὲ τοῦ παντὸς προσώπου περιγραφὴν καὶ παρειῶν τὸ ἁπαλὸν καὶ ῥῖνα σύμμετρον ἡ Λημνία παρέξει καὶ Φειδίας: ἔτι καὶ στόματος ἁρμογὴν αὐτὸς καὶ τὸν αὐχένα, παρὰ τῆς Ἀμαζόνος λαβών ἡ Σωσάνδρα δὲ καὶ Κάλαμις αἰδοῖ κοσμήσουσιν αὐτήν, καὶ τὸ μειδίαμα σεμνὸν καὶ λεληθὸς ὥσπερ τὸ ἐκείνης ἔσται: καὶ τὸ εὐσταλὲς δὲ καὶ κόσμιον τῆς ἀναβολῆς παρὰ τῆς Σωσάνδρας, πλὴν ὅτι ἀκατακάλυπτος αὕτη ἔσται τὴν κεφαλήν. τῆς ἡλικίας δὲ τὸ μέτρον ἡλίκον ἂν γένοιτο, κατὰ τὴν ἐν, Κνίδῳ ἐκείνην μάλιστα. καὶ γὰρ καὶ τοῦτο κατὰ τὸν Πραξιτέλη μεμετρήσθω. τί σοι, ὦ Πολύστρατε, δοκεῖ ; καλὴ γενήσεσθαι ἡ εἰκών ;

ΠΟΛΥΣΤΡΑΤΟΣ.
καὶ μάλιστα, ἐπειδὰν εἰς τὸ ἀκριβέστατον

Dans :Praxitèle, Vénus de Cnide(Lien)