Type de texte | source |
---|---|
Titre | Περὶ τῶν Ἑπτὰ Θεαμάτων |
Auteurs | Philon de Byzance |
Date de rédaction | (301):(500) |
Date de publication originale | |
Titre traduit | Les Sept merveilles du monde |
Auteurs de la traduction | Adam, Jean-Pierre Blanc, Nicole |
Date de traduction | 1992 |
Date d'édition moderne ou de réédition | |
Editeur moderne | |
Date de reprint |
, Ζεὺς Ὀλύμπιος (numéro γʹ(Overbeck 733))
Διὸς Κρόνος μὲν ἐν οὐρανῷ, Φειδίας δ᾿ ἐν Ἤλιδι πατήρ ἐστιν· ὃν μὲν γὰρ ἀθάνατος φύσις ἐγέννησεν, ὃν δὲ Φειδίου χεῖρες μόναι δυνάμεναι θεοὺς τίκτειν. μακάριος ὁ καὶ θεασάμενος τὸν βασιλέα τοῦ κόσμου μόνος καὶ δεῖξαι δυνηθεὶς ἄλλοις τὸν κεραυνοῦχον.
εἰ δ᾿ αἰσχύνεται Ζεὺς Φειδίου καλεῖσθαι, τῆς μὲν εἰκόνος αὐτοῦ γέγονεν ἡ τέχνη μήτηρ. διὰ τοῦθ᾿ ἡ φύσις ἤνεγκεν ἐλέφαντας, ἵνα Φειδίας τεμὼν τοὺς τῶν θηρίων ὀδόντας χορηγήσῃ καὶ τὴν εἰς τὸ κατασκευαζόμενον ὕλην ἀγέλαις ἐλεφάντων ἡ Λιβύη δαψιλεύσεται.
τοιγαροῦν τὰ μὲν ἄλλα τῶν ἑπτὰ θεαμάτων θαυμάζομεν μόνον, τοῦτο δὲ καὶ προσκυνοῦμεν· ὡς μὲν γὰρ ἔργον τέχνης παράδοξον, ὡς δὲ μίμημα Διὸς ὅσιον.
ἔχει τοίνυν ὁ μὲν πόνος ἔπαινον, ἡ δ᾿ ἀθανασία τιμήν.
ὦ καιρὲ τῆς Ἑλλάδος, καὶ πλουτήσας εἰς θεῶν κόσμον ὁπόσον οὐδεὶς ὕστερον ἐπλούτησεν, καὶ τεχνίτην ἔχων δημιουργὸν ἀθανασίας ὁπηλίκον ὁ μεταγενέστερος βίος οὐκ ἐνήνοχεν, καὶ δεῖξαι δυνηθεὶς ἀνθρώποις θεῶν ὄψεις, ἃς ὁ μὲν παρὰ σοὶ θεασάμενος παρ᾿ ἄλλοις ἰδεῖν οὐκ ἂν δυνηθείη. καὶ γὰρ δὴ τὸν μὲν Ὄλυμπον πολὺν χρόνον Φειδίας νενίκηκεν, τοσοῦτον ὅσον ὑπονοίας μὲν ἐνάργεια, ἱστορίας δὲ γνῶσις, ὄψις δ᾿ ἀκοῆς ἐστιν βελτίων.
Dans :Phidias, Zeus et Athéna(Lien)