Biblio > Sources > 557

Type de textesource
TitreἹππίας μειζών (Hippias majeur)
AuteursPlaton (Πλάτων)
Date de rédaction(-410):(-350)
Date de publication originale
Titre traduitHippias majeur
Auteurs de la traductionPradeau, Jean-François
Date de traduction2005
Date d'édition moderne ou de réédition
Editeur moderne
Date de reprint

(290B-290D), p. 20-21

Σωκράτης — Ὀρθῶς μέντοι. Τοιγάρτοι ἐκεῖνος, ἐπειδὰν ἐγὼ ὁμολογῶ ἀγαθὸν εἶναι δημιουργὸν τὸν Φειδίαν, « Εἶτα, » φήσει, « οἴει τοῦτο τὸ καλὸν ὃ σὺ λέγεις ἠγνόει Φειδίας; » Καὶ ἐγώ· τί μάλιστα; φήσω. « Ὅτι », ἐρεῖ, « τῆς Ἀθηνᾶς τοὺς ὀφθαλμοὺς οὐ χρυσοῦς ἐποίησεν, οὐδὲ τὸ ἄλλο πρόσωπον οὐδὲ τοὺς πόδας οὐδὲ τὰς χεῖρας, εἴπερ χρυσοῦν γε δὴ ὂν κάλλιστον ἔμελλε φαίνεσθαι, ἀλλ\' ἐλεφάντινον· δῆλον ὅτι τοῦτο ὑπὸ ἀμαθίας ἐξήμαρτεν, ἀγνοῶν ὅτι χρυσὸς ἄρ\' ἐστὶν ὁ πάντα καλὰ ποιῶν, ὅπου ἂν προσγένηται. » Ταῦτα οὖν λέγοντι τί ἀποκρινώμεθα, ὦ Ἱππία;

Ἱππίας — Οὐδὲν χαλεπόν· ἐροῦμεν γὰρ ὅτι ὀρθῶς ἐποίησε. Καὶ γὰρ τὸ ἐλεφάντινον οἶμαι καλόν ἐστιν.

Σωκράτης — « Τοῦ οὖν ἕνεκα, » φήσει, « οὐ καὶ τὰ μέσα τῶν ὀφθαλμῶν ἐλεφάντινα ἠργάσατο, ἀλλὰ λίθινα, ὡς οἷόν τ\' ἦν ὁμοιότητα τοῦ λίθου τῷ ἐλέφαντι ἐξευρών; Ἢ καὶ ὁ λίθος ὁ καλὸς καλόν ἐστι; » Φήσομεν, ὦ Ἱππία; (Ἱππίας) Φήσομεν μέντοι, ὅταν γε πρέπων ᾖ.

Σωκράτης — « Ὅταν δὲ μὴ πρέπων, αἰσχρόν; » Ὁμολογῶ ἢ μή; (Ἱππίας) Ὁμολόγει, ὅταν γε μὴ πρέπῃ.

Σωκράτης — «Τί δὲ δή; Ὁ ἐλέφας καὶ ὁ χρυσός, » φήσει, « ὦ σοφὲ σύ, οὐχ ὅταν μὲν πρέπῃ, καλὰ ποιεῖ φαίνεσθαι, ὅταν δὲ μή, αἰσχρά; » Ἔξαρνοι ἐσόμεθα ἢ ὁμολογήσομεν αὐτῷ ὀρθῶς λέγειν αὐτόν;

Ἱππίας — Ὁμολογήσομεν τοῦτό γε, ὅτι ὃ ἂν πρέπῃ ἑκάστῳ, τοῦτο καλὸν ποιεῖ ἕκαστον.

Dans :Phidias, Zeus et Athéna(Lien)