ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Α.
[l. 1] Τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις
[l. 2] ἀκριβῶς ἐπίστασθαι πηλίκον ὄφελός ἐστιν εἴς τε τὴν τῶν
[l. 3] ποικίλων σύνθεσιν καὶ τὴν τῶν εὑρημένων ἤδη χρῆσιν εὔκαιρον,
[l. 4] οὐ νῦν δέομαι δεικνύναι. τὸ μὲν γὰρ ἐν τοῖς τῆς περὶ
[l. 5] φαρμάκων συνθέσεως ἀποδειχθήσεται, τὸ δὲ ἐν τοῖς τῆς
[l. 6] θεραπευτικῆς μεθόδου γράμμασιν. ἀλλ’ ὅπερ εστὶν ἐφεξῆς
[l. 7] τῆς περὶ κράσεων πραγματείας, τοῦτο ἐνταῦθα λεχθήσεται,
[p. 11.380]
[l. 1] πρότερόν γε διαστειλαμένων ἡμῶν τὰ σημαινόμενα τῶν λέξεων
[l. 2] καὶ τῶν ὀνομάτων οἷς χρησόμεθα κατὰ τόνδε τὸν λόγον.
[l. 3] φάρμακον μὲν δὴ πᾶν ὅ τί περ ἂν ἀλλοιωτικὸν ᾖ τῆς φύσεως
[l. 4] ἡμῶν ὀνομάζομεν, ὥσπερ, οἶμαι, καὶ τροφὴν ὅ τί περ ἂν
[l. 5] αὐξητικὸν ᾖ τῆς οὐσίας, ἄμφω γὰρ ἐν τῷ πρός τι. τὸ δὲ
[l. 6] ἁπλοῦν φάρμακον ὠνόμασται μὲν καὶ αὐτὸ κατὰ τὴν πρὸς
[l. 7] τὸ σύνθετον ἀντίθεσιν, ἔστι δὲ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν
[l. 8] ἔχον εἰλικρινῶς. ἡ δὲ δύναμις αἰτία τίς ἐστιν δραστική.
[l. 9] ταύτης δὲ δὴ ἡ μὲν κατ’ ἐνέργειαν, ἡ δὲ ἐν τῷ μέλλειν ἐστίν.
[l. 10] κατ’ ἐνέργειαν μὲν ἡ τοῦ 13.2. θερμαίνειν ἐν πυρὶ καὶ τοῦ ψύχειν
[l. 11] ἐν κρυστάλλῳ, ἐν τῷ μέλλειν δὲ ἡ τοῦ μὲν θερμαίνειν ἐν
[l. 12] πυρέθρῳ καὶ καστορίῳ καὶ τοῖς ὁμοίοις, τοῦ δὲ ψύχειν ἐν
[l. 13] ὑοσκυάμῳ καὶ μανδραγόρᾳ καὶ τοῖς παραπλησίοις. τὸ μὲν οὖν
[l. 14] εἶναί τινα δύναμιν, ἔν τε τοῖς καθαρτικοῖς φαρμάκοις καθαρτικὴν
[l. 15] καὶ τοῖς ἐμετικοῖς ἐμετικὴν καὶ τοῖς πταρμικοῖς πταρμικὴν
[l. 16] καὶ τοῖς βηχικοῖς βηχικὴν, καὶ καθ’ ἕκαστον δὴ τῶν
[l. 17] ἄλλων ἔργων παρώνυμον τῷ γιγνομένῳ πρὸς αὐτῶν, σχεδὸν
[l. 18] οὐδεὶς ἀμφισβητήσει. τίς δέ ἐστιν ἡ οὐσία τῆς δυνάμεως ταύτης,
[p. 11.381]
[l. 1] ἔνιοι μὲν ἄγνωστον ὑπέλαβον, ὥσπερ οἵ τε σκεπτικοὶ
[l. 2] φιλόσοφοι καὶ τῶν ἰατρῶν οἱ κληθέντες ἐμπειρικοί. διηνέχθησαν
[l. 3] δὲ πρὸς ἀλλήλους καὶ οἱ γνωστὴν εἶναι φάντες. τινὲς
[l. 4] μὲν γὰρ εἴς τε τὰ μεγέθη καὶ τὰ σχήματα καὶ τὰς θέσεις τῶν
[l. 5] ὄγκων τε καὶ πόρων ἀναφέρουσιν, ἔνιοι δὲ εἰς θερμότητα καὶ
[l. 6] ψυχρότητα καὶ ὑγρότητα καὶ ξηρότητα, κατὰ τὴν στοιχείωσιν
[l. 7] ἑκάτεροι τὴν ἑαυτῶν , ὥστε καὶ ἡμεῖς διὰ τοῦ περὶ τῶν καθ’
[l. 8] Ἱπποκράτην στοιχείων ἐδείξαμεν συγγραμμάτων, ἐκ θερμοῦ
[l. 9] καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τά τε τῶν ἄλλων ἁπάντων
[l. 10] σώματα καὶ τὰ τῶν ζώων γεγονέναι. ταύτας οὐσίας θησόμεθα
[l. 11] τῶν δραστικῶν δυνάμεων ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς
[l. 12] φαρμάκοις. οὕτω γὰρ κᾀν τῷ τρίτῳ περὶ κράσεων ἐδέδεικτο·
[l. 13] καὶ χρή γε τὸν βουλόμενον ἕπεσθαι τοῖς νῦν λεγομένοις ἐν
[l. 14] ἐκείνῃ γεγυμνάσθαι τῇ πραγματείᾳ· καὶ γὰρ δὴ καὶ λέλεκται
[l. 15] πάνθ’ ὅσα χρὴ καθόλου περὶ φαρμάκων ἐπίστασθαι δι’ ἐκείνου
[l. 16] τοῦ συγγράμματος. καὶ νῦν μὲν οὐδὲν ἐροῦμεν ἐν ὅλῳ τῷ
[l. 17] γένει καινότερον· ὅσα δ’ ἐν ἐκείνῳ γέγραπται γενικῶς, ταῦτα
[l. 18] ἐν τοῖσδε τοῖς ὑπομνήμασιν ἰδικῶς ἐξεργασόμεθα.
[l. 1] Πρῶτον μὲν δὴ καὶ μάλιστα τὴν βάσανον
[l. 2] τῆς κρινομένης δυνάμεως ἀπ’ αὐτοῦ χρὴ ποιεῖσθαι τοῦ πράγματος,
[l. 3] πρὸς ὃ λέγεται. οὐδὲ γὰρ εἰ ἀνθρώπῳ ψυκτικὸν τὸ
[l. 4] κώνειον, ἤδη καὶ ψαρὶ, οὐδ’ εἰ ψαρὶ ἀνθρώπων τρόφιμον, ἤδη
[l. 5] καὶ ἀνθρώπῳ. κατὰ ταὐτὰ δὲ οὐδ’ εἰ καθαρτικὸς ὁ ἑλλέβορος,
[l. 6] ἤδη καὶ ὀρτύγων, οὐδ’ εἰ τρόφιμος ἐκείνοις, ἤδη καὶ ἀνθρώποις.
[l. 7] ἐφεξῆς δὲ τὸ κατὰ συμβεβηκὸς διορίζεσθαι τοῦ πρώτως
[l. 8] τε καὶ καθ’ ἑαυτό. τὸ μὲν γὰρ ψυχρὸν ὕδωρ θέρμης ἐπανάκλησίν
[l. 9] ποτε ποιεῖται τῷ ψύχειν τὸ δέρμα καὶ συνάγειν
[l. 10] καὶ πυκνοῦν. ἕπεται γὰρ τούτῳ θέρμης ἐπανάκλησις, ὡς ἐν
[l. 11] τῷ τρίτῳ περὶ κράσεων ἐδείκνυτο. τὸ δὲ αὖ θερμὸν ψύχει
[l. 12] πολλάκις τῷ διαφορεῖν τὸν θερμαίνοντα χυμόν. εἰ γὰρ
[l. 13] ταῦτά τις διορισάμενος ἀκριβῶς ἐπὶ τὴν ἐξέτασιν ἀφίκοιτο
[l. 14] τῆς ζητουμένης δυνάμεως, οὐκ ἄν μοι δοκεῖ σφαλῆναι ῥᾳδίως.
[l. 15] ἀλλὰ τὸ μὲν ἀπὸ μηδενὸς ἄλλου ποιεῖσθαι τὴν
[l. 16] κρίσιν ἢ τοῦ πρὸς ὃ λέγεται καὶ πάνυ ῥᾴδιον, οὔτ’ εἰ
[l. 17] φθαρτικόν ἐστιν τῶν ἐντόμων ζώων τοὔλαιον, οὔτ’ εἰ
[p. 11.383]
[l. 1] λιπαρὸν ἢ γλίσχρον ἢ κοῦφον ἐπισκοποῦντας, ὁπότε ζητοῦμεν
[l. 2] εἰ θερμαίνειν πέφυκεν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν
[l. 3] τὸ ἀνθρώπειον σῶμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτ’
[l. 4] εἰ τὴν χροιὰν ἐρυθρόν ἐστιν τὸ ῥόδον, οὔτ’ εἰ λευκὸν τὸ ψιμμύθιον.
[l. 5] οὐ γὰρ ἐξ ἀνάγκης οὔτε τὸ ἐρυθρὸν θερμὸν οὔτε
[l. 6] τὸ λευκὸν ψυχρόν ἐστιν, ἀλλ’ εἰ προσφερόμενα τοῖς σώμασιν
[l. 7] ἡμῶν ἐκθερμαίνει πρώτως καὶ καθ’ ἑαυτὰ καὶ μήτε διὰ μέσου
[l. 8] τινὸς ἑτέρου μήτε κατὰ 13.3. συμβεβηκὸς εἴη, κᾂν οὕτω γε,
[l. 9] θερμὰ τὴν δύναμιν, ὥσπερ εἰ καὶ ψύχει, ψυχρά. ἐπεὶ πόθεν,
[l. 10] ὦ πρὸς θεῶν, ἔχομεν εἰπεῖν εἰ θερμόν ἐστιν τὴν δύναμιν τὸ
[l. 11] λευκὸν πέπερι καὶ ὁ κόκκος ὁ Κνίδιος καὶ ὁ κνίκος καὶ ἡ τίτανος
[l. 12] καὶ ὁ λευκὸς ἑλλέβορος; ἢ πόθεν ὅτι ψυχρὸς ὁ Σάμιος
[l. 13] ἀστὴρ καὶ γῆ Σελινουσία καὶ ψιμμύθιον καὶ χιὼν καὶ γάλα;
[l. 14] λευκὰ μὲν γὰρ τὴν χρόαν ἐστὶ σύμπαντα τὰ εἰρημένα, κατὰ
[l. 15] μέντοι τὰς δυνάμεις αὐτῶν ἐναντιώτατα. ἔστι μὲν οὖν ἡ
[l. 16] χιών τε καὶ ἡ τίτανος τὴν χροιὰν ὁμοιότατα, κατὰ δὲ τὰς
[l. 17] δυνάμεις αὐτῶν ἐναντιώτατα, ἀλλὰ τὴν ἐναντίωσιν ἡ αἴσθησις
[l. 18] κρίνει. τῆς μὲν γὰρ χιόνος προσαγομένης, εὐθύς τε κατὰ
[p. 11.384]
[l. 1] πρώτην προσβολὴν ψυχρᾶς αἰσθανόμεθα καὶ μέχρι περ ἂν
[l. 2] ἅπτηται, ψυχούσης ἀεὶ καὶ μᾶλλον. ὁρῶμεν δὲ μήθ’ ὑπομένουσαν
[l. 3] ἔτι μήτε σωζομένην, εἰ βραχείας ἐπιλάβηται θερμότητος.
[l. 4] ἡ δὲ τίτανος οὔτε κατὰ τὴν πρώτην προσβολὴν
[l. 5] φαίνεται ψύχουσα, καὶ μέχρι περ ἂν ἡμῖν πλησιάζῃ, θερμαίνει
[l. 6] σαφῶς ἀεὶ καὶ μᾶλλον. ᾧ καὶ δῆλον ὡς τῷ διαπαντὸς ἕν τι
[l. 7] ποιεῖν, ἄχρι περ ἂν ἡμῶν ἅπτηται τὸ φάρμακον, ἡ οἰκεία
[l. 8] αὐτοῦ δύναμις κριθήσεται.
[l. 9] Τὸ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔστ’ ἂν
[l. 10] ὁμιλῇ, θερμαῖνον ἀεὶ καὶ μᾶλλον, οὐ κατά τι συμβεβηκὸς,
[l. 11] ἀλλὰ κατὰ τὴν ἑαυτοῦ φύσιν ἐστὶ τοιοῦτον. οὕτω δὲ καὶ τὸ
[l. 12] ψῦχον ἀπ’ ἀρχῆς μέχρι τέλους ψυχρόν ἐστιν κατὰ τὴν ἑαυτοῦ
[l. 13] δύναμιν, οὐ κατὰ συμβεβηκός. εἰ δὲ μήτε ἀναμείνας
[l. 14] χρόνον ἐξ ὑστέρου τε μετὰ τὴν πλύσιν ἐξετάσεις τὴν δύναμιν
[l. 15] αὐτοῦ, σφαλήσῃ πολλαχόθεν. καὶ ἴσως δέ ποτε καὶ τὸ ψυχρὸν
[l. 16] ὕδωρ οὐ ψυχρὸν μόνον ἐρεῖς τὴν δύναμιν, ἀλλὰ καὶ
[l. 17] θερμόν. ὅτε μὲν ψῦχον φαίνεται, διὰ παντὸς, ἔστ’ ἂν ἡμῖν
[l. 18] πλησιάζῃ, ψυχρὸν, ὅτε δὲ πολλάκις ἐπανάκλησιν θερμότητος
[p. 11.385]
[l. 1] ἤνεγκεν θερμόν. οὔκουν χρὴ ταῦτα παραλιπεῖν ἀδιόριστα καὶ
[l. 2] τῶν κρινομένων ἕκαστον φαρμάκων, ὡς κᾀν τοῖς περὶ κράσεως
[l. 3] ἐλέγετο. μηδεμιᾶς ἐπικτήτου ψύξεως ἢ θερμότητος
[l. 4] ἔστω μετέχον, ἵνα μὴ νοθεύσῃ τὴν φυσικὴν αὐτοῦ δύναμιν
[l. 5] ἡ ἐπίκτητος ποιότης. ἔτι τε πρὸς τούτοις, ὡς καὶ ταῦτ’ ἐλέγετο,
[l. 6] 2.6. διωρίσθω σοι καὶ τροφὴ φαρμάκου καὶ μνημονευέσθω
[l. 7] πρός τι μὲν ἄμφω λεγόμενα, πολλαχόθι δὲ περὶ μίαν
[l. 8] οὐσίαν συνιστάμενα, καθ’ ὅ τι καὶ τοῦτο ἐπεδείξαμεν. οὐδὲν
[l. 9] δὲ ἧττον ὅτι τὰ μὲν ὅλαις ταῖς οὐσίαις εἰς ἄλληλα δρᾷ καὶ
[l. 10] πάσχει, τὰ δὲ κατὰ μίαν ἢ δύο ποιότητας· καὶ πρὸς τούτοις
[l. 11] τὰ μὲν εἶναι λεπτομερῆ, τὰ δὲ παχυμερῆ· λεπτομερῆ μὲν
[l. 12] ὅσα ῥᾳδίως εἰς λεπτὰ καταθραύεται, παχυμερῆ δὲ τἀναντία.
[l. 13] ἁπλῶς δὲ εἰπεῖν ἁπάντων μεμνῆσθαι χρὴ τῶν ἐν τῷ τρίτῳ
[l. 14] περὶ κράσεων εἰρημένων διορισμῶν, ἵνα κατ’ ἐκείνους ἐξετάζηται
[l. 15] τῶν πάντων εἴδους φαρμάκων ἡ δυνάμις.
[l. 16] 13.4. Ἔστω δὴ πρῶτον ἡμῖν ὕδωρ εἰς σκέψιν
[l. 17] προβεβλημένον, ὅτι καὶ κοινότατον ἅπασιν ἀνθρώποις ἐστὶν
[p. 11.386]
[l. 1] ὑγιαίνουσί τε καὶ νοσοῦσιν καὶ ἀναγκαιότατον εἰς τὴν ζωήν.
[l. 2] καὶ πρῶτον μὲν εὐκράτῳ σώματι προσφερέσθω μήτε ψυχρὸν
[l. 3] ἐπισήμως μήτε θερμόν. ἐφεξῆς δὲ καὶ τοῖς δυσκράτοις φύσει
[l. 4] καὶ τρίτοις τοῖς κατὰ πάθος· οὕτω γὰρ ἀκριβῶς ἐπὶ πάντων
[l. 5] ἐξετάσαιμεν ἂν αὐτοῦ τὴν οἰκείαν δύναμιν. τῷ μὲν οὖν
[l. 6] εὐκράτῳ προσφερόμενον ἐν χρόνῳ πλείονι καταψύξει πάντως
[l. 7] αὐτὸ, τῷ δὲ δυσκράτῳ θᾶττον μὲν τὸ ψυχρότερον ψύξει,
[l. 8] βραδύτερον δὲ τὸ θερμότερον. ἀεὶ δὲ πάντα ψύξει, κᾂν εἰ
[l. 9] μὴ πολλαῖς ἐφεξῆς ἡμέραις, ἀλλὰ μιᾷ τις αὐτῷ χρήσαιτο ἢ
[l. 10] πλείοσιν ὥραις οὐδὲ γὰρ ἐπανάκλησιν ἐπ’ οὐδενὸς αὐτῶν
[l. 11] τόγε τοιοῦτον ποιήσεται θερμότητος. ἀκραιφνὲς γὰρ ψυχρὸν,
[l. 12] εὐσάρκῳ καὶ νέᾳ φύσει σώματος ὀλιγοχρονίως ὁμιλῆσαι ἀνακαλεῖται
[l. 13] θερμασίαν· ἄλλως δὲ χρωμένων ἀεὶ καταψύξει. καὶ
[l. 14] μὲν δὴ κᾂν εἰ τοῖς ἁπλῷ τινι νοσήματι νοσοῦσιν ἤτοι θερμῷ
[l. 15] τὴν κρᾶσιν ἤ ψυχρῷ προσαχθείη τὸ τοιοῦτον ὕδωρ, ἐμψύξει
[l. 16] καὶ τούτους σαφῶς· ἁπλοῦν γὰρ εἶναι χρὴ τὸ πάθος, ὡς κᾀν
[l. 17] τῷ τρίτῳ περὶ κράσεων διώριστο, χάριν τοῦ μὴ κατὰ συμβεβηκὸς,
[p. 11.387]
[l. 1] ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν ἐμψύχειν τὸ προσαγόμενον.
[l. 2] ἐπείτοι πολλάκις συνθέτου τῆς διαθέσεως οὔσης πρώτως
[l. 3] μὲν ἄλλο τι γίνεται πρὸς τοῦ φαρμάκου, κατὰ συμβεβηκὸς
[l. 4] δὲ ἄλλο, καθάπερ ἐν ταῖς φλεγμοναῖς. ἔγγονον
[l. 5] μὲν γάρ ἐστι θερμοῦ ῥεύματος καὶ πολλοῦ τὸ πάθος. ὅσα
[l. 6] δὲ θερμαίνει μετρίως φάρμακα κενοῦντα τὸ περιττὸν, εὐθὺς
[l. 7] οἶμαι καὶ ψυχρότερον τὸ πεπονθὸς ἐργάζεται. ἀλλ’ ὅταν
[l. 8] ἁπλῆ καὶ μία διάθεσις ᾖ τὸ κατὰ συμβεβηκὸς, ἐπ’ αὐτῆς
[l. 9] οὐκ ἐγχωρεῖ γενέσθαι. οὕτω γοῦν ἐξετάζοντί σοι πανταχόθεν
[l. 10] φανεῖται τὸ πότιμον ὕδωρ ψυχρόν. οὐ μὴν τῶν ἄλλων
[l. 11] γε ὑδάτων τῶν αὐτοφυῶν, ὅσα δὴ θειώδη τε καὶ ἀσφαλτώδη
[l. 12] καὶ νιτρώδη ταῖς ποιότησίν ἐστιν, ἡ αὐτὴ δύναμις·
[l. 13] οὐδὲν γὰρ αὐτῶν ὅταν ἐπικτήτου θερμότητος ἤ φυχρότητος
[l. 14] χωρισθὲν προσφέρηται, ψύχειν φαίνεται. καὶ μέν γε
[l. 15] καὶ ἡ θάλαττα καὶ αὐτὴ, πρὶν ἐπίκτητον ψύξιν ἀκραιφνῆ
[l. 16] προσλάβῃ, οὐ πάνυ τι φαίνεται ψύχουσα. κατὰ μὲν γὰρ
[l. 17] τὸ πότιμον ὕδωρ, εἴ τις δι’ ὅλης ἡμέρας ἐννήχοιτο, μὴ
[l. 18] πάνυ ψυχρὸν ὑπάρχον, ἀλλ’ ὡς ἐξ ἡλίου χλιαρὸν ἐξ ἀνάγκης
[p. 11.388]
[l. 1] ψυγήσεται. θάλατταν δ’ ἀλύπως ἤνεγκαν, οὐ δι’ ὅλης ἡμέρας
[l. 2] μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς ἐνίοτε πάμπολλοι τῶν
[l. 3] νέων. ᾧ δῆλον ὡς τὸ μὲν ὕδωρ τὸ γοῦν πότιμον καὶ
[l. 4] γλυκὺ κατὰ τὴν ἑαυτοῦ φύσιν ἀεὶ ψυχρόν ἐστιν, ἡ θάλαττα
[l. 5] δ’ οὐχ ὁμοίως· εἰ δὲ καὶ μὴ προσθείη μέν ποτε ἐν τῷ
[l. 6] λόγῳ τὸ πότιμον, ἀλλ’ ἁπλῶς εἴποιμεν ὅσον ἐφ’ ἑαυτὸ
[l. 7] ψυχρὸν εἶναι τὸ ὕδωρ, οὐ χρὴ συκοφαντεῖν ὡς ἐλλιπῶς ἢ
[l. 8] ἀδιορίστως εἰρηκότας. ὅ τι γὰρ ἂν ἀκριβῶς τε καὶ εἰλικρινῶς
[l. 9] ὕδωρ ᾖ πάσης ἑτέρας οὐσίας ἄμικτον, ἐξ ἀνάγκης
[l. 10] ἐκεῖνο ψυχρόν ἐστι κατὰ τὴν ἑαυτοῦ δύναμιν· εἰ δ’ ἤτοι δι’
[l. 11] ἀσφαλτώδους, ἢ θειώδους, ἢ νιτρώδους, ἢ στυπτηριώδους
[l. 12] χωρίου διηθούμενον ῥύπτοιτό τι τῆς οὐσίας αὐτοῦ καὶ
[l. 13] ἅμα ἑαυτῷ παρασύροι, μικτὸν ἤδη τὸ τοιοῦτόν ἐστι καὶ
[l. 14] οὐκ ἀκριβῶς ὕδωρ, ὥσπερ εἰ καὶ σὺ βουληθείης αὐτὸς ἢ
[l. 15] ἁλῶν, ἢ στυπτηρίας, ἤ τινος ἑτέρου τοιούτου μῖξαι συχνὸν
[l. 16] ὕδατι ποτίμῳ, 13.5. καθάπερ καὶ ποιοῦμεν πολλάκις, ὅταν
[l. 17] ἀποροῦντες θαλάττης ἅλμην σκευάσαι βουληθῶμεν. ἐμβάλλομεν
[l. 18] γὰρ τηνικαῦτα τῶν ἁλῶν τῷ ὕδατι, καὶ τοσοῦτον
[p. 11.389]
[l. 1] ἄρα τὸ διαλλάττον ἐστὶν τῆς δυνάμεως, ὥστε τὸ μὲν ὕδωρ
[l. 2] αὐτὸ τὸ γλυκὺ δηλονότι, τὸ μήτε ψυχρὸν ἐπιφανῶς μήτε
[l. 3] θερμὸν, ἀλλ’ οἷον τὸ καλούμενον εἱληθερὲς, εἰ προσφέρεις
[l. 4] ἐρυσιπέλατι, βλάβην οὐδεμίαν ἐργάσῃ περὶ τὸ σῶμα τἀνθρώπου.
[l. 5] θάλατταν δὲ ἢ ἅλμην ἤ τι τοιοῦτον ὕδωρ ἐπίμικτον,
[l. 6] ἀσφαλτῶδες ἢ θειῶδες εἰ προσενέγκῃς, οὕτως βλάψαις τὸν
[l. 7] ἄνθρωπον, ὡς ἐπικαῦσαι τὸ μέρος. ὕδωρ μὲν οὖν αὐτὸ καθ’
[l. 8] ἑαυτὸ ψυχρὸν τὴν δύναμίν ἐστιν· εἰ δ’ ἐπίκτητον αὐτῷ
[l. 9] θερμότητα προσάψας ἐθέλοις καταντλεῖν ἀνθρώπου σῶμα,
[l. 10] νομιεῖς μὲν ἴσως ἁπλοῦν τι καὶ φυσικὸν προσενηνοχέναι, τὸ
[l. 11] δ’ ἄρα σύνθετόν πώς ἐστιν, ἤτοι μοῖράν τινα τῆς οὐσίας τοῦ
[l. 12] πυρὸς, ἢ τήν γε ποιότητα πάντως προσειληφώς. ὡς γὰρ εἰ
[l. 13] καὶ τῶν ἁλῶν ἐμεμίχεις αὐτῷ, σύνθετον ἂν ἦν ὁμολογουμένως,
[l. 14] οὕτω καὶ μᾶλλον ἐπειδὴ πυρὸς ἔμιξας εἴτ’ οὖν ποιότητος
[l. 15] εἴτ’ οὐσίας εἰργάσω πως καὶ νῦν σύνθετον. ἔστι δὲ
[l. 16] δήπου καὶ τὸ ἰλυῶδες ὕδωρ σύνθετον ὡς καὶ τὸ τοῦ Νείλου
[l. 17] καὶ κατ’ Αἴγυπτον, ἀλλὰ διὰ τῶν κεραμίων ἀγγείων διηθούμενον
[l. 18] ἀκριβῶς γίνεται καθαρὸν. χρὴ δὲ μὴ ἅπαξ, ἀλλὰ καὶ
[p. 11.390]
[l. 1] δὶς ἢ τρὶς διηθεῖν αὐτὸ, καίτοι καὶ οὕτως ἴσως ἀδύνατον
[l. 2] ἀκριβῶς ἐργάσασθαι καθαρόν· ἀλλ’ ὅταν ἐκφύγῃ πᾶσαν
[l. 3] αἴσθησιν ἡ ἐπιφερομένη τοῖς ὕδασιν ἰλὺς, ἀρκεῖ πρὸς γε
[l. 4] τὴν τοιαύτην χρείαν τὰ τοιαῦτα καθαρὰ καὶ εἰλικρινῆ λέγειν
[l. 5] ὕδατα.
[l. 6] Τρισὶ δ’ αἰσθήσεσιν κρίνεται ταῦτα, γεύσει
[l. 7] καὶ ὄψει καὶ ὀσφρήσει. γεύσει μὲν καθαρὸν, εἰ μηδεμιᾶς
[l. 8] προσλάβοι ποιότητος, ἀλλ’ ἀκριβῶς ἄποιον φαίνοιτο· τῇ
[l. 9] δ’ ὄψει καθαρὸν, ὅταν εἰλικρινὲς ᾖ καὶ διαυγὲς ἀκριβῶς.
[l. 10] οὕτω δὲ καὶ πρὸς τὴν ὀσμὴν οὐδεμίαν ἐμφαίνειν αὐτῷ χρὴ
[l. 11] ποιότητα, καθάπερ ἔνια τῶν ἐσχάτως μοχθηρῶν ὀξύτητος,
[l. 12] ἢ δριμύτητος, ἢ ἅλμης, ἢ σηπεδόνος, ἤ τινος ἄλλης κακίας
[l. 13] ἀῤῥήτου προσβάλλει. τὸ τοίνυν ἐκτὸς ἁπάντων τούτων ὕδωρ
[l. 14] ἔστι μὲν οὐδ’ αὐτὸ πρὸς γε τὴν φύσιν εἰλικρινὲς ἀκριβῶς,
[l. 15] ὥσπερ οὐδ’ ἄλλο τι τῶν τεττάρων στοιχείων τῶν αἰσθητῶν,
[l. 16] ὡς μέντοι πρὸς αἴσθησίν τε καὶ χρείαν εἰλικρινὲς ὑπάρχει.
[l. 17] τὸ γοῦν τοιοῦτόν ἐστι καὶ ψυχρὸν, ὡς εἴρηται, κατὰ τὴν
[l. 18] ἑαυτοῦ φύσιν, ἐπεί τοι θερμήνας σφοδρῶς οὐχ ὕδωρ μόνον,
[p. 11.391]
[l. 1] ἀλλὰ καὶ μανδραγόραν καὶ ὑοσκύαμον καὶ κώνειον καὶ μηκώνιον,
[l. 2] οὐ μόνον ἂν ἐκθερμήναις προσφέρων, ἀλλὰ καὶ καύσειας
[l. 3] ἀνθρώπειον σῶμα. πάντ’ οὖν τὰ δοκιμαζόμενα φάρμακα
[l. 4] πάσης ἐπικτήτου τε καὶ σφοδρᾶς θερμότητός τε καὶ
[l. 5] ψύξεως ἐκτὸς ἔστωσαν, μὴ μόνον ὕδωρ.
[l. 6] Ὅτι δὲ ψύχει σαφῶς ἅπαν ὕδωρ γλυκὺ
[l. 7] μάθοις ἂν κἀνθένδε. κηρωτὴν ὑγρὰν, εἰ δι’ ὕδατος ψυχροῦ
[l. 8] μαλάξας καὶ ἀναδεύσας ἐπιμελῶς ἐπιθείης13.6. θερμῷ τινὶ
[l. 9] παθήματι, παραχρῆμα καταψύξεις αὐτό. χρὴ δ’ ὡς ὅτι
[l. 10] πλεῖστον μιγνύναι τοῦ ὕδατος, γένοιτο δ’ ἂν ἡ μίξις ᾧδέ
[l. 11] πως ἄριστα. καθαρὸν ὡς ἔνι μάλιστα κηρὸν ἐλαίῳ χρὴ
[l. 12] τήξαντας ὑγρὰν ποιῆσαι κηρωτὴν, ἔπειτα ψύξαντάς τε καὶ
[l. 13] ξύσαντας ἐν θυείᾳ μαλάττειν διὰ τῶν χειρῶν ὕδωρ ψυχρὸν
[l. 14] παραχέοντας, εἰς ὅσον ἂν ἡ κηρωτὴ δύνηται δέχεσθαι καὶ
[l. 15] μήπως περιῤῥέῃ τὸ ὕδωρ. ἐμψύχει τοῦτο καὶ τοὺς ἐν πυρετῷ
[l. 16] καυσουμένους, εἰ κατὰ τῶν ὑποχονδρίων2.7. ἐπιτεθείη
[l. 17] καὶ φλεγμονὴν ἅπασαν, ὡσαύτως ἕρπητάς τε καὶ ἄνθρακας,
[l. 18] ἐρυσιπέλατα καὶ φύγεθλα καὶ πάντα ἁπλῶς εἰπεῖν τὰ
[p. 11.392]
[l. 1] θερμὰ νοσήματα. μὴ τοίνυν ὕδωρ γλυκὺ, ἀλλὰ καὶ θάλατταν
[l. 2] ἢ ἅλμην αὐτῷ παραμίξας ἐφ’ ἑνὸς τῶν εἰρημένων ὅτου
[l. 3] βούλῃ χρήσασθαι, θεάσῃ γὰρ αὐτίκα διαφορὰν οὐ σμικρὰν,
[l. 4] οὐ μόνον οὐκ ἐμψύχοντος ἔτι τοῦ γενομένου φαρμάκου τῶν
[l. 5] εἰρημένων διαθέσεων οὐδεμίαν, ἀλλὰ καὶ προεκκαίοντος.
[l. 6] οὕτως ἄρα πολλὴ διαφορὰ τῶν ποτίμων ὑδάτων ἐστὶν πρὸς
[l. 7] ἅλμην τε καὶ θάλατταν. οὐχ ἧττον δ’ ἅλμης καὶ θαλάττης
[l. 8] τὰ θειώδη καὶ ἀσφαλτώδη, νιτρώδη καὶ χαλκάνθου καὶ μίσυος
[l. 9] καὶ χαλκίτεως, ἤ τινος ἁπλῶς τῶν φύσει θερμῶν φαρμάκων
[l. 10] ἐμφαίνοντος τῇ γεύσει, πολέμια πάντα ταῖς θερμαῖς τοῦ
[l. 11] σώματος ἡμῶν διαθέσεσιν ὑπάρχει. ᾧ δῆλον ὡς ταυτὶ μὲν
[l. 12] ἅπαντα θερμὰ ταῖς δυνάμεσίν ἐστιν. τὸ δὲ πότιμον ὕδωρ
[l. 13] μόνον ψυχρόν.
[l. 14] Ὅτι δὲ καὶ ὑγρὸν τοῦτο μόνον τῶν εἰρημένων
[l. 15] ὑδάτων ἀκριβῶς ἐκ τῆς αὐτῆς ἐπιγνώσῃ μεθόδου. τά
[l. 16] τε γὰρ ἕλκη τὰ πέρα τοῦ δέοντος αὐχμώδη καὶ ξηρὰ τούτῳ
[l. 17] τέγγων, αὐτίκα μάλα ποιήσεις ὑγρὰ καὶ πλαδαρὰ, τῶν ἄλλων
[l. 18] ἁπάντων ὑδάτων ξηραινόντων τὰ ἕλκη, τά τε τῶν ἁλιέων
[p. 11.393]
[l. 1] ξηρά τε καὶ τεταριχευμένα φαίνεται, τά τε τῶν βαλανέων
[l. 2] ὑγρὰ καὶ πλαδαρά. κἂν εἰ βουληθείης δὲ βρέχων μότον
[l. 3] ἐπιτιθέναι τοῖς ἕλκεσιν, ὑγρὰ μὲν ὑπὸ τοῦ ποτίμου, ξηρὰ
[l. 4] δὲ ὑφ’ ἅλμης τε καὶ θαλάττης εὑρήσεις γινόμενα. τὰ μέντοι
[l. 5] στυπτηριώδη τῶν ὑδάτων, οἷον τὰ κατὰ τὴν Ἰταλίαν
[l. 6] Ἄλβουλα προσαγορευόμενα, καὶ τοῖς ἄλλοις μὲν ἕλκεσίν
[l. 7] ἐστιν ἐπιτήδεια καὶ τὰ ῥευματικὰ δὲ πάντα ξηραίνει ῥᾳδίως.
[l. 8] οὕτως ἄρα τῶν ἄλλων ὑδάτων οὐδὲν ὑγραίνειν πέφυκεν,
[l. 9] ὅτι μηδ’ ὕδωρ ἐστὶν ἀκριβῶς, ἀλλ’ ἐπίμικτόν τε καὶ νόθον
[l. 10] ἤτοι στυπτηρίας τε καὶ χαλκίτεως, ἢ ἁλῶν, ἤ τινος ἄλλου
[l. 11] τοιούτου προσειληφός. ὅθεν αὐτῶν ἔνια παροξυντικὰ τῶν
[l. 12] ἑλκῶν ἐστιν, ὅσα τε δριμέα ἱκανῶς ὑπάρχει καὶ δακνώδη.
[l. 13] καὶ μὲν δὴ καὶ διψῶντι τὸ μὲν ὕδωρ παρηγορικὸν ἴαμα,
[l. 14] τὰ δ’ ἄλλα πάντα παροξυντικὰ, καὶ τοῖς ὑδερικοῖς ἐναντιώτατον
[l. 15] μὲν καὶ πόμα καὶ λουτρὸν τὸ ὕδωρ τὸ γλυκὺ,
[l. 16] τὰ δ’ ἁλμυρώδη καὶ νιτρώδη καὶ θειώδη καὶ ἀσφαλτώδη
[l. 17] πάντα χρηστά· καὶ μιμήσασθαι δ’ ἂν δύναιο, καθάπερ
[p. 11.394]
[l. 1] θάλατταν, οὕτω καὶ τῶν ἄλλων ἕκαστον ἐπιμιξίᾳ τῆς
[l. 2] οὐσίας, ἥτις ἂν ἐν ἑκάστῳ φαίνηται κρατεῖν. θεῖον μὲν
[l. 3] γὰρ ἐμβαλὼν ὕδατι γλυκεῖ θειῶδες ὕδωρ ἐργάσῃ, στυπτηρίαν
[l. 4] δὲ στυπτηριῶδες, καὶ τῶν ἄλλων ἕκαστον.
[l. 5] 13.7. Αὕτη μὲν οὖν ἡ οἰκεία φύσις τοῦ ὕδατος
[l. 6] ὑγρά τε ἐστι καὶ ψυχρά. προσλαμβάνον δ’ ἐπίκτητον
[l. 7] θερμότητα, θερμαίνει μὲν καὶ ὑγραίνει τὰ πλησιάζοντα, πλὴν
[l. 8] οὐχ ὁμοίως ἄμφω πέφυκε δρᾷν ἅμα, ἀλλ’ ὑγραίνει μὲν ἄκρως,
[l. 9] ἄν τε χλιαρὸν ἄν τ’ εὔκρατον ἄν τε καὶ θερμότερον ὑπάρχῃ.
[l. 10] θερμαίνει δ’ οὐκ ἄκρως τό γε μὴ ζέον ἐσχάτως. ἐξεταζέσθω
[l. 11] δ’ ὁ λόγος ἐπὶ τῆς εὐκράτου φύσεως πρῶτον. ἂν τοίνυν
[l. 12] ταύτῃ προσφέρῃς ὕδωρ εὐκράτως θερμὸν, εἴτε λούων εἴτε
[l. 13] καταντλῶν ὃ τι δή ποτε μέρος, ὑγρότερον ἀποδείξεις ἑαυτοῦ
[l. 14] καὶ θερμότερον ἐν αὐτῷ τῷ χρόνῳ τῆς καταντλήσεως. εἰ δ’
[l. 15] ἐπὶ τούτῳ παύσαιο μὴ συναγαγὼν καὶ πιλήσας καὶ πυκνώσας
[l. 16] τὸ σῶμα ψυχροῦ χρήσει, μικρὸν ὕστερον εὑρήσεις αὐτὸ
[l. 17] ψυχρότερον ἑαυτοῦ γεγονέναι· ἀραιούμενον γάρ τι τὸ σῶμα
[l. 18] ψυχρότερον γίνεται, διαπνεομένης ἀμετρότερον τῆς ἐμφύτου
[p. 11.395]
[l. 1] θερμασίας. οὐ μὴν ὥσπερ ψυχρότερον ἐς ὕστερον ἡ τοῦ θερμοῦ
[l. 2] χρῆσις, οὕτω καὶ ξηρότερον ἀποδείκνυσι τὸ σῶμα. καίτοι
[l. 3] καὶ τοῦτ’ ἂν δόξῃ γίγνεσθαι διά τε τὴν ἀραίωσιν τῶν
[l. 4] πόρων καὶ μαλακότητα τοῦ σώματος καὶ χύσιν τῆς οὐσίας,
[l. 5] ἀτμίζειν γὰρ ἀνάγκη πλέον ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν,
[l. 6] ὁ δ’ ἀτμὸς ὑγρόν ἐστι λελεπτυσμένον. ἀλλὰ γὰρ οὐχ ᾧδ’
[l. 7] ἔχει τἀληθές. ἥ τε γὰρ μαλακότης, ἣν ἐπὶ ταῖς θερμολουσίαις
[l. 8] ἐπικτᾶται τὰ σώματα, μόνης ὑγρότητος ἴδιον καὶ ἀχώριστον
[l. 9] σημεῖον ἐν ζώου σώματι, καθάπερ ἐν τοῖς περὶ κράσεων
[l. 10] ἐδείξαμεν, ἥ τ’ ἐν τοῖς ἡλκωμένοις μορίοις σὰρξ ἐναργῶς
[l. 11] τὸ τοιοῦτον ἐμφαίνει, πλαδαρὰ καὶ βρυώδης ἐπὶ ταύταις
[l. 12] ταῖς δι’ ὕδατος θερμοῦ καταντλήσεσιν ἀποτελουμένη. κενοῦται
[l. 13] μέντοι τὸ σῶμα κατὰ τὰς τοιαύτας διαθέσεις, ὡς ἔλαττον
[l. 14] ἴσχειν ὑγρότητος ἐν ἑαυτῷ νῦν ἢ πρόσθεν. καὶ συγγνοίη τις
[l. 15] ἂν τοῖς οἰομένοις ἐπί τε ταῖς θερμολουσίαις καὶ ταῖς καταντλήσεσι
[l. 16] τοῦ συμμέτρου θερμοῦ ξηραίνεσθαι τὸ σῶμα. παραπλήσιον
[l. 17] γάρ τι σφάλλονται τοῖς ὑπολαμβάνουσι τοὺς γέροντας
[p. 11.396]
[l. 1] τῶν νεανίσκων ὑγροτέρους εἶναι. περιττώματα μὲν γὰρ
[l. 2] ὑγρὰ πλείω τοῖς γέρουσιν, αὐτὰ δὲ τὰ πεφυκότα καὶ ὀργανικὰ
[l. 3] μόρια τοῖς νεανίσκοις ὑγρότερα, καθ’ ὅ τι δέδεικται καὶ
[l. 4] διὰ τοῦ δευτέρου περὶ κράσεων. οὕτω δὲ κἀπὶ τῶν καταιονήσεών
[l. 5] τε καὶ λουτρῶν ἔχει καὶ πάσης ἁπλῶς τῆς δι’ ὕδατος
[l. 6] θερμοῦ τέγξεως. αἱ μὲν γὰρ ἐν τοῖς ἀγγείοις καὶ ταῖς ἄλλαις
[l. 7] χώραις ταῖς κεναῖς ὑγρότητες ἐκκενοῦνται πᾶσαι, τὰ σώματα
[l. 8] δ’ αὐτὰ τῶν ἀγγείων καὶ σύμπαν τὸ σαρκῶδες γένος ὑγρότερον
[l. 9] ἑαυτοῦ γίνεται. καὶ ταύτην μόνην, ὡς ἔοικεν, οὐδέποτε
[l. 10] ἀποβάλλει τὴν δύναμιν τὸ ὕδωρ τὸ γλυκὺ δηλοσότι.
[l. 11] οὐδὲ γὰρ ὅταν ζέον κατακαύσῃ τὰ σώματα, ξηρὰ τὰ καυθέντα
[l. 12] γίνεται, ὡς ἐν τοῖς ὑπὸ πυρὸς ὀπτηθεῖσιν. ὡσαύτως οὐδ’
[l. 13] ἐπειδὰν ἄκρως ψυχρὸν γενόμενον δι’ ὅλης ἡμέρας ἢ καὶ
[l. 14] πλείονι χρόνῳ καταντλῆταί τινος μορίου, ξηρότερον ἀπεργάζεται
[l. 15] τοῦτο, καίτοι ῥυσσόν γε φαίνεται καὶ πάνυ μικρόν.
[l. 16] ἀλλὰ ταῦτα μὲν αὐτῷ διὰ τὸ κεκενῶσθαι τὴν ἐκ τῶν ἀγγείων
[l. 17] τε καὶ τῶν ἄλλων 13.8. χωρίων ὑγρότητα συμβαίνει, τὰ πεφυκότα
[l. 18] δ’ αὐτὰ κατ’ οὐδὲν ἑαυτῶν γίνεται ξηρότερα, καὶ χρὴ
[p. 11.397]
[l. 1] μεμνῆσθαι καὶ τούτου καὶ παρ’ ὅλον ἀεὶ φυλάττειν τὸν λόγον,
[l. 2] ὡς ἔκ τε τῶν ἐναργῶς φαινομένων συλλογίζεσθαι τὴν δύναμιν
[l. 3] ἑκάστου τῶν φαρμάκων, ἀεί τε πρὸς ὃ λέγεται θερμὸν ἢ ψυχρὸν
[l. 4] ἢ ὑγρὸν ἢ ξηρὸν εἶναι, πρὸς τοῦτο δοκιμάζειν.
[l. 5] Ἐξ ἐπιμέτρου δ’ εἰ βούλοιτό τις ἀπὸ τῶν
[l. 6] ἔξωθεν ἐπάγειν τὰς πίστεις, οὐ κωλύω μὲν οὐδὲ τοῦτο,
[l. 7] προσέχειν δ’ ἀκριβῶς τὸν νοῦν αὐτῷ συμβουλεύω. παραλογισμοὺς
[l. 8] γὰρ ἴσχει συχνούς· ἀλλὰ τούτους μὲν ἐν τοῖς ἐφεξῆς
[l. 9] ἐρῶ. ὃ δὲ μόνον ἄν τις ἀπὸ τῶν ἔξωθεν εἰς πίστιν τοῦ θερμαίνειν
[l. 10] ἢ ψύχειν τὸ κρινόμενον φάρμακον λαμβάνοι, τὸ
[l. 11] κατὰ τὴν τοῦ πυρὸς ὁμιλίαν ἐστίν. οὐ γὰρ ἄπο τρόπου τὸ
[l. 12] ῥᾳδίως ἐκπυρούμενον ὑπολαμβάνειν θερμὸν εἶναι δυνάμει.
[l. 13] μεμνήμεθα γὰρ, οἶμαι, τῶν τοῦ δυνάμει σημαινομένων
[l. 14] ἁπάντων ἐν τῷ τρίτῳ περὶ κράσεων διῃρημένων. ἓν οὖν ἐξ
[l. 15] αὐτῶν ἦν καὶ τὸ κατὰ τὴν οἰκείαν ὕλην τοῦ λεγομένου, τόδε
[l. 16] τι κατὰ δύναμιν ὑπάρχειν. εἰ δέ τι ῥᾳδίως εἰς πῦρ μεταβάλλοι,
[l. 17] δυνάμει τοῦτο πῦρ ἐστιν, οὐκ ἐνεργείᾳ δηλονότι. τουτὶ
[p. 11.398]
[l. 1] μὲν γὰρ τὸ δυνάμει τῷ κατ’ ἐνέργειαν ἀντιδιαιρεῖται, θάτερον
[l. 2] δὲ τὸ καθ’ αὑτὸ τῷ κατὰ συμβεβηκός. ἐν τούτῳ τοίνυν
[l. 3] τῷ τρόπῳ τῆς κρίσεως ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι
[l. 4] προσήκει.
[l. 5] Μεταβαίνειν δ’ ἀσφαλῶς βουλόμενον ἀπὸ
[l. 6] τῶν ἔξωθεν ἐπὶ τὰ τῶν ζώων σώματα σκοπεῖσθαι πρῶτον
[l. 7] μὲν εἰ λεπτομερές ἐστιν, ἢ παχυμερὲς τὸ δοκιμαζόμενον φάρμακον,
[l. 8] δεύτερον δὲ εἰ συνεχὲς αὑτῷ καὶ πυκνὸν ὅλον, ἢ διαλείμματ’
[l. 9] ἔχον καὶ ἀραιόν. καὶ διὰ 2.8. τοῦτο χρὴ πλείονα καὶ
[l. 10] περὶ τούτου ποιήσασθαι λόγον. ἀρχὴ γάρ τις ἔοικεν εἶναι καὶ
[l. 11] αὐτὸ καὶ οἷον στοιχεῖον τι παμπόλλης θεωρίας δεόμενον.
[l. 12] Φαίνεται τοίνυν οὐδὲν τῶν ὁμολογουμένων
[l. 13] θερμῶν ταῖς δυνάμεσιν ἡμᾶς θερμαῖνον, πρὶν εἰς λεπτὰ καταθραυσθῆναι.
[l. 14] πέπερι οὖν ἁδρομερὲς εἴ τις ἐπιπάττοι τῷ δέρματι,
[l. 15] θερμότητος οὐκ ἂν οὐδεμιᾶς αἴσθοιτο. κατὰ ταὐτὰ δὲ
[l. 16] κᾂν εἰ κατὰ γλώττης ἐπιθείη, κᾂν εἰ καταπίοι, κᾂν ὁπωσοῦν
[l. 17] ἄλλως ἁδρομερεῖ χρήσαιτο, μὴ λειώσας ἀκριβῶς καὶ διασήσας
[l. 18] καὶ πάνυ λειώσας, ὡς χνοῶδες γενέσθαι. τὸ μὲν γὰρ ὡς
[p. 11.399]
[l. 1] χνοῦς λεπτὸν κατὰ τοῦ δέρματος ἐπιπαττόμενον θερμαίνει,
[l. 2] καὶ μᾶλλον, εἰ ἀνατρίψαις αὐτὸ καὶ κατὰ τὴν 13.9. γλῶτταν
[l. 3] ἐπιβαλλόμενον καὶ εἰς τὴν γαστέρα καταπινόμενον· ὁλοσχερὲς
[l. 4] δὲ καὶ ἁδρομερὲς ἐπιτιθέμενον οὔτε δέρμα θερμαίνει καὶ τῇ
[l. 5] γλώττῃ καὶ τῇ γαστρὶ βραχεῖαν θερμότητος αἴσθησιν ἐπιφέρει.
[l. 6] ἐπεὶ τοίνυν λεπτομερὲς μὲν καλεῖται τὸ ῥᾳδίως εἰς λεπτὰ
[l. 7] καταθραυόμενον, ἁδρομερὲς δὲ τὸ ἐναντίον, ὑπάρχει δὲ τοῖς
[l. 8] μὲν σκληροῖς καὶ γλίσχροις ἢ μόγις καὶ χαλεπῶς ἤ οὐδ’ ὅλως
[l. 9] εἰς λεπτὰ καταθραύεσθαι, τοῖς δὲ κραύροις καὶ μαλακοῖς
[l. 10] ἄνευ γλισχρότητος ἑτοίμως εἰς λεπτότατα λύεσθαι, πρόδηλον,
[l. 11] οἶμαι, τοὐντεῦθεν ὡς πολλὰ δυνάμει μέν ἐστι θερμὰ
[l. 12] καὶ ῥᾳδίως ἐκπυροῦται, θερμαίνει δὲ οὐ ῥᾳδίως ἡμᾶς. τὸ
[l. 13] μὲν γὰρ πῦρ ἁπάντων λεπτομερέστατόν τε ἅμα καὶ θερμότατον
[l. 14] ὑπάρχον εἴς τε τὸ βάθος αὐτὸ διικνεῖται ῥᾳδίως καὶ
[l. 15] καταθραύει καὶ λεπτύνει καὶ μεταβάλλει καὶ νικᾷ καὶ πρὸς
[l. 16] τὴν ἑαυτοῦ μεθίστησι φύσιν, ὁμιλοῦν πάντῃ καὶ κρατοῦν
[l. 17] τοῦ πλησιάζοντος, ἡ δ’ ἡμετέρα θερμασία πρὸς τῷ παχυμερὴς
[l. 18] εἶναι καὶ ἀτμώδης ἔτι καὶ ἀσθενής ἐστιν, ὡς μὴ ῥᾳδίως
[p. 11.400]
[l. 1] μεταβάλλειν τὸ πλησιάζον. ἐδείχθη δὲ ἐν τῷ τρίτῳ περὶ κράσεων,
[l. 2] οὗ χωρὶς ἕπεσθαι τοῖς ἐν τῷδε λεγομένοις ἀδύνατον,
[l. 3] ὡς οὐδὲν τῶν θερμαίνειν ἡμᾶς φαινομένων ὁμοίως τῷ πυρὶ
[l. 4] θερμαίνειν πέφυκεν, ἀλλ’ ὡς εὐέξαπτος ὕλη. τὴν γὰρ ἀρχὴν
[l. 5] τῆς μεταβολῆς ἐκ τῆς ἐν ἡμῖν θερμότητος λαμβάνοντα, καθάπερ
[l. 6] οἱ ξηροὶ κάλαμοι παρὰ τοῦ πυρὸς ἀντιθερμαίνει τε
[l. 7] ἡμᾶς καὶ οἷον μόρια ἄττα τῆς ἐμφύτου γίνεται θερμασίας,
[l. 8] ὡς ἐκεῖνοι τοῦ πυρός. ὃ γὰρ ἦν πρότερον κάλαμος, τοῦτο
[l. 9] νῦν γίνεται πῦρ, ὥστε καὶ τὴν οὐσίαν ὅλην αὐξάνειν τοῦ
[l. 10] μεταβάλλοντος αὐτὸ πυρός. ἐδείχθη δὲ καὶ ὡς ἔνια βραχείας
[l. 11] μεταβολῆς ἔξωθεν τυχόντα κατὰ τὴν ἑαυτῶν ἤδη φύσιν
[l. 12] ἐπὶ πλεῖστον ἀλλοιώσεως προέρχεται. ὥστ’ οὐδὲν θαυμαστὸν,
[l. 13] εἰ τὴν μὲν ἀρχήν τι τῶν φαρμάκων τῆς πρώτης μεταβολῆς
[l. 14] ἐκ τῆς ἐν ἡμῖν ἴσχει θερμασίας, ἐπὶ πλέον δ’ ἐντεῦθεν καὶ
[l. 15] αὐτοῦ τοῦ μεταβάλλοντος προέρχεται. ἡ γὰρ ἰδιότης ἑκάστου
[l. 16] τῶν σωμάτων ἡ μὲν εὐφυὴς, ἡ δὲ ἀφυὴς εἰς θερμασίαν
[l. 17] ὑπάρχουσα ταῖς ἴσαις ἀρχαῖς οὐκ ἴσην τὴν αὔξησιν ἑπομένην
[l. 18] ἴσχει.
[l. 1] Καὶ μὴν ὅτι γε τὸ μὲν σμικρὸν πάνυ σῶμα
[l. 2] ῥᾳδίως ἀλλοιοῦταί τε καὶ μεταβάλλεται πρὸς τοῦ πλησιάζοντος,
[l. 3] τὸ δὲ μεῖζον ἐν χρόνῳ τε καὶ μόλις αἰσθητὴν ἴσχει
[l. 4] τὴν ἀλλοίωσιν, οὐ τοῖς φυσικοῖς μόνοις ἀνδράσιν ἀποδεδειγμένον,
[l. 5] ἀλλὰ καὶ πρὸς ἁπάντων ἀνθρώπων ἐξ αὐτῆς τῆς
[l. 6] τοῦ γινομένου πείρας πεπιστευμένον, ἱκανῶς μαρτυρεῖ τοῖς
[l. 7] νῦν λεγομένοις. εἰ γὰρ τὰ τοῦ πεπέρεως μόρια δεῖται ἀρχήν
[l. 8] τινα μεταβολῆς λαβεῖν ἐξ ἡμῶν, λαμβάνειν δὲ ῥᾷον ὅσῳπερ
[l. 9] ἂν ᾖ σμικρότερα, θαυμαστὸν οὐδὲν, εἰ θᾶττον αὐτῶν αἰσθανόμεθα
[l. 10] θερμαινόντων, ὅσῳπερ ἂν ἐπιμελέστερον εἰς ἐλάχιστα
[l. 11] καταθραύσωμεν.
[l. 12] 13.10. Ἀλλὰ μὴν ὅτι γε τὸ μὲν ἐκτὸς πέρας
[l. 13] τοῦ δέρματος καὶ τυλῶδές ἐστι καὶ σκληρὸν καὶ ψυχρὸν, τὸ
[l. 14] δ’ ὑπ’ αὐτὸ βάθος ἅπαν, ὅσῳπερ ἂν εἴσω προερχώμεθα,
[l. 15] τοσούτῳ θερμότερον, οὐδεὶς ἀμφισβητεῖ. προσθεὶς δὴ τούτῳ
[l. 16] τῷ λόγῳ δύο ἑτέρας ἀρχὰς, ἐν ἄλλαις ἡμῖν πραγματείαις
[l. 17] ἀποδεδειγμένας, οὕτως ἤδη συλλογίζεσθαι δυνήσῃ τὸ πᾶν.
[l. 18] ἡ μὲν ἑτέρα τῶν εἰς τὴν ἀπόδειξιν ἀρχῶν, ἢ λημμάτων, ἢ
[p. 11.402]
[l. 1] ἀξιωμάτων, ἢ προτάσεων, ἢ ὅπως ἂν ἐθελήσῃς ὀνομάζειν,
[l. 2] ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἀποδέδεικται, συνεχὲς μὲν
[l. 3] ἑαυτῷ τὸ πᾶν εἶναι δέρμα κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν, ἐν
[l. 4] χρόνῳ δὲ κατατιτρᾶσθαί τε καὶ πόρους ἔχειν παμπόλλους
[l. 5] ὁμοίως τοῖς κοσκίνοις. ἡ δ’ ἑτέρα τῶν εἰς τὸν συλλογισμὸν
[l. 6] χρησίμων προτάσεων ἐστὶ τὸ ἔκπνουν εἶναι καὶ εἴσπνουν τὸ
[l. 7] σῶμα πᾶν, ὡς Ἱπποκράτης ἔλεγεν. εἴρηται δὲ καὶ περὶ ταύτης
[l. 8] ἐπιπλέον ἐν τῷ περὶ χρείας σφυγμῶν, ἐπιδεικνύντων
[l. 9] ἡμῶν ὡς, ἐπειδὰν εἰς ἑαυτὰς ἕλκωσιν αἱ ἀρτηρίαι διαστελλόμεναι
[l. 10] πανταχόθεν καὶ διὰ πάντων ἐπισπώμεναι τῶν πόρων,
[l. 11] οὐκ ἀέρα μόνον ἢ ἀτμὸν ἕλκουσιν, ἀλλὰ καὶ πᾶν ὅ τι ἂν
[l. 12] εὔελκτόν τε καὶ λεπτομερὲς ὑπάρχον τῇ ῥύμῃ τῆς πνευματικῆς
[l. 13] οὐσίας ἑτοίμως ἕπεται. τούτων οὕτως ἐχόντων πολλαὶ
[l. 14] φλέβες καὶ ἀρτηρίαι ἀναστομοῦνται εἴς τε τοὺς πόρους τοῦ
[l. 15] δέρματος καὶ εἰς τὴν ἐντὸς αὐτοῦ ἐπιφάνειαν, εἴς τε τὰς τῶν
[l. 16] πόρων κατατρήσεις οὐκ ὀλίγα στόματα διήκειν ἀρτηριῶν τε
[l. 17] καὶ φλεβῶν ὑποληπτέον. οὐχ ἧττόν τε πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν
[l. 18] ὡς περαίνειν τοῖς στόμασιν. ὅσον δὲ ἀκριβῶς χνοῦς
[p. 11.403]
[l. 1] ἐγένετο τοῦ πεπέρεως, ἐπισπᾶσθαι τὰς ἀρτηρίας ἅμα τῷ
[l. 2] πέριξ ἀέρι, εὐθὺς δὲ καὶ τοῦτο καὶ μεταβάλλεσθαι ὑπὸ τῆς
[l. 3] ἐμφύτου θερμότητος, διά τε σμικρότητα καὶ σύμφυτον ἐπιτηδειότητα,
[l. 4] πρὸς τὴν ὑπὸ τῆς θερμασίας ἀλλοίωσιν. οὐ
[l. 5] γὰρ ἄλλο γέ τι ἦν αὐτῷ τῷ θερμῷ κατὰ δύναμιν ὑπάρχειν,
[l. 6] ἔξω τοῦ πεφυκέναι θερμαίνεσθαι ῥᾳδίως. εἰ δ’ ἅπαξ ὑπάρξει
[l. 7] τοῦτο αὐτῷ, θαυμαστὸν οὐδὲν ἐστι πάντη τοῦ σώματος
[l. 8] ἐν τῷ χρόνῳ φερόμενον ἀντιθερμαίνειν αὐτὸ, καὶ διὰ τοῦτο
[l. 9] πρῶτα μὲν καὶ μάλιστα πρὸς τῶν τοιούτων φαρμάκων θερμαίνεσθαι
[l. 10] τὰ πρώτως ψαύσαντα μόρια, δεύτερα δὲ τὰ τούτοις
[l. 11] συνεχῆ καὶ οὕτως ἐφεξῆς ἤδη τρίτα τε καὶ τέταρτα
[l. 12] κατὰ τὴν τῆς θέσεως ἐγγύτητα συνεκθερμαίνεσθαι τῷ πρώτως
[l. 13] θερμανθέντι. ταῦτα ἐπιστημονικὴν μὲν ἔχει τὴν ἀπόδειξιν,
[l. 14] οὐ μὴν πιστήν γε τοῖς ἀγυμνάστοις περὶ τὰ πρῶτα.
[l. 15] χρὴ γὰρ κᾀν τοῖς περὶ στοιχείων λογισμοῖς γεγυμνάσθαι, κᾀν
[l. 16] τοῖς περὶ κράσεων τε καὶ περὶ χρείας σφυγμῶν ὑπομνήμασιν
[l. 17] καὶ πρὸ τούτων ἁπάντων ἐν ταῖς ἀποδεικτικαῖς ἠσκῆσθαι
[l. 18] μεθόδοις. ὀλίγοι μέν εἰσιν οἱ διὰ πάντων ἰέναι δυνάμενοι.
[p. 11.404]
[l. 1] πλὴν καὶ τούτοις ἀρκέσει, κατὰ γε τὴν ἐμὴν γνώμην, ἐν
[l. 2] αὐτοῖς τοῖς ἐναργέσιν ἀναστρέφεσθαι, βραχέων ἐπιλογισμῶν
[l. 3] ἁπτομένοις, ὥστε τὴν μὲν αἰτίαν δι’ ἣν οὐ θερμαίνει τὰ
[l. 4] τῶν ἀνθρώπων σώματα τὰ παχυμερῆ προσαγόμενα, κᾂν
[l. 5] θερμὰ τὴν φύσιν ὑπάρχη, μόνοις τοῖς ἕπεσθαι δυναμένοις
[l. 6] εἰρῆσθαι νομιζέτωσαν, αὐτοὶ δὲ διαρκείσθωσαν τῷ φαινομένῳ
[l. 7] διὰ τῶν αἰσθήσεων ἐναργῶς. φαίνεται δὲ ἐναργῶς
[l. 8] μηδὲν τῶν παχυμερῶν, πρὶν ἀκριβῶς 13.11. καταθραυσθῆναί
[l. 9] τε καὶ λεπτυνθῆναι, μήτ’ αὐτὸ πάσχειν ὑπὸ τοῦ σώματος
[l. 10] ἡμῶν μήτ’ ἀντιδρᾶσαί τι δυναμένου. οὐ γὰρ μόνον ἐπὶ
[l. 11] πεπέρεως, ἢ νάπυος, ἢ κάγχρυος, ἢ τῶν ἄλλων ἁπάντων
[l. 12] τῶν θερμαινόντων ἡμᾶς, ἀλλὰ καὶ ἐπὶ τῶν ψυχρῶν ταῖς
[l. 13] δυνάμεσιν ὡσαύτως ἔχει. μανδραγόρου γοῦν ῥίζης φλοιὸν,
[l. 14] εἴ τις εἰς μεγάλα καταθραύσας ἐπιθείη κατὰ τοῦ δέρματος, ἢ
[l. 15] καταπλάττοι ἢ καταπίοι παντελῶς, οὐδὲν 2.9. ἀνύσει, λεπτουργηθεὶς
[l. 16] δ’ ἱκανῶς ψύχειν πέφυκε. οὕτω δὲ καὶ τὸ τῆς μήκωνος
[l. 17] σπέρμα καὶ τὸ τοῦ κωνείου, καίτοι τοῦτό γε σφοδρότατον
[l. 18] ὑπάρχει τῶν ψυγόντων πρὶν ἀκριβῶς καταθραυσθῆναι, πλησιάζον
[p. 11.405]
[l. 1] ἡμῶν τῷ δέρματι, παντάπασιν ἀσθενὲς ὑπάρχει. μὴ
[l. 2] τοίνυν θαυμάσῃς, εἰ κάλαμοι ξηροὶ καὶ τρίχες εὐέκκαυτα μὲν
[l. 3] οὐ μὴν ἡμᾶς γε θερμαίνει πλησιάζοντα. τὴν ἀρχὴν γὰρ, οὐδὲ
[l. 4] μεταβάλλεται πρὸς τῆς ἐν ἡμῖν θερμασίας, ἵνα ἀντιθερμάνῃ
[l. 5] διὰ τὸ μὴ δύνασθαι καταθραυσθῆναι χνοωδῶς· ἐπεὶ ὅ γε
[l. 6] κάλαμος ὁ ἐξ Ἰνδίας, ὃν καὶ ἀρωματίτην ὀνομάζουσιν, τῷ
[l. 7] κόπτεσθαί τε καὶ διασσᾶσθαι καὶ ὅλως τῷ καταθραύεσθαι,
[l. 8] μᾶλλον τοῦ παρ’ ἡμῖν ἐναργῶς φαίνεται θερμαίνων, ὡς καὶ
[l. 9] τοῖς πρεσβυτέροις ἡμῶν ἰατροῖς ὡμολόγηται πᾶσιν.
[l. 10] Ἐπισκέπτεσθαι δὲ, ὡς εἴρηται, μὴ μόνον
[l. 11] εἰ παχυμερής ἐστιν ἢ λεπτομερὴς ἡ τῶν ἐξεταζομένων φαρμάκων
[l. 12] οὐσία, ἀλλ’ εἰ καὶ ἀραιὰ καὶ πυκνή. λέγω δὴ ἀραιὰν
[l. 13] ἧς τὰ μόρια διαλαμβάνεται χώραις κεναῖς, ἐπισταμένων ἡμῶν
[l. 14] δηλονότι καὶ μεμνημένων ἀεὶ πῶς λέγεται χώρα κενὴ πρὸς
[l. 15] τῶν ἡνῶσθαι φασκόντων τὴν οὐσίαν, ὅτι μὴ καθάπερ Ἐπικούρῳ
[l. 16] καὶ Ἀσκληπιάδῃ δοκεῖ, ἀλλ’ ἔστιν ἀέρος πλήρης ἐν
[l. 17] ἅπασι τοῖς ἀραιοῖς σώμασιν ἡ κενὴ χώρα. τοιαύταις οὖν
[p. 11.406]
[l. 1] εὐρυχωρίαις πολλαῖς, ὅταν ᾖ διειλημμένον τὸ σῶμα, ῥᾷον
[l. 2] ἐκπυροῦται τῶν πυκνῶν, κᾂν ὁμοίως αὐτοῖς τῆς κατὰ τὸ
[l. 3] θερμόν τε καὶ ψυχρὸν ἔχει κράσεως. ὁ γὰρ ἐν ταῖς εὐρυχωρίαις
[l. 4] ἀὴρ εὐπαθέστατος ὑπάρχων ἐκφλογοῦται μὲν αὐτὸς
[l. 5] εὐθέως κατὰ τὴν πρώτην τοῦ πυρὸς προσβολὴν, συνεκκαίει
[l. 6] δ’ αὐτῷ καὶ τὸ πᾶν σῶμα, πανταχόθεν ἕκαστον αὐτοῦ μόριον
[l. 7] προσλαμβάνον. εἴπερ οὖν τὰ σμικρὰ σώματα περιεχομένης
[l. 8] αὐτοῖς ἐν κύκλῳ φλογὸς ἐξάπτεται ἑτοίμως· φαίνεται
[l. 9] γὰρ τοῦτο ἐναργῶς εὐλόγως, τὸ ἀραιὸν σῶμα ταχέως ἐκπυροῦται,
[l. 10] τῶν ἐν τῷ βάθει μορίων ἁπάντων αὐτοῦ ψαυούσης
[l. 11] τῆς φλογός. οὕτως οὖν καὶ τοὺς ξηροὺς καλάμους τὸ πῦρ
[l. 12] ἐκκαίει ταχέως, κᾂν ἧττον ἑτέρας οὐσίας ὦσι θερμοὶ, διὰ
[l. 13] τὸ πλῆθος τῶν πόρων, οὓς πρότερον μὲν ἀὴρ κατειλήφει,
[l. 14] ψαύσαντος δὲ τοῦ πυρὸς ἡ φλὸξ ἐπινέμεται. ἀὴρ μὲν γὰρ
[l. 15] ἐκπυρωθεὶς φλόξ ἐστι, γῆ δὲ ἄνθραξ. ὅτι δ’ ἀερώδεις πόρους
[l. 16] παμπόλλους ὁ ξηρὸς κάλαμος ἔχει μέγιστον τεκμήριον ἡ κουφότης
[l. 17] αὐτοῦ. ξηρὸν γὰρ φύσει σῶμα κοῦφον ἄλλως οὐκ ἐγχωρεῖ
[p. 11.407]
[l. 1] γενέσθαι, εἰ μὴ ἔχει κενότητα. κατὰ δὲ τὸν αὐτὸν τρόπον
[l. 2] καὶ κίσσηρις καὶ σπογγιὰ ξηρὰ καὶ πάνθ’ ὅσα σηραγγώδη καὶ
[l. 3] πολύκενα, κοῦφα τοῖς σταθμοῖς ἐστιν. οὕτω μὲν καὶ ὁ
[l. 4] κάλαμος οὐχὶ τῷ ξηρὸν εἶναι μόνον, ἀλλὰ καὶ τῷ πλείστου
[l. 5] μετέχειν ἀέρος, ἑτοίμως ἐκφλογοῦται, τῷ δ’ ἡμετέρῳ σώματι
[l. 6] δυσθέρμαντός ἐστιν, διὰ τὸ παχυμερὲς τῆς οὐσίας. 13.12. ὅταν
[l. 7] οὖν τινος τῶν φαρμάκων ἐκ τῆς πρὸς τὸ πῦρ ὁμιλίας τεκμαιρόμενοι
[l. 8] τὴν κρᾶσιν, εἰ καὶ πρὸς ἡμᾶς φαίνεται τοιοῦτον,
[l. 9] ἐθέλομεν ἐξευρεῖν, εἰς τὴν τῆς οὐσίας αὐτοῦ σύστασιν ἀποβλεπτέον.
[l. 10] εἰ μὲν γὰρ λεπτομερής ἐστι καὶ συνεχὴς ἑαυτῇ, τὴν
[l. 11] αὐτὴν καὶ πρὸς ἡμᾶς ἐπιδείξεται φύσιν, ἥνπερ καὶ πρὸς τὸ
[l. 12] πῦρ. εἰ δὲ ἀραιά τε καὶ παχυμερὴς, ἐνδέχεται πρὸς μὲν τοῦ
[l. 13] πυρὸς ἀλλοιοῦσθαι ῥᾳδίως αὐτὴν, οὐ μὴν πρός γε τῆς ἐν ἡμῖν
[l. 14] θερμασίας, καὶ διὰ τοῦτο μηδὲ ἀντιθερμαίνειν ἡμᾶς.
[l. 15] Ὅτε τοίνυν ταῦθ’ οὕτω διώρισται, πάλιν
[l. 16] ἐπανέλθωμεν ἐπὶ τὸν περὶ τοῦ ὕδατος λόγον. ὅτι μὲν γὰρ
[l. 17] λεπτομερές ἐστιν ἐκ τοῦ διαῤῥεῖν ἑτοιμότατα καὶ πλοκάμων
[l. 18] καὶ ὑφασμάτων ἔνεστι τεκμήρασθαι. διά τε γὰρ ὑγρότητα
[p. 11.408]
[l. 1] καὶ μαλακότητα καὶ τὸ μηδὲν ἔχειν γλίσχρον, εὔθραυστα
[l. 2] κέκτηται τὰ μόρια καὶ μέχρι σμικροτάτου, ῥᾳδίως διαιρούμενα·
[l. 3] τοιοῦτον δὲ ὂν ὅμως οὐδ’ ἡμᾶς θερμαίνει κατὰ τὴν
[l. 4] ἑαυτοῦ φύσιν οὔτ’ ἔστιν οἰκεία τροφὴ πυρὸς, ἀλλὰ πᾶν τοὐναντίον
[l. 5] ἀντίκειταί τε καὶ στασιάζει καὶ κατασβέννυσιν, ὡς
[l. 6] ἐναντιώτατον ὑπάρχον αὐτοῦ. καὶ οὐδὲν θαυμαστὸν, εἰ θερμοτάτῳ
[l. 7] καὶ ξηροτάτω τὴν φύσιν ὑπάρχοντι τῷ πυρὶ ψυχρὸν
[l. 8] καὶ ὑγρὸν ὂν ἀντιτέτακται τὸ ὕδωρ. στοχάζεται τοίνυν, ὡς
[l. 9] εἴρηται, κᾀκ τῆς πρὸς τὸ πῦρ ὁμιλίας, ὅπως ἔχει θερμότητος
[l. 10] ἢ ψύξεως ἕκαστον τῶν φαρμάκων. οὐ μὴν εὐθύς γε καὶ πρὸς
[l. 11] ἡμᾶς νομίζειν φαίνεσθαι τοιοῦτον, εἰ καὶ μὴ λεπτομερὲς εἴη καὶ
[l. 12] πυκνόν. οὕτω γοῦν καὶ τοὔλαιον, καίτοι ῥᾳδίως ἐκφλογούμενον
[l. 13] οὐ πάνυ τι ταχέως οὐδ’ ἐναργῶς ἡμᾶς θερμαίνει τῷ γλίσχρῳ
[l. 14] καὶ παχυμερεῖ τῆς οὐσίας, δυσαπολύτως ἐμπλαττόμενον
[l. 15] οἷς ἂν ὁμιλήσῃ πρώτοις. καὶ διὰ τοῦτο μέχρι πλείστου
[l. 16] παραμένει πᾶσιν οἷς ἂν ἐπαλείφηται, μήθ’ ὑπὸ τοῦ περιέχοντος
[l. 17] λεπτυνθῆναί τε καὶ διαφορηθῆναι ῥᾳδίως δυνάμενον,
[l. 18] ἀλλὰ μηδ’ εἴσω τοῦ σώματος ἑτοίμως μεταληφθῆναι. τὸ
[p. 11.409]
[l. 1] ὕδωρ τοὐναντίον εἰς ἀτμοὺς τάχιστα διαλυόμενον ἑτοίμως
[l. 2] διαφορεῖται. καὶ διὰ τοῦτο, κᾂν ἕψῃς, εἰς ταὐτὸν ἀγγεῖον
[l. 3] ἐμβάλλων ἔλαιον ὕδατι, πρῶτον διαφορεῖται καὶ ἐκδαπανᾶται
[l. 4] τὸ ὕδωρ. οὕτω κᾂν λιθάργυρον, ἢ ψιμμύθιον ἢ ὁτιοῦν
[l. 5] ἄλλο μίξας ἀκριβῶς, ἀμφότερα ἑψεῖν ἐθελήσῃς, πρῶτον ὄψει
[l. 6] διαφορούμενον τὸ ὕδωρ.
[l. 7] Οὐκοῦν ἁπλῶς ὅ τι περ ἂν ἐκπυροῦται
[l. 8] θᾶττον, εὐθὺς τοῦτο καὶ πρὸς ἡμᾶς φαίνεται θερμότερον.
[l. 9] ἐδείχθη γὰρ καὶ πρόσθεν ὡς τῶν ἐνεργείᾳ θερμαινόντων τὸ
[l. 10] μὲν ἁπλῶς ἦν θερμὸν, ὥσπερ τὸ πῦρ, τὸ δ’ ἐπικρατείᾳ θερμὸν,
[l. 11] ὥσπερ τὸ ἐν ἡμῖν. οὕτω καὶ τῶν δυνάμει θερμῶν τὸ
[l. 12] μὲν ὡς πρὸς τὸ πρῶτόν τε καὶ ἁπλῶς θερμὸν εἶναι τοιοῦτον,
[l. 13] τὸ δ’ ὡς πρὸς τὸ κατ’ ἐπικράτειαν λεγόμενον. ὥστ’ οὐχ ἁπλῶς
[l. 14] ἀπὸ τῆς πρὸς τὸ πῦρ σχέσεως τῶν κρινομένων φαρμάκων
[l. 15] προσήκει μεταβαίνειν ἐφ’ ἡμᾶς, ἀλλὰ μετὰ τὸ διορίσασθαι
[l. 16] τὸν εἰρημένον διορισμόν.
[l. 17] 13.13. Ὁ δ’ αὐτὸς οὗτος διορισμὸς ἀναγκαῖός
[l. 18] ἐστι κᾀπειδὰν ἐκ τοῦ πήγνυσθαί τι ῥᾳδίως ψυχρὸν εἶναι
[p. 11.410]
[l. 1] συλλογιζώμεθα. τῶν γὰρ ὡσαύτως ἐχόντων κατὰ λεπτομερὲς
[l. 2] ἢ παχυμερὲς τῆς συστάσεως τὸ θᾶττον ὑπὸ τοῦ ψυχροῦ
[l. 3] πηγνύμενον ψυχρότερόν ἐστι τὴν κρᾶσιν. ὡς εἴη τὸ μὲν
[l. 4] λεπτομερέστερον, ὡς οἶνος εἰ τύχοι, τὸ δὲ παχυμερέστερον,
[l. 5] ὡς ἔλαιον, οὐκ ἀναγκαῖόν ἐστι θᾶττον ἢ μᾶλλον
[l. 6] πήγνυσθαι τὸ ψυχρότερον. ἀλλ’ εἰ μὲν ὅσῳ θάτερόν ἐστι
[l. 7] ψυχρότερον, τοσούτῳ θάτερον εἴη παχυμερέστερον, ἅμα
[l. 8] μὲν ἄμφω παγήσεται, μᾶλλον δ’ ἂν δόξειε πεπῆχθαι τῇ
[l. 9] σκληρότητι τῆς συστάσεως τὸ παχυμερέστερον. εὔλογον γὰρ
[l. 10] οἶμαι τῶν ὁμοίως πεπηγότων τὸ παχυμερέστερον καὶ σκληρότερον
[l. 11] γίνεσθαι. εἰ δ’ ἤτοι πλέον ψυχρότερον εἴη θάτερον,
[l. 12] ἢ παχυμερέστερον τὸ λοιπὸν, ἢ ἔμπαλιν ἧττον ψυχρότερον
[l. 13] τὸ ἕτερον αὐτῶν, παχυμερέστερον δὲ τὸ λοιπὸν,
[l. 14] οὐκ ἔτ’ ἐν ἴσῳ χρόνῳ πήγνυσθαι τούτοις δυνατὸν, ἀλλὰ τὸ
[l. 15] μὲν πλέον ψυχρότερον ἢ παχυμερέστερον θάτερον, ἐν ἐλάττονι
[l. 16] χρόνῳ, τὸ δ’ ἧττον ψυχρότερον ἢ παχυμερέστερον τὸ
[l. 17] λοιπὸν ἐν πλείονι. οὕτω δὲ καὶ τὸ μᾶλλον ἢ ἧπτον φαίνεσθαι
[p. 11.411]
[l. 1] σκληρὸν ὁπότερον αὐτῶν, ἀνάλογον τῷ μεγέθει τῆς
[l. 2] ὑπεροχῆς ἀναγκαῖον ἀποβαίνειν.
[l. 3] Τούτων οὖν μεμνῆσθαι χρὴ, καὶ ὡς οὐ
[l. 4] ταὐτόν ἐστι τὸ ψύχεσθαι τῷ πήγνυσθαι, κᾂν ὅτι μάλιστα
[l. 5] διὰ τὸ ψύχεσθαι γίγνηται. τὸ μὲν γὰρ ψύχεσθαι ψυχράν
[l. 6] ἐστιν ἐπιδέχεσθαι ποιότητα, τὸ δὲ πήγνυσθαι σκληρύνεσθαι
[l. 7] διὰ ψύξιν. ὅσα τοίνυν ἐστὶ λεπτομερῆ σώματα, τῷ
[l. 8] πάσχειν ῥᾳδίως ἑτοίμως μὲν θερμαίνεταί τε καὶ 2.10. ψύχεται,
[l. 9] πήγνυται δὲ οὐκ ἔθ’ ἑτοίμως, ὥσπερ ἀήρ τε καὶ πῦρ.
[l. 10] τὸ μὲν γὰρ ὅλως οὐ πήγνυται, ὁ δ’ οὐχ ὁμοίως ὑάλῳ καὶ
[l. 11] πίττῃ καὶ κηρῷ καὶ ῥητίνῃ καὶ ἀσφάλτῳ, καίτοι θερμοτάτη
[l. 12] γε ἡ ἄσφαλτος, ἀλλὰ τὸ παχυμερὲς αὐτῆς καὶ γεῶδες
[l. 13] εἰς τὸ πάχος τῆς πήξεως συντελεῖ. καὶ ἁψάμενος ἂν
[l. 14] εὕρῃς ἔτι θερμὴν ἤδη πεπηγυῖαν τελέως, ὥσπερ, οἶμαι,
[l. 15] καὶ ὁ μόλυβδος καὶ ὁ κασσίτερος ἔτι ζέοντα πέπηγεν
[l. 16] ὁμοίως. οὕτω τοι καὶ τὸ ὕδωρ Ἱπποκράτης ἔλεγεν, τὸ
[l. 17] ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον ἀεὶ κουφότατον.
[l. 18] ὅσῳ γὰρ ἂν ᾖ λεπτομερέστερον, τοσούτῳ ῥᾷον πάσχει.
[p. 11.412]
[l. 1] λεπτομερέστερον δὲ τὸ γεώδους ἰλύος ἥκιστα μετέχον.
[l. 2] οὐχ ἁπλῶς οὖν οὐδ’ ὡς ἔτυχεν ἐκ τῶν πρὸς τὸ πῦρ
[l. 3] παθῶν τῆς ὕλης τεκμαίρεσθαι χρὴ τὴν πρὸς ἡμᾶς δύναμιν
[l. 4] αὐτῆς, ἀλλὰ μετὰ τῶν εἰρημένων διορισμῶν. ὅθεν οὐδ’
[l. 5] ἀσφαλὴς ἡ κρίσις ὁμοίως τῆς πρὸς ἡμᾶς αὐτούς. ἡ δὲ καὶ
[l. 6] ταύτης ἔτι προσωτέρω μετάβασις παντάπασιν σφαλερά·
[l. 7] καίτοι γε χρῶνται ταύτῃ πάμπολλοι τῶν ἰατρῶν, οἱ μὲν
[l. 8] πᾶν τὸ γλίσχρον θερμὸν εἶναι λέγοντες, οἱ δὲ πᾶν τὸ
[l. 9] στῦφον, οἱ δὲ πᾶν τὸ γλυκὺ, τὸ δ’ αὐστηρὸν ἢ τὸ στρύφνὸν
[l. 10] ἕτεροι. τινὲς δὲ καθ’ ἕκαστον αὐτῶν τἀναντία τιθέμενοι.
[l. 11] περὶ μὲν δὴ τῶν ἐν τούτοις σφαλμάτων ἐφεξῆς
[l. 12] ἐρῶ. 13.14. νυνὶ δὲ συντελέσαι βούλομαι τὸν ἐνεστῶταστρυφνὸν λόγον,
[l. 13] ὡς εἰ κᾀκ τῆς πρὸς τὸ πῦρ κοινωνίας ἐθέλοι τις
[l. 14] κρίνειν τὴν ὕλην, οὐχ ἁπλῶς οὐδ’ ἀορίστως προσήκει κρίνειν,
[l. 15] οὐδ’ ὡσαύτως ἔχειν ἡγεῖσθαι τῶν κρινομένων ἕκαστον,
[l. 16] πρὸς ἄνθρωπόν τε καὶ πῦρ. ὕδωρ μὲν οὖν ἐναντιώτατόν
[l. 17] ἐστιν πυρὶ, ψυχρὸν καὶ ὑγρὸν ὑπάρχον τὴν δύναμιν.
[p. 11.413]
[l. 1] ἅλμη δὲ καὶ θάλαττα καὶ τὸ ἀσφαλτῶδες ὕδωρ
[l. 2] καὶ τὸ θειῶδες οὐκ ἔθ’ ὡσαύτως. ἀποκεχώρηκε γὰρ ἅπαντα
[l. 3] τὰ τοιαῦτα τοῦ ὕδατος ἐπὶ τὸ θερμότερον. ἀλλὰ περὶ μὲν
[l. 4] τῶν αὐτοφυῶν ὑδάτων ἱκανὰ καὶ ταῦτα. καθ’ ἕκαστον γὰρ
[l. 5] τῶν φαρμάκων, ὧν τὰς ποιότητας αὐτὸ τὸ ὕδωρ δέδεκται,
[l. 6] τὸν λόγον ποιούμενοι, κᾂν εἴ τι νῦν ὑπὲρ αὐτῶν ἀσαφέστερον
[l. 7] ἢ ἐλλιπέστερον εἴρηται προσθήσομεν.
[l. 8] Ἐπὶ δὲ τὰ λοιπὰ τῶν ὑγρῶν φαρμάκων
[l. 9] ἤδη μεταβαίνωμεν, ὧν ἐν τοῖς μάλιστα περὶ ὄξους ἠμφισβήτηται,
[l. 10] τῶν μὲν ψυχρὸν εἶναι λεγόντων αὐτὸ, τῶν δὲ θερμὸν,
[l. 11] ἐνίων δὲ τινὰ μὲν θερμότητα διδόντων αὐτῷ, τινὰ δ’ ἀφαιρουμένων.
[l. 12] ὥσπερ οἱ λέγοντες οἶνον τεθνεῶτα καὶ νεκρὸν
[l. 13] εἶναι τὸ ὄξος. οὗτοι γὰρ ἀπολωλεκέναι μὲν αὐτό φασι τὴν
[l. 14] οἰκείαν οἴνου θερμότητα, σηπεδονώδη δέ τινα προσειληφέναι.
[l. 15] καὶ ἔγωγ’ ἂν ἐπῄνεσα τὴν γνώμην αὐτῶν, κἀξ ἑτοίμου προσηκάμην
[l. 16] καὶ συνεκινδύνευσα περὶ τὴν ἀπόφασίν τε καὶ δόξαν,
[l. 17] εἴ τινα μηχανὴν ἐξευρεῖν ἠδυνάμην, ὥσπερ ἐν γάλακτι τῶν
[p. 11.414]
[l. 1] ἐναντίων μορίων τῆς διακρίσεως, οὕτω κᾀνταῦθα. νυνὶ δ’
[l. 2] ὅτι μὲν τὸ γάλα μὴ σύμπαν ὁμοιομερές ἐστι, μηδὲ ταὐτὸν
[l. 3] ἑαυτῷ πάντη, σαφῶς ἐπιδείκνυσιν ἡ σχίσις αὐτοῦ πολλῶν
[l. 4] τοῖς ἀνθρώποις ἐξευρημένων τρόπων εἰς τὴν διάκρισιν τῶν
[l. 5] τυρωδῶν μορίων ἀπὸ τῶν ὀῤῥωδῶν. οὐ μὴν ἐπί γε τοῦ
[l. 6] ὄξους οὔθ’ εὕρηταί τι τοιοῦτον οὔτ’ ἐναργῶς ἀποδεῖξαι
[l. 7] δυνατὸν ὡς ὅσον μὲν αὐτοῦ λεπτὸν καὶ ὑγρὸν ἀκριβῶς ἐστιν,
[l. 8] τοῦτο μὲν ψύχει, τὸ δὲ κατὰ τὴν τρυγὸς οὐσίαν ἐμφερόμενον
[l. 9] αὐτῷ, καθάπερ κᾀν τοῖς οἴνοις θερμαίνει· μόνως γὰρ ἂν
[l. 10] οὕτως ἐναργῶς ἐπιδείξειέ τις ἐξ ἐναντίων ταῖς δυνάμεσι συγκείμενον
[l. 11] αὐτὸ μορίων, ὥσπερ τὸ γάλα. πᾶσι μὲν οὖν τοῖς
[l. 12] ἐκ καρπῶν ἀποθλιβομένων γιγνομένοις ὑγροῖς ἐμφέρεταί τι
[l. 13] παχυμερὲς, ὃ δὴ καὶ ὑφιζάνει τῷ χρόνῳ, τρὺξ μὲν ἐπὶ τῶν
[l. 14] οἴνων, ἀμόργη δ’ ἐπ’ ἐλαίου καλούμενον. ἀνάλογον δὲ κᾀπὶ
[l. 15] τῶν ἄλλων ἁπάντων ὑπάρχει, κᾂν εἰ μὴ τέτευχεν ἰδίων ὀνομάτων,
[l. 16] ἡ οἷον τρὺξ ἐν αὐτοῖς. ἔστι δή τι τοιοῦτον κᾀν τῷ
[l. 17] ὄξει καὶ τάχα, τὸ μὲν τῆς θερμότητος μετέχον ἐστὶ τοῦτο τὸ
[l. 18] δὲ τῆς ψύξεως, τὸ λεπτόν. ἴσως δὲ καὶ κατ’ αὐτὸ τὸ λεπτὸν
[p. 11.415]
[l. 1] ἐμφέρεταί τι σμικρὸν ἐν πολλῷ παρεσκευασμένον, τῆς ἑτέρας
[l. 2] φύσεως ἢ τὸ ὅλον ἐστιν. ὅτι μὲν γὰρ πλείονι μοίρᾳ ψυχρὸν
[l. 3] ἢ θερμόν ἐστιν, ἐναργῶς οἶμαι φαίνεσθαι τοῖς ἀληθῶς ἐξετάζουσιν
[l. 4] τὴν αὐτοῦ δύναμιν.
[l. 5] Καὶ θαυμάζω γε ὅπως εἰς τοσοῦτόν τινες
[l. 6] ἀπεφήναντο θερμὸν εἶναι τὸ ὄξος, ὡς καυτῆρι προσεοικέναι.
[l. 7] 13.15. ταύτῃ γοῦν φασι καὶ τὰς αἱμοῤῥαγίας ἐπέχειν αὐτό.
[l. 8] πρῶτον μὲν γὰρ οὐκ ἂν ἐλάνθανε τὴν αἴσθησιν ἡμῶν ἡ
[l. 9] τοσαύτη θερμότης. ἔπειτα δὲ καὶ κατὰ τὴν αὐτῶν ἐκείνων
[l. 10] τῶν θερμῶν εἰκόνα πάντως ἄν που τοιοῦτον ὑπάρχον ἐσχάραν
[l. 11] εἰργάζετο τοῖς θερμοῖς φαρμάκοις ὁμοίως. ὁρῶμεν γὰρ
[l. 12] ἐπὶ τούτων ἐναργῶς, ὅταν αἷμα δι’ αὐτῶν ἐπισχεῖν βουληθῶμεν,
[l. 13] ἐσχάραν οὐ μικρὰν γενομένην, ὡς εἴ γε μὴ ποιήσῃς
[l. 14] ἐσχάραν, οὐδ’ ἐπέχεις τὸ αἷμα. γίγνεται γὰρ οἷον ἐπίθεμά τι
[l. 15] τῶν αἱμοῤῥαγούντων σωμάτων αὕτη. καὶ διὰ τοῦτο καὶ τὰ
[l. 16] καυτήρια προσφέρομεν αὐτοῖς ἀκριβῶς ἐκπεπυρωμένα, γινώσκοντες,
[l. 17] οἶμαι, τὰ μὴ τοιαῦτα πρὸς τῷ μηδὲν ἀνύειν ἔτι
[l. 18] καὶ βλάπτοντα καὶ παροξύνοντα τὰς αἱμοῤῥαγίας. οὐ γὰρ
[p. 11.416]
[l. 1] δὴ κατὰ τὸν ἑαυτοῦ λόγον οὐδὲ τῷ θερμαίνειν τὸ πῦρ ἐφίστησιν
[l. 2] αὐτὰς, ἀλλὰ τὸ κατακαῦσαν οἷς ἂν ἐπιπέσοι, τὸ οἷον
[l. 3] ὑπόλειμμα τῆς καύσεως ἀπεργάζεται πῶμα τῶν ὑποκειμένων,
[l. 4] ὅπερ ἔθος ὀνομάζειν ἐστὶ τοῖς Ἕλλησιν ἐσχάραν. ἀλλὰ τό
[l. 5] γε ὄξος οὐδενὶ τῶν ἐσχαρούντων φαρμάκων ὁμοίως, ἀλλὰ
[l. 6] μᾶλλον, ὡς τὰ στύφοντα χωρὶς ἐσχάρας ἐπέχει τὰς αἱμοῤῥαγίας,
[l. 7] ὥστε ταύτῃ μὲν οὖν οὐ θερμαίνειν ἄκρως, ἀλλὰ ψύχειν
[l. 8] ὑποληφθείη. κάλλιον μέντοι, καθότι καὶ πρόσθεν εἴρηται,
[l. 9] τῶν τοιούτων ἀποχωρῆσαι τεκμηρίων· οὐ γὰρ ἐπὶ τὴν
[l. 10] αἴ θησίν ἀνάγει τὴν κρίσιν, οὐδ’ ἐκ τῶν παρακειμένων οὐδ’
[l. 11] ἐγγύθεν, ἀλλὰ πόῤῥωθέν τε καὶ διὰ μακρῶν λημμάτων συλλογίζεται.
[l. 12] καὶ δείξω τὴν ἀτοπίαν αὐτῷ ἐπὶ πλέον ἐν τοῖς
[l. 13] ἑξῆς λόγοις.
[l. 14] Ἡμεῖς μὲν οὖν κατὰ τὴν ἐξ ἀρχῆς μέθοδον
[l. 15] ἐπί τε τῶν ἀμέμπτως ὑγιαινόντων πειρασόμεθα τῆς
[l. 16] δυνάμεως αὐτοῦ, κᾄπειτ’ ἐφεξῆς ἐπὶ τῶν δυσκράτων, εἶτα
[l. 17] καὶ τῶν νοσούντων. σπόγγον οὖν ἢ ἔριον ὄξει βρέξαντες ἐπιθήσομεν
[l. 18] ὁτῳδήποτε μορίῳ τῶν ὑγιεινῶν σωμάτων, εἶθ’
[p. 11.417]
[l. 1] ὥσπερ εἴρηται ἔμπροσθεν, ἔν τε τῷ παραχρῆμα πευσόμεθα
[l. 2] τῶν ἰδιωτῶν, ἀδεκάστως γὰρ ἐκεῖνοι τὰ τοιαῦτα κρινοῦσιν
[l. 3] τῷ μὴ δουλεύειν δόγματι, πότερα ψύξεως ἢ θερμασίας αἰσθάνονται.
[l. 4] δῆλον δ’ ὡς οὔτε ψυχρὸν ἄκρως οὔτε θερμὸν αὐτὸ
[l. 5] προσοίσομεν. εἴρηται γὰρ ἤδη καὶ περὶ τούτου πρόσθεν. εἰ
[l. 6] δὴ τοιοῦτον εἴη τὸ προφερόμενον ὄξος, καὶ μάλιστα εἰ μὴ παλαιὸν
[l. 7] σφόδρα μηδ’ ἐσχάτως δριμὺ, σαφοῦς αἰσθήσονται
[l. 8] ψύξεως, ἐκ τοῦ παραχρῆμα καὶ μετὰ μίαν ὥραν καὶ δύο καὶ
[l. 9] τρεῖς καὶ τέτταρας, ἐξ ὑστέρου μέντοι καὶ θερμασίας τινὸς
[l. 10] ἤδη κατὰ βραχὺ γεννωμένης ἐν τῷ μορίῳ, φαντασίαν τινὰ
[l. 11] ἕξουσιν. δριμέος δ’ ἰσχυρῶς ὄντος τοῦ ὄξους κατὰ μὲν τὴν
[l. 12] ἀρχὴν κᾀπὶ τούτῳ ψύχεσθαι φήσουσιν, ταχέως μέντοι τῆς
[l. 13] ὑποστρεφομένης αἰσθήσονται θερμασίας καὶ οὐ μετὰ πολὺν
[l. 14] χρόνον, ὡς ἐπὶ τοῦ νεωτέρου τε καὶ μὴ πάνυ δριμέος ὄξους.
[l. 15] ἐξ ὧν δῆλον ὡς ἔστι ψυχρὸν μὲν πάντως, ἤδη δὲ καὶ θερμασίας
[l. 16] τινὸς 2.11. ὀλίγης μετέχον, ἣ τῷ λόγῳ τῆς δριμύτητος
[l. 17] κατά τι συμβεβηκὸς ἐν τῷ χρόνῳ μετρίως ὑποθερμαίνει τὰ
[p. 11.418]
[l. 1] σώματα, καίτοι γ’ οὐδὲ τοῦτο διαπαντὸς, ἀλλ’ ἐπ’ ἐνίων πέφυκε
[l. 2] δρᾷν. ὅσα οὖν χαῦνα καὶ ἀνώδυνα τῶν οἰδημάτων οὔτ’
[l. 3] ἐντῷ13.16. παραχρῆμα θερμασίας αἴσθησιν, οὔτ’ εἰς ὕστερον
[l. 4] ἔχει χρωμένων ὄξει. κνῆσις μέντοι ἐπ’ αὐτῶν γίγνεται, δι’ ἣν
[l. 5] καὶ πολλάκις τοῖς ἄκρως χρωμένοις ἔρευθος ἐπιτρέχει λεπτὸν,
[l. 6] ὥστ’ οὐδὲ πρώτως, οὐδὲ κατὰ τὴν οἰκείαν τάξιν ὑποθερμαίνειν
[l. 7] δόξειεν ἂν, ἀλλ’ ἐρεθίζειν τῇ δήξει τῆς δριμύτητος.
[l. 8] ἐπεὶ δὲ ἅπαξ ἐπὶ τὰ παθήματα μετέβημεν ἀπὸ τῶν ὑγιαινόντων
[l. 9] σωμάτων, ἀναμνήσωμεν ὅσα πέφυκε δρᾷν ἐπὶ ταῖς
[l. 10] θερμοτάταις τε καὶ ψυχροτάταις διαθέσεσιν. ὅταν οὖν τις
[l. 11] ὑπὸ θαψίας ἐπαλειφθείσης διακαίηται, κατασβέννυσιν ὄξος
[l. 12] τὸ καῦμα. καὶ τοῦτ’ ἔξεστι τῷ βουλομένῳ πείρᾳ μαθεῖν,
[l. 13] ὥσπερ καὶ ἡμεῖς ἐποιήσαμεν ἐφ’ ἡμῶν αὐτῶν, ἐπὶ τῷ βάσανον
[l. 14] ἀκριβῆ λαβεῖν τῆς τοῦ φαρμάκου δυνάμεως, ἐπαλείψαντες
[l. 15] πολλαχόθι τὰς κνήμας, ἡνίκα μετὰ τέτταρας ὥρας καὶ πέντε
[l. 16] διακαίεσθαί τε καὶ φλεγμαίνειν ὑπήρξαντο, τῷ μὲν ὄξους, τῷ
[l. 17] δ’ ὕδατος προσεῤῥαίνομεν, ἑτέρῳ δ’ ἔλαιον, ἄλλο δὲ ῥοδίνῳ
[l. 18] ἐπηλείφομεν, ἄλλῳ δ’ ἄλλο τι τῶν ἢ δριμύτητας ἀμβλύνειν
[p. 11.419]
[l. 1] ἢ θερμότητας ἐμψύχειν πεπιστευμένων, καὶ πάντων αὐτῶν
[l. 2] ἐνεργέστερον τὸ ὄξος ηὑρίσκετο. δῆλον οὖν ὡς οὐχὶ τῷ τὰς
[l. 3] δριμύτητάς τε καὶ δήξεις ἀμβλύνειν, ὁμοίως ἐλαίῳ τε καὶ
[l. 4] ῥοδίνῳ, καὶ γὰρ καὶ αὐτὸ πέφυκε ποιεῖν ταῦτα, ἀλλὰ τῷ ψύχειν.
[l. 5] εἰ γάρ οὐκ ἐνδέχεται μὲν ἄλλως ἰᾶσθαι τὰς ἀπὸ τῆς
[l. 6] θαψίας φλεγμονὰς αὐτὸ, πλὴν ἢ τῷ ψύχειν ἢ τῷ τὰς δήξεις
[l. 7] τε καὶ δριμύτητας ἀμβλύνειν, οὐχ ὑπάρχει δ’ αὐτῷ θάτερον,
[l. 8] ἀνάγκη ἄρα κατὰ τὸ λοιπὸν ἰᾶσθαι· καὶ τῶν ἄλλων δὲ τῶν
[l. 9] θερμῶν ἁπάντων παθημάτων, τῶν μὲν μᾶλλον, τῶν δ’ ἧττον
[l. 10] ἐμψυκτικὸν ὑπάρχει, φλεγμονῶν, ἑρπήτων, φυγέθλων, ἐρυσιπελάτων,
[l. 11] ἀνθράκων. ὥστε εἰ μὴ τὸ σφοδρόν τε καὶ τραχύ
[l. 12] τῆς δυνάμεως αὐτῷ λυπηρὸν ἦν, οὐκ ἂν ἄλλῳ τινὶ πρὸς ἔμψυξιν
[l. 13] ἐχρώμεθα.
[l. 14] Καίτοι τινὲς αὐτὸ δὴ τοῦτο μέγιστον γνώρισμα
[l. 15] τίθενται τῆς θερμότητος αὐτοῦ. μὴ γὰρ ἄν φασιν μήτε
[l. 16] δριμὺ μήτε δακνῶδες εἶναι μήτε διαβρωτικὸν μήτε τραχυντικὸν,
[l. 17] εἰ μή γε θερμότητος αὐτῷ μέτεστι δαψιλοῦς. ὡς γὰρ
[l. 18] τοῦ ψυχροῦ τὸ συνάγειν τε καὶ πυκνοῦν, οὕτω τοῦ θερμοῦ
[p. 11.420]
[l. 1] τὸ τέμνειν τε καὶ διαιρεῖν ὑπάρχον ἴδιον, ὅπερ οὐχ ἥκιστα
[l. 2] προσεῖναι τῷ ὄξει. τέμνειν γὰρ αὐτὸ καὶ διαβιβρώσκειν οὐ
[l. 3] τὰ τῶν ζώων σώματα μόνον, ἀλλὰ καὶ θρόμβους καὶ πώρους
[l. 4] καὶ λίθους καὶ κέραμον καὶ χαλκὸν καὶ σίδηρον καὶ μόλυβδον
[l. 5] καὶ σχεδὸν ὥσπερ τῷ πυρὶ καὶ τούτῳ πάντ’ εἶναι βάσιμά τε
[l. 6] καὶ πόριμα, μηδεμίας οὐσίας ὑπομενούσης αὐτὸ μηδ’ ἀντιστῆναι,
[l. 7] ἢ ἀντισχεῖν τῷ βιαίῳ τῆς διεξόδου δυναμένης. εἶναι
[l. 8] γὰρ δὴ καὶ λεπτομερὲς αὐτὸ, παραπλησίως τῷ πυρὶ, καὶ τούτου
[l. 9] μαρτύριον οὐ σμικρὸν μὲν οὐδὲ τὴν ἁφὴν ὑπάρχειν, ἀλλὰ
[l. 10] γευομένοις τοιοῦτον φαίνεσθαι καὶ διηθεῖσθαι τῶν λεπτοτάτων
[l. 11] ὑφασμάτων, ἑτοιμότερον ὕδατος καὶ πάντα διαβιβρώσκειν,
[l. 12] ὡς ὀλίγῳ πρόσθεν εἴρηται. καὶ τί γὰρ ἄλλο ἢ πῦρ
[l. 13] τῷ λόγῳ τὸ ὄξος ἀποφαίνουσιν; ὥσπερ ἀμέλει καὶ οἱ τῇ
[l. 14] ψύξει φάσκοντες αὐτὸ διαλύειν τοὺς θρόμβους, ἐκ τοῦ θλίβειν
[l. 15] τε καὶ πιλεῖν καὶ σφίγγειν, ἅπαντα πανταχόθεν ὥσπερ
[l. 16] ἂν εἰ καὶ τοῖς δακτύλοις τις τοῖς ἑαυτοῦ ἔθλασε λαμβάνων.
[l. 17] 13.17. ὑπερεκπίπτουσι δὲ καὶ αὐτοὶ πάλιν εἰς τοσοῦτον, ὡς
[l. 18] καὶ τῆς χιόνος ἀποφαίνειν αὐτὸ ψυχρότερον. ἀλλὰ τῆς μὲν
[p. 11.421]
[l. 1] ἀμετρίας ἑκατέροις ἐπιτιμῆσαι δίκαιον. οὔτε γὰρ εἰ ψυχρὸν,
[l. 2] ἤδη καὶ χιόνος ἀποφαίνειν αὐτὸ ψυχρότερον· οὔτε εἰ θερμὸν,
[l. 3] θερμότατον. οὐδὲ γὰρ οὐδ’ ἂν ἠμφισβητεῖτο περὶ τῆς δυνάμεως
[l. 4] αὐτοῦ, μὴ παρὰ τὸ μέσον πως τεταγμένου καὶ πολὺ
[l. 5] τῶν ἄκρων ἑκατέρων ἀποκεχωρηκότος. οὔτε γὰρ περὶ κωνείου
[l. 6] τις ἢ μανδραγόρου τῆς δυνάμεως ἠμφισβήτησεν οὔθ’ ὑπὲρ
[l. 7] καρδαμώμου καὶ κάγχρυος, ἀλλὰ τὰ μὲν ἅπασι τοῖς ἰατροῖς
[l. 8] ὡμολόγηται ψυχρὰ, τὰ δὲ θερμά. κατὰ δὲ τὸν αὐτὸν τρόπον
[l. 9] ὑοσκύαμος μὲν καὶ μηκώνιον ψυχρὰ, πέπερι δὲ καὶ νᾶπυ
[l. 10] θερμά. καὶ πρὸς τούτοις ἕτερα μυρία τὰ μὲν δυνάμει θερμὰ,
[l. 11] τὰ δὲ ψυχρὰ, πᾶσι τοῖς ἰατροῖς συμπεφώνηται.
[l. 12] Τὸ δ’ ὄξος, ὥσπερ οὖν καὶ τὸ ῥόδινον, ὅτι
[l. 13] μὲν οὔτ’ ἄκρως ψυχρὸν οὔτε θερμόν ἐστιν, ἐξ αὐτοῦ τοῦ
[l. 14] διστάζεσθαι πρόδηλον. οὐδέτερον δέ πως ἑκάτερον αὐτῶν
[l. 15] ἀναγκαῖον εἶναι. τριχῶς δὲ τῶν οὐδετέρων λεγομένων, ὥσπερ
[l. 16] καὶ Ἡρόφιλος διῃρεῖτο, τῶν μὲν τῷ μετέχειν ἴσον ἀμφοτέρων
[l. 17] τῶν ἄκρων, τῶν δὲ τῷ μηδετέρου, τῶν δὲ νῦν μὲν τοῦδε,
[l. 18] νῦν δὲ τοῦδε, πάντως που καὶ ταῦτα ἢ κατά τι τῶν σημαινομένων,
[p. 11.422]
[l. 1] ἤ τινα τῆς τῶν οὐδετέρων ἐστὶ φύσεως. ἐμοὶ μὲν
[l. 2] δὴ μᾶλλον δοκεῖ, τῷ μετέχειν ἑκατέρων τῶν ἄκρων καὶ τῷ
[l. 3] νῦν μὲν θερμαίνειν αἰσθητῶς δοκεῖν, αὖθις δὲ ψύχειν. οὕτως
[l. 4] οὖν οὐδέτερα λεχθείη ἂν καὶ ὄξος καὶ ῥόδινον. εἰ δέ τις καὶ
[l. 5] τῷ μηδετέρου τῶν ἄκρων μετέχειν ἐπιχειρήσειεν οὐδέτερα
[l. 6] δεικνύειν, εὐπορήσει μὲν ἴσως καὶ οὗτός τινων λόγων πιθανῶν,
[l. 7] οὐ μὴν ἀποδεικτικῶν τε καὶ ἐπιστημονικῶν. ἀκριβῶς
[l. 8] τοῦτο γινώσκειν μοι δοκῶ, καὶ μάλιστα περὶ ὄξους. τὸ μὲν
[l. 9] γὰρ ἑκατέρους εὐπορεῖν ἐπιχειρημάτων πιθανῶν, τούς τε ψυχρότατον
[l. 10] ἀποδεικνύντας αὐτὸ καὶ τοὺς θερμότατον, οὐ σμικρὸν
[l. 11] τεκμήριόν ἐστι τοῦ μετέχειν ἀμφοτέρων αὐτό. χαλεπὸν
[l. 12] μὴν ἱκανῶς πιστώσασθαι τῷ λόγῳ τὴν τῶν ἐναντίων μέθεξιν,
[l. 13] οὐκ ἔχοντας λῦσαι καὶ σχίσαι τὴν οὐσίαν αὐτοῦ, καθάπερ
[l. 14] ἐπί τε γάλακτος ἐργαζόμεθα καὶ ἄλλων παμπόλλων, ἃ
[l. 15] προϊὼν ὁ λόγος ἐκδείξει πάντα. καὶ διὰ τοῦτο ἐναργεστέρας
[l. 16] καὶ ἀκινδυνοτέρας ἀρχῆς ἐπιλαβέσθαι ποθοῦμεν. ἔστι δὲ,
[l. 17] ὡς ἐμοὶ φαίνεται, τὴν ἀρχὴν ἐκείνην θηρατέον, ἐκ τῆς λεπτομεροῦς
[p. 11.423]
[l. 1] τε καὶ παχυμεροῦς φύσεως, ὑπὲρ ἧς εἴρηται μέντοι
[l. 2] μοι καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἄμεινον ἐπιπλέον ὑπὲρ αὐτῆς
[l. 3] διελθεῖν, ἐπειδὴ καὶ Πλάτων φησὶ, περὶ τῶν ἀρχῶν χρὴ τοὺς
[l. 4] πλείστους γίγνεσθαι λόγους.
[l. 5] Τὸν ἀέρα τοίνυν οὐκ ἔστιν ὅστις οὐκ
[l. 6] εἶπε λεπτομερῆ, τῷ καταθραύεσθαι δηλονότι ῥᾳδίως εἰς
[l. 7] λεπτὰ μόρια καὶ διὰ πυκνοτάτων σωμάτων ἑτοίμως διέρχεσθαι,
[l. 8] 13.18. ἢ, εἴπερ ἐξ ἄλλου τινὸς ἐπιφέρουσιν αὐτῷ τὸ
[l. 9] λεπτομερὲς ὄνομα, διδασκόντων ἡμᾶς σαφῶς. οὐ γὰρ δὴ ἐξ
[l. 10] ὄγκων γε λεπτῶν, ὡς οἱ τῆς ἑτέρας αἱρέσεως εἴποιεν ἂν
[l. 11] ἡγεμόνες, ἐροῦμεν καὶ ἡμεῖς συγκεῖσθαι τὸν ἀέρα. συνεχὴς
[l. 12] γάρ ἐστιν καὶ εἷς ὅλος, οὐδαμόθι κενὸν ἐν ἑαυτῷ περιέχων
[l. 13] οὐδέν. ἐν δὲ τοιαύτῃ φύσει σώματος ἡ λεπτομέρεια,
[l. 14] τῷ τάχει τῆς εἰς μικρὰ διαιρέσεως ἐπινοεῖται μόνῳ. ἀλλ’
[l. 15] εἴπερ διὰ τοῦτο λεπτομερὴς ὁ ἀὴρ, οὐχ ἅπαν πῦρ ἔσται
[l. 16] λεπτομερές. ἔστι μὲν γὰρ δήπου καὶ χαλκὸς καὶ σίδηρος
[l. 17] καὶ λίθος καὶ ξύλον καὶ πᾶν ὅπερ ἀνθρακωθῇ πῦρ, οὐ
[l. 18] μὴν λεπτομερέστερον νῦν ἢ πρόσθεν. αἱ μέντοι φλόγες,
[p. 11.424]
[l. 1] ἕτερόν τι γένος πυρὸς, ὄντως εἰσὶ λεπτομερεῖς. οὔτ’ οὖν
[l. 2] πᾶν πῦρ λεπτομερὲς οὔτε λεπτομερὲς ἅπαν πῦρ. ὅτε γὰρ
[l. 3] ἄνθραξ πῦρ μὲν, οὐ λεπτομερὲς δὲ, ὅ τε ἀήρ λεπτομερὴς
[l. 4] μὲν, οὐ πῦρ δὲ, τί ποτε ἐξ ἑτοίμου λαμβάνουσιν ὀλίγου
[l. 5] δεῖν ἅπαντες ἰατροί τε καὶ φιλόσοφοι τὰς προτάσεις πάσας,
[l. 6] τὴν τε τὸ πῦρ ἅπαν ἀποφαίνουσαν λεπτομερὲς τήν τε
[l. 7] τὸ λεπτομερὲς ἅπαν πυρῶδες;2.12. εἰ γὰρ ἐπιστήσειέ τις
[l. 8] ἀκριβῶς καὶ προσέχοι τοῖς πράγμασιν τὸν νοῦν, οὐκ ἂν
[l. 9] εἴποι τὸν ἄνθρακα λεπτομερέστερον ἀέρος. ἀναμνησθῶμεν
[l. 10] γὰρ ἐν κρύει σφοδρῷ καὶ βορείᾳ καταστάσει τὸ καθαρὸν
[l. 11] τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ παραβάλλωμεν αὐτὸν, εἰ
[l. 12] βούλει, σιδήρῳ διαπύρῳ· γνωσόμεθα γὰρ ἐκ τῶν τοιούτων
[l. 13] παραδειγμάτων, ὡς ἔστι τι καὶ ψυχρὸν ἀκριβῶς λεπτομερὲς
[l. 14] καὶ θερμὸν παχυμερές.
[l. 15] Ὥσθ’ ὅταν ἐπὶ τοῦ δακνῶδες εἶναι τὸ
[l. 16] ὄξος, ὅτι λεπτομερές ἐστι καὶ θερμὸν ἀναλογίζονταί τινες,
[p. 11.425]
[l. 1] οὐ συγχωρητέον αὐτοῖς. οὐ γὰρ ἅπαν τὸ λεπτομερὲς θερμὸν
[l. 2] ἴσως μὲν οὖν οὐδὲ τὸ δακνῶδες ἅπαν λεπτομερές. ἀλλ’ ἔν
[l. 3] γε τῷ παρόντι συγκεχωρήσθω, καίτοι γ’ εἴχομεν λέγειν καὶ
[l. 4] χιὼν καὶ βοῤῥὰς καὶ ὕδωρ ψυχρὸν, οὐκ ὀφθαλμοῖς μόνον,
[l. 5] ἀλλὰ καὶ τοῖς ἕλκεσι καὶ πᾶσι τοῖς ἀραιοῖς σώμασιν ὑπάρχει
[l. 6] δακνῶδες· καθότι καὶ Ἱπποκράτης ἔλεγεν τὸ μὲν
[l. 7] ψυχρὸν δακνῶδες· ἀλλ’ εἰ καὶ τοῦτό τις, ὡς ἔφην, συγχωρήσειε,
[l. 8] τὸ πᾶν δακνῶδες εἶναι καὶ λεπτομερὲς, οὐκ εὐθὺς
[l. 9] καὶ θερμὸν εἶναι συγχωρήσει. οὐκοῦν τὸ ὄξος, ὅτι δακνῶδες,
[l. 10] διὰ τοῦτο καὶ θερμὸν, ἀλλὰ λεπτομερὲς μὲν ὥσπερ ἀὴρ
[l. 11] βόρειος, οὐ μὴν θερμόν γε.
[l. 12] Πόθεν οὖν ἐνίοις αἴσθησις γίνεται θερμότητος
[l. 13] ἀμυδρᾶς; τάχα μὲν, ὡς ἔφην καὶ πρόσθεν, ἐξ ἐναντίων
[l. 14] σύγκειται δυνάμεων, ὁμοίως τῷ γάλακτι, τάχα δὲ καὶ
[l. 15] τῷ θερμότητος ἐπανάκλησιν ποιεῖσθαι. δύναιτο δ’ ἂν καὶ
[l. 16] τὸ τραχεῖάν τε καὶ ἀνιαρὰν ἔχον τὴν διέξοδον ἄλγημα ποιεῖν,
[l. 17] ἐπισπᾶσθαί τε ῥεῦμα θερμὸν τῷ τόπῳ. καὶ γὰρ τοῦτο
[l. 18] ἐναργές ἐστιν, ὡς ἐπιῤῥεῖ τι τοῖς ὀδυνωμένοις μορίοις. ἀλλὰ
[p. 11.426]
[l. 1] πολὺ μὲν οὐκ ἂν ἐπιῤῥυῇ, τῷ ψυχρὸν εἶναι τὸ ὄξος καὶ
[l. 2] ἀποκρούεσθαι τὸ ἐπιφερόμενον. ὅσον δ’ ἀκριβῶς λεπτόν
[l. 3] ἐστι, 13.19. διαφεῦγον τοῦτο τὰς λαβὰς τοῦ φαρμάκου
[l. 4] παραῤῥεῖ τε καὶ στηρίζεται κατὰ τὸ μόριον, οὐκέτι παλινδρομοῦν,
[l. 5] ὥσπερ τὸ παχύτερον, ὀπίσω. φαίνεται γὰρ οὖν δὴ
[l. 6] καὶ λεπτὸν ἀκριβῶς, ἐπανθοῦν ἔρευθος τοῖς ὑπ’ ὄξους ἐρεθισθεῖσι
[l. 7] μορίοις. ἴσως δὲ καὶ ἄλλη τίς ἐστιν αἰτία γνωσθῆναι
[l. 8] μὴ δυναμένη. δι’ αὐτὸ γὰρ δὴ τοῦτο καὶ πόῤῥωθεν
[l. 9] ἄρχεσθαι τῆς τῶν δυνάμεων ἐξετάσεως ἐκώλυον, ὅτι περιπίπτειν
[l. 10] ἀναγκαῖόν ἐστι φυσικοῖς προβλήμασιν, οὐ σμικρὰς
[l. 11] ἔχουσιν ἀπορίας· ἡμῖν δὲ νῦν οὐχ ὡς φυσικοῖς ἀνδράσι
[l. 12] πρόκειται πάντων τῶν πραγμάτων τὰς αἰτίας ἐξευρίσκειν,
[l. 13] ἀλλὰ τὰς δυνάμεις τῶν φαρμάκων ἐπιγνῶναι, πρὸς τὸ χρήσασθαί
[l. 14] τε δεξιῶς αὐτοῖς ἀγαθούς τε δημιουργοὺς γίγνεσθαι
[l. 15] τῶν συνθέτων. ὅτι γὰρ οὐχ οἷόν τε καλῶς οὔτ’
[l. 16] αὐτὸν συνθεῖναι φάρμακον οὔθ’ ὑπ’ ἄλλου συγκειμένῳ
[l. 17] χρήσασθαι, πρὸ τοῦ τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις
[l. 18] εἰδέναι, διά τε τῆς θεραπευτικῆς μεθόδου καὶ τῆς περὶ
[p. 11.427]
[l. 1] συνθέσεως φαρμάκων ἱκανῶς ἐπιδείκνυται. τοῦτον οὖν
[l. 2] τὸν σκοπὸν ἐχούσης τῆς ἐνεστώσης πραγματείας, ἐπειδὰν
[l. 3] πρῶτον εὕρωμεν τὸ πρὸς αὐτῶν χρηστὸν, ἀποχωρεῖν δεῖ
[l. 4] προβλημάτων φυσικῶν, ἀπορίας ἐχόντων συχνάς. ὑπὸ τίνος
[l. 5] γὰρ κράσεως ἐν τῷ καθόλου πέφυκεν ὀξύτης καὶ γλυκύτης
[l. 6] καὶ πικρότης, ἁλυκότης τε καὶ αὐστηρότης καὶ δριμύτης,
[l. 7] ἑκάστη τε τῶν ἄλλων ποιοτήτων γίγνεσθαι; καὶ αὐτοῖς τοῖς
[l. 8] φυσικοῖς ἀνδράσι ζητοῦσιν ἀπορίαι μέγισταί τε καὶ πάμπολλαι
[l. 9] κατὰ τοὺς λόγους ἀναφαίνονται. ταύτας οὖν ἐγὼ
[l. 10] φυλάττεσθαι παραινῶ καθάπερ τινὰ κρημνὸν, ἔχοντάς γε
[l. 11] λεωφόρον ὁδὸν, ᾖ κρίνειν ἐγχωρεῖ τὰ φάρμακα, καὶ πρῶτον
[l. 12] μὲν ὅπερ ἤδη μοι καὶ μικρὸν ἔμπροσθεν εἴρηται, λογίζεσθαι
[l. 13] τὸ μηδεμίαν ἀμφισβητεῖσθαι δύναμιν τῶν ἰσχυρῶς
[l. 14] θερμαινόντων ἢ ψυχόντων φαρμάκων, ἀλλ’ οἷς τοῦτο συμβέβηκεν,
[l. 15] οὐδετέρας ὑπάρχειν. ἔπειτα δὲ ὡς ἐξ ἐναντίων
[l. 16] δυνάμεων σύγκειται πολλὰ τῶν ἁπλῶν ὡς πρὸς αἴσθησιν.
[l. 17] οὐ γὰρ τὸ γάλα μόνον, ἀλλὰ καὶ τὰ θειώδη καὶ τὰ ἀσφαλτώδη
[l. 18] καὶ τὰ νιτρώδη καὶ πάνθ’ ὅσα τοιαῦτα τῶν αὐτοφυῶν
[p. 11.428]
[l. 1] ὑδάτων ἐστὶν, ἐξ ἐπιμιξίας ἐγένετο τῶν ἐναντίων δυνάμεων,
[l. 2] εἴ γε ψυχρὸν μὲν καὶ ὑγρόν ἐστι κατὰ τὴν ἑαυτοῦ
[l. 3] φύσιν τὸ ὕδωρ, ἄσφαλτος δὲ καὶ θεῖον καὶ μῖσυ καὶ χαλκῖτις
[l. 4] καὶ τἄλλα τὰ τοιαῦτα θερμά. μεμνῆσθαι δὲ καὶ
[l. 5] τοῦ πολλὰ μὲν τῶν θερμῶν εἶναι παχυμερῆ, πολλὰ δὲ τῶν
[l. 6] ψυχρῶν λεπτομερῆ καὶ κατὰ ταύτας τὰς ἀρχὰς ἀσφαλῶς
[l. 7] ἀποφαίνεσθαι περὶ τῆς τῶν φαρμάκων δυνάμεως. αὐτίκα
[l. 8] γὰρ ἀρκεῖ λεπτομερὲς εἰπεῖν. καὶ ψυκτικὸν καὶ ξηραντικὸν
[l. 9] τὸ ὄξος, ἀποχωρήσαντα τῶν φυσικωτέρων ὑπὲρ αὐτοῦ
[l. 10] λογισμῶν. ἐκ γὰρ τοῦ ταῦτα γινώσκειν εἴσεταί τις ὅπως
[l. 11] χρὴ μιγνύναι τοῖς ἄλλοις φαρμάκοις αὐτό.
[l. 12] Ταῦτα μὲν οὖν μέμφομαι τοῖς ἀδολεσχήσασιν
[l. 13] περὶ τῆς δυνάμεως αὐτοῦ μακρὰ, καὶ τούτων ἔτι
[l. 14] μᾶλλον ὀλίγου δεῖν ἅπασι τοῖς ἰατροῖς, ὅτι μὴ διεστήσαντο
[l. 15] κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἁπάντων τῶν ἁπλῶν
[l. 16] φαρμάκων ἤρκεσεν αὐτοῖς ταυτὶ μὲν, εἰ τύχοι, θερμαίνειν
[l. 17] φάναι, ταυτὶ δὲ ψύχειν, καὶ ταυτὶ μὲν ξηραίνειν, ταυτὶ δὲ
[l. 18] ὑγραίνειν, οὐ γὰρ τοῦτο χρήσιμον13.20. ἁπλῶς οὑτωσὶ γνωσθὲν,
[p. 11.429]
[l. 1] ἀλλὰ μέχρι πόσου μὲν ψύλλιον ψύχει, μέχρι πόσου καὶ
[l. 2] στρύχνος ἢ σκάνδυξ ἢ ψιμμύθιον, ἀνδράχνη τε καὶ θριδακίνη,
[l. 3] καὶ μέχρι πόσου μὲν κασία θερμαίνει, μέχρι δὲ πόσου
[l. 4] κινάμωμον, ἢ ἄμωμον ἢ ἀμάρακον. οὕτω δὲ καὶ ἐπὶ τῶν
[l. 5] ξηραινόντων τε καὶ ὑγραινόντων ταῖς δυνάμεσι φαρμάκων,
[l. 6] οὐ τὸ καθόλου μόνον ἐπίστασθαι χρὴ, ἀλλὰ τί μὲν πρῶτον
[l. 7] ἀποκεχώρηκεν τοῦ συμμέτρου τε καὶ μέσου τῶν ἐναντίων
[l. 8] ταῖς δυνάμεσιν, τί δ’ ἐφεξῆς ἐκείνῳ, καὶ τρίτην δὴ καὶ
[l. 9] τετάρτην καὶ πέμπτην, εἰ δυνατὸν, ἀπόστασιν οὕτω διαστείλασθαι,
[l. 10] σαφέσιν ὅροις ὁρισάμενον. ἐν γὰρ τῇ τοιαύτῃ
[l. 11] τῶν δυνάμεων ἐπιγνώσει τό τε τοῖς ἁπλοῖς αὐτοῖς χρῆσθαι
[l. 12] τεχνικῶς καὶ τὸ συνθεῖναι δύνασθαι κατὰ μέθοδον ἡμῖν
[l. 13] ὑπάρξει, καὶ πρὸς τούτοις καὶ αὐτοῖς ἤδη συγκειμένοις
[l. 14] ὀρθῶς χρήσασθαι. ἔστι μὲν οὖν χαλεπώτατον τοῦτο καὶ
[l. 15] πολλῆς ἀκριβείας τε καὶ τριβῆς δεόμενον, ἄρχεσθαι μὲν γὰρ
[l. 16] ἀπὸ τῆς πείρας ἐν ἅπασι τοῖς τοιούτοις ἀναγκαῖόν ἐστιν,
[l. 17] ὥσπερ ἤδη εἴρηται, ἀσφαλῶς δὲ συλλογίσασθαι φυλαττόμενον
[p. 11.430]
[l. 1] ἐμπλέκειν ἑαυτὸν ἀπόροις ζητήμασιν. ᾧ καὶ θαυμάσειεν
[l. 2] ἄν τις τῶν τὰ τοιαῦτα ζητησάντων, ὁρῶν περιπίπτοντας
[l. 3] αὐτοὺς ἑαυτῶν χερσὶν ἐν τοῖς πλείστοις οἷς
[l. 4] ζητοῦσί τε καὶ γράφουσιν, ὥσπερ Ἡρόδοτον.
[l. 5] Ἐξ ἁπάσης γὰρ τῆς παλαιοτάτης ἱστορίας
[l. 6] ἀρχόμενοι τῶν συνθέτων φαρμάκων, ἐπὶ τὴν ἐξέτασιν
[l. 7] ἔρχονται τῶν ἐν αὐτοῖς ἁπλῶν. ἐπειδὴ τοῖσδέ τισι τῶν
[l. 8] φαρμάκων θερμαίνουσιν, εἰ τύχοι, μέμικται τὸ ὄξος, οὕτως
[l. 9] ἤδη καὶ αὐτὸ θερμὸν ἀποφαίνοντες. οὔτε γὰρ εἰ καλῶς
[l. 10] μέμικται δῆλον τῷ πρὶν ἐξευρεῖν αὐτοῦ μόνον τὴν δύναμιν,
[l. 11] οὔτ’ εἰ καὶ συγχωρηθείη, γινώσκομεν ἤδη τὴν μέθοδον
[l. 12] τῆς συνθέσεως τῶν φαρμάκων, ᾗ κρίνοντες ἐξευρήσομεν
[l. 13] ᾧτινι μέμικται λόγῳ θερμαίνουσιν πολλοῖς φαρμάκοις ἓν
[l. 14] ἐμψῦχον, ἢ δή διαψύχουσιν θερμαῖνον. ὅτε δὲ καὶ διαθέσεων
[l. 15] ἀδήλων μνημονεύωσιν πρὸς ἃς ἁρμόττειν δοκεῖ, κᾄπειτα
[l. 16] δογματικαῖς ὑπολήψεσιν συνάπτωσιν παραλογισμοὺς
[l. 17] ἑτέρους, ἐκ ζητουμένων ζητούμενα καὶ ἐξ ἀδήλων ἄδηλα
[p. 11.431]
[l. 1] δι’ ἀλλήλων συλλογιζόμενοι, τότε δὴ καὶ μάλιστα καταμαθεῖν
[l. 2] ἐστιν αὐτῶν τὴν ἀδολεσχίαν.
[l. 3] Τῷ γὰρ λέγειν ὅτι καὶ τοῖς ἐμπειρικοῖς
[l. 4] ἀφορμὴν ἀντιλογίας παρασκευάζουσιν,2.13. ἐξ ὧν ἑτοίμως
[l. 5] πιστεύουσιν ἁπάσαις ταῖς συνθέτοις δυνάμεσιν, ὥσπερ οὐκ
[l. 6] ἐγχωρεῖν ἡμαρτῆσθαί γε πολλὰς αὐτῶν καὶ μοχθηρῶς συγκεῖσθαι.
[l. 7] φήσουσι γὰρ οἶμαι καθάπερ καὶ λέγουσι, μάτην
[l. 8] ἡμῖν ζητεῖσθαι τὰς πρώτας τε καὶ δραστικὰς δυνάμεις ἑκάστου
[l. 9] τῶν φαρμάκων, φθανούσης τῆς ἐμπειρίας ἀναρίθμητόν
[l. 10] τι ἔχειν φαρμάκων ἁπλῶν καὶ συνθέτων πλῆθος, ἃ καὶ παρ’
[l. 11] αὐτοῖς πεπίστευται τοῖς μάτην ζητοῦσι 13.21. τὰς πρώτας
[l. 12] δυνάμεις. εἰ γὰρ ἅπασαι μὲν αἱ κατὰ μέρος χρήσεις αὐτῶν
[l. 13] γινώσκονταί τε καὶ συμφωνοῦνται πᾶσιν, αἱ δ’ αἰτίαι καθ’
[l. 14] ἃς ἐνεργεῖ μήπω συμπεφώνηνται, δῆλον ὡς οὐκ ἐκ τῆς
[l. 15] τῶν πρώτων δυνάμεων γνώσεως οὔθ’ ἡ σύνθεσις οὔθ’ ἡ
[l. 16] χρῆσις εὕρηται τῶν φαρμάκων, ἀλλ’ ἡ μὲν ἐμπειρία ταῦτα
[l. 17] συνέθηκεν, ὁ λόγος δ’ ἄχρι τοῦ πιθανοῦ προέρχεται μόνον.
[l. 18] ταῦτα μὲν οὖν καὶ τοιαῦθ’ ἕτερα πολλὰ καλῶς δόξουσι
[p. 11.432]
[l. 1] λέγειν οἱ ἀπὸ τῆς ἐμπειρίας ἰατροὶ πρὸς τοὺς ἅπασι τοῖς
[l. 2] ὁπωσοῦν γεγραμμένοις φαρμάκοις πιστεύοντας, αἰτίας τε
[l. 3] πιθανὰς ἐφαρμόττειν ταῖς ἐπαγγελίαις αὐτῶν προαιρουμένους.
[l. 4] ἐγὼ δὲ πρὸς τούτοις ἔτι κᾀκεῖνο εἴποιμ’ ἄν, ὡς
[l. 5] Ἡρόδοτος μὲν ἁπάσας τὰς ἄλλας αἱρέσεις μοχθηρὰς ὑπολαμβάνων,
[l. 6] πλὴν τῆς πνευματικῆς, Μητρόδωρος δὲ πλὴν τῆς
[l. 7] Ἀσκληπιάδου, καὶ Ζήνων πλὴν τῆς Ἡροφίλου, καὶ Ἑρμογένης
[l. 8] πλὴν τῆς Ἐρασιστράτου, καὶ ἄλλος τις ἄλλος ἁπάσας
[l. 9] πλὴν τῆς ἑαυτοῦ, περὶ τῶν συνθέτων φαρμάκων μόνων
[l. 10] ἀβασανίστως πιστεύουσιν ἅπασι τοῖς συγγράμμασιν, εἴθ’
[l. 11] ὁμοδόξων εἴτε καὶ τῶν ἐπιτυχόντων εἴη, καὶ πολλάκις γε
[l. 12] αἰτίας ἀποδιδόναι πειρῶνται πιθανὰς κάκιστα συγκειμένων
[l. 13] φαρμάκων· καὶ τὸ τούτου θαυμασιώτερον, ὅτι μηδεμίαν
[l. 14] ἔχοντες ὧν ἐπαινοῦσι πεῖραν, ἀλλ’ ἑτέροις πεπιστευσκότες,
[l. 15] ὥσπερ τις ἔναγχος ἐπαίνους μὲν διῄει πολλοὺς καὶ μεγάλους
[l. 16] φαρμάκου ποδαγρικοῦ, μεταξὺ δ’ αὐτοῦ λέγοντος ἐπιστάντος
[l. 17] τινὸς ποδαγρικοῦ μετρίως οὕτως ἔχοντος ὡς βαδίζειν
[l. 18] δύνασθαι, καὶ ἡμῶν κελευσάντων ἐπ’ ἐκείνου πρώτου
[p. 11.433]
[l. 1] πεῖραν αὐτοῦ παρασχεῖν, ὁ μὲν ἐπέθηκε τῷ ποδὶ τὸ φάρμακον,
[l. 2] ὁ δ’ ἄνθρωπος ἄγρυπνός τε τῆς νυκτὸς ὅλης ἐγένετο
[l. 3] καὶ κατὰ τὴν ὑστεραίαν οὐ μόνον οὐ βαδίζειν ὡς
[l. 4] πρόσθεν, ἀλλ’ οὐδὲ φέρεσθαι δυνατὸς ἦν. οὕτως ἀβασανίστως
[l. 5] τε καὶ προπετῶς οἱ μὲν ἑτέροις πιστεύουσιν, οἱ δ’
[l. 6] ἑκόντες ἄλλους ἐξαπατῶσιν. εἰ δὲ καὶ πᾶσαι καλῶς εἶχον
[l. 7] αἱ συνθέσεις τῶν φαρμάκων ὧν μνημονεύουσιν, ἀλλὰ τήν
[l. 8] γε χρεῖαν τῆς θεωρίας αὐτῶν ἀνατρέπουσιν ἐξ ὧν πράττουσιν.
[l. 9] φασὶ γὰρ ἕνεκα τῆς τῶν συνθέτων φαρμάκων
[l. 10] κατασκευῆς τε καὶ χρήσεως ἐπισκέπτεσθαι τῶν ἁπλῶν τὰς
[l. 11] δυνάμεις, καὶ τούτων μάρτυρας ἐπικαλοῦνται σχεδὸν ἅπαντας
[l. 12] τοὺς παλαιοὺς, Ἐρασίστρατον, Ἡρόφιλον, Φιλότιμον, Διοκλέα,
[l. 13] Πραξαγόραν καὶ αὐτὸν Ἱπποκράτην. παραγενόμενοι δ’
[l. 14] ἐπὶ τὴν ἐξέτασιν αὐτῶν, ὡς γινώσκουσιν ἡμῖν ἤδη τὰς
[l. 15] συνθέτους δυνάμεις ἁπάσας, οὕτω διαλέγονται. καὶ πῶς
[l. 16] οὐ μάτην ζητεῖτε τὰς τῶν ἁπλῶν, εἴποι τὶς οἶμαι πρὸς
[p. 11.434]
[l. 1] αὐτοὺς, εἰ τὰς τῶν συνθέτων ἤδη γινώσκετε; εἰ γὰρ ὧν
[l. 2] ἕνεκα τὴν ζήτησιν τῶν ἁπλῶν ἐνεστήσασθε, ταύτας ἤδη
[l. 3] γινώσκετε, περιττὸν τὸ ζητεῖν ἐκείνας. εἰ καὶ τοῦτό τις
[l. 4] αὐτοῖς συγχωρήσειεν, ἀλλὰ τό γε καὶ πρόσθεν ἤδη λελεγμένον
[l. 5] οὐκ οἶδ’ ὅπως ἀνάσχοιτ’ ἄν τις, ὅταν ἐναντία τοῖς
[l. 6] ἐναργῶς φαινομένοις, ἐκ λόγων μακρῶν ἐπιχειρῶσι
[l. 7] κατασκευάζειν.
[l. 8] Ἤδη γάρ τινος εἰς τοσοῦτον ἐμπληξίας
[l. 9] ἥκοντος ἐπειράθην, ὡς καταφρονεῖν ἀξιοῦντος τῶν αἰσθήσεων.
[l. 10] ὃν εὐθὺς μὲν ἤρετό τις, εἰ τὸ λευκὸν αὐτῷ πέπερι
[l. 11] δοκοίη θερμὸν ὑπάρχειν. ὁ δ, ὡς τὸ εἰκὸς, ὡμολόγησεν, εἶτ’
[l. 12] αὖθις ἐρωτηθεὶς ὁπόθεν γινώσκεις τοῦτο; καὶ τοιοῦτον
[l. 13] φαίνεσθαι φήσας, εἰκότως ὑπὸ τῶν παρόντων κατεγελάσθη
[l. 14] μὴ συνιεὶς ὅπερ ἐφθέγγετο. τοῦτο γὰρ αὐτὸ τὸ φαίνεσθαι
[l. 15] πιστὴν αὐτῷ τὴν αἴσθησιν ἀπέφαινεν, ἧς ὀλίγον ἔμπροσθεν
[l. 16] ὡς ἀπίστου κατεγίνωσκεν. ἐπεὶ πόθεν, ὦ πρὸς θεῶν,
[l. 17] ὅτι θερμόν ἐστι τὸ πῦρ ἴσμεν, ἐκ τίνος συλλογισμοῦ μαθόντες;
[p. 11.435]
[l. 1] ἢ διὰ ποίας ἀποδείξεως πιστωσάμενοι; πόθεν δ’
[l. 2] ὅτι ψυχρὸς ὁ κρύσταλλος ἄλλοθεν ἢ ἐκ τῆς αἰσθήσεως
[l. 3] ἐμάθομεν; εἶτά τις ταύτην ἐάσας ἀναπίμπλησι τὰ βιβλία
[l. 4] προβλημάτων φυσικῶν, ἢ οὐκ ἐξ ἐκείνων ἐστὶ καὶ τὸ διὰ
[l. 5] τίνα αἰτίαν ἀναζυμοῖ τὴν γῆν τὸ ὄξος; ἔνεστι γὰρ, οἶμαι,
[l. 6] λέγειν ἡμῖν ὡς ἀγνοοῦμεν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων
[l. 7] προβλημάτων. ἢν δέ τις ἐκ προχείρου λαμβάνῃ, διότι
[l. 8] θερμὸν ἢ διότι ψυχρὸν, ἑκάτερα γὰρ λέγουσιν, εἰς ἀμφισβητουμένους
[l. 9] καὶ εἰς ἀσαφεῖς ἑαυτὸν ἐμβάλλει λόγους.
[l. 10] Ἐγὼ δὲ ἀγαπήσαιμ’ ἂν, εἰ καὶ τὰ παρακείμενα
[l. 11] τοῖς διὰ τῶν αἰσθήσεων φαινομένοις ἐξευρεῖν ἀκριβῶς
[l. 12] δυναίμην, ἀφορίζων ἐν αὐτοῖς καὶ διακρίνων τὸ καθ’ ἑαυτὸ
[l. 13] τοῦ κατὰ συμβεβηκὸς, οἷον αὐτίκα θέρους ὥρᾳ πιόντες ὀξύκρατον
[l. 14] ἔνιοι, σαφῶς ἐμψύχονταί τε καὶ ἄδιψοι διατελοῦσιν,
[l. 15] ἀλλ’ οὔπω δῆλον εἰ διὰ τὸ ὄξος, ὀλίγον γὰρ πολλῷ τῷ ὕδατι
[l. 16] κεραννύντες αὐτὸ καὶ οὐδὲ θερμὸν, ἀλλὰ ψυχρὸν ὡς ἔνι
[l. 17] μάλιστα προσφέρονται. τάχα οὖν τις φαίη, διότι βραδύτερόν
[l. 18] ἐστι τὸ ὕδωρ καὶ πλεῖστον χρόνον ἐν τοῖς ὑποχονδρίοις διαμένει,
[p. 11.436]
[l. 1] μήθ’ ὑποβιβαζόμενον μήτ’ ἀναδιδόμενον, διὰ τοῦτο
[l. 2] αὐτῷ μίγνυσθαι τὸ ὄξος, οἷον ὄχημά τι τῆς πάντη φορᾶς
[l. 3] γενησόμενον. οὕτω δὲ κᾂν μετ’ οἴνου ποθῇ τὸ ὕδωρ, ἀδιψότερον
[l. 4] ὑπάρχειν ἤπερ καθ’ αὑτὸ, ποδηγοῦντος αὐτὸ πρὸς
[l. 5] τὴν ἀνάδοσιν τοῦ οἴνου. τὴν μὲν οὖν ἔμψυξίν τε καὶ τὴν
[l. 6] τοῦ δίψους ἴασιν ἐπὶ τῷ ὕδατι γίγνεσθαι, ψυχρῷ καὶ ὑγρῷ
[l. 7] τὴν φύσιν ὑπάρχοντι. βοήθημα δ’ αὐτὸ καὶ οἷον πτέρωμα
[l. 8] τῆς εἰς πάντα τὰ μόρια τοῦ ζώου φορᾶς, τὸν
[l. 9] οἶνόν τε γίγνεσθαι καὶ ὄξος, οὐκ αὐτὰ ψύχοντά τε καὶ
[l. 10] ὑγραίνοντα. μόνα γὰρ ἂν οὕτω γε δίδοσθαι μᾶλλον ἢ
[l. 11] μετὰ ὕδατος, ὅτι ῥᾳδίως ὑπὸ λεπτότητος ἀναδίδοται καὶ
[l. 12] ἀποχωρεῖ τῶν ὑποχονδρίων. ἐπεὶ δὲ ἅπαξ εἰς τοῦτον ἀφικόμεθα
[l. 13] τὸν λόγον, οὐ χεῖρον ἀκριβῶς ἅπαντα διελθεῖν
[l. 14] αὐτόν. ὅτι μὲν γὰρ ἐγχωρεῖ καὶ ποδηγεῖν τῷ ὕδατι τὸ
[l. 15] ὄξος, οὐκ ἐμψύχειν αὐτὸ καὶ μὴ ποδηγεῖν μόνον, ἀλλὰ καὶ
[l. 16] ψύχειν, ἄντικρυς δῆλον. ὁπότερον δ’ ἀληθές ἐστιν ἐπισκέψεως
[l. 17] δεῖται. διορισθείη δ’ αὐτό γε τοιοῦτον, εἰ δοίη μέν
[p. 11.437]
[l. 1] τινι καὶ οἶνον καὶ ὄξος, ἑκάτερον ἰδίᾳ καθ’ αὑτό. φαίνεται
[l. 2] γὰρ ἐπὶ μὲν τῷ οἴνῳ διψωδέστερος ἀεὶ γιγνόμενος ὁ
[l. 3] ἄνθρωπος, ἐπὶ δὲ τῇ τοῦ ὄξους πόσει ποτὲ μὲν διψωδέστερός
[l. 4] ἐστιν, ποτὲ δὲ ἀδιψότερος,
[l. 5] ὅτι καὶ τὸ δίψος αὐτὸ διττῶς γίνεται,
[l. 6] τὸ μὲν ὑγρότητος ἐνδείᾳ, τὸ δὲ πλεονεξίᾳ θερμότητος· ὥστ’
[l. 7] οὐδὲν θαυμαστὸν εἰ τὸ μὲν πρότερον οὐκ ἰᾶται, θάτερον δ’
[l. 8] ἰᾶται. ὑγραίνειν μὲν γὰρ 13.23. οὐ δύναται, ψύχει δὲ οὐκ
[l. 9] ἀγεννῶς. οὔκουν οὔτε τὴν ἐπὶ ξηρᾷ διαθέσει δίψαν οὔτε τὴν
[l. 10] ἐπὶ θερμῇ καὶ ξηρᾷ δύναιτ’ ἄν ποτε ἰᾶσθαι πινόμενον ὄξος.
[l. 11] εἰ δὲ συνδράμῃ ποτὲ εἰς ταυτὸν ὑγρότης θερμότητι, τῆς
[l. 12] τοιαύτης δίψης ἄριστον ἴαμα τὸ ὄξος ἔσται. σπανία δὴ
[l. 13] τοιαύτη διάθεσις, ἐν ὑδρωπικαῖς ἐνίοτε παρεγχύσεσιν γι
[l. 14] 2.14. γνομένη, πλήθους ὑγροῦ ἁλμώδους ἠθροισμένου κατὰ τὴν
[l. 15] γαστέρα καὶ ὅσοις ἁλμυρὸν φλέγμα κατ’ αὐτὴν ἐμπέπλασται.
[l. 16] τοῖς δ’ ἄλλως διψώδεσιν ἔν τε καύσοις πυρετοῖς καὶ τοῖς
[l. 17] περικαέσιν ἅπασιν καὶ τοῖς ἐν θέρει καὶ θάλπει σφοδρῷ
[p. 11.438]
[l. 1] σύνθετος ἡ διάθεσίς ἐστιν ἐκ θερμότητός τε καὶ ξηρότητος,
[l. 2] ὥστ’ εἰκότως αὐτοῖς ἐστι σύνθετον καὶ τὸ ἴαμα, τὸ μὲν ὄξος
[l. 3] οὐκ ἀγεννῶς γε ψῦχον καὶ πάντη ῥᾳδίως διϊὸν, τὸ ὕδωρ δὲ
[l. 4] πρὸς τῷ ψύχειν ἔτι καὶ ὑγρότατον ἁπάντων ὑπάρχον· οὐδὲν
[l. 5] γάρ ἐστιν ὑγρότερον ὕδατος.
[l. 6] Ὥσπερ οὖν οὐκ ἀσφαλής ἐστιν ὁ πόῤῥω
[l. 7] τῆς αἰσθήσεως τοῦ δοκιμαζομένου φαρμάκου συλλογισμὸς,
[l. 8] οὕτως οὐδ’ ἡ τοῦ μιχθέντος ἑτέρῳ χρῆσις. αὐτὸ γὰρ χρὴ
[l. 9] καθ’ αὑτὸ μόνον ἐξετάζεσθαι τὸ κρινόμενον ἐπὶ τε τῶν
[l. 10] ὑγιαινόντων σωμάτων εὐκράτων τε καὶ δυσκράτων ἐπί τε
[l. 11] τῶν νοσούντων. εὐκράτων μὲν οὖν, ὥσπερ καὶ πρόσθεν
[l. 12] εἴρηται· δυσκράτων δὲ, ὥσπερ Ἱπποκράτης ἔλεγε, πικροχόλοις
[l. 13] μὲν φύσεσιν χρηστότατον ὑπάρχει ὄξος, ἐναντιώτατον
[l. 14] δ’ εἶναι μελαγχολικοῖς τὴν κρᾶσιν. ἐπὶ δ’ αὖ τῶν νοσούντων,
[l. 15] εἰ ἁπλοῦν ἐξ ἁπλῆς ἐξετάζοιτο διαθέσεως. εἰ δὲ καὶ
[l. 16] μίγνυτό ποτε μετ’ ἄλλου, χρὴ τὸ μιγνύμενον αὐτῷ μέσον
[l. 17] εἶναι τὴν κρᾶσιν, ὡς ἐφ’ ὕδατός τε καὶ κηρωτῆς ὁ πρόσθεν
[p. 11.439]
[l. 1] λόγος ἀπέδειξεν. εὐλόγως γὰρ, οἶμαι, τὸ τῷ μηδετέρῳ
[l. 2] τῶν ἄκρων κατὰ τὴν κρᾶσιν, ἀλλ’ ὡς οἷόν τε μέσῳ
[l. 3] συμπεπλεγμένον αὐτὸ, τῶν ἀποτελουμένων αἴτιον γίγνεσθαι.
[l. 4] τῇ γοῦν ἁπλῇ κηρωτῇ μήτε θερμαινούσῃ μήτε ψυχούσῃ
[l. 5] τὸ ψυχρὸν ὕδωρ μιχθὲν ἔψυξεν ὅτι ψυχρὸν ἦν τῇ
[l. 6] κράσει. εἰ δέ γε τῶν θερμαινόντων ἔμιξάς τι τῇ τοιαύτῃ
[l. 7] κηρωτῇ, θερμαῖνον ἄν σοι τὸ φάρμακον ἐγένετο, καθάπερ
[l. 8] πολλάκις εὐφόρβιον, ἢ καστόριον ἐπεμίξαμεν ἐπὶ πολλῶν
[l. 9] διαθέσεων. οὕτως οὖν, εἴπερ ὄξος ἀναμίξαις ἀκριβῶς ἁπλῇ
[l. 10] κηρωτῇ, ψυχρότερον ἐργάσῃ πολλῷ τῆς κηρωτῆς τὸ φάρμακον,
[l. 11] ὡς ἂν ψυχροῦ τοῦ μιχθέντος ὑπάρχοντος. καί σοι
[l. 12] τοῦτο πρὸς ἐρυσιπέλατα καὶ φλεγμονὰς ἕρπητάς τε καὶ
[l. 13] ἄνθρακας ἀγαθὸν ἔσται φάρμακον· εἰ δέ γε τὸ μικτὸν ὡς
[l. 14] ἁπλοῦν ἐξετάζοις, καὶ γὰρ αὖ καὶ τοῦτο ποιοῦσιν, ἁμαρτήσεις
[l. 15] τὰ μέγιστα. κολλητικὸν γὰρ ἑλκῶν οὐκ ὄξος χρὴ
[l. 16] λέγειν, ἀλλ’ ὀξύκρατον, ἕτερόν τι παρὰ πολὺ τὴν φύσιν
[p. 11.440]
[l. 1] ὄξους ὑπάρχον. ὥσπερ γὰρ οὐδὲ σαρκωτικὸν ἑλκῶν ἰὸς,
[l. 2] ἀλλ’ ἡ κηρωτὴ προσλαβοῦσα βραχὺ μόριον ἰοῦ, κατὰ τὸν
[l. 3] αὐτὸν τρόπον οὐδ’ ὄξος κολλητικὸν, ἀλλ’ ὕδωρ ὄξους ἐλάχιστον
[l. 4] προσλαβὸν, αὐτὸ δὲ καθ’ ἑαυτὸ μόνον καὶ ψιλὸν
[l. 5] ὄξος ἱκανῶς παροξύνει τὰ κολλήσεως δεόμενα τῶν ἑλκῶν,
[l. 6] ὡς ἂν τῇ λεπτομερείᾳ διαβρωτικόν τε καὶ ὀδυνηρὸν ὑπάρχον.
[l. 7] οὔτ’ οὖν τὰ τοιαῦτα δεόντως λέγουσιν οὔθ’ ὅταν
[l. 8] ἀγνώστοις ἄγνωστα συνάπτωσιν.
[l. 9] 13.24. Οὐδὲν γὰρ ἀποδείξαντες ἰδίᾳ περὶ
[l. 10] τῶν κολληθησομένων, ἢ σαρκωθησομένων, ἢ ἐπουλωθησομένων
[l. 11] ἑλκῶν ἐξ ἐπαγωγῆς συλλογίζονται, τὰ στύφοντα πάντα
[l. 12] φάσκοντες ἑλκῶν εἶναι κολλητικά. χρὴ δ’ οὐκ ἐξ ἐπαγωγῆς,
[l. 13] ἀλλὰ δι’ ἀποδείξεως ἐν τῷ καθόλου τὰ τοιαῦτα λαμβάνεσθαι,
[l. 14] καθάπερ ἡμεῖς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου ποιήσομεν
[l. 15] ὑπομνήμασιν, ἀλλ’ ἁπλῶς γε οὕτως ῥηθὲν ὁτιοῦν τῶν τοιούτων
[l. 16] οὐ μόνον ἀναπόδεικτον, ἀλλὰ καὶ ψεῦδός ἐστιν. οὔτε
[l. 17] γὰρ χαλκῖτις, οὔτε κηκὶς, οὔτε αὐτὰ τὰ λέμματα τῶν ῥοιῶν,
[p. 11.441]
[l. 1] οὔτε ὀμφάκιον, οὔτε στυπτηρία, πολὺ δὲ μᾶλλον οὔτε χαλκὸς
[l. 2] κεκαυμένος, οὔτε λεπὶς, οὔτε μίσυ κολλᾷν ἕλκη πέφυκεν,
[l. 3] ἕτερά τε μυρία τῶν στυφόντων ἐστὶν ἀδύνατα κολλᾷν. εἰ
[l. 4] δ’ ἄρα καὶ μὴ τοῦτό τις, ἀλλὰ τὰ κολλητικὰ πάντα στυπτικὰ
[l. 5] λέγοι, δειχθήσεται κᾀνταῦθα πολλὰ κολλῶντα χωρὶς
[l. 6] τοῦ στύφειν. οὐδέτερος οὖν ἀληθὴς λόγος ἁπλῶς καὶ
[l. 7] ἀδιορίστως λεχθεὶς, οὔθ’ ὅταν ἅπαντα φάσκωσι τὰ στύφοντα
[l. 8] κολλᾷν ἕλκος, οὔθ’ ὅταν πάντα τὰ κολλώμενα διὰ
[l. 9] τῶν στυφόντων κολλᾶσθαι. πολὺ δὲ δὴ καὶ τούτων ἔτι
[l. 10] μᾶλλον ἄτοπά τε καὶ ψεύδη λέγουσιν ἤδη καὶ περὶ τὴν
[l. 11] αἴσθησιν, ὅταν καὶ τὰ δακνώδη καὶ τὰ δριμέα καὶ τὰ
[l. 12] πικρὰ καὶ τὰ ἁλυκὰ καὶ πρὸς τούτοις ἔτι τὰ μαλακώτατα
[l. 13] καὶ ἥδιστα ταῖς ποιότησι στύφειν λέγουσιν, ὥσπερ οὐ τῆς
[l. 14] γεύσεως αἰσθητὸν τὸ στῦφον ὑπάρχον, ἀλλ’ ἐκ τῆς ἐκείνων
[l. 15] νομοθεσίας λαμβανόμενον. ἡ μὲν γὰρ ῥοιὰ καὶ τὸ μῆλον,
[l. 16] εἰ τύχοι, καὶ τὸ μέσπιλον, ἀπίων τέ τινα γένη καὶ μύρτα
[l. 17] καὶ οὖα καὶ οἶνος Ἀμυναῖος καὶ Μαρσὸς ἐναργῶς ἡμᾶς
[l. 18] στύφει. πυροὶ δὲ καὶ ζειαὶ καὶ κέγχροι Ἡρόδοτον μὲν
[p. 11.442]
[l. 1] ἴσως ἔστυφον, τῶν δ’ ἄλλων ἀνθρώπων οὐδένα. μυρίων
[l. 2] γὰρ ἐπυθόμην ἐγὼ καὶ περὶ τούτων καὶ πολὺ μᾶλλον ἔτι
[l. 3] περὶ ἀμύλου, καὶ γὰρ καὶ τοῦτο στύφειν Ἡρόδοτός φησιν,
[l. 4] ὥσπερ οὖν καὶ τὸ πέπερι, στῦφον μηδ’ αὐτὸ μηδένα τῶν
[l. 5] ἄλλων ἀνθρώπων, ὅσοι καθαρῶς καὶ ἀδεκάστως ἐξετάζουσιν
[l. 6] τὰς ποιότητας. ἀλλ’ Ἡρόδοτος μὲν συνέχεεν εἰς ταὐτὸν
[l. 7] ἅπαντα, καὶ τὰ δριμύτατα ταῖς δυνάμεσιν καὶ τὰ ἄκρως διαβρωτικὰ
[l. 8] καὶ τὰ μαλακώτατα καὶ τὰ προσηνέστατα. πάντα
[l. 9] στύφειν ἔφησεν, ὡς ἐν τῷ καταψεύσασθαί τισι τῆς αἰσθήσεως
[l. 10] τὸ τοῦ νικᾷν ὑπάρχοντος. ἀλλ’ οὐκ αὐτὸ δή τοῦτο μέγιστον
[l. 11] δεῖγμα τῆς τῶν λόγων αὐτοῦ μοχθηρίας ἐσόμενον.
[l. 12] Ὥσπερ δὲ ὑπερβάλλεσθαι βουλόμενος αὐτὸν
[l. 13] τοῖς κατὰ τῶν αἰσθήσεων ψεύσμασιν ὁ Ἀσκληπιάδης
[l. 14] Μητρόδωρος, ἄλλά τε καὶ ῥητίνην καὶ ἄσφαλτον οὐχ ὁμολογεῖ
[l. 15] θερμαίνειν ἡμᾶς, ἅπαντά τε τὰ στύφοντα καὶ ψύχειν
[l. 16] φησὶν, εἰ καὶ μηδενὸς ἄλλου χαλκίτεώς τε καὶ χαλκάνθης καὶ
[l. 17] μίσυος ἱκανῶς μὲν στυφόντων, εἰς τοσοῦτον δ’ ἡκόντων δ’ ἡκόντων θερμότητος,
[l. 18] ὥστε καίειν ἡμᾶς. οὔκουν ἔτι θαυμαστὸν οὐδὲν εἰ
[p. 11.443]
[l. 1] ληροῦσί τε πολλὰ καὶ παραλογίζονται σφᾶς αὐτοὺς οἱ ἄνθρωποι,
[l. 2] μηδὲ περὶ τῶν ἐναργῶς φαινομένων ὁμολογῆσαι τἀληθὲς
[l. 3] τολμῶντες.
[l. 4] Εἶτά τινες ἐξ αὐτῶν, ὥσπερ Ἡρόδοτος
[l. 5] καὶ Διοσκουρίδης, ἐκ τοῦ φάρμακα ἄττα διαῤῥοίας τε καὶ
[l. 6] δυσεντερίας ὠφελεῖν συλλογίζονται στύφειν αὐτὰ, καίτοι μηδ’
[l. 7] ἐλαχίστης μετέχοντα στύψεως, ἀλλ’ αὐτὸ τοὐναντίον ἀραιότερα
[l. 8] τε καὶ χαλαστικὰ ταῖς δυνάμεσιν ὑπάρχοντα τῶν στυφόντων,
[l. 9] συναγαγόντων τε καὶ πιλούντων καὶ πυκνούντων
[l. 10] καὶ σφιγγόντων τὰ σώματα. καταφρονήσαντες γὰρ ἅπαξ τῆς
[l. 11] αἰσθήσεως ἀνέτρεψαν ἅπαντα καὶ συνέχεαν ἃ σαφῶς ἐστιν
[l. 12] αἰσθήσει διαγνῶναι, ταῦτα μοχθηρῷ λόγῳ πιστούμενοι. τὸ
[l. 13] γοῦν αἴγειον στέαρ ἐναντιώτατόν ἐστιν τοῖς στύφουσιν
[l. 14] ἅπασι καὶ γεύσει καὶ δυνάμει, καθάπερ καὶ τὸ τῶν πυρῶν
[l. 15] ἄλευρον, ἄμυλόν τε καὶ ἄλλα μυρία τῶν ἐμπλασάντων τε καὶ
[l. 16] παρηγορούντων καὶ δριμύτητας ἀμβλυνόντων καὶ ταύτῃ τοῖς
[l. 17] δακνώδη τε καὶ δριμέα διαχωροῦσιν ἀρηγόντων. καὶ εἰ διὰ
[l. 18] ταῦτα στύφει, ἔστω δὴ καὶ τὸ ἔλαιον ἡμῖν τῶν στυφόντων,
[p. 11.444]
[l. 1] ὅτι δὴ καὶ πολλάκις ὠφέλησεν τοὺς σφοδρῶς δακνομένους
[l. 2] ἐνεθέν. ἔσται δὲ καὶ κηρὸς καὶ στέαρ χοίρειον, ὀρνίθειόν
[l. 3] τε καὶ χήνειον καὶ χόνδρου καὶ τράγου χυλός. ἐνίεμεν γὰρ
[l. 4] καὶ ταῦτα καὶ κηρωτὴν ἐνίοτε τοῖς δακνομένοις ἰσχυρῶς,
[l. 5] ὥσπερ καὶ τὸ αἴγειον στέαρ. ἐναργεστέραν δὲ τὴν ὠφέλειαν
[l. 6] τὸ αἴγειον ἐπιδείκνυται τῷ ῥᾳδίως πήγνυσθαι ἐπαλείφεσθαί
[l. 7] τε τοῖς ἐντέροις καὶ περιμένειν ἐπὶ πλεῖστον. εἴτε
[l. 8] δὲ διὰ πάχος, εἴτε δι’ 2.15. ἄλλην τινὰ αἰτίαν πήγνυται
[l. 9] ταχέως, οὐδὲν δέομαι τάδε νῦν ζητεῖν ἐναργῶς φαινομένου
[l. 10] τοῦ πράγματος. ἀλλ’ ὥσπερ ὅτι καὶ πήγνυται τάχιστα
[l. 11] καὶ τὰς δήξεις τῶν ἐντέρων ἀμβλύνει, τῷ φαίνεσθαι πιστότερόν
[l. 12] ἐστιν, οὕτω δὴ καὶ ὅτι μηδεμιᾶς αὐτῷ μέτεστι
[l. 13] ψύξεως ἢ στύψεως. οὗτοι μὲν οὖν ἐξ ἀδήλων ὑπὲρ τῶν
[l. 14] φαινομένων συλλογίζονται. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς
[l. 15] εἰπεῖν, παραλογίζονται σφᾶς αὐτοὺς, ἡμᾶς δὲ τοσῷδε μᾶλλον
[l. 16] ἐπὶ τὴν αἴσθησιν ἀνέρχεσθαι προσῆκεν, ἐπιμελῶς τε
[l. 17] προσέχειν αὐτῇ διὰ παντὸς, ὅσῳ καὶ μᾶλλον οὐκ ὀλίγα
[l. 18] καταψεύδονται πάντες αὐτῆς οἱ σοφισταί. πάλιν οὖν ἀναμνήσαντες
[p. 11.445]
[l. 1] αὐτοὺς, ὅτι ἃ τοῖς μὲν ἰδιώταις ἐστὶ δῆλα καὶ
[l. 2] τούτοις ἦν, ὅτ’ οὔπω διὰ φιλονεικίαν ὑπερεφρόνουν τῶν
[l. 3] αἰσθήσεων, ὕστερον δ’ ἀπώλετο διὰ περιττὴν σοφίαν, ἐπὶ τὸ
[l. 4] συνεχὲς τοῦ λόγου μεταβήσομαι.
[l. 5] Ἑκάστη τις φύσις τῶν αἰσθητῶν ἰδίᾳ
[l. 6] ὑποβέβληται· θερμότης μὲν καὶ ψυχρότης καὶ σκληρότης καὶ
[l. 7] μαλακότης ἁφῇ, λευκότης δὲ καὶ μελανότης καὶ ξανθότης,
[l. 8] ἐρυθρότης τε καὶ συλλήβδην εἰπεῖν ἅπαν τὸ τῶν χρωμάτων
[l. 9] γένος ὄψει, πικρότης τε καὶ γλυκύτης, αὐστηρότης τε καὶ
[l. 10] στρυφνότης, ὀξύτης τε καὶ ἁλυκότης καὶ δριμύτης, γεύσει καὶ
[l. 11] μαίνεσθαι δόξει σαφῶς, εἴ τις ἤ τὰς χροιὰς τῇ γεύσει κρίνειν
[l. 12] ἐπιχειρήσειεν, ἢ τοὺς χυμοὺς τῇ ὄψει. κατὰ ταὐτὰ δὲ καὶ
[l. 13] περὶ τῆς ἁφῆς χρὴ γινώσκειν καὶ περὶ τῶν ἄλλων αἰσθήσεων,
[l. 14] ὡς τὰς μὲν ἁπτὰς διαφορὰς ἁφῇ κριτέον ἐστὶ, τὰς δ’ ἀκουστὰς
[l. 15] ἀκοῇ, τὰς δ’ ἐν ἀτμοῖς ὀσφρήσει. τούτων οὖν οὕτως
[l. 16] ἐχόντων ἀκούσωμεν εἰ βούλεσθε καὶ Πλάτωνος ὑπὲρ τῶν
[l. 17] γευστῶν διαφορῶν ἐξηγουμένου. χρὴ δὲ οὐ τῇ φυσιολογίᾳ
[l. 18] προσέχειν αὐτοῦ τὸν νοῦν. οὐ γὰρ ἂν ἐν καιρῷ μοι νῦν εἴη
[p. 11.446]
[l. 1] μνημονεύειν αὐτῆς, 13.26. οὐδ’ εἰς τοῦτο καλῶ μάρτυρα τὸν
[l. 2] ἄνδρα, μόνον δ’ ὑπὲρ τοῦ δεῖξαι κατὰ τίνος πράγματος ἕκαστον
[l. 3] τῶν ὀνομάτων ἔθος ἐστὶν ἐπιφέρειν τοῖς Ἕλλησιν. ἄκουε
[l. 4] τοίνυν τοῦ Πλάτωνος λέγοντος· ὅσα μὲν γὰρ εἰσιόντα περὶ
[l. 5] τὰ φλεβία, οἷόν περ δοκίμια τῆς γλώττης, τεταμένα δ’ ἐπὶ
[l. 6] τὴν καρδίαν εἰς τὰ νοτερὰ τῆς σαρκὸς καὶ ἁπαλὰ ἐμπίπτοντα
[l. 7] γήϊνά τινα μέρη κατατηκόμενα ξυνάγει τὰ φλεβία καὶ ἀποξηραίνει,
[l. 8] τραχύτερα μὲν ὄντα στρυφνὰ, ἧττον δὲ τραχύνοντα
[l. 9] αὐστηρὰ λέγεται. τὰ δὲ τούτων ῥυπτικὰ καὶ πᾶν τὸ
[l. 10] περὶ τὴν γλῶτταν ἀποπλύνοντα πέραν μὲν τοῦ μετρίου
[l. 11] τοῦτο δρῶντα καὶ προσεπιλαμβανόμενα, ὥστε ἀποτήκειν
[l. 12] αὐτῆς τι τῆς φύσεως, οἷον ἡ τῶν νίτρων δύναμις, πικρὰ πάνθ’
[l. 13] οὕτως ὠνόμασται. τὰ δὲ ὑποδεέστερα τῆς νιτρώδους ἕξεως,
[l. 14] ἐπὶ τὸ μέτριόν τε τῇ ῥύψει χρώμενα, ἁλυκὰ ἄνευ πικρότητος
[l. 15] τραχείας καὶ φίλα μᾶλλον ἡμῖν φαντάζεται. τὰ δὲ τῇ τοῦ
[l. 16] στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα ὑπ’ αὐτοῦ
[l. 17] συνεκπυρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμῆναν,
[l. 18] φερόμενά τε καὶ ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τῆς κεφαλῆς
[p. 11.447]
[l. 1] αἰσθήσεις, τέμνοντά τε πάνθ’ ὁπόσα ἂν προσπίπτῃ διὰ ταύτας
[l. 2] τὰς δυνάμεις, δριμέα πάντα τὰ τοιαῦτα ἐλέχθη. τῶν δὲ
[l. 3] αὐτῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς
[l. 4] στενὰς φλέβας ἐνδυομένων καὶ ἐνοῦσιν αὐτόθι μέρεσι γεώδεσιν
[l. 5] καὶ ὅσα ἀέρος συμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ
[l. 6] ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε καὶ εἰς
[l. 7] ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι περιτεινόμενα
[l. 8] τοῖς εἰσιοῦσιν, ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης
[l. 9] ποτὲ μὲν γεώδους, ποτὲ δὲ καὶ καθαρᾶς, νοτερὰ ἀγγεῖα ἀέρος
[l. 10] ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι καὶ τὰ μὲν τῆς καθαρᾶς
[l. 11] εἰς διαφανεῖς περιστῆναι, κληθείσας ὄνομα πομφόλυγας, τὰ
[l. 12] δὲ τῆς γεώδους, ὁμοῦ κινουμένης τε καὶ αἰρομένης, ζέσιν τε
[l. 13] καὶ ζύμωσιν ἐπίκλην λεχθῆναι. τὸ τούτων αἴτιον τῶν παθημάτων
[l. 14] ὀξὺ προσρηθῆναι. ξύμπασι δὲ τοῖς περὶ ταῦτα εἰρημένοις
[l. 15] πάθος ἐναντίον ἀπ’ ἐναντίας ἐστὶ προφάσεως, ὁπόταν
[l. 16] ἡ τῶν εἰσιόντων ξύστασις ἐν ὑγροῖς, οἰκεία τῇ τῆς
[l. 17] γλώττης ἕξει πεφυκυῖα, λεαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυνθέντα,
[l. 18] τὰ δὲ παρὰ φύσιν συνεστῶτα ἢ κεχυμένα, τὰ μὲν
[p. 11.448]
[l. 1] συνάγῃ, τὰ δὲ χαλῇ καὶ πάνθ’ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν,
[l. 2] ἡδὺ καὶ προσφιλὲς παντὶ πᾶν τὸ τοιοῦτον ἴαμα τῶν
[l. 3] βιαίων παθημάτων γιγνόμενον, κέκληται γλυκύ. διὰ ταύτης
[l. 4] ἁπάσης τῆς ῥήσεως ὁ Πλάτων ἐξηγήσατο τίνα μὲν ἔθος
[l. 5] ἐστὶν ὀνομάζειν αὐστηρὰ, τίνα δὲ στρυφνὰ, καὶ τίνα μὲν
[l. 6] ἁλυκὰ καὶ νιτρώδη, τίνα δὲ πικρὰ, καὶ τίνα μὲν δριμέα, τίνα
[l. 7] δὲ ὀξέα, τίνα δὲ γλυκέα. τὸ δὲ πρὸς ἡμῶν στῦφον αὐστηρὸν
[l. 8] δηλονότι προσαγορεύων, οὕτω γὰρ ὠνομάζετο παρὰ τοῖς
[l. 9] παλαιοῖς Ἕλλησιν. οὐ μὴν εἰς ταὐτόν γε συγχεῖ πάντα, καθάπερ
[l. 10] οὗτοι, καὶ τὸ πέπερι στύφειν φάσκοντες ἐκ τῆς τῶν δριμέων
[l. 11] φύσεως ὑπάρχον καὶ τὸ ὄξος ἐκ τῆς τῶν ὀξέων, οὐκ
[l. 12] αἰδούμενοι δὲ καὶ τῶν γλυκυτάτων ἔνια τοῖς στύφουσι προσνέμειν.
[l. 13] ἅτ’ οὖν ἁπάντων αὐτοῖς συγκεχυμένων, εὐθὺς κατ’
[l. 14] ἀρχὰς οὐδὲ δυνάμεις εὑρεθῆναι δύνανται. πάσης γὰρ εὑρέσεώς
[l. 15] τε καὶ ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ
[l. 16] νόησίν ἐστιν ἐναργῆ. ταράττουσι δὲ οὗτοι ταῦτα ἀμφότερα
[l. 17] καὶ συγχέουσιν εἰς ταὐτὸν ἅπαντα, τά τε τῶν αἰσθήσεων
[l. 18] ἔργα τε καὶ πάθη καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῆς νοήσεως,
[p. 11.449]
[l. 1] ἅτε μὴ γεγυμνασμένα κατὰ λογικὴν θεωρίαν, ὥστ’ ἔργον εἶναι
[l. 2] φυλάξασθαι τὴν ἀδολεσχίαν αὐτῶν καὶ μὴ συναπολαῦσαί τι
[l. 3] τῆς αὐτῶν οὕτω πολλῆς καὶ ματαίας φλυαρίας ἔργον δ’ οὐ
[l. 4] σμικρὸν καὶ τὸ μεταδιδάξαι καὶ μεταλλάξαι τοὺς διεστραμμένους
[l. 5] ὑπ’ αὐτῶν εἰς τοσοῦτον, ὡς καταφρονεῖν τε τῶν αἰσθήσεων,
[l. 6] ἀγυμνάστους τε κατὰ λογικὴν εἶναι θεωρίαν, ἀνηκόους
[l. 7] δὲ καὶ τῶν περὶ φύσεως λογισμῶν, οὓς οἱ φιλόσοφοι διασκέπτονται.
[l. 8] 13.27. πάντως γὰρ ἄν που τό γε τοσοῦτον ἐπεγίνωσκον,
[l. 9] ὧς δεδιέναι χρὴ καὶ φυλάττεσθαι τὰς ἐν αὐτοῖς ἀπορίας
[l. 10] καὶ ταῖς αἰσθήσεσιν ἐπιτρέπειν μᾶλλον ἢ λόγοις κιβδήλοις
[l. 11] ὑπὲρ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως.
[l. 12] Ἀλλὰ τοὺς μὲν τοιούτους οὐκ ἐγχωρεῖ
[l. 13] μεταδιδάξαι· τῶν δ’ ἄλλων ἕνεκα τῶν ὠφεληθῆναι δυναμένων
[l. 14] ἀναληπτέον ἐστὶν καὶ διοριστέον ἀκριβῶς τὸν περὶ τῶν
[l. 15] ἰδίων τῆς γλώττης αἰσθητῶν λόγον. ὀνομάζεται μὲν οὖν ὑπὸ
[l. 16] τῶν περὶ Θεόφραστόν τε καὶ Ἀριστοτέλην καὶ Μνησίθεον
[l. 17] τὸν ἰατρὸν ἡ γευστὴ δύναμις χυμὸς, ἀπὸ τοῦ μ στοιχείου τῆς
[p. 11.450]
[l. 1] δευτέρας συλλαβῆς ἀρχομένης. ἡ δ’ ἐξ ὑγροῦ καὶ ξηροῦ
[l. 2] σύστασις ὑπὸ θερμότητος πεφθέντων χυλὸς, ἀπὸ τοῦ λ
[l. 3] τῆς δευτέρας ἀρχομένης συλλαβῆς. παρὰ μέντοι τοῖς παλαιοτέροις
[l. 4] αὐτῶν οὐκ Ἀττικοῖς μόνον, ἀλλὰ καὶ Ἴωσιν ἑκάτερα
[l. 5] διὰ τοῦ μ γέγραπται. καὶ γὰρ καὶ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ
[l. 6] καὶ παρ’ Ἱπποκράτει καὶ παρὰ τοῖς παλαιοῖς κωμικοῖς
[l. 7] οὕτως εὑρίσκεται. λελέχθω δ’ ἔν γε τῷ παρόντι λόγῳ πρὸς
[l. 8] ἡμῶν ἕνεκα σαφοῦς διδασκαλίας ἡ μὲν γευστὴ δύναμις, ἢ
[l. 9] ποιότης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, διὰ τοῦ μ στοιχείου
[l. 10] χυμὸς, ἡ δ’ ἔν τε τοῖς ζώοις καὶ φυτοῖς ὑγρότης πεπαχυσμένη
[l. 11] χυλὸς, ἀπὸ τοῦ λ τῆς δευτέρας ἀρχομένης συλλαβῆς.
[l. 12] ἰστέον οὖν ὡς οἱ μὲν καθ’ ἕκαστον φυτόν τε καὶ ζῶον, ἤδη
[l. 13] δὲ καὶ οἱ κατὰ τὴν γῆν εὑρισκόμενοι χυμοὶ πάμπολλοί τινές
[l. 14] εἰσι καὶ οὐκ εὐαρίθμητοι ταῖς ἰδέαις. αἱ δ’ ἐν αὐτοῖς γευσταὶ
[l. 15] διαφοραὶ τοῖς μὲν ὀκτὼ τὸν ἀριθμὸν ἔδοξαν εἶναι, τοῖς δὲ
[l. 16] ἑπτὰ, τοῖς δὲ καὶ 2.16. τούτων ἐλάττους. ὁ μὲν οὖν Πλάτων ἐν
[l. 17] Τιμαίῳ διὰ τῆς προγεγραμμένης ῥήσεως πρῶτον μὲν δυοῖν
[l. 18] μέμνηται χυμῶν ὁμοειδῶν μὲν, ἀλλὰ τῷ μᾶλλόν τε καὶ ἧττον
[p. 11.451]
[l. 1] διαφερόντων. ὀνομάζει δ’ αὐτῶν τὸν μὲν αὐστηρὸν, τὸν δὲ
[l. 2] στρυφνόν. εἴη δ’ ἂν ὁ μὲν αὐστηρὸς κατὰ τὸν ὑφ’ ἡμῶν
[l. 3] στύφοντα προσαγορευόμενος, ὁ δὲ στρυφνὸς ἐπιτάσει τούτου
[l. 4] γιγνόμενος, ὥσπερ οὖν καὶ αὐτὸς ὁ Πλάτων ἐδήλωσεν. τούτους
[l. 5] μὲν οὖν ὡς ἓν εἶδος ἀριθμητέον· ἕτερον δὲ τὸ τῶν
[l. 6] ἀντικειμένων αὐτοῖς τῶν νιτρωδῶν τε καὶ ἁλυκῶν καὶ πικρῶν.
[l. 7] ἔστι δὲ κᾀν τούτοις ὁ μὲν πικρὸς ἐξ ἐπιτάσεως τοῦ νιτρώδους
[l. 8] γενόμενος, ὁ δὲ ἁλυκὸς ἤτοι τοῦ νιτρώδους ἀσθενέστερος,
[l. 9] ἢ καὶ στύψεώς τι προσλαμβάνων. ἑξῆς δὲ ὑπὸ Πλάτωνος
[l. 10] μὲν ὁ δριμὺς εἴρηται καὶ μετ’ αὐτὸν ὁ ὀξὺς καὶ τελευταῖος ὁ
[l. 11] γλυκύς. ὑπὸ Θεοφράστου δὲ καὶ ὁ λιπαρὸς πρόσκειται, παραλελειμμένος
[l. 12] μὲν ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ περὶ τῶν τῆς
[l. 13] γλώττης ἰδίων αἰσθητῶν λόγῳ, γεγραμμένος δ’ ἐν τοῖς τῶν
[l. 14] φυτῶν χυλοῖς ἔμπροσθεν εὐθὺς, ἐν οἷς διῃρεῖτο τὸν οἰνώδη
[l. 15] τοῦ ἐλαιώδους τε καὶ μελιτώδους. ἀλλ’ ἐν ἐκείνῳ μὲν τῷ λόγῳ
[l. 16] πρὸς τοῖς τρισὶν οἷς εἴρηκα νῦν τέταρτον ἐτίθει γένος χυμοῦ
[l. 17] περιλαμβάνων ἑνὶ προσρήματι καὶ καλῶν ὀπόν. ἐν οἷς δὲ
[l. 18] ἐπὶ τὰ τῇ γεύσει αἰσθητὰ μετέβη, τοῦ μὲν γλυκέος εὐθὺς ἐν
[l. 19] αὐτοῖς ἐμνημόνευσεν. οὐδὲν γὰρ διαφέρει δήπου γλυκὺ ἢ
[p. 11.452]
[l. 1] μελιτῶδες φάναι, καθάπερ οὐδὲ λιπαρὸν ἢ ἐλαιῶδες. παραλέλοιπε
[l. 2] δὲ τὸν λιπαρὸν ὡς οὐδὲν προσήκοντα τῇ γεύσει.
[l. 3] Ἐρμηνεῦσαι μὲν ἀκριβῶς οὐχ οἷόν τε, διότι
[l. 4] μηδ’ ἄλλο τι τῶν αἰσθητῶν παθῶν, ἀναμνῆσαι μέντοι τὸν
[l. 5] τῆς αὐτῆς 13.28. αἰσθήσεως κεκοινωνηκότα δυνατόν. εἰ δέ τις
[l. 6] ἐγεύσατό ποτε κυδωνίων, ἢ μήλων, ἢ μύρτων, ἢ μεσπίλων,
[l. 7] οἶδε μὲν σαφῶς ἑτέραν μὲν τὴν ἀπὸ τούτων αἴσθησιν ἡμῖν ἐν
[l. 8] τῇ γλώττῃ γιγνομένην, ἑτέραν δὲ τὴν ἀπὸ τῶν στυφόντων
[l. 9] σωμάτων. τὰ μὲν γὰρ στύφοντα ἢ ψύχοντα συνωθεῖν ἔσω
[l. 10] φαίνεται τὸ ψαῦον ἡμῶν μόριον ἐκ παντὸς μέρους ὁμαλῶς,
[l. 11] οἷον ὠθοῦντά τε καὶ πιλοῦντα καὶ συνάγοντα· τὰ δ’ αὐστηρὰ
[l. 12] κατὰ βάθους τε διαδύεσθαι δοκεῖ καί τινα τραχεῖάν τε καὶ
[l. 13] ἀνώμαλον αἴσθησιν ἐπάγειν, ὡς ἀναξηραίνοντα καὶ πᾶσαν
[l. 14] ἐκβοσκόμενα τὴν ἰκμάδα τῶν αἰσθητικῶν σωμάτων, ὥσθ’
[l. 15] ἑτέραν εἶναι τὴν τῶν παθῶν ἰδιότητα, μηδὲ ῥηθῆναι σαφῶς
[l. 16] δυναμένην, ἀπό τε τῶν στυφόντων ἡμᾶς σωμάτων καὶ τῶν
[l. 17] αὐστηρῶν χυμῶν. ἀλλ’ ὅστις γε ἄνθρωπος νοῦν ἔχει οἶδεν
[p. 11.453]
[l. 1] ὃ λέγω. ὅταν δὲ τὸ πλησιάζον τῇ γλώττῃ σῶμα σφοδρῶς
[l. 2] ξηραίνῃ καὶ ξυνάγῃ καὶ τραχύνῃ μέχρι βάθους πλέονος αὐτὴν,
[l. 3] ὥσπερ ἀχράδες ἄωροι καὶ κράνες στυφνὸν ἅπαν τὸ τοιοῦτον
[l. 4] ὀνομάζεται, τῶν αὐστηρῶν ἐπιτάσει διαφέρον. ὃ δὲ
[l. 5] καλοῦμεν ἡμεῖς στῦφον, οὐ πάνυ μέντοι πρὸς τῶν περὶ
[l. 6] τὸν Θεόφραστον εὑρεῖν ἔστιν εἰρημένον. ἔοικε δή τι ταὐτὸν
[l. 7] δηλοῦν τῷ αὐστηρῷ, ἢ κοινὸν εἶναί τι γένος τούτου
[l. 8] τε καὶ στρυφνοῦ. ὅσα δ’ ἐν τῷ ψαύειν τῆς γλώττης οὐ
[l. 9] συνάγει μὲν αὐτὴν, οὐδὲ σφίγγει καθάπερ τὰ στύφοντα,
[l. 10] τὸ δ’ ἐναντίον ἅπαν φαίνεται ποιοῦντα, ῥύπτοντα καὶ
[l. 11] ἀποπλύνοντα, κᾂν εἴ τι τῶν στυφόντων παρακέοιτο, ταῦτα
[l. 12] σύμπαντα προσαγορεύομεν ἁλυκά. τὰ δ’ ἔτι μᾶλλον τούτων
[l. 13] ῥύπτοντα, μέχρι τοῦ καὶ τραχύνειν ἀνιαρῶς, πικρὰ
[l. 14] προσαγορεύεται. τὰ δέ γε δάκνοντά τε καὶ διαβιβρώσκοντα
[l. 15] μετὰ θερμότητος ἰσχυρᾶς δριμέα. τὰ δ’ ἄνευ αὐτῆς δάκνοντα
[l. 16] καλεῖται μὲν ὀξέα, πρόσεστι δὲ αὐτοῖς καὶ τὸ
[l. 17] ζυμοῦν. ὅσα δ’ οἷον ἐπαλείφει τε καὶ ἀναπληροῖ καὶ καθίστησι
[l. 18] τὰ τετραχυμένα τε καὶ οἷον διαβεβρωμένα τῆς
[p. 11.454]
[l. 1] γλώττης μόρια, ταῦτα μετὰ μὲν ἡδονῆς ἐναργοῦς ψαύοντα
[l. 2] γλυκέα, χωρὶς δὲ ταύτης λιπαρὰ προσαγορεύεται. ἐγὼ μὲν
[l. 3] οὖν, ὡς οἷόν τέ μοι μάλιστα λόγῳ διελθεῖν ἐπεχείρησα
[l. 4] δυσερμήνευτα πράγματα. θαυμάζω δὲ τῶν ἑτοίμως ἅπαντα
[l. 5] στύφοντα προσαγορευόντων, καὶ τὰ δριμέα καὶ τὰ πικρὰ
[l. 6] καὶ τὰ γλυκέα καὶ τὰ λιπαρὰ καὶ τὰ ὀξέα. καὶ γὰρ ὀνόματα
[l. 7] διαφέροντα κεῖται τοῖς πράγμασιν εὐθὺς ἐκ παλαιοῦ
[l. 8] καὶ τῶν αἰσθητῶν παθῶν. οὐ σμικρά τις ἡμῖν ἐστιν ἡ
[l. 9] διαφορά. βέλτιον δ’ ἦν ἴσως, εἶπερ ἐβούλοντο φυσιολογεῖν,
[l. 10] οὐκ ἀνατρέπειν τὰ φαινόμενα καὶ συγχεῖν τὰς προσηγορίας,
[l. 11] ἀλλὰ ζητῆσαι τίνος μὲν κράσεως ἢ διαθέσεως, ἢ
[l. 12] κατασκευῆς σώματος, ἢ ὅπως ὀνομάζειν ἐθέλωσιν, ἔγγονος
[l. 13] γίνεται στύψις, τίνος δ’ ἁλυκότης καὶ πικρότης ὀξύτης
[l. 14] τε καὶ δριμύτης καὶ γλυκύτης καὶ λιπαρότης, ἅπερ οἱ περὶ
[l. 15] Πλάτωνά τε καὶ Ἀριστοτέλην καὶ Θεόφραστον ἐπειράθησαν
[l. 16] διορίσασθαι. δῆλον γὰρ ὡς εἴπερ ἐκ θερμοῦ καὶ
[l. 17] ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνιόντων κέκραται πάντα,
[l. 18] καὶ τῶν εἰρημένων ἑκάστη ποιότης ἐκ τῆς τούτων κράσεώς
[p. 11.455]
[l. 1] ἐστιν. εἰ μὲν οὖν ὅπως τῶν εἰρημένων ἕκαστος γίνηται
[l. 2] χυμῶν ἐπιχειροῖεν ἐξηγεῖσθαι, κᾂν ἡδέως ἐπακούσαιμι καὶ
[l. 3] χάριν γνοίην αὐτοῖς οὐ μικράν. εἰ δὲ οὐδὲ τοῦτο ποιοῦσιν, ἔτι
[l. 4] τε συγχέουσιν εἰς ταὐτὸν ἁπάσας τὰς αἰσθητὰς διαφορὰς, ὡς
[l. 5] κινδυνεύειν ἅπαντα τὰ σώματα στύφοντα προσαγορεύειν,
[l. 6] οὔτ’ ἂν αὐτοὺς ἐπακούειν ἐθέλοιμι, κᾀκείνους ἂν εὐξαίμην
[l. 7] παύσασθαι ματαίου φιλονεικίας.
[l. 8] 13.29. Ἀλλ’ ἡμεῖς μὲν ἐν τοῖς μετὰ ταῦτα πειρασόμεθα
[l. 9] δεῖξαι τίνος ἕκαστος τῶν χυμῶν ἐστι κράσεως ἔγγονος.
[l. 10] ἐν δὲ τῷ παρόντι τὸ χρήσιμον εἰς τὴν τέχνην αὐτὸ
[l. 11] μόνον ἐθίσαι βούλομαι, πρότερον ἐκλέγειν τοὺς μανθάνοντας
[l. 12] ἐπὶ τὴν πεῖραν ἐρχομένους, ἐπειδὰν κρῖναι βουληθῶσιν ὅπως
[l. 13] ἡμᾶς ἕκαστον τῶν φαρμάκων διατίθησιν. οὐ γὰρ δὴ καθ’
[l. 14] αὑτό γε καὶ πρὸς τὴν ὅλην φύσιν ὁποῖόν ἐστιν ἐπισκεπτόμεθα.
[l. 15] δῆλον γὰρ ὡς οὕτω μὲν οὔτ’ ἂν ὄξος οὔτε θάλαττα
[l. 16] λέγοιτο ξηραῖνον ἡμᾶς, ἢ ξηρὸν εἶναι τὴν δύναμιν. ἐνεργείᾳ
[l. 17] γάρ ἐστιν ἑκάτερον αὐτῶν ὑγρὸν, ἀλλ’ ἐὰν ξηραίνειν ἡμᾶς
[p. 11.456]
[l. 1] φαίνηται, ξηρὰ λεχθήσεται πρὸς ἡμᾶς δηλονότι καὶ τὴν ἡμετέραν
[l. 2] φύσιν, ἐν ἴσῳ τῷ ξηραντικά. καὶ δὴ καὶ θερμὰ καὶ
[l. 3] ψυχρὰ καὶ ὑγρὰ κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡμᾶς θερμαίνῃ
[l. 4] καὶ ψύχῃ καὶ ὑγραίνῃ, λεχθήσεται πρὸς ἡμᾶς, οὐ πρὸς
[l. 5] τὴν ὅλην οὐσίαν, οὐδὲ καθ’ ἑαυτά. καὶ μὴν εἴπερ τούτου
[l. 6] μόνου μνημονεύοιμεν, ἡ πεῖρα μόνη κριτήριον ἁπάντων
[l. 7] ἔσται βεβαιότατον, ὥσθ’ ὅσαι ταύτην καταλιπόντες ἑτέρωθεν
[l. 8] ἐπιχειροῦσιν οὐ ψεύδονται μόνον, ἀλλὰ καὶ τὸ χρήσιμον
[l. 9] ἀνατρέπουσι τῆς πραγματείας. ἡμῖν γὰρ οὐχ οἷόν τι κατὰ
[l. 10] τὴν ἑαυτοῦ φύσιν ἕκαστον τῶν φαρμάκων ἐστὶ πρόκειται
[l. 11] ζητεῖν, ἀλλ’ οἷόν τι δρᾷν πέφυκεν εἰς ἡμᾶς. ὁ μὲν δὴ πρῶτός
[l. 12] μοι λόγος ἐνταυθοῖ τελευτάτω. κατὰ δὲ τὸν ἐφεξῆς ἔτι
[l. 13] τὸν δεύτερον, ἔλαιόν τε καὶ ῥόδινον ἐν παραδείγματι τῷ
[l. 14] λόγῳ προχειρισάμενος ἐπιδείξω κᾀνταῦθα τὰς μοχθηρὰς
[l. 15] ὁδοὺς τῶν ἐπιχειρημάτων, αἷς οἱ πολλοὶ τῶν ἰατρῶν χρώμενοι
[l. 16] παραλογίζονται σφᾶς μὲν αὑτοὺς πρῶτον, σὺν ἑαυτοῖς
[l. 17] δ’ ἤδη καὶ ἄλλους πολλούς. ἐπειδὰν δὲ τοῦτο περανθῇ,
[l. 18] μεταβὰς ἐπὶ τὸ τρίτον τῶνδε τῶν ὑπομνημάτων, ὅσα λογικὰ
[p. 11.457]
[l. 1] ζητήματα προηγεῖται τῆς περὶ τῶν ἁπλῶν φαρμάκων
[l. 2] ἁπάσης διεξόδου, ταῦτα πειράσομαι διελθεῖν, ὥστε κατὰ τὸ
[l. 3] τέταρτον αὐτὰς ἤδη 2.17. τὰς δυνάμεις ἁπάντων διορίζειν, ὧν
[l. 4] εὐθὺς ἂν ἀπ’ ἀρχῆς ἡψάμην, εἰ μὴ μεστὰ παραλογισμῶν ἦν
[l. 5] σχεδὸν ἅπαντα τὰ τῶν νεωτέρων ἰατρῶν βιβλία. τούτους
[l. 6] οὖν ἐκκαθᾶραί τε καὶ ἀποσκευάσασθαι χρὴ πρῶτον ἐκ τῆς
[l. 7] τοῦ μανθάνοντος ψυχῆς, ὅπως μηδὲν ἐμποδίζοιεν τοῖς ἀληθέσιν.
[l. 8] ὡς γὰρ Ἱπποκράτης φησὶν, οὕτω καὶ Πλάτων ἔλεγεν·
[l. 9] οὐ μόνον τὰ μὴ καθαρὰ σώματα, ὁπόσῳ ἂν θρέψῃς μᾶλλον
[l. 10] βλάψεις, ἀλλὰ καὶ ταῖς ἀκαθάρτοις ψυχαῖς, εἰ τροφίμους
[l. 11] προσφέρεις λόγους, οὐ μόνον οὐδὲν ὠφελήσῃς ἂν, ἀλλὰ καὶ
[l. 12] βλάψεις οὐ σμικρά. διὰ ταῦτα μὲν οὖν αὐτὰ καὶ ὅτι πολλοὶ
[l. 13] τῶν ἑταίρων ἐξελεγχθῆναι τοὺς παραλογισμοὺς τῶν νεωτέρων
[l. 14] ἰατρῶν ἠβουλήθησαν, οὐκ ἐν ταῖς συνουσίαις μόνον ἃς ἑκάστοτε
[l. 15] ποιούμεθα συνδιατρίβοντες αὐτοῖς, ἀλλὰ καὶ διὰ τῶνδε
[l. 16] τῶν ὑπομνημάτων, ἀνάγκην ἔσχον ἐπιπλέον ἐγχρονίσαι τοῖς
[l. 17] πρώτοις δύο βιβλίοις, ἵνα ἐν τῷ τρίτῳ καθαρὸν ἤδη τῇ
[l. 18] ψυχῇ τὸν ἀκροατὴν ἔχων καὶ δυνάμενον ἕπεσθαι τοῖς ἀληθέσι
[l. 19] λόγοις, ὅσα τε χρὴ περὶ τῶν ἀρχῶν τῆς προκειμένης ἡμῖν
[p. 11.458]
[l. 1] θεωρίας ἐγνωκέναι διέλθω, μετὰ ταῦτά τε τῶν φαρμάκων
[l. 2] ἑκάστου πάσας ἐπέλθω τὰς δυνάμεις. ἔσται δὲ τοῦτο διὰ βιβλίων,
[l. 3] ὡς οἶμαι, τῶν πάντων ἕνδεκα τηλικούτων μάλιστα τὸ
[l. 4] μέγεθος ἡλίκον καὶ τοῦτό ἐστι τὸ πάντων πρῶτον. ᾧ μέτρον
[l. 5] ἤδη τὸ δέον ἔχοντι τελευτὴν ἐπιτίθημι ταύτην αὐτῷ
[l. 6] τὴν ῥῆσιν.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΛΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Β.
[l. 1] Οἱ τοὺς οἰκείους ὅρους ὑπερβαίνοντες σοφισταὶ
[l. 2] μακρὸν ἡμῖν ποιοῦσιν τὸν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων
[l. 3] δυνάμεως λόγον. πόῤῥωθεν γὰρ ἀρχόμενοι καὶ τὴν
[l. 4] αἴσθησιν ἀτιμάζοντες, ἐμβάλλοντές τε σφᾶς αὑτοὺς εἰς τὰ
[l. 5] καὶ ἐν τοῖς φιλοσόφοις ἠπορημένα, προσαπολλύουσιν οἷς
[l. 6] ἀγνοοῦσιν καὶ τὰ σαφῶς γινωσκόμενα. καὶ ταῦτα ποιοῦσιν
[l. 7] οἱ πλείους αὐτῶν ἀμαθεῖς ὑπάρχοντες οὐ τῆς φυσικῆς θεωρίας
[p. 11.460]
[l. 1] μόνον, ἀλλὰ καὶ τῶν λογικῶν μεθόδων, αἷς ἀναγκαῖον
[l. 2] ἐστιν χρῆσθαι τὸν ὁτιοῦν ἀποδείξαντα, ὥστε μήθ’ ὅσα καλῶς
[l. 3] εὕρηται τοῖς φυσικοῖς ἀνδράσιν μήθ’ ὑπὲρ ὧν αὐτῶν εὐλόγως
[l. 4] ἠπόρηται γινώσκοντες, ἑκατέροις πολλάκις ἀποφαίνεσθαι
[l. 5] τολμῶσι τἀναντία. φέρε δὲ ὦ πρὸς θεῶν, εἴπερ ἐγὼ νῦν
[l. 6] ἀρξάμενος ὧδέ πως λέγειν, ὡς τεττάρων ὄντων στοιχείων
[l. 7] ἀέρος καὶ γῆς ὕδατός τε καὶ πυρὸς, ὡς οὐδενὸς ἄλλου ξύμφυτόν
[l. 8] ἐστι τὸ λευκὸν καὶ λαμπρὸν χρῶμα, πλὴν αὐγῆς καὶ
[l. 9] πυρὸς, εἶτα καὶ τὸν Ἐμπεδοκλέα καὶ τοὺς ἄλλους τινας τῶν
[l. 10] φυσικῶν ἐπὶ τῷ λόγῳ καλέσας μάρτυρας, ἅπαντα τὰ λαμπρὰ
[l. 11] 13.31. σώματα πυρὸς πλείστου μετέχειν ἀποφηναίην ἀμελήσας
[l. 12] ἐμβλέψαι χιόνι καὶ ψιμυθίῳ καὶ κρυστάλλῳ ἑτέροις τε μυρίοις
[l. 13] τῶν λαμπροτάτων τε ἅμα καὶ ψυχροτάτων, εἶτά τινος αὐτὰ
[l. 14] προχειριζομένου, τὸν ἀπὸ τῆς αἰσθήσεως ἔλεγχον ἀποδιδράσκων
[l. 15] ἀξιοίην ἐπὶ τὸν λόγον ἰέναι καὶ τούτῳ σκοπεῖσθαι
[l. 16] περὶ φύσεως πραγμάτων, οὐκ αἰσθήσεσιν ἀλόγοις ἐπιτρέπειν
[l. 17] τὸ πᾶν, ἆρ’ οὐκ ἂν τοῖς νοῦν ἔχουσιν μαίνεσθαι δόξαιμι,
[l. 18] μηδ’ ἀφ’ ὧν ἄρχομαι τοῦ λόγου γινώσκων; ἐξ αἰσθήσεως
[p. 11.461]
[l. 1] γὰρ, οἶμαι, καὶ δι’ αἰσθήσεως ἅπαντα τὰ τοιαῦτα τῶν ἀξιωμάτων
[l. 2] ἐμάθομεν, ὡς ὁ μὲν ἥλιος λαμπρὸς ἐστιν, αἱ δὲ φλόγες
[l. 3] ὑπόξανθοι, τῶν δ’ ἀνθράκων οἱ πλεῖστοι ξανθοί. εἰ
[l. 4] μὲν οὖν ἀποστητέον ἐστὶ ταῖς αἰσθήσεσιν, οὐδεμίαν ἕξομεν
[l. 5] ἀπόδειξιν οὔθ’ ἡμεῖς ὧν νῦν εἰρήκαμεν οὔτε Ἐμπεδοκλῆς
[l. 6] ὡδὶ γράφων,
[l. 8] εἰ δέ ἐστιν ἀληθῆ ταῦτα, δῆλον ὡς πολὺ πρότερον αὐτῶν
[l. 9] τὴν αἴσθησιν εἶναι χρὴ πιστήν. ἀλλ’ ἄρχεσθαι μέν φασιν ἀπὸ
[l. 10] τῶν αἰσθήσεων ἀναγκαῖόν ἐστιν ἀνθρώπους γε ὄντας, οὐ
[l. 11] μὴν ἐπ’ αὐτήν γε προσήκει καταμένειν διὰ παντὸς, ἀλλ’ ἐπὶ
[l. 12] τὸ θειότερον ἰέναι τὸν λόγον. αἰσθήσεως μὲν γὰρ καὶ τοῖς
[l. 13] ἀλόγοις ζώοις μετεῖναι, λόγου δὲ μόνον τοῖς θεοῖς. κᾀντεῦθεν
[l. 14] ἀρξάμενοι, δολιχὸν ἀποτείνουσι τὸν λόγον. καί τινες
[l. 15] ἐξ αὐτῶν καὶ τὸν Ἀναξαγόραν ἐπικαλοῦνται μάρτυρα, περὶ
[l. 16] τῆς χιόνος ἀποφηνάμενον, ὡς οὐκ εἴη λευκή. οὗτος ἄρα,
[l. 17] φασί, φυσικὸς ἀνὴρ ὑπὲρ τὴν αἴσθησίν ἐστιν καὶ καταφρονεῖ
[p. 11.462]
[l. 1] μὲν τῶν ταύτης φαντασμάτων, ἐπὶ δὲ τὸν λόγον ἀνέρχεται,
[l. 2] καὶ τούτῳ τὴν τῶν ὄντων θηρᾶται φύσιν. ἐμὲ δ’ εἰ χρὴ τὸ
[l. 3] παριστάμενον εἰπεῖν, ὡς ἐλευθέριόν τε καὶ παρ’ ὅλον τὸν
[l. 4] βίον ἀλήθειαν σπουδάσαντα, μελαγχολίας ἐπέκεινα προεληλυθέναι
[l. 5] νομίζω τοὺς τὰ τοιαῦτα ληροῦντας. εἰ μὲν γὰρ ἀνατρέψουσι
[l. 6] τὰ διὰ τῶν αἰσθήσεων ἐναργῶς φαινόμενα, πόθεν
[l. 7] ἄρξονται τῶν ἀποδείξεων οὐχ ἕξουσιν. εἰ δ’ ὡς ἀπὸ πιστῶν
[l. 8] ἄρξονται, πῶς ὕστερον εὐλόγως ἀπιστήσουσιν; αἱ γὰρ τῶν
[l. 9] ἀποδείξεων ἀρχαὶ πιστότεραι τῶν ἀποδεικνυμένων, ἃ τῆς
[l. 10] ἐξ ἑτέρων δεῖται πίστεως. αἱ δ’ ἀρχαὶ τῶν ἀποδείξεων οὔ
[l. 11] μόνον αὐταὶ καθ’ ἑαυτὰς, ἀλλὰ καὶ πρὸς τὴν τῶν ζητουμένων
[l. 12] εὕρεσιν ὑπάρχουσι πισταί.
[l. 13] Καὶ ἔγωγ’ ἂν εὐξαίμην ἅπαντα τὰ πράγματα
[l. 14] ταῖς αἰσθήσεσιν ἡμῶν ἐναργῶς ὑποπίπτειν καὶ μηδὲν
[l. 15] εἶναι τὸ διαφεῦγον αὐτὰς, ὡς οὕτως ἂν οὔτ’ ἄπορον οὔτ’
[l. 16] ἀμφισβητούμενον ἦν οὐδέν. ἐπεὶ δ’ ἐκφεύγει τινὰ, πειρατέον
[l. 17] ἐπάγειν αὐτοῖς τὸν λόγον, ἀλλ’ οὔτε πόῤῥωθεν, ὡς ἐκεῖνοι
[l. 18] ποιοῦσιν, οὔτ’ ἀπέραντα συλλογιζομένους, ἀλλὰ πρῶτον μὲν
[p. 11.463]
[l. 1] τὰ σημαινόμενα τῶν ὀνομάτων ἀκριβῶς διαιρουμένους, ἵνα
[l. 2] μή τις παρὰ τὴν ὁμωνυμίαν ἐν τοῖς μετὰ ταῦτα ἀπάτη γίγνηται.
[l. 3] δεύτερον δὲ τὸ καθ’ αὑτό τι δρῶν, τοῦ κατὰ συμβεβηκὸς
[l. 4] ἀφορίζοντας. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ ἀμφοῖν
[l. 5] ἀκριβῶς, καὶ τὰ σημαινόμενα τῶν δυνάμει θερμῶν, ἢ ψυχρῶν,
[l. 6] ἢ ξηρῶν, ἢ ὑγρῶν, ἢ ὁτιοῦν ἄλλο λεγομένων εἶναι
[l. 7] διῄρηται. καὶ ὅπως ἄν τις εὑρίσκοι τὴν οἰκείαν ἑκάστου φαρμάκου
[l. 8] δύναμιν ἀφορίζων τοῖς κατὰ συμβεβηκὸς, ἔν τε τῷ
[l. 9] τρίτῳ περὶ κράσεων βιβλίῳ καθόλου διεληλύθαμεν, ἔν τε τῇ
[l. 10] νῦν ἐνεστώσῃ πραγματείᾳ διὰ τῶν κατὰ μέρος ἐπεξίωμεν,
[l. 11] 13.32. ὡς ἤδη κᾀν τῷ πρώτῳ βιβλίῳ πεποιήκαμεν ἐφ’ ὕδατος καὶ
[l. 12] ὄξους· ἐνταυθοῖ δὲ πάλιν, ἐπ’ ἐλαίου τε καὶ ῥοδίνου πράξομεν,
[l. 13] ἐνδειξάμενοι πρότερον ἡλίκον ἁμαρτάνουσιν οἱ πόῤῥωθεν
[l. 14] τῶν ἰατρῶν ἀποδείξεων ἀρχόμενοι. τί γὰρ ἔδει τὴν
[l. 15] χρόαν ἐλαίου σκοπεῖν, ἢ ῥόδων, ἔχοντάς γε αὐτοῖς χρῆσθαι
[l. 16] τοῖς πράγμασιν πολυειδῶς, οὐκ ἐπὶ τῶν ὑγιαινόντων μόνον;
[l. 17] ἀλλὰ καὶ ἐπὶ τῶν νοσούντων σωμάτων; καὶ γὰρ αὐτὰ καθ’
[l. 18] ἑαυτὰ ῥόδα καὶ τὸν χυλὸν αὐτῶν ἔνεστι λαμβάνοντας ἐπιτιθέναι
[p. 11.464]
[l. 1] τῷ σώματι καὶ ὑγιαίνοντι καὶ νοσοῦντι νόσον ἁπλῆν,
[l. 2] ὡς ἔμπροσθεν, εἴρηται καὶ μιγνύντας ἐλαίῳ γλυκεῖ, κατά τε
[l. 3] τῶν ἰσχυρῶς ἐψυγμένων ἢ τεθερμασμένων2.18. σωμάτων
[l. 4] ἐπιφέρειν, ἀνατρίβοντάς τε καὶ κατατλοῦντας καὶ καταβρέχοντας,
[l. 5] εἴσω τε τοῦ σώματος λαμβάνειν ἢ ἄνωθεν διὰ
[l. 6] τοῦ στόματος, ἢ κάτωθεν διὰ τῆς ἕδρας, εἶθ’ ὁρᾷν τὸ
[l. 7] γιγνόμενον ἐφ’ ἑκάστῃ χρήσει. καὶ γὰρ δὴ καὶ τούτου
[l. 8] χάριν ἐπισκεπτόμεθα τὴν δύναμιν πάντων τῶν φαρμάκων,
[l. 9] ἵνα ἔχωμεν οἷς δεῖ χρῆσθαι, διακαιομένων ὑποχονδρίων καὶ
[l. 10] κεφαλῆς, ἢ κατεψυγμένων, ἢ ἡλκωμένων, ἢ φλεγμαινόντων,
[l. 11] ἤ τι τοιοῦτον ἕτερον πασχόντων, αὐτῶν τε τούτων καὶ
[l. 12] τῶν ἄλλων ἁπάντων μελῶν τοῦ σώματος. εἶθ’ οὕτως
[l. 13] ἐναργῆ τε ἅμα καὶ σύντομον ὁδὸν ἔχοντες ἐφ’ ἃ ζητοῦμεν,
[l. 14] ἔτι χρόας ἐξετάσομεν, ἢ ὀσμὰς, ἢ συστάσεις, ἢ ψόφους
[l. 15] ἑκάστου τῶν φαρμάκων ὅμοιόν τι δρῶντες, τοῖς ἐξ εἰκόνος
[l. 16] ἤτοι πλαστῆς, ἢ γραπτῆς ἄνθρωπόν τινα διαγνῶναι
[l. 17] βουλομένοις ἐνὸν, αὐτὸν θεάσασθαι τὸν
[l. 18] γνωρισθησόμενον.
[l. 1] Ταύτῃ τοίνυν ἁμαρτάνειν μοι δοκοῦσιν οὐ
[l. 2] σμικρὰ, καὶ τούτων ἔτι μᾶλλον ἐν οἷς ἀπέραντα καὶ ἀναπόδεικτα
[l. 3] φλυαροῦσιν, ἀμαθεῖς ὑπάρχοντες ἀποδεικτικῆς μεθόδου.
[l. 4] ὑποκείσθω γὰρ τὸ πῦρ, εἴτε ξανθὸν εἴτε ἐρυθρὸν,
[l. 5] ἢ ὡς ἂν ἐθέλωσιν, οὐ γὰρ μοι διαφέρει. τί οὖν τοῦτο πρὸς
[l. 6] τὸ πᾶν ἐρυθρὸν θερμὸν· εἶναι; πᾶν μὲν γὰρ πῦρ, εἰ οὕτως
[l. 7] ἔτυχεν, ἐρυθρὸν εἶναι λεκτέον ἐστίν. πᾶν δὲ τὸ ἐρυθρὸν πῦρ
[l. 8] εἶναι φάναι καταγέλαστον, ἔτι δὲ μᾶλλον εἰ πᾶν τὸ ἐρυθρὸν
[l. 9] θερμὸν εἶναι λέγοι τις. εἰ μὲν ἐξ ἀρχῆς εἴληπτο κατὰ τὸν
[l. 10] λόγον, ὡς πᾶν τὸ θερμὸν ἐρυθρὸν ἐστιν, ἦν ἴσως διαστρέψαντα
[l. 11] τὸ ἀξίωμα τὸ ἐρυθρὸν ἅπαν ἀποφῆναι θερμὸν ἁμαρτάνοντα
[l. 12] μὲν κᾀν τούτῳ προφανῶς. οἱ γὰρ ἀντιστρέφοντες,
[l. 13] οὐχ οἱ ἀναστρέφοντες ἀλλήλοις λόγοι συναληθεύονται, ἀλλ’
[l. 14] ὅμως ἦν ἂν, οἶμαι, πλησίον ὁ παραλογισμός. ἐπεὶ δὲ οὐδ’
[l. 15] αὐτὸ τοῦτο κατ’ ἀρχὰς εἴληπται, λέγω δὴ τὸ πᾶν εἶναι τὸ
[l. 16] θερμὸν ἐρυθρὸν, οὐδ’ ἀναστρέψαντα δυνατὸν εἰπεῖν ἅπαν
[l. 17] εἶναι τὸ ἐρυθρὸν θερμόν. τριχῶς οὖν ἁμαρτάνουσι κατὰ τὸν
[l. 18] λόγον οἱ φάσκοντες τὰ ῥόδα θερμὰ τὴν κρᾶσιν ὑπάρχειν,
[p. 11.466]
[l. 1] ὅτι καὶ ἐρυθρά. πρῶτον μὲν ὅτι μὴ δείξαντες ὅτι πᾶν πῦρ
[l. 2] ἐρυθρὸν ἀντιστρέφειν αὐτῷ, ὅτι πᾶν ἐρυθρὸν πῦρ πειρῶνται
[l. 3] λόγον ἕτερον, ὡς ἀληθῆ· δεύτερον δ’ ὅτι μὴ γινώσκουσι
[l. 4] τοὺς ἀντιστρέφοντας, οὐ τοὺς ἀναστρέφοντας τοῖς
[l. 5] ἀληθέσι λόγοις ἀληθεῖς εἶναι καὶ αὐτούς. καὶ τρίτον ὅτι
[l. 6] κᾂν ἀντιστρέφωσιν, οὐ τὸ πᾶν εἶναι τὸ τῇ χρόᾳ ἐρυθρὸν
[l. 7] θερμὸν ἐκ τῆς ἀντιστροφῆς περανθήσεται, ἀλλὰ ἕτερον
[l. 8] αὐτοῦ τι τοιοῦτον ἀξίωμα, τὸ ἐρυθρὸν ἅπαν πῦρ ἐστιν.
[l. 9] ὅτι δ’ οὐ μόνον ἄχρηστον εἰς τὰ παρόντα τὸ τοιοῦτον,
[l. 10] ἀλλὰ καὶ προφανῶς 13.33. ψεῦδός ἐστιν, δῆλον παντί. δεόμεθα
[l. 11] γὰρ οὐκ εἰ τὸ ἐρυθρὸν ἅπαν πῦρ ἐστιν, ἀλλ’ ὅτι
[l. 12] θερμὸν ἀποδειχθῆναι. ὡς εἴ γε πῦρ ἐστι πᾶν τὸ ἐρυθρὸν,
[l. 13] ἔσται δηλονότι καὶ τὸ ῥόδον ἡμῖν πῦρ. ἀλλ’ οἱ μὴ γινώσκοντες,
[l. 14] οἶμαι, τὰς λογικὰς μεθόδους ἰατροὶ, πρῶτον μὲν
[l. 15] ἐπ’ αὐτῷ τούτῳ μέγιστα σφάλλονται, τῷ τοὺς οἰκείους
[l. 16] ὅρους ὑπερβαίνειν. ἱκανὴ γὰρ ἡ πεῖρα μετὰ βραχέων ἐπιλογισμῶν
[l. 17] ἐξευρίσκειν τὰς δυνάμεις τῶν φαρμάκων· εἶτα καὶ
[l. 18] κατὰ τοὺς λόγους ἁμαρτάνουσιν ὅμοια τοῖς ἀρτιμαθέσι
[p. 11.467]
[l. 1] λογικῆς θεωρίας παισί. τῆς δ’ αὐτῆς πλημμελείας ἔχονται
[l. 2] καὶ ὅσοι ταῖς ὀδμαῖς τεκμαίρονταί τι περὶ δυνάμεως φαρμάκων.
[l. 3] οὐδὲ γὰρ ἅπαν εὐῶδες θερμὸν, ὡς λέγουσί τίνες,
[l. 4] ἀγνοοῦντες ὅπως ἀκούειν χρὴ τῶν ὑπ’ Ἀριστοτέλους καὶ
[l. 5] Θεοφράστου περὶ τούτων εἰρημένων, ἃ κατὰ τὸ τέταρτον
[l. 6] τῶνδε τῶν ὑπομνημάτων ἡμεῖς διοριοῦμεν, οὔθ’ ἅπαν θερμὸν
[l. 7] εὐῶδες, οὐ μὴν οὐδὲ δυσῶδες ἅπαν θερμὸν, οὐδ’ εἴ τι
[l. 8] θερμὸν ὑπάρχει, δυσῶδες. οὕτω κᾂν εἰ τὸ δυσῶδες ἅπαν
[l. 9] φαίη τις ψυχρὸν, ἢ τὸ ψυχρὸν δυσῶδες, οὐκ ἀληθεύει. καὶ
[l. 10] γὰρ καὶ τῶν θερμῶν μυρία τὰ μὲν εὐώδη, τὰ δὲ δυσώδη,
[l. 11] τὰ δ’ οὐδέτερα καὶ τῶν ψυχρῶν ὡσαύτως. καίτοι τί λέγω
[l. 12] ψυχρὰ καὶ θερμὰ, δέον θερμαίνοντα καὶ ψύχοντα λέγειν
[l. 13] ἡμᾶς, ἅπερ καὶ ζητοῦμεν. οὐ γὰρ δὴ τό γε ἁπλῶς θερμὸν
[l. 14] ἢ τὸ πρὸς τοῦτο ἐξεταζόμενον ἐπισκέπτεσθαι πρόκειται
[l. 15] νῦν, ἀλλὰ τὸ θερμαῖνον ἀνθρώπειον σῶμα. καὶ δὴ καὶ
[l. 16] ψυχρὸν οὐχ ἁπλῶς, ἀλλ’ ὅ τι περ ἂν ἄνθρωπον ψύχῃ. πάλιν
[l. 17] οὖν ἐνταῦθα μὴ διελόμενοι τὰ σημαινόμενα τῶν ὀνομάτων
[p. 11.468]
[l. 1] σφάλλονται παρὰ τὴν ὁμωνυμίαν, ὥσπερ εἰ καὶ
[l. 2] περὶ χερσαίου τις κυνὸς διαλεγόμενος ἐπὶ τὸν θαλάττιον
[l. 3] μεταβαίνοι τῷ λόγῳ, νομίζων ὥσπερ τοὔνομα τῶν ζώων
[l. 4] ἀμφοτέρων ἕν ἐστιν, οὕτω καὶ τὴν φύσιν αὐτῶν μίαν
[l. 5] ὑπάρχειν. ἀλλ’ ἡμῖν δέδεικται σαφῶς ἐν τοῖς περὶ κράσεως
[l. 6] ὑπομνήμασιν, ἃ καὶ κατ’ ἀρχὰς εὐθὺς ἡγεῖσθαι τῆσδε τῆς
[l. 7] πραγματείας ἔφαμεν, ἄλλο μὲν εἶναι τὸ δυνάμει θερμὸν,
[l. 8] ἄλλο δὲ τὸ ἐνεργείᾳ. καὶ τούτου τοῦ ἐνεργείᾳ θερμοῦ τὸ
[l. 9] μὲν ἁπλῶς λέγεσθαι θερμὸν, τὸ δὲ κατ’ ἐπικράτησιν, τὸ
[l. 10] δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν.
[l. 11] καὶ δὴ καὶ τὸν ἄνθρωπον οὐχ ἀπλῶς θερμὸν,
[l. 12] ὥσπερ τὸ πῦρ, ἀλλ’ ἐπικρατήσει θερμὸν ὑπάρχειν ἐλέγομεν.
[l. 13] εἶναι γὰρ ἐν αὐτῷ πλείονα τοῦ θερμοῦ μοῖραν ἢ τοῦ
[l. 14] ψυχροῦ. καὶ τοίνυν καὶ ὅσα πρὸς τούτων λέγεται θερμὰ
[l. 15] δυνάμει, τῷ τοῦτον θερμαίνειν λεχθήσεται. καὶ ἡ κρίσις
[l. 16] αὐτῶν ῥᾴστη τέ ἐστι καὶ διὰ τῆς ἐμπειρίας ἐξετασθήσεται,
[l. 17] βραχέων, ὡς εἴρηται, καὶ πρόσθεν ἐπιλογισμῶν δεομένη.
[l. 18] τούτους οὖν ὑπερβαίνοντες οἱ σοφισταὶ, τόν τε χρόνον
[p. 11.469]
[l. 1] ἀναλίσκουσι τῶν μειρακίων καὶ σοφίσμασι παράγοντες ἀνθρώπους
[l. 2] ἀγυμνάστους. λύσεως σοφισμάτων ἀναπιμπλᾶσι
[l. 3] ψευδῶν δογμάτων. ἐχρῆν γὰρ μήτε χρόας μνημονεύειν αὐτοὺς
[l. 4] μήτ’ ὀδμῆς, ἀλλὰ μηδὲ συστάσεως, ἢ λειότητος, ἢ
[l. 5] τραχύτητος, ἤ τινος ἑτέρου τοιούτου. τί γὰρ ὅτι γλίσχρον
[l. 6] τοὔλαιον, ἢ ὅτι λεῖον, ἢ ὅτι στίλβον, ἢ ὑγρὸν, ἢ ὠχρὸν, ἢ
[l. 7] λιπαρὸν, ἢ ὀλισθηρὸν, ἢ δυσξήραντον ἐπαλειφόμενον τοῖς σώμασιν;
[l. 8] οὔτε γὰρ εἰ θερμὸν, οὔτε εἰ ψυχρὸν, οὔτ’ εἰ ξηρὸν,
[l. 9] οὔτ’ εἰ ὑγρόν ἐστιν τὴν δύναμιν, ἐξ οὐδενὸς ἔνεστι τῶν τοιούτων
[l. 10] συλλογίσασθαι. καὶ γὰρ τῶν γλίσχρων καὶ τῶν λείων
[l. 11] καὶ τῶν στιλβόντων τὰ μὲν θερμαίνει φανερῶς ἡμᾶς, τὰ
[l. 12] δὲ ψύχει, καὶ τὰ μὲν ξηραίνει, τὰ δὲ ὑγραίνει. καὶ καθ’
[l. 13] ἕκαστον τῶν συμβεβηκότων οὐκ ἐλαίῳ μόνον, ἀλλὰ καὶ
[l. 14] τοῖς ἄλλοις ἅπασιν οὐδέν ἐστιν εὑρεῖν πάγιον οὐδὲ
[l. 15] διηνεκὲς, ὡς ἐπ’ αὐτῷ συστήσασθαί τινα καθόλου
[l. 16] πρότασιν.
[l. 17] 13.34. Ἐῶ γὰρ λέγειν ὅτι οὐδὲ ἐπιστημονικοῖς
[l. 18] ἐν ἅπασι τοῖς τοιούτοις λόγοις οἱ σοφισταὶ χρῶνται
[p. 11.470]
[l. 1] πρὸς τὴν τῶν λημμάτων εὕρεσιν, ἀλλ’ ἐξ ἐπαγωγῆς, καὶ τὸ
[l. 2] χεῖρον ἁπάντων, ὅτι μηδ’ ἐπισκεψάμενοί ποτε περὶ φύσεως
[l. 3] ἐπαγωγῆς, μηδ’ ἄν τις αὐτοὺς εἰς τοῦτο προκαλῆται, τολμῶντες
[l. 4] ἀκολουθεῖν, ἀλλὰ καὶ τοῖς ὑπὲρ ἀποδείξεώς τι πραγματευομένοις
[l. 5] ἐπιτιμῶντες. ἔτι δὲ χεῖρον ὅτι μηδ’ ἐξ ἐπαγωγῆς
[l. 6] μόνον, ἀλλ’ ἐκ παραδειγμάτων ἐνίοτε συλλογίζονται,
[l. 7] καθάπερ οἱ ῥήτορες. ὅ τε γὰρ φάσκων ψυχρὸν εἶναι τοὔλαιον,
[l. 8] ὅτι καὶ γλίσχρον, ὥσπερ καὶ τὸ φλέγμα, διὰ παραδείγματος
[l. 9] συλλογίζεται, τὴν ἴσην ἰσχὺν τῆς ἀποδείξεως παρέχων ὁμοίως
[l. 10] τῷ λέγοντι θερμὸν ὑπάρχειν αὐτὸ, διότι γλίσχρον ἐστὶν, ὡς
[l. 11] ὁ ἰξός· ὅ τε φάσκων θερμὸν εἶναι, ὅτι ῥᾳδίως ἐκφλογοῦται
[l. 12] καθάπερ ἄσφαλτος, τῷ λέγοντι ψυχρὸν εἶναι, διότι ῥᾳδίως
[l. 13] πήγνυται, καθάπερ ὕδωρ. τὸ γὰρ ἐκ παραδείγματος ἢ ἐκ
[l. 14] παραδειγμάτων πιστοῦσθαί τι διαφέρει τοῦ δι’ ἐπαγωγῆς
[l. 15] πιστουμένου τῷ τὸν μὲν ἐκ παραδειγμάτων πιστούμενον
[l. 16] ἓν μὲν ἢ δύο τῶν ὁμογενῶν 2.19. λέγειν, ἢ πάντως γε ὀλίγα
[l. 17] τὰ πλείω παραλείποντα, τὸν δ’ ἐξ ἐπαγωγῆς ἅπαντα περιλαμβάνειν
[l. 18] πειρᾶσθαι τὰ διὰ τῆς ἐμπειρίας ἐγνωσμένα, καὶ
[p. 11.471]
[l. 1] μηδὲν ὡς οἷόν τε παραλιπεῖν ὃ προφανές τε καὶ δῆλον τοῖς
[l. 2] πολλοῖς, ἀλλὰ ἀποκεκρυμμένον τε καὶ ὀλίγοις γνωστόν. ὅθεν
[l. 3] καὶ βίαιός ἐστιν καὶ πείθει σφοδρῶς ἡ διὰ πάντων τῶν ἐξ
[l. 4] ἐμπειρίας γινωσκομένων ἐπαγωγὴ καὶ μόνοις αὐτοῖς ἡ ἀλαζονεία
[l. 5] κατάφωρος γίνεται τοῖς γεγυμνασμένοις ἐν ἀποδεικτικαῖς
[l. 6] μεθόδοις. καὶ διὰ τοῦθ’ ἡμεῖς ἐπιπλέον ὑπὲρ αὐτῆς ἐν
[l. 7] τοῖς περὶ τῆς ἀποδείξεως ὑπομνήμασιν διήλθομεν. ἴσως
[l. 8] δ’ ἄν ποτε καὶ κατὰ μόνας ἓν ὑπὲρ αὐτῆς ἰδίᾳ συνθείημεν
[l. 9] γράμμα.
[l. 10] Φανεῖται δὲ καὶ νῦν οὐδὲν ἧττον ἡ φύσις
[l. 11] αὐτῆς τε τῆς ἐπαγωγῆς καὶ πολὺ δὴ μᾶλλον ἡ τοῦ παραδείγματος.
[l. 12] ἅπαντα γὰρ ἐπελθεῖν ἔγνωκα διὰ κεφαλαίων ὅσα
[l. 13] τοῖς ἰατροῖς εἴρηται περὶ δυνάμεως ἐλαίου, πιθανῶς μὲν τῷ
[l. 14] δοκεῖν, οὐ μὴν ἀληθῶς γε. καὶ πρῶτον τὸ ὑπὸ Διοκλέους ἐν
[l. 15] Ἀρχιδάμῳ λελεγμένον, ὡς σκληρύνεσθαι καὶ ἐπικαίεσθαι τὸ
[l. 16] δέρμα τοῖς ἐν ἐλαίῳ τριβομένοις, ὑπελάμβανεν ὁ Ἀρχίδαμος
[l. 17] καὶ διὰ τοῦτο τὴν ξηροτριβίαν προὔκρινε. συνεκπυροῦσθαί τε
[l. 18] γὰρ, φησὶ, καὶ ἐπικαίειν τὸ ἔλαιον ὑπὸ τῆς τρίψεως θερμαινόμενον
[p. 11.472]
[l. 1] ἐνόμιζεν καὶ κατὰ τοῦτο ἐξικμάζειν καὶ ξηραίνειν
[l. 2] ἱκανῶς, ὥσπερ τῶν ὀπτωμένων τὰ χριόμενα. καὶ γὰρ καὶ
[l. 3] ταῦτα σκληρύνεσθαι μᾶλλον ἢ εἰ χωρὶς ἐλαίου τις ὀπτήσειεν.
[l. 4] αὐτὴν δὲ ἴσως ἄμεινον ὅλην παραγράψαι τοῦ Διοκλέους τὴν
[l. 5] ῥῆσιν. ἔχει δὲ ᾧδε· τὸ δὲ μετ’ ἐλαίου τρίβειν οὐχ ὁμοίως
[l. 6] ἐδοκίμαζε. πρῶτον μὲν γὰρ ἀνώμαλον ᾤετο γίνεσθαι τὴν
[l. 7] τοιαύτην τρίψιν παρὰ τὸ τὰς χεῖρας ὀλισθαίνειν καὶ μὴ
[l. 8] δύνασθαι τῆς σαρκὸς ὁμοίως ἀντιλαμβάνεσθαι διὰ τὸ λίπος.
[l. 9] ἔτι δὲ καὶ σκληρύνεσθαι καὶ ἐπικαίεσθαι τὸ δέρμα τοῖς οὕτω
[l. 10] τριβομένοις ἔφη μᾶλλον ἢ τοῖς ξηροῖς. συνεκπυροῦσθαι γὰρ
[l. 11] καὶ ἐπικαίειν τὸ ἔλαιον θερμαινόμενον ὑπὸ τῆς τρίψεως,
[l. 12] 13.35. καθάπερ τῶν ὀπτωμένων τὰ χριόμενα τῶν μὴ χριομένων,
[l. 13] ἐκπυρουμένου τοῦ ἐλαίου θερμαινόμενα καὶ ἐξικμαζόμενα
[l. 14] λίαν σκληρύνεσθαι μᾶλλον. ὁμοίως δὲ καὶ τὰ ἐν τῷ
[l. 15] ἐλαίῳ ἑψόμενα κραῦρα καὶ καπυρὰ γίνεσθαι διὰ τὴν αὐτὴν
[l. 16] αἰτίαν. πρὸς δὲ τούτοις, ὥσπερ τὰ ξύλα καὶ τὰ δέρματα
[l. 17] καὶ τὰ ἄλλα τὰ μετ’ ἐλαίου τριβόμενα συνδιαδίδωσιν εἴσω
[l. 18] τὸ ἔλαιον, οὕτως ᾤετο καὶ τὰ σώματα. τούτου δὲ γιγνομένου
[p. 11.473]
[l. 1] πολλὰ τῶν εἰθισμένων διὰ τῆς σαρκὸς μετὰ τοῦ πνεύματος
[l. 2] ῥεῖν καὶ ἔξω διαπίπτειν ἀποστέγεσθαι, ὥσπερ καὶ διὰ
[l. 3] τῶν ἠθμῶν καὶ τῶν ὀθονίων καὶ ἐρίων καὶ πάντων δι’ ὧν
[l. 4] ἠθεῖταί τι ἐγχεόμενον καὶ χριόμενον, οὐ δύνασθαι τὰ ὑγρὰ
[l. 5] ῥεῖν ὁμοίως. ἀπολαμβανομένης δὲ τῆς τοιαύτης ἐκκρίσεως
[l. 6] τὰ μὲν παλιῤῥοεῖν εἴσω, συμπληροῦν ἀθροιζόμενα τοὺς πόρους
[l. 7] ἀλλήλοις πλεκόμενα καὶ ὑπὸ τοῦ ἐλαίου περιλαμβανόμενα
[l. 8] διὰ τὸ ἔχειν τι ἰξῶδες τὸ ἔλαιον, ὥσπερ ἐπὶ τῶν ἄλλων
[l. 9] φαίνεται τὸ λιπαρὸν τοὺς κονιορτοὺς καὶ τὰ κάρφη καὶ τὰ
[l. 10] ἄλλα τὰ τοιαῦτα συνθηρεύειν. ἐμφραττομένων δὲ τῶν πόρων
[l. 11] ἀεὶ καὶ κατὰ μικρὸν ἀναγκαῖον εἶναι πολλὰ χεῖρον ἀποτελεῖσθαι
[l. 12] τῶν εἰθισμένων γίγνεσθαι κατὰ φύσιν. ὑπελάμβανε
[l. 13] δέ τι καὶ δηκτικὸν ἔχειν αὐτὸ, παρ’ ὃ καὶ τοὺς ὀφθαλμοὺς
[l. 14] δακρύειν καὶ τὴν φάρυγγα κέρχνειν καὶ τὴν κοιλίαν ξύειν καὶ
[l. 15] αἱματώδεις ποιεῖν διαχωρήσεις πινόμενον. ἄνευ μὲν οὖν τρίψεως
[l. 16] ἀλειφομένους οὐδὲν λυπεῖν· ἀσθενεστέραν γὰρ εἶναι
[l. 17] τὴν δῆξιν ἢ ὥστε ποιεῖν τινα αἴσθησιν· μετὰ δὲ τῆς τρίψεως
[p. 11.474]
[l. 1] εἰσδυόμενον εἰς τὴν σάρκα, κακουργεῖν μᾶλλον τῇ δήξει καθάπερ
[l. 2] πολλὰ τῶν φαρμάκων, οὕτω μὲν ἐπιχρισθέντα ἧττον
[l. 3] ἰσχύειν, προσπιεζόμενα δὲ καὶ εἰσδυόμενα εἴσω μᾶλλον ἐνεργεῖν.
[l. 4] καὶ δὴ καὶ ταῖς ἀκαλήφαις καὶ ἄλλοις πολλοῖς ἡσυχῇ
[l. 5] μὲν ψαύοντας οὐδὲν ἐνοχλεῖν, τύπτοντας δὲ καὶ προσπιέζοντας
[l. 6] λυπεῖν. ἃ μὲν οὖν ὁ Διοκλῆς ἐν Ἀρχιδάμῳ λέγει
[l. 7] ταῦτ’ ἔστιν. πάρεστι δὲ σκοπεῖν ἅμα τό τε πιθανὸν αὐτῶν
[l. 8] καὶ μοχθηρόν. ὅτι μὲν γὰρ ἐν ἐλαίῳ πᾶν ὁτιοῦν ἑψόμενον
[l. 9] ἀπόλλυσι τὴν οἰκείαν ὑγρότητα καὶ ψαθυρὸν καὶ κραῦρον
[l. 10] γίγνεται ταχέως, οὐδὲν τοιοῦτον πάσχον ἐν ὕδατι πρὸς τῆς
[l. 11] ἐμπειρίας ἐδιδάχθημεν, ὥστε ταύτῃ μὲν οὐδὲν ὁ Ἀρχίδαμος
[l. 12] ἐψεύσατο. δέον δὲ ὥσπερ ὁ Ἀριστοτέλης καὶ Θεόφραστος,
[l. 13] ἕτεροί τέ τινες ἄνδρες φιλόσοφοι, τὰ τοιαῦτα τῶν προβλημάτων
[l. 14] ἐν τοῖς φυσικοῖς ζητήμασιν προβάλλουσί τε καὶ λύουσι,
[l. 15] καὶ αὐτὸς, εἴπερ ἐβούλετο τὰς αἰτίας ἁπάντων τῶν γιγνομένων
[l. 16] ζητεῖν, ὁμοίως ἐκείνοις προβάλλειν τε καὶ λύειν. εἰ
[l. 17] δ’ οὐ φαίνεται τοῦτο ποιῶν, ἐν τούτῳ καὶ μάλιστα δοκεῖ
[l. 18] μοι σφάλλεσθαι. τὸ μὲν γὰρ φαινόμενον ἐναργῶς ἀεὶ χρὴ
[p. 11.475]
[l. 1] τίθεσθαι πρῶτον, ἐπισκέπτεσθαι δὲ ἐφεξῆς, εἴ τις ἐθέλοι,
[l. 2] τὴν αἰτίαν αὐτοῦ, φυσικὰ προβλήματα συντιθέντα τρόπῳ
[l. 3] τοιῷδε. διὰ τί τὸ μὲν ἔλαιον ξηρὰ καὶ ψαθυρὰ καὶ κραῦρα
[l. 4] τὰ ἐν αὐτῷ καθεψόμενα ποιεῖ, τὸ δὲ ὕδωρ ὑγρὰ καὶ μαλακά;
[l. 5] ἢ διὰ τί τὰ μὲν ἑψόμενα κατὰ τοὔλαιον ἀποξηραίνεται, τὰ
[l. 6] δ’ ἄλλως ἐν αὐτῷ βρεχόμενα φυλάττει τὴν οἰκείαν ὑγρότητα
[l. 7] μᾶλλον ἢ εἰ μηδ’ ὅλως ἐβρέχετο; διὰ τί δὲ τὰς ἀπὸ σκίλλης
[l. 8] καὶ ἀκαλήφης δήξεις ἰᾶται; διὰ τί δὲ τούτων μὲν ἰατρικόν
[l. 9] ἐστιν, αὐτὸ δὲ δάκνει τοὺς ὀφθαλμούς; διὰ τί τὸ μὲν ἄλλο
[l. 10] σῶμα πᾶν οὐ δάκνει, τοὺς ὀφθαλμοὺς δὲ δάκνει; διὰ τί τὴν
[l. 11] μὲν φάρυγγα τραχύνει, τὰ δὲ ἕλκη παρηγορεῖ; διὰ τί γαστρὸς
[l. 12] ὑπαγωγόν ἐστι; διὰ τί κόπων ἰατικόν; διὰ τί τοὺς
[l. 13] ἀλειψομένους ἀπεριψύκτους τηρεῖ; διὰ τί τῶν ἐντόμων ζώων
[l. 14] ἀναιρετικόν ἐστι; διὰ τί τῶν ἱμάντων καὶ βυρσῶν μαλακτικὸν
[l. 15] ὑπάρχει, τῶν δ’ ἑψομένων ἐν αὐτῷ σχεδὸν ἁπάντων σκληρυντικόν;
[l. 16] ἓν μὲν εἶδός σοι προβλημάτων τοῦτο, φυσικῷ
[l. 17] προσῆκον μόνῳ. 13.36. τὸ δ’ ἕτερον, ὃ κοινὸν ἤδη καὶ τοῖς
[l. 18] ἀπὸ τῶν τεχνῶν, ἔστι τοιόνδε. διὰ τίνα αἰτίαν ἐπαλείφουσιν
[p. 11.476]
[l. 1] ἐλαίῳ πρότερον ὀπτῶντες οἱ μάγειροι τοὺς ἰχθῦς καὶ τὰ
[l. 2] κρέα; διὰ τί τρίβουσιν ἐλαίῳ τοὺς ἀθλητὰς οἱ γυμνασταί;
[l. 3] διὰ τί δὲ καὶ οἱ παιδοτρίβαι τοὺς παῖδας; ἔνεστι γὰρ ἑκάστου
[l. 4] τῶν τοιούτων προβλημάτων ἐμπειρικὴν αἰτίαν ἀποδοῦναι,
[l. 5] τοὺς μὲν ἰχθὺς καὶ τὰ κρέα διὰ τοῦτο ἐπαλείφειν
[l. 6] τῶν μαγείρων ἐρούντων ἂν, ὅτι ξηρὰ καὶ περικεκαυμένα τὰ
[l. 7] ἐκτὸς αὐτῶν γίγνεται, χωρὶς τοῦ λίπους ὀπτωμένων· τοὺς
[l. 8] δ’ ἀθλητὰς ἐν ἐλαίῳ τρίβειν τῶν γυμναστῶν φησόντων ἂν,
[l. 9] ὅτι καὶ τοὺς προϋπάρχοντας κόπους λύει τοῦτο καὶ τοὺς
[l. 10] μέλλοντας πραΰνει καὶ αὐτὴν τὴν τρίψιν ὁμαλὴν καὶ πραεῖαν
[l. 11] τελέως ἀπεργάζεται καὶ πρὸς τὰς μελλούσας κινήσεις παρασκευάζει
[l. 12] τὸ σῶμα. διὰ τὰ αὐτὰ δὲ ταῦτα καὶ οἱ παιδοτρίβαι
[l. 13] τοὺς παῖδας ἀλείφειν ἐροῦσι καὶ πρὸ τῶν γυμνασίων καὶ μετὰ
[l. 14] τὰ γυμνάσια. διὰ τί μέντοι τὸ ἔλαιον ἴαμα κόπων ἐστὶν,
[l. 15] οὐκ ἔτι οὔτε γυμναστὴς οὔτε παιδοτρίβης οὔτ’ ἰατρὸς ἐμπειρικὸς
[l. 16] ἐπίσταται. οὐ μὴν οὐδ’ ὅτι μὴ γινώσκουσιν ἀφίστανται
[l. 17] τῶν ἐναργῶς φαινομένων. οὐδὲ γὰρ διὰ τί λευκὸς
[l. 18] μὲν ἐλλέβορος ἄνω καθαίρει, μέλας δὲ κάτω γινώσκοντες,
[p. 11.477]
[l. 1] οὐδὲ διὰ τί κνίκος μὲν φλέγματος ἀγωγόν ἐστιν, ἐπίθυμον
[l. 2] δὲ μελάνων οὐκ εἰδότες, ὅμως χρῶνται τοῖς φαρμάκοις εἰς
[l. 3] ἅπερ ἐδίδαξεν ἡ πεῖρα καὶ θεραπεύουσι τοὺς δεομένους καὶ
[l. 4] πιστεύουσι τοῖς ἐναργῶς φαινομένοις καὶ καταγελῶσι τῶν τῷ
[l. 5] λόγῳ τἀναντία 2.20. κατασκευαζόντων.
[l. 6] Ἀλλ’ Ἀρχίδαμος μὲν πρὸς τῷ καταφρονεῖν
[l. 7] ἐν πολλοῖς τῶν ἐναργῶς φαινομένων, ἔτι μοι δοκεῖ καὶ
[l. 8] ταύτῃ δικαίως ἂν ψέγεσθαι. λέγει μὲν γὰρ ἀμείνω τὴν ξηρὰν
[l. 9] τρίψιν εἶναι τῆς μετ’ ἐλαίου, διότι τὸ σῶμα σκληρότερόν τε
[l. 10] καὶ ξηρότερον τοῖς ἀλειφομένοις ἐργάζεται, μαλακώτερον δὲ
[l. 11] τοῖς ξηροῖς τριβομένοις γίγνεται. λέγει δ’ οὐδὲν ἧττον ἐν
[l. 12] αὐτῷ τῷ λόγῳ τούτῳ προελθὼν βραχὺ καὶ τὰ ξύλα καὶ τὰ
[l. 13] δέρματα καὶ τὰ ἄλλα τὰ μετ’ ἐλαίου τριβόμενα διαδιδόναι
[l. 14] μέχρι τοῦ βάθους αὐτοῦ καὶ τοῦτο εἶναι μέγιστον μαρτύριον
[l. 15] ὅτι κᾀν τοῖς ἡμετέροις σώμασιν εἴσω χωροῦν ἐμπλάττει
[l. 16] τε τοὺς πόρους καὶ κωλύει τὰς τῶν ὑγρῶν ἐκροάς. κᾀγὼ
[l. 17] μὲν οὐκ οἶδα πῶς τάδε συμφωνεῖ. εἰ γὰρ τοὔλαιον κωλύει
[l. 18] τὰς τῶν ὑγρῶν ἐκροὰς, οὐκ ἂν δήπου λέγοιτο ξηραίνειν, ὥστε
[p. 11.478]
[l. 1] μάτην ὡς ξηραῖνον αὐτὸ κατὰ τὰς τρίψεις φυλάττεται.
[l. 2] σφάλλεσθαι δέ μοι δοκεῖ κᾀν τῷ τοῖς ἑψομένοις ἐν ἐλαίῳ
[l. 3] παραπλησίως διατίθεσθαι νομίζειν τοὺς ἐν αὐτῷ τριβομένους.
[l. 4] οὐ γὰρ δὴ ταῦτά γέ φησι ποιεῖν θερμὸν, ἢ ψυχρὸν, ἢ εὔκρατον,
[l. 5] ἢ χλιαρὸν, ἢ ζέον ἔλαιον, ὥσπερ οὐδὲ τὸ ὕδωρ αὐτό.
[l. 6] φαίνεται γὰρ καὶ τοῦτο ψυχρὸν μὲν εἴπερ προσφέροιτο;
[l. 7] πυκνοῦν καὶ πιλοῦν καὶ συστέλλον καὶ σφίγγον τὸ ἀποκρινόμενον,
[l. 8] ὥσπερ εἰ καὶ ζέον ἐσχάτως, καῖον· εἰ δ’ εὔκρατόν τε
[l. 9] καὶ συμμέτρως θερμὸν προσενεχθείη, χαλῶν καὶ ἀραιοῦν καὶ
[l. 10] χέον καὶ διαφοροῦν. εἰ δὲ μήτε ψυχρὸν ἐπισήμως εἴη μήτε
[l. 11] θερμὸν, ἀλλ’ οἷον τὸ λεγόμενον ὑπὸ τῶν πολλῶν κρηναῖον,
[l. 12] οὐδὲν μὲν τῶν εἰρημένων ποιεῖν τηνικαῦτα, διαδείκνυσθαι
[l. 13] δὲ τὴν οἰκείαν ἑαυτοῦ δύναμιν. οὕτως οὖν καὶ τοὔλαιον εἴ
[l. 14] τις ἐξετάζειν ἐθέλοι, πάσης ἐπικτήτου ψύξεώς τε καὶ θερμότητος
[l. 15] ἐλεύθερον ἐργασάμενος αὐτὸ πρότερον, οὕτω τὴν βάσανον
[l. 16] ποιείσθω. τὸ μὲν γὰρ ἄκρως ψυχρὸν οὐ κατὰ τὴν
[l. 17] ἑαυτοῦ μόνον ἔτι δύναμιν, ἀλλὰ καὶ διά τὴν τῆς ὀθνείας
[l. 18] ποιότητος ἐπικράτησιν ἐνεργήσει τι περὶ τοῖς πλησιάζουσιν:
[p. 11.479]
[l. 1] 13.37. οὕτως δὲ καὶ τὸ θερμὸν ἱκανῶς. εἰ δ’ ἀμφοτέρων ἔξω
[l. 2] καταστήσας αὐτὸ βασανίζειν ἐθέλοις, ἐξεύροις ἂν οὕτως μόνως
[l. 3] τὴν οἰκείαν ἐλαίου δύναμιν. ὥσθ’ ὅτε μὲν ἐλαίῳ συνήθως
[l. 4] τρίβεταί τις, ὥσπερ οἱ γυμναστικοὶ πάντες, ἐν ἐλαίῳ
[l. 5] μόνῳ τρίβεται, πάσης ἄνωθεν τῆς ποιότητος ἔξωθεν. ὅταν
[l. 6] δ’ ἤτοι ζέον ἢ θερμὸν ἱκανῶς ἐργασάμενος, ἢ καὶ ψυχρὸν
[l. 7] ἐσχάτως αὐτὸ, χρῷτο τηνικαῦτα, σύνθετον ἀνάγκη γίνεσθαι
[l. 8] τὴν ἐνέργειαν ἔκ τε τῆς οἰκείας ἐλαίου δυνάμεως καὶ τῆς
[l. 9] ἐπικτήτου ποιότητος. καὶ πολλάκις δὲ κατακρύπτεσθαι τελέως
[l. 10] ἀναγκαῖόν ἐστιν τὴν οἰκείαν δύναμιν ἑκάστῳ τῶν φαρμάκων,
[l. 11] ὅταν ἰσχυρὰν πάνυ προσλάβῃ τὴν ἔξωθεν ποιότητα.
[l. 12] τί τοίνυν ὅμοιον ἢ ἑψεῖν ἐν ἐλαίῳ ζέοντι βοτάνας, ἢ τὰ
[l. 13] τῶν γυμναζομένων ἀνατρίβειν σώματα; μάλιστα μὲν γὰρ, ὡς
[l. 14] καὶ πρόσθεν ἐπιδέδεικται, φεύγειν χρὴ τὰς ἀπὸ τῶν ἔξωθεν
[l. 15] πίστεις, ἔχοντάς γε τὴν οἰκείαν ἑκάστῳ προσφέρειν πεῖραν.
[l. 16] εἰ δ’ ἄρα ποτὲ καὶ τοῦτο πράττειν ἐθελήσειέ τις, ἀλλ’ ὅμοιά
[l. 17] γε παραβάλλειν πειρᾶσθαι, καθάπερ ἐπὶ τῶν βυρσῶν ἐποίησεν
[l. 18] καὶ τῶν ἱμάντων. οὔτε γὰρ προθερμήνας ἔλαιον οὔτ’
[p. 11.480]
[l. 1] ἐν χιόνι προψύξας οὐδεὶς, ἀλλὰ τὸ ἐπιτυχὸν ἕκαστος λαμβάνων
[l. 2] ἱμάντας ἀνατρίβει καὶ βύρσας, ὥσπερ, οἶμαι, καὶ τοὺς
[l. 3] παῖδας οἱ παιδοτρίβαι, κατὰ τὸ ἐπιτυχὸν ἔλαιον ἀνατρίβουσιν,
[l. 4] οὔτε προθερμήναντες ἐπὶ πυρὸς οὔτε προψύξαντες ἐπὶ
[l. 5] χιόνος. ἐπεί τοι καὶ ἡμεῖς οὐκ ὀλιγάκις ἐγκαιομένην κεφαλὴν
[l. 6] ἐλαίῳ πάνυ ψυχρῷ καταντλήσαντες ἐνεψύξαμεν. εἰ δὲ μηδ’
[l. 7] ἁλῶν ἔχοι τοὔλαιον, ἔτι καὶ μᾶλλον ἐμψύξει. εἰ δὲ καὶ ὠμοτριβὲς
[l. 8] εἴη, πολὺ δὴ καὶ μᾶλλον ἔτι.
[l. 9] Σκευάζομεν δὲ καὶ τοῦτο παραπλησίως τῷ
[l. 10] ὕδατι θερμήναντες γὰρ αὐτὸ πρότερον, οὕτως ἐνιστῶμεν
[l. 11] ἀκραιφνεῖ ψυχρῷ. εἰ δὲ καὶ κρουνὸς ὑπερκείμενος ἐπ’ αὐτῷ
[l. 12] καταράττων εἴη, προεστεγνωμένου δηλονότι τοῦ περιέχοντος
[l. 13] ἀγγείου τοὔλαιον, ἔτι καὶ μᾶλλον ἂν οὕτω ψυχρότερον ἐργασθείη.
[l. 14] ψυχρὸν δ’ ἱκανῶς γίνεται, κᾀπειδὰν προθερμανθὲν
[l. 15] ἐν φρέατι κρεμασθὲν ψαῦον τοῦ ὕδατος. γίγνεται μὲν γὰρ
[l. 16] καὶ τὸ μὴ ψαῦον ψυχρὸν, ἀλλ’ ἧττον. αἱ μὲν δὴ τοιαῦται
[l. 17] παρασκευαὶ ψυχρὸν ἀποδεικνύουσι τοὔλαιον, αἱ δ’ ἐναντίαι
[l. 18] θερμὸν. χρώμεθα δὲ κᾀκείναις, ἐπὶ τῶν κατεψυγμένων σωμάτων,
[p. 11.481]
[l. 1] εἰς δεξαμενὴν ἐμβιβάζοντες ἐλαίου θερμοῦ τοὺς ἀπονεναρκωμένους
[l. 2] τι μέρος, ἢ τρομώδεις, ἢ σπασμώδεις, ἢ παλμώδεις,
[l. 3] ἢ ἀκινήτους, ἢ ἀναισθήτους, ἢ δυσαισθήτους, ἤ τι
[l. 4] τοιοῦτον ἕτερον πάσχοντας. εἴ τις τοίνυν ἐξ ἁπάσης χρήσεως
[l. 5] ἀποφαίνοιτο περὶ τῆς τῶν φαρμάκων δυνάμεως, οὐκ ἂν φθάνοι
[l. 6] καὶ θερμαντικὸν ἡμῶν καὶ ψυκτικὸν οἰόμενος εἶναι τοὔλαιον,
[l. 7] ὑγραντικόν τε καὶ ξηραντικὸν, ὥσπερ καὶ ὁ τοῦ Διοκλέους
[l. 8] Ἀρχίδαμος, εἰ καὶ μὴ παρακολουθεῖ ταῖς ἐναντιολογίαις.
[l. 9] ὅταν μὲν γὰρ ξηραίνεσθαι καὶ κραῦρα γίνεσθαι λέγῃ
[l. 10] τὰ ἐν τῷ ἐλαίῳ ἑψόμενα, ξηραντικήν τινα καὶ διαφορητικὴν
[l. 11] ἐπιδείκνυσιν αὐτοῦ τὴν δύναμιν· ὅταν δ’ εἴσω τῶν βυρσῶν
[l. 12] δύεσθαι καὶ τοὺς ἡμετέρους ἐμπλάττειν πόρους καὶ κωλύειν
[l. 13] τὰς φυσικὰς τῶν ὑγρῶν ἐκροὰς, ἐναντιωτάτην δήπου πάλιν
[l. 14] ἐκ τούτων ἐπιδείκνυσι τὴν δύναμιν αὐτοῦ τοῖς διαφοροῦσί
[l. 15] τε καὶ ξηραίνουσιν. ἀλλ’ ἐν τούτοις μὲν ἔτι τὰ γοῦν φαινόμενα
[l. 16] λέγων οὐκ ὀρθῶς ὑπὲρ αὐτῶν συλλογίζεται. κατὰ
[l. 17] δὲ τὸν περὶ τῆς δήξεως αὐτοῦ λόγον οὐδὲ ταῦτα διέρχεται
[l. 18] πάντα. τὸ μὲν γὰρ τοὺς ὀφθαλμοὺς δάκνειν καὶ κερχνώδη
[p. 11.482]
[l. 1] τὴν φάρυγγα ποιεῖν καὶ καταξύειν τὴν γαστέρα καὶ τὰς διαχωρήσεις
[l. 2] αἱματώδεις ἐπιφέρειν, ἱκανὰ μαρτύρια τοῦ δακνώδη δύναμιν
[l. 3] ὑπάρχειν αὐτῷ. 13.38. τὸ δὲ καὶ τοῖς ἕλκεσιν ἀνώδυνον εἶναι
[l. 4] καὶ τὰς τῆς γαστρὸς δήξεις, ἐπιβρεχόμενόν τε καὶ ἐνιέμενον
[l. 5] πάντως ἰᾶσθαι καὶ τοὺς ἀπὸ τῶν ὀδαξησμῶν ἐρεθισμοὺς
[l. 6] πραΰνειν, οὐ σμικρὰ πάλιν οὐδ’ αὐτὰ τῆς ἐναντίας αὐτοῦ
[l. 7] δυνάμεως γνωρίσματα, παραλέλειπται τελέως. εἰ δ’ ἀμφοτέρων
[l. 8] λεχθέντων ἐφεξῆς ἐθέλοι τις συλλογίσασθαι δυοῖν θάτερον,
[l. 9] ἢ ὡς ἐμπειρικὸς ἐν τῷ πρός τι φήσει τὴν δύναμιν ἑκάστου
[l. 10] τῶν φαρμάκων ἐξ ἐμπειρίας γινώσκειν, αὐτοῦ δὲ καθ’ ἑαυτὸ
[l. 11] τὴν οἰκείαν φύσιν ἀγνοεῖν, ἢ ὡς λογικὸς τὰς ἐναντίας δυνάμεις
[l. 12] ὑπάρχειν ταὐτῷ φαρμάκῳ, δακνώδη τε καὶ πραϋντικὴν,
[l. 13] εἶτ’ οἶμαι μεγίστην ἀπορίαν ἕξει τὴν αἰτίαν ἀποδιδοὺς τοῦ
[l. 14] ποτὲ μὲν τὴν ἑτέραν αὐτῶν ἐνεργεῖν αἰσθητῶς, ποτὲ δὲ τὴν
[l. 15] ἑτέραν, ἢ ἀπολωλυίας, ἢ μὴ σαφῶς γε φαινομένης τῆς ἑτέρας.
[l. 16] εἰσὶ δὲ τῶν τοιούτων ἁπασῶν ἀποριῶν αἱ λύσεις, εἰ
[l. 17] μὲν ὡς φυσικὰ προβλήματα προβάλλοιντο, παγχάλεποί τινες,
[l. 18] εἰ δ’ ὡς πρὸς τὴν χρείαν τῆς τέχνης ἀναφέροιντο, πείρας μὲν
[p. 11.483]
[l. 1] πολλῆς, ἐπιλογισμῶν δὲ οὐ πολλῶν μὲν, ἀκριβῶν δὲ καὶ διωρισμένων
[l. 2] δεόμεναι. πρῶτον μὲν γὰρ, εἰ πᾶν ἔλαιον τοῖς
[l. 3] ὀφθαλμοῖς δακνῶδές ἐστιν ἢ μὴ τῇ πείρᾳ διορίσασθαι
[l. 4] βέλτιον, οὐκ αὐτοσχεδιάζειν, ὥσπερ ῥήτορας ἐπιχειροῦντας
[l. 5] εἰς ἑκάτερον. εἶθ’ ἑξῆς εἰ πᾶν ὁμοίως κερχνῶδες, ἢ γαστρὸς
[l. 6] ὑπαγωγὸν ἢ καταξῦον αὐτὴν, ὡς αἱματώδεις ἐνίοτε κινεῖν
[l. 7] ἐκκρίσεις, ἢ τὸ μέν τι ποιεῖ τῶν ἐλαίων ταῦτα, τὸ δ’ οὐ
[l. 8] ποιεῖ, καὶ τὸ μὲν μᾶλλον, τὸ δ’ ἧττον. ἐλαίου δὲ διαφορὰς
[l. 9] λέγω νῦν οὐχ ὡς ἄν τις ὑπονοήσῃ τὰς ἑτερογενεῖς, οἷον
[l. 10] τοῦ κικίνου τε καὶ ῥαφανίνου2.21. καὶ καρυΐνου καὶ βαλανίνου
[l. 11] καὶ τῶν ὁμοίων. εἰδέναι μὲν γὰρ χρὴ καὶ τὰς τούτων
[l. 12] δυνάμεις τὸν ἰατρόν. ἀλλ’ οὐκ ἔν γε τῷ παρόντι
[l. 13] προσήκει μνημονεύειν αὐτῶν. ἀρκεῖ γὰρ, οἶμαι, τήν γε
[l. 14] πρώτην αὐτὸ τὸ κυριώτατον καὶ μάλιστα τὸ ὑπὸ πάντων
[l. 15] ἀνθρώπων ὀνομαζόμενον ἔλαιον ἐπισκέψασθαι. καὶ
[l. 16] γὰρ ὁ καρπὸς ἐξ οὗ γίγνεται τοῦτο, μόνος τῶν ἄλλων
[l. 17] ἐλαία καὶ τὸ δένδρον ἐλαία προσαγορεύεται. καὶ τοῦτο
[p. 11.484]
[l. 1] μὲν ἔλαιον ἁπλῶς γε καὶ πρώτως ὀνομάζεται, τὰ δ’ ἄλλα
[l. 2] πάντα κατὰ μεταφοράν τινα καὶ κατάχρησιν.
[l. 3] Αὐτοῦ δή φημι τοῦ κυρίως προσαγορευομένου
[l. 4] ἐλαίου, περὶ οὗ τὸν σύμπαντα λόγον ἐν τῷ παρόντι
[l. 5] ποιούμεθα, πλείους εἶναι τὰς διαφορὰς κατὰ μὲν τὴν ἡλικίαν,
[l. 6] ὅταν ἤτοι πρόσφατόν ἐστιν καὶ οἷον γλεῦκος, ἢ ἀκμάζον, ἢ
[l. 7] παλαιὸν ὑπάρχει· κατὰ δὲ τὸν τρόπον τῆς σκευασίας, ὅταν
[l. 8] ἤτοι ψιλὸν ᾖ καὶ ἁπλοῦν καὶ μόνον, ἢ μεθ’ ἁλῶν γεγονός·
[l. 9] κατὰ δὲ τὴν ἐν αὐτῷ τῷ καρπῷ διαφορὰν, ὅταν ἤτοι πέπειρος,
[l. 10] ἢ ὠμὸς ὑπάρχῃ· κατὰ δὲ τὴν ἐξ ἐπιτεχνήσεως ἀλλοίωσιν,
[l. 11] ὅταν ἤτοι φυλάττηται τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔτυχε
[l. 12] σκευασθὲν ἢ ἐλευκάνθη. γέγραπται δὲ ὑπὲρ τῆς λευκάνσεως
[l. 13] αὐτοῦ καὶ ἄλλοις μὲν οὐκ ὀλίγοις, εἰρήσεται δὲ καὶ πρὸς
[l. 14] ἡμῶν ἐν τοῖς ἐφεξῆς. τούτων ἁπάντων τῶν ἐλαίων αὐτὸς
[l. 15] ἐγὼ ἐσπούδασα πειραθῆναι τῆς δυνάμεως. καὶ τί μὲν ἐφ’
[l. 16] ἑκάστῳ ἐφώρασα μετὰ ταῦτα διηγήσομαι· νυνὶ δὲ τέλος
[l. 17] ἐπιθεῖναι βούλομαι πρῶτον οἷς ἐνεστησάμην. οὐκ ὀρθῶς
[p. 11.485]
[l. 1] γὰρ δοκοῦσιν οἱ πλεῖστοι τῶν ἰατρῶν οὔτε πειραθῆναι
[l. 2] φαρμάκων οὔτε συλλογίζεσθαι περὶ τῆς δυνάμεως αὐτῶν.
[l. 3] 13.39. Πειραθῆναι μὲν γὰρ χρὴ μόνων τῶν
[l. 4] ἀμίκτων καὶ ἔξω πάσης ἐπικτήτου ποιότητος. ἐπὶ μὲν γὰρ
[l. 5] τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος πρῶτον, ἐφεξῆς δὲ κᾀπὶ
[l. 6] τῶν δυσκράτων, εἶθ’ οὕτως ἐπὶ τῶν ἁπλῶν νοσημάτων, ὡς
[l. 7] ἔν τε τῷ πρὸ τούτου λόγῳ κᾀν τῷ τρίτῳ περὶ κράσεως διῄρηται,
[l. 8] συλλογίζεσθαι δὲ τὸ κατὰ συμβεβηκὸς ἀεὶ διορίζοντας
[l. 9] τοῦ πρώτως τε καὶ καθ’ αὑτό.
[l. 10] Σφάλλονται δ’ ἔνιοι τῶν ἰατρῶν οὐ περὶ
[l. 11] ταῦτα μόνον, ἀλλὰ κᾀν ταῖς περὶ τῶν παθημάτων δόξαις.
[l. 12] αὐτίκα τοὔλαιον, ὅτι μὲν ἴαμα κόπων ἐστὶν ἅπαντες σχεδὸν
[l. 13] ὁμολογοῦσιν. ὁποῖον δέ τι πάθος ὁ κόπος ἐστὶν, οὐκέτι ὁμοδοξοῦσιν.
[l. 14] ὁ μὲν γάρ τις ξηρότητα τῶν ἄρθρων εἶναί φησιν,
[l. 15] ἐξικμασθέντων ἐν ταῖς κινήσεσιν, ὁ δέ τις καὶ τῶν μυῶν
[l. 16] προστίθησιν, ἕτερος δέ τις ἔμπαλιν τούτοις ὑγρότητα πολλὴν
[l. 17] καὶ τάσιν καὶ θερμασίαν, ἐπελθόντος γε ῥεύματος τοῖς
[l. 18] σφοδρῶς κινηθεῖσι μέρεσιν. ἄλλος δὲ οὐ πλῆθος ὑγρῶν, ἀλλὰ
[p. 11.486]
[l. 1] ποιότητα μόνην αἰτιᾶται, συντήξεις τινὰς φάμενος ἐν ταῖς
[l. 2] ἀμετροτέραις κινήσεσιν γίγνεσθαι πιμελῆς τε ἅμα καὶ σαρκὸς
[l. 3] ἁπαλῆς, ὧν μέρος μέν τι διαπνεῖσθαι εἰς τοὐκτὸς, μέρος δ’
[l. 4] ἴσχεσθαι κατὰ τὸ σῶμα, καὶ τοῦτο δριμὺ καὶ δακνῶδες ὑπάρχον,
[l. 5] τὴν οἷον ἐλαιώδη διάθεσιν ἐργάζεσθοι. ὥστ’ εἰ καὶ τὸ θεραπεύεσθαι
[l. 6] τοὺς κόπους ὑπὸ τοῦ ἐλαίου συμφωνεῖται, τό γε τῆς
[l. 7] διαθέσεως τοῦ σώματος ἀμφισβητούμενον οὐδὲν ἐᾷ συλλογίζεσθαι
[l. 8] βέβαιον ὑπὲρ ἐλαίου δυνάμεως. οὐ μόνον δὲ ἐπὶ
[l. 9] κόπου τοῦτο συμβέβηκεν, ἀλλὰ κᾀπειδὰν ἀλγήματος ἕνεκεν,
[l. 10] ἢ δήξεως, ἢ φλεγμονῆς ἔλαιον ποτίζωμεν, ἢ δι’ ἕδρας ἐγχέομεν,
[l. 11] ἢ καταντλῶμεν. ἐπὶ μὲν γὰρ τῶν φλεγμαινόντων ἑλκῶν
[l. 12] οὐ μόνον, ἀλλὰ μεθ’ ὕδατος αὐτὸ συμμέτρως θερμοῦ καταχέομεν,
[l. 13] ὥσπερ ἐν τοῖς κόποις ἅμα τοῖς διὰ τῶν γλυκέων
[l. 14] ὑδάτων λουτροῖς. ὁμολογεῖται δ’ οὐδ’ ἐπὶ τῆς φλεγμονῆς,
[l. 15] ἡ διάθεσις ὁποία τίς ἐστιν. ἐνιέντες δὲ διὰ τῆς ἕδρας, ἢ ποτίζοντες,
[l. 16] οὐδ’ οὖν οὐδὲ τότε γινώσκομεν ἐναργῶς ὁποίῳ
[l. 17] τινὶ σώματι προσάγομεν αὐτὸ, πότερα φλέγματος, ἢ χολῆς,
[l. 18] ἤ τινων ἄλλων περιττωμάτων μεστῷ. δῆλον γὰρ ὡς οὐχ
[p. 11.487]
[l. 1] ὁμοίως διαθήσει τὸν ἄνθρωπον, ἐπειδὰν φλέγματος γλίσχρου
[l. 2] μεστὸν εὕρῃ τὸ ἔντερον ἅπαν ἅμα τῇ γαστρὶ, κᾀπειδὰν χολωδῶν
[l. 3] περιττωμάτων, ἤ τινων ἄλλων δριμέων χυμῶν, ἢ
[l. 4] κόπρου πολλῆς, ἢ τούτων μὲν μηδενὸς, καθαρᾶς δ’ ἀκριβῶς
[l. 5] ἐπιτύχῃ τῆς τε γαστρὸς ἁπάσης καὶ τῶν ἐντέρων, ἢ πρὸς τῷ
[l. 6] καθαρὸν εἶναι τοῦτο καὶ τετραχυσμένον ὑπάρχει.
[l. 7] Ἀμελῶς οὖν πάνυ καὶ ῥᾳθύμως ὑπὲρ
[l. 8] ἁπάντων τούτων οἱ πολλοὶ τῶν ἰατρῶν συλλογίζονται, μηδ’
[l. 9] ὅπως ἔχοντι τῷ ἀνθρώπῳ 13.40. δίδοται τοὔλαιον εἰπόντες,
[l. 10] ἀλλὰ μηδ’ ὁποῖον αὐτό· κᾄπειτα φάσκοντες οἱ μὲν δάκνειν
[l. 11] καὶ ξύειν πάντως τὰ ἐντὸς, οἱ δὲ καὶ εἴ τις ἂν εἴη δῆξις ἤδη
[l. 12] προϋπάρχουσα, καὶ ταύτην πραΰνειν. οὐ γὰρ σμικρὸν δήπου
[l. 13] διήνεγκεν ἢ τὸ παντάπασιν ἄναλον ὀνομαζόμενόν τε καὶ
[l. 14] ὄντως ὑπάρχον ἔλαιον εἰς φλεγματώδη κοιλίαν ἐμβαλεῖν, ἢ
[l. 15] τὸ πλείστων ἁλῶν μετέχον εἰς καθαράν. ἄμφω μὲν γὰρ
[l. 16] λαπάξει τὴν γαστέρα, διαφερούσαις μέντοι ταῖς δυνάμεσιν.
[l. 17] τὸ μὲν γὰρ ἄναλον ἐν φλεγματώδει διὰ τὸν ὄλισθον ὁμοίως
[p. 11.488]
[l. 1] μαλάχαις τε καὶ βλίτοις καὶ μόροις· τὸ δὲ ἡλισμένον ἐν καθαρᾷ
[l. 2] διὰ τὴν δριμύτητα παραπλησίως ἅλμῃ καὶ θαλάττῃ.
[l. 3] καὶ δὴ καὶ ξύσει μὲν τοῦτο, θάτερον δ’ οὐ ξύσει. μὴ τοίνυν
[l. 4] μήτε ξύειν ἁπλῶς λέγομεν τοὔλαιον πάντως τἀντὸς, ἢ διαχωρήματα
[l. 5] ποιεῖν αἱματώδη, μήτε πραΰνειν δήξεις, ἀλλὰ τὸ
[l. 6] μὲν ἁλῶδες ἐν καθαρᾷ ξύειν, τὸ δ’ ἄναλον ἐν φλεγματώδει
[l. 7] μὴ ξύειν.
[l. 8] Ἐνίοτε δὲ κατὰ συμβεβηκὸς ἰάσαιτ’ ἂν
[l. 9] δήξεις τὸ ἁλμῶδες, ὥσπερ καὶ τὸ μελίκρατον καὶ ἅλμη καὶ
[l. 10] γάλακτος ὀῤῥός. συνεξάγονται γὰρ σὺν αὐτοῖς ἐνίοτε ταῦτα
[l. 11] τὸν τὴν δῆξιν ἐργαζόμενον χυμὸν, ἰάματά τε γίγνεται δήξεως
[l. 12] ὁμοίως τοῖς ἄλλοις ἅπασιν, τοῖς ἀποπλύνουσί τε καὶ
[l. 13] ῥύπτουσιν. ἀλλὰ μετὰ τὴν ἔνεσιν οὐχ ὅπως παύει τὰ
[l. 14] τοιαῦτα φάρμακα τὴν δῆξιν εὐθὺς, ἀλλὰ καὶ παροξύνει.
[l. 15] τῷ γὰρ τῆς κενώσεως λόγῳ τὴν ἴασιν, οὐ τῷ τῆς ἐπικράσεως
[l. 16] ἐργάζεται. κηρωτὴ μέντοι πολλάκις ἐνεθεῖσα διὰ ῥοδίνου
[l. 17] καὶ στέατος ἢ πιμελῆς, ἐν τῷ παραχρῆμα τὰς δήξεις
[l. 18] ἰάσατο τῷ τῆς ἐπικράσεως λόγῳ. καὶ μὲν δὴ καὶ ἔλαιον
[p. 11.489]
[l. 1] αὐτὸ μόνον γλυκύτατον τοῦτο πολλάκις ἔδρασεν, ὥσπερ
[l. 2] οὖν καὶ στέαρ τράγου, ἢ χόνδρου χυλὸς, ἢ κηρωτὴ δι’
[l. 3] ἐλαίου γλυκέος. ἡμεῖς δὲ καὶ τοῖς διά τινα ψύξιν ἀλγοῦσι
[l. 4] τἀντὸς ἐνιέντες ἐλαίου θερμοῦ παραχρῆμα πολλάκις ἀνωδύνους
[l. 5] εἰργασάμεθα. καὶ εἰ μείζονα δὲ τὴν ψύξιν εἶναι
[l. 6] στοχαζόμεθα, προσεπιβάλλομεν ἄνηθον, θερμαίνοντες τοὔλαιον,
[l. 7] εἰ δ’ ἔτι μείζονα, καὶ πήγανον καὶ ἄσφαλτον. τοιαῦτα
[l. 8] οὖν ἅπαντα τοῖς πολλοῖς τῶν ἰατρῶν οὐκ εἰδόσιν
[l. 9] οὔτε τὴν ὑπὸ δυσκρασίας γινομένην ὀδύνην διορίσασθαι
[l. 10] τῆς ὑπὸ κακοχυμίας, οὐδ’ ὅτι τῶν ἐνιεμένων φαρμάκων
[l. 11] ὀδύνης ἕνεκα τὸ μὲν τῷ θερμαίνειν τὸ κατεψυγμένον μόριον
[l. 12] ἰᾶται, τὸ δὲ τῷ κενοῦν τὸν δάκνοντα χυμὸν, τὸ δὲ
[l. 13] τῷ κατακεραννύναι. πολλάκις δὲ καὶ μικταὶ γίνονται διαθέσεις
[l. 14] ἐκ δυσκρασίας τε ἅμα καὶ δήξεως, ἐφ’ ὧν ἡμεῖς
[l. 15] εἰώθαμεν ἀνήθινον ἢ πηγάνινον ἔλαιον ἐγχεῖν ἐναποτήξαντες
[l. 16] αὐτῷ χήνειον στέαρ· εἰ δὲ μὴ παρείη τοῦτο, τὸ
[p. 11.490]
[l. 1] γοῦν ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτο, τῶν ἄλλων τι. μηδενὸς
[l. 2] δὲ παρόντος τούτων ἀδήκτου μίγνυμεν κηροῦ, καλῶ δ’
[l. 3] οὕτως τὸν πεπλυμμένον, ἢ καὶ νὴ Δία τοὔλαιον αὐτὸ τὸ
[l. 4] λελευκασμένον ἐγχεόμενον. ἀνάλογον γὰρ ἐστιν ἀδήκτῳ
[l. 5] κηρῷ καὶ τοῦτο. προπετὴς οὖν ἀπόφασίς ἐστι καὶ ἀδιόριστος
[l. 6] ἥ τε τῶν δακνῶδες 2.22. ἐν παντὶ καιρῷ πᾶν
[l. 7] ἔλαιον 13.41. ἥ τε τῶν παρηγορικὸν ἀποφηναμένων. τὸ
[l. 8] μὲν γὰρ ἁλμῶδες δακνῶδες, τὸ δ’ ἄναλον καὶ γλυκὺ
[l. 9] παρηγορικὸν ὅσον ἐφ’ ἑαυτῷ. δόξειε γὰρ ἄν ποτε καὶ τοῦτο
[l. 10] παρὰ τὰς διαθέσεις αἷς προσφέρεται μηκέτι εἶναι τοιοῦτον.
[l. 11] ἕκαστον γὰρ τῶν ἐπικεραννύντων φαρμάκων ἰσχυρότερον
[l. 12] γιγνόμενον τῶν δακνόντων χυμῶν ἀμβλύνει τὴν δῆξιν
[l. 13] αὐτῶν. ἀλλ’ ἂν ἰσχυροτέραις ταῖς δυνάμεσιν, ἢ πολλαῖς
[l. 14] ὀλίγον ἀναμιχθῇ, συνδιαφθείρεταί τε καὶ τρέφει τὴν κακοχυμίαν,
[l. 15] ὅθεν καὶ κενοῦν δεῖ παραχρῆμα τοὺς ἐκ τῶν ἐπικεραστικῶν
[l. 16] παροξυνομένους, ὡς ἂν πολλῆς καὶ δυσκινήτου
[l. 17] διαφθορᾶς πεπληρωμένους.
[l. 1] Οὕτως οὖν καὶ τὸ γάλα πολλάκις ἅμα
[l. 2] τῷ προσενεχθῆναι τοῖς μὲν ὀξύνεται, τοῖς δὲ κνισοῦται,
[l. 3] πρὶν καλῶς πεφθὲν ἐπικεράσαι τὴν διαφθοράν. καὶ χρὴ τούτων
[l. 4] πρότερον ἐκκενώσαντας τὸ πολὺ τῆς κακοχυμίας οὕτω
[l. 5] προσφέρειν καὶ χόνδρον καὶ πτισάνην καὶ γάλα καὶ τἄλλα
[l. 6] ὅσα καλῶς πεφθέντα πρὸς εὐχυμίαν συντελεῖ, μὴ μέντοι μήτε
[l. 7] τὰς χείρους μήτε τὰς ἐναντίας ἔχειν δυνάμεις ὅσον ἐπὶ τούτῳ
[l. 8] νομίζειν ἅπαντα μήτε παραλιπεῖν ἐν τοῖς λόγοις ἑκόντα
[l. 9] τῶν γιγνομένων θάτερα, καθάπερ Ἀρχίδαμος ἐπ’ ἐλαίου
[l. 10] τῶν μὲν δακνομένων ὀφθαλμῶν ἐμνημόνευσεν καὶ τῆς κερχνώδους
[l. 11] φάρυγγος καὶ τῆς ξυομένης γαστρὸς, ὅτι δὲ πολλάκις
[l. 12] καὶ στόμαχον ἰσχυρῶς δακνόμενον ἔλαιον γλυκὺ ποθὲν
[l. 13] ἰάσατο παραχρῆμα καὶ τὰς καθ’ ὅλην τὴν γαστέρα δήξεις
[l. 14] ἐνεθὲν ἐπράϋνε καὶ τὰς ἀπὸ θαψίας τε καὶ ἀκαλήφης καὶ
[l. 15] σκίλλης κατὰ τὸ δέρμα γιγνομένας ἐπαλειφθὲν ἔπαυσεν, οὐκ
[l. 16] ἔτ’ ἐμνημόνευσεν. ἐγὼ δ’ οὐκ ἀμφισβητῶ μὲν οὐδ’ αὐτὸς,
[l. 17] οὐδ’ ἀπιστῶ τοῖς φάσκουσιν ἐν ἅπασι σχεδὸν τοῖς οὖσι πολλὰς
[l. 18] καὶ διαφερούσας περιέχεσθαι δυνάμεις, ἀλλὰ καὶ δείξειν
[p. 11.492]
[l. 1] ἐπαγγέλλομαι τοῦτο κατὰ τὸν ἑξῆς λόγον. οὐ μὴν τούτου
[l. 2] γε ἕνεκα καὶ τὴν ἐν ἑκάστῳ κρατοῦσαν ἄγνωστον εἶναί
[l. 3] φημι. διοριζομένῳ δέ σοι τὸ καθ’ αὑτὸ τοῦ κατὰ συμβεβηκὸς
[l. 4] ἐπιγνωσθήσεται σαφῶς ἅπαντα. θέασαι γὰρ ὡδί
[l. 5] πως ἑκάτερον ἐπὶ παραδειγμάτων, ὑπόδειγμα θέμενος ἐν
[l. 6] τῷ λόγῳ δύο τινὰς ἀνθρώπους δακνομένους μὲν ὁμοίως
[l. 7] τὸ τῆς γαστρὸς στόμα, προσφερομένους δὲ χυλὸν πτισάνης
[l. 8] ἢ χόνδρον ἢ ἄρτον πλυτὸν, εἶτα τῷ μὲν ἑτέρῳ παυομένην
[l. 9] τὴν δῆξιν, αὐξανομένην δὲ θατέρῳ, πότερον οὖν
[l. 10] ὅσον ἐφ’ ἑαυτῷ δακνώδης ἐστὶν ὁ χυλὸς τῆς πτισάνης, ἢ
[l. 11] ὁ χόνδρος, ἢ ὁ ἄρτος, κατὰ δέ τι συμβεβηκὸς ἐπὶ θατέρου
[l. 12] τῶν ἀνθρώπων οὐχ ὅπως ηὔξησεν, ἀλλὰ παρηγόρησεν τὴν
[l. 13] δῆξιν; ἢ παρηγόρησεν μὲν ὅσον ἐφ’ ἑαυτῷ, κατὰ δέ τι
[l. 14] συμβεβηκὸς ἐπὶ θατέρου παρώξυνεν; ἐγὼ μὲν ἐπικεραστικὸν
[l. 15] ὑπάρχοντα κατά γε τὴν ἑαυτοῦ φύσιν φημὶ τὸν χυλὸν τῆς
[l. 16] πτισάνης, ἢ τὸν χόνδρον, ἢ τὸν ἄρτον, ἢ νὴ Δία τὸ γάλα,
[l. 17] παροξύνεσθαι δὲ θατέρῳ τῶν ἀνθρώπων τὴν δῆξιν, τῷ
[l. 18] φθάσαι νικηθῆναι πρὸς τῆς διαφθορᾶς. οὕτω δὲ καὶ τοὺς
[p. 11.493]
[l. 1] παλαιοὺς ἰατροὺς σχεδὸν ἅπαντας οἶδα γινώσκοντας, ὥσπερ
[l. 2] γε καὶ τῶν νεωτέρων τοὺς ἀρίστους, εἴη δ’ ἄν τις ἴσως ἐμὲ
[l. 3] λανθάνων. οὐδὲν γὰρ ἀτόλμητόν ἐστιν ἐνίοις τῶν νεωτέρων
[l. 4] ἰατρῶν, ὡς ἀποφῆναι τῇ μὲν αὐτοῦ φύσει τὰς διαφθορὰς
[l. 5] αὐξάνειν τὸν χόνδρον, ἢ τὸν ἄρτον, ἢ τὴν πτισάνην, ἐπ’ ἐνίων
[l. 6] μέντοι κατά τι συμβεβηκὸς πραΰνειν. ἀλλ’ ὁ μὲν ταῦτα
[l. 7] λέγων οὐδεμίαν ἀπόδειξιν εἰπεῖν ἔχει τῆς ἀποφάσεως. ἡμεῖς
[l. 8] δὲ λέγομεν ὡς εἴπερ ἡ πτισάνη φύσει κακόχυμος ἦν, οὔποτ’
[l. 9] ἂν ἐπράϋνε δήξεις. 13.42. ἀλλὰ μὴν ὁρᾶται καὶ ἄνωθεν λαμβανομένη
[l. 10] καὶ διὰ τῆς ἕδρας ἐνιεμένη πραΰνουσα πολλάκις, ᾧ
[l. 11] δῆλον ὅτι κατὰ μὲν τὴν ἑαυτῆς φύσιν εὔχυμός ἐστιν. συνδιαφθειρομένη
[l. 12] δ’ ἐνίοτε τοῖς τὰς δήξεις ἐργαζομένοις χυμοῖς
[l. 13] αὐξάνει τὸ σύμπτωμα.
[l. 14] Τάχ’ οὖν ἔροιτό τις ἡμᾶς εἰ μηδὲν τῶν
[l. 15] κακοχύμων ἰάσατό ποτε δῆξιν; ἐγὼ δὲ τοῦτο μὲν οἶδα οὐκ
[l. 16] ὀλιγάκις γιγνόμενον, ἀλλ’ οὐκ ἐπικεραννύντα φημὶ, ἀλλὰ τὸ
[l. 17] δάκνον ἅμ’ ἑαυτοῖς συνεξάγοντα τὰ τοιαῦτα τῶν φαρμάκων
[l. 18] ἰᾶσθαι τὰς δήξεις. καὶ διὰ τοῦτο παραχρῆμά τε καὶ μέχρι
[p. 11.494]
[l. 1] περ ἂν ἐκκενωθῇ δάκνειν τε τὸν ἄνθρωπον ἀπολιπεῖν τέ
[l. 2] τινα τραχεῖαν αἴσθησιν ἐν τοῖς μέρεσιν, ἑτέρου φαρμάκου
[l. 3] δεομένην, οὐ μὴν τά τε εὔχυμα καὶ γλυκύχυμα. καὶ γὰρ καὶ
[l. 4] ἐν τῷ παραχρῆμα πραΰνει καὶ χωρὶς τοῦ κένωσιν ἐργάζεσθαι,
[l. 5] καὶ τραχεῖαν οὐδεμίαν αἴσθησιν ἐπάγει, τοὐναντίον δ’ ἅπαν
[l. 6] αὐτὰ τῶν τραχειῶν ἐστιν αἰσθήσεων ἰατικά. τὸν γοῦν χόνδρον
[l. 7] καὶ τὸ γάλα καὶ τὴν πτισάνην ἐπὶ τῶν τοιούτων διαθέσεων
[l. 8] ἐσθίειν τε δίδομεν ἐνίεμέν τε διὰ τῆς ἕδρας, ἐπειδὰν
[l. 9] ἤτοι διὰ μέλιτος, ἢ ἄλλου τινὸς τῶν τοιούτων ἀποῤῥύψωμεν
[l. 10] τὸ λυποῦν. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ στέαρ ἡμῖν γίγνεται
[l. 11] χρήσιμον καὶ κηρωτὴ γλυκεῖα καὶ ἔλαιον γλυκύ. λέγειν δέ με
[l. 12] νόμιζε καὶ νῦν καὶ κατὰ τὸν ἑξῆς λόγον ἅπαντα γλυκέα καὶ
[l. 13] χωρὶς ἁλῶν σκευαζόμενα καὶ τὰ πεπλυμμένα. τέσσαρσι τοίνυν
[l. 14] γνωρίσμασιν ἔχων διορίσασθαι τὸ καθ’ ἑαυτὸ τοῦ κατὰ
[l. 15] συμβεβηκὸς πραϋντικοῦ, ῥᾳδίως ἐξευρήσεις ἑκάστου τῶν
[l. 16] τοιούτων φαρμάκων τὴν δύναμιν. ἔστι δὲ τὰ τέσσαρα γνωρίσματα
[l. 17] ταῦτα. πρῶτον μὲν τὸ παραχρῆμα πραΰνειν, ἢ μὴ,
[l. 18] καὶ δεύτερον τὸ συνεκκενοῦσθαι τὰ λυποῦντα, ἢ μὴ, καὶ
[p. 11.495]
[l. 1] τρίτον τὸ καταλιπεῖν τινα τραχύτητα περὶ τοῖς σώμασιν, ἢ
[l. 2] μὴ, καὶ τέταρτον, εἰ μὴ τοῖς οὕτως ἔχουσι χρηστὸν φαίνοιτο.
[l. 3] τὸ μὲν γὰρ μήτε ἐν τῷ παραχρῆμα πραΰνειν τὰς
[l. 4] δήξεις, ἀλλὰ μετὰ πλείονός γε σφοδρότητος ἐκκρινόμενον
[l. 5] μήτε μένειν ἔνδον ἰώμενον, ἀπολεῖπόν τέ τινα περὶ τοῖς
[l. 6] σώμασιν ἀνιαρὰν τραχύτητα, παροξῦνόν τε ταύτην εἰ προσαχθείη
[l. 7] δεύτερον, ἀναβρωτικὸν μέν ἐστιν καὶ δακνῶδες τῇ
[l. 8] φύσει, κατὰ συμβεβηκὸς δέ ποτε δήξεις ἰᾶται, τὸ δὲ κᾀν
[l. 9] τῷ παραχρῆμα πραϋντικὸν ἔκκρισίν τε μηδεμίαν ἐρεθίζον,
[l. 10] ἀλλὰ μηδὲ τραχῦνον ἐν τῷ μένειν, ἴαμά τε τῶν τετραχυμένων
[l. 11] γιγνόμενον αὐτὸ μὲν φύσει χρηστόν ἐστι, δακνῶδες
[l. 12] δ’ ὑπὸ τῆς ἀλλοιούσης αὐτὸ καὶ διαφθειρούσης κακοχυμίας
[l. 13] ἔστιν ὅτε γίγνεται. ταῦτ’ εἴρηταί μοι καὶ ἅμα τε τὸν καιρὸν
[l. 14] ἢ τὸν τρόπον τῆς χρήσεως ἑκατέρου τοῦ γένους τῶν
[l. 15] φαρμάκων ἅμα τε τὴν τῆς δυνάμεως εὕρεσιν ὁ λόγος ἐδίδαξεν,
[l. 16] ἀπέδειξέ τε καὶ πτισάνης χυλὸν καὶ χόνδρον καὶ
[l. 17] τράγον καὶ γάλα καὶ ἄρτον πλυτὸν ἐκ τῶν εὐχύμων ὑπάρχοντα,
[l. 18] καὶ μὲν δὴ καὶ πιμελὴν καὶ στέαρ, ἔλαιόν τε γλυκὺ
[p. 11.496]
[l. 1] καὶ κηρὸν γλυκὺν, ἐκ τῆς τῶν παρηγορικῶν ὄντα φύσεως.
[l. 2] εἴη δ’ ἂν καὶ γλυκὺς κηρὸς ὁ τῇ φύσει τοιοῦτος, ὡς ἔνιοί γε
[l. 3] πικροὶ γευομένοις εἰσὶ, καὶ ὁ πρὸς τῷ τοιοῦτος εἶναι καὶ πεπλυμμένος
[l. 4] ἐν ὕδατι χρηστῷ.
[l. 5] 13.43. Χρὴ δὲ πλύνειν οὐ κηρὸν μόνον, ἀλλὰ
[l. 6] καὶ πίτταν καὶ ῥητίνην, ἔλαιόν τε καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτον
[l. 7] τὸ μὴ κεραννύμενον ὕδατι προθερμαίνοντας συμμέτρως,
[l. 8] εἶτα κατάῤῥοντας εἰς ἀγγεῖον πλατὺ καὶ μέγα, πλῆθος ὕδατος
[l. 9] ἔχον ἐν ἑαυτῷ καθαρωτάτου τε ἅμα καὶ ἀποιοτάτου. τούτῳ
[l. 10] γὰρ ἐναποτίθεται τὸ πλυνόμενον ὅ τί περ ἂν εἴη τὴν ἑαυτοῦ
[l. 11] δριμύτητα. χρὴ δὲ καὶ ἀνατρίβειν αὐτὸ καὶ κόπτειν καὶ
[l. 12] θλᾷν καὶ μαλάττειν ταῖς χερσὶν ἱκανῶς, ἵνα πᾶν μόριον
[l. 13] ὁμιλήσῃ τοῦ πλυνομένου φαρμάκου τῷ ὕδατι, καὶ τοῦτο
[l. 14] ποιήσαντας ἀποχεῖν 2.23. μὲν τὸ πρότερον ὕδωρ, αὖθις δὲ
[l. 15] θερμαίνοντας τὸ πλυνόμενον εἰς ἕτερον ὕδωρ ἐμβάλλειν
[l. 16] ὁμοίως καθαρὸν, ἀνακόπτειν δὲ χρὴ μέχρι πλείστου πάλιν,
[l. 17] ἄχρις ἂν ἐναπόθηται τῷ ὕδατι τὴν ἑαυτοῦ ποιότητα. πάρεστι
[l. 18] δέ σοι τοῦτο καὶ γευομένῳ διαγινώσκειν, εἶτα καὶ τρίτον καὶ
[p. 11.497]
[l. 1] τέταρτον καὶ πολλάκις ἐφεξῆς τοῦτο ποιεῖν, ἄχρι περ ἂν
[l. 2] μηκέτι μηδεμίαν ἐκ τοῦ πλυνομένου φαρμάκου ποιότητα δέχηται
[l. 3] τὸ ὕδωρ. οὕτω μὲν οὖν ἅπαντα τὰ θερμαίνεσθαί τε καὶ
[l. 4] χεῖσθαι δυνάμενα πλύνειν. εἰ δέ τι λιθῶδες εἴη καὶ σκληρὸν,
[l. 5] ὡς ἡ καδμεία καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ὅ τε κεκαυμένος χαλκὸς,
[l. 6] ἀκριβῶς ἐκεῖνα καταθραύσαντας εἰς λεπτὰ τρίβειν ἐπιπλεῖστον
[l. 7] ἐν ὕδατι πηγαίῳ τε καὶ καθαρωτάτῳ, πολλάκις
[l. 8] ἀποχέοντας τὸ πρότερον, ἔστ’ ἂν μήτ’ ἐφίστηται μηδὲν, εἰ
[l. 9] κατασταίη τὸ ὕδωρ, ἄποιόν τε τοῦ τριβομένου φαρμάκου
[l. 10] γίγνηται, μέχρι δ’ ἂν ἤτοι τῆς ποιότητος αὐτοῦ τι φαίνοιτο
[l. 11] γευομένοις, ἢ ἐφίστηταί τι μέχρι τοσοῦδε καὶ τρίβειν καὶ
[l. 12] ἀποχεῖν. ἂν γὰρ οὕτω πλύνῃ τις ὁτιοῦν τῶν πλυθῆναι δυναμένων,
[l. 13] ἄδηκτον γίγνεται. καὶ δὴ καὶ τοὔλαιον οὐκ ἄδηκτον
[l. 14] μόνον, ἀλλὰ καὶ λευκότερον ἐν τῷδε φαίνεται γιγνόμενον.
[l. 15] χρὴ δὲ μὴ ἀνακόπτειν ὁμοίως αὐτὸ πίττῃ καὶ κηρῷ καὶ ῥητίνῃ
[l. 16] σφοδρῶς, ἵνα μὴ δύσλυτος ἡ πρὸς τὸ ὕδωρ αὐτοῦ γένηται
[l. 17] μίξις, ἀλλ’ ἐασάντων ἀτρεμῆσαι ῥᾳδίως λαβεῖν ἐποχούμενον.
[l. 18] εἰσὶ καὶ ἕτεροι τρόποι λευκάνσεως ἐλαίου παρὰ τοῖς τά τε
[p. 11.498]
[l. 1] τῶν σκευασιῶν βιβλία γεγραφόσι καὶ τὰ περὶ τῆς ὕλης,
[l. 2] ὥσπερ καὶ τὰ παρὰ τῷ Διοσκουρίδῃ. κατὰ τὸ πρῶτον.
[l. 3] ἀλλ’ ἐκείνων μὲν οἱ πλείους ἐκδαπανῶντες τὸ ὑδατῶδες καὶ
[l. 4] τὸ πυῤῥὸν τοῦ ἐλαίου τὸ ὑπόλοιπον ἀποφαίνουσι λευκὸν, ὁ
[l. 5] δὲ διὰ τῆς πλύσεως οἷον ἀποῤῥύπτων αὐτὸ καὶ ἀπομάττων.
[l. 6] Περὶ μὲν δὴ τῆς τῶν πλυτῶν φαρμάκων
[l. 7] καὶ λευκαινομένων διαθέσεως καὶ αὖθις εἰρήσεται. ἐπὶ δὲ τὸ
[l. 8] προκείμενον ἐπάνειμι. ἔλαιον εἰ μήτε τὸ καλούμενον ὀμφάκινον
[l. 9] εἴη, στυπτικὸν γὰρ τοῦτό γε, μήτε μεθ’ ἁλῶν ἐσκευασμένον,
[l. 10] ἀλλὰ μηδὲ πρόσφατόν τε καὶ οἷον ζέον ἔτι καὶ πρὸς
[l. 11] τούτοις ἅπασιν ἐπιμελῶς εἴη πεπλυμμένον, οὔτε πινόμενον
[l. 12] οὔτε ἐνιέμενον ἐργάσεται δῆξιν. εἰ δὲ κερχνῶδές ἐστι τῆς φάρυγγος,
[l. 13] οὐδὲν ἂν εἴη τοῦτό γε πρὸς τὸ δακνῶδες ὑπάρχειν
[l. 14] αὐτό. πᾶν μὲν γὰρ τὸ δάκνον καὶ δριμὺ καὶ κερχνῶδες, οὐ
[l. 15] μὴν ἅπαν τὸ κερχνῶδες δάκνον καὶ δριμύ. μόνως γὰρ οὕτως
[l. 16] 13.44. ἂν ἀπεδείχθη τοὔλαιον δακνῶδες, εἰ πᾶν τὸ κερχνῶδες
[l. 17] ὡμολόγητο δακνῶδες ὑπάρχειν. ἥκει τοίνυν πάλιν ἐνταῦθα
[p. 11.499]
[l. 1] τὸ παρὰ τὴν ἀναστροφὴν τοῦ συνημμένου, σφάλματος μικρὸν
[l. 2] τοῦτο καὶ φαῦλον. ἅπαν μὲν γὰρ ὡμολόγηται τὸ δάκνον
[l. 3] εἶναι κερχνῶδες. ὡμολόγηται δὲ καὶ τοὔλαιον ὑπάρχειν κερχνῶδες.
[l. 4] ἀλλ’ ἐκ τῶν ὑποκειμένων τούτων οὐ περαίνεται
[l. 5] δακνῶδες εἶναι τοὔλαιον, οὔτε κατηγορικὰς οὔτε ὑποθετικὰς
[l. 6] ἡμῶν ποιησάντων τὰς προτάσεις, τῷ μήτ’ ἐκ δύο
[l. 7] καθόλου καταφατικῶν ἐν δευτέρῳ σχήματι περαίνεσθαί τι
[l. 8] μήτε τὸ συνημμένον ἐξ ἀνάγκης ἀληθεύεσθαι. γενήσονται δ’
[l. 9] ἐν μὲν τῷ κατηγορικῷ συλλογισμῷ δύο προτάσεις αἵδε, πᾶν
[l. 10] τὸ δάκνον κερχνῶδες, πᾶν ἔλαιον κερχνῶδες, ἐξ ὧν ὁμολογηθέντων
[l. 11] οὐδὲν περανθήσεται. τὴν δ’ ὑποθετικὴν πρότασιν,
[l. 12] ἣν οἱ περὶ τὸν Χρύσιππον ἀξίωμα συνημμένον ὀνομάζουσιν,
[l. 13] οὐκ ἔχομεν ἀληθῆ λαβεῖν οὔτ’ ἐξ αἰσθήσεως οὔτ’
[l. 14] ἐξ ἀκολουθίας λογικῆς. οὐ μὲν γὰρ ἢ δι’ αἰσθήσεως, ἢ ἀπ’
[l. 15] αἰσθήσεως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθελήσει, τὰ τοιαῦτα
[l. 16] τῶν ἀξιωμάτων εἴληπται, πᾶν τὸ δακνῶδες καὶ κερχνῶδές
[l. 17] ἐστι, καὶ εἴ τι δακνῶδες, τοῦτο καὶ κερχνῶδές ἐστιν, οὔτ’
[l. 18] εἰ πᾶν τὸ δακνῶδες καὶ κερχνῶδές ἐστιν, ἤδη καὶ τὸ κερχνῶδες
[p. 11.500]
[l. 1] ἅπαν ὑπάρχει δακνῶδες, οὔτε τῷ πᾶν εἴ τι δακνῶδές
[l. 2] ἐστιν, τοῦτο καὶ κερχνῶδες ὑπάρχειν, ἕπεται τὸ πᾶν εἴ τι κερχνῶδές
[l. 3] ἐστιν, καὶ δακνῶδες ὑπάρχειν, ἀλλὰ τὸ μὲν εἰ μὴ
[l. 4] κερχνῶδες οὐδὲ δακνῶδες ἀληθές. ἀντιστρέφει γὰρ, οὐ μὴν
[l. 5] εἴ τι κερχνῶδες, εὐθὺς καὶ δακνῶδες· ἀναστρέφει γὰρ τοῦτο.
[l. 6] δέδεικται δ’ ἐν ταῖς λογικαῖς μεθόδοις ὡς οἱ μὲν ἀντιστρέφοντες
[l. 7] τοῖς ἀληθέσι λόγοις ἀληθεῖς εἰσιν, οἱ δὲ ἀναστρέφοντες
[l. 8] οὐκέτι πάντως ἀληθεῖς. εἴπερ οὖν οὐκ ἐξ ἀνάγκης
[l. 9] ἀληθές ἐστιν τὸ εἴ τι κερχνῶδές ἐστιν, τοῦτο εἶναι εὐθὺς
[l. 10] καὶ δακνῶδες, οὐδ’ ἂν τὸ ἔλαιον ἐκ τοῦ κερχνῶδες εἶναι
[l. 11] καὶ δακνῶδες δεικνύοιτο. μόνως γὰρ ἂν εἴπερ ὡμολόγητο,
[l. 12] πᾶν τὸ κερχνῶδες δακνῶδες ὑπάρχειν, ἀληθῶς ἂν εὑρέθη τὸ
[l. 13] τοιοῦτον συνημμένον, εἰ κερχνῶδές ἐστι τὸ ἔλαιον, καὶ δακνῶδές
[l. 14] ἐστιν, ἵνα ἕπηται τούτῳ τῷ λόγῳ προσλήψεως τοιᾶσδε
[l. 15] γενομένης· ἀλλὰ μὴν κερχνῶδές ἐστι τὸ ἔλαιον, ἕπεται τὸ
[l. 16] συμπέρασμα κατὰ τὸν πρῶτον ἀναπόδεικτον τοιοῦτον, δακνῶδες
[l. 17] ἄρα ἐστὶ τὸ ἔλαιον. ἀλλὰ γὰρ οὐχ οὕτως ἐπιχειρητέον
[p. 11.501]
[l. 1] ἦν αὐτοῖς, ὡς εἴ τι δακνῶδες, εὐθύς ἐστι τοῦτο καὶ κερχνῶδες,
[l. 2] ἀλλ’ ὅτι μόνα τὰ δακνώδη κερχνώδη· εἴη γὰρ ἂν οὕτω
[l. 3] τὰ κερχνώδη πάντα δακνώδη. τοῦτο δ’ αὐτὸ, τὸ μόνα τὰ
[l. 4] δακνώδη κερχνώδη φαίνεσθαι, παρά τε τὴν αἴσθησιν εἴρηται.
[l. 5] φαίνεται γὰρ καὶ τὰ λιπαρὰ κερχνώδη καὶ τὸ ζητούμενον
[l. 6] ἑτοίμως εἴληπται, μήτ’ ἐξ αἰσθήσεως μήτ’ ἐξ ἀποδείξεως
[l. 7] πιστωθέν. ἔτι τε πρὸς τούτοις ἀγνοούντων ἐστὶν ἀνθρώπων,
[l. 8] ὁποία τις ἡ τοῦ κέρχνειν ἐστὶ διάθεσις, ἣν ἴσως ἄμεινον
[l. 9] αὐτοῖς ἐξηγήσασθαι.
[l. 10] Συμβαίνει δὲ τὸ κέρχνειν ἀνωμαλίας τινὸς
[l. 11] ἐν τῇ φάρυγγι συνισταμένης παρὰ φύσιν. εἰθισμένον γὰρ τὸ
[l. 12] πνεῦμα διὰ καθαρᾶς καὶ λείας ἀεὶ φέρεσθαι τῆς ὁδοῦ, ἐπειδὰν
[l. 13] προσκόπτῃ τισὶν ἐξοχαῖς κατ’ αὐτὴν, κλόνον τέ τινα
[l. 14] καὶ οἷον ἀνώμαλον σεισμὸν ἐργάζεται κατὰ τὴν φάρυγγα, καὶ
[l. 15] οὕτως ἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ὥσπερ γὰρ 13.45. καὶ
[l. 16] ἄλλα πολλὰ σωτηρίας ἕνεκα τοῖς ζώοις ἡ φύσις ἐναπειργάσατο
[l. 17] σύμφυτα πάθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ πταρμὸν
[l. 18] καὶ βῆχα. πταρμὸν μὲν ὑπὲρ τοῦ διώσασθαι τὰ κατὰ τὰς
[p. 11.502]
[l. 1] ῥῖνας ἐρεθίζοντά τε καὶ λυποῦντα, βῆχα δ’ ὑπὲρ τοῦ τὰ κατὰ
[l. 2] τὴν φάρυγγα. διττὴ δ’ ἐστὶν ἡ τοιαύτη διάθεσις, ἢ αὐτοῦ
[l. 3] παρὰ τὴν ἀρτηρίαν ὑμένος ἀναξηραινομένου τε καὶ τραχυνομένου,
[l. 4] ἤ τινος ἀνωμάλου ἐν αὐτῷ φερομένου σώματος εἴτ’
[l. 5] οὖν ὑγροῦ τὴν φύσιν εἴτε καὶ στερεοῦ. διὰ τοῦτο κᾂν ἄρτου
[l. 6] τι μόριον σμικρὸν, ἤ τινος ἄλλου τῶν ἐδεσμάτων ἀκόντων
[l. 7] ἡμῶν παραδράμῃ ποτ’ εἰς τὸν τοῦ πνεύματος πόρον, ἀναγκαζόμεθα
[l. 8] βήττειν, κᾂν πινόντων ἡμῶν ἀθρόον τι παραῤῥυῇ
[l. 9] τοῦ πόματος, ὁμοίως ἐρεθίζεται καὶ βῆχα προσκαλεῖται. παρηθεῖται
[l. 10] μὲν γὰρ ἀεί τι κατὰ τὴν τραχεῖαν ἀρτηρίαν εἰς τὸν
[l. 11] πνεύμονα τοῦ πινομένου σμικρὸν οὕτως, ὡς ἀναρπάζεσθαί
[l. 12] τε πρὸς τῶν ὀργάνων αὐτίκα καὶ διαδίδοσθαι πάντη ῥᾳδίως.
[l. 13] οὐ μὴν οὐ διΐσταταί γε ἀθρόον οὐδαμόθι κατὰ τὰς ὁδοὺς τοῦ
[l. 14] πνεύματος, οὐδ’ ἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ἐπειδὰν δ’
[l. 15] ἤτοι τοῦτο πλέον, ἢ ἄλλο τι τοιοῦτον ὑγρὸν, ἢ στερὸν σῶμα
[l. 16] κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἐμφέρηται, βήττειν ἀναγκαῖον
[l. 17] ἤδη τοὐντεῦθεν, ἄχρι περ ἂν ὑπὸ τῆς σφοδρότητος τοῦ πνεύματος
[l. 18] ἐκβρασθῇ τὸ λυποῦν. ἀνάλογον δέ τι τῷδε συμβαίνει,
[l. 19] κᾀπειδὰν αὐτῷ τῷ κατὰ τὴν ἀρτηρίαν ἔνδον ὑμένι τραχυνθέντι
[p. 11.503]
[l. 1] προσκόπτῃ τὸ πνεῦμα, πλὴν ἀλλ’ ἥ γε διάθεσις αὕτη 2.24. τῆς
[l. 2] προειρημένης ἐστὶν ἑτέρα. αὕτη μὲν γὰρ ἀφαιρεῖταί τι καὶ
[l. 3] ἀποξύεται τοῦ τῆς ἀρτηρίας ὑμένος, ἔσωθεν δὲ προσπίπτει
[l. 4] κατὰ τὴν προτέραν διάθεσιν. τὸ κοινὸν δ’ ἀμφοῖν ἐστιν ἡ
[l. 5] ἀνωμαλία τῆς τοῦ πνεύματος ὁδοῦ. λέλεκται δ’ ἐπιπλέον ὑπὲρ
[l. 6] αὐτῶν ἐν ταῖς τῶν συμπτωμάτων αἰτίας. ἀλλ’ εἴς γε τὸ παρὸν
[l. 7] ἀπόχρη γινώσκειν ὡς τὰ μὲν δακνώδη πάντα τῷ τραχύνειν
[l. 8] τὴν φάρυγγα, τὰ δ’ ἐλαιώδη καὶ λιπαρὰ τῷ περιπλάττεσθαι
[l. 9] τὴν ἀνωμαλίαν τε καὶ τὴν κέρχνον ἐργάζεται. πᾶν γὰρ ὅ τι
[l. 10] περ ἄν ἔξω τῆς φύσεως ἐπιπίπτῃ τῷ χιτῶνι τῆς ἀρτηρίας,
[l. 11] ἐμπλάσσεταί τε δυσαπολύτως, ἄηθες μὲν τοῖς ὀργάνοις καὶ
[l. 12] τῷ δι’ αὐτῶν φερομένῳ πνεύματι, λυπηρὸν δὲ τῷ ζώῳ γίγνεται.
[l. 13] καὶ οὐ τοῦτό φημι νῦν, ὡς οὐχὶ καὶ τῇ ποιότητι δακνώδη
[l. 14] τὰ πλεῖστα τῶν ἐλαίων ἐστί. τά τε γὰρ ἁλῶν μετέχοντα καὶ
[l. 15] τὰ παντάπασι νέα δακνώδη πάντως ἐστὶν, οὐ διὰ τὴν ἰδίαν
[l. 16] αὐτῶν οὐσίαν, ἀλλ’ ὅτι πᾶσι τοῖς ἐκ τῶν φυτῶν χυλοῖς ἐμφέρεται
[l. 17] περίττωμα διττὸν, ὡς καὶ Θεόφραστος μὲν ἱκανῶς ἐπέδειξε
[l. 18] καὶ ἡμεῖς δ’ ἐν τοῖς ἑξῆς ἐπιδείξομεν, ἕτερον μὲν τὸ παχύτερον
[p. 11.504]
[l. 1] καὶ οἷον γεωδέστερον, ἕτερον δὲ τὸ λεπτότερον καὶ
[l. 2] ὑδατωδέστερον. ἔστι δὲ καὶ κατὰ τοὔλαιον ταῦτ’ ἄμφω χρόνου
[l. 3] δεόμενα πρὸς σύμπεψίν τε καὶ διάκρισιν, ἀλλ’ ἐν τῷ
[l. 4] χρόνῳ τὸ μὲν ὑφίσταται, τὸ δ’ ἐκδαπανᾶται. καὶ πρότερόν
[l. 5] γε τὸ γεῶδες καὶ παχύτερον ὑφίσταται τὸ καλούμενον ἀμόργη,
[l. 6] θάτερον δὲ τὸ λεπτότερον καὶ οἷον ὑδατωδέστερον, ἔστι
[l. 7] πως καὶ τοῦτο σύνθετον, ἐξ ἀερώδους τέ τινος οὐσίας καὶ
[l. 8] λεπτῆς ὀῤῥώδους.
[l. 9] Τὸ δ’ ὀῤῥῶδες τοῦτο πυῤῥὸν μὲν τὴν
[l. 10] χρόαν ἐστὶ, τοῦ δ’ ὑφισταμένου καὶ παχέος καὶ γεώδους ἀπομέμακται
[l. 11] τὴν ποιότητα. αὐτὸ δὲ τοὔλαιον ἄδηκτόν τε καὶ
[l. 12] λευκόν ἐστι κατά γε τὴν ἑαυτοῦ φύσιν, ὅθεν ἐπειδὰν ἀποχωρισθῇ
[l. 13] τὸ λεπτὸν τοῦτο περίττωμα, λευκότερόν τε καὶ γλυκύτερον
[l. 14] ἑαυτοῦ γίγνεται. ἀποχωρίζεται δὲ τρόποις13.46. πολλοῖς.
[l. 15] ἢ γὰρ ἐν ἡλίῳ θερμῷ θέντες ἀγγεῖον εὐρύστομον ἐλαίου
[l. 16] μεστὸν, αἴροντες κόγχαις ἐξ αὐτοῦ πολλάκις ἄνωθεν καταράττουσιν,
[l. 17] ἢ θερμὴν ὑποτιθέασιν τέφραν τοῖς περιέχουσιν
[l. 18] ἀγγείοις τοὔλαιον, ἡλιοειδῆ θερμασίαν ὡς ἔνι μάλιστα μιμούμενοι.
[p. 11.505]
[l. 1] φυλάττονται γὰρ τὴν πλείονα, μεταβάλλουσαν αὐτὸ
[l. 2] κατὰ ποιότητα καὶ κνισσοῦσαν ἑτοίμως, ἢ πυρῆνας ἐλαιῶν,
[l. 3] ἢ σῖτον ἐν κύκλῳ περιτιθέασιν, ἢ ἐπεμβάλλουσί τινα φάρμακα
[l. 4] τοῖς ἀγγείοις αὐτοῖς, ἑνὶ δὲ λόγῳ τὸ μὲν ὑδατῶδες
[l. 5] ἐξάγουσι καὶ δαπανῶσι, τὸ λοιπὸν δὲ φυλάττουσιν. ἐὰν οὖν
[l. 6] οὕτω γλυκὺ καὶ λευκὸν ἔλαιον λαβὼν, ᾧ μηδ’ ἀπ’ ἀρχῆς
[l. 7] ὑπῆρχε μετέχειν ἁλῶν, ἔτι δὲ καὶ πλύνεις, ὡς εἴρηται πρόσθεν,
[l. 8] ἀδηκτότατόν ἐστί σοι τοῦτο πάντων φαρμάκων. καὶ
[l. 9] ἡμεῖς τοι πολλάκις τοιοῦτόν τισιν ἔλαιον ἐδώκαμεν πιεῖν καὶ
[l. 10] αὐτοί τε προσηνεγκάμεθα πείρας ἕνεκα καὶ ἦν ἄδηκτόν τε κατ’
[l. 11] ἔντερον ἀκριβῶς καὶ τῆς φάρυγγος ἥκιστα κερχνῶδες, ἐγχεόμενόν
[l. 12] τε τοῖς ὀφθαλμοῖς βραχεῖαν αἴσθησιν ἔφερεν αὐτῷ
[l. 13] μόνῳ τῷ ξένῳ καὶ ἀήθει μᾶλλον ἢ τῇ δριμύτητι διοχλοῦν.
[l. 14] τὸ μὲν δὴ τοιοῦτον ἔλαιον, ἀκριβῶς ὑπάρχον ἔλαιον, ὑγραίνει
[l. 15] τε πάντα καὶ μαλάττει, μήτε ψυχρὸν ἄκρως, ὡς εἴρηται,
[l. 16] μήτε θερμὸν προσφερόμενον. ᾧ δὲ καὶ τῶν ἁλῶν μέτεστιν,
[l. 17] ἔχει τι καὶ δήξεως ἐξ ἀνάγκης, ἀλλὰ θαυμάσαιμ’ ἂν εἴ τις
[p. 11.506]
[l. 1] οὕτω πολλοὺς ἐμβάλλει τοὺς ἅλας, ὡς ἰσχυρότερον γενέσθαι
[l. 2] τῆς ἐλαιώδους τε καὶ λιπαρᾶς οὐσίας καὶ ἵνα τις
[l. 3] ἀποδείξηται τὸν Ἀρχίδαμον, ἐπικαίεσθαι λέγοντα τὸ δέρμα
[l. 4] τοῖς ἐν ἐλαίῳ τριβομένοις, ἐπεί τοι καὶ τοῦτο γιγνόμενον
[l. 5] οἶδα πολλάκις, ἄλλων τέ τινων ἕνεκα καὶ ποδάγρας καὶ
[l. 6] ἀρθρίτιδος. ἀνατρίβουσι γὰρ ἔνιοι τὰ πεπονθότα μόρια
[l. 7] σὺν ἐλαίῳ βραχεῖ λείοις ἁλσὶν, ἐν τοῖς διαλείμμασι δηλονότι
[l. 8] καὶ οὐκ ἐν τοῖς παροξυσμοῖς, ὑπὲρ τοῦ ξηρᾶναι
[l. 9] καὶ διαφορῆσαι τὸ περιττὸν ἅπαν, εὐεξίαν τέ τινα καὶ
[l. 10] ῥώμην ἐνθεῖναι τοῖς ἀσθενέσι μορίοις. ἀλλ’ ἐν τούτῳ μὲν
[l. 11] οἱ ἅλες κρατοῦσιν, ἐν ἐλαίῳ δὲ κρατοῦνται. καὶ χρὴ τὸν
[l. 12] ἐπαλειφόμενον καὶ ἀνατριβόμενον πρὸς τὰ βρεχόμενα μᾶλλον
[l. 13] ἐν ἐλαίῳ παραβάλλειν ἤπερ τὰ ἑψόμενα, μὴ μέλλοντάς
[l. 14] γε καθεψήσειν ἐν ἐλαίῳ ζέοντι τὸν ἄνθρωπον, ἀλλ’ ἐπαλείφειν
[l. 15] εὐκράτω. κάλλιον γὰρ ἦν, ὡς πολλάκις εἴρηταί μοι
[l. 16] καὶ πρόσθεν, αὐτὸ τὸ γιγνόμενον ὁρᾶν αἰσθητόν τε ὂν
[l. 17] καὶ σαφὲς ἀκριβῶς. οὐ γὰρ δήπου δεῖ τῶν ἔξωθεν παραδειγμάτων
[l. 18] ἐν τοῖς οὕτω γνωσθῆναι δυναμένοις. εἰ δ’ ἄρα
[p. 11.507]
[l. 1] ποτὲ καὶ ἄδηλον εἴη τὸ ζητούμενον, ὡς τῆς ἐξ ἑτέρων δεῖσθαι
[l. 2] πίστεως, οὐδ’ οὖν οὐδ’ ἐνταῦθα ποῤῥώτατά τε καὶ ἀνομοιότατα
[l. 3] τίθεσθαι μαρτύρια τῆς τοῦ ζητουμένου δυνάμεως, ὑπερβαίνοντας
[l. 4] τὸ πλησιάζον. ἐναργὲς δήπου καὶ σαφὲς πᾶσίν
[l. 5] ἐστιν ὡς ἡ μετ’ ἐλαίου τρίψις ἀκοπωτέρα γε πολὺ τῆς ξηρᾶς
[l. 6] ἐστιν καὶ μαλάττει τὰ σώματα, συνέχουσα καὶ ἀποστέγουσα
[l. 7] μᾶλλον, ὅσον ἀποῤῥεῖν πέφυκεν ἡμῶν ἐκτὸς οὐ διαφοροῦσα
[l. 8] καὶ ξηραίνουσα. τοῦτο δὲ καὶ ὁ Διοκλῆς αὐτὸς ὡμολόγησεν,
[l. 9] ἐμπλαστικόν τε τῶν πόρων τοὔλαιον ἀποφηνάμενος εἶναι καὶ
[l. 10] τῶν ἀποῤῥεόντων ἐφεκτικὸν καὶ βυρσῶν μαλακτικόν. εἰ δ’
[l. 11] οὐκ ἤρκει τὸ φαινόμενον αὐτῷ καὶ διὰ τοῦτο τῶν ἔξωθέν τι
[l. 12] τεκμηρίων ἐπάγειν τῷ λόγῳ βέλτιον ἐνόμιζε, τῶν ἐν ἐλαίῳ
[l. 13] ψυχρῷ διαβρεχομένων ἐχρῆν αὐτὸν μνημονεύειν, οὐ τῶν ἐν
[l. 14] τῷ ζέοντι καθεψομένων.
[l. 15] 13.47. Ὥσπερ ἐν τοῖς τοιούτοις ὑπερβαίνει
[l. 16] τὸ φαινόμενον, οὕτω κᾀν τῷ φάσκειν ἀνώμαλον γίγνεσθαι
[l. 17] τὴν ἐν ἐλαίῳ τρίψιν, ὀλισθανουσῶν τῶν χειρῶν. αὐτὸ γὰρ
[l. 18] δὴ τοὐναντίον ἅπαντες ἐναργῶς αἰσθανόμεθα, τῆς μὲν δι’
[p. 11.508]
[l. 1] ἐλαίου τρίψεως ὁμαλοῦς γιγνομένης, ἀνωμάλου δὲ τῆς ξηρᾶς.
[l. 2] συνεπάγονται γὰρ ἐν ταῖς ξηραῖς τρίψεσιν αἱ χεῖρες τὸ δέρμα
[l. 3] καὶ οἷον διπλοῦσί τε καὶ ἐπιπτύσσουσιν ἐν αὐτῷ βεβαίως τε
[l. 4] καὶ παρὰ φύσιν. εἶθ’ ὅταν μηκέτι τὸ πρότερον οἷον ἐνδίπλωμα
[l. 5] παραπτομέναις ταῖς χερσὶν ἕπεσθαι δύνηται, τουτὶ
[l. 6] μὲν ἀνατρέχει καὶ ἀνασπᾶται πρὸς τὸ συνεχὲς, αἱ χεῖρες δ’
[l. 7] ἀθρόως ἐφ’ ἕτερον τοῦ δέρματος μετέρχονται μόριον, ὑπερβαίνουσαι
[l. 8] τὸ κάτωθεν μέρος τῆς ἐνδιπλώσεως καὶ διὰ τοῦτο
[l. 9] καὶ σκληρᾶς καὶ ἀνωμάλου καὶ κοπώδους τῆς τοιαύτης τρίψεως
[l. 10] αἰσθανόμεθα· σκηρᾶς μὲν, ὅτι τε τείνεται βιαίως καὶ θλᾶται
[l. 11] τὸ δέρμα, διὰ δὲ τὰ αὐτὰ καὶ κοπώδους, ἀνωμάλου μὲν
[l. 12] διότι μὴ παντὶ μορίῳ τοῦ δέρματος αἱ τρίβουσαι χεῖρες ἐπιπίπτουσιν,
[l. 13] ἀλλ’ ὑπερβαίνουσιν ἀεὶ τὸ κάτωθεν μέρος τῆς
[l. 14] ἐνδιπλώσεως. καὶ γίνεται τοῦτο διά τε τὰς φυσικὰς τοῦ δέρματος
[l. 15] τραχύτητας, καὶ μάλιστα ἐν τοῖς παρηβῶσι σώμασιν, καὶ
[l. 16] ὅτι χαλαρόν ἐστι τοῖς ἄλλοις σχεδὸν ἅπασι, τοῖς τε ἰσχνοῖς
[l. 17] καὶ πρεσβύταις μάλιστα. λεῖον μὲν γὰρ, εἴπερ ἦν ὅλον ὁμαλῶς
[l. 18] τὸ δέρμα καὶ τεταμένον ἀκριβῶς, οὐκ ἂν ἐπεπτύσσετο
[p. 11.509]
[l. 1] ῥᾳδίως οὔτ’ ἀνωμάλους εἰργάζετο τὰς τῶν χειρῶν ἐπ’ αὐτοῦ
[l. 2] φορὰς, ἀλλ’ ἔθεον ἂν, οἶμαι, ῥᾳδίως εἰς τὸ πρόσθεν ἀπὸ τῶν
[l. 3] πρώτων ἑτοίμως ὀλισθάνουσαι πρὸς ἕτερα, τῷ μηδὲν ἅμ’
[l. 4] ἑαυταῖς συνεπάγεσθαι τοῦ δέρματος μόριον. ἐπεὶ δὲ χαλαρόν
[l. 5] τέ ἐστιν καὶ τραχὺ, δεῖταί τινος ἔξωθεν φαρμάκου τάς τε
[l. 6] ῥυτίδας ἀναπληρώσοντος αὐτοῦ καὶ τὸν ὄλισθον ταῖς τριβούσαις
[l. 7] χερσὶν παρέξοντος, εἰς ταῦτα δὲ οὐδὲν ἂν εὕροις
[l. 8] ἐπιτηδειότερον ἐλαίου. καὶ θαυμάσειεν2.25. ἄν τις Ἀρχιδάμου,
[l. 9] μήτε τὸ φαινόμενον ἐναργῶς αἰδεσθέντος μήτε τὸν ἐπ’ αὐτῷ
[l. 10] λόγον ἐξευρόντος, ἀλλ’ ἐν ἀμφοτέροις ἀποφηναμένου τἀναντία.
[l. 11] φαίνεται γὰρ ἀνώμαλος μὲν ἡ ξηρὰ τρίψις, ὁμαλὴ δὲ ἡ
[l. 12] σὺν τῷ ἐλαίῳ, μαρτυρεῖ τε τούτοις ὁ λόγος οὐχ ἥκιστα τὴν
[l. 13] αἰτίαν ἐξηγούμενος.
[l. 14] Ἀλλὰ περὶ μὲν Ἀρχιδάμου τε καὶ Διοκλέους
[l. 15] ἅλις εἴς γε τὰ παρόντα. βούλομαι γὰρ, ἐπειδή περ ἅπαξ ἐπὶ
[l. 16] τὸ δεικνύναι τὴν μοχθηρὰν ὁδὸν τῆς τῶν δυνάμεων εὑρέσεως
[l. 17] ἧκον ἐλαίῳ παραδείγματι χρώμενος ἐπεξελθεῖν τάχιστα τὸν
[l. 18] λόγον ἅπαντα. λεγόντων οὑν τῶν φιλοσόφων θερμὸν εἶναι
[p. 11.510]
[l. 1] τοὔλαιον καὶ τεκμήριον τούτου τιθεμένων οὐ σμικρὸν, ὡς
[l. 2] οἴονται, τὸ τάχος τῆς εἰς τὴν φλόγα μεταβολῆς ἀντιλέγοντες
[l. 3] ἔνιοι τουτὶ μὲν ὑπάρχειν αὐτῷ φασιν, ὅτι λεπτόν τ’ ἐστὶ καὶ
[l. 4] ἀερῶδες. ἐκ δὲ τοῦ πήγνυσθαι ταχέως ἐν τῷ χειμῶνι σαφῶς
[l. 5] ἐνδείκνυσθαι τὴν ψύξιν. οὐ μόνον γὰρ οἴνου καὶ ὄξους, ἀλλὰ
[l. 6] καὶ αὐτοῦ τοῦ ὕδατος ἑτοιμότερον ὑπὸ τοῦ ψυχροῦ νικᾶσθαι.
[l. 7] πρὸς ταῦτα δὲ ἀντιλέγοντες ἕτεροι, τὸ μὲν ἀερῶδες
[l. 8] ὑπάρχειν αὐτὸ συγχωροῦσιν καὶ φαίνεσθαί γε σαφῶς τοῦτό
[l. 9] φασιν ἐκ τῆς κουφότητος, οὐ μὴν καὶ ψυχρόν γε εἶναι τὴν
[l. 10] δύναμιν ὁμολογοῦσιν. 13.48. ἀέρα γὰρ ἅπαντα θερμὸν ὑπάρχειν
[l. 11] τὴν φύσιν, ὡς δηλοῖ καὶ ἡ γένεσις αὐτοῦ. λεπτυνθὲν
[l. 12] οὖν καὶ λυθὲν ὑπὸ θερμότητος ὕδωρ, ἀέρα γίγνεσθαι. καὶ
[l. 13] δῆλον ὡς ἐντεῦθεν αὐτοὺς διαδέχεται μέγιστον ζήτημα, τὸ
[l. 14] καὶ τοῖς ἐνδοξοτάτοις φιλοσόφοις ἠμφισβητημένον, Ἀριστοτέλους
[l. 15] μὲν καὶ τῶν ὑπ’ αὐτοῦ θερμὸν ὑπολαμβανόντων εἶναι
[l. 16] τὸν ἀέρα, τῶν δ’ ἀπὸ τῆς στοᾶς ψυχρόν. ἀλλὰ καὶ περὶ τοῦ
[l. 17] πήγνυσθαι ταχὺ τὸ ἔλαιον, ὅπερ ἐδόκει τοῖς ψυχρὸν ἀποφαίνουσιν
[l. 18] αὐτὸ τὸ μὴ σφοδρῶς πήγνυσθαι, καθάπερ τὸ ὕδωρ,
[p. 11.511]
[l. 1] ἀντιπροτείνουσιν οἱ θερμὸν ὑπάρχειν αὐτὸ φάσκοντες. οὐδὲ
[l. 2] γὰρ οὐδὲ πῆξιν εἶναι τὸ γινόμενον ἐπ’ αὐτοῦ φασιν, ἂν ἀκριβῶς
[l. 3] ἐξετάζωμεν, ἀλλ’ οἷον σύστασίν τινα καὶ πάχυνσιν, καὶ
[l. 4] γίγνεσθαι τοῦτο λέγουσιν, ὅτι παχὺ καὶ γλίσχρον ἐστὶν, οὐχ
[l. 5] ὅτι ψυχρὸν, ὥστε κᾀνταῦθα πάλιν ὁ λόγος ἑκατέρωθεν εἰς
[l. 6] ἀπορίαν ἀφικνεῖται, τῶν μὲν ἐκ τοῦ θᾶττον ὕδατος ὑπὸ τῆς
[l. 7] ψύξεως νικᾶσθαι τοὔλαιον, τῶν δ’ ἐκ τοῦ μᾶλλον ὕδωρ
[l. 8] ἐλαίου πήγνυσθαι κατασκευαζόντων τἀναντία· πρὸς τῷ
[l. 9] τοίνυν ἐν τούτοις ἀμφισβητεῖν οὐδ’ ὡς ἀερῶδές ἐστιν ὁμολογοῦσιν
[l. 10] ἅπαντες. ἡ μὲν γὰρ κουφότης τούτου, φασὶ, σύμβολον,
[l. 11] ἡ μέντοι παχύτης οὐ σμικρὸν τεκμήριον τοῦ γεῶδες
[l. 12] ὑπάρχειν αὐτό. συνθέντες δ’ ἄμφω τινὲς ἀερῶδές τε ἅμα καὶ
[l. 13] γεῶδες εἶναί φασιν. εἰσὶ δ’ οἳ καταγελῶσι τούτων, ὡς τὸ
[l. 14] μάλιστα ὑπάρχον ἐλαίῳ, τὴν ὑγρότητα τελέως ἀφαιρουμένων
[l. 15] τῷ λόγῳ. πρὸς τοίνυν τούτοις ἐκ τοῦ γλίσχρον ὑπάρχειν αὐτὸ
[l. 16] τινὲς μὲν ψυχρὸν ἐπιδεικνύουσιν, τινὲς δὲ θερμὸν, καὶ τινὲς
[l. 17] μὲν ξηρὸν, ἔνιοι δ’ ὑγρόν. εἰ μὴ γὰρ συνῆκτο καὶ πεπύκνωτο
[l. 18] τὰ μόρια καὶ ἀλλήλων ἀκριβῶς εἴχετο, μὴ ἂν γενέσθαι γλίσχρον,
[p. 11.512]
[l. 1] ἔργα δ’ εἶναι ταῦτα σύμπαντα ψυχροῦ. διαχεῖν γὰρ
[l. 2] καὶ λύειν καὶ λεπτύνειν καὶ ἀπ’ ἀλλήλων χωρίζειν τὰ μόρια
[l. 3] τὴν τοῦ θερμοῦ φύσιν. οἱ δ’ αὖ τοὐναντίον οὐδ’ ἂν γενέσθαι
[l. 4] τι γλίσχρον φασὶν ἄνευ θερμότητος κρατούσης, ὡς κᾀν ταῖς
[l. 5] ἑψήσεσι δηλοῦσθαι τῶν χυλῶν ἁπάντων, ὅσοι τε βοτανῶν ἐκθλίβονται
[l. 6] καὶ ὅσοι καρπῶν. ὑδατώδεις γὰρ ὄντας τὰ πρώτα καὶ
[l. 7] λεπτοὺς ταῖς συστάσεσιν καὶ διαῤῥέοντας, ἐπειδὰν ἑψηθῶσιν,
[l. 8] παχεῖς καὶ γλίσχρους γίνεσθαι. καὶ μὲν δὴ κᾀκ τῶν κατὰ
[l. 9] μέρος παραδειγμάτων ἑκάτεροι τἀναντία πιθανῶς κατασκευάζουσιν,
[l. 10] οἱ μὲν ἰξὸν καὶ μέλι καὶ πίτταν ὑγρὰν καὶ ῥητίνην,
[l. 11] ἕτερά τε τοιαῦτα τῶν ὁμολογουμένων γλίσχρων τε ἅμα καὶ
[l. 12] θερμῶν προτείνοντες. οἱ δὲ κωνείου καὶ ψυλλίου καὶ ἀνδραφάξυος
[l. 13] καὶ βλίτου χυλοῦ μνημονεύοντες, ἔτι δὲ πρὸς τούτοις
[l. 14] οἷον κολοφῶνά τινα τῷ λόγῳ τὸ φλέγμα προχειριζόμενοι·
[l. 15] σαφῶς γὰρ αὐτοῖς τοῦτο καὶ γλίσχρον εἶναι δοκεῖ καὶ ψυχρόν.
[l. 16] ἀλλὰ κᾀκ τοῦ τοῖς φλεβοτομουμένοις ἐπισταζόμενον ἔλαιον
[l. 17] εὔρουν ἐργάζεσθαι τὸ αἷμα τἀναντία κατασκευάζοντάς ἐστιν
[l. 18] ἰδεῖν ἑκατέρους. οἱ μὲν γὰρ ὡς τῇ θερμότητι χέον, οἱ δ’ ὡς
[p. 11.513]
[l. 1] τῇ ψυχρότητι τὸν ὄλισθον παρέχον, ὁμοίως κρυστάλλῳ τὴν
[l. 2] εὔροιαν ἐργάζεσθαί φασιν αὐτό. κᾄπειτ’ ἐντεῦθεν ἐκτραπόμενοι
[l. 3] περὶ τῆς τῶν ὀλισθηρῶν ἁπάντων φύσεως διαλέγονται,
[l. 4] μέχρι τῆς ἐσχάτης φιλολογίας ἀνιόντες τῷ λόγῳ. καταγινώσκοντες
[l. 5] δὲ τῆς τούτων ἄλης, ὥς φασιν, ἕτεροι τὴν πιμελὴν
[l. 6] τῷ λόγῳ προχειρίζονται, πλησιαίτατα μὲν ἐλαίῳ τὴν φύσιν
[l. 7] ὑπάρχουσαν, ἐναργῶς δ’ εὑρεθῆναι δυναμένην ὁποία τίς
[l. 8] ἐστι τὴν κρᾶσιν, ἐν αὐτοῖς γὰρ ἡμῖν συνισταμένην οὐκ ἂν
[l. 9] δύνασθαι λαθεῖν. αὐτίκα γέ τοί φασιν ἐν τοῖς ὑγιεινοῖς καὶ
[l. 10] εὐτραφέσι σώμασιν γεννᾶσθαι πιμελὴν πολλὴν, ἃ μηδὲ μανέντα
[l. 11] τινὰ φάναι ψυχρά. γίνεσθαι γὰρ τοιαῦτα τῆς φύσεως
[l. 12] ἐῤῥωμένης, ἣν δὴ θερμόν τι χρῆμα πάντες ὡμολογήκασιν οἱ
[l. 13] φυσικοὶ φιλόσοφοι. τούτοις δ’ ἀντιλέγοντές τινες ἐν ψυχροτέραις
[l. 14] κράσεσι γεννᾶσθαι πιμελήν φασιν, ὡς δηλοῦν τάς τε
[l. 15] γυναῖκας καὶ τοὺς ἀργῶς διαιτωμένους. 13.49. ἤδη δὲ καὶ τῶν
[l. 16] ἐθνῶν, ἔνθα μὲν τὸ ψυχρὸν κρατεῖ, πιμελώδεις, ἔνθα δὲ τὸ
[l. 17] θερμὸν, ἰσχνούς φασι γίνεσθαι τοὺς ἀνθρώπους καὶ προχειρίζονται
[l. 18] παράδειγμα τῷ λόγῳ, Κελτοὺς μὲν καὶ Θρᾷκας καὶ
[p. 11.514]
[l. 1] Βιθυνοὺς καὶ Ποντικοὺς καὶ Γαλάτας, ἅμα μὲν ψυχρᾶς
[l. 2] χώρας οἰκήτορας, εὐθὺς δὲ καὶ πιμελώδεις τοὐπίπαν·
[l. 3] Ἄραβας δὲ καὶ Λίβυας Αἰγυπτίους τε καὶ Αἰθίοπας,
[l. 4] ὅσοι τ’ ἄλλοι θερμὴν ἐποικοῦσι γῆν ἰσχνοὺς καὶ ξηροὺς
[l. 5] ἅπαντας. εἰσὶ δ’ οἳ καὶ χωρὶς κατὰ μέρος παραδειγμάτων
[l. 6] αὐτῷ τῷ καθόλου λόγῳ πρὸς ἀλλήλους ἀμφισβητοῦσιν, οἱ
[l. 7] μὲν μηδ’ ἂν γενέσθαι τὸν λιπαρὸν ἐν ἡμῖν χυμὸν, εἰ μὴ
[l. 8] καλῶς ὑπὸ τῆς φύσεως αἱ τροφαὶ κατεργασθεῖεν, οἱ δὲ τοῦτον
[l. 9] μὲν ἐν ταῖς τροφαῖς περιέχεσθαι, καταναλίσκεσθαι δ’ ὑπὸ
[l. 10] τῆς ἐν ἡμῖν θερμασίας, ὥσπερ τοὔλαιον ὑπὸ τῆς φλογὸς, ἧς
[l. 11] ἀῤῥώστου γινομένης ἀθροίζεσθαι κατὰ τὸ σῶμα. τινὲς δὲ
[l. 12] αὐτῶν καὶ τὰ ζῶα παρατίθενται τῷ λόγῳ, τὰ μὲν φύσει ψυχρότερα
[l. 13] πιμελωδέστερα πάντα ὑπάρχοντα, καθάπερ ἄρκτοι
[l. 14] καὶ ὄϊες καὶ σύες, τὰ δ’ αὖ θερμότερα ξηρότερα καὶ ἀπίμελα,
[l. 15] καθάπερ λέοντές τε καὶ παρδάλεις καὶ κύνες. ἔτι τοίνυν ἀπὸ
[l. 16] τοῦ διαφθείρεσθαι βρεχομένας ἐλαίῳ μελίττας τε καὶ μυίας
[l. 17] καὶ σφῆκας καὶ μύρμηκας, οἱ μὲν ψυχρὸν, οἱ δὲ θερμὸν ἐπιδεικνύναι
[l. 18] πειρῶνται τοὔλαιον, καὶ τινὲς μὲν ὑγρὸν, τινὲς δὲ
[l. 19] ξηρόν. ἄναιμα γὰρ ὄντα τὰ εἰρημένα ζῶα καὶ διὰ τοῦτο ψυχρὰ,
[p. 11.515]
[l. 1] τινὲς μὲν ἑτοίμως ὑπὸ ἐλαίου καταψύχεσθαί φασιν καὶ
[l. 2] διὰ ταῦτ’ ἀποθνήσκειν· ἔνιοι δ’ ἐκθερμαινόμενα μὴ φέρειν
[l. 3] τὴν εἰς τοὐναντίον μεταβολήν. καὶ δὴ καὶ ξηραινόμενα ἀμέτρως
[l. 4] ἕτεροι διὰ τὸ φύσει προεξηράνθαι τῷ τῆς ἀμετρίας
[l. 5] βλάπτεσθαι λόγῳ. ὑγραινόμενα δ’ ἕτεροι τῇ πρὸς τὴν φύσιν
[l. 6] αὐτῶν ἐναντιότητι. τὸ μὲν οὖν ἐπὶ τῶν ἐντόμων ζώων εἰς
[l. 7] τοὐναντίον ἀλλήλοις ἐπιχειρεῖν αὐτοὺς, οὐδὲν ἂν ἴσως εἶναι
[l. 8] θαυμαστόν· ὅτι δὲ κᾀκ τῶν ἡμῖν αὐτοῖς συμβαινόντων εἰς
[l. 9] ἑκάτερον 2.26. ἐπιχειροῦσιν, ἄξιον ἤδη θαυμάζειν. οἱ μὲν γὰρ
[l. 10] μᾶλλον, οἱ δ’ ἧττον ἱδροῦν φάσκοντες, εἴ τις ἀλείψαιτο
[l. 11] λουόμενος, οὔθ’ οἱ μᾶλλον εἰπόντες ὁμολογοῦσιν ἀλλήλοις
[l. 12] ὑπὲρ τῆς καθόλου δυνάμεως οὔθ’ οἱ ἧττον. ἀλλὰ τῶν μὲν
[l. 13] μᾶλλον ἱδροῦν φασκόντων ἡμᾶς ἔνιοι μὲν εἰς θερμότητα τὴν
[l. 14] αἰτίαν ἀναφέρουσιν, ἔνιοι δ’ εἰς γλισχρότητα, τὸ μὲν θερμὸν
[l. 15] τῇ φύσει προκλητικὸν ἱδρώτων φάσκοντες ὑπάρχειν οἱ πρότεροι,
[l. 16] τὸ δὲ γλίσχρον οἱ δεύτεροι, θηρατικόν τε καὶ ἀθροιστικὸν
[l. 17] γιγνόμενον τῶν τέως ἀποῤῥεόντων ἐν τάχει καὶ διὰ τοῦτο
[l. 18] λανθανόντων τὴν αἴσθησιν, ἐπίδηλον οὕτως ἐργάζεσθαι τὸ
[p. 11.516]
[l. 1] πλῆθος τῶν ἱδρώτων. οἱ δ’ ἧττον ἱδροῦν φάσκοντες τοὺς
[l. 2] ἀλειψαμένους ἐν λουτροῖς καὶ γυμνασίοις οἱ μὲν ἐμπλαστικὴν,
[l. 3] οἱ δὲ ψυκτικὴν αὐτῷ δύναμιν ἀνατιθέασιν. καὶ μὲν δὴ κᾀκ
[l. 4] τῶν φαινομένων οἱ μὲν ξηραίνειν, οἱ δ’ ὑγραίνειν αὐτό φασιν·
[l. 5] ὑγραίνειν μὲν ὅσοι πλέον ἱδροῦν ὑπολαμβάνουσι τοὺς ἠλειμμένους,
[l. 6] ξηραίνειν δὲ καὶ ἕτεροι. καὶ δὴ καὶ ἀπεριψύκτους διαφυλάττειν
[l. 7] τοὺς ἀλειψαμένους, οἱ μὲν τῷ πάχει τε καὶ τῇ
[l. 8] γλισχρότητι δίκην ἀμφιέσματός τινος ἢ προβλήματος εἶργον
[l. 9] τὸ κρύος, οἱ δὲ τῇ φυσικῇ θερμότητι καὶ τὰ πλησιάζοντα
[l. 10] συνεκθερμαῖνον. ἔτι τοίνυν ἐκ τοῦ μὴ βλάπτειν μηδ’ ἐξαλείφειν
[l. 11] αὐτὸ τὰ διὰ τοῦ μέλανος ἐν τοῖς βιβλίοις γραφόμενα,
[l. 12] καίτοι τῶν γε ἄλλων ὑγρῶν ἁπάντων ἐξαλειφόντων, οἱ μὲν
[l. 13] ξηράν τε καὶ οἷον ἄνικμον αὐτοῦ τὴν φύσιν εἶναί φασιν, ὁμοίως
[l. 14] ψάμμῳ τε καὶ σποδιᾷ, τινὲς δὲ καὶ παχυμερέστερον καὶ ἀκατέργαστον.
[l. 15] οὕτω δὲ καὶ τὸ μὴ μίγνυσθαι τοῖς ἄλλοις οἱ μὲν
[l. 16] εἰς κουφότητα καὶ λεπτομέρειαν, οἱ δὲ εἰς γλισχρότητα καὶ
[l. 17] πάχος ἀναφέρουσιν, ἐπεὶ τοῖς γε ὁμοίως χυλοῖς μίγνυσθαι,
[l. 18] καθάπερ καὶ τῷ τῆς μαλάχης ἀφεψήματι. 13.50. τὰ δ’ αὐτὰ καὶ
[p. 11.517]
[l. 1] περὶ τοῦ μὴ καλῶς ἐλαίῳ δεύεσθαι τὴν γῆν, καίτοι τοῖς ἄλλοις
[l. 2] ὑγροῖς βρεχομένην, οἷον ὕδατι καὶ οἴνῳ καὶ ὄξει. τινὲς μὲν
[l. 3] κᾀνταῦθα τὸ ξηρὸν τῆς οὐσίας, ἔνιοι δὲ τὸ λεπτομερὲς,
[l. 4] εἰσὶ δ’ οἳ τὸ παχυμερὲς αἰτιῶνται, διεξέρχεσθαι μὲν τοὺς
[l. 5] πόρους τῆς γῆς ἀψαυστὶ φάσκοντες οἱ τὴν λεπτομέρειαν
[l. 6] αἰτιώμενοι, τὴν ἀρχὴν δὲ μηδ’ ἐμπίπτειν εἰς αὐτοὺς οἱ
[l. 7] τὴν παχυμέρειαν. ἔστι δ’ οὐδετέρους ἐλέγξαι, κατ’ ἀμφοτέρας
[l. 8] τὰς αἰτίας δυναμένων τινῶν καὶ μὴ μίγνυσθαι τοῖς
[l. 9] πέλας, εἴ γε καὶ τῶν φυσικῶν ἐνίοις ἡ συμμετρία τῶν πόρων
[l. 10] αἰτία τῆς μίξεως εἶναι δοκεῖ. κᾀγὼ μὲν νῦν ἐπὶ κεφαλαίων
[l. 11] αὐτὰ διέρχομαι, τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων
[l. 12] ἀναμιμνήσκων μόνας. εἰ δέ τις ἐκτείνειν ἕκαστον ἐθέλοι καὶ
[l. 13] κατασκευάζειν ἑκατέρωθεν, οὐ μίαν οὕτω γε βίβλον, ἀλλὰ
[l. 14] παμπόλλας ἂν οἶμαι πληρώσειν αὐτόν. πάρεστι δὲ ἤδη
[l. 15] σκοπεῖν ὡς οὐ μακρὰ μόνον ἡ τοιαύτη πλάνη τῶν λόγων,
[l. 16] ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀνερχομένη
[l. 17] φυσιολογίας, ἐνίοτε δὲ καὶ δύσκριτον. εἰ δ’ ἅτι καὶ παντάπασιν
[p. 11.518]
[l. 1] ἄχρηστος ἰατροῖς εἰδείη τις, ἔτι καὶ μᾶλλον, οἶμαι,
[l. 2] φεύξεται τὴν τοιαύτην ὁδὸν τῶν λόγων. οὔτε γὰρ ἁπλῶς
[l. 3] εἰ θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρόν ἐστιν ἕκαστον τῶν
[l. 4] φαρμάκων ζητοῦμεν οὔτ’ εἰ μυρμήκων, ἢ σφηκῶν, ἢ μελιττῶν,
[l. 5] ἤ τινος ἄλλου τῶν ζώων ὑγραντικὸν, ἢ ξηραντικὸν,
[l. 6] ἢ θερμαντικὸν, ἢ ψυκτικόν ἐστιν, ἀλλ’ ὅπως ἔχει
[l. 7] πρὸς ἀνθρώπινον σῶμα. παρὸν οὖν ἐπ’ ἀνθρώπων ποιεῖσθαι
[l. 8] τὴν βάσανον, οὐ καλῶς ἐκτρέπονται πρὸς ἕτερα.
[l. 9] Βάσανος δ’ ὀρθὴ πρῶτον μὲν ἡ ἐπὶ τῶν
[l. 10] εὐκράτων σωμάτων, ἐφεξῆς δ’ ἡ ἐπὶ τῶν δυσκράτων, εἶθ’, ὡς
[l. 11] εἴρηται πολλάκις ἡμῖν καὶ πρόσθεν, ἡ ἐπὶ τῶν θερμῶν καὶ
[l. 12] ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν νοσημάτων. ἐν οἷς προσέχειν
[l. 13] τὸν νοῦν ἠξιοῦμεν καὶ ὡς διορίζεσθαι τὸ καθ’ ἑαυτό τι δρῶν
[l. 14] τοῦ κατὰ συμβεβηκός. ἔσεσθαι δὲ τοῦτο πρῶτον μὲν, εἰ
[l. 15] ἁπλοῖς ὡς ἔνι μάλιστα προσφέροιτο πάθεσιν, δεύτερον δὲ
[l. 16] εἰ εὐθὺς τοῦτο ἐξ ἀρχῆς αἰσθητῶς ἐμφαίνοι τὴν ἑαυτοῦ δύναμιν,
[l. 17] ἢ μετὰ χρόνον, ἢ καὶ τελέως ἀρθὲν, ὥσπερ τὸ τῆς θερμασίας
[p. 11.519]
[l. 1] ἐπανάκλησιν ἐργαζόμενον ὕδωρ ψυχρὸν, ἔτι τε πρὸς
[l. 2] τούτοις ἄμικτον ἑτέρας ποιότητος, εἰς ὅσον οἷόν τε δυνατὸν
[l. 3] ἐργάσασθαι τὸ τοιοῦτον. πῶς μὲν οὖν ἄν τις ἔλαιον ἐργάζηται
[l. 4] τοιοῦτον λέλεκται καὶ πρόσθεν· πῶς δ’ ἄν τις ἁπλῷ
[l. 5] νοσήματι προσφέροι, νῦν εἰρήσεται, τοσοῦτον ἀναμνησάντων
[l. 6] ἡμῶν πρότερον, ὡς ἐν ταῖς τῶν νοσημάτων διαφοραῖς ἐδείκνυτο,
[l. 7] τινὰ μὲν ἐπὶ τὸ θερμότερον ἐκτετράφθαι σώματα χωρὶς
[l. 8] κακοχυμίας τινὸς ἢ στήθους ἢ σπλάγχνου φλεγμονῆς, ὥσπερ
[l. 9] ἐν ταῖς σφοδραῖς ἐγκαύσεσιν εἴωθεν γίγνεσθαι, τινὰ δὲ ἐπὶ
[l. 10] τὸ ψυχρότερον, ὡς ἐν τοῖς καλουμένοις ἤδη συνήθως ὑπὸ
[l. 11] πάντων ἀνθρώπων ψυγμοῖς. ἐν δὴ ταῖς τοιαύταις διαθέσεσιν
[l. 12] ἔλαιον προσφέρων ἐξευρήσεις ἐναργῶς εἴτε θερμαίνειν ἡμᾶς
[l. 13] πέφυκεν εἴτε καὶ ψύχειν. ἔστω δὲ δηλονότι πάσης ἐπικτήτου
[l. 14] ποιότητος ἰσχυρᾶς ἀπηλλαγμένον. ἀεὶ γὰρ ἐπὶ παντὸς φαρμάκου
[l. 15] μεμνῆσθαι χρὴ τούτου. τὸ μὲν κεφάλαιον τοῦ λόγου
[l. 16] τουτί· τὸ δ’ ἔργον αὐτὸ τὸ γιγνόμενον ἡ πεῖρα δείκνυσιν.
[l. 17] οἱ μὲν ἐγκεκαυμένοι πρὸς τὸ μὴ παύεσθαι τῆς θέρμης ἔτι καὶ
[l. 18] ἀσωδέστεροι γίγνονται καὶ τοῦ χρόνου προϊόντος θερμότεροι.
[p. 11.520]
[l. 1] τοῖς ἐψυγμένοις δὲ σαφῶς οὐδὲν εἰς ὠφέλειαν ἢ βλάβος ἐξ
[l. 2] ἐλαίου χρίσεως ἀποβαίνει. ᾧ καὶ δῆλον ὡς εἰ καὶ θερμαίνειν
[l. 3] 13.51. ἡμᾶς πέφυκεν, ἀλλ’ οὐκ ἔτι γε σφοδρῶς ἢ ἐναργῶς,
[l. 4] ὥσπερ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος. ἀκούειν δέ σε χρὴ νῦν
[l. 5] οὔτε ξηρὰν ῥητίνην ἢ πίτταν ἢ ἄσφαλτον, οὐ γὰρ ἂν οὐδὲ
[l. 6] ἀλείψαιτό τις αὐταῖς, οὐ μὴν οὐδὲ τὰς ἐν ἡλίῳ τετηκυίας,
[l. 7] οὐ γὰρ ἁπλοῦν ἔτι τό γε τοιοῦτον οὐδ’ αὐτοφυὲς ἂν εἴη
[l. 8] φάρμακον, ἀλλὰ ῥητίνην μὲν ἤτοι τὴν αὐτόῤῥυτον ὀνομαζομένην,
[l. 9] ἢ τὴν τερμινθίνην τε καὶ σχινίνην ὑγρὰν ἔτι καὶ πρόσφατον,
[l. 10] ἢ τῆς πευκίνης τὴν ἐφισταμένην ἄνωθεν τοῖς κεραμίοις
[l. 11] ἐλαιώδη· πίττης δὲ τὴν ὑγράν. καὶ μᾶλλον ἔτι τὸ κατ’ αὐτῆς
[l. 12] ἐποχούμενον ἐλαιῶδες, ὃ δὴ πίσσανθον ὀνομάζουσιν. ἔστι
[l. 13] γὰρ ὄντως οἷον ἄνθος τι πίττης. οὕτω δὲ καὶ ἄσφαλτον τὴν
[l. 14] ὑγρὰν, ἔτι τὴν ἐκ Μηδείας. ἅπαντα γὰρ ταῦτα λιπαρὰ μέν
[l. 15] ἐστιν καὶ πλεῖστον τῆς ἐλαιώδους ἔχοντα φύσεως, ἐναργῶς
[l. 16] μέντοι θερμαίνει, καθάπερ ἥ τε στακτὴ σμύρνα καὶ τὸ πεύκινον,
[l. 17] ἢ ἀρκεύθινον, ἢ τὸ κέδρινον καὶ τὸ δάφνινον ἔλαιον,
[l. 18] ἕτερά τε τοιαῦτα, σαφῶς μὲν ἐκθερμαίνει τοὺς ἐψυγμένους,
[p. 11.521]
[l. 1] ἐσχάτως δ’ ἀνιᾷ τοὺς ἐγκεκαυμένους. ταῦτα μὲν οὖν ἑκατέρωθεν
[l. 2] ὁμολογεῖται θερμαίνειν. ἔλαιον δὲ οὐδ’ ἑτέρωθεν
[l. 3] ἰσχυρῶς οὔτε τοὺς κατεψυγμένους ἐκθερμαίνειν οὔτε βλάπτειν
[l. 4] τοὺς ἐγκεκαυμένους. οὐ μὴν οὐδ’ ἀσαφῶς γε τοῖς ἐπ’
[l. 5] ἐγκαύσει πυρέξασιν ἄσης γέ τινος αἴτιον γίγνεται καὶ τὴν
[l. 6] θερμότητα παραύξειν φαίνεται, καθάπερ κᾀν τοῖς ἀκριβέσιν
[l. 7] ἐρυσιπέλασιν. ἔστι δὲ δήπου ταῦτα χολώδη ῥεύματα, σαφῶς
[l. 8] γὰρ δήπου καὶ ἐν αὐτοῖς τούτοις αὐξάνειν τὴν θερμασίαν, εἰ
[l. 9] καὶ ψυχρὸν ἐσχάτως αὐτὸ προσάγοις. ἐπὶ μὲν γὰρ τῶν ἐγκαύσεων,
[l. 10] εἰ χωρὶς ἁλῶν εἴη, καὶ ἄλλως λελευκασμένον ἔχει τινὰ
[l. 11] παραμυθίαν ψυχρὸν καταντλούμενον. ἐπὶ δὲ τῶν ἐρυσιπελάτων
[l. 12] ὅπως ἂν ᾖ ψυχρὸν οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτειν
[l. 13] πέφυκε, τὰ 2.27. μὲν ἐκ χολώδους ῥεύματος ἀκριβῶς ἅπαντα
[l. 14] μεγίστας βλάβας, τὰ δ’ ἐξ αἵματος αὐτῷ μεμιγμένου μικροτέρας
[l. 15] μὲν, οὐ μὴν τὰς ἐπιτυχούσας γε οὐδὲ ταύτας. ἧττον
[l. 16] δὲ τούτων, ἐναργῶς δ’ οὖν ἔτι καὶ τὰς ζεούσας ἀνιᾷ φλεγμονὰς,
[l. 17] ἐξ ὧν ἁπάντων τεκμαιρομένῳ μοι θερμότητα παραπλησίαν
[l. 18] ἀνάπτειν ἔδοξεν οἷσπερ ἂν ὁμιλῆσαν τύχῃ. φαίνεται
[p. 11.522]
[l. 1] γοῦν τοῖς μὲν μετρίως θερμοῖς σώμασιν προσφερόμενον μετρίως
[l. 2] θερμαίνειν αὐτὰ, τοῖς δ’ ἰσχυρῶς ἰσχυρὰν τὴν θερμασίαν
[l. 3] ἀνάπτον.
[l. 4] Εἴρηται μὲν οὖν ἤδη κᾀν τῷ τρίτῳ περὶ
[l. 5] κράσεων, εἰρήσεται δὲ καὶ νῦν ὡς ἕκαστα τῶν προσφερομένων
[l. 6] τῷ σώματι φαρμάκων, ἃ δὴ καὶ θερμὰ ταῖς δυνάμεσιν
[l. 7] ὑπάρχειν ἔφαμεν, ἀρχὴν τοῦ θερμαίνεσθαι παρ’ ἡμῶν
[l. 8] λαμβάνοντα, τὰ μὲν ὡσαύτως ἡμᾶς ἀντιθερμαίνει, τὰ δὲ
[l. 9] σφοδρότερον. ἐκ δὴ τῶν εἰς ἴσον ἀντιθερμαινόντων ἐφάνη
[l. 10] μοι τοὔλαιον ἐπισκοποῦντι τὰς κατὰ μέρος αὐτοῦ δυνάμεις.
[l. 11] εὕρισκον γὰρ ἀεὶ χλιαρὰν μὲν ἐν τοῖς μετρίως θερμοῖς
[l. 12] σώμασιν ἀπεργαζόμενον αὐτὸ θερμότητα, ζέουσαν δ’
[l. 13] ἐν τοῖς ζέουσιν. ἐφαίνετο δέ μοι διὰ τοῦτο καὶ σπασμοὺς
[l. 14] καὶ τρόμους, ἀναισθησίας τε καὶ δυσαισθησίας, μήτ’ ὠφελεῖν
[l. 15] μηδὲν ἀξιόλογον μήτε βλάπτειν. ὠφελεῖν μὲν γὰρ οὐκ
[l. 16] ἠδύνατο τῷ μὴ θερμαίνειν ἰσχυρῶς, βλάπτειν δ’ οὐκ ἦν
[l. 17] ἱκανὸν, ὅτι μηδ’ ὅλως ἔψυχεν, ἐπικτήτου μὲν θερμότητος
[l. 18] ἰσχυρᾶς λαβόμενον ἱκανῶς ὠφελεῖν· ἐπειδὰν εἰς πυέλους
[p. 11.523]
[l. 1] ἐλαίου θερμοῦ ῥίζας τινὰς, ἢ πόας θερμαντικὰς ἐναφεψημένας
[l. 2] ἔχοντας, τοὺς οὕτω πεπονθότας ἐμβιβάζοιμεν.
[l. 3] 13.52. ὅθεν εὐλόγως οἷον ὕλη τίς ἐστιν τῶν ἄλλων φαρμάκων.
[l. 4] ἄν τε γὰρ ψυχρὰ μίξῃς αὐτῷ, ψυχρὸν ἔσται τὸ μικτὸν,
[l. 5] ἄν τε θερμὰ, θερμόν. ὃ γὰρ ἂν ἐκ τῆς μέσης ὑπάρχῃ κράσεως,
[l. 6] ὑπηρετεῖ τοῖς ἄκροις ἑκατέροις, ὡς μήτ’ εἰ θερμῷ
[l. 7] μιχθείη ψυχρὸν, τὸ μιχθὲν ἐξ ἀμφοῖν ἀπεργάσασθαι δυνάμενον,
[l. 8] ὅτι μηδ’ αὐτὸ ψυχρόν ἐστιν μήτ’ εἰ ψυχρῷ θερμὸν,
[l. 9] οὐδὲ γὰρ θερμὸν ὑπάρχει. καὶ κατὰ τοῦτο εὐλόγως
[l. 10] οἱ μὲν θερμαίνειν αὐτὸ φάσκουσιν ἡμᾶς, οἱ δὲ οὐ θερμαίνειν.
[l. 11] θερμαίνειν μὲν γὰρ ἂν δόξειε εἰς ἴσην τῷ θερμαίνοντι
[l. 12] σώματι θερμασίαν ἀφικνούμενον, ἀντιθερμαίνειν γοῦν δύναται
[l. 13] ταύτῃ. τῷ δὲ μὴ προσαυξάνειν ἣν κατέλαβε θέρμην,
[l. 14] οὐκ ἂν δόξειε θερμαίνειν. οὐ γὰρ τὸ φυλάττειν ἣν εὗρεν,
[l. 15] ἀλλὰ τὸ παραύξειν ἔργον εἶναι τοῦ θερμαίνοντος.
[l. 16] Ἀρχαὶ δὲ τῆς τοιαύτης ἀμφισβητήσεως
[l. 17] τρεῖς εἰσι, τό τε μὴ διορίσασθαι τὰ γένη τῶν θερμαίνειν
[p. 11.524]
[l. 1] ἡμᾶς λεγομένων καὶ τὸ ταῖς ὁμωνυμίαις χρῆσθαι συγκεχυμένως
[l. 2] καὶ τὸ μηδεμίαν ἀπολιπεῖν μεσότητα. θερμαίνειν μὲν
[l. 3] οὖν ἡμᾶς λέγεται τά τ’ ἐνεργείᾳ θερμὰ, καθάπερ τὸ πῦρ
[l. 4] αὐτὸ καὶ τὰ δυνάμει· καὶ τῶν δυνάμει θερμῶν τὰ μὲν ὡς
[l. 5] τροφαὶ, τὰ δ’ ὡς φάρμακα, τὰ δ’ ὡς σκεπάσματα. τὸ θερμὸν
[l. 6] δ’ αὐτὸ, τό τε κατ’ ἐνέργειαν ἤδη τοιοῦτον οὕτως ὀνομάζειν
[l. 7] εἰθίσμεθα καὶ τὸ κατὰ δύναμιν, ὡς πολλάκις εἴρηται
[l. 8] καὶ πρόσθεν. ἀλλὰ τὸ μὲν κατ’ ἐνέργειαν τό θ’ ἁπλῶς θερμὸν,
[l. 9] οἷον τὸ πῦρ καὶ τὸ κατ’ ἐπικράτησιν, οἷον τὸ ζῶον,
[l. 10] καὶ τὸ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβαλλόμενον καὶ
[l. 11] τὸ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν. τὸ δὲ κατὰ δύναμιν πρῶτον
[l. 12] μὲν ἀντιδιαιρεῖται τοῦ κατὰ συμβεβηκὸς, εἶθ’ ἑξῆς τοσαύτας
[l. 13] ἔχει σημαινομένων διαφορὰς, ὅσας περ καὶ τὸ κατ’ ἐνέργειαν
[l. 14] θερμόν. οἷον γὰρ ὕλη τις ἐπιτήδειος ὑπάρχουσα τῷ κατ’
[l. 15] ἐνέργειαν θερμῷ, τὸ μέν τι τοῖς ἁπλῶς ὀνομαζομένοις θερμοῖς,
[l. 16] τὸ δέ τι τοῖς κατ’ ἐπικράτησιν. ἄλλο δέ τι πρὸς τὸ
[l. 17] σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς ἢ ὁτιοῦν τὸ ἐπιτυχὸν παραβαλλομένοις
[l. 18] οἰκεία γίνοιτ’ ἂν ὕλη. διὸ καὶ τὰ πρὸς ἄνθρωπον
[p. 11.525]
[l. 1] σκοπουμένους ἠξιοῦμεν ἀποχωρῆσαι τῶν ἄλλων ἁπάντων.
[l. 2] ἐν τούτοις τε οὖν ἅπασιν ἁμαρτάνουσιν οἱ περὶ φαρμάκων
[l. 3] δυνάμεως ἐπισκεψάμενοι καὶ πρὸς τούτοις ἔτι παρερχόμενοι
[l. 4] τὰς μεσότητος, ἔν τε ταῖς κατὰ φύσιν ἡμῶν
[l. 5] κράσεσιν, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείξαμεν,
[l. 6] ἔν τε ταῖς τῶν φαρμάκων ἐξετάσεσιν. ὡς γὰρ ἤτοι θερμὸν
[l. 7] εἶναι δέον ἐξ ἀνάγκης τὸ δοκιμαζόμενον φάρμακον, ἢ
[l. 8] ξηρὸν, ἢ ὑγρὸν, ἢ ψυχρὸν, οὕτω ποιοῦνται τοὺς λόγους,
[l. 9] ὥσπερ οὐκ ἐνδεχόμενον ἐν τῷ μεταξύ τι τῶν θερμαινόντων
[l. 10] τε καὶ ψυχόντων ἡμᾶς τετάχθαι καί τι ἕτερον ἐν τῷ μεταξὺ
[l. 11] τῶν ξηραινόντων τε καὶ ὑγραινόντων. οὕτω δ’ εἰσὶν
[l. 12] ἠλίθιοί τινες ὡς μηδ’ ἀκούσαντες τἀληθὲς ἀκολουθῆσαι
[l. 13] δύνασθαι. τινὰς γοῦν οἶδα καὶ ἀντιλέγειν ἐπιχειροῦντας
[l. 14] ὡς οὐδὲν εἴη μέσον τὴν κρᾶσιν.
[l. 15] 13.53. Ἀλλὰ πρὸς μὲν τούτους ἔν τε τῷ
[l. 16] περὶ κράσεων εἴρηται τὰ προσήκοντα κᾀν τοῖς ἐφεξῆς οὐδὲν
[l. 17] ἧττον εἰρήσεται. τέλος δ’ ἐπιθεῖναι σπεύδων τῷ παρόντι
[p. 11.526]
[l. 1] λόγῳ πάλιν ἐπὶ τοὔλαιον ἐπάνειμι. συμβέβηκεν γὰρ αὐτῷ
[l. 2] καὶ ὡς τροφῇ μὲν ἴσως θερμαίνειν ἡμᾶς, ἐπειδὰν εἴσω τοῦ
[l. 3] σώματος λαμβάνηται. δοκεῖ γάρ τισιν οὐκ ἀδοκίμοις ἰατροῖς
[l. 4] καὶ φιλοσόφοις γίγνεσθαί τις ὥσπερ ἐκ τῶν σιτίων, οὕτω
[l. 5] καὶ ἐξ ἐλαίου πρόσθεσις τοῦ σώματος. συμβέβηκε δὲ καὶ ὡς
[l. 6] φαρμάκῳ μέσῳ πως εἶναι τῶν θερμαινόντων τε καὶ ψυχόντων
[l. 7] ἡμᾶς, ὑπάρχει δ’ αὐτῷ καὶ ὡς σκεπάσματι θερμαίνειν ἡμᾶς,
[l. 8] καὶ ἥ γε κυριωτάτη μάλιστα εἰκὼν τῆς φύσεως αὐτοῦ τοιαύτη
[l. 9] τις εἶναί μοι δοκεῖ. ὡς γὰρ καὶ τῶν ἀμφιεσμάτων ἕκαστον
[l. 10] ὑφ’ ἡμῶν αὐτῶν θερμαινόμενον ἀντιθερμαίνειν ἡμᾶς πέφυκεν,
[l. 11] οὕτω καὶ τοὔλαιον. ἀλλ’ ὥσπερ ἐκείνων οὐδὲν αὐτοῦ
[l. 12] τοῦ θερμαίνοντος σώματος γίγνεται θερμότερον, οὕτως οὐδὲ
[l. 13] τοὔλαιον. ὅλον δ’ ἄν σοι τὸ πρᾶγμα νοηθείη καλῶς οὐκ
[l. 14] εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ εἰς τὰ μέλλοντα σύμπαντα
[l. 15] χρήσιμον ἐσόμενον, εἰ ἀναμνησθείης αὐτοῦ τοῦ περιέχοντος
[l. 16] ἡμᾶς ἀέρος, ποτὲ μὲν ψυχροτέρου γιγνομένου τῆς ἐν ἡμῖν
[l. 17] θερμότητος εἰς τοσοῦτον ὡς προβλημάτων τέ τινων καὶ σκεπασμάτων
[l. 18] δεῖσθαι πρὸς αὐτὸν, ἐνίοτε δὲ θερμοτέρου πάλιν
[l. 19] εἰς τοσοῦτον ὡς μὴ δύνασθαι φέρειν, ἀλλ’ ὑποφεύγειν εἰς
[p. 11.527]
[l. 1] σκέπην τέ τινα καὶ σκιάν. ἔστι δ’ ὅτε οὕτως ἔχοντος συμμέτρως,
[l. 2] ὡς μήτε τῶν θαλψόντων ἡμᾶς μήτε ψυχόντων ἐπιθυμεῖν,
[l. 3] ἀλλ’ ἄλυπόν τε καὶ ἀναίσθητον εἶναι τὴν ὁμιλίαν αὐτοῦ.
[l. 4] τὴν μὲν δὴ τρίτην κρᾶσιν τήνδε τὴν νῦν εἰρημένην σύμμετρον
[l. 5] καλῶ καὶ μέσην εἶναι τῶν ἄλλων φημὶ καὶ μήτε θερμαίνουσαν
[l. 6] ἡμῶν τὸ σῶμα μήτε ψύχουσαν· τῶν δ’ ἄλλων δυοῖν τὴν
[l. 7] μὲν θερμαίνειν ἡμᾶς, τὴν δὲ ψύχειν. ἐοικέναι δέ φημι τῇ μέσῃ
[l. 8] τε καὶ συμμέτρῳ κράσει τοῦ περιέχοντος ἡμᾶς ἀέρος τήν τ’
[l. 9] ἐκ τῶν ἀφιεσμάτων καὶ τὴν ἐξ ἐλαίου γινομένην θερμασίαν.
[l. 10] εἰ δὲ μηδ’ οὕτω σαφές ἐστιν ὃ βούλομαι δηλοῦν, ἐκείνως ἄν
[l. 11] σε μᾶλλον οἶμαι συνήσειν. δύο μοι νόησον ἀνθρώπους ὁμοίως
[l. 12] μὲν κεκραμένους τὸ σῶμα, ψαύοντας δ’ ἀλλήλων ἢ τοῖς στέρνοις
[l. 13] τε καὶ τῇ γαστρὶ μόνοις, ἢ καὶ ταῖς χερσὶ καὶ τοῖς σκέλεσιν.
[l. 14] εἰ μὲν δὴ τὴν αὐτὴν ἔχοι τοῖς δύο τούτοις ἀνθρώποις
[l. 15] ὁ περιέχων αὐτοὺς ἀὴρ κρᾶσιν, ὡς εἶναι τὴν ἐν τοῖς τρισὶ
[l. 16] σώμασιν ἴσην θερμασίαν, οὐδὲν ἂν ὑπ’ οὐδενὸς οὕτω γε θερμαίνεσθαι
[l. 17] λέγοιτο. τὰ γὰρ ὅμοια πάντη σώματα πρὸς ἀλλήλων
[p. 11.528]
[l. 1] οὐδεμίαν ἀλλοίωσιν ἴσχει. ψυχροῦ δ’ ὄντος τοῦ περιέχοντος
[l. 2] ἀλλήλους ἂν οἱ ἄνθρωποι θερμαίνειν λέγοιντο, καίτοι γε
[l. 3] οὐ θερμαίνοντες, ἀλλ’ εἴργοντες 2.28. τὸ ψυχρόν. εἰθικότες
[l. 4] οὖν οἱ πολλοὶ καταχρῆσθαι τοῖς ὀνόμασιν, τὸ κωλυτικὸν τοῦ
[l. 5] ψύχεσθαι θερμαῖνον ὀνομάζουσιν οὐκ ὀρθῶς. ὀνομάζειν μὲν
[l. 6] οὖν αὐτοῖς συγχωρητέον ὡς ἂν ἐθέλωσιν, ταὐτὸν δὲ σημαίνειν
[l. 7] ἐκ τοῦ θερμαίνειν ῥήματος ἐν ἑκατέρᾳ τῇ ῥήσει κατ’
[l. 8] οὐδένα τρόπον ἔτι συγχωρητέον. οὐ γὰρ δὴ ταὐτόν γέ ἐστιν
[l. 9] ἐξ αὑτοῦ τινι παρέχειν θερμασίαν, ἢ κωλύειν τὸ ψυχρόν.
[l. 10] οὕτω δή τούτων ἐχόντων, ὅσα περ ἂν ἡμῖν ἔξωθεν προσπίπτοντα
[l. 11] τὴν αὐτὴν ἔχῃ τῷ σώματι θερμασίαν, εἴτε ἐξ ἑαυτῶν
[l. 12] εἴτε παρ’ ἄλλων εἴτε καὶ ἐξ ἡμῶν αὐτῶν εἰληφότα,
[l. 13] 13.54. ταῦτα κατὰ μὲν τὸν ἀκριβῆ λόγον οὔτε θερμαίνειν ἡμᾶς
[l. 14] οὔτε ψύχειν λεκτέον· εἰ δὲ καταχρῆσθαί τις βούλοιτο συγχωρητέον,
[l. 15] ἀναμιμνήσκοντα μόνον ἐν τῇ ῥήσει τὴν διαφορὰν
[l. 16] τῶν σημαινομένων. ἄλλως μὲν γὰρ ὁ θερμότερος ἀὴρ θερμαίνειν
[l. 17] ἡμᾶς λέγεται, κατ’ ἄλλον δὲ τρόπον ὁ σύμμετρος. ἀνάλογον
[l. 18] δ’ ἔχει τῷ μὲν θερμοτέρῳ πύρεθρόν τε καὶ νᾶπυ καὶ
[p. 11.529]
[l. 1] πέπερι, τῷ συμμέτρῳ δὲ πιμελή τε καὶ ἔλαιον. ἐνεργείᾳ μὲν
[l. 2] γὰρ οἱ ἀέρες θερμοὶ, δυνάμει δὲ τὰ φάρμακα. τὸν μὲν γὰρ
[l. 3] ἀέρα θερμὸν οὐχ ἡμεῖς αὐτοὶ ποιοῦμεν, ἀλλ’ ὅτι τοιούτῳ
[l. 4] πλησιάζομεν. τὰ φάρμακα δὲ, ὡς κᾀν τῷ τρίτῳ περὶ κράσεων
[l. 5] ἐδείκνυμεν, τὴν ἀρχὴν τῆς ἐπὶ τὸ θερμαίνεσθαι μεταβολῆς
[l. 6] ἐξ ἡμῶν λαμβάνοντα, τὰ μὲν εἰς ἶσον ἡμᾶς ἀντιθερμαίνειν
[l. 7] πέφυκεν, τὰ δὲ μᾶλλον, τὰ δ’ ἧττον. ἐκ δὴ τῶν ἴσων
[l. 8] ἀντιθερμαινόντων ἔστι τὸ ἔλαιον. ὑπάρχει δ’ αὐτῷ κᾀκ
[l. 9] τοῦ γλίσχρῳ τε εἶναι καὶ δυσαποῤῥύτῳ καὶ τῶν πόρων ἐμφρακτικῷ
[l. 10] κατὰ διττὸν τρόπον ἐπαύξειν, ὡς δοκεῖν τὴν θερμασίαν.
[l. 11] ἐκ μὲν δὴ τοῦ περιπλάττεσθαι δίκην ἀμφιέσματος,
[l. 12] ἢ προβλήματος, ἐκ δὲ τοῦ τοὺς πόρους ἐμφράττειν τὸ κωλύειν
[l. 13] ἀποῤῥεῖν ἔνδοθεν τὸ πολὺ τῆς ἀτμώδους θερμότητος. κατὰ
[l. 14] ταῦτ’ οὖν οὐδὲ ξηραίνεσθαι τοῖς σώμασιν ἡμῶν ἐπιτρέπει,
[l. 15] πλὴν εἰ θερμόν τε προσάγοιτο καὶ χρόνῳ πλείονι· καὶ ταύτην
[l. 16] αὐτοῦ τὴν δύναμιν ἅπαντες ἄνθρωποι τῇ πείρᾳ μεμαθηκότες;
[l. 17] οὓς ἂν ἱδρῶσαι δαψιλέστερον ἐθέλωσιν, ἢ λελουμένους, ἢ
[l. 18] ἀλούτους, οὐ προσφέρουσιν αὐτοῖς εὐθὺς κατ’ ἀρχὰς ἔλαιον,
[p. 11.530]
[l. 1] ἀλλ’ ἐπὶ μὲν τῶν νενοσηκότων, ἐπειδὰν ἱδροῦν ὑπάρξωνται,
[l. 2] θερμήναντες περιχέουσι. ἐπὶ δὲ τῶν νοσούντων, ἐπειδὰν
[l. 3] αὐτάρκως ἱδρώσωσιν. ἐπὶ δὲ τῶν ὑγιαινόντων, ὅσοι μὲν ἐξ
[l. 4] ὁδοιπορίας μακρᾶς εἰσι καὶ γυμνασίων πλειόνων, ἢ ὁπωσοῦν
[l. 5] ἄλλως ἐξηραμμένοι τὸ σῶμα, τούτοις μὲν ἀλείφεσθαι καὶ
[l. 6] πρὶν ἱδρῶσαι συγχωροῦσιν. ὅσοι δ’ ἠπεπτηκότες, ἢ πληθωρικὸν
[l. 7] τὸ σῶμα ἔχοντες, τούτοις οὐδὲ λουομένοις ἐπιτρέπουσιν
[l. 8] ἐλαίῳ χρῆσθαι.
[l. 9] Καί μοι δοκεῖ κᾀνταῦθα μέσον τῶν ὑγραινόντων
[l. 10] καὶ ξηραινόντων ἡμᾶς εἶναι τοὔλαιον, ὥσπερ ὀλίγον
[l. 11] ἔμπροσθεν ἐδείχθη, τῶν θερμαινόντων καὶ ψυχόντων. ὑγραίνει
[l. 12] μὲν γὰρ ὕδωρ, ξηραίνει δὲ δάφνινόν τε καὶ κέδρινον
[l. 13] ἔλαιον. τό γ’ οὖν ἔλαιον ἁπλῶς οὑτωσὶ προσαγόμενον, ἄνευ
[l. 14] γε τοῦ προθερμανθῆναι πρὸς ἡμῶν αὐτῶν ἐξ ἐπιτεχνήσεως ἢ
[l. 15] ψυγῆναι, τούτου γὰρ ἐπὶ πάντων ἀεὶ χρὴ μεμνῆσθαι, τοιαύτην
[l. 16] φυλάττει τὴν κρᾶσιν ἡμῶν, οἵαν περ παρέλαβεν, εἶργον
[l. 17] ὡς ἔνι μάλιστα καὶ κωλῦον κενοῦσθαι τοῦ σώματος ἁπάσας
[l. 18] τὰς ἀτμώδεις διαπνοάς εἰ δ’ ἀνατρίβεις ἐπιπλέον ἐλαίῳ τὰ
[p. 11.531]
[l. 1] μέλη, θερμότητά τέ τινα γεννήσεις ἐκ τῆς τρίψεως ἐπίκτητον,
[l. 2] ὠφελήσεις τε τοὺς κεκοπωμένους ἐν τῷδε, τοῦτο μὲν εἴσω τοῦ
[l. 3] σώματος εἰς τοὺς κατὰ λεπτὸν πόρους εἰσδυομένου τοῦ
[l. 4] λίπους ὡς μαλάττειν τὰ κατεσκληρυμμένα, τοῦτο δὲ τῇ
[l. 5] θερμότητι διαφοροῦντος, ὅτι δριμὺ καὶ λεπτὸν ὑγρὸν ἐν τοῖς
[l. 6] κόποις ἐκ συντήξεως γεννηθὲν ὑπὸ τοῦ δέρματος ἐστέγετο.
[l. 7] φαίνονται γὰρ κᾀκτὸς ἀποῤῥέοντες ἱδρῶντες τοῖς γυμναζομένοις,
[l. 8] φαίνονται δ’ οὐκ ὀλίγα κᾀντὸς εἰς τὴν γαστέρα
[l. 9] συῤῥέοντα 13.55. περιττώματα καὶ οἷον συντήγματα. λογίζεσθαι
[l. 10] δ’ ἐκ τούτων χρὴ, κᾂν μή φαίνηται, καταλείπεσθαί τινα
[l. 11] καὶ καθ’ ὅλον τὸ σῶμα πολλὰ τοιαῦτα κενώσεως δεόμενα.
[l. 12] διττὴ γὰρ ἐν τοῖς κόποις γίγνεται διάθεσις, ὡς ἐν ἑτέροις ἐπιδέδεικται,
[l. 13] ξηραινομένων μὲν τῶν ὁμοιομερῶν τοῦ ζώου μορίων,
[l. 14] ὑγραινομένων δὲ τῶν κενῶν χωρῶν, οὐ χρηστῇ καὶ κατὰ φύσιν
[l. 15] ὑγρότητι, πληθώρα γὰρ ἦν, ἀλλὰ λεπτῇ καὶ δριμείᾳ καὶ δακνώδει·
[l. 16] καὶ διὰ τοῦτο καὶ τῶν ἰωμένων δέονται διττῶν, τῶν
[l. 17] τε τὴν ξηρότητα τεγγόντων καὶ τῶν τὴν δριμεῖαν ὑγρότητα
[l. 18] κενούντων. καὶ διὰ τοῦτο πρὸς ἄμφω ταῦτα τὰ διὰ τῶν
[p. 11.532]
[l. 1] γλυκέων ὑδάτων λουτρὰ χρησιμώτατα τετύχηκεν ὄντα, τῇ
[l. 2] μὲν ὑγρότητι τὴν ξηρότητα τῶν ὀργάνων ἐπανορθούμενα, τῇ
[l. 3] δ’ αὖ θερμότητι τὸ λεπτὸν καὶ διαφοροῦντα. καὶ εἴ γε
[l. 4] παραμένειν τοῖς σώμασιν ἐδύνατο καὶ μὴ ῥᾳδίως ἀποῤῥεῖν τὸ
[l. 5] ὕδωρ, αὔταρκες ἂν ὑπῆρχε μόνον. ἐπεὶ δὲ τό τε περιχεόμενον
[l. 6] ἔξωθεν ἀποῤῥεῖ ῥᾳδίως, τό τ’ εἰς τοὺς πόρους τοῦ σώματος
[l. 7] εἰσδυόμενον ἐκρεῖ λαβὴν οὐδεμίαν ἔχον, εἰς τοῦτ’ αὐτὸ χρησίμως
[l. 8] ἔλαιον μίγνυται, καὶ μᾶλλόν γε ἢν ἐπιπλέον ἐξ ἀμφοῖν
[l. 9] ἀνατρίψηταί τις, ὅπερ ὠνόμαζον οἱ παλαιοὶ χυτλοῦσθαι, καὶ
[l. 10] ἀντετίθεσάν γε αὐτῷ τὸ ξηραλειφεῖν. ἔστι μὲν καὶ τοῦτό πως
[l. 11] αὐτὸ καθ’ αὑτὸ κόπων ἰατικὸν, ἀλλ’ ἀπολείπεται πάμπολυ
[l. 12] τοῦ χυτλώσασθαι. τά τε γὰρ ἄλλα, κᾀπειδὰν ἀνακόπτηται
[l. 13] καὶ ἀνατρίβηται μετ’ ἐλαίου τὸ ὕδωρ, δύσλυτον ἱκανῶς ἔχει
[l. 14] τὴν μίξιν, ὥσθ’ ὅσοις ἂν ἐπαλείφηταί τε καὶ περιπλάττηται
[l. 15] σώμασι τὸ ἔλαιον, ἀναγκάζεσθαι τούτοις ἐπιπλέον ὁμιλεῖν
[l. 16] καὶ τὸ ὕδωρ. ἔστι τοίνυν κᾀνταῦθα ὥσπερ τις ὕλη τῶν
[l. 17] ὑγραινόντων τε καὶ ξηραινόντων τὸ ἔλαιον, ὡς ἔμπροσθεν
[l. 18] ἐδείχθη, τῶν θερμαινόντων τε καὶ ψυχόντων. ἄν τε γὰρ ξηραίνοντι
[p. 11.533]
[l. 1] μιχθῇ, ξηραῖνον τὸ σύμπαν ἀπετέλεσεν, ἄν θ’ ὑγραίνοντι,
[l. 2] καὶ τοῦθ’ ὑγραῖνον εἰργάσατο καὶ πολλάκις καὶ μᾶλλον
[l. 3] ὑγραῖνον ἀπετελέσθη τὸ μικτὸν ἐξ ἀμφοῖν αὐτοῦ τοῦ
[l. 4] πρώτως ὑγραίνοντος, ὥσπερ ἐφ’ ὕδατος ἔχει. τοῦτο γὰρ
[l. 5] ὑγραίνει μὲν πρώτως, ἀλλὰ τὸ μὴ παραμένειν ἐπιπλέον
[l. 6] ὀλιγοχρόνιον ἴσχον τὴν ἐνέργειαν ἀσθενῶς ὠφελεῖ. δεσμὸς
[l. 7] οὖν αὐτῷ τοὔλαιον γιγνόμενον, ἀναγκάζον γε τοῖς χρῄζουσιν
[l. 8] τῆς ἀπ’ αὐτοῦ βοηθείας ἐπιπλεῖστον ὁμιλεῖν, ἄριστον
[l. 9] ἰαμάτων πάντων ἀπετελέσθη τοῖς ἐξηραμμένοις τε αὐχμώδεσι
[l. 10] σώμασιν. οὕτω δὲ κᾂν ξηραῖνον ἐλαίῳ μίξῃς φάρμακον,
[l. 11] οἷον χαλκῖτιν, ἢ πύρεθρον, ἢ κηκίδα, ἢ στρούθιον,
[l. 12] ξηραῖνον ἔσται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἅπασιν οὖν ὑπηρετοῦν
[l. 13] τοῖς ἑαυτῷ μιγνυμένοις τὸ ἔλαιον, εὐλόγως οἷον ὕλη
[l. 14] τις ἁπάντων ἐστί. τὴν μὲν οὖν οἰκείαν αὐτῶν ἐνέργειαν ἐξ
[l. 15] ἀνάγκης μειοῦν, οὐ μὴν τήν γε ὠφέλειαν, ἀλλ’ ἔστιν ὅτε
[l. 16] καὶ προσαυξάνον. οὐ γὰρ δὴ ταὐτόν γ’ ἐστὶν, εἰ καὶ δόξει
[l. 17] τισὶν ἐνέργειάν τέ τινος αὐξῆσαι καὶ ὠφέλειαν. ἡ μὲν γὰρ
[l. 18] ἐνέργεια κατὰ τὴν οἰκείαν ἑκάστου δύναμιν, ἡ δ’ ὠφέλεια
[p. 11.534]
[l. 1] καὶ κατὰ συμβεβηκὸς ἐνίοτε. λεχθήσεται μὲν οὖν ἐπιπλέον
[l. 2] ἐν τοῖς ἑξῆς ὑπὲρ τῆς κατὰ συμβεβηκὸς ὠφελείας. εἰρήσεται
[l. 3] δὲ καὶ νῦν εἰς τοσοῦτον, εἰς ὅσον δεῖ τοῖς παροῦσιν.
[l. 4] ἐλαίῳ γὰρ ἀνακοπτόμενον ὕδωρ, ὡς τὸ καλούμενον ὑδρέλαιον
[l. 5] ἐργάσασθαι, τοῖς κεκοπωμένοις ἀρήγει μᾶλλον ἢ εἰ
[l. 6] μόνον ὑπῆρχεν, οὐ τῷ τὴν οἰκείαν ἐπιτείνεσθαι δύναμιν,
[l. 7] ἀλλὰ τὸ περιμένειν ἐπιπολὺ τοῖς δεομένοις.
[l. 8] 13.56. Ὅτι δ’ εἰ μὴ μέσον εἴη τῇ κράσει
[l. 9] τὸ ξυνδοῦν, τὰ πρώτως βοηθοῦντα2.29. τοῖς δεομένοις
[l. 10] ἐναντιώσεται πολλάκις αὐτῶν ταῖς ἐνεργείαις, ἐξ αὐτῆς γε
[l. 11] τῆς τῶν φαρμάκων φύσεως ἔνεστί σοι καθόλου διδαχθῆναι
[l. 12] κᾀκ τῶν τῆς κατ’ εἶδος τῶν φαρμάκων ἱστορίας. ἀπὸ μὲν
[l. 13] τῆς τοῦ καθόλου, διότι τὸ μιγνύμενον ἂν ἐπὶ τοὐναντίον
[l. 14] ἀπάγῃ τὴν δύναμιν τοῦ κραθέντος αὐτῷ φαρμάκου, δύναταί
[l. 15] ποτε καὶ νικῆσαι καὶ τελέως εἰς ἕτερον εἶδος μεταστῆσαι
[l. 16] τὸ μικτὸν ἐξ ἀμφοῖν. οὐδεμίαν γὰρ οὔτε ἰδέαν ἐπίσημον
[l. 17] οὔτε δύναμιν ἐμφαίνεσθαι χρὴ τοῦ λόγον ὕλης ἔχοντος
[p. 11.535]
[l. 1] ἐν τῇ μίξει. κατὰ δὲ τὴν ἀπὸ τῶν ἐν μέρει πεῖραν ᾧδ’
[l. 2] ἂν μάθοις ὡς οὐ χρὴ τὸ λόγον ὕλης ἔχον οὔτε θερμαίνειν
[l. 3] οὔτε ψύχειν οὔτε ξηραίνειν οὔθ’ ὑγραίνειν, εἰ πρῶτον
[l. 4] μὲν ἀναμνησθείης ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα ἐπὶ
[l. 5] πίττης ὑγρᾶς καὶ ῥητίνης καὶ σμύρνης, ἀσφάλτου τε καὶ
[l. 6] κεδρίνου καὶ δαφνίνου καὶ τῶν ἄλλων ὅσα θερμαίνει. ταῦτα
[l. 7] γὰρ ἅπαντα μεθ’ ὕδατος ἀνατριβόμενα παραπλησίως ἐλαίῳ
[l. 8] θερμαίνει μᾶλλον ἢ ψύχει καὶ ξηραίνει μᾶλλον ἢ ὑγραίνει,
[l. 9] διὸ καὶ τὰς κοπώδεις αἰσθήσεις οὐ πάνυ τι λύειν πέφυκεν.
[l. 10] οὔτε γὰρ τῆς αὐτῆς ἐστιν ὕδατι δυνάμεως, ὡς συνεργάζεσθαί
[l. 11] τι μᾶλλον ἢ ἀντιπράττειν, οὔτε τῆς μέσης τῶν ἄκρων,
[l. 12] ἵν’ ὡς ὕλη τις ὑπηρετῇ τῷ πρώτως ἐνεργοῦντι. ξηραίνει
[l. 13] γὰρ καὶ θερμαίνει μᾶλλον, οὐχ ὑγραίνει, καὶ ψύχει καθάπερ
[l. 14] ὕδωρ. εἰ δέ τινι τῶν ἰσχυρῶς ξηραινόντων τε καὶ θερμαινόντων
[l. 15] ἀναμίξαις ὕδωρ, οὐ μόνον οὐδὲν ὧν πέφυκε δρᾷν
[l. 16] ὄψει γιγνόμενον, ἀλλὰ καὶ τελέως ἀμαυρούμενον ὡς εἰ μηδὲ
[l. 17] τὴν ἀρχὴν ἐμέμικτο. χαλκῖτις οὖν καὶ σανδαράχη καὶ μίσυ
[p. 11.536]
[l. 1] καὶ τἄλλ’ ὅσα θερμαίνει τε σφοδρῶς ἡμᾶς καὶ ξηραίνει,
[l. 2] φυλάττει τὴν ἑαυτῶν ἔτι δύναμιν ἰσχυρὰν ὕδατι μιχθέντα.
[l. 3] πανταχόθεν οὖν δῆλον ὡς μέσον εἶναι χρὴ τὴν κρᾶσιν
[l. 4] ὅτί περ ἂν ἑκατέροις τοῖς ἄκροις ὑπηρετήσειν μέλλῃ, καθάπερ
[l. 5] ὕλη τις, ὥσπερ καὶ τοὔλαιον ἐν τῇδε τῇ χώρᾳ τιθεὶς
[l. 6] οὐκ ἂν ἁμάρτοις. ὁμολογήσει γὰρ ἅπαντά σοι τὰ κατὰ
[l. 7] μέρος ἔργα καὶ μέμψῃ τοῦ μήκους τῶν λόγον οὐχ ἡμᾶς,
[l. 8] ἀλλ’ ὅσοι τὴν ὀρθὴν ὁδὸν ὑπερβαίνοντες ἐπὶ μοχθηρᾶς τε
[l. 9] καὶ μακρᾶς ἐκτρέπονται. διὸ καὶ τοῦτον ἠναγκάσθην ἐγὼ
[l. 10] μηκῦναι τὸν λόγον, ἐπεὶ τό γ’ ἀληθὲς αὐτὸ ταχίστην ἔχει
[l. 11] τὴν εὕρεσιν, ὡς ἂν ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων
[l. 12] ὁρμώμενον. οὐ μὴν οὐδ’ εἰς τοσοῦτον ἐμήκυνα τὸν λόγον
[l. 13] εἰς ὅσον ἐγχωρεῖ τῷ καὶ πάντα τὰ κακῶς ὑπ’ αὐτῶν
[l. 14] εἰρημένα γράψαι προῃρημένῳ καὶ τὰς αἰτίας τῶν σφαλμάτων
[l. 15] ἐκδιδάξαι. καίτοι γε τὰς αἰτίας εἰπεῖν ἴσως ἀναγκαῖόν
[l. 16] ἐστιν ὑπὲρ τοῦ φυλάττεσθαί τε τοὺς ἐξ αὐτῶν παραλογισμοὺς
[l. 17] ἐν ἁπάσῃ τῇ κρίσει τῶν κατὰ μέρος φαρμάκων
[l. 18] ἔχεσθαί τε τῆς ἀληθοῦς διδασκαλίας ἐπιστημονικώτερον.
[p. 11.537]
[l. 1] αὐξάνονται γὰρ ἡμῖν αἱ περὶ τῶν πραγμάτων πίστεις, ὅταν
[l. 2] μὴ μόνον αὐτὸ γιγνώσκωμεν τἀληθὲς, ἀλλὰ καὶ τῶν παραλογισμῶν
[l. 3] ἁπάντων τὰς αἰτίας ἐκμάθωμεν. τοῦτο μὲν οὖν
[l. 4] ἐν τοῖς ἑξῆς ἐργασόμεθα.
[l. 5] 13.57. Νυνὶ δὲ περὶ ῥοδίνου βραχέα προσθεὶς
[l. 6] ἐπὶ τοῖς κατ’ ἀρχὰς εἰρημένοις ἐν τῷδε καταπαύσω
[l. 7] τὸν λόγον. εἴρηται μὲν οὖν ὡς οὔτ’ ὀσμαῖς οὔτε χρόαις
[l. 8] οὔτ’ ἄλλῳ τινὶ τῶν συμβεβηκότων εὔλογόν ἐστι προσέχειν
[l. 9] τὸν νοῦν ἐν ταῖς τῶν δυνάμεων ἐξετάσεσιν, ἀλλὰ τοῖς
[l. 10] ἐναργῶς φαινομένοις ἐπί τε τῶν ὑγιαινόντων καὶ νοσούντων
[l. 11] σωμάτων. ἀποδέδεικται δὲ καὶ ὡς τοὔλαιον, ὅταν ἄναλον
[l. 12] ᾖ καὶ καθαρὸν ἀκριβῶς, ἐκ τῆς μέσης ὕλης ἐστίν.
[l. 13] ὥστε καὶ τὸ ῥόδινον χρὴ τὸ ἀκριβὲς καὶ ἁπλοῦν καὶ ὄντως
[l. 14] ῥόδινον ἐξ ἐλαίου τε τούτου κατεσκευάσθαι καὶ μηδὲν ἐν
[l. 15] ἑαυτῷ φαρμακωδέστερον ἔχειν, ὥσπερ εἰώθασιν οἱ μυρεψοὶ
[l. 16] σκευάζειν, ὑπὲρ τοῦ μόνιμόν τε καὶ εὐωδέστερον γενέσθαι
[l. 17] προστύφοντες ἀρώμασι τοὔλαιον πρὶν ἐμβαλεῖν τὰ ῥόδα.
[l. 18] κάλλιον δὲ ἴσως ἐστὶ καὶ τοῖς ὀνόμασιν διαστέλλειν αὐτὰ,
[p. 11.538]
[l. 1] καθότι καὶ τοὺς παλαιοὺς οἶδα ποιοῦντας. ἔλαιον μὲν
[l. 2] γὰρ ῥόδινον ὀνομάζουσιν τὸ χωρὶς τῶν ἀρωμάτων σκευασθέν.
[l. 3] ὅτῳ δ’ ἐπεμβέβληταί τι καὶ τούτων, οὐκ ἔλαιον
[l. 4] ἔτι τὸ τοιοῦτον, ἀλλὰ μύρον ἤδη προσαγορεύουσιν. ὥστε
[l. 5] ἐπειδὴ τὸ μὲν ἔλαιον οἷον ὕλη τίς ἐστιν τῶν θερμαινόντων
[l. 6] τε καὶ ψυχόντων φαρμάκων ἐκ τῆς μέσης κράσεως
[l. 7] ὑπάρχον, ἐξ ἐλαίου δὲ καὶ ῥόδων χυλῶν σύγκειται τὸ ῥόδινον,
[l. 8] ἔστι δήπου καὶ αὐτὸ τοιοῦτον τὴν κρᾶσιν οἷός περ
[l. 9] καὶ ὁ τῶν ῥόδων χυλός. ἔστι δὲ δήπου ῥᾷστον οὐ ῥόδων
[l. 10] χυλοῦ μόνον αὐτοῦ καθ’ ἑαυτὸν, ἀλλὰ καὶ συνθέντας ἔλαιον
[l. 11] ῥόδινον ἐπί τε τῶν ὑγιαινόντων καὶ νοσούντων, ὡς ἤδη
[l. 12] πολλάκις εἴρηται, τὴν βάσανον αὐτοῦ ποιήσασθαι τῆς δυνάμεως.
[l. 13] εὑρήσεις οὖν ἐμψυχομένους μὲν ὑπ’ αὐτοῦ τοὺς
[l. 14] ἔτι κεκαυμένους καὶ παραχρῆμά τινος ὠφελείας αἰσθανομένους,
[l. 15] βλαπτομένους δ’ ἐναργῶς ἅπαντας τοὺς ἐψυγμένους,
[l. 16] ὥστε σε σαφῶς ἑκατέρωθεν συνιέναι τῆς δυνάμεως αὐτοῦ
[l. 17] ψυχούσης μᾶλλον ἢ θερμαινούσης. οὐ μὴν ἰσχυρά γε ἡ
[l. 18] ἀπὸ ῥοδίνου φαίνεταί σοι ψύξις, ἀλλ’ ἐγγυτάτω πως εἶναι
[p. 11.539]
[l. 1] δόξει τῆς μέσης κράσεως. ὀνομάζω δὲ τὰ τοιαῦτα φάρμακα
[l. 2] σαφοῦς ἕνεκα διδασκαλίας ἐκ τῆς πρώτης φύσεώς τε καὶ τάξεως
[l. 3] τῶν ψυχόντων, ὥσπερ αὖ καὶ ὅσα βραχὺ τῆς μέσης κράσεως
[l. 4] ἐπὶ τὸ θερμότερον ἀποκεχώρηκεν, ἐκ τῆς πρώτης ἀποστάσεώς
[l. 5] τε καὶ τάξεως τῶν θερμαινόντων. ταυτὶ μὲν ἐν τῷ
[l. 6] παρόντι περὶ ῥοδίνου χρὴ γινώσκειν. ἀναγκαῖον γὰρ ἔσται
[l. 7] μοι καὶ κατὰ τὸν ἑξῆς λόγον ἔτι μνημονεῦσαί τε τοῦ φαρμάκου
[l. 8] καὶ προσθεῖναι τὰ λείποντα ὧν εἴπομεν.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Γ.
[l. 1] Ἐγὼ μὲν ὅτι χρήσιμον αὐτὸ πρὸς τὰς
[l. 2] ἰάσεις μόνον ἐν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ γράφειν
[l. 3] ἐγνώκειν, πρώτους καὶ μάλιστα τοὺς θείους ἔχω μάρτυρας,
[l. 4] εἶτα καὶ τοὺς παρακαλέσαντας ἑταίρους, ἐπιμνησθῆναί με
[l. 5] καθ’ ὅσον ἐγχωρεῖ τῶν οὐκ ὀρθῶς ἀποφηναμένων περὶ τῆς
[l. 6] τῶν ἁπλῶν φαρμάκων δυνάμεως. εἰ δέ τις ἄχθεται τῷ μήκει
[l. 7] τῶν λόγων, οὐχ ἡμῖν χρὴ μέμφεσθαι τοῦτον, ἀλλὰ τοῖς τὰ
[p. 11.541]
[l. 1] πιθανὰ μὲν, οὐκ ἀληθῆ δὲ γράψασιν ἰατροῖς. ὡς ἔγωγε καὶ
[l. 2] νῦν ἔτι δέδοικα μὴ διὰ τὸ τάχος τῆς πρὸς αὐτοὺς ἀντιλογίας
[l. 3] ἔνια τῶν σοφισμάτων παρακρούσηται τοὺς ὁμιλοῦντας
[l. 4] αὐτοῖς νέους. εἰ μὲν γὰρ γεγυμνασμένοι κατὰ τὰς λογικὰς
[l. 5] μεθόδους καὶ γιγνώσκοντες ὡς χρὴ λύειν σοφίσματα προσήρχοντο
[l. 6] ταῖς τῶν βιβλίων ἀναγνώσεσιν, οὐκ ἂν ἔλαθον
[l. 7] αὐτοὺς οὔθ’ οἱ παραλογιζόμενοί τι κατὰ τὰς ἀποδείξεις
[l. 8] οὔθ’ ἡμεῖς συντόμως αὐτὸ τἀληθὲς ἐκδιδάσκοντες. ἐπεὶ
[l. 9] δ’ ἀγύμναστοί τέ εἰσιν οἱ πλείους τῶν ἰατρῶν αὐτῶν ἐν
[l. 10] τοῖσδε καί τινες πρὸς τούτῳ καὶ ἀργότεροι φύσει τὸν λογισμὸν,
[l. 11] εἰ μὴ τῆς παρ’ ἡμῶν ἐπιτύχοιεν οὗτοι βοηθείας
[l. 12] 2.30. ἐλεγχόντων τὰ σοφίσματα, πεισθήσονται ῥᾳδίως ὑπὸ τῶν
[l. 13] σοφιστῶν, ὥστε ὅσῳ μὲν ἐπὶ τοῖσδε κᾂν λείπειν τι δόξαι
[l. 14] τῇ πραγματείᾳ. ἀλλὰ γὰρ ἐπεὶ μὴ δυνατόν ἐστιν ἁπάντων
[l. 15] στοχάζεσθαι τῶν ἀνεγνωσμένων 13.59. ἀνομοίων ὑπαρχόντων,
[l. 16] οὐ ταῖς φύσεσι μόνον, ἀλλὰ καὶ ταῖς ἡλικίαις καὶ ταῖς
[l. 17] ἕξεσιν, ὃ μάλιστα τοῖς πλείστοις ἐδόκει χρήσιμον ἔσεσθαι
[p. 11.542]
[l. 1] λόγων εἶδος ἐν τοῖς πρὸ τούτου δυοῖν ὑπομνήμασιν ἐποιησάμην,
[l. 2] ἐν μὲν τῷ πρώτῳ περὶ ὄξους καὶ ὕδατος δυνάμεως
[l. 3] ἐπισκεψάμενος, ἐν δὲ τῷ δευτέρῳ τὰ πλεῖστα μὲν ὑπὲρ
[l. 4] ἐλαίου διῆλθον, ὀλίγα δέ τινα καὶ περὶ ῥοδίνου προσθείς. ἐν
[l. 5] δὲ τῷ τρίτῳ τῷδε ποιήσομεν τοιοῦτον τὸν λόγον ὁποῖον
[l. 6] εὐθὺς ἐξ ἀρχῆς ἐγνώκειν μεταχειρίσασθαι, διελόμενος μὲν τὰ
[l. 7] σημαινόμενα πρῶτον ἑκάστου τῶν ὀνομάτων· ἐφεξῆς δὲ τὰ
[l. 8] οἷον στοιχεῖα τῆς πραγματείας ἁπάσης διελθὼν, εἶθ’ οὕτως
[l. 9] ἐπὶ τὰς οἷον συλλαβὰς ἀφικόμενος, ἐξ ὧν ἤδη τὸ τέλος αὐτὸ
[l. 10] τῆς πραγματείας, ἐφ’ ὃ σπεύδομεν, ἑτοίμως ἕψεται.
[l. 11] Ἡ μὲν δὴ τῶν ὀνομάτων διαίρεσις οὐδὲν
[l. 12] περιττότερον ἐκδιδάσκει τῆς ἐν τῷ τρίτῳ περὶ κράσεως εἰρημένης
[l. 13] κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἀναμνήσω
[l. 14] δ’ αὐτῆς καὶ νῦν. ἕκαστον τῶν σωμάτων ἤτοι θερμὸν, ἢ
[l. 15] ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν λέγεταί τε καὶ φαίνεται ποτὲ μὲν
[l. 16] κατὰ τὴν ἑαυτοῦ φύσιν ἐστὶν, ποτὲ δὲ ἐπίκτητόν τινα ποιότητα
[l. 17] προσειληφός. ἔθος δ’ ἐστὶν ἡμῖν λέγειν τὸ μὲν κατὰ
[l. 18] τὴν ἑαυτοῦ φύσιν πρώτως τε καὶ καθ’ ἑαυτὸ καὶ δ’ ἑαυτὸ
[p. 11.543]
[l. 1] δυνάμει τοιοῦτον ὑπάρχειν τε καὶ φαίνεσθαι· τὸ δὲ τὴν ἐπίκτητον
[l. 2] προσειληφὸς ποιότητα κατά τι συμβεβηκὸς εἶναι καὶ
[l. 3] φαίνεσθαι τοιοῦτον. αὐτῶν δὲ τῶν κατὰ τὴν οἰκείαν φύσιν
[l. 4] ἤτοι θερμῶν, ἢ ψυχρῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν εἶναι λεγομένων,
[l. 5] τὰ μὲν ἐνεργείᾳ τοιαῦτα ὑπάρχει, τὰ δὲ δυνάμει,
[l. 6] διαφέροντος τοῦδε τοῦ νῦν εἰρημένου δυνάμει παρὰ τὸ
[l. 7] μικρῷ πρόσθεν ῥηθέν· ἐκεῖνο μὲν γὰρ τῷ κατὰ συμβεβηκὸς
[l. 8] ἀντιδιῄρητο, τουτὶ δὲ τῷ κατ’ ἐνέργειαν. αὐτῶν δὲ τῶν
[l. 9] κατ’ ἐνέργειαν τὸ μὲν ἁπλῶς λέγεται θερμὸν, ἢ ψυχρὸν,
[l. 10] ἢ ὑγρὸν, ἢ ξηρὸν, ὥσπερ τὰ στοιχεῖα, τὸ δὲ κατ’ ἐπικράτειαν,
[l. 11] ὥσπερ ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ κύων καί
[l. 12] ὅλα τὰ ζῶα· τὸ δέ τι πρὸς τὸ σύμμετρον ὁμογενὲς, ἢ
[l. 13] ὁμοειδὲς, ὥσπερ εἰ τύχοι λέων μὲν ἀνθρώπῳ παραβαλλόμενος,
[l. 14] ἄνθρωπος δ’ ἀκμάζων παιδί. τὸ δὲ πρὸς ὁτιοῦν τὸ
[l. 15] ἐπιτυχὸν, οἷον ὁ Δίων πρὸς τὸν Θέωνα. καὶ δὴ καὶ τῶν
[l. 16] δυνάμει λεγομένων σωμάτων εἶναι τοίων ἢ τοίων ἀναγκαῖον
[l. 17] ἔφαμεν ἕκαστον ὡς πρὸς τὸ κατ’ ἐνέργειαν ἀναφερόμενον
[l. 18] λέγεσθαι, τὸ μὲν ὅτι ῥᾳδίως ἐκπυροῦται πρὸς τὸ κατ’
[p. 11.544]
[l. 1] ἐνέργειαν ἁπλῶς θερμὸν, τὸ δ’ ὅτι τὰ ζῶα θερμαίνει πρὸς
[l. 2] τὸ κατ’ ἐπικράτειαν. οὕτω δὲ καὶ τὸ μὲν ἄνθρωπον θερμαῖνον
[l. 3] ὡς πρὸς ἄνθρωπον εἶναι δυνάμει θερμὸν, τὸ δὲ βοῦν
[l. 4] ἢ ἵππον ὡς πρὸς βοῦν ἢ ἵππον. ὁμοίως δὲ καὶ τὸ μὲν
[l. 5] τῷδέ τινι τῷ ἀνθρώπῳ, τὸ δὲ θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν
[l. 6] ὑπάρχον ἐκείνου μόνον τῇ φύσει παραβαλλόμενον.
[l. 7] Ἐκ τῆς διακρίσεως ταύτης τῶν ὀνομάτων
[l. 8] ὠφελήθημεν εἰς τὴν τῆς κράσεως αὐτῶν ἐπίγνωσιν. εἰ μέν τι
[l. 9] πρὸς ἄνθρωπον λέγοιτο θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ
[l. 10] ὑγρὸν, ἀποχωρεῖν μὲν ἀξιοῦντες τῶν ἄλλων ἁπάντων ζώων,
[l. 11] ἐπ’ αὐτοῦ δὲ μόνου τὴν πεῖράν τε καὶ τὴν βάσανον τἀνθρώπου
[l. 12] ποιεῖσθαι. εἰ δέ τι πρὸς βοῦν, ἢ ἵππον, ἢ ἔλαφον, ἤ
[l. 13] τι τῶν ἄλλων τινῶν ζώων, ἐπ’ ἐκείνου πάλιν αὖ μόνου γίγνεσθαι
[l. 14] τὴν πεῖραν. ἐν τούτοις δὲ καὶ 13.60. τοὺς ἀπὸ συστάσεως,
[l. 15] ἢ χροιᾶς, ἢ βάρους, ἢ κουφότητος, ἢ τῆς πρὸς γεῦσιν, ἢ
[l. 16] τὴν ὀσμὴν ἑκάστου τῶν φαρμάκων ποιότητος ἐξευρίσκειν
[l. 17] πειρωμένους αὐτῶν τὰς δυνάμεις ἐμεμψάμεθα. ταυτὶ μὲν οὖν
[l. 18] ἅπαντα τῇ τῶν ὀνομάτων ὀρθῇ διαιρέσει φαίνεται συνακολουθήσαντα,
[p. 11.545]
[l. 1] τὰ δ’ οἷον στοιχεῖα τῆς προκειμένης θεωρίας,
[l. 2] ἐν τῇ γνώσει τῶν πρώτων εἶναι ποιοτήτων ἐδείκνυμεν, ἃς ἐν
[l. 3] τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἀπεδείξαμεν, ὑγρότητα
[l. 4] καὶ ξηρότητα, θερμότητα καὶ ψυχρότητα, σχεδὸν δὲ καὶ
[l. 5] ἡ τούτων εὕρεσις ὑπῆρξεν ἡμῖν ἐκ τοῦ τὰ σημαινόμενα τῶν
[l. 6] ὀνομάτων ὀρθῶς διαστείλασθαι. φάρμακον γὰρ τροφῆς διορίσασθαι
[l. 7] τῷ τὸ μὲν ἀλλοιοῦν κατὰ ποιότητα, τὴν δ’ ἐξομοιοῦσθαι
[l. 8] τῇ τοῦ σώματος οὐσίᾳ, κατὰ τὸν λόγον ἐντεῦθεν
[l. 9] ἐποδηγήθημεν εἰς τὴν τῶν ἀλλοιουσῶν ἡμᾶς ποιοτήτων
[l. 10] εὕρεσιν.
[l. 11] Διττῶν δ’ οὐσῶν τῶν ἀλλοιώσεων κατὰ
[l. 12] γένος, τῶν μὲν εἰδοποιῶν, αἳ δὴ καὶ κυρίως καὶ πρώτως
[l. 13] ἀλλοιώσεις ὀνομάζονται, τῶν δὲ καταθραυουσῶν τε καὶ
[l. 14] συναγουσῶν τὰ μόρια τοῦ σώματος ἡμῶν, ἃς καταχρώμενοι
[l. 15] μᾶλλον ἢ κυρίως ὀνομάζοντες ἀλλοιώσεις καλοῦσιν, τὰς τῶν
[l. 16] φαρμάκων δυνάμεις ἐν ταῖς πρώταις φαμὲν περιέχεσθαι.
[l. 17] μηδενὶ γὰρ δύνασθαι μεταβάλλειν ἐξ εἴδους εἰς εἶδος ἄνευ
[l. 18] τοῦ θερμανθῆναί τε καὶ ψυχρανθῆναι καὶ ξηρανθῆναι καὶ
[p. 11.546]
[l. 1] ὑγρανθῆναι. λέγω δὲ ἐξ εἴδους εἰς εἶδος, ὅταν ἐξ ἄρτου καὶ
[l. 2] πτισάνης καὶ φακῆς αἷμα καὶ φλέγμα καὶ χολὴ γίγνηται
[l. 3] ξανθή τε καὶ μέλαινα, κᾀκ τούτων πάλιν ὀστοῦν καὶ πιμελὴ
[l. 4] καὶ νεῦρον καὶ σὰρξ, ἀρτηρία τε καὶ φλὲψ, ἕκαστόν τε τῶν
[l. 5] ἄλλων τοῦ ζώου μορίων. εἰ δέ τι τέμνον ἡμᾶς, ὥσπερ ὕαλος
[l. 6] ἢ ξίφος, ἢ θλῶν, ὡς λίθος καὶ μόλυβδος, ἢ συνάγων τὰ
[l. 7] κεχρισμένα, καθάπερ ἐπίδεσις ἀλλοιοῖ πως τὰ μόρια ταῦτα,
[l. 8] οὐκ εἶναι φάρμακα· μηδὲ γὰρ τὴν τοιαύτην ἀλλοίωσιν ἐξιστάναι
[l. 9] τῆς οἰκείας φύσεως ἕκαστον τῶν ὄντων. ἄν τε γὰρ
[l. 10] θραύσῃς εἰς πολλὰ καὶ κατατέμῃς ἄρτον, ἄν τε ἐκ πολλῶν
[l. 11] καὶ σμικρῶν ἀθροίσῃς εἰς ἓν, οὐκ ἐξίσταται τῆς οἰκείας ἰδέας,
[l. 12] οὐδὲ σάρξ μὲν ἄν τ’ ἄρτου γίγνεται καταθραυόμενος, ὀστοῦν
[l. 13] οὐδ’ εἰ οὕτως ἔτυχε συναγόμενος, ἀλλ’ ἐν τῷ πέττεσθαι κατά
[l. 14] τε τὴν γαστέρα καὶ τὰς φλέβας εἰς αἷμα καὶ φλέγμα μεταβάλλων,
[l. 15] εἶτ’ ἐκ τούτων εἰς ὀστοῦν καὶ σάρκα καὶ τἄλλα τοῦ
[l. 16] σώματος μόρια, κατὰ τὴν οὐσίαν ὅλην ἀλλοιοῦται καὶ τῆς
[l. 17] ἀρχαίας ἐξίσταται φύσεως, εἰς ἕτερον εἶδος μεθιστάμενος. οὐ
[l. 18] μὴν ἐξ ἄλλου τινὸς ἢ ἐκ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ
[p. 11.547]
[l. 1] καὶ ὑγροῦ τὰς εἰς ἕτερον εἶδος οὐσίας ἀλλοιώσεις τε καὶ
[l. 2] μεταβολὰς ἐδείχθη δεχόμενα τὰ πάθη τοῦ σώματος σύμπαντα.
[l. 3] καὶ κατὰ τοῦτο τὰς πρώτας τε καὶ στοιχειώδεις
[l. 4] εἰδοποιοὺς ποιότητας ἔφαμεν εἶναι τέτταρας, ὑγρότητα,
[l. 5] ξηρότητα, θερμότητα, ψυχρότητα, καὶ ζητοῦμεν ἕκαστον
[l. 6] τῶν φαρμάκων, ἥντινά ποτε καὶ τούτων ἐν τῇ κράσει
[l. 7] κέκτηται πλεονεκτοῦσαν. εὐθέως οὖν ἐν τούτῳ πρώτῳ οἱ
[l. 8] πλεῖστοι τῶν ζητησάντων αὐτὰς ἐσφάλθαι μοι δοκοῦσιν, ἐν
[l. 9] τῷ τὴν πλεονεκτοῦσαν ἁπλῶς ἐπισκέπτεσθαι, καθάπερ τινες
[l. 10] φυσικοὶ φιλόσοφοι. καὶ δὴ καὶ παραλογίζεσθαί τε πολλοὺς
[l. 11] αὐτῶν ἀμεθόδως ἀναγινώσκοντας τὰ Θεοφράστου καὶ
[l. 12] Ἀριστοτέλους συγγράμματα.
[l. 13] 13.61. Καίτοι πάμπολυ τὸ διάφορόν ἐστιν
[l. 14] ἢ ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέποντας, ἢ ὡς πρὸς ἀνθρώπους
[l. 15] μόνον ὑπὲρ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ,
[l. 16] διαιρεῖσθαι. πρὸς μὲν γὰρ τὴν ὅλην φύσιν ἀποβλεπόντων,
[l. 17] διχῶς ἕκαστον τούτων λέγεται, τὸ μὲν ἁπλῶς, τὸ δ’ ἐπικρατείᾳ.
[l. 18] τῶν μὲν στοιχείων ἕκαστον ἁπλῶς, ἄνθρωπος δὲ καὶ
[p. 11.548]
[l. 1] ἵππος καὶ βοῦς κατ’ ἐπικράτησιν. ἐν δὲ τῷ πρός τι γιγνομένης
[l. 2] τῆς ἐξετάσεως, ἐκεῖνο χρὴ μόνον ἐπισκέπτεσθαι πρὸς ὃ
[l. 3] λέγεται. ζητοῦμεν δ’ ἡμεῖς οὐκ εἰ πλέον ἁπλῶς ἐστιν ἐν θαλάττῃ
[l. 4] τὸ ὑγρὸν τοῦ ξηροῦ, τοῦτο μὲν γὰρ ἐναργῶς ὁρῶμεν,
[l. 5] ἀλλ’ εἰ πρὸς 2.31. ἄνθρωπον. οὐδ’ οὖν οὐδὲ πρὸς τοῦτον
[l. 6] ἁπλῶς οὑτωσὶ παραβαλλόμενον, ὡς εἰ καὶ λέοντα παραβάλλοις
[l. 7] αὐτῷ, καὶ γὰρ καὶ οὕτως ὑγροτέρα ἀνθρώπου θάλαττα.
[l. 8] πῶς οὖν ἔτι ζητοῦμεν, εἰ ξηρὰ τὴν δύναμίν ἐστιν ἡ θάλασσα,
[l. 9] πῶς δ’ ἄλλως ἢ ἐν ἴσῳ τῷ ξηραντικὴ σώματος ἀνθρωπείου;
[l. 10] εἰς τοῦτ’ οὖν ἀποβλέπειν χρὴ μόνον, ἐάσαντας τἄλλα. ποιοῦσι
[l. 11] δ’ ἔμπαλιν οἱ πλεῖστοι τῶν ἰατρῶν, ἀποβλέπουσι γὰρ
[l. 12] εἰς πάντα τἄλλα μᾶλλον ἢ εἰς τοῦτο. πῶς οὖν εἰς ἄνθρωπον
[l. 13] ἐπιστραφέντες ἀποχωρήσαντές τε τῶν λοιπῶν, ὅπως ἔχει
[l. 14] πρὸς τοῦτον ἐνεργείας ἡ θάλαττα γνωσόμεθα; ἢ δηλονότι
[l. 15] προσφέροντες τῷ σώματι καὶ πεῖραν τοῦ γιγνομένου λαμβάνοντες
[l. 16] ἔν τε τῷ λούειν ἐν θαλάττῃ καὶ καταβρέχειν ἢ καταντλεῖν,
[l. 17] ἐπιτιθέναι τε πολλάκις μορίοις ἔριά τέ καὶ σπόγγους
[l. 18] θαλάττῃ δεύσαντας, ἐπιπλάσμασί τε μιγνύναι καὶ κηρωταῖς,
[p. 11.549]
[l. 1] κᾀν τούτοις ἅπασιν διορίσασθαι τοῦ κατὰ συμβεβηκὸς
[l. 2] ἀποβαίνοντός ποτε τὸ κατὰ τὴν οἰκείαν αὐτοῦ τοῦ φαρμάκου
[l. 3] δύναμιν ἀποτελούμενον; ἐν τούτῳ γάρ ἐστι τὸ πᾶν κῦρος
[l. 4] τῆς εὑρέσεως, οὗ μόνον σχεδὸν οὐδεὶς αὐτῶν ἅπτεται. ἀλλ’
[l. 5] αἱ τῶν φιλοσόφων ἀποφάσεις ἐξαπατῶσιν αὐτοὺς, οὐ δυναμένους
[l. 6] αἰσθάνεσθαι τῆς ὁμωνυμίας.
[l. 7] Οὐ μόνον γὰρ, ὡς ἀρτίως εἴρηται, τὸ μὲν
[l. 8] ἁπλῶς, τὸ δ’ ἐπικρατείᾳ λέγεται πρὸς αὐτῶν. ἁπλῶς μὲν
[l. 9] γὰρ τὸ πῦρ θερμὸν, ἐπικρατείᾳ δ’ ἄνθρωπος, ἀλλὰ καὶ
[l. 10] τὸ κατ’ ἐπικράτειαν αὐτὸ διχῶς λέγεσθαι νομίζουσιν, τὸ
[l. 11] μὲν κατὰ τοὺς ὄγκους τῆς οὐσίας, ὡς κᾀν τοῖς περὶ κράσεων
[l. 12] ὑπομνήμασιν ἡμεῖς διῃροῦμεν, οἷον εἰ δύο χοὰς ὕδατος
[l. 13] ἄκρως ζέοντος ἀναμίξαις ἑνὶ χοῒ ψυχροῦ παντάπασιν
[l. 14] ὕδατος, ἕτερον δὲ τὸ κατὰ τὴν τῶν ποιοτήτων ἐνέργειαν.
[l. 15] τοῦτο δ’ ἤδη δόγματος ἐχόμενον λέγουσιν, οὐκ ἔτ’ ἐκ τῶν
[l. 16] ἐναργῶς φαινομένων λαμβάνοντες. ὑποθέμενοι γὰρ τὸ μὲν
[l. 17] ψυχρὸν συνάγειν καὶ πιλεῖν καὶ ἀκίνητον ἐργάζεσθαι τὴν
[l. 18] οὐσίαν, τὸ δὲ θερμὸν ἀραιοῦν καὶ διαχεῖν καὶ πέττειν καὶ
[p. 11.550]
[l. 1] κινεῖν εὐλόγως ἐν ἅπασι τοῖς φυτοῖς κρατεῖν ἀποφαίνονται
[l. 2] τὸ θερμόν. μηδὲ γὰρ ἂν μήτε τὴν ἐκ τῆς γῆς ἀνάδοσιν τῆς
[l. 3] τροφῆς ἐπὶ μήκιστον ἄλλως γενέσθαι, μήτ’ ἀλλοίωσιν αὐτοῦ
[l. 4] μήτε πέψιν, ἀλλὰ μηδὲ τὴν αὔξησιν ὅλως τῶν φυτῶν ἢ τὴν
[l. 5] βλάστησιν, ἢ τῶν καρπῶν τὴν γένεσιν, εἰ μὴ τὸ θερμὸν
[l. 6] ἐκράτει· 13.62. καὶ οὕτως ἤδη πάλιν ἐν αὐτοῖς τοῖς φυτοῖς τὸ
[l. 7] μὲν θερμότερον ἀποφαίνουσιν, τὸ δὲ ψυχρότερον. ἐκ ταύτης
[l. 8] οὖν τῆς ὑποθέσεως ἤρτηται καὶ ὁ περὶ τῶν ῥόδων αὐτῶν
[l. 9] λόγος ὅτι θερμά. κρατεῖ γὰρ ἐπὶ πλέον ἐν αὐτοῖς τὸ θερμὸν
[l. 10] ἢ ἐν ἄλλοις τισὶ φυτοῖς. ἐξ ἑτέρας δ’ αὖ πάλιν ὑποθέσεως
[l. 11] ὁ περὶ ἐλαίου τε καὶ πιμελῆς. ὅτι γὰρ ἂν ἐκφλογοῦται τάχιστα,
[l. 12] διὰ τοῦτο θερμὰ τὴν δύναμιν εἶναί φασιν αὐτά. καὶ
[l. 13] καθ’ ἕτερον δ’ αὖ τρόπον ὅσα γλυκέα, διότι γὰρ οἰκειότατα
[l. 14] καὶ ὁμοιότατα ταῖς κράσεσιν ἡμῶν φύσει θερμῶν ὑπαρχόντων,
[l. 15] διὰ τοῦτο καὶ ταῦτα θερμὰ εἶναί φασι. τοῖς μὲν οὖν φιλοσόφοις,
[l. 16] ὡς ἂν περὶ τῆς ὅλης φύσεως ἀποφαινομένοις, ὀρθῶς
[l. 17] τὰ τοιαῦτα ζητεῖται καὶ λέγεται· τοῖς δ’ ἰατροῖς, ἕτερον ἔχουσι
[p. 11.551]
[l. 1] σκοπὸν, οὐκ ὀρθῶς· οὔτε γὰρ ὅτι ἐν ταῖς ἐνεργείαις ἐπικρατεῖ
[l. 2] τὸ θερμὸν ἐν τοῖς ῥόδοις οὔθ’ ὅλως ὅτι τῷ γένει φυτὸν
[l. 3] ὑπάρχει, θερμὸν ἤδη διά τι τούτων ἐστίν. οὐ γὰρ οὕτως
[l. 4] ἐζητοῦμεν ἡμεῖς τὸ θερμὸν, ἀλλ’ ὡς πρὸς ἄνθρωπον, ἐπεὶ
[l. 5] κατά τε τὸ κρατεῖν ἐν ταῖς ἐνεργείαις τὸ θερμὸν ἅπαν φυτὸν
[l. 6] ἔσται θερμὸν, ἔτι δὲ μᾶλλον τὰ ζῶα πάντα. καὶ μήκωνα
[l. 7] τοίνυν καὶ μανδραγόραν καὶ κώνειον καὶ σαλαμάνδραν θερμὰ
[l. 8] λεγόντων ὑπάρχειν, ἀλλ’ οὐ λέγουσιν, ἀλλ’ ὥσπερ ἐξ ἑνὸς
[l. 9] στόματος ἅπαντες ἀποφαίνονται ψυχρὰ ταῦτ’ εἶναι πάντα.
[l. 10] καίτοι ζῶόν τ’ ἐστὶν ἡ σαλαμάνδρα, τρεφόμενον δήπου καὶ
[l. 11] αὐξόμενον καὶ κινούμενον, ἅπερ δὴ τοῦ θερμοῦ κρατοῦντος
[l. 12] ἐν τῇ κράσει γίνεσθαί φασι. πῶς οὖν ἐν τούτοις μὲν ὡς
[l. 13] πρὸς ἄνθρωπον ἀποβλέπουσιν, ἐν ἄλλοις δὲ ὡς πρὸς τὴν
[l. 14] ὅλην φύσιν, ἢ τὰς τῶν πρώτων ποιοτήτων ἐνεργείας; ἐγὼ
[l. 15] μὲν οὖν φημι μὴ σαλαμάνδραν μόνην, ἢ κώνειον ἀποφαίνεσθαι
[l. 16] χρῆναι ψυχρὰ ταῖς δυνάμεσιν ὑπάρχειν, ὡς πρὸς ἄνθρωπον,
[l. 17] ἀλλὰ καὶ τἄλλα πάντα κρίνειν ὡσαύτως. ἐπεὶ τό
[l. 18] γε κώνειον οὐ μόνον οὐ καταψύξει τοὺς ψάρας οὐδ’ ἀναιρεῖ
[p. 11.552]
[l. 1] καθάπερ ἡμᾶς, ἀλλὰ καὶ τρέφει καὶ θερμαίνει δηλονότι
[l. 2] πᾶν γὰρ τὸ τρέφον οὐσίαν θερμὴν ἐπαύξει δήπου τὸ θερμὸν
[l. 3] αὐτῆς καὶ φυλάττει. θερμὴ δέ ἐστιν ἡ τοῦ σώματος
[l. 4] οὐσία τῶν ψάρων οὐχ ὡς ζώων μόνον, ἀλλὰ καὶ ὡς ἐναίμων.
[l. 5] ἐμοὶ μὲν οὖν ἐπιδέδεικται πολλάκις ἐν πολλαῖς ἤδη
[l. 6] πραγματείαις ὡς οἰκειότητές τινές εἰσι καὶ μάχαι ποιοτήτων
[l. 7] ἐν ἅπασι τοῖς οὖσι, καὶ τὸ μὲν οἰκεῖον ἑτοίμως ἐξομοιοῦται,
[l. 8] τὸ δ’ ἐναντίον εἰς φθορὰν ἐνίοτε μεταβάλλει τά
[l. 9] τε φυτὰ καὶ τὰ ζῶα. καὶ μὲν δὴ καὶ ὡς αἱ οἰκειότητες
[l. 10] αὐτῶν κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας γίνονται, καὶ
[l. 11] τοῦτο εἴρηταί μοι καὶ δέδεικται πολλάκις. οἱ δὲ οὐ δύνανται
[l. 12] κατιδεῖν αὐτὸ καὶ διὰ τοῦτο ῥᾳθύμως τε ἅμα καὶ
[l. 13] ψευδῶς περὶ τῶν πλείστων ἀποφαίνονται φαρμάκων. ἓν
[l. 14] γάρ ἐστι μόνον ἀσφαλὲς κριτήριον ἐν αὐτοῖς, ἡ πρὸς ἄνθρωπον
[l. 15] πεῖρα, διοριζομένων ἡμῶν ἐν αὐτῇ τὸ κατὰ συμβεβηκὸς
[l. 16] τοῦ καθ’ αὑτό. καὶ ταύτῃ προσέχων τὸν νοῦν
[l. 17] οὔτ’ ὄξος, οὔτε ῥόδινον ἐρεῖ τις θερμόν· ψύχει γὰρ ἡμᾶς
[l. 18] ἀμφότερα πρώτως καὶ καθ’ ἑαυτὰ, τὸ μὲν ὄξος ἰσχυρῶς,
[p. 11.553]
[l. 1] ἐπ’ ὀλίγον δὲ τὸ ῥόδινον. οἷον δέ τι τοῦτ’ ἐστιν τὸ ἐπ’ ὀλίγον,
[l. 2] ἐγὼ διηγήσομαι. συγκατοφθήσεται γὰρ αὐτῷ καὶ ὁ
[l. 3] περὶ τῆς μέσης κράσεως ἁπάντων τῶν φαρμάκων λόγος, οὗ
[l. 4] κᾀν τῷ πρὸ τούτου βιβλίῳ μνήμην ἐποιησάμην ὑπὲρ ἐλαίου
[l. 5] διαλεγόμενος.
[l. 6] 13.63. Εἰ δή τι τῶν ὁμιλούντων ἡμῖν σωμάτων
[l. 7] ἢ φαρμάκων ἐνεργείᾳ θερμὸν οὕτως ἐστὶν ὡς ἡμεῖς, ἢ
[l. 8] γίγνεται πλησιάζον ὁμοίως ἡμῖν θερμὸν, ἐκ τῆς μέσης τὸ
[l. 9] τοιοῦτον ὑπάρχει κράσεως, ὥστε ἡμῖν παραβάλλειν, ἐπεί τοι
[l. 10] καθ’ ἑαυτὸ δύναιτ’ ἂν κατ’ ἐπικράτειαν λέγεσθαι θερμὸν,
[l. 11] ὥσπερ καὶ ἡμεῖς. εἰ δέ τι μήτε ἤδη θερμὸν οὕτως ἐστὶν ὡς
[l. 12] ἡμεῖς μήτε ἐν τῷ πλησιάζειν γίνεται τοιοῦτον, ψυχρότερόν
[l. 13] ἐστιν ἀνθρώπου κράσεως τοῦτο, κᾂν ὁπωσοῦν ἐν αὐτῷ κρατῇ
[l. 14] τὸ θερμόν. καὶ δὴ κᾀν τῷ πλησιάζειν ἡμῖν ἀφαιρήσει τι καὶ
[l. 15] καθαιρήσει τῆς ἐνυπαρχούσης ἡμῖν θερμότητος. ὥσπερ γὰρ εἰ
[l. 16] δυοῖν μὲν ὑδάτοιν ἀμφοῖν μὲν θερμοῖν, ἀλλὰ τοῦ μὲν μᾶλλον,
[l. 17] τοῦ δ’ ἧττον, ἐπιμίξαις τῷ μᾶλλον θερμῷ τὸ ἧττον, ἐκλύσεις
[l. 18] αὐτοῦ τὴν θερμασίαν, οὕτως εἰ εἰς τὴν ἀπὸ τοῦ ῥοδίνου
[p. 11.554]
[l. 1] θερμότητα χλιαρὰν ὑπάρχουσαν καὶ πρὸς τὴν ἀνθρώπου κρᾶσιν
[l. 2] ἀναμίξαις ἀνθρωπείαν θερμότητα, καθαιρήσεις τι πάντως
[l. 3] αὐτῆς καὶ καταψύξεις.
[l. 4] Μὴ τοίνυν θαυμάζειν, εἴ τι τῶν ἰδίᾳ τε
[l. 5] καὶ καθ’ αὑτὰ θερμῶν ἑτέρῳ θερμοτέρῳ προσαγόμενον ἐμψύχειν
[l. 6] αὐτὸ δύναται. φύσις γὰρ αὕτη κοινὴ πάντων ἐστὶν τῶν
[l. 7] ἀλλοιωτῶν σωμάτων, ὡς εἰς ἄδηλα δρᾷν καὶ πάσχειν πλησιάζοντα,
[l. 8] τὸ μὲν ἧττον θερμὸν ὑπὸ τοῦ μᾶλλον θερμοῦ
[l. 9] θερμότερον γιγνόμενον, τὸ δὲ μᾶλλον θερμὸν ὑπὸ τοῦ
[l. 10] ἧττον ἔμπαλιν διατιθέμενον. ἐναργῶς γὰρ αὐτὸ καὶ δι’ αὐτῆς
[l. 11] καταμάθοις τῆς ἁφῆς. φαίνεται γὰρ αὐτῇ πολλάκις τὰ αὐτὰ
[l. 12] ποτὲ μὲν θερμὰ, ποτὲ δὲ ψυχρά· θερμοτέρᾳ μὲν γιγνομένῃ
[l. 13] ψυχρὰ, ψυχροτέρᾳ δὲ θερμά. καί τις ἔναγχος ἡμῖν προὔβαλε
[l. 14] διὰ τί ψυχρὸν μὲν ἐν τοῖς βαλανείοις οὐροῦμεν, ἔξω δὲ θερμὸν,
[l. 15] οὐ παρακολουθῶν ὅτι τὸ μὲν 2.32. οὖρον αὐτὸ χλιαρὸν
[l. 16] ὁμοίως ἐστὶν ἔν τε τοῖς βαλανείοις κᾀκτὸς, ἡμεῖς δὲ οὐχ
[l. 17] ὡσαύτως διακείμεθα τὴν ἐπιφάνειαν τοῦ σώματος ἔν τε τῷ
[l. 18] λούεσθαι καὶ πρὸ τούτου. λουόμενοι μὲν γὰρ θερμοτέραν
[p. 11.555]
[l. 1] ἔχομεν αὐτὴν ἢ κατὰ τὸ οὖρον, ἔξω δὲ ψυχροτέραν· ὥστε
[l. 2] εὐλόγως αὐτῇ καὶ τὸ οὖρον ἔξω μὲν τοῦ βαλανείου θερμὸν,
[l. 3] ἔνδον δὲ ψυχρὸν φαίνεται. τοῦ μὲν γὰρ ἧττον ἑαυτῆς θερμοῦ
[l. 4] τὴν αἴσθησιν ὡς ἀποκαταψύχοντος ἴσχει, τοῦ δὲ μᾶλλον ἢ
[l. 5] καθ’ ἑαυτὴν ὡς ἐκθερμαίνοντος. ἔξεστι δέ σοι πείρας ἕνεκα
[l. 6] τοῦ λελεγμένου καδίσκον τινὰ χλιαροῦ μετρίως ὕδατος,
[l. 7] ἐπειδὴ ἱκανῶς ἤδη τεθερμασμένος ᾖς, λουόμενος εἰσενεχθῆναι
[l. 8] κελεύσαντι καὶ θεῖναι τὰς χεῖρας ἢ τοὺς πόδας εἰς αὐτό.
[l. 9] φανεῖται γάρ σοι τὸ ὕδωρ οὐ χλιαρὸν, ἀλλ’ ἱκανῶς ψυχρόν.
[l. 10] εἰ δὲ εὐθὺς εἰσελθὼν εἰς τὸ βαλανεῖον ἅπτοιο τοῦ κατὰ τὸν
[l. 11] καδίσκον ὕδατος, ἧττόν σοι φανεῖται ψυχρόν. ἀεὶ γὰρ εἰς
[l. 12] ὅσον ἂν ᾖς προτεθερμασμένος, εἰς τοσοῦτον ψυχρὸν φανεῖται.
[l. 13] καὶ οὐδὲν θαυμαστὸν, εἴ γε καὶ τὰ πολλὰ τῶν φρεατιαίων
[l. 14] ὑδάτων, ὅσα βαθείας ἔχει τὰς πηγὰς ἐν τῷ χειμῶνι
[l. 15] ψαυόμενα, χλιαρὰ φαίνεται. ἀλλ’ εἰ λελουμένος ἅψαιο θερμαῖς
[l. 16] ταῖς χερσὶν, οὐκ ἄν σοι φανείη χλιαρὰ, καὶ πολὺ μᾶλλον
[l. 17] εἰ λουόμενος ἔτι. γνώμονα τοίνυν ἔχοντες τὴν ἁφὴν ἐν ταῖς
[l. 18] τῶν θερμῶν καὶ ψυχρῶν διαγνώσεσι καὶ πρὸς τὴν ἐκείνης διάθεσιν
[p. 11.556]
[l. 1] ἀναφέροντες αὐτῶν τὰς κρίσεις 13.64. εὐλόγως παραλογιζόμεθα
[l. 2] πολλάκις, ὡς καὶ τὸ μὴ ψυχρὸν ὅσον ἐφ’ ἑαυτὸ
[l. 3] ψυχρὸν εἰπεῖν καὶ τὸ μὴ θερμὸν ὅσον ἐφ’ ἑαυτὸ θερμόν.
[l. 4] καὶ διὰ τοῦτο λουόμενοι μὲν ψυχρὸν τὸ οὖρον, ἐῤῥιγωκότες
[l. 5] δ’ ἐν κρύει, τὸ φρεατιαῖον ὕδωρ θερμὸν εἶναι νομίζομεν.
[l. 6] καὶ εἴπερ τῶν διαθέσεων ἐν αἷς ὄντες ἀμφοτέρων
[l. 7] ἐψαύσαμεν ἐπιλαθοίμεθα, μόνης τῆς γεγενημένης ἡμῖν
[l. 8] αἰσθήσεως μεμνημένοι, τάχ’ ἀποφηναίμεθα ἄν ποτε τὸ μὲν
[l. 9] ὕδωρ ἁπλῶς θερμὸν εἶναι, τὸ δ’ οὖρον ψυχρόν. ἔστι δ’
[l. 10] οὐδέτερον ἁπλῶς οὔτε θερμὸν οὔτε ψυχρὸν, ἀλλ’ ὡς πρὸς
[l. 11] ἡμᾶς· καὶ οὐδὲ πρὸς ἡμᾶς αὖ πάλιν ἁπλῶς, ἀλλ’ ὡδί πως
[l. 12] ἔχοντας. ἁπλῶς δ’ ἂν πρὸς ἡμᾶς ὁποῖόν ἐστιν ἑκάτερον
[l. 13] λέγοιτο πρὸς τὴν μέσην καὶ ἁρίστην ἡμῶν κρᾶσιν ἐξεταζόμενον,
[l. 14] ὥσπερ εἰ καὶ πρὸς ἄνθρωπον ἁπλῶς ἐδοκιμάζετο,
[l. 15] πάντως ἄν που πρός τε τὸν εὔκρατον ἡ ἐξέτασις ἐγίγνετο.
[l. 16] ἤρτηται τοίνυν καὶ ταῦτα πάντα τὰ σφάλματα τῆς τῶν
[l. 17] ὀνομάτων διαιρέσεως, ἧς ὀλίγου δεῖν ἅπαντες καταφρονοῦσιν.
[p. 11.557]
[l. 1] ἐπεὶ γὰρ ψυχρὸν καὶ θερμὸν τὸ μὲν ἁπλῶς λέγεται,
[l. 2] τὸ δ’ ἐπικρατείᾳ, τὸ δὲ τῇ πρὸς τὸ σύμμετρον ὁμογενὲς
[l. 3] παραβολῇ, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν εὐλόγως ἐν
[l. 4] ταῖς ὁμωνυμίαις σφαλλόμεθα πολλάκις, ἐπιλανθανόμενοι
[l. 5] μὲν ὁποῖόν τι θερμὸν κρίνομεν, ἐφ’ ἕτερον δὲ μεταβαίνοντες.
[l. 6] ἀλλὰ μυριάκις ἤδη λέλεκταί τε καὶ λεχθήσεται
[l. 7] κατὰ τὸ τέταρτόν τε καὶ ὕστατον τῶν εἰρημένων ἄρτι σημαινομένων
[l. 8] ἐπισκέπτεσθαι χρῆναι περὶ τῆς τῶν φαρμάκων
[l. 9] δυνάμεως.
[l. 10] Οὔτε γὰρ ἁπλῶς θερμὸν ἕκαστον αὐτῶν
[l. 11] ἐστιν, ὥσπερ τὸ πῦρ· τοῦτο μὲν γὰρ ἂν καὶ ἀδύνατον·
[l. 12] οὔτ’ εἰ κατ’ ἐπικράτησιν, ὥσπερ τὸ αἷμα, πρόκειται σκοπεῖν·
[l. 13] ἀλλ’ οὐδ’ εἰ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς λέγεται
[l. 14] θερμὸν, ὥσπερ λέων μὲν ἐν ζώοις, τὸ δ’ ἀκμάζον ἐν
[l. 15] ἑκάστῳ τῶν εἰδῶν πρὸς τὸ γεγηρακός. ἀλλ’ εἰ πρὸς ἄνθρωπόν
[l. 16] ἐστι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν ἕκαστον
[l. 17] τῶν φαρμάκων, ἡ ζήτησίς ἐστιν. καὶ οὐδὲ πρὸς τοῦτον
[l. 18] ὡς τὸ πρός τι παραβαλλόμενον, ἀλλ’ εἰ τῇ δυνάμει, τοῦτο
[p. 11.558]
[l. 1] δ’ ἐστὶν εἰ πλησιάζον αὐτῷ θερμότερον ἀπεργάζεται τὸ
[l. 2] μόριον, ἢ ψυχρότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον οὗπερ
[l. 3] καὶ ψαύει. ὥστε ἐν τῇ πείρᾳ καὶ τὰ τῆς κρίσεως ἔσται
[l. 4] καὶ τὰ τῆς διαγνώσεως, ἣν ἀφέντες οἱ πολλοὶ τῶν ἰατρῶν
[l. 5] εἰ ἐρυθρόν ἐστιν τὸ ῥόδον ἢ εὐῶδες ἐπισκοποῦνται, παρέντες
[l. 6] ὅταν ἐγκαυθῶσι τὴν κεφαλὴν, ἐπιτιθέντες αὐτῇ ῥόδων
[l. 7] στεφάνους, ἢ τὸν χυλὸν αὐτῶν, ἢ ῥόδινον ἔλαιον, οὕτω
[l. 8] τῇ πείρᾳ μαθεῖν τὸ γιγνόμενον. εἰ μὲν γὰρ ἐκθερμαίνονται,
[l. 9] μᾶλλον ἂν εἴη θερμὸν, εἰ δὲ ψύχονται; ψυχρόν. ἐν ἴσῳ τὸ
[l. 10] ψυκτικὸν εἶναι ἀνθρώπου φύσεως, ἀεὶ γὰρ τούτου χρὴ
[l. 11] μεμνῆσθαι, καίτοι μυριάκις μὲν ἐγὼ διατελῶ λέγων αὐτὸ,
[l. 12] παρακούουσι δ’ οἱ πολλοὶ καὶ συγγινώσκειν αὐτοῖς χρὴ
[l. 13] διεστραμμένοις ὑπὸ τῶν σοφιστῶν ληρούντων μακρά. τὰ
[l. 14] μὲν δὴ τῆς πείρας οὕτω ῥᾴδια καὶ περὶ ῥόδων δυνάμεώς
[l. 15] ἐστι καὶ περὶ τῶν ἄλλων ἁπάντων φαρμάκων. ἔξεστι γὰρ
[l. 16] δήπου καὶ στεφανώσασθαι ῥόδοις καὶ τρίψαντί ποτε καταπλάσαι
[l. 17] τὸ στόμα τῆς κοιλίας ἀνθρώπου καυσουμένου καὶ
[p. 11.559]
[l. 1] ἀποθλίψαντι τὸν χυλὸν αὐτῶν ἐκροφῆσαι καὶ μίξαντι μεθ’
[l. 2] ὕδατος, ἢ ἐλαίου, τῶν τοῦ σώματός τι 13.65. μορίων ἀνατρῖψαι.
[l. 3] καίτοι τί λέγω τούτοις, ὅπου γε ὀποβαλσάμῳ μιγνύντες
[l. 4] ἔνιοι ῥόδων χυλὸν ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἀνατρίβονται
[l. 5] τὰ σώματα χάριν ἐμψύξεως, αὐτῇ τῇ πείρᾳ μεμαθηκότες
[l. 6] ὡς ἱκανῶς ἀναψύχουσιν; ἀλλ’ ὑπὸ περιττῆς σοφίας
[l. 7] Ἡρόδοτος ὁ ἰατρὸς οὐδὲ τὸ ξὺν ὄξει ῥόδινον, ὃ δὴ καλοῦσιν
[l. 8] ἰδίως ὀξυρόδινον, ὁμολογεῖ ψύχειν ἡμᾶς· εἶτ’ ἀναμνησθεὶς
[l. 9] τό γε τοσοῦτον, ὡς ἐν ταῖς ἀρχαῖς τῶν φρενιτικῶν
[l. 10] νοσημάτων αὐτὸς αὐτῷ χρῆται καὶ συνεὶς τῆς ἐναντιολογίας,
[l. 11] ὡμολόγηται γὰρ ὑπὸ πάντων σχεδὸν τῶν ἰατρῶν ἄχρι
[l. 12] καὶ τῶν ἀμφὶ τὸν ἀναισθητότατον Θεσσαλὸν, ὡς ἀποκρούεσθαι
[l. 13] χρὴ καὶ ψύχειν ἐν ἀρχῇ μᾶλλον ἢ θερμαίνειν
[l. 14] καὶ χαλᾷν, οὐ ψύχειν φησὶν, ἀλλὰ στύφειν αὐτό. καίτοι
[l. 15] χαλεπὸν οὐδὲν ἦν ἐγκαυθέντα ποτὲ καὶ αὐτὸν, ἄνθρωπος
[l. 16] γὰρ ἦν ὁμοιοπαθὴς ἡμῖν, ὀξυροδίνῳ τὴν κεφαλὴν ἐπιβρέξασθαι
[l. 17] καὶ γνῶναι τῇ πείρᾳ τὴν ἐνέργειαν τοῦ φαρμάκου.
[p. 11.560]
[l. 1] ῥᾷστον δ’ ἦν, οἶμαι, καὶ ψυγέντα χρῆσθαί ποτ’ αὐτῷ
[l. 2] κατὰ τε τῆς κεφαλῆς ἐπιχέοντα καὶ τοῖς ὠσὶν ἐνστάξαντα
[l. 3] καὶ ταῖς ῥισὶν ἐγχέοντα καὶ τὸ μέτωπον ὅλον ἀνατρίψαντα,
[l. 4] καθάπερ ἀμαρακίνῳ καὶ ἰρίνῳ καὶ τοῖς ἄλλοις
[l. 5] ἀλείμμασιν τοῖς θερμαίνουσι χρώμεθα. καίτοι γὰρ οὐδὲ
[l. 6] μετρίως θερμαίνει κατ’ αὐτὸν ὀξυρόδινον, ἐκ δυοῖν θερμοτάτων
[l. 7] φαρμάκων συγκείμενον. ἀλλ’ εἴπερ Ἡρόδοτος οὐκ
[l. 8] ἐτόλμησε χρήσασθαι, δίκαιον, οἶμαι, τοὺς νῦν ἐστι πειραθῆναι
[l. 9] τῆς τοῦ φαρμάκου δυνάμεως ἐφ’ ἑαυτῶν, ὅταν ἤτοι
[l. 10] ψυγῶσιν ἢ ἐγκαυθῶσιν, ὥσπερ ἐγὼ πολλάκις ἐπειράθην
[l. 11] ἐπ’ ἐμαυτοῦ καὶ ἄλλων οὐκ ὀλίγων ἐγκεκαυμένων ἐπιβρέξας
[l. 12] τὴν κεφαλήν. ἄμεινον γάρ ἐστιν αὐτοὺς πρώτως ὧν λέγουσι
[l. 13] πειραθέντας οὕτως ἡμῖν τε συμβουλεύειν ἔν τε ταῖς
[l. 14] βίβλοις ἀναγράφειν.
[l. 15] Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως, καίτοι φυλαττόμενος
[l. 16] ἀντιλογίας ἅψασθαι, πρὸς τῆς ἀναισχυντίας αὐτῶν
[l. 17] ἠναγκάσθην. αὖθις οὖν ἐπάνειμι πάλιν ἐφ’ ὅπερ ἐξ ἀρχῆς
[l. 18] προὐθέμην, ὡς τῇ πείρᾳ κριτέον ἐστὶ τὰς τῶν φαρμάκων
[p. 11.561]
[l. 1] δυνάμεις, ἐπί τε τῶν ὑγιαινόντων ἀμέμπτως χρώμενον ἐπί
[l. 2] τε τῶν νοσούντων ἁπλᾶς ὡς ἔνι μάλιστα νόσους ἤτοι θερμὰς,
[l. 3] ἢ ψυχρὰς, ἢ ξηρὰς, ἢ ὑγράς. οὕτω γάρ σοι κρίνοντι
[l. 4] τὸ μὲν ἔλαιον οὔτε θερμὸν οὔτε ψυχρὸν ὡς πρὸς ἄνθρωπον
[l. 5] εὔκρατον ἑρεθήσεται, τὸ δὲ ῥόδινον ἤδη μέν πω ψυχρότερον,
[l. 6] οὐ μὴν ἰσχυρῶς γε ψυχρὸν, ἀλλ’ ὡς ὀνομάζειν
[l. 7] εἴωθα τῆς πρώτης τῶν ψυχόντων ἀποστάσεώς τε καὶ τάξεως.
[l. 8] ὥσπερ γὰρ ὕδωρ, εἰ τύχοι, τὸ μὲν ἀκριβῶς ἐστιν εὔκρατον, τὸ
[l. 9] δ’ ἤτοι θερμότερον ἢ ψυχρότερον, οὐ μὴν ἤδη γέ πως θερμὸν
[l. 10] ἢ ψυχρὸν2.33. ἀπολελυμένως εἰπεῖν, οὕτω κᾀν τοῖς φαρμάκοις
[l. 11] ἔλαιον μὲν ἐκ τῆς μέσης ὑπάρχει κράσεως, ὁ δὲ τῶν
[l. 12] ῥόδων χυλὸς ἐκ τῆς ψυχροτέρας μὲν, ἀλλ’ οὐ πολλῷ τινι
[l. 13] κατὰ τὴν χλιαρὰν, ὡς εἴρηταί μοι καὶ πρόσθεν, ὑπάρχων
[l. 14] θερμασίαν. ἐκ δὲ τῆς αὐτῆς ἐστιν αὐτῷ τάξεως τὸ καλούμενον
[l. 15] λινόσπερμον ὅσον ἐπὶ τῷ χλιαρῷ τῆς θερμασίας, ἀλλὰ
[l. 16] τῷ παχυμερὲς ὑπάρχειν οὐκ ὀλίγῳ δή τινι παραλλάττεται.
[l. 17] λεπτομερὴς γὰρ ἀκριβῶς ἐστιν ὁ τῶν ῥόδων χυλὸς, ὡς δηλοῖ
[p. 11.562]
[l. 1] τό τε ξηραίνεσθαι ῥᾳδίως αὐτὸν καὶ τὸ μηδεμιᾶς μετέχειν
[l. 2] γλισχρότητος 13.66. καὶ τὸ τὰς τῶν ἄλλως μύρων ἐκλύειν ὀσμάς.
[l. 3] οὐδὲ γὰρ οὐδὲ τοῦτο ἑτέρῳ τινὶ φαίνεται ποιεῖν ἢ τῷ φθάνειν
[l. 4] ἐμπιπλάναι τοὺς ὀσφρητικοὺς πόρους. ἐπειδὴ γὰρ μελλόντων
[l. 5] διϊέναι καὶ διαδύεσθαι τῶν ἄλλων αὐτοὺς προκαταλαμβάνει
[l. 6] τε καὶ πληροῖ. ἔστι δὲ καὶ τὸ χαμαίμηλον, ὅσον
[l. 7] μὲν ἐπὶ λεπτομερείᾳ, ῥόδῳ παραπλήσιον, ὅσον δ’ ἐπὶ θερμότητι,
[l. 8] τῆς ἐλαίου μᾶλλον δυνάμεως, οἰκείας τε τῷ ζώῳ καὶ
[l. 9] συμμέτρου, διὸ καὶ κόπου ἀρωγόν ἐστιν εἴπερ τι καὶ ἄλλο
[l. 10] καὶ ἀλγημάτων πραϋντικὸν, ἀνίησί τε καὶ χαλᾷ τὰ τεταμένα
[l. 11] καὶ μαλάττει τὰ μετρίως σκληρὰ καὶ ἀραιοῖ τὰ πεπυκνωμένα.
[l. 12] καὶ πυρετῶν, ὁπόσοι χωρὶς σπλάγχνου φλεγμονῆς ἐνοχλοῦσι,
[l. 13] λυτικὸν ὑπάρχει, καὶ τούτων μάλιστα τῶν ἐπὶ χολώδεσι χυμοῖς
[l. 14] ἢ πυκνώσει δέρματος συνισταμένων. ταύτῃ τοι καὶ τῶν
[l. 15] Αἰγυπτίων τοῖς σοφωτάτοις ἡλίῳ τε καθιέρωται καὶ πυρετῶν
[l. 16] ἁπάντων ἴαμα νενόμισται. ἀλλὰ ἐν τούτῳ μὲν οὐκ
[l. 17] ἀληθεύουσιν. μόνον γὰρ ὧν εἴρηκα πυρετῶν ἐστιν ἴαμα καὶ
[l. 18] τούτων ἤδη πεττομένων. ὀνίνησι μέντοι καλῶς καὶ τοὺς
[p. 11.563]
[l. 1] ἄλλους ἅπαντας, ὅσοι τε μελαγχολικοὶ καὶ ὅσοι φλεγματώδεις
[l. 2] εἰσὶ καὶ σπλάγχνου φλεγμονῆς ἔκγονοι. καὶ γὰρ καὶ
[l. 3] τούτων ἴαμα γενναιότατόν ἐστιν τὸ χαμαίμηλον, ὅταν ἤδη
[l. 4] πεττομένοις προσφέρηται, καὶ διὰ τοῦτο καὶ ὑποχονδρίοις
[l. 5] εὐμενὲς εἴπερ τι ἄλλο. καὶ τὸ λινόσπερμον γοῦν τοιοῦτον ὁ
[l. 6] παλαιὸς λόγος εἶναί φησι. καὶ γάρ ἐστιν ὄντως κᾀκεῖνο τοῖς
[l. 7] καθ’ ὑποχόνδρια σπλάγχνοις εὐμενὲς, ἀλλ’ ἧττον χαμαιμήλου.
[l. 8] καὶ γὰρ καὶ θερμὸν ἧττόν ἐστιν, ὡς εἴρηται, καὶ πρὸς τούτῳ
[l. 9] καὶ παχυμερὲς ὑπάρχει, οὐ μὴν τό γε ῥόδον ἐγγὺς αὐτοῖς
[l. 10] εἰς ταῦτα, καίτοι γ’ ὅσον ἐπί τε τὸ χλιαρὸν τῆς θερμότητος
[l. 11] καὶ τῷ λεπτομερεῖ, χρήσιμον ἂν ἦν ἱκανῶς καὶ τοῦτο ταῖς
[l. 12] καθ’ ὑποχόνδρια φλεγμοναῖς, ἀλλ’ ἡ συνοῦσα στύψις αὐτῷ
[l. 13] πολλαχῆ παραβλάπτει καὶ μάλιστ’ ἐν οἷς εὐδόκιμόν ἐστι
[l. 14] χαμαίμηλον, ἢ τὰ πεπυκνωμένα τῶν σωμάτων ἀραιοῦν, ἢ
[l. 15] τὰ κατεσκληρυμμένα μαλάττον, ἢ τὰ τεταμένα χαλῶν. εἰς
[l. 16] γὰρ τὰ τοιαῦτα πάντα πολέμιον ἡ στύψις. εἰς μέντοι τὰς
[l. 17] ἀναβάσεις τε καὶ αὐξήσεις τῶν φλεγμονῶν καὶ μάλιστα
[p. 11.564]
[l. 1] τῶν προχείρων, ἄμεινον χαμαιμήλου τὸ ῥόδινον, ὅτι καὶ
[l. 2] χλιαρᾶς αὗται δέονται θερμασίας καὶ βραχείας στύψεως.
[l. 3] ἐν ἀρχῇ μὲν γὰρ τὰ ψύχοντα καὶ στύφοντα, κατὰ δὲ τὰς
[l. 4] ἐπιδόσεις ὅσα χλιαρά τ’ ἐστὶ καὶ μετρίως στύφοντα, κατὰ
[l. 5] δὲ τὰς ἀκμὰς τῶν φλεγμονῶν, ὅσα συμμέτρως θερμαίνειν
[l. 6] τε μᾶλλον καὶ ἰσχυρῶς διαφορεῖν χρηστά. λεχθήσεται δ’
[l. 7] ὑπὲρ ἁπάντων τούτων ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς
[l. 8] μεθόδου γράμμασιν. νῦν δὲ ἐπὶ τὸ προκείμενον αὖθις
[l. 9] ἐπάνειμι.
[l. 10] Τὰ γάρ τοι τῆς μέσης κράσεως καὶ τὰ
[l. 11] ἐφ’ ἑκάτερα βραχὺ παραλλάττοντα φάρμακα καὶ θερμαίνειν
[l. 12] ἂν δόξειέ ποτε καὶ ψύχειν αὖθις, ἐνίοτε δὲ μήτε θερμαίνειν
[l. 13] μήτε ψύχειν, ἀλλ’ οἷα παρέλαβε τὰ σώματα διαφυλάττειν,
[l. 14] καὶ τοῦτο εὐλόγως πέπονθεν, εἴ γε τὸ χλιαρὸν ὕδωρ
[l. 15] καὶ τὸ οὖρον ἐν μὲν τοῖς βαλανείοις ψυχρὰ, τοῖς δ’ ἐψυγμένοις
[l. 16] θερμὰ φαίνεται. εἴπερ οὖν παρὰ τό πως ἔχειν τὰ
[l. 17] διατιθέμενα καὶ τὸ διατιθὲν οὐχ ὁμοίως ἐνεργεῖν φαίνεται,
[l. 18] 13.67. δῆλον ὡς οὔτε τὸ ῥόδον οὔτε τοὔλαιον οὔτε τὸ χαμαίμηλον
[p. 11.565]
[l. 1] οὔτε τὸ λινόσπερμον, ἀλλ’ οὐδὲ τὸ ἄνηθον οὔτε
[l. 2] τὸ τήλινον ἄλευρον, ἀλλ’ οὐδὲ τὸ πύρινον οὐδ’ ἄλλα μυρία,
[l. 3] τά τε ἀκριβῶς μέσα ταῖς κράσεσιν, τά τε βραχὺ παραλλάττοντα,
[l. 4] τὴν αὐτὴν ἐνέργειαν ἐπιδείξεται διὰ παντός. οὔτε
[l. 5] γὰρ ὑγιαίνοντες ὁμοίως κεκράμεθα πάντες, οὔτε τὰς αὐτὰς
[l. 6] νοσοῦμεν νόσους. αὐτίκα γέ τοι τὸ ῥόδινον ἐν τῷ μεταξὺ
[l. 7] τὴν κρᾶσιν κεκραμένον ἐλαίου τε καὶ τοῦ τῶν ῥόδων χυλοῦ.
[l. 8] τοῦ μὲν γὰρ ἧττον ὑπάρχει θερμὸν, τοῦ δὲ μᾶλλον. ἀναψύχει
[l. 9] μὲν γὰρ τοὺς ἐγκεκαυμένους τῷ χλιαρῷ δηλονότι τῆς
[l. 10] θερμότητος, ὀλίγον δέ τι καὶ τοὺς κατεψυγμένους θερμαίνει.
[l. 11] διότι καὶ τοῦτο ἔργον ἐστὶ χλιαρᾶς θερμασίας, ὥσπερ γε καὶ
[l. 12] τὰ βαλανεῖα καὶ τοὺς ῥιγῶντας θερμαίνει καὶ τοὺς ἐγκεκαυμένους
[l. 13] ἀναψύχει.
[l. 14] Καὶ διὰ τοῦτο κᾀν τοῖς ψύχειν ἢ θερμαίνειν
[l. 15] πεφυκόσι φαρμάκοις, ἐὰν ἀναμίξῃς τὸ ῥόδινον, οὐδὲν
[l. 16] ἐργάσῃ μέγα κακὸν, ὥσπερ δ’ ἀξιόλογον ἀγαθὸν οὐδέν. ἡ
[l. 17] γὰρ χλιαρὰ θερμασία βλάπτειν μὲν οὐκ ἔστιν ἱκανὴ τὰ
[l. 18] κατεψυγμένα, θεραπεύειν δ’ οὐ δύναται. δεῖται γὰρ τὸ
[p. 11.566]
[l. 1] θεραπευόμενον ἅπαν, ὡς ἂν ἐξ ἀμετρίας τινὸς εἰς συμμετρίαν
[l. 2] ἀγόμενον, οὐκ αὐτοῦ τοῦ συμμέτρου τὴν κρᾶσιν, ἀλλὰ
[l. 3] τῆς ἐναντίας ἀμετρίας. εἰ γοῦν τὸ ψυχρὸν ὕδωρ βουληθείης
[l. 4] εὔκρατον ποιῆσαι, τὸ μὲν εὔκρατον ἤδη μιγνύειν οὐ χρὴ
[l. 5] χλιαρὸν γὰρ οὕτως ἔσται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἔρχεσθαι δ’
[l. 6] ἐπὶ τὸ ζέον προσήκει καὶ τοῦτο μιγνύναι τῷ ψυχρῷ. καὶ
[l. 7] τοσούτῳ γε θερμότερον εἶναι χρὴ τοῦ συμμέτρου τὸ τῷ
[l. 8] ψυχρῷ μιγνύμενον, ὅσῳ περ ἂν καὶ τὸ ψυχρὸν αὐτὸ ψυχρότερον
[l. 9] ἦν τοῦ συμμέτρου. οὔτε γὰρ τὸ βραχὺ τοῦ συμμέτρου
[l. 10] ψυχρότερον ὑπὸ τοῦ πολὺ θερμοτέρου τὴν μέσην ἀπολήψεται
[l. 11] κρᾶσιν, οὔτε τὸ πολλῷ ψυχρότερον ὑπὸ τοῦ βραχὺ
[l. 12] θερμοτέρου. ἀλλ’ εἴτε πολλῷ ψυχρότερόν ἐστι τὸ τῆς θεραπείας
[l. 13] δεόμενον, ἀνάγκη καὶ τὸ θεραπεῦσον αὐτὸ πολλῷ
[l. 14] θερμότερον ὑπάρχειν, εἴτ’ ὀλίγῳ ψυχρότερον, ὀλίγῳ χρὴ
[l. 15] καὶ τὸ θεραπεῦον εἶναι θερμότερον. ἑνὶ δὲ λόγῳ τοσοῦτον
[l. 16] ἀπέχειν χρὴ τοῦ μέσου τὸ θεραπεῦσον, ὅσον περ καὶ τὸ
[l. 17] θεραπευθησόμενον, ἐπὶ τἀναντία δηλονότι τῆς ἀποστάσεως
[l. 18] ὑπαρχούσης ἑκατέρῳ. τὸ γὰρ ἐπὶ τὰ αὐτὰ παραπλησίως
[p. 11.567]
[l. 1] ἀφεστηκὸς, ὅμοιον τῇ κράσει τῷ θεραπευομένῳ καθεστηκὸς,
[l. 2] οὐδεμίαν ἀλλοίωσιν ἐπιφέρειν ἱκανὸν, ὥστε οὔτε βλάψει τι
[l. 3] παθὸν οὔτ’ ὠφελήσει. τὸ δ’ ἔλαττον ὠφελήσει μὲν, οὐ μὴν
[l. 4] ἰάσεταί γε πάντως. εἰ τοίνυν τὸ μὲν πάθος εἴη ψυχρὸν, ἡ
[l. 5] δὲ τοῦ φαρμάκου θερμότης χλιαρὰ, πάντως μέν τι προσωφελήσει
[l. 6] τὸ πάθος, οὐ μὴν εἰς τὴν κατὰ φύσιν γε πάντως ἐπανήξει
[l. 7] συμμετρίαν, ὥστ’ οὐδὲν ἐξιάσεται. πάλιν δὲ εἰ μὲν τὸ
[l. 8] πάθος εἴη μικρὸν, ὡς ἂν ἀπὸ τῆς συμμέτρου θερμασίας τῆς
[l. 9] κατὰ φύσιν εἰς οἷον χλιαράν τινα μεταπεπτωκέναι, τὸ δὲ
[l. 10] φάρμακον εἴη ψυχρὸν, ἀνάγκη ἐπιψυγῆναί τε καὶ βλαβῆναι
[l. 11] τὸ πάθος ὑπὸ τοῦ ψυχροῦ. τὸ δ’ αὐτὸ κᾂν θερμότερον ᾖ
[l. 12] τῆς συμμετρίας τὸ πάθος, ὑπὸ μὲν τῶν ὁμοίων αὐτοῦ φαρμάκων
[l. 13] ἐν ταὐτῷ φυλαχθήσεται, βλαβήσεται δὲ ὑπὸ τῶν
[l. 14] ἧττον ἑαυτῶν θερμῶν, οὐ μὴν ἐκθεραπευθήσεταί γε πάντως.
[l. 15] 13.68. ἥκει δὴ κᾀνταῦθα πάλιν ὁμωνυμία τις εἰς ὅλον ἐκτεταμένη
[l. 16] τὸν βίον καὶ πολλαχόθι σφάλλουσα. καὶ γὰρ τὸ συμμέτρως
[p. 11.568]
[l. 1] κεκραμένον ὀνομάζομεν ἐνίοτε θερμὸν, ὥσπερ καὶ τὸ
[l. 2] βαλανεῖον τὸ τοιοῦτον καὶ τὸ πόμα καὶ τὸ τούτου λειπόμενον
[l. 3] οὐ πολλῷ, καὶ πρὸς τούτοις ἔτι τὸ θερμότερον ἅπαν. εἰ δέ
[l. 4] γε τοῖς ὀνόμασιν ἀκριβῶς ἐχρώμεθα,2.34. τὸ μὲν σύμμετρον
[l. 5] οὐ θερμὸν, ἀλλ’ εὔκρατον ἂν ἐκαλοῦμεν. ὅσον δ’ ἂν
[l. 6] ἀμετρότερον τούτου, τὸ μὲν ἐπὶ τὸ θερμότερον ἄμετρον
[l. 7] ἧττον τε καὶ μᾶλλον θερμὸν, τὸ δ’ ἐπὶ τὸ ψυχρότερον
[l. 8] ἧττόν τε καὶ μᾶλλον ψυχρόν. οὕτω δ’ ἂν, οἶμαι, καὶ
[l. 9] περὶ τῶν φαρμάκων ἀκριβῶς ὀνομάζοντες εὔκρατον ἂν
[l. 10] ἐκαλέσαμέν τι καὶ μέσον, ὥσπερ τοὔλαιον· εἰ δέ τι θερμότερον
[l. 11] αὐτοῦ, θερμὸν, ὥσπερ τὴν τῆλιν· εἰ δέ τι ψυχρότερον
[l. 12] αὐτοῦ, ψυχρὸν, ὥσπερ τὸ ῥόδον. ἀλλὰ τοῦ μὴ χρῆσθαι
[l. 13] τοῖς ὀνόμασιν τοῦτον τὸν τρόπον αἴτιον ὑπάρχει
[l. 14] τοῦ μὴ ψύχεσθαι πάντα τὰ σώματα πρὸς τῶν τοιούτων
[l. 15] φαρμάκων, οἷον καὶ τὸ ῥόδινόν ἐστι. τά τε γὰρ ὁμοίως
[l. 16] αὐτῷ ψυχρὰ καὶ μᾶλλον ψυχρὰ, τὰ μὲν οὐδ’ ὅλως ἀλλοιοῖ,
[l. 17] τὰ δὲ καὶ θερμαίνει. δόξειεν ἂν οὖν ἄλογον ὑπάρχειν, εἴ
[l. 18] τι θερμαίνειν ὁμολογοῦντες εἶτα ψυχρὸν προσαγορεύομεν,
[p. 11.569]
[l. 1] ὥσπερ εἰ καὶ τὸ φρεατιαῖον ὕδωρ ἐν χειμῶνι, τὸ ταῖς κατεψυγμέναις
[l. 2] χερσὶ χλιαρὸν φαινόμενον, ὀνομάζοι τις ψυχρόν.
[l. 3] ἐξ οὖν τούτων τῶν προφάσεων ἡ τῶν ὀνομάτων χρῆσις
[l. 4] ταραχθεῖσα καὶ τὴν τῶν πραγμάτων ἐπιταράττει γνῶσιν.
[l. 5] ὡσαύτως δὲ καὶ περὶ ξηροῦ καὶ ὑγροῦ τῶν ὀνομάτων συγχυθέντων
[l. 6] καὶ ἡ τῶν πραγμάτων γνῶσις συνεχύθη. καίτοι
[l. 7] σμικρὸν εἶναι δοκοῦν τὸ διελέσθαι καλῶς τὰ σημαινόμενα
[l. 8] τῶν ὀνομάτων, τὴν μεγίστην ἔχον εὑρίσκεται δύναμιν εἰς
[l. 9] τὴν τῶν πραγμάτων γνῶσιν. ἀλλὰ περὶ μὲν ὑγροῦ καὶ
[l. 10] ξηροῦ μετ’ ὀλίγον ἐροῦμεν, ἐπειδὰν τὸν περὶ τοῦ θερμοῦ
[l. 11] καὶ ψυχροῦ συμπερανώμεθα λόγον. οὐδὲ γὰρ οὐδὲ λείπειν
[l. 12] ἔοικέ τι πολὺ τῶν ἐν αὐτῷ διορισμῶν, ἅπαξ γε σαφῶς
[l. 13] πεφηνότος ὡς οὐδὲν θαυμαστὸν ὑφ’ ἑνὸς φαρμάκου διαφέροντα
[l. 14] σώματα τὰ μὲν θερμαίνεσθαι, τὰ δὲ ψύχεσθαι,
[l. 15] τὰ δὲ μηδέτερον αὐτῶν πάσχειν. ἐν μὲν γὰρ τῷ πρός
[l. 16] τι ῥᾷστον ἐπὶ τὰ κατὰ μέρος ἐλθόντα λέγειν ὡς τοιούτῳ
[l. 17] μὲν σώματι προσαγόμενον ῥόδινον, ἐν ᾗ παρέλαβεν αὐτὸ
[l. 18] κράσει φυλάττειν πέφυκε, ἑτέρῳ δέ τινι τοιῷδε θερμαίνει
[p. 11.570]
[l. 1] προσφερόμενον, ἄλλῳ δὲ ψύχει. καθόλου δ’ ἀποφήνασθαι
[l. 2] περὶ τῆς δυνάμεως αὐτοῦ χαλεπὸν, ἄνευ τοῦ διαστείλασθαί
[l. 3] τε καὶ συνθέσθαι περὶ τῶν ὀνομάτων. εἴη δ’ ἂν ὅ τε διορισμὸς
[l. 4] ἥ τε συνθήκη τοιήδε, ἐπειδὴ τὰ σώματα τῶν ἀνθρώπων
[l. 5] καὶ ταῖς ἐξ ἀρχῆς κράσεσιν καὶ ταῖς κατὰ τὰς ἡλικίας
[l. 6] αὐτοῖς προσγινομέναις καὶ ταῖς κατὰ τοὺς ἐθισμοὺς τοῦ
[l. 7] βίου πάμπολυ διενήνοχε, ἀνάγκη δήπου πρὸς τῶν αὐτῶν
[l. 8] φαρμάκων αὐτὰ διαφόρως ἀλλοιοῦσθαι. νέον γοῦν τινα
[l. 9] φύσιν θερμὸν, ἐργάτην τῷ βίῳ, πρεσβύτιδι γυναικὶ καὶ
[l. 10] φύσει ψυχροτέρᾳ παραβάλλων οὐκ ἂν ἐλάττονα τὴν ὑπεροχὴν
[l. 11] εὕροις ἤ τινος τῶν θερμαινόντων ἱκανῶς φαρμάκων
[l. 12] πρὸς τὰ ψύχοντα.
[l. 13] Μέσον οὖν τινα νόησόν μοι τῶνδε, τήν
[l. 14] τε φύσιν εὐθὺς ἐξ ἀρχῆς εὔκρατον, ἔθεσί τε προσήκουσιν
[l. 15] τὴν εὐκρασίαν ταύτην διαφυλάττοντα. καὶ τρεῖς τούτους
[l. 16] ὥσπερ σκοποὺς κράσεως ἐν τῇ διανοίᾳ παραθέμενος ἐπίσκεψαι
[l. 17] τὸ καθόλου 13.69. θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ
[l. 18] ὑγρὸν φάρμακον, ὡς πρὸς ποίαν ἐξ αὐτῶν κρᾶσιν ἀποβλέποντα
[p. 11.571]
[l. 1] προσαγορεύειν ἐστὶ βέλτιον. ἆρά γε πρὸς τὴν εὐκρατοτάτην,
[l. 2] ἥπερ δὴ καὶ μία τίς ἐστι καὶ μέση τῶν ἄλλων ἁπασῶν,
[l. 3] ἢ πρὸς τὰς ἀμέτρους καὶ δυσκράτους καὶ ἀδιορίστους
[l. 4] καὶ σχεδὸν ἀπείρους τὸ πλῆθος; ἐμοὶ μὲν γὰρ οὐδὲ παραβλητέον
[l. 5] εἶναι δοκεῖ τὸ τῆς διαιρέσεως, οὐδὲ σκέψεώς τινος ἐπιδεὲς,
[l. 6] ἀλλ’ ἄντικρυς φαίνεσθαι τῷ καὶ σμικρὸν νοῦν ἔχοντι
[l. 7] τὸ κατωρθωμένον σῶμα καὶ ἁπλοῦν καὶ ἓν οἷον κανόνα τινὰ
[l. 8] καὶ σκοπὸν ὑποθέμενον ἀπευθύνειν, οὕτω κρῖναι καὶ τἄλλα
[l. 9] πρὸς τοῦτο. κείσθω τοίνυν ἡμῖν τὸ τοιοῦτον σῶμα τῆς
[l. 10] τῶν φαρμάκων δυνάμεως κανών. καὶ τὸ μὲν ὁμοίαν τῇ τούτου
[l. 11] κράσει θερμασίαν ἀνάπτον εὔκρατον ὀνομαζέσθω, κᾂν
[l. 12] ὅτι μάλιστα θερμαίνειν ἐπιφανῶς δοκῇ πρεσβύτην κατεψυγμένον.
[l. 13] τὸ δ’ ἤτοι θερμαῖνον, ἢ ψῦχον τὸ τοιοῦτον σῶμα,
[l. 14] καλείσθω τὸ μὲν θερμαῖνον θερμὸν, τὸ δὲ ψῦχον ψυχρόν.
[l. 15] γινέσθω δὲ τούτων αὐτῶν εὐσήμου διδασκαλίας ἕνεκα τάξις
[l. 16] τῶν ἀποστάσεων, ἐπὶ μὲν τὸ ψυχρὸν ἡ πρώτη μὲν ἐξ ἧς ἄν
[l. 17] τις θείη τὸ ῥόδινον, ἡ δευτέρα δ’ ἐξ ἧς ἔσται τὸ ῥόδον αὐτὸ
[l. 18] καὶ τρίτη τις ἐπὶ ταύτῃ καὶ τετάρτη μέχρι περ ἂν ἐπὶ τὰ
[p. 11.572]
[l. 1] ψυχρότατα τῷ λόγῳ παραγενώμεθα, κώνειόν τε καὶ μηκώνειον
[l. 2] καὶ μανδραγόραν καὶ ὑοσκύαμον. ἐπὶ δ’ αὖ τὸ θερμὸν
[l. 3] ἄνηθον μὲν καὶ τῆλιν πρῶτα, δεύτερα δ’ ἐφεξῆς ἅττα ἂν
[l. 4] φανῆται δεύτερα, καὶ τρίτα δὴ καὶ τέταρτα, μέχρι περ ἂν ἐπὶ
[l. 5] τὰ καίοντα παραγενώμεθα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπί
[l. 6] τε τῶν ὑγραινόντων φαρμάκων, ἀρξάμενοι πάλιν ἀπὸ τοῦ
[l. 7] συμμέτρου, τάξεις ἐφεξῆς ἄχρι τῶν ἄκρων ποιησώμεθα. τῆς
[l. 8] γὰρ τοιαύτης γνώσεως εἰς τὴν θεραπευτικὴν μέθοδον οὐ
[l. 9] σμικρά τις ἡ χρεία. μᾶλλον δ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, εἰ μή
[l. 10] τις οὕτω διορίσειε, βλάψει μᾶλλον ἢ ὠφελήσει τοὺς ἀναγινώσκοντας.
[l. 11] ὡς νῦν γε καὶ πρὸς τοῖς ἄλλοις οἷς ἁμαρτάνουσιν
[l. 12] οἱ πολλοὶ τῶν ἰατρῶν τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις
[l. 13] ἐξηγούμενοι καὶ τοῦτό ἐστιν εὑρεῖν τὸ βλαβερώτερον,
[l. 14] ἐν μὲν τοῖς θερμαίνουσιν εἰ τύχοι γεγραμμένον ἄνηθόν τε
[l. 15] καὶ τῆλιν καὶ μίσυ καὶ τίτανον, ἐν δὲ τοῖς ψύχουσιν ῥόδινόν
[l. 16] τε καὶ μανδραγόραν καὶ κώνειον, ὥσπερ ἐγγὺς ὑπάρχουσαν,
[l. 17] ἢ τῆς τιτάνου τὴν τῆλιν ἢ τοῦ κωνείου τὸ ῥόδινον, ἀλλ’ οὐ
[l. 18] πολλαῖς ταῖς μεταξὺ τῶν φαρμάκων τάξεσι διωρισμένα. ἀλλ’
[p. 11.573]
[l. 1] ἡμεῖς γε πειρασόμεθα καθάπερ οἷοί τέ ἐσμεν, οὕτω μέγα
[l. 2] καὶ χαλεπὸν ἔργον εἰς τάξιν τινὰ καταστήσεσθαι καὶ γράψαι
[l. 3] τά τε πλησίον ἀλλήλων ταῖς δυνάμεσι καὶ τὰ πόῤῥω. καὶ
[l. 4] τοῦτο ποιήσωμεν οὐ λόγοις πιθανοῖς ἐπιτρέψοντες αὐτῶν
[l. 5] τὴν κρίσιν, ἀλλὰ τῇ διωρισμένῃ πείρᾳ, καθότι καὶ τοῦτο
[l. 6] πολλάκις εἴρηται διὰ τῶν ἔμπροσθεν. ἔστι δὲ δή που πρόδηλον
[l. 7] ὡς ἡ τοιαύτη κρίσις ἀσφαλὴς μέν ἐστιν, ἀλλὰ μακρά
[l. 8] τε ἅμα καὶ πόνον ἔχουσα πολὺν ἡμῖν τοῖς μέλλουσι δι’
[l. 9] αὐτῆς ἐπὶ τὸ τέλος ἀφικέσθαι τοῦ προκειμένου, τοῖς μέντοι
[l. 10] βουλομένοις ἀναλέγεσθαι ταυτὶ τὰ γράμματα μόνη τεχνῶσαι
[l. 11] δυναμένη καὶ παρασχεῖν οἷον ὀφθαλμόν τινα διαγνωστικὸν
[l. 12] τῆς ἀληθείας. ὅσα τοίνυν ἔτι λείπει πρὸς τὴν ὅλην στοιχείωσιν,
[l. 13] ἐν τῷδε τῷ λόγῳ προσθέντες, ἐν μὲν τῷ τετάρτῳ
[l. 14] περὶ τῆς τῶν χυλῶν δυνάμεως ἐροῦμεν, ἐπειδὴ καὶ τοῦτο τοῖς
[l. 15] ἑταίροις ἔδοξεν· ἐν δὲ τῷ πέμπτῳ περὶ τῶν ἐν ἅπασι καθόλου
[l. 16] τοῖς ἁπλοῖς φαρμάκοις δευτέρων τε καὶ συνθέτων δυνάμεων,
[l. 17] εἶθ’ οὕτως ἐπὶ τὰ κατὰ μέρος ἐν τοῖς ἐφεξῆς ὑπομνήμασι
[l. 18] μεταβησόμεθα.
[l. 1] 13.70. Λείπει δὴ πρῶτον μὲν, οὗ πολλάκις
[l. 2] ἤδη καὶ πρόσθεν ὁ λόγος ἠναγκάσθη μνημονεῦσαι, τελέως
[l. 3] δ’ οὐκ ἐπεξῆλθεν. ἔστι δὴ τοῦτο σχεδὸν ἅπαντα τὰ φάρμακα,
[l. 4] κᾂν ἁπλᾶ πρὸς αἴσθησιν φαίνηται, τῇ φύσει γοῦν ὑπάρχει
[l. 5] σύνθετα, καὶ πολλάκις γε καὶ τὰς ἐναντιωτάτας ἐν αὐτοῖς
[l. 6] ἔχει δυνάμεις, οἷον ἐκκριτικήν τε καὶ σταλτικήν παχυντικήν
[l. 7] τε καὶ λεπτυντικὴν, ἀραιωτικήν τε καὶ πυκνωτικὴν, ἐμπλαστικήν
[l. 8] τε καὶ διαῤῥυπτικὴν, συντατικήν τε καὶ χαλαστικὴν,
[l. 9] ἁπάσας τε τὰς ἄλλας ἀντιθέσεις, ὡς ἐν τῷ μετὰ ταῦτα λόγῳ
[l. 10] δείξομεν. οὐδὲν δὲ θαυμαστὸν, εἰ ἐπὶ τῶν τοιούτων δυνάμεων
[l. 11] ἑνὶ καὶ ταὐτῷ φαρμάκῳ θερμαντική τε καὶ ψυκτικὴ
[l. 12] φαίνοιτο, ἢ ξηραντική τε καὶ ὑγραντικὴ, 2.35. λεπτομερής τε
[l. 13] καὶ παχυμερής. εἰ μὴ γὰρ αἱ πρῶται καὶ δραστικώταται τὴν
[l. 14] τοιαύτην εἶχον συμπλοκὴν, οὐδ’ ἂν αἱ μετὰ ταύτας ὁμοίως
[l. 15] συνεπλάκησαν. ἀλλ’ ἡμεῖς ἐὰν αὐτοὶ μίξωμεν, εἰ οὕτως ἔτυχεν,
[l. 16] ῥοῦ χυλὸν μέλιτι, τὸ μικτὸν ἐξ ἀμφοῖν συγχωροῦμεν οὐ
[l. 17] στυπτικὴν μόνην, ἀλλὰ καὶ ῥυπτικὴν ἔχειν δύναμιν οὐδ’ ἐφεκτικὴν
[p. 11.575]
[l. 1] γαστρὸς μόνον, ἀλλὰ καὶ κενωτικήν. ἐν δὲ τῷ γάλακτι
[l. 2] τὰς δύο περιέχεσθαι δυνάμεις, ἐκκριτικήν τε ἅμα καὶ σταλτικὴν
[l. 3] γαστρὸς, οὐκ ἔθ’ ὁμοίως συγχωροῦμεν. καίτοι τοῦτο
[l. 4] μὲν καὶ διακρίνεται ῥᾳδίως εἰς ὀῤῥὸν καὶ τυρὸν, καὶ πᾶσιν
[l. 5] ὁμολογεῖται τὸ μὲν ὑπάγειν τὴν γαστέρα, τὸ δὲ ἐπέχειν.
[l. 6] Τοῦτ’ οὐκ ἔτι συγχωροῦμεν ἑτοίμως καὶ ἐν
[l. 7] τῇ κράμβῃ. ἐκθλίβοντες μὲν γὰρ αὐτῆς τὸν χυλὸν καὶ μόνον,
[l. 8] ἢ μετὰ μέλιτος καταῤῥοφοῦντες ὁρῶμεν καθαρτικὸν, οὐ μὴν
[l. 9] ἐσθίειν γε δυνάμενοι τὸ λοιπὸν, ἀπιστοῦμεν ὅτι σταλτικόν
[l. 10] ἐστιν. ἀλλ’ ἄν τις ὅλην ἑψήσας αὐτὴν ἀποχέῃ τὸ πρότερον
[l. 11] ὕδωρ, ἐν ᾧ τὸν χυλὸν ἐναπέθετο, κᾄπειτα αὖθις ἐμβαλὼν
[l. 12] ἑτέρῳ καθαρῷ, καὶ πάλιν ἑψήσας ἀποχέῃ καὶ τοῦτο, τὸν μὲν
[l. 13] χυλὸν εὑρήσει καθαίροντα, τὴν δὲ κράμβην αὐτὴν ἐπέχουσαν
[l. 14] τὴν γαστέρα καὶ πολὺ μᾶλλον εἰ μὴ δὶς, ἀλλὰ τρὶς ἢ τετράκις
[l. 15] ἀποχέῃ τις τὸ ὕδωρ. ὅσῳ γὰρ ἂν ἀκριβέστερον ἐναπόθηται
[l. 16] τὸν χυλὸν αὐτῷ, καθαρτικώτερον μὲν ἐκεῖνο ποιήσει, τὴν δὲ
[l. 17] ὑπόλοιπον αὐτῆς οὐσίαν τὴν οἷον σάρκα τοῦ λαχάνου σταλτικὴν
[p. 11.576]
[l. 1] ἐπιδείξεται. οὕτω δὲ καὶ ἐπὶ τῶν τεύτλων ἔχει καὶ
[l. 2] σχεδὸν ἁπάντων τῶν ἄλλων, ὧν ἤτοι δριμὺς, ἢ νιτρώδης ἢ
[l. 3] ἁλυκὸς ὁ χυλός ἐστιν, ἐπεί τοι καὶ τοῖς φακοῖς, καίτοι στύψιν
[l. 4] ἱκανὴν ἔχουσι κατὰ τὴν γεῦσιν, ὅμως ὑπάρχει τι τοιοῦτον.
[l. 5] ἔστι γὰρ καὶ τὸ τούτων ἀφέψημα λαπακτικὸν τῆς
[l. 6] γαστρὸς, ἀλλ’ οὗτος μὲν ὁ χυλὸς ἐπίμικτος σαφῶς ἐστιν κατὰ
[l. 7] τὴν γεῦσιν, ὡς εἰ καὶ νιτρῶδές τι μίξεις αὐστηρῷ. ὁ δὲ τῶν
[l. 8] θαλαττίων κογχαρίων, ἁπάντων τε τῶν ἄλλων ὀστρέων
[l. 9] χυμὸς, ἁπλῶς ἁλυκός ἐστι καὶ λαπακτικός. αὐτὴ μέντοι γε
[l. 10] καὶ τούτων ἡ σὰρξ ἐπέχει γαστέρα, καὶ πειραθήσῃ δὲ ἀληθοῦς
[l. 11] τοῦ λεγομένου, σκευάσας ὁμοίως ταῖς κράμβαις αὐτά. καὶ
[l. 12] γάρ τοι καὶ ὁ τῶν πρεσβυτέρων ἀλεκτρυόνων ζωμὸς ὑπάγει
[l. 13] τὴν γαστέρα, καίτοι τῆς σαρκὸς σταλτικῆς οὔσης. ἔστι δὲ
[l. 14] κᾀν τῇ λεπίδι τοῦ χαλκοῦ δύναμις διττὴ, καθάπερ καὶ ποιότης,
[l. 15] καὶ γὰρ στύφει καὶ δάκνει· καὶ διὰ τοῦτο τῷ μὲν
[l. 16] 13.71. στύφειν ἐπουλεῖ τὰς ξηρὰς τῶν ἡλκωμένων σαρκῶν, τῷ δ’
[l. 17] αὖ δάκνειν τὰς πλαδαρὰς συντήκει. εἰ δ’ εἴσω τοῦ σώματος
[p. 11.577]
[l. 1] ληφθείη, καθαίρει μὲν, οὐκ ἐπέχει δὲ τὴν γαστέρα. νικᾶται
[l. 2] γὰρ ἡ στυπτικὴ δύναμις ὑπό τε τῆς δριμείας καὶ καθαρτικῆς,
[l. 3] ὥσπερ εἰ καὶ ῥοῦ χυλὸν ἀναμίξαις σκαμμωνίᾳ. καθαρτικὸν
[l. 4] γὰρ ἔσται τὸ ἐξ ἀμφοῖν, οὐκ ἐφεκτικὸν τῆς γαστρὸς,
[l. 5] καίτοι γε πρὸς τὴν γεῦσιν ὁ αὐστηρὸς χυλὸς ἐπικρατήσει
[l. 6] μᾶλλον. οὕτω δὲ καὶ μετὰ μήλου κυδωνίου σαρκὸς οὐκ
[l. 7] ὀλίγα τῶν καθαιρόντων διδόμενα, τῇ μὲν γεύσει λανθάνει,
[l. 8] τῇ δ’ ἐνεργείᾳ μόνον φαίνεται. δίδοται δὲ καὶ διὰ φοίνικος
[l. 9] ἔνια σαρκὸς, ἄλλα δὲ διὰ μύρτων ἢ μετὰ Χίας μαστίχης, ἢ
[l. 10] μετ’ ἄλλου τινὸς τῶν εὐστομάχων τε καὶ στυπτικῶν, ὡς καὶ
[l. 11] τὴν γεῦσιν λαθεῖν καὶ τὸν στόμαχον ἧττον ἀνατρέψαι. ἀλλ’
[l. 12] εἰ καὶ τῇ πρὸς τὴν γεῦσιν ποιότητι κρατοίη τὰ στύφοντα
[l. 13] τῶν καθαιρόντων, τῇ γε ἄλλῃ δυνάμει κρατεῖται. πολλάκις
[l. 14] γὰρ ἡ μὲν γλῶττα κατὰ τὸ πλεονάζον ἐνικήθη τῆς οὐσίας,
[l. 15] ἡ δὲ ἐνέργεια κατὰ τὴν ἰσχὺν γίνεται τῆς δυνάμεως. ὅταν
[l. 16] οὖν οὐσία σμικρὰ, σφοδρὰν ἔχουσα δύναμιν, ἀναμιχθεῖσα
[l. 17] μεθ’ ἑτέρας οὐσίας πολλῆς ἀσθενῆ δύναμιν ἐχούσης εἴσω
[l. 18] τοῦ σώματος ἀφίκηται, τὴν μὲν γεῦσιν λανθάνει, τὸ δὲ ἔργον
[p. 11.578]
[l. 1] ἐνεργέστερον ἐκείνης διαπράττεται. θαυμάζεται δὲ καὶ ταῦτα
[l. 2] πρὸς τῶν πολλῶν καὶ νομίζουσιν ἄπορον ὑπάρχειν, εἰ στῦφόν
[l. 3] τι σῶμα καθαίρειν πέφυκεν, οἷον ἀλόη καὶ λεπὶς χαλκοῦ
[l. 4] καὶ χαλκὸς κεκαυμένος· ἐχρῆν γὰρ, φασὶ, τοὐναντίον μᾶλλον
[l. 5] ἐπέχειν αὐτὰ, οὐ προτρέπειν τὴν γαστέρα. ὅτι δὲ τὸ
[l. 6] μῆλον, εἰ οὕτως ἔτυχεν, τὸ μετὰ τῆς σκαμμωνίας στῦφον
[l. 7] καθαίρει, τοῦτό γε οὐδεὶς θαυμάζει, καίτοι γε ἐντεῦθεν ὁρμηθέντα
[l. 8] ῥᾷστον ἦν, οἶμαι, κᾀπὶ τῆς ἀλόης συλλογίσασθαι
[l. 9] μικτήν τινα δύναμιν ὑπάρχειν. καὶ εἴπερ ἦν οἷόν τε διακρῖναι
[l. 10] τὸ καθαῖρον ἐν αὐτῇ τοῦ μὴ καθαίροντος, ὥσπερ ἐπὶ
[l. 11] γάλακτος ἐργαζόμεθα καὶ κράμβης ἑτέρων τε παμπόλλων,
[l. 12] οὐκέτ’ ἂν ἐθαυμάζετο. καὶ μὲν δὴ καὶ ποιῆσαι τοῦτό πως
[l. 13] δυνατόν. ἐπιμελῶς γὰρ ἀλόη πλυθεῖσα παντάπασιν ἀσθενῶς
[l. 14] ἢ οὐδ’ ὅλως ὑπάγει γαστέρα. ταὐτὸ δὲ τοῦτο καὶ λεπὶς
[l. 15] χαλκοῦ καὶ αὐτὸς ὁ κεκαυμένος χαλκὸς πέπονθεν, ὡς καὶ
[l. 16] ἡμεῖς ἀκριβῶς πλύναντες ἐπειράθημεν, ἀμυδρῶς αὐτῶν
[l. 17] καθαιρόντων. ἀλλ’ οὖν καὶ τὸ τῆς ποιότητος εὐθὺς ἅμα τῷ
[l. 18] γεύσασθαι φαρμακῶδες ἐμφαίνει τὸ μικτὸν τῆς δυνάμεως.
[p. 11.579]
[l. 1] εἴπερ γὰρ ἦν ἀεὶ μία ποιότης ἐν ἑκάστῳ τῶν τὴν γεῦσιν
[l. 2] στυφόντων φαρμάκων, οὐκ ἂν ἦν ποτε αὐτῶν τὰ μὲν ἐδώδιμα,
[l. 3] τὰ δὲ φαρμακώδη, ἀλλὰ μόνον ἐν τῷ μᾶλλον ἢ ἧττον
[l. 4] στύφειν ἀλλήλων διέφερον. νυνὶ δὲ οὐχ οὕτως ἔχει. φαίνεται
[l. 5] γὰρ ἡ μέν τις ἡδεῖα καὶ προσηνὴς στύψις, ἡ δέ τις ἀηδής τε
[l. 6] καὶ φαρμακώδης, ἀπίου μὲν καὶ μήλου καὶ ῥοιᾶς ἡδεῖα, λεπίδος
[l. 7] δὲ χαλκοῦ καὶ ἀλόης ἀηδής τε καὶ φαρμακώδης. καίτοι
[l. 8] γε ἧττον στύφει κυδωνίου μήλου λεπὶς χαλκοῦ, ὥστε μηδὲ
[l. 9] τῷ σφοδρῷ τῆς στύψεως ἔχειν ἂν ἐνεγκεῖν τὸ τῆς ποιότητος
[l. 10] ἀλλόκοτον. ὁμοίως δὲ καὶ ἄλλα τῶν ἐδωδίμων ἀλόης καὶ
[l. 11] λεπίδος χαλκοῦ καὶ αὐτοῦ τοῦ κεκαυμένου χαλκοῦ στύφει
[l. 12] μᾶλλον. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἄντικρυς φαίνεται τὸ
[l. 13] μικτὸν τῆς οὐσίας, ἐπ’ ἄλλων δὲ, κᾂν μὴ φαίνηται, συλλογίζεσθαι
[l. 14] χρὴ καὶ μὴ νομίζειν ἄλλο μέν τι κατὰ τὴν ἀλόην ἐργάζεσθαι
[l. 15] τὴν στύψιν, ἄλλο δέ τι κατὰ τὸ μῆλον. ἓν γὰρ ἐν
[l. 16] ἅπασι ποιεῖν εὔλογόν ἐστι κατά γε τὴν ἑαυτοῦ φύσιν, οὐ
[l. 17] τήν στύψιν μόνην, ἀλλὰ καὶ τῶν ἄλλων ποιοτήτων ἑκάστην.
[l. 18] τῷ δὲ μηδὲν εὑρίσκεσθαι καθαρὸν ἀκριβῶς μηδὲ ἄμικτον
[p. 11.580]
[l. 1] ἑτέρων ποιοτήτων, αἱ διαφοραὶ τῶν ἐνεργειῶν ἄλλαι κατ’
[l. 2] ἄλλο τῶν στυφόντων εἰσίν. ἄλλο μὲν γὰρ μεσπίλου τοὖργόν
[l. 3] ἐστιν, ἄλλο δὲ λεπίδος, ἄλλο δὲ ἀλόης, ἕτερον δὲ
[l. 4] μόρων, εἰ οὕτως ἔτυχεν ἢ 13.72. κικίδος, ἢ σιδίων, ἢ στυπτηρίας,
[l. 5] ἢ ῥοῦ, καὶ βέλτιον ἦν, ὅσοι τι περὶ τῶν στυφόντων
[l. 6] φαρμάκων τῆς ἐνεργείας ἐτόλμησαν ἀποφήνασθαι,
[l. 7] καθόλου περὶ τῆς στύψεως αὐτῆς μᾶλλον ἢ περὶ τῶν στυφόντων
[l. 8] εἰρῆσθαι. τὸ μὲν γὰρ στῦφον οὐ στύφει μόνον,
[l. 9] ἀλλ’ ἤτοι δριμὺ πρὸς τὸ στύφειν ἐστὶν, ἢ λιπαρὸν, ἢ γλυκὺ,
[l. 10] ἢ πικρὸν, ἢ ἁλυκὸν, ἢ ὀξῶδες. ἡ δὲ στύψις ἓν τοῦτο μόνον
[l. 11] ἐστὶ διὰ παντὸς ὅπερ ἐστὶ, ὥσπερ καὶ ἡ γλυκύτης καὶ
[l. 12] ἡ ἁλυκότης ἑκάστη τε τῶν ἄλλων ποιοτήτων. εἰ δ’ ὥσπερ
[l. 13] ἡ στύψις μία, καὶ τὸ στῦφον ἓν ὑπῆρχεν, ἓν ἂν ἦν αὐτοῦ
[l. 14] διὰ παντὸς τοὖργον. ἐπεὶ δὲ πρὸς τὸ στύφειν ἔτι καὶ
[l. 15] ἄλλας δέδεικται ποιότητας οὐκ ὀλίγας, ἀεὶ μὲν ἐνεργήσει
[l. 16] κατὰ πάσας, ἀλλ’ ἐπιφανῶς ἄλλοτε κατ’ ἄλλην τὴν ἐπικρατοῦσαν,
[l. 17] ὡς πρὸς τὴν τοῦ πλησιάζοντος σώματος διάθεσιν.
[l. 18] φαίνεται γοῦν καὶ τὸ γάλα καὶ ἡ φακὴ καὶ ἡ κράμβη
[p. 11.581]
[l. 1] τῶν μὲν ὑπάγοντα, τῶν δὲ ἴσχοντα τὴν γαστέρα. τὴν μὲν
[l. 2] οὖν αἰτίαν τοῦ μὴ διὰ παντὸς ἐνεργεῖν ἐπιφανῶς καὶ
[l. 3] 2.36. καθ’ ἕκαστον τῶν σωμάτων μίαν ἡντιναοῦν ποιότητα καὶ
[l. 4] δύναμιν τοῦ φαρμάκου κατὰ τὸν ἑξῆς ἐρῶ λόγον. νυνὶ
[l. 5] δὲ ἀναμνῆσαι τοῦ γινομένου πρόκειταί μοι μόνον, ἵνα μή
[l. 6] τις ἀπιστήσῃ κατὰ τὰ πλεῖστα τῶν φαρμάκων ἐναντίας
[l. 7] εἶναι ποιότητάς τε καὶ δυνάμεις. ἀλλὰ καὶ αὐτὸ τοῦτο
[l. 8] πολλῆς ἐπισκέψεως ἔχεται καὶ διορισμῶν οὐκ ὀλίγων, εἰ
[l. 9] καὶ πᾶσιν ἔδοξε ῥᾴδιον εἶναι τὰς ἐναντίας ἀλλήλοις ποιότητάς
[l. 10] τε καὶ δυνάμεις ἐξευρεῖν. ἐξ ἑτοίμου γοῦν ἅπαντες
[l. 11] σχεδὸν ἐναντίον εἶναι τίθενται τὸ στύφειν τῷ καθαίρειν.
[l. 12] ἔστι δὲ οὐδαμῶς ἐναντίον, ὡς ἐγὼ προϊόντος ἐπιδείξω τοῦ
[l. 13] λόγου. κατὰ μέντοι τὸ παρὸν ἐκ περιουσίας ὁ λόγος
[l. 14] ἐπεράνθη μοι δεικνύντι, κᾂν ἐναντία τις ὑπάρχειν αὐτὰ
[l. 15] τίθεται, μηδὲν συμβαίνειν ἄτοπον, ἐνδεχομένου γε ὄντος εἰς
[l. 16] μίαν οὐσίαν ἐνίοτε ἐναντιωτάτας συνέρχεσθαι ποιότητάς
[l. 17] τε καὶ δυνάμεις. ἐπὶ μέν γε τῶν χυλῶν ἐλέχθη καὶ πρόσθεν
[p. 11.582]
[l. 1] ἕτερον μὲν εἶναι τὸ βαρύτατον ἐν αὐτοῖς, ἕτερον δὲ
[l. 2] τὸ κουφότατον, ἄλλο δὲ τρίτον ἀναμεμιγμένον τῷ χυλῷ
[l. 3] ὅλῳ. καὶ θαυμαστὸν οὐδὲν, εἰ κᾀν τῷ τοῦ ῥόδου χυλῷ
[l. 4] τὸ μέν ἐστι βαρύτατον ἀνάλογον ἀμόργῃ καὶ τρυγὶ, τὸ δὲ
[l. 5] κουφότατον ἀνάλογον καὶ τοῦτο τοῖς ἐποχουμένοις ἄνθεσιν
[l. 6] ἑκάστῳ τῶν χυλῶν· ἄλλο δὲ τρίτον, οἷον ἐν τῷ γλεύκει
[l. 7] τὸ ζέον, ἐφ’ οἷς τέταρτον αὐτὸ τὸ εἰλικρινέστατον καὶ
[l. 8] καθαρώτατον, οὗ ταῦτά ἐστι τὰ τρία περιττώματα. συμβαίνει
[l. 9] δὲ τοὺς μὲν ἄλλους ἅπαντας χυλοὺς ὀξύνεσθαί τε
[l. 10] καὶ σήπεσθαι διαφθειρομένους, μόνα δὲ τοὔλαιον καὶ τὸ
[l. 11] μέλι καὶ τὸν οἶνον ἐξαρκεῖν εἰς μακρόν. ὥστε οὐδὲ τῇ
[l. 12] ζέσει καὶ διακρίσει τῶν ἄλλων χυλῶν ἐναργῶς ἐστιν ἐξευρεῖν
[l. 13] ἑκάστου τῶν περιττωμάτων τὴν ἰδέαν, ἀλλ’ εὐθὺς ἐξ
[l. 14] ἀρχῆς ἑψήσεώς τέ τινος αὐτοῖς δεῖ καὶ μίξεως τῆς πρὸς
[l. 15] ἕτερόν τινα τῶν διαμενόντων χυλῶν. οὕτως οὖν καὶ τὸν
[l. 16] τοῦ ῥόδου χυλὸν ἀποτιθέμεθα μέλιτι μιγνύντες, ἢ ἐλαίῳ
[l. 17] συνέψοντες, ἢ ἐναποβρέχοντες ὅλα τὰ ῥόδα. ἀλλ’ ὅτι γε
[l. 18] κᾀν τούτῳ πιθανὸν ἐνυπάρχειν τὰ τέτταρα γένη, τό τε
[p. 11.583]
[l. 1] οἰκεῖον αὐτοῦ τοῦ χυλοῦ καὶ τὰ τρία περιττώματα, πρόδηλον
[l. 2] συνιδεῖν, καὶ μάλιστα ὅτι τὸ τῆς ποιότητος αὐτῶν
[l. 3] οὐχ ἁπλοῦν ἐστιν, ἀλλὰ ἔχειν μέν τινά σοι δόξει καὶ στύψιν
[l. 4] τὸ ῥόδον, εἰ διαμασήσασθαι βουληθείης αὐτό. ἔχει δὲ
[l. 5] καὶ γλυκύτητά τινα καὶ οἷον δῆξιν βραχεῖαν. ἤρκει δὲ κᾂν
[l. 6] μηδὲν τούτων ἐφαίνετο γευομένοις, ἐκ τοῦ μὴ τελέως εἶναι
[l. 7] στῦφον αὐτὸ, τὰς τῶν ἄλλων χυλῶν ἐννοῆσαι μίξεις.
[l. 8] 13.73. εἴπερ γὰρ ὁ αὐστηρὸς μόνος, ἄκρος ἂν ἦν, ὥστε εἴπερ οὐκ
[l. 9] ἔστιν ἄκρος, οὐδὲ μόνος ἐστίν. ἣν γὰρ ἂν ὑπέθη τῆς
[l. 10] στύψεως γένεσιν, ἂν μόνην τῶν ἄλλων ἐγγίγνεσθαι νοήσαις,
[l. 11] ἄκραν ἀναγκαῖόν ἐστιν ἀπεργασθῆναι ταύτην, ὥσπερ εἰ καὶ
[l. 12] μόνη θερμότης ἐγγίγνοιτο σώματί τινι, τελέως ἔσται τὸ
[l. 13] τοιοῦτον πῦρ. αἱ γὰρ τῶν ἐναντίων ἐπιμιξίαι τὰς ἀκρότητας
[l. 14] θραύουσιν.
[l. 15] Ἐν μὲν δὴ τοῖς ὁμοιομερέσι σώμασι θερμότης
[l. 16] γέ ἐστι καὶ ψυχρότης, ὑγρότης τε καὶ ξηρότης αἱ
[l. 17] δημιουργοῦσαι τὰς κατὰ μέρος ἁπάσας διαφοράς· ἐν δὲ τοῖς
[l. 18] ἀνομοιομερέσι δριμύτητές τε καὶ ὀξύτητες, αὐστηρότητές τε
[p. 11.584]
[l. 1] καὶ στρυφνότητες καὶ γλυκύτητες καὶ λιπαρότητες, ὥσθ’ ἕκαστον
[l. 2] μὲν τῶν ὁμοιομερῶν ἐν αὐτοῖς τοῖς μορίοις μὴ πολλὰς,
[l. 3] ἀλλὰ μίαν ἔχει ποιότητα, τὸ δὲ ὅλον ἀνομοιομερὲς παμπόλλας.
[l. 4] χιλίων γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν τῷ κυάθῳ τοῦδέ τινος
[l. 5] τοῦ χυλοῦ περιεχομένων ὁμοιομερῶν σωμάτων, ἑκατὸν μὲν ἐξ
[l. 6] αὐτῶν ἐγχωρεῖ στύφειν, ἑξήκοντα δὲ δάκνειν, ἑξακόσια δὲ εἶναι
[l. 7] τὰ γλυκέα, διακόσια δὲ τὰ πικρὰ, τεσσαράκοντα δὲ τὰ ἁλυκὰ,
[l. 8] πάντα δὲ ἀλλήλοις ἀναμεμίχθαι ταῦτα καὶ μηδὲν δύνασθαι
[l. 9] λαμβάνειν αἰσθητὸν μόριον οὕτω μικρὸν, ὅτῳ μὴ πάντων
[l. 10] μέτεστιν. ὥστε ἐν τῷ ψαύειν τῆς γλώττης ἐνεργεῖν μὲν
[l. 11] ἅπαντα κατὰ τὸ διαφέρον ἕκαστον αὐτῶν μόριον, ᾧπερ ἂν
[l. 12] ὁμιλῆσαν τύχῃ, διαδίδοσθαι δὲ τὴν διάθεσιν ἐκ τοῦ πρώτου
[l. 13] παθόντος εἰς ὅλην αὐτὴν, ὥσπερ ὅταν εἰς ὕδωρ ψυχρὸν ἕνα
[l. 14] δάκτυλον ἀθρόως καθέντες ἐν ψύχει σφοδρῷ φρίξομεν ὅλην
[l. 15] τὴν χεῖρα, πολλάκις δὲ καὶ σύμπαν τὸ σῶμα· ταχεῖα γὰρ ἡ
[l. 16] διάδοσις ἐν τοῖς αἰσθητικοῖς σώμασιν ἐκ τοῦ πρώτου παθόντος
[l. 17] εἰς ὅλον γίνεται τὸ ζῶον, ὥστε καὶ θερμαινομένῳ
[l. 18] συνθερμαίνεσθαι καὶ ψυχομένῳ συμψύχεσθαι καὶ ξηραινομένῳ
[p. 11.585]
[l. 1] συγξηραίνεσθαι καὶ ὑγραινομένῳ συνυγραίνεσθαι, καὶ πολλάκις
[l. 2] τἀναντία πάσχειν ὅλον ὑφ’ ἕνα καιρόν. ἵνα δὲ μᾶλλον εἰς
[l. 3] ἔννοιαν ἀφίκῃ τοῦ λεγομένου, βέλτιον ἴσως ἐστὶ καὶ παραδείγματι
[l. 4] προσέχειν ἑτέρῳ τὸν νοῦν. εἶδες οὖν, οἶμαι, ποτὲ
[l. 5] λίθου τινὸς ἐμβληθέντος εἰς ὕδωρ ἀτρεμίζον, ἀρξάμενον μὲν
[l. 6] ἐκ τούτου κινεῖσθαι τὸ ὕδωρ, ἐν κύκλῳ δὲ τὴν κίνησιν ἐκτεῖνον,
[l. 7] ὥσπερ εἰς κέντρον τὸ πλῆξαν. ὅταν οὖν ὑφ’ ἕνα καιρὸν
[l. 8] εἰς διαφέροντας τόπους ἀτρεμίζοντος ὕδατος ἐμβληθέντες
[l. 9] δύο λίθοι γεννήσωσι δύο κύκλους δι’ ἀλλήλων φερομένους,
[l. 10] ἐναντίας ὄψει κινήσεις ἐν ἅπαντι μορίῳ τοῦ ὕδατος, ὅθεν καὶ
[l. 11] ἀπορίαν παρέσχε τὸ φαινόμενον τοῦτο καὶ αὐτοῖς τοῖς φυσικοῖς
[l. 12] ἀνδράσιν, εἴθ’ ἕτερα μόρια πρὸς ἑκατέρας τῶν κινήσεων,
[l. 13] εἴτε καὶ ταὐτὰ κινεῖται πρὸς ἀμφοτέρων. ὅτι μὲν γὰρ οὐχ
[l. 14] ἵστησιν ὁ κύκλος τὸν κύκλον οὔτε κωλύει φέρεσθαι πρόσω
[l. 15] προδήλως ὁρᾶται. ταὐτὸν δὴ τούτῳ νόει μοι, ὅταν ὑφ’ ἕνα
[l. 16] καιρὸν ἐμβάλλωμεν εἰς μὲν ψυχρὸν ὕδωρ τοὺς πόδας, εἰς δὲ
[l. 17] θερμὸν τὰς χεῖρας. εἰς ὅλον μὲν γὰρ τὸ σῶμα τοῦ πάθους
[l. 18] ἑκατέρου διέρχεται ἡ κίνησις, ἀπαντῶσι δὲ ἀλλήλαις ὑπεναντίαι.
[p. 11.586]
[l. 1] διαφέρει δὲ ἴσως οὐδὲν οὐδ’ εἰ μὴ τὴν ἐναντίαν ἴοιεν,
[l. 2] ἀλλ’ ἡ μὲν ἀπὸ θατέρου τῶν ποδῶν, ἡ δ’ ἀπὸ θατέρου τὴν
[l. 3] ὁρμὴν λαβοῦσα προσέρχοιντο. τηνικαῦτα γὰρ οὔτε μηδὲν
[l. 4] πάσχειν ὅλον τὸ σῶμα δυνατὸν εἰπεῖν οὔθ’ ὑπὸ θατέρου
[l. 5] μόνον πάσχειν. καὶ γὰρ πάσχει σαφῶς καὶ ὑπ’ ἀμφοῖν πάσχει
[l. 6] θερμαινόμενόν τε ἅμα καὶ ψυχόμενον, 13.74. ὥσπερ, οἶμαι, κᾀν
[l. 7] ταῖς λειπυρίαις καὶ τοῖς ἠπιάλοις συμπίπτει πυρετοῖς, πλὴν
[l. 8] οὐκ ἔξωθέν γε ἐν ἐκείνοις, ἀλλ’ ἐξ αὐτοῦ τοῦ σώματος ἥ τε
[l. 9] τῆς ψύξεως καὶ ἡ τῆς θέρμης ὁρμᾶται διάθεσις. εἰ δὲ μηδὲ
[l. 10] νῦν ἕπηταί τις τῷ λεγομένῳ, ἀλλ’ ἐκ τοῦ λεχθησομένου ῥᾷστον
[l. 11] αὐτῷ τὴν πεῖραν λαβεῖν. καὶ γὰρ οὐδὲ πόῤῥω τῶν
[l. 12] ζητουμένων ἐστὶν, ἀλλ’ ἐξ αὐτῶν τι τῶν τῆς γλώττης ὑπάρχει
[l. 13] παθῶν. εἰ γὰρ ἀναμίξας ἀκριβῶς ἶσον ἀψινθίου καὶ μέλιτος
[l. 14] ὄγκον ἐπιθείης τῇ γλώττῃ, γλυκύπικρον, ὥσπερ οἱ ποιηταὶ
[l. 15] τὸν ἔρωτα προσαγορεύουσι, φανεῖταί σοι τὸ μικτὸν ἐξ ἀμφοῖν,
[l. 16] οὐκ ἐν ἄλλῳ μέν τινι χρόνῳ μέλιτος αἰσθανομένης
[l. 17] τῆς γλώττης, ἐν ἄλλῳ δὲ ἀψινθίου, οὔτε θατέρου μόνον,
[l. 18] ἀλλὰ διὰ παντὸς ἀμφοῖν ἀήθη τινὰ μίξιν μεμιγμένην. τοιόνδε
[p. 11.587]
[l. 1] τι γίγνεται κᾀν τῷ συνελθεῖν εἰς ἕνα χυμὸν αὐστηρὸν καὶ
[l. 2] νιτρώδη δύναμιν, ἤτοι τῆς φύσεως αὐτῆς ἀναμιξάσης ἤ τινος
[l. 3] ἰατροῦ συνθέντος. ἥ τε γὰρ γλῶττα τῆς ἑκατέρου τῶν χυμῶν
[l. 4] ποιότητος ὑφ’ ἕνα χρόνον αἰσθάνεται, καὶ εἴπερ αἰσθάνεται,
[l. 5] δηλονότι καὶ διατίθεται κατὰ τὰς οἰκείας αὐτῶν δυνάμεις,
[l. 6] ἕκαστόν τε τῶν ἄλλων τοῦ σώματος μορίων ἀνάγκη πάσχειν
[l. 7] ὡσαύτως, εἰ καὶ μὴ τῶν ποιοτήτων αἰσθάνηται· οὐ γὰρ δὴ
[l. 8] τῷ γε πάσχειν ἢ μὴ διαφέρειν τῶν ἄλλων ὑποληπτέον τὴν
[l. 9] γλῶτταν, ἀλλὰ 2.37. τῷ μὴ λανθάνειν αὐτὴν μηδὲν τῶν
[l. 10] οἰκείων παθῶν ἀκριβείᾳ δυνάμεως αἰσθητικῆς. συντελεῖ μὲν
[l. 11] οὖν εἰς τοῦτο καὶ ἡ μανότης αὐτῆς. ῥᾷον γὰρ εἰς τὸ βάθος
[l. 12] οἱ χυλοὶ κατιόντες ἐνεργοῦντές τε περὶ τὰ μαλακὰ τῶν μορίων
[l. 13] ἰσχυρὰν μὲν τὴν διάθεσιν, ἐναργεστέραν δὲ καὶ τὴν αἴσθησιν
[l. 14] αὐτῆς ἀπεργάζονται. ἀλλ’ ἡ μείζων δύναμις ἐν τῷ τῆς
[l. 15] αἰσθήσεως ἐστὶν ἀκριβεῖ μᾶλλον, οὐκ ἐν τῷ τῆς διαθέσεως
[l. 16] ἰσχυρῷ, τὸ μὲν γὰρ τῆς διαθέσεως ἰσχυρὸν οὐδὲν ἧττον κᾀν
[l. 17] τοῖς ἡλκωμένοις γίγνεται μορίοις, ἀλλὰ τῷ τὴν ἀκρίβειαν τῆς
[l. 18] αἰσθήσεως ἀπεῖναι λανθάνουσιν αἱ τῶν χυλῶν ποιότητες.
[p. 11.588]
[l. 1] ἔνεστι μέντοι καὶ κατ’ ἐκεῖνα καὶ πρὸ ἐκείνων ἔτι, μήπω τοῦ
[l. 2] δέρματος ἡλκωμένου, συλλογίσασθαι τὴν μικτὴν ἐνέργειαν ἐκ
[l. 3] τῶν ἐναντίων δυνάμεων, ἅμα τοῖς σώμασιν ἐγγινομένην. εἰ
[l. 4] γὰρ ἐπιθείης φλεγμαίνοντι μορίῳ στρύχνου χυλὸν, ὄψει
[l. 5] πυκνούμενον αὐτὸ καὶ πιλούμενον καὶ τὰς διαπνοὰς ἐπεχομένας.
[l. 6] ὥστ’ εἰ καὶ μέχρι πλείονος οὕτω ποιήσαις, οὐδ’ ἐρυθρὸν
[l. 7] ἔτι φυλάξαις τὸ μόριον, ἀλλ’ ἤτοι πελιδνὸν ἢ μέλαν
[l. 8] ἐργάσῃ, ὁποῖόν τι κᾀν τοῖς ἐρυσιπέλασι ποιοῦσι συνεχῶς οἱ
[l. 9] πλεῖστοι τῶν ἰατρῶν. καὶ γὰρ καὶ ταῦτα μελαίνουσι καὶ
[l. 10] σκληρύνουσιν ἐν τῷ χρόνῳ, καταψύχοντες ἀμέτρως. εἰ τοίνυν
[l. 11] μὴ στρύχνον, ἀλλ’ ἀνθεμίδα κατὰ τοῦ φλεγμαίνοντος ἐπιθείης
[l. 12] μέρους, ὄψει πάντα τἀναντία πάσχον αὐτό. καὶ γὰρ ἀραιὸν
[l. 13] καὶ κεχυμένον καὶ μαλακὸν καὶ χαλαρὸν ἔσται καὶ διαπνευθήσεται
[l. 14] πολὺ τοῦ κατ’ αὐτὸ περιττοῦ καὶ πελιδνὸν καὶ μέλαν
[l. 15] οὐδέποτ’ ἔσται, κᾂν πολλοῖς ἐφεξῆς ἡμέραις χρήσῃ τῷ χαμαιμήλῳ,
[l. 16] χεῖν γὰρ τοῦτο πέφυκε καὶ διαφορεῖν, οὐ συνάγειν
[l. 17] οὐδὲ πυκνοῦν οὐδ’ εἴργειν τὰς διαπνοάς. ὅτι μὲν οὖν ἐστιν
[l. 18] ἐναντίας δυνάμεως τῷ στρύχνῳ τὸ χαμαίμηλον ἐκ τῶνδε
[p. 11.589]
[l. 1] δῆλον· ὅτι δ’ εἰ κᾂν μίξαις ἄμφω, σαφῶς τὰς ἑκατέρου
[l. 2] θεάσῃ δυνάμεις, ἐγὼ μὲν πειρασθεὶς σοὶ λέγω, βουλοίμην δ’
[l. 3] ἂν καὶ σὲ διὰ τῆς πείρας αὐτῆς εἰς γνῶσιν ἀφικέσθαι τῶν
[l. 4] γιγνομένου μᾶλλον ἢ διηγουμένῳ μοι πιστεῦσαι. τοῦτο μὲν
[l. 5] οὖν οἶδα ὅτι ποιήσει πᾶς ὃς ἂν ἀληθείας ὑπάρχῃ ἐραστής.
[l. 6] χρὴ δὲ ὡς ἤδη πεφηνότα τὸν ἐφεξῆς λόγον ἐμὲ περαίνειν. εἰ
[l. 7] γὰρ ἐπιτιθέντων ὁμοῦ στρύχνου τε καὶ ἀνθεμίδος, οὔθ’
[l. 8] οὕτως πυκνὸν καὶ σκληρὸν καὶ περιτεταμένον καὶ πελιδνὸν,
[l. 9] ὡς εἰ καὶ στρύχνῳ μόνον ἐχρῆτό τις, οὔθ’ οὕτως ἀραιὸν καὶ
[l. 10] μαλακὸν καὶ χαλαρὸν καὶ ἐρυθρὸν, ὡς εἰ καὶ χαμαιμήλῳ
[l. 11] μόνον ἐχρῆτό τις, ἀλλὰ τὴν μέσην ἑκατέρων τῶν εἰρημένων
[l. 12] διάθεσιν ὁρᾶται λαμβάνον τὸ μόριον, 13.75. εὔλογόν ἐστιν
[l. 13] ἀμφότερα τὰ φάρμακα κατὰ τὴν ἑαυτῶν ἐνεργῆσαι δύναμιν.
[l. 14] εἴτε γὰρ μηδέτερον ἔδρασεν, ἀλλ’ ἡσύχασεν ἄμφω, τὴν ἐξ
[l. 15] ἀρχῆς ἂν ἐφύλαττε τὸ μέρος διάθεσιν, ὡς εἰ καὶ μηδὲν ὅλως
[l. 16] ἐπεθήκαμεν, εἴτε τὸ μὲν ἕτερον αὐτῶν ἐνήργησε, τὸ δὲ ἕτερον
[l. 17] ἐνικήθη τελέως, οὐκ ἂν τὴν μέσην διάθεσιν, ἀλλὰ τὴν
[l. 18] ἑτέραν τῶν ἄκρων ἐπεπόνθει τὸ μέρος. καὶ μὴν εἴπερ ἑκάτερον
[p. 11.590]
[l. 1] ἐνήργησεν, ἦν δὲ ταῦτα ἐναντία ταῖς δυνάμεσιν, ἔπασχε
[l. 2] δὴ τἀναντία κατὰ τὸν αὐτὸν χρόνον τὸ σῶμα. οὐ γὰρ δὴ
[l. 3] μερισάμενά γε τοὺς χρόνους ἐνήργησεν, ὥστε εἰ τύχοι δι’ ὅλης
[l. 4] ἡμέρας ἐπιτεθέντων ἀμφοῖν ἕξ μὲν ταῖς πρώταις ὥραις
[l. 5] θάτερον τῶν φαρμάκων, ἓξ δὲ ταῖς ὑπολοίποις θάτερον
[l. 6] ἐνεργῆσαι. ληρώδης γὰρ ἡ ὑπόθεσις αὕτη καὶ πάσης οὐκ
[l. 7] ἀποδείξεως μόνον, ἀλλὰ καὶ πιθανότητος ἔρημος. οὔκουν οὐχ
[l. 8] οὕτως συνέβη χυθῆναί τε καὶ συναχθῆναι τὴν ὑποκειμένην
[l. 9] οὐσίαν, ὡς τοῖς λουσαμένοις μὲν ἐν βαλανείῳ, μετὰ ταῦτα δὲ
[l. 10] εἰς ψυχρὸν ὕδωρ ἐμβᾶσιν, ἀλλὰ μᾶλλον ὡς εἰ τῷ λουομένῳ
[l. 11] προσραίνοις ὕδατος ψυχροῦ. οὕτω γὰρ οὐκ ἐν διαφέρουσι
[l. 12] χρόνοις, ἀλλὰ καθ’ ἕνα τἀναντία πείσεται. ὡς οὖν ἐπὶ τῶν
[l. 13] συνθέτων φαρμάκων οὐδὲν ἐστι θαυμαστὸν ἐναντίας ἅμα
[l. 14] διαθέσεις ἐγγίγνεσθαι τοῖς σώμασιν, οὕτως οὐδ’ ἐπὶ τῶν
[l. 15] ἁπλῶν, ὅταν καὶ ταῦτα πρὸς μὲν τὴν ἄλλην αἴσθησίν τε καὶ
[l. 16] διάγνωσιν ἁπλᾶ φαίνεται, πρὸς δὲ τὴν φύσιν αὐτὴν ὑπάρχῃ
[l. 17] σύνθετα. καὶ μὲν δὴ καὶ ὡς ἐφ’ ὧν ἡμεῖς αὐτοὶ συντίθεμέν
[l. 18] τι καὶ μίγνυμεν, ἐνίοτε μὲν εἰ οὕτως ἔτυχε πλέονα μὲν τὸν
[p. 11.591]
[l. 1] στύφοντα χυλὸν ἐμβάλλοντες, ἐνίοτε δὲ τὸν γλυκὺν, ἢ πικρὸν,
[l. 2] ἢ ἁλυκὸν, ἢ δριμὺ, ἤ τινα ἕτερον τῶν ἐναντίων,
[l. 3] ἐνίοτε δ’ ἴσους ἀμφοτέρους, οὕτως ἐγχωρεῖ καὶ τὴν φύσιν
[l. 4] ἐν δένδροις καὶ θάμνοις καὶ πόαις καὶ ζώοις καὶ κατ’ αὐτὴν
[l. 5] τὴν γῆν μιγνύναι τοὺς ἐναντίους χυμοὺς ἢ τοῖς ὄγκοις ἢ
[l. 6] ταῖς δυνάμεσιν. ἔστι δ’ ὅτε καὶ τὸν ἕτερον ἐπικρατέστερον,
[l. 7] ὥστε καὶ τὰς ἐνεργείας αὐτῶν ἐν μὲν ταῖς ἴσαις μίξεσιν
[l. 8] ὁμοίας ὑπάρχειν, ἐν δὲ ταῖς ἀνίσοις διαφερούσας. μὴ τοίνυν,
[l. 9] ὥσπερ εἴρηται καὶ πρόσθεν, ἤδη ταὐτὸν εἶναί τις ὑπολαμβανέτω
[l. 10] περί τε στύφοντος χυλοῦ διαλέγεσθαι καὶ περὶ
[l. 11] στύψεως αὐτῆς. ἡ μὲν γὰρ στύψις ἓν ἁπλοῦν νοεῖται
[l. 12] πρᾶγμα, τὸ δὲ στῦφον σῶμα διττόν ἐστιν, ὥσπερ καὶ
[l. 13] θερμαῖνον, τὸ μὲν ἁπλοῦν καὶ ἄκρον, οἷόν περ τὸ πῦρ, τὸ
[l. 14] δ’ ἐπικρατείᾳ θερμότητος, οἷον τὸ αἷμα. καὶ στῦφον ἤδη
[l. 15] τὸ μέν ἐστιν ἄκρον, οἷον εἰ τύχοι στυπτηρία καὶ μελαντηρία
[l. 16] καὶ κικὶς καὶ ῥοῦς, τὸ δὲ τῷ μετέχειν τι καὶ τῆς
[l. 17] στυφούσης ποιότητος, οἷον ἄπιόν τε καὶ οἶνος καὶ μῆλον
[p. 11.592]
[l. 1] καὶ ῥόδον. ὀλίγιστον γὰρ τὸ στῦφον ἐν πολλαπλασίῳ τῷ
[l. 2] μὴ τοιούτῳ μέμικται κατὰ τὸ ῥόδον, ὥστε καὶ τῆς στύψεως
[l. 3] ἔργα βραχέα κατὰ λόγον ἐστὶν, ἄχρι τοῦ μὴ διαλύεσθαι τῶν
[l. 4] ὁμιλούντων αὐτῷ σωμάτων τὸν τόνον, ὑπὸ τῆς ἐν τῷ ῥόδῳ
[l. 5] χαλαστικῆς δυνάμεως. οὐδὲν οὖν θαυμαστὸν ἄκος αὐτὸ
[l. 6] φλεγμονῶν ὑπάρχειν καὶ μάλιστα ἐν ἐπιδόσει τε καὶ αὐξήσει,
[l. 7] μᾶλλον δὲ καὶ ἀρχομένων ἔτι.
[l. 8] Τὸ δὲ ῥόδινον, ὡς ἂν ἐλαίου τε καὶ ῥόδου
[l. 9] μεταξὺ τὴν φύσιν ὑπάρχον ἐν ταῖς αὐξήσεσι τῶν φλεγμονῶν,
[l. 10] ἄριστον εἶναι φάρμακον. αὐτὸ μὲν γὰρ τοὔλαιον ἐν ταῖς
[l. 11] ἀκμαῖς τῶν φλεγμονῶν χρηστὸν, ὡς ἥ τε πεῖρα δείκνυσι κᾀν
[l. 12] τοῖς τῆς θεραπευτικῆς 13.76. μεθόδου γράμμασιν ἐροῦμεν τὴν
[l. 13] αἰτίαν. τὸ δὲ ῥόδινον ἐν τῷ μεταξὺ τῶν ἁπλῶν, ἐξ ὧν ἐγένετο
[l. 14] κερασθὲν, ἐν τῷ μεταξὺ καιρῷ τὴν ὠφέλειαν ἐπιδείκνυται.
[l. 15] κατὰ μὲν γὰρ τὰς ἀρχὰς ἀποκρούεσθαι χρὴ μᾶλλον καὶ στέλλειν
[l. 16] τὰς ἐπιῤῥοὰς, κατὰ δὲ τὰς ἀκμὰς ἀδήκτως διαφορεῖν,
[l. 17] κατὰ δὲ τὰς ἐπιδόσεις ἀποκρούεσθαί τε ἅμα καὶ διαφορεῖν,
[l. 18] ὃ χωρὶς μὲν τῶν προειρημένων λογισμῶν ἀκούσας τις ἴσως
[p. 11.593]
[l. 1] ἀπιστήσειεν. νυνὶ δ’ οὐκ οἶδα εἴ τις οὕτως ἐστὶν ἐνεὸς ὡς
[l. 2] μήπω πεπεῖσθαι τῷ λόγῳ. καὶ γὰρ τὰς ἐνδείξεις ἐν ταῖς
[l. 3] ἀναβάσεσι τῶν φλεγμονῶν ἀναγκαῖον ἐναντίας ὑπάρχειν.
[l. 4] ἀθρόως γὰρ ἀπὸ τῶν στυφόντων καὶ συναγόντων τὴν οὐσίαν
[l. 5] ἐπὶ τὰ χαλῶντα καὶ χέοντα μεταβαίνειν ἄτοπον, ἔν τε τῷ
[l. 6] μεταξὺ τῆς ἀκμῆς τε καὶ ἀρχῆς αὐξανομένων ἔτι τῶν νοσημάτων
[l. 7] οὔθ’ ἁπλῶς ἀποκρούεσθαι δίκαιον, ὡς ἐν ἀρχαῖς;
[l. 8] οὔτ’ ἤδη διαφορεῖν, ὡς ἐν ἀκμαῖς, ἀλλ’ ὥσπερ ἡ κατάστασις
[l. 9] τοῦ πάθους μέση τῶν ἐναντίων ἐστὶν, οὕτω χρὴ καὶ τὴν
[l. 10] ἴασιν μέσην εἶναι, μήτε στύφουσαν, ὡς ἐν ταῖς ἀρχαῖς, μήτε
[l. 11] διαφοροῦσαν, ὡς ἐν ταῖς ἀκμαῖς. καὶ δὴ ἅπαν τὸ μέσον ἐκ
[l. 12] τῶν ἐναντίων μικτόν ἐστιν, ἤτοι δι’ ὅλων ἀλλήλοις κεραννυμένων
[l. 13] αὐτῶν, ἢ κατὰ σμικρὰ μόρια, καὶ τὴν αἴσθησιν ἐκφεύγοντα
[l. 14] τῶν παρακειμένων. εἴτ’ οὖν οὕτως εἴτ’ ἐκείνως βούλει
[l. 15] κεκρᾶσθαι τὸ ῥόδινον ἐκ τῶν ἐναντίων, ἐμοὶ μὲν οὐδὲν διαφέρει,
[l. 16] δείκνυται γὰρ ἑκατέρως 2.38. τὸ προκείμενον. οἶδα δὲ
[l. 17] ὅτι τοῖς περὶ τούτων λογισμοῖς ἅπασιν, οἷς τε ὁ Θεόφραστος
[p. 11.594]
[l. 1] ἔγραψε καὶ οἷς ἡμεῖς ἐν ὅλῃ τῇδε τῇ πραγματείᾳ λέγομεν, ἐπὶ
[l. 2] πλέον ὁμιλήσας, εὑρήσεις τὸν δεύτερον τρόπον τῆς μίξεως.
[l. 3] καὶ μὴν καὶ τὸ δύεσθαι κατὰ τοῦ βάθους καὶ μᾶλλον ὑγραίνειν
[l. 4] ἐλαίου τὰ ξηρὰ τῶν σωμάτων ὑπάρχει τῷ ῥοδίνῳ. καί
[l. 5] τινας οἶμαι τεθεᾶσθαί σε πολλάκις ἀνατρίβοντας ῥοδίνῳ τὰς
[l. 6] πυκνὰς τῶν δερματίνων ἐφεστρίδων. ἔλαιον γὰρ καὶ ὑδρέλαιον
[l. 7] οὐ τέγγει καλῶς αὐτὰς ἁδρομερέστερον ὑπάρχον ἢ ὡς
[l. 8] εἴσω δύεσθαι δύνασθαι· τῷ δὲ ῥοδίνῳ συμβέβηκεν πρὸς τοῖς
[l. 9] ἄλλοις οἷς ἔχει καὶ τὴν στύψιν ὀλίγην οὖσαν οὐ σμικρὰ συντελεῖν
[l. 10] εἰς τοῦτο. τὰ μὲν γὰρ σφοδρῶς αὐστηρὰ καὶ στρυφνὰ,
[l. 11] πυκνοῦντα τὴν ἔξωθεν ἐπιφάνειαν εὐθὺς ἅμα τῷ προσπίπτειν
[l. 12] αὐτῇ κωλύει τὰς ὑγρότητας εἴσω φέρεσθαι. τὰ δ’ ἐπ’
[l. 13] ὀλίγον μὲν στύφοντα, τὸ πλεῖστον δ’ ἐν αὐτοῖς ἔχοντα λεπτομεροῦς
[l. 14] τε ἅμα καὶ χλιαρᾶς οὐσίας, οὐχ ὅπως οὐ κωλύεται
[l. 15] πρὸς τῆς στύψεως ἐγκαταβαίνειν τῷ βάθει τῶν πλησιαζόντων
[l. 16] σωμάτων, ἀλλὰ καὶ συνεργεῖται μᾶλλον ἐπωθούμενα πρὸς
[l. 17] αὐτῆς. ὅσα μὲν γὰρ ἁπλῶς ἐστι λεπτομερῆ καὶ θερμὰ, διαφορεῖ
[p. 11.595]
[l. 1] μᾶλλον ἐκ τῶν σωμάτων οἷς πλησιάζει τὰς ὑγρότητας
[l. 2] καὶ οὐ προστίθησιν ἑτέρας. ὅσα δὲ παχυμερῆ τε ἅμα καὶ
[l. 3] ψυχρὰ, τὴν ἀρχὴν οὐδ’ εἰσάγειν οὐδεμίαν ὑγρότητα πέφυκεν.
[l. 4] ἐν οἶς δ’ ἐστὶν ὑγρότης χλιαρά τε ἅμα καὶ λεπτομερὴς, ταῦτ’
[l. 5] οὐδὲν κωλύει διὰ μὲν τὸ λεπτομερές τε ἅμα καὶ χλιαρὸν
[l. 6] τῆς οὐσίας ἑτοίμως κινούμενα διεξέρχεσθαι τοὺς πόρους
[l. 7] τῶν κινουμένων σωμάτων. ὅτι δὲ οὐχ ἱκανῶς θερμαίνει
[l. 8] δῆλον ἐκ τοῦ τὴν ὑπάρχουσαν αὐτοῖς ὑγρότητα μὴ διαφορεῖν.
[l. 9] εἰ δὲ πρὸς τῷ τοιαῦτα τυγχάνειν ὄντα καὶ βραχείας τινὸς
[l. 10] μετέχει στύψεως, οἵας ἐπωθεῖν τε καὶ πρὸς τὸ βάθος ὅσον
[l. 11] ἔφθασεν εἰσδῦναι τοῖς πόροις λεπτομερὲς, σφίγγειν τέ πως
[l. 12] καὶ πυκνοῦν τὴν ἔξωθεν ἐπιφάνειαν, πάντων ταῦτα τῶν
[l. 13] ὑγραινόντων ἄριστα δραστήρια. ἡ μὲν γὰρ στύψις ἀποκλείειν
[l. 14] φθάνουσα τοὺς πόρους, 13.77. εἰς ἑαυτήν τε συνάγουσα καὶ
[l. 15] πιλοῦσα τὴν πλησιάζουσαν οὐσίαν, ἐμποδὼν ἵσταται τοῖς
[l. 16] τέγγειν πεφυκόσιν. ἡ δὲ οὕτως ἀσθενὴς, ὡς ἐν τῷ ῥοδίνῳ
[l. 17] νικωμένη μᾶλλον ἢ νικῶσα, φθάσαι μὲν οὐχ οἵα τέ ἐστι τὰ
[p. 11.596]
[l. 1] λεπτομερῆ καὶ λεπτὰ τοῦ ῥοδίνου μόρια, δυνόντων δ’ εἰς τὸ
[l. 2] βάθος ἐκείνων ἐνεργεῖν ἄρχεται περὶ τὴν ἐκτὸς ἐπιφάνειαν,
[l. 3] πιλοῦσα καὶ συνάγουσα καὶ πυκνοῦσα καθ’ ὅσον οἵα τέ ἐστιν.
[l. 4] ἐξ ὧν ἀνάγκη προωθεῖσθαι μὲν εἴσω τὰ φθάσαντα τοῖς πόροις
[l. 5] εἰσδῦναι σμικρομερῆ σώματα, κωλύεσθαι δὲ ἔξω παλινδρομεῖν
[l. 6] ἀποκλεισθέντων τῶν πόρων.
[l. 7] Εἰς δὲ δὴ τὰ τοιαῦτα τῶν ἔργων καὶ ἡ
[l. 8] τῶν ἡμετέρων σωμάτων ἔμφυτος θερμότης οὐ σμικρὰ συνεργάζεται.
[l. 9] καὶ γὰρ εἴσω τε πρὸς ἑαυτὴν ἐπισπᾶται καὶ λεπτύνει
[l. 10] καταθραύουσα ταύτῃ καὶ τὰ φύσει ψυχρὰ φάρμακα, τὰ
[l. 11] δηλητήρια καλούμενα, κώνειον καὶ μήκων καὶ ὑοσκυάμου
[l. 12] σπέρμα καὶ μανδραγόρας καὶ ὅσα ἄλλα τοιαῦτα, θᾶττόν τε
[l. 13] καὶ μᾶλλον ἐν ταῖς θερμαῖς φύσεσιν ἐνεργεῖ. καί σοι καὶ
[l. 14] τοῦτο τῶν ἀπόρων ὑποληφθὲν ἓν εἶναι προβλημάτων, εἰ μὴ
[l. 15] ῥαθύμως προσέχοις τοῖς λεγομένοις, ἑτοίμως ἕξει τὴν λύσιν.
[l. 16] εἰ γὰρ δὴ τὸ μὲν ἀποκτεῖναι τοῖς τοιούτοις ἀδύνατον, εἰ μὴ
[l. 17] καὶ τὴν καρδίαν αὐτὴν καταψύξαιεν, εἴσω δήπου βαδίζειν
[p. 11.597]
[l. 1] αὐτὰ χρὴ καταθραυόμενα καὶ λεπτυνόμενα. τοῦτο δ’ ἐκ μὲν
[l. 2] τῆς οἰκείας οὐκ ἔχει φύσεως, ἁδρομερῆ τε γάρ ἐστι καὶ
[l. 3] δυσκίνητα καὶ τὴν εἰς λεπτὰ τομὴν καὶ πρόσω φορὰν ἐξ
[l. 4] αὐτῶν οὐκ ἄν ποτε σχόντα, ἐπικτήτου τέ τινος δεῖται
[l. 5] θερμότητος, τεμνούσης καὶ λεπτυνούσης καὶ καταθραυούσης
[l. 6] εἰς μικρὰ καὶ οἷον ποδηγούσης τε καὶ παραγούσης, εἰς τοὺς
[l. 7] κατὰ λεπτὸν πόρους ἁπάντων τῶν μορίων. ἔστ’ ἂν οὖν
[l. 8] ἀπορῇ τοιαύτης, μέλλει καὶ βραδύνει, τοῖς τε μεγάλοις τῶν
[l. 9] πόρων ἰσχόμενα καὶ ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις οἷον
[l. 10] ἐννηχόμενα καί που τί κᾀν τῷ χρόνῳ κατὰ τὴν πολλὴν
[l. 11] ἄλην ὑπὸ τῶν ἐν αὐταῖς χυμῶν ἀντιπάσχοντα. δέδεικται
[l. 12] γὰρ ἤδη πολλάκις ὡς εἰς ἀλλήλας αἱ ποιότητες πᾶσαι
[l. 13] δρῶσι κατά τι καὶ λίθος ἔπαθεν ὑπὸ συνεχοῦς πληγῆς
[l. 14] ὕδατος σταλαγμοῦ καὶ ξίφος ἠμβλύνθη τέμνον κηρὸν, ἐπιδέδεικταί
[l. 15] τε τὰς ἐν τοῖς ζώοις ἐνεργείας ὑπὸ τῶν στερεῶν
[l. 16] σωμάτων ἐν αὐτοῖς γίγνεσθαι, ἐπειδὰν μηδέπω ταῦτ’ ᾖ
[l. 17] κατεψυγμένα πρὸς τῶν ψυχόντων φαρμάκων, ἀναγκαῖόν
[p. 11.598]
[l. 1] ἐστι περιεῖναι τῷ ζώῳ· οὐ καταψύχεται δὲ πρὶν εἰς τοὺς
[l. 2] οἰκείους αὐτῶν πόρους ἐνδῦναι. τοῦτο δ’ ἐξ αὐτῶν οὐχ
[l. 3] ὑπάρχει τοῖς ἁδρομερέσι καὶ ψυχροῖς φαρμάκοις, εἰ μὴ
[l. 4] τύχῃ τοῦ ποδηγοῦντος. ποδηγεῖ δὲ ὡς τὸ μὲν πρῶτον
[l. 5] αἴτιον ἡ ὁλκὴ τῶν ἀρτηριῶν. ἐδείχθησαν γὰρ ἐν τῷ διαστέλλεσθαι
[l. 6] πᾶν ἕλκουσαι τὸ πλησιάζον, ὡς δὲ τὸ δεύτερόν
[l. 7] τε καὶ ὑλικὸν ἡ λεπτομέρεια τῆς οὐσίας, ἣν ἐξ ἑαυτῶν
[l. 8] οὐκ ἔχοντα τὰ ψυχρότερα καὶ παχυμερέστερα φάρμακα,
[l. 9] δεῖται τῶν παρεξόντων. ὅσα τοίνυν ἐστὶ τῶν σωμάτων
[l. 10] ψυχρὰ ταῖς κράσεσι, τήν θ’ ὁλκὴν τῶν ἀρτηριῶν ἀσθενεστέραν
[l. 11] ἔχει ταῦτα τῶν θερμῶν, ἐδείχθη γὰρ καὶ τοῦτο,
[l. 12] καταθραύειν ταχέως εἰς μικρὰ τὰς τῶν φαρμάκων οὐσίας
[l. 13] ἀδυνατεῖ. κᾀκ τούτου βραδῦνον τὸ φάρμακον ἐν τῷ χρόνῳ
[l. 14] τι καὶ αὐτὸ πάσχειν εἰκὸς, ὥστ’ ἔστιν. ὅτε καὶ πεφθῆναι·
[l. 15] καθάπερ καὶ ὁ τῆς θριδακίνης χυλός. ἐν γὰρ τῷ χρόνῳ
[l. 16] καὶ οὗτος πέττεται· 13.78. φθάσας δὲ εἰς τὴν καρδίαν ἀκραιφνὴς
[l. 17] ἐξικέσθαι παραπλησίως ἀναιρεῖ κωνείῳ. πάσχουσι δὲ
[l. 18] τοῦτο καὶ οἱ ἄλλοι πάντες σφοδρῶς ψύχοντες χυλοί. εἰ
[p. 11.599]
[l. 1] γὰρ μὴ δυνηθεῖεν ἐν τάχει διαφθεῖραι, τοὐντεῦθεν ἤδη παντάπασιν
[l. 2] ἄπρακτοι καθίστανται. τοῖς δὲ κατὰ διάβρωσίν τε
[l. 3] καὶ σῆψιν ἀναιροῦσιν ἰσχυροῖς ὑπάρχει γίγνεσθαι χρονίζουσι.
[l. 4] σήπεται γὰρ ἐν τῷ χρόνῳ πάντα καὶ ἔτι μᾶλλον ἐν ὑγρῷ
[l. 5] καὶ θερμῷ χωρίῳ. δεόντως οὖν οἷς μὲν ἐκ τοῦ ψύχειν ἡ
[l. 6] βλάβη, τὸ τάχος τῆς ἐνεργείας εἰς ὄλεθρον συντελεῖ. θερμαινόμενα
[l. 7] γὰρ τῷ χρόνῳ τὴν δύναμιν ᾗ τὸ δρᾷν εἶχεν ἀπόλλυσιν.
[l. 8] οἷς δ’ ἐκ τοῦ σήπεσθαι τὸ δρᾷν ἐστιν, αὐξάνει τὴν
[l. 9] ἐνέργειαν ὁ χρόνος, ὅτι καὶ τὴν σῆψιν. ἀπολέσθαι μὲν γὰρ
[l. 10] ζῶον οὐκ ἐγχωρεῖ οὐδὲν, ἄνευ τοῦ παύσασθαι τὴν καρδίαν
[l. 11] ἐνεργοῦσαν, οὐκ ἐνδέχεται δὲ παύσασθαι ταύτην ἄνευ μεγίστης
[l. 12] τινὸς δυσκρασίας. οὐ γὰρ δὴ ἁπλῶς θερμοτέρα τοῦ
[l. 13] δέοντος εἰς ὅσον ἔτυχεν ἢ ψυχροτέρα γεννηθεῖσα παύσεται
[l. 14] κινουμένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ εἰ ξηρὰ μετρίως
[l. 15] ἢ ὑγρὰ γένοιτο. χεῖρον μὲν γὰρ ἐνεργήσει διὰ τὰς τοιαύτας
[l. 16] δυσκρασίας, ἀκίνητος δὲ οὐκ ἔσται, πρὶν ἐξαίσιόν τινα θερμασίαν,
[l. 17] ἢ ψύξιν, ἢ τῶν ἄλλων τινὰ τῶν δραστικῶν ποιοτήτων
[l. 18] ἀναδέξασθαι. παραπλήσιον δέ τι συμβαίνει τοῖς κατὰ ψύξιν
[p. 11.600]
[l. 1] ἀναιροῦσι φαρμάκοις, ὅταν ἐν τῷ πρὸς μὲν καρδίαν ἔρχεσθαι
[l. 2] βραδύνῃ, τῷ πολλάκις ἐπὶ τῶν ὑγρῶν τε καὶ χλωρῶν ξύλων
[l. 3] γιγνομένῳ. καὶ γὰρ καὶ ταῦτα, πολλὰ μὲν ἀθρόως ἐπιτιθέντα
[l. 4] τῷ πυρὶ κατασβέννυσιν ἐν τάχει, περιτεθέντα δ’ ἐν κύκλῳ
[l. 5] πάντα καὶ προξηρανθέντα καὶ προθερμανθέντα, κᾄπειτα
[l. 6] τιθέμενα κατ’ ὀλίγον, οὐ μόνον οὐ κατασβέννυσιν, ἀλλὰ καὶ
[l. 7] τροφὴ γίγνεται τοῦ πυρός. οὕτως οὖν καὶ τὸ κώνειον ἄνθρωπον
[l. 8] μὲν ἀναιρεῖ, τῇ τε τῶν πόρων εὐρύτητι καὶ τῷ πλήθει
[l. 9] τῆς θερμότητος καὶ τῇ ῥώμῃ τῆς τῶν ἀρτηριῶν ὁλκῆς,
[l. 10] ἰσχυρὸν ἔτι πρὸς τὴν καρδίαν ἀφικνούμενον. οὐκ ἀναιρεῖ δὲ
[l. 11] τοὺς ψάρας, ἐπὶ τοῖς ἐναντίοις αἰτίοις ἐπεχόμενόν τε καὶ
[l. 12] βραδῦνον2.39. καὶ φθάνον ἐν τῷ χρόνῳ προπέττεσθαι καὶ
[l. 13] προπαρασκευάζεσθαι, καθάπερ ἑστίᾳ τινὶ τῇ καρδίᾳ προθερμαινόμενον,
[l. 14] ὡς ἔξω τὸ ξύλον ὥστε οὐδὲ τοῦτο θαυμαστὸν
[l. 15] οὐδὲ ἄπορον, ἀλλ’ οἷόν τι καὶ ταῖς θριδακίναις
[l. 16] ὑπάρχει. τρέφουσι γὰρ αὗται τοὺς ἀνθρώπους ἐσθιόμεναι
[l. 17] συμμέτρως. εἰ δὲ καὶ θλίψας αὐτῶν τὸν χυλὸν, καταῤῥοφήσειέ
[l. 18] τις δαψιλῆ, τὸν αὐτὸν τρόπον τεθνήξεται τοῖς τὸ κώνειον,
[p. 11.601]
[l. 1] ἢ μηκώνειον προσενεγκαμένοις. ὡς οὖν ἡ θριδακίνη, φθάσασα
[l. 2] μὲν ἀποψῦξαι τὴν καρδίαν ἀναιρεῖ, πεφθεῖσα δὲ
[l. 3] τροφὴ γίνεται τοῦ ζώου, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον
[l. 4] καὶ τὸ κώνειον ἄνθρωπον μὲν ἀνειρεῖ τῷ φθάνειν, ψάρας
[l. 5] δὲ τρέφει τῷ βραδύνειν. ἀναιρήσει δὲ οὐδὲ ἄνθρωπον, ἂν
[l. 6] ὀλίγον ληφθείη. καὶ τοῦτο καὶ ἡ Ἀττικὴ γραῦς ἔδειξεν, ἧς
[l. 7] ἅπαντες μνημονεύουσιν, ἀπ’ ἐλαχίστου μὲν ἀρξαμένη κωνείου,
[l. 8] προελθοῦσα δὲ ἀλύπως ἐπὶ πλῆθος ἱκανόν. ἐξ ἀρχῆς
[l. 9] μὲν γὰρ ἐνικήθη τὸ βραχὺ δι’ αὐτὴν τὴν ὀλιγότητα, τῷ δὲ
[l. 10] ἐθισμῷ σύμφυτον ἐγένετο. καὶ οὐ νῦν καιρὸς ἀποδιδόναι
[l. 11] τὴν αἰτίαν τοῦ πλεῖστον δύνασθαι τὰ ἔθη καὶ φύσεις ἐπικτήτους,
[l. 12] ὥσπερ οὖν εἴρηται πρὸς τῶν παλαιῶν ὑπάρχειν.
[l. 13] οὕτω γὰρ ἄν μοι τὸ πάρεργον μεῖζον τοῦ ἔργου γένοιτο,
[l. 14] πρὸς τῷ καὶ γεγράφθαι κατὰ μόνας ὑπὲρ αὐτοῦ. συνάπτειν
[l. 15] δὲ χρὴ καὶ περαίνειν τὸν ἐνεστῶτα λόγον.
[l. 16] 13.79. Τῶν τοίνυν ἀναιρούντων κατὰ ψύξιν
[l. 17] φαρμάκων οὐδὲν ὑπάρχει τῷ γένει δηλητήριον, ἀλλὰ
[p. 11.602]
[l. 1] τῷ ποσῷ μόνον. ἐπὶ δέ γε τῶν διαβιβρωσκόντων τε καὶ σηπόντων
[l. 2] καὶ θερμαινόντων οὐχ ὡσαύτως ἔχει. ἀλλὰ περὶ
[l. 3] μὲν τούτων ὀλίγον ὕστερον ἐροῦμεν. ὅσα δὲ τῷ ψύχειν ἀναιρεῖ,
[l. 4] ταῦτα οὐκ ἀναιρήσει σμικρὰ τῷ πλήθει ληφθέντα, καθάπερ
[l. 5] οὐδ’ εἰ πολλῇ φλογὶ βραχὺ καταχέεις ὕδωρ, ἢ ξύλον ἓν
[l. 6] ἐπιθείης ὑγρόν τε καὶ χλωρόν. ὥσπερ γὰρ εἰ μὴ θερμασίαν
[l. 7] ἔχοι δαψιλῆ, καταθραύουσάν τε καὶ ποδηγοῦσαν αὐτὸ μέχρι
[l. 8] τῆς καρδίας, ἀδύνατον ἀναιρεῖν ἐστιν, οὕτως εἰ τὸ καταθραῦον
[l. 9] αὐτὸ καὶ ποδηγοῦν ἰσχυρότερον εἴη πολλῷ, τελέως ἐκνικήσει
[l. 10] καὶ μεταβαλεῖ καὶ τροφὴν ποιήσει αὑτῷ τὸ φάρμακον.
[l. 11] Εὐθὺς μὲν οὖν ἐν τῷδε κᾀκείνου μεμνῆσθαι
[l. 12] χρὴ, τοῦ καὶ τὰ ψυχρὰ τῇ φύσει φάρμακα δεόντως ὑπὸ τῶν
[l. 13] ἀρχαίων εἰρῆσθαι δυνάμει ψυχρά. λαμβάνει γάρ πως καὶ
[l. 14] ταῦτα τὸ ψύχειν ἐξ ἡμῶν, ὥσπερ καὶ τὸ θερμαίνειν τὰ θερμά.
[l. 15] εἰ δὲ καθ’ ἕτερον μὲν ἐκεῖνα, καθ’ ἕτερον δὲ καὶ ταῦτα τρόπον,
[l. 16] οὐδὲν διαφέρει. τὸ γὰρ καθόλου καὶ κοινὸν ἐν ἀμφοτέροις
[l. 17] ταὐτὸν, ἡ ἀρχὴ τῆς ἀλλοιώσεως ἐκ τοῦ μέλλοντος
[l. 18] πάσχειν σώματος εἰς τὸ μέλλον δρᾶσαι φάρμακον. ἀλλοιοῦται
[p. 11.603]
[l. 1] δὲ τὰ μὲν τῇ δυνάμι θερμὰ τῷ θερμαίνεσθαι μόνον ὑφ’
[l. 2] ἡμῶν, τὰ δὲ τῇ φύσει ψυχρὰ τῷ καταθραύεσθαί τε καὶ κίνησιν
[l. 3] προσλαμβάνειν ἐπίκτητον. ἐπεὶ τοίνυν ὡς ψυχροῖς αὐτοῖς
[l. 4] δρᾷν οὐκ ἄνευ τοῦ πάσχοντος σώματος ὑπάρχει, δεόντως
[l. 5] εἴρηται δυνάμει ψυχρά. τὸ γὰρ ἐνεργείᾳ ψύχειν ἡμᾶς οὐκ
[l. 6] ἔχει τελέως ἐξ αὑτῶν, ἀλλὰ πρότερον ὑφ’ ἡμῶν δεῖται παθεῖν,
[l. 7] ἵνα ψύξῃ. τό τε γὰρ εἰς μικρὰ καταθραυσθῆναι καὶ τὸ κίνησιν
[l. 8] ἐπίκτητον προσλαβεῖν πάθη τῶν φαρμάκων ἐστίν. τῷ μέντοι
[l. 9] βουλομένῳ καλεῖν ἐνεργείᾳ ψυχρὰ καὶ τὰ τοιαῦτα συγχωρητέον,
[l. 10] ἐν ὀνόματι λοιπὸν ἐσομένης τῆς διαφωνίας, ἐὰν
[l. 11] ὁμολογῆται τὸ πρᾶγμα. δεῖται γὰρ, ὡς ἄρτι δέδεικταί μοι, τὰ
[l. 12] τοιαῦτα πάντα θερμοῦ σώματος εἰς τὸ δρᾶσαι. καὶ διὰ
[l. 13] τοῦτο καὶ τὸ μηκώνειον καὶ τὸ κώνειον οἴνῳ μιχθέντα θᾶττον
[l. 14] ἀναιρεῖν πέφυκεν, ἀλλ’ οὐκ ἐν ἁπάσῃ συμμετρίᾳ. παμπόλλῳ
[l. 15] μὲν γὰρ ἐλάχιστα κραθέντα κᾂν νικηθείη τελέως·
[l. 16] ὀλίγῳ δὲ πολλὰ ποδηγεῖται μὲν ἐπὶ τὴν καρδίαν, νικᾶσθαι δὲ
[l. 17] οὐ δύναται. εἰ δὲ καὶ φθάνοι μέν τις ἤδη πεπωκὼς ὀπὸν
[l. 18] μήκωνος ὃς ἀναιρεῖν μὲν πέφυκεν, ἔτι δὲ εἴη ζῶν, εὐλόγως
[p. 11.604]
[l. 1] καὶ τοῦτον ἰᾶται ὁ παλαιὸς καὶ πολὺς οἶνος πινόμενος, καὶ
[l. 2] μᾶλλον εἰ τῶν εὐγενῶν εἴη· καὶ γὰρ καὶ θερμαίνει μᾶλλον. ὅτι
[l. 3] μὲν γὰρ οὔπω κατέψυκται σφοδρῶς ἡ καρδία, δῆλον ἐκ τοῦ
[l. 4] ζῇν ἔτι τὸν ἄνθρωπον. ὅτι δὲ πάντως ἐν τῷ βραδεῖ τῆς
[l. 5] ὁδοιπορίας προμεταβέβληταί πως ἤδη τὸ φάρμακον ὑπὸ
[l. 6] τοῦ σώματος, ὥσπερ τὸ χλωρὸν ξύλον ὅταν ἐγγὺς εἴη κείμενον
[l. 7] τοῦ πυρὸς, οὐδὲ τοῦτο ἄδηλον. οἶνος οὖν ἐν τούτῳ
[l. 8] θερμὸς πινόμενος ἄριστον ἴαμα, καὶ ἡμεῖς ἤδη τινὰ κατεψυγμένον
[l. 9] ἐσχάτως ἀνεσώσαμεν οἴνῳ Λεσβίῳ. δύναιτο δ’ ἂν καὶ
[l. 10] Φαλερῖνος καὶ Σουῤῥεντῖνος, Ἀριούσιός τε καὶ Τμωλίτης ὁ
[l. 11] αὐστηρὸς, οἵ τε ἄλλοι πάντες θερμοὶ καὶ ἀκριβῶς οἰνώδεις
[l. 12] οἶνοι τὴν αὐτὴν ἐνέργειαν ἐπιδείξασθαι τῷ Λεσβίῳ. καθόλου
[l. 13] γὰρ ὃς ἂν ᾖ λεπτὸς μὲν 13.80. καὶ διαυγὴς τὴν σύστασιν, κιῤῥὸς
[l. 14] δὲ ἢ ξανθὸς τὴν χρόαν, εὐώδης τε κατὰ τὴν ὀσμὴν, κᾀν
[l. 15] τῷ κεράννυσθαι πλείστου δεόμενος ὕδατος, ἱκανῶς θερμαίνειν
[l. 16] πέφυκε καὶ πάντῃ τοῦ σώματος ῥᾳδίως φέρεσθαι. τοιοῦτος
[l. 17] οὖν οἶνος τῇ φύσει καὶ παλαιὸς τὴν ἡλικίαν, ἀκρατέστερος
[p. 11.605]
[l. 1] κεραννύμενος ἰᾶται καὶ τοὺς ἤδη κατεψυγμένους οὐχ
[l. 2] ὑπὸ μήκωνος ὀποῦ μόνον, ἤ τινος ἄλλου τῶν τοιούτων
[l. 3] ψυχόντων φαρμάκων, ἀλλὰ καὶ τοὺς ἤτοι στομαχικῶς ἢ
[l. 4] καρδιακῶς ἐν νόσοις συγκοπτομένους. ὁ δὲ σὺν αὐτοῖς
[l. 5] τοῖς ψύχουσι φαρμάκοις πινόμενος ὑπὲρ τοῦ θᾶττον ἀναιρεῖν,
[l. 6] οὔτε πολὺς οὗτός ἐστιν οὔτ’ εὐγενὴς, ἀλλ’ ὅσον εἰς τὸ
[l. 7] καταθραῦσαί τε καὶ παραπέμψαι μόνον ἐπὶ τὴν καρδίαν
[l. 8] αὐτὰ τῇ ῥύμῃ τῆς ἀναδόσεως. καὶ περὶ μὲν τούτων ἀρκείτω
[l. 9] ταῦτα.
[l. 10] Ἐπεὶ δὲ καὶ περὶ τῶν κατὰ σηπεδόνα καὶ
[l. 11] διάβρωσιν ἀναιρούντων φαρμάκων ἐρεῖν ὑπεσχόμην, ὡς ἐν
[l. 12] τῷ χρόνῳ χείρω γίγνεται καὶ τῷ γένει φθαρτικὰ τῆς ἡμετέρας
[l. 13] ὑπάρχει φύσεως, οὐχ ὡς τὰ ψύχοντα τῷ πλήθει μόνον, ἤδη
[l. 14] μοι καιρὸς ἂν εἴη καὶ περὶ τούτων εἰπεῖν. καὶ γάρ πως καὶ
[l. 15] συνῆπται κατά τι τοῖς περὶ τῶν δυνάμει θερμαινόντων φαρμάκων
[l. 16] ὁ λόγος αὐτῶν. εἰκὸς μὲν γὰρ εἶναι τά γε πλεῖστα
[l. 17] τῶν τοιούτων ἤδη θερμὰ καὶ κατ’ ἐνέργειαν, ἀλλ’ ἡμᾶς λανθάνειν,
[p. 11.606]
[l. 1] ἢ ὅτι πλείονος αὐτοὶ μετέχομεν θερμασίας ἢ ὅτι
[l. 2] παχυμερὴς αὐτῶν ἐστιν ἡ οὐσία. πάλιν γὰρ τῶν αὐτῶν ἀναμνησθῶμεν,
[l. 3] ὡς ἐν τῷ βαλανείῳ ψυχρὸν ἡμῖν φαίνεται τὸ
[l. 4] οὖρον. ἀναμνησθῶμεν δὲ καὶ ὡς εἰς δεξαμενὴν θερμὴν ἐνίοτε
[l. 5] καταβῆναι μὴ δυνάμενοι, προκαταβάντες εἰς ἑτέραν ἧττον
[l. 6] αὐτῆς θερμὴν, ἀλύπως ἐχρησάμεθα τῇ τέως ἀφορήτῳ φαινομένῃ.
[l. 7] καὶ μὲν δὴ καὶ τὸ πηγαῖον ὕδωρ ἐν χειμῶνι τοῖς μὲν
[l. 8] ψυχρὰς ἔχουσι τὰς χεῖρας φαίνεται χλιαρὸν, τοῖς δὲ ἄλλοις
[l. 9] οὐ φαίνεται τοιοῦτον. καθόλου γὰρ, ὡς καὶ πρότερον ἐλέγετο,
[l. 10] κατὰ τὴν ἑαυτοῦ διάθεσιν ἕκαστον τῶν σωμάτων αἰσθάνεται
[l. 11] τῶν πλησιαζόντων. οὕτω γοῦν ἐὰν μὲν ψυχρὰν ἔχων
[l. 12] τὴν χεῖρα καθήσῃ εἰς σωρὸν πυρῶν, αἰσθήσῃ σαφῶς θερμότητος,
[l. 13] ἐὰν δὲ θερμὴν, οὐκ αἰσθήσῃ· σωρῷ μέντοι κόπρου
[l. 14] περιστερῶν, καὶ μάλιστα τῶν ἀγρίων, κᾂν θερμὴν ἐνθῇς τὴν
[l. 15] χεῖρα, σαφοῦς αἰσθήσῃ θερμασίας. οὕτω δὲ καὶ μίσυ καὶ
[l. 16] χαλκῖτις, ἰός τε καὶ τίτανος καὶ ἕτερα μυρία τῶν τοιούτων,
[l. 17] εἰ σεσωρευμένοις αὐτοῖς ἐμβάλῃς τὴν χεῖρα, παραχρῆμά σοι
[l. 18] φανεῖται θερμά. βῶλον μέντοι λαβὼν ἐξ αὐτῶν τινα, τὴν
[p. 11.607]
[l. 1] ἐκτὸς ἐπιφάνειαν ὑπὸ τοῦ ἐκτὸς καὶ πέριξ ἀέρος κατεψυγμένην,
[l. 2] εὐλόγως οὐδεμιᾶς αἰσθήσῃ θερμότητος. καὶ γὰρ τῶν
[l. 3] κατεψυγμένων αὐτῆς ἅπτῃ μορίων καὶ πρὶν εἰς λεπτὰ καταθραῦσαι.
[l. 4] κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν χειμῶνι πολλάκις,
[l. 5] ἢ φρεατιαῖον ὕδωρ, ἢ ἄλλως πηγαῖον ἐφάνη θερμὸν τοῖς
[l. 6] ἁπτομένοις, ἀλλ’ εἰ προθερμήνας τις τὰς χεῖρας ἅπτοιτο, φανεῖται
[l. 7] ψυχρὸν, ἕτερά τε μυρία τοιαῦτα 2.40. δυνατὸν ἀναμιμνήσκειν
[l. 8] ἐστὶν, ἐξ ὧν οὐκ ἄν τις ἀπιστήσειεν, ὡς τὰ δυνάμει
[l. 9] θερμὰ τῶν φαρμάκων, ὡς πρὸς ἡμᾶς ἑτέρῳ γένει ζώων ἐστὶν
[l. 10] ἐνεργείᾳ θερμά.
[l. 11] 13.81. Τοῦτο μὲν οὖν, οἷον ὁδοῦ τι πάρεργον
[l. 12] λελέχθω. τὰ δ’ ἐν τῷ πλησιάζειν ἡμῖν ἤτοι κατὰ διάβρωσιν,
[l. 13] ἢ κατὰ σῆψιν ἀναιροῦντα, περὶ τούτων γὰρ ἦν ὁ
[l. 14] λόγος, εὐλόγως ὑπείληπται τῷ γένει δηλητήρια τῆς ἀνθρώπου
[l. 15] συστάσεως ὑπάρχειν, οὐχ ὥσπερ τὰ ψύχοντα τῷ ποσῷ
[l. 16] μόνον. ταῦτα μὲν γὰρ καὶ νικᾶταί ποτε καὶ τροφὴ γίγνεται
[l. 17] τοῦ ζώου, τὰ δὲ σηπόμενα κᾂν ἐλάχιστα τοῖς ὄγκοις ληφθῇ,
[l. 18] πάντως διαφθείρεται, τῷ σήπεσθαι μὲν ἅπαντα τὰ σηπτὰ,
[p. 11.608]
[l. 1] θερμαινόμενά τε καὶ ὑγραινόμενα, θερμὸν δὲ εἶναι καὶ
[l. 2] ὑγρὸν τὸ αἷμα. παύσασθαι τοίνυν οὐδέποτε δύναται σηπόμενά
[l. 3] τε καὶ ἀντισήποντα; τὰ σηπεδονώδη φάρμακα. καὶ
[l. 4] διὰ τοῦτο μετὰ πάμπολυν ἔνια χρόνον ἀναιρεῖ τοῦ ληφθῆναι,
[l. 5] καὶ μάλισθ’ ὅσα παχυμερῆ καὶ γεώδη ταῖς οὐσίαις
[l. 6] ἐστίν. ἐνιζάνοντα γὰρ ταῦτα τοῖς σώμασιν ἡμῶν, εἶτα ἐν
[l. 7] τῷ χρόνῳ σηπόμενα, διαβιβρώσκει τε καὶ συνδιαφθείρει τὰ
[l. 8] πλησιάζοντα τοῦ ζώου μόρια.
[l. 9] Τὰ μὲν γὰρ λεπτομερέστερα κᾂν ἐκκριθείη
[l. 10] ποτὲ μετὰ τῶν περιττωμάτων καὶ σχεδὸν διὰ δύο
[l. 11] ταύτας αἰτίας οὐκ ἀνεῖλέ ποτε τῶν κατὰ σηπεδόνα καὶ
[l. 12] διάβρωσιν ἀναιρούντων ἔνια· μίαν μὲν, ἣν νῦν πέπαυμαι
[l. 13] λέγων, ὅταν ἅμα τοῖς περιττώμασιν ἐκκριθέντα τύχῃ, πρὶν
[l. 14] ἀδικῆσαι τὸ σῶμα· τὴν δ’ ἑτέραν, ὅταν εὐτυχήσῃ πως ὁ
[l. 15] λαβὼν αὐτὰ χρώμενος ἐδέσμασιν, ἢ τοῖς ἄλλως ἂν ὠφελήσασιν,
[l. 16] ἤ τινος ἐπιστατοῦντος, εἰ οὕτως ἔτυχεν, ἰατροῦ.
[l. 17] μεγάλης μὲν γὰρ οὔσης τῆς βλάβης ἀπ’ αὐτῶν, οὐκ ἐγχωρεῖ
[p. 11.609]
[l. 1] καταστῆναι, διαίτῃ καὶ χρείᾳ γενναίων τε φαρμάκων
[l. 2] καὶ ἰατροῦ βοηθοῦντος. εἰ δὲ παντελῶς ὀλίγον εἴη τὸ δηλητήριον,
[l. 3] ἐνδέχεται καὶ τοῦτο μηδὲν ἀνύσαι τῷ γε μετὰ
[l. 4] τῶν περιττωμάτων ἐκκριθῆναι καὶ τῇ δεούσῃ διαίτῃ χρήσασθαι
[l. 5] τὸν ἄνθρωπον, οἷον εἰ κανθαρίδος εἴη μέρος ἑκατοστὸν
[l. 6] τῆς δραχμῆς. ἐκκριθήσεται γὰρ ἅμα τοῖς οὔροις τοῦτο
[l. 7] πρὶν ἀδικῆσαι τὸ ζῶον. ἀμέλει καὶ μίγνυται κανθαρίδος
[l. 8] οὐρητικοῖς φαρμάκοις, ὥσπερ καὶ πλείστων ἄλλων θανασίμων
[l. 9] τοῖς ἀλεξιφαρμάκοις. καὶ τά γε τοιαῦτα τῶν συνθέτων
[l. 10] φαρμάκων ὅταν ἐπιτηδείως μιχθῇ, δραστικώτατα γίνεται,
[l. 11] καθάπερ καὶ τὸ διὰ τῆς κανθαρίδος οὐρητικόν. ἔστι
[l. 12] μὲν γὰρ πως καὶ ἄλλως ἡ ὁρμὴ ταῖς κανθαρίσιν ἐπὶ
[l. 13] κύστιν δι’ οὔρων, οὕτω γοῦν αὐτὴν ἕλκουσιν ἀναβιβρώσκουσαι.
[l. 14] ἀλλ’ ὅταν ὀλίγον αὐτῶν πολλοῖς χρηστοῖς μίγνυται,
[l. 15] ποδηγεῖ μὲν ἐκεῖνα, διαβιβρώσκειν δὲ οὐ δύναται. δεῖ γὰρ,
[l. 16] οἶμαι, παντὶ τῷ δράσοντι, κᾂν ἰσχυρότατον ᾖ, ποσοῦ
[l. 17] τινος μεγέθους, ὅπου γε καὶ τὸ πῦρ, εἰ παντελῶς ἐλάχιστον
[p. 11.610]
[l. 1] εἴη, πρὸς τῷ μὴ καίειν οὐδὲ θερμαίνειν δύναται. τὸ γοῦν
[l. 2] ἑκατοστὸν μέρος τοῦ σπινθῆρος ἀναίσθητον ἡμῖν ἐστιν. ἐξ
[l. 3] ὧν ἁπάντων εὔδηλον ὡς ὅσα μὲν τῷ ψύχειν ἀναιρεῖ βραχέα
[l. 4] ληφθέντα 13.82. δύναιτ’ ἂν θρέψαι τὸ σῶμα, καθάπερ
[l. 5] καὶ ὁ τῆς θριδακίνης χυλὸς, ὅσα δὲ τῷ διαβιβρώσκειν, ἢ
[l. 6] σήπειν, οὐχ οἷά τε τρέφειν ἐστὶν οὐδ’ ἂν ὑπὸ σμικρότητος
[l. 7] ἀλύπως διεξέλθῃ τὸ σῶμα. τῷ γένει γάρ ἐστι τὰ τοιαῦτα
[l. 8] τῆς ἀνθρώπου συστάσεως ἐναντία.
[l. 9] Καθάπερ ἐπὶ τῶν χυλῶν ἔμπροσθεν
[l. 10] εἴπομεν, ὡς σχεδὸν οὐδεὶς αὐτῶν ἐστιν ἄμικτος ἀλλοτρίας
[l. 11] ποιότητος, ἀλλὰ κᾀν δένδροις κᾀν ταῖς πόαις κᾀν τοῖς
[l. 12] καρποῖς ἀναμεμιγμένοι τοῖς ἑτερογενέσιν εἰσὶν, οὕτω χρὴ
[l. 13] νοῆσαι κᾀν τοῖς φαρμάκοις ἀναμεμίχθαι πολλῶν ἑτερογενῶν
[l. 14] οὐσίας. εὕροις γὰρ ἂν, εἰ λογίζοιο, κόκκον Κνίδιον
[l. 15] διαφέροντα κνίκου τῷ πλείστης μετέχειν θερμότητος. τὴν
[l. 16] μὲν γὰρ ὁμοιότητα τῶν οὐσιῶν ἀμφοτέρων ἔνεστί σοι καὶ
[l. 17] διὰ τῆς ἁφῆς καὶ τῆς ὄψεως καταμαθεῖν. καὶ τρίτον ἐπὶ
[l. 18] τούτοις, ὡς ἔστιν ἀμφότερα φλέγματος ἀγωγά. δέδεικται
[p. 11.611]
[l. 1] γὰρ ἡμῖν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡς
[l. 2] οἰκειότητι τῶν ἐν ταῖς οὐσίαις ποιοτήτων αἱ ὁλκαὶ συντελοῦνται.
[l. 3] μέμικται μὲν γὰρ θερμότητος ἱκανῆς τῷ κόκκῳ
[l. 4] καὶ ταύτῃ τοῦ κνίκου διαφέρει. καὶ διὰ τοῦτο ἔνια τῶν
[l. 5] καθαρτικῶν φαρμάκων, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν
[l. 6] πρὸς τῷ μηδὲν βλάπτειν τὸ σῶμα καὶ τροφὴ γίνεται τοῦ
[l. 7] ζώου, τὰ δὲ εἰς τὸ φθαρτικόν τε καὶ δηλητήριον ἐκτρέπεται.
[l. 8] πάντως μὲν γὰρ ὁμοιότητά τινα ἔχει τὸ καθαῖρον
[l. 9] φάρμακον ἑνί γέ τῳ τῶν ἐν ἡμῖν χυμῶν, οὐκ ἐξ ἅπαντος
[l. 10] δὲ ἐπιμέμικταί τις αὐτῷ δηλητήριος δύναμις, ὥστ’ οὐδ’ ἐξ
[l. 11] ἅπαντος ἀδικήσει μὴ καθᾶραν, ἀλλὰ πεφθήσεταί τε καὶ
[l. 12] γεννήσει τοιοῦτον χυμὸν οἵου περ ἦν ἑλκτικόν.
[l. 13] Οὐκ ἀγνοῶ δὲ ὅτι τοῖς τοιούτοις λόγοις
[l. 14] ἱκανῶς ἀκολουθεῖν οὐκ ἐγχωρεῖ μὴ προγεγυμνασμένους ἐν
[l. 15] τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ἐδείχθησαν γὰρ
[l. 16] ἐν ἐκείνοις ὡς ἐν οἰκειότητι ποιοτήτων ὁλκαὶ πλεῖσται
[l. 17] γίνονται, καὶ διὰ τοῦτο καὶ τῶν τοῦ ζώου μορίων ἕκαστον
[p. 11.612]
[l. 1] εἰς ἑαυτὸν τὴν οἰκείαν ἐπισπᾶται τροφήν. ἕπεται δὲ τῷ
[l. 2] δόγματι τούτῳ καὶ τὰ καθαίροντα φάρμακα τοῖς μὲν
[l. 3] ἑλκομένοις χυμοῖς ὑπάρχειν οἰκεῖα, δραστικώτερα δέ πως
[l. 4] εἶναι τὰ ἕλκοντα, καθάπερ καὶ ἡ Μαγνῆτις λίθος τοῦ
[l. 5] σιδήρου. σιδηρίζει μὲν γὰρ καὶ αὐτὴ κᾀν τοῖς τοῦ σιδήρου
[l. 6] μετάλλοις εὑρίσκεται καὶ δεινῶς αὐτῷ προσέοικεν τὴν ἰδέαν,
[l. 7] ἀλλ’ ἰσχυροτέρα πώς ἐστιν, ὡς ἕλκειν μᾶλλον ἢ ἕλκεσθαι.
[l. 8] καὶ μὲν δὴ καὶ τὸν κνίκον οὐκ ἀπελπιστέον εἶναι φλεγματώδη,
[l. 9] 13.83. ὡς ἐν τῇ χρόᾳ δείκνυσιν, ἀλλ’ ὑπὸ θερμότητος
[l. 10] ἰσχυρότερος φλέγματος, ὡς ἕλκειν μᾶλλον ἢ ἕλκεσθαι. κατὰ
[l. 11] δὲ τὸν αὐτὸν τρόπον καὶ ὁ Κνίδιος κόκκος, ἀλλ’ ἐάν
[l. 12] ποτε νικηθείη ὑπὸ τοῦ σώματος ἡμῶν, συμβαίνει δὲ κνίκῳ
[l. 13] μὲν συνεχῶς τοῦτο, τῷ κόκκῳ δ’ οὐ πάνυ τι διὰ τὴν
[l. 14] ἰσχὺν, ἀντὶ τοῦ καθαίρειν γίνεται τροφὴ, καθάπερ ὁ ἐλλέβορος
[l. 15] ὀρτύγων ἀεί. βούλομαι δὲ, ἐπεὶ κατὰ τούτου τοῦ
[l. 16] λόγου γέγονα, καί τινος θεωρήματος ἀναμνῆσαι λογικοῦ,
[l. 17] δεδειγμένου κᾀν τοῖς περὶ ἀποδείξεων ὑπομνήμασιν, εἰς τὰ
[l. 18] παρόντα χρησίμου. ἔστι δὲ τὸ θεώρημα τοιόνδε. τῶν ἀποδείξεων
[p. 11.613]
[l. 1] αἱ μὲν ὡς ἐξ ἀνάγκης ὑπάρχει τόδε τῷδε περαίνουσιν,
[l. 2] αἱ δὲ ὡς ὑπάρχειν ἐνδέχεται. τούτων δὲ αὐτῶν μεταπίπτουσί
[l. 3] τινες εἰς τὸ ἐξ ἀνάγκης ὑπάρχειν, ὅταν ἀναγκαίαις
[l. 4] ἀρχαῖς ἕπωνται, καθάπερ καὶ ἐν αὐτῷ τούτῳ τῷ νῦν
[l. 5] ἡμῖν ἀποδεδειγμένῳ. ἐν γὰρ τῷ κόκκῳ καὶ τῷ κνίκῳ τὸν
[l. 6] φλεγματώδη περιεχόμενον χυμὸν ἐναργῶς μὲν οὐκ ἔστι δεῖξαι,
[l. 7] τὸ δυνατὸν δὲ καὶ εἰκὸς καὶ ἐνδεχόμενον ὑπάρχει τῷ
[l. 8] λόγῳ. ἀλλ’ ἐπειδὴ καὶ τὰς ὁλκὰς ταῖς τῶν οὐσιῶν ὁμοιότησιν
[l. 9] ἐδείξαμεν γίγνεσθαι, δέδεικται γὰρ πολλάκις ὡς ἐν
[l. 10] ταῖς καθάρσεσιν ὁλκὴ τῶν οἰκείων τοῖς καθαίρουσι φαρμάκοις
[l. 11] ἐστὶν, οὐ πάντων ὁμοῦ τῶν χυμῶν ἀλλοίωσις, ἀναγκαῖον
[l. 12] ὁμοιότητά τινα ταῖς οὐσίαις ὑπάρχειν ἀμφοτέραις,
[l. 13] τῇ τε τοῦ καθαίροντος καὶ τῇ τοῦ καθαιρομένου. ἐπεὶ
[l. 14] τοίνυν τὸ καθαιρόμενόν ἐστι φλέγμα, πάντως δή που καὶ
[l. 15] τὸ ἕλκον ἀνάγκη φλεγματῶδες ὑπάρχειν. φλεγματῶδες δ’
[l. 16] εἶπον χρῆναι ὑπάρχειν τὸ ἕλκον, οὐκ ἄντικρυς αὐτὸ φλέγμα.
[l. 17] καὶ γὰρ ὁμοιότητα ταῖς οὐσίαις ὑπάρχειν ἔφαμεν, οὐ ταὐτότητα.
[l. 18] τοὐναντίον γὰρ ἅπαν, οὔτε σίδηρος σίδηρον οὔτε
[p. 11.614]
[l. 1] σὰρξ ἕλκει σάρκα, ἀλλ’ ἡ μὲν σιδηρῖτις λίθος τὸν σίδηρον,
[l. 2] ἡ δὲ σὰρξ τὸ αἷμα. διαφέρει γὰρ, οἶμαι, τὸ ταὐτὸ καὶ τὸ
[l. 3] ὅμοιον. φλέγμα μὲν γὰρ φλέγματι ταὐτὸν καὶ κνίκος κνίκῳ,
[l. 4] φλέγματι δὲ ὅμοιον κνίκος, οὐ μὴν ταὐτόν γε. οὐδὲ γὰρ
[l. 5] ὅσα χολώδη τῶν ἐδεσμάτων ἢ φλεγματώδη λέγομεν, ὡς
[l. 6] ἤδη χολὴν 2.41. ἢ φλέγμα περιέχοντα, τοιαῦτα προσαγορεύομεν.
[l. 7] ἐδείχθη γὰρ καὶ ἡ τῆσδε τῆς δόξης ἀτοπία κατὰ
[l. 8] τε τὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα καὶ ἄλλοθι
[l. 9] πολλαχόθι.
[l. 10] Ταυτὶ μὲν οὖν καὶ τὰ τοιαῦτα πάντα
[l. 11] παρετέον, ἐκεῖνο δὲ αὖθις ἀναληπτέον, ὡς αὐτῶν τῶν καθαιρόντων
[l. 12] φαρμάκων ἔνια μὲν ἤδη κέκτηται τὴν εἰς ὁλκὴν
[l. 13] ἐπιτηδείαν ὁμοιότητα, τινὰ δ’ οὔπω μὲν ἔχει τελέως. ἐν
[l. 14] δὲ τῷ τοῦ ζώου σώματι προσλαμβάνει, τοῖς καυστικοῖς
[l. 15] ὁμοίως φαρμάκοις, ὥστε καὶ ἐπὶ τούτων διττὴν εἶναι τὴν
[l. 16] ὁμοιότητα, τὴν μὲν ἐνεργείᾳ, τὴν δὲ δυνάμει, καθάπερ κᾀπὶ
[l. 17] τῶν ἄλλων ἁπάντων, καὶ δὴ καὶ μεμίχθαι τοῖς ὁμοίοις ἐν
[p. 11.615]
[l. 1] ἑκάστῳ χυμοῖς ἑτέρους ἀνομοίους, τοὺς φαρμακώδεις τοὺς
[l. 2] δὲ μή. καὶ οὕτως ἐν ταῖς ἀποτυχίαις τῶν καθάρσεων, τὰ
[l. 3] μὲν κακόν τι δρᾷν εἰς ἡμᾶς τῶν καθαιρόντων, τὰ δὲ τροφὴν
[l. 4] ἄλυπον γίνεσθαι.
[l. 5] 13.84. Ἐπεὶ δὲ ἅπαξ εἰς τὸν περὶ τῶν καθαιρόντων
[l. 6] φαρμάκων ἀφικόμην λόγον, οὐ χεῖρον ἴσως
[l. 7] εἰπεῖν τι καὶ περὶ τῶν καλουμένων ὑπερκαθάρσεων. αὗται
[l. 8] τοίνυν γίγνονται μὲν ἐπειδὰν ἱκανῶς κατισχύσαν τὸ καθαρτικὸν
[l. 9] φάρμακον εἰς τὰ στόματα τῶν εἰς τὴν γαστέρα
[l. 10] καθηκόντων ἀγγείων δῆξίν τε ἅμα καὶ ἀναστόμωσιν ἐργάσῃ
[l. 11] τε πλείονα καὶ συνεχῶς ἐρεθίζον καὶ σπαράττον τὰ
[l. 12] σώματα καταλύσῃ τὴν ἐν τοῖς ἀγγείοις δύναμιν. οἷον γάρ
[l. 13] τοι κᾀπὶ τῆς γαστρὸς ὁρᾶται συμβαῖνον, ὅταν εἰς ἐσχάτην
[l. 14] ἀῤῥωστίαν ἡ δύναμις αὐτῆς καταπέσῃ, τοιοῦτον ἡγητέον
[l. 15] γίγνεσθαι κᾀν ταῖς φλεψί. τί δὴ τὸ συμβαῖνον ἐπὶ τῆς
[l. 16] γαστρός ἐστιν; ἔμετοι μὲν ἅπαντος τοῦ καταποθέντος,
[l. 17] ἐπειδὰν ἐν τοῖς ἄνω μέρεσιν αὐτῆς ἡ ἀῤῥωστία συμπέσῃ,
[l. 18] λειεντερίαι δὲ, ἐπειδὰν ἐν τῷ κάτω. δείκνυται δὲ καὶ περὶ
[p. 11.616]
[l. 1] τούτων ἐπὶ πλέον ἐν ταῖς τῶν κενουμένων αἰτίαις. τοιοῦτόν
[l. 2] τι πάθος ἡγητέον γίνεσθαι ταῖς φλεψὶν ἐν ταῖς ὑπερκαθάρσεσιν.
[l. 3] οὔσης δὲ κατ’ ἀρχὰς μὲν ἔτι καὶ τῆς ἀναστομώσεως
[l. 4] καὶ τῆς ἀῤῥωστίας μετρίας, τὸ λεπτότατόν τε καὶ ἧττον
[l. 5] οἰκεῖον ἐκκρίνεται, ἐπὶ πλέον δὲ προηκόντων ἀμφοτέρων ἤδη
[l. 6] καὶ τὰ παχέα καὶ τὰ οἰκειότατα τῷ ζώῳ κενοῦται. διὰ τοῦτο
[l. 7] οὖν ἡ μὲν ξανθὴ χολὴ πρώτη, τὸ δὲ φλέγμα δεύτερον, ἡ δὲ
[l. 8] μέλαινα τρίτη, καὶ τούτων ὕστατον ἁπάντων ἐν ταῖς ὑπερκαθάρσεσιν
[l. 9] ἐκκρίνεται τὸ αἷμα, τοῦτο μὲν ὡς οἰκειότατος τῇ
[l. 10] φύσει χυμὸς, ἔμπροσθεν δὲ αὐτοῦ πρῶτος μὲν ὁ λεπτότατος,
[l. 11] ὕστατος δὲ ὁ παχύτατος. εἴρηται μὲν οὖν καὶ πρὸς Ἱπποκράτους
[l. 12] ἐν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ περὶ τῆς
[l. 13] κατὰ τὴν κένωσιν αὐτῶν τάξεως, εἰρήσεται δὲ καὶ νῦν, ὡς
[l. 14] μηδὲν λείπειν τῷ λόγῳ. φλέγματος μὲν γὰρ ἀγωγὸν εἰ δοίης
[l. 15] φάρμακον, ἡ ξανθὴ μὲν πρῶτον κατὰ τὰς ὑπερκαθάρσεις,
[l. 16] δευτέρα δὲ ἡ μέλαινα, τελευταῖον δ’ ἐκκενοῦται τὸ αἷμα.
[l. 17] χολῆς δὲ ξανθῆς ἀγωγὸν εἴπερ εἴη τὸ φάρμακον, ἕψεται μὲν τὸ
[l. 18] φλέγμα, τρίτη δὲ ἡ μέλαινα, καὶ τέταρτον τὸ αἷμα. καὶ μὲν
[p. 11.617]
[l. 1] δὴ καὶ εἰ μελαίνης χολῆς εἴη καθαρτικὸν, ἐκείνην μὲν πρώτην
[l. 2] ἐκκενώσει, μετὰ ταύτην δὲ τὴν ξανθὴν, εἶθ’ οὕτως τὸ φλέγμα,
[l. 3] καὶ πάντων ὕστατον ἀκολουθήσει τὸ αἷμα, καθάπερ ἐξ ἀψύχων
[l. 4] ἤδη ἀγγείων ἐκρέον, ἀῤῥωστίας τε μεγάλης αὐτὰ καταλαβούσης
[l. 5] καὶ τῶν στομάτων εἰς ἐσχάτην διάτασιν ἀφικομένων.
[l. 6] ἐξ ὧν δῆλον ὡς ὕστατος μὲν ἐν ταῖς ὑπερκαθάρσεσιν ὁ τοῖς
[l. 7] ἀνθρώποις οἰκειότατος κενοῦται χυμὸς, τῶν δ’ ἄλλων ἕκαστος,
[l. 8] ὡς ἂν αὐτῷ συμβαίνῃ λεπτότητος ἢ πάχους.
[l. 9] Ἡ δὲ αἰτία τοῦ μὲν ὅλως ἐκκρίνεσθαι καὶ
[l. 10] τοὺς ἀνοικείους τῷ καθαίροντι φαρμάκῳ χυμοὺς ἐν τρισὶ τούτοις
[l. 11] κεῖται, τῇ τε ἀῤῥωστίᾳ τῶν ἀγγείων καὶ τῇ τῶν στομάτων
[l. 12] εὐρύτητι καὶ τῇ δήξει τοῦ καθαίροντος. ὅταν γὰρ τὰ
[l. 13] 13.85. μὲν ἀγγεῖα μηκέτι κατασχεῖν ἐν ἑαυτοῖς δύνηται τοὺς
[l. 14] χυμοὺς, ἀναπεπταμένα δὲ αὐτῶν ᾖ τὰ στόματα, μένῃ δ’
[l. 15] ἐρεθίζον τὸ φάρμακον, ἕλκειν δὲ μηκέτι τὸν οἰκεῖον ἔχῃ χυμὸν,
[l. 16] ἀνάγκη πᾶσα τοὺς ἄλλους ἐκκρίνεσθαι κατὰ τὴν εἰρημένην
[l. 17] τάξιν. ἤρκει μὲν γὰρ ἴσως καὶ ἡ δῆξις μένουσα πρὸς τὴν
[l. 18] ἔκκρισιν ἐπεγείρειν τὰ ὄργανα, πολὺ δὲ δὴ μᾶλλον, ὅτ’ ἂν
[p. 11.618]
[l. 1] ἀναστόμωσίς τε ἅμα καὶ ἀῤῥωστία τῶν ἀγγείων συνδράμῃ.
[l. 2] γίνεται δὲ ἡ μὲν ἀναστόμωσις, ὡς εἴρηται, διὰ τὴν ἰσχὺν
[l. 3] τοῦ φαρμάκου, δι’ ἥνπερ καὶ ἡ δῆξις· ἡ δὲ τῶν ἀγγείων
[l. 4] ἀῤῥωστία, διά τε τὸν σφοδρὸν κάματον, ὃν ἐν τῷ δάκνεσθαί
[l. 5] τε καὶ οἷον βδάλλεσθαι πρὸς τοῦ καθαίροντος φαρμάκου γίνεσθαι
[l. 6] συμβαίνει καὶ προσέτι διὰ τὴν καταλαμβάνουσαν αὐτὰ
[l. 7] δυσκρασίαν ἐν ταῖς ὑπερκαθάρσεσιν. ὃν γὰρ ἂν τῶν χυμῶν
[l. 8] ὅλον ἐκκενώσῃς, ἀνάγκη πᾶσα δυσκρασίαν ἀκολουθεῖν. τοῦ
[l. 9] μὲν δὴ κενοῦσθαι καὶ τοὺς ἀνοικείους τῷ καθαίροντι ταῦτα
[l. 10] τὰ αἴτια· τοῦ δὲ ἐν τῇ προειρημένῃ τάξει λεπτότης τε καὶ
[l. 11] παχύτης αὐτῶν ἐστι τῶν κενουμένων χυμῶν αἰτία, καὶ πρὸς
[l. 12] τούτοις ἡ μᾶλλόν τε καὶ ἧττον οἰκειότης ἑκάστου τῶν χυμῶν
[l. 13] τῇ τοῦ ζώου συστάσει.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Δ.
[l. 1] Ὅπως μὲν οὖν λέγεται ψυχρὸν, ἢ θερμὸν,
[l. 2] ἢ ξηρὸν, ἢ ὑγρὸν τῇ δυνάμει φάρμακον, ᾧτινί τε τρόπῳ δεῖ
[l. 3] δοκιμάζειν αὐτὸ, διῄρηται πρόσθεν. ἐπειδὴ δὲ καὶ μαλακτικόν
[l. 4] τι λέγεται καὶ χαλαστικὸν, ἀραιωτικόν τε καὶ πυκνωτικὸν,
[l. 5] ἐμπλαστικόν τε καὶ διαφορητικὸν, ἕτερά τε πάμπολλα
[l. 6] παραπλήσια τούτοις, κάλλιον ἂν εἴη καὶ περὶ τῶν τοιούτων
[l. 7] διελθεῖν· ἅμα δὲ αὐτοῖς, ἢ καὶ πρὸ αὐτῶν ἔτι, καὶ περὶ τῆς
[p. 11.620]
[l. 1] τῶν χυμῶν ἁπάντων οὐσίας τε ἅμα καὶ δυνάμεως, ὑπὲρ ἧς
[l. 2] εἴρηται μὲν κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων ἐπὶ τῆς
[l. 3] τελευτῆς, ὁπότε καὶ τὴν τοῦ Πλάτωνος ἐκ Τιμαίου παρεθέμην
[l. 4] ῥῆσιν· ἀλλ’ ἐκεῖ μὲν, ἕνεκα τοῦ τῶν αἰσθητῶν ἀναμνῆσαι
[l. 5] παθῶν, ὧν ἡ γλῶττα πέφυκε καθ’ ἕκαστον αὐτῶν
[l. 6] πάσχειν, ἐνταυθοῖ δὲ περὶ τῆς οὐσίας τε καὶ δυνάμεως ὁ λόγος
[l. 7] ἔσται μοι. πάσχει μὲν γὰρ δήπου καὶ τἄλλα τοῦ ζώου μόρια
[l. 8] τῇ γλώττῃ παραπλησίως, οὐ μὴν ἀκριβῶς αἰσθάνεται τῶν
[l. 9] παθῶν, ἡ δέ γε πρὸς τῷ πάσχειν ἔτι καὶ τὸ τῆς αἰσθήσεως
[l. 10] ἀκριβὲς κεκτημένη διαγνωστικὴ τῆς φύσεως ἁπάντων τούτων
[l. 11] ἐστίν. 13.86. οὐ καὶ δὴ τότε θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ
[l. 12] ὑγρὸν τὴν μὲν γλῶτταν ἤτοι ψύχειν, ἢ θερμαίνειν, ἢ ξηραίνειν,
[l. 13] ἢ ὑγραίνειν, οὐχὶ δέ γε καὶ τῶν ἄλλων ἕκαστον πέφυκεν,
[l. 14] ἀλλ’ ὥσπερ ταύτην, οὕτω καὶ τἄλλα διατίθησί τε καὶ ἀλλοιοῖ
[l. 15] κατὰ τὸ μᾶλλον καὶ ἧττον ἐν αὐτοῖς γιγνομένης τῆς διαφορᾶς,
[l. 16] οὐ κατὰ τὸ πάσχειν, ἢ μὴ πάσχειν. ὅτι μὲν γὰρ καὶ ξηροῦ
[l. 17] καὶ ὑγροῦ καὶ θερμοῦ καὶ ψυχροῦ σώματος οὐδὲν ἧττον
[l. 18] ἁπάντων τῶν ἄλλων τοῦ ζώου μορίων ἡ γλῶττα πέφυκεν
[p. 11.621]
[l. 1] εἶναι διαγνωστικὴ πρόδηλον παντὶ, πικρότητας δὲ καὶ γλυκύτητας,
[l. 2] ἁλυκότητάς τε καὶ ὀξύτητας, αὐστηρότητάς τε καὶ
[l. 3] στρυφνότητας καὶ δριμύτητας, αὕτη μόνη διακρίνειν πεπίστευται,
[l. 4] καίτοι τήν γε ὁμοιότητα τῶν παθῶν ἐστιν εὑρεῖν
[l. 5] κᾀν τοῖς ἄλλοις ἅπασι μέρεσιν, καὶ μάλιστα ἐν τοῖς ἡλκωμένοις.
[l. 6] ἡ γάρ τοι τοῦ δέρματος σκληρότης καὶ πυκνότης ἀποστέγει
[l. 7] καὶ ἀπομάχεται καὶ κωλύει διέρχεσθαι πρὸς τὴν σάρκα
[l. 8] τὰς τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων δυνάμεις.
[l. 9] Οὕτω γὰρ εἴρηται 2.42. κᾀκεῖνο πρὸς Ἱπποκράτους,
[l. 10] ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, καίτοι γε τῷ δέρματι
[l. 11] πρὶν ἑλκωθῆναι δακνῶδες οὐκ ἦν. ἔστι δὲ καὶ ὀφθαλμοῖσι
[l. 12] καὶ μυκτῆρσι καὶ ἐν τῷ στόματι μέρεσι τοῦ ζώου,
[l. 13] δακνῶδες τὸ ψυχρόν. οὐχ ἥκιστα δὲ γαστρός τε καὶ ἐντέρων
[l. 14] τοῖς ἔνδον, ὥστε καὶ χαλεπὸν εἶναι διακρῖναι πολλάκις εἴτε
[l. 15] κατεψυγμένος τις, εἴτε καὶ διὰ χυμοῦ δριμύτητα δάκνοιτο,
[l. 16] συμβαίνει δὲ ταῦτα εὐλόγως· ἐπειδὴ γὰρ τὸ ψυχρὸν, ὧν ἂν
[l. 17] ψαύσῃ, συνάγει τε τὴν οὐσίαν αὐτῶν καὶ πυκνοῖ καὶ σφίγγει,
[l. 18] πρῶτον μὲν ἀναγκαῖον ἐν τῷδε τὰς λεπτὰς ὑγρότητας ἐκκρίνεσθαι,
[p. 11.622]
[l. 1] καθάπερ ἐξ ὀφθαλμῶν μὲν τὸ δάκρυον, ἐκ δὲ τῶν
[l. 2] ῥινῶν τὴν κόρυζαν, ἔπειτα δὲ καὶ δακνῶδες αὐτοῖς φαίνεται,
[l. 3] καθ’ ἕτερον μὲν τρόπον τοῦ θερμοῦ. οὐ γὰρ τῷ διαβιβρώσκειν
[l. 4] τὸ συνεχὲς, ἀλλὰ τῷ διασπᾷν ἀνιαρόν θ’ ἅμα καὶ
[l. 5] δακνῶδες ὑπάρχει τὸ ψυχρὸν, ὅθεν οὐδὲ τοῖς σκληροῖς σώμασι
[l. 6] φαίνεται τοιοῦτον. ἐν γὰρ τῷ συνάγεσθαι καὶ θλίβεσθαι τὰ
[l. 7] μαλακὰ, τό θ’ ὑγρὸν αὐτῶν ἐκπιέζεσθαι συμβαίνει καὶ διασπᾶσθαι
[l. 8] τὰ μόρια, τὸ μὲν ὑγρὸν ὡς ἐν τῇ συναγομένῃ τε καὶ
[l. 9] πρὸς ἡμετέρων χειρῶν θλιβομένῃ σπογγιᾷ, τὸ διασπᾶσθαι δὲ
[l. 10] ὡς ἐν τοῖς διαιρουμένοις καὶ διασπωμένοις, εἴτ’ οὖν ὑφ’ ἡμῶν
[l. 11] ἑλκόντων ταῖς χερσὶν, εἴθ’ ὑπό τινος ἑτέρου. τοιοῦτον γάρ τι
[l. 12] καὶ τοῖς ἀραιοῖς τε καὶ μαλακοῖς σώμασιν ὑπὸ τοῦ ψυχροῦ
[l. 13] πάσχειν ἀναγκαῖον, ὑποδεχομένης μὲν εἴσω τὴν ψύξιν τῆς
[l. 14] ἀραιότητος ἑτοίμως, ἔτι δὲ ἑτοιμοτέρως τῶν ἐν τῷ βάθει
[l. 15] μορίων τῶν μαλακῶν ὑπ’ αὐτῆς πηγνυμένων. καθ’ ἕκαστον
[l. 16] οὖν τῶν πόρων εἰσιὸν τὸ ψυχρὸν ἐν τοῖς ἀραιοῖς σώμασιν,
[l. 17] οἷάπερ τά θ’ ἡλκωμένα πάντα ἐστὶ καὶ ὀφθαλμοὶ καὶ μυκτῆρες
[l. 18] καὶ στόμα καὶ τὰ κατὰ τὴν γαστέρα, ἐπιλαμβάνει πάντα
[l. 19] τῶν ψυχομένων σωμάτων τὰ μόρια καὶ τρόπον τινὰ πολλαῖς
[p. 11.623]
[l. 1] ἐν κύκλῳ λαβαῖς αὐτὰ συνάγον καὶ πιλοῦν τῶν συνεχῶν
[l. 2] ἀποσπᾷ. χώρας οὖν ἀναγκαῖον ἐν τῷδε τῷ πάθει γίνεσθαι
[l. 3] κενὰς οὐκ ὀλίγας, οὐ μόνον τῷ τὰς λεπτὰς ὑγρότητας ἐκκρίνεσθαι
[l. 4] πιεζομένας, ἀλλὰ καὶ τῷ τὴν μαλακὴν οὐσίαν εἰς
[l. 5] ἐλάττονα τόπον συνάγεσθαι. χώραν δὲ κενὴν ἐν συνεχέσι
[l. 6] σώμασιν οὐκ ἐγχωρεῖ συστῆναι φυλαττομένης τῆς συνεχείας.
[l. 7] εἴπερ οὖν συνίσταται, δῆλον ὡς φθείρεται μὲν αὕτη, διασπᾶται
[l. 8] δὲ τὸ συνεχὲς σῶμα, κᾀν τούτῳ τὸ τῆς αἰσθήσεως ἀνιαρόν
[l. 9] τε ἅμα καὶ δακνῶδες ὑπαντᾷ πάθος, 13.87. οὐ μὴν ἥ γε ποιότης
[l. 10] ἀμφοῖν ἡ αὐτὴ, τῶν τε διὰ τὸ ψύχειν δακνόντων ἐστὶν
[l. 11] καὶ τῶν διὰ τὸ θερμαίνειν, ἀλλ’ ἐπὶ μὲν τῶν προτέρων
[l. 12] εὐθέως καὶ τὸ συνάγεσθαί τε καὶ σφίγγεσθαι τὴν οὐσίαν
[l. 13] αἴσθησις ἡμῖν ἐστιν, ἐπὶ δὲ τῶν δευτέρων ἡ τοῦ διαλύεσθαί
[l. 14] τε καὶ χεῖσθαι. καὶ δὴ καὶ τὸ τάχος οὐχ ὅμοιον ἐπ’ ἀμφοτέρων
[l. 15] τῶν παθῶν, ἀλλ’ ἐπὶ μὲν τῶν ψυχόντων βραδύνει πως μᾶλλον
[l. 16] ἡ δῆξις, ἐπὶ δὲ τῶν θερμαινόντων ὠκύτατα διεξέρχεται.
[l. 17] ὁπότ’ οὖν αὐτάρκως ἤδη διώρισται καὶ τῇ φύσει τῶν πραγμάτων
[l. 18] αὐτῇ καὶ τῇ πρὸς ἡμᾶς αἰσθήσει, καὶ λέλεκται σαφῶς
[p. 11.624]
[l. 1] ὅπως μὲν τὸ θερμὸν, ὅπως δὲ τὸ ψυχρὸν δακνῶδες φαίνεται.
[l. 2] χρὴ μὲν δήπου καὶ λογίζεσθαί τινα καὶ πρὶν ἀκοῦσαι παρ’
[l. 3] ἡμῶν, ὡς τῶν δακνόντων φαρμάκων τὰ μὲν θερμὰ ταῖς δυνάμεσιν
[l. 4] ἀναγκαῖον εἶναι, τὰ δὲ ψυχρά. καὶ παρ’ ἡμῶν δὲ ἐπιμαθεῖν
[l. 5] ἐστι τοὺς διορισμοὺς αὐτῶν ἀκριβῶς, ἀναμνησθέντας
[l. 6] πρότερον ὡς καὶ τὸ πόμα καὶ τὸ βαλανεῖον, ὅταν εὐκράτως
[l. 7] ἔχῃ, θερμὰ λέγομεν, ἐνίοτε καταχρώμενοι τῇ προσηγορίᾳ.
[l. 8] εὔκρατα γὰρ ἐχρῆν αὐτὰ λέγεσθαι καὶ σύμμετρα μᾶλλον ἢ
[l. 9] θερμά. τὰ μὲν οὖν οὕτω θερμὰ προσηνῆ τ’ ἐστὶ καὶ φίλια.
[l. 10] διαχεῖται γὰρ ἡμῶν τὸ συνεστός τε καὶ πεπηγὸς ἐν τοῖς σώμασιν,
[l. 11] ἐν ᾧ μάλιστα πάθει τὸ ἥδεσθαι τοῖς ζώοις ἐστίν· χρονίζοντα
[l. 12] δὲ καὶ ταῦτα κατ’ ὀλίγον ἀνιαρὰ γίνονται. μεταπίπτει
[l. 13] γὰρ εἰς ἀμετρίαν οὕτω γε χύσεως ὡς καὶ διαφορεῖσθαι καὶ
[l. 14] διαλύεσθαι καὶ σκεδάννυσθαι τὴν οὐσίαν ἡμῶν. ἀλλὰ κᾀν
[l. 15] τούτῳ χωρὶς τοῦ δάκνειν ἀνιᾷ, λειποψυχίαν τε ἐμποιοῦντα
[l. 16] καὶ κατάπτωσιν δυνάμεως, ὥστε καὶ τὸν θάνατον ἕπεσθαι.
[l. 17] τὰ δ’ ἔτι μᾶλλον τῶνδε θερμὰ τέμνει καὶ διαιρεῖ καὶ διίστησι
[l. 18] τὴν οὐσίαν, ὥστ’ ἐξ ἀνάγκης δακνώδη φαίνεσθαι, καθάπερ
[p. 11.625]
[l. 1] καὶ τὸ ζέον ὕδωρ καὶ τὸ πῦρ αὐτό. καὶ τῶν ψυχρῶν δὲ
[l. 2] κατὰ τὸν αὐτὸν τρόπον ὅσα μὲν συνάγει, οὔπω δὲ διασπᾷ τὸ
[l. 3] συνεχὲς τοῦ πλησιάζοντος σώματος, ψυχρὰ μόνον ἐστὶν, οὐ
[l. 4] μὴν ἤδη γέ πως δακνώδη. τὰ δὲ πρὸς τῷ συνάγειν διασπῶντα,
[l. 5] βιαίως δὲ δηλονότι πάντα τὰ τοιαῦτα κέχρηται τῇ πιλήσει,
[l. 6] δακνώδη φαντάζεται. τὸ μὲν οὖν συνάγειν τε καὶ πηγνύειν
[l. 7] τὴν ὑποβεβλημένην ὕλην ἴδιον ἀεὶ τοῦ ψυχροῦ· τὸ δὲ διαχεῖν
[l. 8] τε καὶ τήκειν τοῦ θερμοῦ, κοινὸν δ’ ἀμφοῖν ἀμετρότερα
[l. 9] αὐξηθέντων τὸ δάκνειν. ὅσα μὲν οὖν ἀκριβῶς ἐστι ψυχρὰ
[l. 10] καὶ θερμὰ, πρὸς τοῖς ἄλλοις ἅπασιν οἷς ἔμπροσθεν εἴπομεν
[l. 11] ἀραιοῖς τε καὶ μαλακοῖς μέλεσιν, ἤδη καὶ τοῦ δέρματος ἡμῶν
[l. 12] ἅπτεται. μέμνημαι δ’ ἐγώ ποτε διὰ χιόνος ὁδοιπορήσας οὕτω
[l. 13] πολλῆς, ὡς μηδὲν τῆς γῆς φαίνεσθαι γυμνόν· ἦν δὲ καθαρὸς
[l. 14] ὁ ἀὴρ ἀκριβῶς φαινόμενος καί τι πνεῦμα τῆς χιόνος ἀπέπνει,
[l. 15] ψυχρότατον οὕτως, ὡς οὐ τοὺς ὀφθαλμοὺς μόνους δάκνειν ἢ
[l. 16] καὶ τοὺς μυκτῆρας, ἀλλὰ καὶ τὸ πρόσωπον ὅλον. εἰ δὲ καὶ
[l. 17] χεῖρά τις ἔξω προὔβαλε, καὶ ταύτης ὁμοίως ἁπτόμενον. ὅσα
[l. 18] δ’ ἀπολείπεται τῆς ἄκρας ψύξεως ἢ θερμότητος, οὐ δάκνει τὸ
[p. 11.626]
[l. 1] δέρμα, τὰ μὲν ψύχοντα μήτε διασπᾶσθαί τι τῆς συνεχείας
[l. 2] αὐτοῦ δυνάμενα διὰ τὴν σκληρότητα, μήτ’ εἰς τὸ βάθος ἐνδῦναι
[l. 3] φθάνοντα τῇ πυκνώσει τῆς ἐπιφανείας· τὰ δὲ θερμαίνοντα
[l. 4] τῷ τε μὴ διαβιβρώσκειν, ἀλλὰ διαχεῖν μόνον, τῷ τε
[l. 5] διεξέρχεσθαι τοὺς πόρους ἐνίοτε ἑτοίμως. μέγιστον δ’ εἰς τὰ
[l. 6] τοιαῦτα παθήματα συμβάλλεται τὸ τῆς οὐσίας τῶν φαρμάκων
[l. 7] ἤτοι παχυμερὲς ἢ λεπτομερές. ἐπὶ μὲν γὰρ τῶν ψυχόντων
[l. 8] τὰ λεπτομερῆ μᾶλλον ἐξικνεῖται πρὸς τὸ βάθος, καὶ διὰ
[l. 9] τοῦτο δάκνει σφοδρότερον· ἐπὶ δὲ τῶν θερμαινόντων τὰ
[l. 10] παχυμερῆ μᾶλλον ἑλκοῖ καὶ διὰ τοῦτο ἀνιᾷ βιαιότερον. λεπτομερέστερον
[l. 11] μὲν οὖν ὁ ἀὴρ, παχυμερέστερον δὲ γῆ, μεταξὺ δ’
[l. 12] ἀμφοῖν τὸ ὕδωρ. ἀλλ’ ἀὴρ μὲν ἐκπυρωθεὶς φλὸξ γίγνεται,
[l. 13] γῆ δὲ ἄνθραξ, τὸ δ’ ὕδωρ δέχεται μὲν ἰσχυρὰν θερμασίαν,
[l. 14] ἀλλ’ οὔτε φλὸξ οὔτ’ ἄνθραξ γίνεται, διὰ τὴν σύμφυτον ὑγρότητα.
[l. 15] 13.88. φλὸξ μὲν γὰρ καὶ ἄνθραξ εἴδη πυρός. ἅπαν δὲ
[l. 16] πῦρ ἐστιν θερμὸν καὶ ξηρὸν, οὐκ ἐγχωρεῖ δὲ τῷ ὕδατι γενέσθαι
[l. 17] ξηρῷ καὶ διὰ τοῦτο, οὐ δέχεται τὴν τοῦ πυρὸς ἀκριβῶς
[l. 18] ποιότητα, καθάπερ ἡ γῆ τε καὶ ὁ ἀήρ· φάρμακον μὲν οὖν
[p. 11.627]
[l. 1] οὐδὲν οὕτω θερμόν ἐστιν ὡς φλὸξ ἢ ἄνθραξ ἢ ζέον ὕδωρ,
[l. 2] ἀλλὰ κᾂν θερμότατον ᾖ, πάντως ποῦ γοῦν τούτων ἀπολείπεται
[l. 3] πάμπολυ. μέχρι μέντοι τοῦ καίειν ἡ θερμότης αὐτῶν
[l. 4] προέρχεται, ὅταν ἐν οὐσίᾳ περιέχηται παχυμερεῖ. τὰ δ’ ἐν
[l. 5] ταῖς λεπτομερέσιν ἐνίοτε μὲν οὐδὲ δάκνει τὴν ἀρχὴν, ἀλλὰ
[l. 6] θερμαίνει μόνον. ἔστι δ’ ὅτε δακνῶδες μέν ἐστιν, οὐ μὴν
[l. 7] ἤδη καὶ καίει.
[l. 8] Μεμνῆσθαι δὲ χρὴ τῆς ἐννοίας τῶν λεπτομερῶν
[l. 9] τε καὶ παχυμερῶν, ὡς τὰ μὲν εἰς λεπτὰ μόρια ταχέως
[l. 10] διαλυόμενα λεπτομερῆ προσαγορεύομεν, ὅσα δ’ οὐ δύναται
[l. 11] πάσχειν τοῦτο, παχυμερῆ. τὸ μὲν οὖν διαλῦον αὐτὰ τὸ κατὰ
[l. 12] τὸ σῶμα τοῦ ζώου θερμόν ἐστιν, ὥσπερ ἂν ἑκάστοτε τύχῃ
[l. 13] προσφερόμενα· τὸ δ’ εἰς λεπτὰ καὶ παχέα μόρια θραύεσθαι
[l. 14] παρὰ τῆς ἑαυτῶν ἔχει φύσεως, ὥστε καὶ τῶν ψυχόντων φαρμάκων
[l. 15] ὅσα 2.43. μέν ἐστι παχυμερῆ δάκνειν οὐ δύναται, μὴ
[l. 16] φθάνοντά γε διαδύεσθαι τὴν ἔξωθεν τοῦ δέρματος ἐπιφάνειαν.
[l. 17] ὅσα δὲ λεπτομερῆ καὶ διαδύεται ῥᾳδίως καὶ πρὸς τὸ
[p. 11.628]
[l. 1] βάθος ἐξικνεῖται καὶ δάκνει τὰ μαλακὰ τοῦ ζώου μόρια, μᾶλλον
[l. 2] δ’ ἔτι δάκνει τὰ λεπτομερῆ τε ἅμα καὶ ταῖς κράσεσιν ἀνώμαλα.
[l. 3] δέδεικται δ’ ἐν τοῖς πρόσθεν ὡς σχεδὸν ἅπαντά ἐστιν
[l. 4] ἀνώμαλα. ἢ γὰρ ἀδύνατον, ἢ πάνυ χαλεπὸν ἐξευρεῖν οὐσίαν
[l. 5] ἡντιναοῦν ἀκριβῶς ὁμοιομερῆ. τὸν γοῦν οἶνον ἐλέγομεν ἓν μὲν
[l. 6] ἔχειν ἐν αὑτῷ περίττωμα παχυμερὲς, ἐξ οὗ τῷ χρόνῳ διακρινομένου
[l. 7] τε καὶ καταφερομένου συνίστασθαι τὴν τρύγα. ἕτερον
[l. 8] δ’, ὅπερ ἄνθος ὀνομάζεται, κατὰ μὲν τὸν τῆς ζέσεως
[l. 9] χρόνον πολάζον, ὕστερον δ’ εἰς τὴν τρύγα καταφερόμενον.
[l. 10] ἄλλο δὲ τρίτον ὑδατῶδες, ἀναμεμιγμένον ἅπαντι τῷ οἴνῳ, οὗ
[l. 11] καὶ τὴν ζέσιν εἶναι πρῶτον καὶ μάλιστα. τέταρτον δ’ ἐπὶ
[l. 12] τούτοις ἐστὶν αὐτὸς ὁ ὄντως οἶνος. δέδεικται δ’ ὡς καὶ κατὰ
[l. 13] τοὔλαιον καὶ τὸ γάλα καὶ τοὺς ἄλλους ἅπαντας χυλοὺς
[l. 14] ὁμοία φύσις ἐστὶ περιττωμάτων, ἔτι δὲ μᾶλλον ἒν ὅλοις τοῖς
[l. 15] μεταλλευομένοις ἅπασιν. ὧν ἀναμνησθέντας χρὴ νῦν ἐπισκέψασθαι
[l. 16] περὶ τῶν φαρμάκων ἁπάντων, καὶ πρῶτον μὲν
[l. 17] φυλάξασθαι παθεῖν ὅπερ οἱ πλεῖστοι τῶν τὰ τοιαῦτα ζητησάντων
[p. 11.629]
[l. 1] ἔπαθον. ὡς γὰρ ὁμοιομερῶν ἁπάντων ὄντων, οὕτω
[l. 2] ποιοῦνται τὸν λόγον, οὐ συγχωροῦντες οὔτε τὸν οἶνον
[l. 3] οὔτε τοὔλαιον οὔτε τῶν ἄλλων οὐδὲν ἐκ διαφερόντων ταῖς
[l. 4] δυνάμεσι συγκεῖσθαι μορίων, ἔτι δὲ τούτων μᾶλλον ἐπὶ
[l. 5] ὄξους θαυμάζουσιν εἰ τολμῶμεν αὐτὸ λέγειν, ἀπολωλεκέναι
[l. 6] μὲν τὴν ἔμφυτον τοῦ οἴνου θερμότητα, τὴν δ’ ἐκ σήψεως
[l. 7] ἔχειν, ὅπερ δὴ καὶ Ἀριστοτέλει καὶ Θεοφράστῳ δοκεῖ. τὰ
[l. 8] μὲν γὰρ οἰνώδη μόρια τοῦ οἴνου κατὰ τὴν εἰς ὄξος μεταβολὴν
[l. 9] ἀποψύχεται, τὸ δ’ ὑδατῶδες περίττωμα σηπόμενον
[l. 10] ἐπίκτητόν τινα ἴσχει θερμότητα, ὥσπερ καὶ τἄλλα πάντα
[l. 11] τὰ σαπέντα. καὶ γίγνεται σύνθετόν τι τὸ ὄξος ἐξ ἐναντιωτάτων
[l. 12] ταῖς δυνάμεσι μορίων, τῶν μὲν ἀπεψυγμένων, τῶν
[l. 13] δὲ θερμῶν, ὥσπερ αἱ τῶν καυθέντων ξύλων τέφραι πᾶσαι.
[l. 14] καὶ γὰρ ἐν ἐκείναις τὸ μὲν οἷον ἐμπύρευμα κατὰ μικρὰ
[l. 15] μόρια παρέσπαρται, καὶ τοῦτο μὲν ἱκανῶς ἐστι θερμὸν, τὸ
[l. 16] δ’ ἄλλο πᾶν γεῶδές τε καὶ ψυχρόν. καὶ διὰ τοῦτο ἐπειδὰν
[l. 17] ὕδατι βραχεῖσα τέφρα διὰ τινῶν σωμάτων ἀραιῶν συμμέτρως
[l. 18] ἠθεῖται, συναποφέρεται μὲν ἐν τῷδε τὰ θερμὰ καὶ
[p. 11.630]
[l. 1] δριμέα μόρια, τὸ δ’ ὑπόλοιπον 13.89. οὐκέτι θερμόν ἐστιν,
[l. 2] ἐναποθέμενον τῷ ὕδατι τὰ πυρώδη μόρια. καλοῦσι δὲ τὸ
[l. 3] τοιοῦτον ὕδωρ οἱ ἄνθρωποι κονίαν, ἀνάλογον τῇ θαλάττῃ
[l. 4] καὶ ἅλμῃ, διαθέσεως καὶ γενέσεως ἕνεκα καὶ δυνάμεως. ἐκεῖνα
[l. 5] μὲν γὰρ ἐξ ὕδατος καὶ ἁλῶν σύγκειται, τὸ δὲ περιπλῦνον ὕδωρ
[l. 6] τὴν τέφραν σύνθετον ἐξ αὐτοῦ καὶ ὧν ἐπηνέγκατο μορίων
[l. 7] γενόμενον οὕτως ἀπειργάσατο τὴν ὀνομαζομένην κονίαν, ἣν
[l. 8] εἰ μὴ φθάνοντες ἐγινώσκομεν, ὡς ἐξ ὕδατός τε καὶ τῶν αἰθαλωδῶν
[l. 9] μορίων τῆς τέφρας ἐγένετο, τάχ’ ἂν ὑπελαμβάνομεν
[l. 10] ἁπλοῦν καὶ ἀσύνθετον ὑπάρχειν σῶμα. τοιοῦτον γάρ τι κᾀπὶ
[l. 11] τοῦ ὄξους πεπόνθαμεν, οὐ δυνάμενοι δι’ αἰσθήσεως ἰδεῖν
[l. 12] αὐτοῦ τὴν γένεσιν, ἀπιστοῦμεν τῷ λόγῳ· ἀλλ’ εἰ μηδὲν ἄλλο,
[l. 13] τὴν γοῦν τῆς ὄμφακος διαφορὰν πρὸς αὐτὸ κατανοήσαντες
[l. 14] δίκαιοι πιστεύειν ἐσόμεθα ὡς οὐκ ὀξὺς μόνον, ἀλλὰ δριμύς
[l. 15] τις ἕτερος ἀναμέμικται χυμὸς αὐτῷ, καὶ διὰ τοῦτο τελέως ὁ
[l. 16] τῆς ὄμφακος ἐμψύχει χυλὸς, ὥστε καὶ πρὸς καῦσον ἄκρως
[l. 17] ἁρμόττει, κατὰ τοῦ στόματος τῆς γαστρὸς ἢ τῶν ὑποχονδρίων
[l. 18] ὅλων ἐπιτιθέμενος, καὶ πρὸς ἅπαν ὅ τι περ ἂν ἐμψύξαι βουληθῶμεν,
[p. 11.631]
[l. 1] οὐχ ὁμοίως δ’ ὄξος. οὐ γὰρ ἀκριβῶς ἓν οὐδ’ ὀξὺ
[l. 2] μόνον ἐστὶν, ἀλλὰ καὶ δριμύ. τὸ μὲν οὖν ὀξὺ μόνον ὅ τι
[l. 3] περ ἂν ᾖ ψυχρὸν πάντως ἐστὶν εἴτ’ οὖν ἄπιος, εἴτε μῆλον,
[l. 4] εἴτε ῥοῦς, εἴτε ὁ ἀπὸ τῶν βάτων καρπὸς, εἴτε ὁ ἀπὸ τῆς
[l. 5] μορέας, εἴθ’ ὁ ἀπὸ τῆς ῥοιᾶς, εἴθ’ ὅστις οὖν ἄλλος ἢ
[l. 6] καρπὸς, ἢ χυλὸς, ἢ φυτὸν, ὡς ὀξυλάπαθον καὶ ὀξαλὶς, ἣν
[l. 7] δὴ καὶ ὀξύδα προσαγορεύουσιν. ἂν γάρ σοι γευομένῳ σφοδρὰ
[l. 8] μὲν καὶ σαφὴς ἡ ὀξύτης ἐν αὐτῷ καταφαίνηται, μηδὲν
[l. 9] δ’ ἐμφαίνηται δριμύτητος, πάντως τοῦτον εὑρήσεις ἐμψύχοντα
[l. 10] τὸν χυμὸν, καὶ χρῶ θαῤῥῶν, εἴτε πρὸς καῦσον ἐθέλοις
[l. 11] χρῆσθαι καθ’ ὑποχονδρίων ἐπιτιθεὶς, εἴτε πρὸς ἐρυσίπελας,
[l. 12] εἴτε πρὸς ἄλλο τι πάθος θερμόν. ὡσαύτως δὲ
[l. 13] καὶ τὰ ψυχρὰ πάντα νοσήματα βλαπτόμενα πρὸς αὐτοῦ
[l. 14] σαφῶς εὑρήσεις. ὅταν δ’ ἐπίμηκτος ἡ ποιότης φαίνηταί
[l. 15] σοι, μετὰ μὲν δριμύτητος καὶ ὑποτοπεῖσθαι χρὴ θερμότητα,
[l. 16] μετὰ δὲ στύψεως ἕτερόν τι γένος ψυχρότητος. ἡ
[l. 17] μὲν γὰρ ὀξεῖα ψυχρότης λεπτομερὴς, ἡ δὲ στύφουσα
[l. 18] παχυμερής.
[l. 1] Ἀλλὰ τούτων μὲν ὀλίγον ὕστερον ἐροῦμεν
[l. 2] τὰς πίστεις. ὅ δὲ χρὴ πρότερον συμβουλεῦσαι τοῖς τὰ τοιαῦτα
[l. 3] χωρὶς ἀλαζονείας σοφιστικῆς αὐτῆς ἕνεκεν τῆς ἀληθείας
[l. 4] ἐπισκοπουμένοις, ἤδη μοι καιρὸς εἰπεῖν, ὡς οὐ χρὴ μόνῳ τῷ
[l. 5] λόγῳ γεγυμνάσθαι δι’ ὧν ἀεὶ παρακελεύομαι μεθόδων λογικῶν,
[l. 6] ἃς ἐν τοῖς περὶ τῶν ἀποδείξεων ὑπομνήμασιν εἶπον,
[l. 7] ἀλλὰ καὶ τὴν αἴσθησιν τὴν γευστικὴν ἐπὶ τῶν χυμῶν γυμνάζειν
[l. 8] ἐπιμελῶς, ἀρχομένους ἀπὸ τῶν ἐναργεστάτην ἐχόντων
[l. 9] ἡντιναοῦν ποιότητα μίαν. εἰ μὲν τὴν δριμύτητα κατανοῆσαι
[l. 10] σαφῶς ἐθέλοις, ἐπὶ σκορόδου καὶ κρομμύου καὶ τῶν ὁμοίων
[l. 11] αὐτοῖς, ἀπογευόμενός τε συνεχῶς καὶ διαμασώμενον ἐπὶ
[l. 12] πλεῖστον καὶ τὴν μνήμην πειρώμενον ἀκριβῶς παρατίθεσθαι
[l. 13] τοῦ γιγνομένου πάθους τὴν αἴσθησιν· εἰ δὲ τὴν στύψιν, ἐπὶ
[l. 14] κικίδος τε καὶ ῥοῦ καὶ τῶν ὁμοίων· εἰ δὲ τὴν πικρότητα,
[l. 15] νίτρου καὶ χολῆς γευόμενον· εἰ δὲ τὴν γλυκύτητα, σιραίου
[l. 16] καὶ μέλιτος, ἔτι δὲ πρὸς τούτοις εἴτ’ οὖν ἄποιον ἐθέλοις
[l. 17] εἴτε μέσον ἐν ποιότητι τῇ πρὸς τὴν γεῦσιν ὑπολαμβάνειν, τὸ
[p. 11.633]
[l. 1] ὕδωρ ἀξιῶ σε καὶ τούτου γευσάμενον, ἀκριβῶς ἔχειν ἐν τῇ
[l. 2] μνήμῃ, καὶ μάλιστά γε τοῦ μηδεμίαν ὧν νῦν εἴρηκα ἐμφαίνοντος
[l. 3] ποιότητα, μήτε γλυκύτητα μήτε δριμύτητα μήτ’
[l. 4] ὀξύτητα μήτε πικρότητα, καὶ πρὸς τούτοις ἔτι 13.90. μήθ’
[l. 5] ἱκανῶς θερμοῦ μήθ’ ὑπερβαλλόντως ψυχροῦ. ἐντεῦθεν γὰρ
[l. 6] ὁρμώμενος ἑτοιμότερον ἐπί τε τὴν τῶν ἄλλων ἁπάντων
[l. 7] ἀμυδρῶν χυμῶν ἀφίξῃ διάγνωσιν ἐπί τε τὴν τῶν ὡς ἐγὼ
[l. 8] μέν φημι γλυκέων, ὡς δ’ ἄλλοι τινὲς, ὑδατωδῶν, οἷος ὅ τε
[l. 9] τῶν καλάμων ἐστὶ τῶν χλωρῶν καὶ ἀγρώστεως καὶ προσέτι
[l. 10] πυρῶν καὶ κριθῶν καὶ ζειῶν καὶ ἄλλων πολλῶν, ὧν καὶ
[l. 11] Θεόφραστος μέμνηται, ζητῶν εἴτ’ εἴδη πλείονα θετέον ἐστὶν
[l. 12] τῶν γλυκέων χυμῶν, εἴτε τῷ μᾶλλόν τε καὶ ἧττον αὐτοὺς
[l. 13] ὑποληπτέον διαφέρειν ἀλλήλων. ἀλλὰ περὶ μὲν τούτων αὖθις
[l. 14] διαιρήσομαι.
[l. 15] Ὁποίαν δ’ ἄν σοι τὸ ἀποιότατον ὕδωρ
[l. 16] αἴσθησιν παράσχῃ, τοιαύτην ὅταν ἔν τινι τῶν ξηρῶν εὑρίσκῃς,
[l. 17] ἔξω δηλονότι πάσης τὸ τοιοῦτον θερμότητός τε καὶ
[l. 18] ψυχρότητος ἐπιφανοῦς ἐστι, μέσην ὡς οἷόν τε μάλιστα κατάστασιν
[p. 11.634]
[l. 1] ἔχον, ἢ καὶ μικρόν τι ῥέπον ἐπὶ τὸ ψυχρόν. ἀλλ’
[l. 2] εἴπερ οὕτως ἔχον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ
[l. 3] ξηρὸν εἴη τὴν σύστασιν, ἀνάγκη γεῶδες ὑπάρχειν αὐτὸ
[l. 4] καὶ ξηραίνειν ἀδήκτως. ὀνομάζεται δὲ πρὸς τῶν ἰατρῶν
[l. 5] ἅπαντα τὰ τοιαῦτα τῶν φαρμάκων ἐμπλαστικὰ, καθάπερ τὰ
[l. 6] πλεῖστα τῶν ἀκριβῶς πεπλυμένων, ἄμυλος, πομφόλυξ καὶ
[l. 7] ψιμμύθιον καὶ τίτανος καὶ καδμεία καὶ γῆ ἡ Κρητικὴ καὶ
[l. 8] Κιμωλία καὶ χόνδρος καὶ Σάμιος ἀστὴρ καὶ ἡ τῶν γναφέων
[l. 9] γῆ, τῶν ἐμπλαστικῶν ἐστι φαρμάκων. τινὰ δ’ ἐξ αὐτῶν οὐ
[l. 10] γεώδη μόνον, ἀλλὰ καὶ ὑδατώδη τὴν 2.44. φύσιν ἐστὶν, ἔνια
[l. 11] δὲ καὶ ἀέρα οὐκ ὀλίγον ἐν αὐτοῖς περιέχει, γλίσχρα μέντοι
[l. 12] ταῦτα πάντα καὶ διὰ τοῦτο ἐμπλαστικά.
[l. 13] Διττὴ γὰρ ἡ τῶν ἐμπλαστικῶν ἐστι φύσις,
[l. 14] ἡ μὲν ἑτέρα γεώδης ἀκριβῶς καὶ ξηρὰ, ἡ δ’ ἑτέρα γλίσχρα
[l. 15] μὲν πάντως, μικτὴ δ’ ἐξ ὕδατος καὶ γῆς καὶ τὰ πολλὰ καὶ
[l. 16] ἀέρος, ὥσπερ καὶ τοὔλαιον τὸ γλυκύ. λέλεκται δ’ ἔμπροσθεν
[l. 17] ὁποῖον λέγω τὸ γλυκύ. τουτὶ μὲν οὖν ἐξ ἀερώδους τε ἅμα
[l. 18] καὶ γεώδους καὶ ὑδατώδους οὐσίας μέμικται· τὸ δὲ τοῦ ὠοῦ
[p. 11.635]
[l. 1] λευκὸν ἐκ τῶν αὐτῶν μέν πως, γεωδέστερον δέ ἐστιν ἐλαίου,
[l. 2] καὶ μὲν δὴ καὶ τὸ τυρῶδες τοῦ γάλακτος ἐμπλαστικόν ἐστιν
[l. 3] καὶ ἡ τοῦ ὑὸς πιμελή. ταύρου μὲν γὰρ καὶ τράγου πιμελὴ
[l. 4] δριμύτητα πολλὴν ἔχει καὶ πυρώδη· βοὸς δὲ καὶ αἰγὸς ἧττον μὲν,
[l. 5] ἤδη δέ πως καὶ τούτων τὸ στέαρ δριμύ. καὶ γὰρ δὴ καὶ στέαρ
[l. 6] ὀνομάζεται τῶν τοιούτων ζώων ἡ πιμελὴ, διὰ τὸ πάχος. ἔτι
[l. 7] γὰρ οὐ θερμοτέρα μόνον, ἀλλὰ καὶ γεωδεστέρα τῆς τῶν ὑῶν.
[l. 8] χηνὸς δὲ καὶ ἀλεκτρυόνος ἐστὶ μὲν καὶ θερμοτέρα καὶ ξηροτέρα
[l. 9] τὴν τῶν ὑῶν, ἀλλὰ καὶ λεπτομερής τε καὶ ἥκιστα γεώδης.
[l. 10] οὕτω δὲ καὶ πάντων τῶν πτηνῶν, ὅτι καὶ ἡ οὐσία τοῦ
[l. 11] σώματος αὐτῶν οὐκ ὀλίγον ἔχει τὸ ἀερῶδες. ἀλλὰ περὶ μὲν
[l. 12] τούτων ἕτερος λόγος. ὅσαι δ’ οὖν πιμελαὶ μήπω δριμύτητά
[l. 13] τινα ἔχουσιν, ἐμπλαστικαὶ τῶν πόρων εἰσὶν, καὶ μᾶλλον αἱ
[l. 14] ξηρότεραι καὶ γεωδέστεραι. τοιοῦτος δ’ ἐστὶν καὶ ὁ πεπλυμένος
[l. 15] κηρός. ἀποτίθεται γὰρ καὶ αὐτὸς τὴν ἐκ τοῦ μέλιτος
[l. 16] δριμύτητα. 13.91. πρόδηλον δ’ ὡς οὐ περὶ τοῦ πικροῦ τῇ φύσει
[l. 17] κηροῦ λέγεται ταῦτα, καθάπερ ὁ Ποντικός ἐστιν. ἐῥ ἀψινθίου
[p. 11.636]
[l. 1] γὰρ ἐκεῖνος ἔχει τὴν πικρότητα, καὶ εἰ πλύναις αὐτὸν
[l. 2] μυριάκις, οὐκ ἂν ἐκνίψαις τελέως τὴν πικρότητα. φυλάττεσθαι
[l. 3] δὲ καὶ τὸν ἐκ δριμέος καὶ θυμώδους μέλιτος κηρὸν,
[l. 4] ὅταν ἄδηκτον ἀκριβῶς ἐθέλοις σκευάσαι φάρμακον. ἐπιτήδειος
[l. 5] οὖν ὁ ἐξ ὑδατωδεστέρου καὶ ἥκιστα δριμέος μέλιτος
[l. 6] εἰς τὸ πλύνεσθαι.
[l. 7] Τὰ μὲν οὖν ἐμπλαστικὰ φάρμακα τοιαῦτα.
[l. 8] περὶ δὲ τῶν στυφόντων τε καὶ ὀξέων αὖθις ἐπάνειμι.
[l. 9] τὰ μὲν στύφοντα γεώδη μέν ἐστι καὶ παχυμερῆ ταῖς τῶν
[l. 10] ὄγκων συστάσεσι, ψυχρὰ δὲ ταῖς ποιότητι· τὰ δ’ ὀξέα
[l. 11] λεπτομερῆ μέν ἐστι τοῖς σώμασιν, ψυχρὰ δ’ ὡσαύτως τοῖς
[l. 12] στύφουσι. πίστις δ’ ὑπὲρ ἀμφοῖν διττὴ, κατὰ μὲν τὴν
[l. 13] αἴσθησιν ἐξ ἀπαγωγῆς, κατὰ δὲ τὸν λόγον ἐκ τῆς οὐσίας
[l. 14] αὐτῶν. εἰρήσεται δὲ προτέρα τῶν πίστεων ἡ σαφεστέρα
[l. 15] μὲν τοῖς πολλοῖς, ἀσθενεστέρα δ’ ὡς πρὸς ἀπόδειξιν ἐπιστημονικήν.
[l. 16] οἱ ἀπὸ τῶν δένδρων καρποὶ πάντες, ὅσοι
[l. 17] γλυκεῖς ἡμῖν φαίνονται πεπανθέντες, ἄρτι γεννώμενοι στρυφνοί
[l. 18] τέ εἰσι καὶ ξηροὶ ταῖς συστάσεσι καὶ κατὰ τὴν τοῦ
[p. 11.637]
[l. 1] γεννῶντος δένδρου φύσιν ἕκαστος, ὥς που καὶ Θεόφραστος
[l. 2] ἔλεγεν, ἐλαῖαι, σταφυλαὶ, μῆλα, ῥοιαὶ, μόρα, φοίνικες,
[l. 3] ἄπιοι. προϊόντες δὲ τῷ χρόνῳ γίγνονται μὲν ὑγρότεροι,
[l. 4] προσλαμβάνουσι δὲ ὀξύτητα τῇ στρυφνότητι, καὶ ταύτην
[l. 5] ἀποτιθέμενοι κατὰ βραχὺ γλυκεῖς αὖθις γίνονται τελειούμενοι.
[l. 6] τινὲς δ’ οὐδ’ ἐπὶ τοῖς δένδροις, ἀλλ’ ἀφαιρούμενοι
[l. 7] μετὰ χρόνον ἀπολαμβάνουσι τὴν γλυκύτητα. ἄλλοι δέ τινες
[l. 8] οὐδὲ διὰ μέσης τῆς ὀξύτητος, ἀλλ’ ἄντικρυς ἀπὸ τῆς
[l. 9] στρυφνότητος ἐπὶ τὴν γλυκύτητα παραγίνονται, καθάπερ
[l. 10] καὶ ὁ τῆς ἐλαίας. καὶ μὴν ὅτι γε τῷ θερμῷ πέπτονται
[l. 11] πάντες δῆλον, ὅτι τε διττόν ἐστι τοῦτο, τὸ μὲν ἴδιον
[l. 12] ἔμφυτον ἑκάστου, τὸ δ’ ἔξωθεν μὲν ἀπὸ τοῦ ἡλίου, σύμφυτον
[l. 13] δὲ καὶ οἰκεῖον αὐτοῖς, εἴπερ μεμνήμεθα τῶν ὑποκειμένων
[l. 14] ἡμῖν ἀεὶ στοιχείων, ἴσμεν δήπου σαφῶς. ἀλλ’
[l. 15] εἴπερ στρυφνότεροι μέν εἰσι κατ’ ἀρχὰς, πεπαινόμενοι δὲ
[l. 16] γίνονται γλυκεῖς, ἐκ θερμασίας ἡ γλυκύτης αὐτοῖς ἐκ ψύξεως
[l. 17] δὲ ἡ ὀξύτης τε καὶ στρυφνότης ὑπῆρξεν. ἐπεὶ δὲ καὶ
[p. 11.638]
[l. 1] κατ’ ἀρχὰς μὲν ἔτι ξυλώδεις, ὥς καὶ Θεόφραστος ἔλεγε,
[l. 2] ξηροί τέ εἰσιν ἅμα καὶ στρυφνοὶ, τὸ πλῆθος δ’ αὐτοὺς τῆς
[l. 3] ἐπιῤῥεούσης ὑγρότητος ὀξεῖς ἐργάζεται, πρόδηλον ὡς γεωδέστερος
[l. 4] μέν ἐστιν ὁ στρυφνὸς χυμὸς, ὑγρότερος δ’ ὁ ὀξὺς,
[l. 5] ὥστε καὶ Πλάτων ὁρίζων ὀρθῶς ἔλεγεν· ὅσα τοιαῦτα τοῖς
[l. 6] χυλοῖς ἐμφέρεται γεώδη μόρια, κατατηκόμενα ταῦτα καὶ
[l. 7] συνάγοντα καὶ ἀποξηραίνοντα τὰ νοτερὰ τῶν τῆς γλώττης
[l. 8] αἰσθητικῶν μορίων, τραχύτερα μὲν ὄντα στρυφνὰ, ἧττον
[l. 9] δὲ τραχύνοντα αὐστηρὰ φαίνεται. καὶ ἡμεῖς δὲ πρὸς τούτοις,
[l. 10] ὅτι καὶ ψυχρός ἐστιν τὴν κρᾶσιν ὁ τοιοῦτος χυμὸς
[l. 11] ὀρθῶς ἐροῦμεν. ἂν γὰρ γεώδης ᾖ μόνον, ἐμπλαστικὸς, οὐ
[l. 12] στρυφνὸς ἔσται, καί πως ὁ λόγος ἐπὶ τὴν οὐσίαν αὐτὴν
[l. 13] ἤδη μεταβὰς τῶν χυμῶν ἐπιστημονικῆς 13.92. ἀποδείξεως
[l. 14] ἅπτεται. εἰ γὰρ τῷ στρυφνῷ χυλῷ συνάγειν καὶ ξηραίνειν
[l. 15] καὶ τραχύνειν τὴν γλῶτταν ὑπάρχει σαφῶς, ἐδείχθη δ’ ἐν
[l. 16] τοῖς ἔμπροσθεν λόγοις ὑπὸ ψυχροῦ μόνου συνάγεσθαι καὶ
[l. 17] σφίγγεσθαι καὶ πιλεῖσθαι τὰ σώματα, πρόδηλον ὡς πάντως
[l. 18] ψυχρός ἐστιν ὁ στρυφνὸς χυμός· ἐπεὶ δὲ καὶ ἀνωμάλως
[p. 11.639]
[l. 1] ξηραίνει, τοῦτο γὰρ ἦν τὸ τραχῦνον, εἴη ἂν πάντως καὶ
[l. 2] γεώδης. ὁμαλῶς γὰρ ἅπαντα ὁ ὑδατώδης διεξέρχεται. ὑπάρχει
[l. 3] γὰρ ἀχώριστον αὐτῷ, κᾂν διασπασθῇ, τὸ πάλιν ἑνοῦσθαι,
[l. 4] τῷ δὲ γεώδει σώματι τῷ κατὰ τοὺς χυμοὺς ἐμφερομένῳ καὶ τὸ
[l. 5] διασπᾶσθαι μὲν ἤδη πάρεστιν, καὶ τὸ μηκέτι δὲ συνιέναι ῥᾳδίως
[l. 6] ὑπάρχει. καὶ μέντοι καὶ τὸ τῆς αἰσθήσεως ἴδιον ἑκατέρου
[l. 7] πάθους ἀναμνησθέντι σοι τοῖς αὐτοῖς μαρτυρήσει. ταχεῖα
[l. 8] μὲν γὰρ ἡ τῶν ὀξέων χυμῶν διέξοδος ἐν τοῖς αἰσθητικοῖς
[l. 9] σώμασι φαίνεται γιγνομένη, βραδεῖα δ’ ἡ τῶν στρυφνῶν. καὶ
[l. 10] τὰ μὲν ὀξέα διὰ βάθους ἐνεργεῖν φαίνεται μᾶλλον, ἐπιπολῆς
[l. 11] δὲ τὰ στρυφνά. ταῦτ’ οὖν ἅπαντα παχυμερῆ μὲν εἶναι ἐνδείκνυνται
[l. 12] τὰ στρυφνὰ σώματα, λεπτομερῆ δὲ ὑπάρχειν τὰ ὀξέα.
[l. 13] ταυτὶ μὲν οὖν ἱκανῶς ἀλλήλοις ὡμολόγηται, τά τ’ ἀπὸ τῆς
[l. 14] οὐσίας αὐτῆς τῶν πραγμάτων εἰρημένα καὶ τὰ διὰ τῆς τῶν
[l. 15] εὑρημένων κατὰ τὴν αἴσθησιν ἐπαγωγῆς· οὐδὲν δ’ ἂν εἴη
[l. 16] χεῖρον ἔτι καὶ ταῦτα προσθεῖναι, μεμνημένους πάλιν κᾀνταῦθα
[l. 17] τῆς τῶν ὀνομάτων χρήσεως, ὡς στύφειν μὲν ἄμφω
[l. 18] λέγεται, τό τ’ αὐστηρὸν καὶ τὸ στρυφνὸν, ἐν δὲ τῷ μᾶλλον
[p. 11.640]
[l. 1] καὶ ἧττον διαφέρει. καὶ μὴν καὶ ὅτι πολλαὶ τοῖς φαρμάκοις
[l. 2] ὑπάρχουσι ποιότητες οὐ διάφοροι μόνον, ἀλλὰ καὶ μαχόμεναι
[l. 3] πρὸς ἀλλήλας, ἐνίοτε δὲ καὶ παντάπασιν ὑπεναντίαι,
[l. 4] δέδεικται μὲν ἔμπροσθεν αὐτάρκως, ἄρξασθαι δ’ ἀπ’ αὐτοῦ
[l. 5] καὶ νῦν ἀναγκαῖον. εἰ μὲν γάρ σοι φαίνοιτο γευομένῳ καὶ
[l. 6] στρυφνὸν ἅμα καὶ δάκνον ταὐτὸ, τουτὶ μὲν ἀπολιπεῖν σε
[l. 7] κελεύσω τὸ φάρμακον, ἔρχεσθαι δ’ ἐπὶ τὸ στρυφνὸν ἄνευ
[l. 8] τοῦ δάκνειν. εἰ δὲ μηδ’ ὀξὺ φαίνοιτο, μηδὲ γλυκὺ, μηδὲ
[l. 9] πικρὸν, ἀλλ’ ὡς οἷόν τε μάλιστα μίαν ἔχον ἄμικτον ποιότητα
[l. 10] τὴν τῆς στύψεως, οὕτως ἤδη βασανίζειν αὐτὸ τῇ
[l. 11] πείρᾳ καθ’ ὃν πολλάκις ἔμπροσθεν ὑπεθέμην σοι τρόπον.
[l. 12] ἐὰν γὰρ ἅμα τό τε στύφειν ἔχῃ καὶ τὸ δάκνειν ἤ τινα
[l. 13] ἄλλην ἐναργῆ ποιότητα καὶ δύναμιν ἐπιμεμιγμένην τῇ στύψει,
[l. 14] περιττὸν καὶ μάταιον εἰς πεῖραν ἄγειν τὸ τοιοῦτον
[l. 15] φάρμακον, ἐπειδὰν δοκιμάζῃς ἐνέργειαν στύψεως. ἄδηλον
[l. 16] γὰρ εἴτε διὰ τὴν στύψιν, εἴτε διά τινα τῶν ἀναμεμιγμένων
[l. 17] αὐτῇ ποιοτήτων, εἴτε καὶ δι’ ἀμφοτέρας ἐνήργησεν ὡδί
[l. 18] πως περὶ τὸ πλησιάζον αὐτῷ σῶμα. χαλκῖτις οὖν καὶ μίσυ
[p. 11.641]
[l. 1] καὶ χάλκανθος καὶ λεπὶς χαλκοῦ καὶ σῶρυ, στύφοντά τε
[l. 2] ἅμα καὶ δάκνοντα, δρᾷ μὲν κατ’ ἀμφοτέρας τὰς ποιότητας
[l. 3] εἰς ἕκαστον τῶν ὁμιλούντων σωμάτων, οὐ μὴν διδάξαι
[l. 4] γε ἡμᾶς δύναται σαφῶς εἴτε διὰ τὴν στύψιν ἔχει 2.45. τὸ
[l. 5] καίειν, εἴτε διὰ τὴν δριμύτητα. καταλιπεῖν οὖν ἄμεινον
[l. 6] αὐτὰ καὶ γεύεσθαι πολλῶν ἐφεξῆς ἄλλων ἐπισκοπούμενον
[l. 7] εἰλικρινῆ στύψιν ἰδίᾳ καὶ καθ’ ἑαυτὴν ὡς οἷόν τ’ ἐστὶ μάλιστα,
[l. 8] κᾀπειδὰν τοιαύτην εὕρῃς, οὕτως ἤδη κρίνειν τὸ
[l. 9] φάρμακον αἷς πολλάκις ἔμπροσθεν ἤκουσας μεθόδοις, οἷον
[l. 10] εἴ σοι γευομένῳ φαίνοιτο βαλαύστιον, ἢ κικὶς, ἢ κύτινος,
[l. 11] ἢ ὑποκυστὶς, ἢ στρύχνος, ἢ γλαύκιον, ἢ ἀκακία, ἢ ῥοῦ
[l. 12] χυλὸς, ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶς μὲν εἶναι στρυφνὸν,
[l. 13] ἔκδηλον δ’ ἑτέραν ποιότητα μηδεμίαν ἔχον, ἐξετάζειν ἐπὶ
[l. 14] τῶν τοιούτων ἤδη καὶ βασανίζειν ἀκριβῶς ἐνέργειαν στύψεως.
[l. 15] ἡ δὲ ἐξέτασις, ὡς εἴρηται πολλάκις, ἐπί τε τῶν ἐν
[l. 16] ἀρίστῃ κατασκευῇ σωμάτων ἀκριβῶς ὑγιαινόντων, ἐπί τε
[l. 17] τῶν ἁπλῶν γινέσθω σοι παθῶν, ἤτοιν θερμῶν, ἢ ψυχρῶν,
[l. 18] ἢ ξηρῶν, ἢ ὑγρῶν. 13.93. εἰ μὲν γὰρ αὐτό τε τὸ ὑγιαῖνον
[p. 11.642]
[l. 1] σῶμα φαίνοιτο σαφῶς ἐμψῦχον, ἐπί τε τῶν θερμῶν ἁρμόττει
[l. 2] παθῶν, ἐναργῆ δὲ καὶ αὐτῷ τῷ κάμνοντι τὴν ψυχρὰν προσβάλλει
[l. 3] ποιότητα, τολμᾷν ἤδη τι περὶ τῆς στύψεως ὡς ψυχούσης
[l. 4] ἀποφαίνεσθαι. εἰ δ’ ἔμπαλιν ἔχον εὑρίσκοιτο καὶ τῶν
[l. 5] ὑγιαινόντων σωμάτων ὑπ’ αὐτοῦ θερμαινομένων καὶ τῶν
[l. 6] θερμῶν νοσημάτων παροξυνομένων καὶ τῶν ψυχρῶν ὠφελουμένων
[l. 7] οὐ ψύχειν, ἀλλὰ θερμαίνειν ἡγεῖσθαι χρὴ τὸ τοιοῦτον
[l. 8] φάρμακον. οὕτω δὲ καὶ περὶ τῶν δριμέων αὐτῶν καθ’ ἑαυτὰ
[l. 9] ποιεῖσθαι τὴν βάσανον, ἐπί τε κρόμμυον ἰόντα καὶ σκόροδον
[l. 10] καὶ πέπερι καὶ πύρεθρον καὶ ζιγγίβερι καὶ στρούθιον, ἑλένιόν
[l. 11] τε καὶ τίτανον. ὥσπερ γὰρ ὁ μίξας στρύχνου χυλῷ
[l. 12] πέπερι δοκιμάζειν οὐδέτερον αὐτῶν ἱκανός ἐστιν, οὕτως οὐδ’
[l. 13] ὁ τὰ πρὸς τῆς φύσεως μεμιγμένα. κατὰ δὲ τὸν αὐτὸν τρόπον
[l. 14] ἀξιῶ σε καὶ τὴν ὀξεῖαν ποιότητα καὶ τὴν πικρὰν καὶ τὴν γλυκεῖαν
[l. 15] ἐπισκέπτεσθαι σφοδρὰς καὶ μόνας ὡς οἷόν τ’ ἐστὶν
[l. 16] εἰς τὴν δοκιμασίαν ἄγοντα καὶ τῇ πείρᾳ τὰς δυνάμεις αὐτῶν
[l. 17] ἐξευρίσκοντα. τὸ δὲ πᾶν ὅ τι περ ἂν ᾖ στρυφνὸν, ἢ αὐστηρὸν,
[l. 18] ἢ πικρὸν, ἄγειν εἰς πεῖραν, ὡς ἤτοι στρυφνότητος, ἢ αὐστηρότητος,
[p. 11.643]
[l. 1] ἢ πικρότητος ἐν αὐτῷ βάσανον ληψόμενον ἄτοπον
[l. 2] δεινῶς. εἰ γὰρ μιᾶς μόνης μετέχει ποιότητος, τὴν αὐτὴν τοῦ
[l. 3] φαρμάκου πεῖραν ἕξεις καὶ τῆς ποιότητος· εἰ δὲ πλειόνων,
[l. 4] ἐξ ἁπασῶν ἤδη δηλονότι μικτὴν ἐνέργειαν ἐνεργήσει τὸ φάρμακον,
[l. 5] ὥσθ’ ἡ τῆς μιᾶς τῆς κρινομένης ἔτ’ ἄδηλος μένει.
[l. 6] εἴπερ οὖν ὡς προείρηται χρὴ κρίνειν, οὐκ ὀρθῶς ὑπέλαβον
[l. 7] οἵ τε μηδ’ ὅλως ἀποφήνασθαί τι δυνατὸν εἶναι νομίσαντες
[l. 8] ὑπὲρ τῆς τῶν χυμῶν δυνάμεως, οἵ θ’ ἑτέρως τὴν κρίσιν ποιησάμενοι.
[l. 9] καὶ γὰρ ἀποφήνασθαί τι δυνατὸν ὑπὲρ αὐτῶν ἐστιν
[l. 10] καὶ τὴν κρίσιν οὐκ ἄλλως ἢ ὡς εἴρηται νῦν προσήκει ποιεῖσθαι.
[l. 11] εἰ μὲν οὖν ὅλως μηδὲν δεῖσθαι τῆς κατὰ τοὺς χυμοὺς
[l. 12] ἐπισκέψεως εἰρήκεισαν, ἐπειδὰν τὰς δυνάμεις τῶν φαρμάκων
[l. 13] ἐξετάζωμεν, ἐγχωρεῖ γὰρ καὶ χωρὶς τούτων ἐξευρίσκειν τῇ
[l. 14] πείρᾳ τὴν δύναμιν αὐτῶν, ἐπῄνοουν ἂν μᾶλλον ἢ ἐμεμφόμην
[l. 15] αὐτούς. ἐπεὶ δ’ ὡς ὑπὲρ ἀναγκαίου μὲν, ἀγνώστου δὲ διέρχονται,
[l. 16] διχῇ μέμψασθαι τοὺς ἄνδρας δίκαιον, ὅτι τε τὸ μὴ ἀναγκαῖον
[l. 17] ὑπέλαβον ὡς ἀναγκαῖον, ὅτι τε προαπέγνωσαν αὐτοῦ
[l. 18] τῆς εὑρέσεως. ἡ γάρ τοι κρίσις ἑκάστου τῶν φαρμάκων τῆς
[p. 11.644]
[l. 1] δυνάμεως ἄνευ τῆς τῶν χυμῶν διαγνώσεως αὐτάρκως εὑρίσκεται
[l. 2] τῇ πείρᾳ μόνῃ βασανιζομένῃ καθ’ ὃν εἴρηκα μυριάκις
[l. 3] ἤδη τρόπον. κᾀγὼ νῦν, οὐχ ὡς οὐκ ἐνὸν ἄλλως ἐξευρεῖν τὸ
[l. 4] ζητούμενον, ἀλλὰ διά τε τὸ πρὸς τὰς ἀρχὰς ἀκόλουθον, ἵν’
[l. 5] ἐπιδείξαιμι πάντα τοῖς τῶν στοιχείων λογισμοῖς ἑπόμενα καὶ
[l. 6] μηδὲν μηδαμόθι μαχόμενον, ἐξελέγξαιμί τε τοὺς ἅπαντα τὰ
[l. 7] στύφοντα θερμαίνειν εἰπόντας, ἐπὶ τὸν περὶ τῶν χυμῶν
[l. 8] ἀφικόμην λόγον. εὑρεθείη δ’ ἄν τις αὐτοῦ καὶ χρεία πρὸς
[l. 9] τὴν ἐνεστῶσαν ἡμῖν πραγματείαν. ἀλλὰ ταῦτα μὲν ὕστερον
[l. 10] ἐπιδεῖξαι πειράσομαι· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπάνειμι,
[l. 11] παρακελεύομαί τε τῆς ἀληθείας ὀρεγομένοις, αὐτοῖς γευομένοις
[l. 12] ἁπάντων τῶν στυφόντων, ὥσπερ ἡμεῖς ἐποιήσαμεν, ὅταν
[l. 13] εὕρωσιν ἀκριβῶς κατά τι σῶμα τὴν στύψιν, ἄμικτον ὡς οἷόν
[l. 14] τε μάλιστα τῶν ἄλλων ποιοτήτων, τηνικαῦτα διὰ τῆς πείρας
[l. 15] ἐξετάζειν εἴτε θερμὸν, εἴτε ψυχρὸν, εἴτε ξηρὸν, εἴτε ὑγρὸν
[l. 16] ὑπάρχει τὸ τοιοῦτον σῶμα. τουτὶ μὲν οὖν ἕκαστος, ἄν περ
[l. 17] σωφρονῇ, ποιήσει καταμόνας αὐτός. ἐμοὶ δ’ ἀναγκαῖον ἴσως
[p. 11.645]
[l. 1] ἀποφαίνεσθαί τι περὶ τῆς ἐμαυτοῦ πείρας ἐν μὲν τῷ νῦν
[l. 2] ἐνεστῶτι λόγῳ καθόλου, κατὰ μέρος δὲ διὰ τῶν ἑξῆς ὑπομνημάτων.
[l. 3] εἴη δ’ ἂν ὁ μὲν καθόλου λόγος ὑπὲρ ἁπάντων
[l. 4] τοιόσδε. 13.94. Πᾶν στῦφον σῶμα, τό γε τῶν ἄλλων καθαρεῦον,
[l. 5] ὥσπερ πρὸς τὴν αἴσθησιν ποιοτήτων, εὗρον ἀεὶ πειρώμενος
[l. 6] ψυχρόν. ἤδη δὲ καὶ τῶν ἐπιμίκτων ταῖς ποιότησιν ἔνια,
[l. 7] τά τε μετρίως γλυκέα καὶ πικρὰ καὶ δριμέα, σαφῶς εὑρέθη
[l. 8] ψύχοντα, κρατούσης γὰρ ἐν αὐτοῖς δηλονότι τῆς τοῦ στύφειν
[l. 9] τε καὶ ψύχειν δυνάμεως, ὡς ἀμαυροῦσθαι τὰς ἄλλας. κατὰ
[l. 10] δὲ τὸν αὐτὸν λόγον καὶ τὰ ὀξέα πάντα, τά θ’ ἁπλῶς ὀξέα,
[l. 11] καθάπερ ὀξαλίδα καὶ ὀξυλάπαθον, ἔνιά τε τῶν ἐπιμίκτων
[l. 12] ἑτέραις ποιότησιν, ἤτοι γλυκείαις ἢ δριμείαις ἢ πικραῖς, οὐδὲν
[l. 13] ἧττον εὑρίσκεται ψύχοντα καὶ ῥοιαὶ καὶ μῆλα καὶ κοκύμηλα
[l. 14] καὶ σταφυλαὶ καὶ σῦκα καὶ συκάμινα καὶ κεράσια καὶ αὐτὸ
[l. 15] τὸ ὄξος. ἀλλὰ τούτῳ μὲν, ὡς εἴρηται πρόσθεν, ἐπιμέμικταί
[l. 16] τις δριμύτης, ταῖς δ’ ὀπώραις γλυκύτητές τε καὶ στρυφνότητες,
[l. 17] καί τισιν αὐτῶν καὶ πικρότητες ἀμυδραί. καὶ μέντοι καὶ
[p. 11.646]
[l. 1] ὅσα στύφει τε ἅμα καὶ ὀξέα ταῖς ποιότησίν ἐστιν, ἅπαντα
[l. 2] καὶ ταῦτά μοι εὑρέθη πειρωμένῳ σαφῶς ψύχοντα· τὰ δὲ
[l. 3] γλυκέα μόνον ἅπαντα κατὰ τὸ ποσὸν τῆς γλυκύτητος εὐθὺς
[l. 4] καὶ τῆς θερμότητος μετέχειν, ὥστ’ οὐδὲν μὲν τῶν λίαν γλυκέων
[l. 5] ψυχρόν· εἴη δ’ ἄν τι καὶ μετρίως γλυκὺ ψυχρὸν, ἐπειδὰν
[l. 6] τὸ πλεῖστον αὐτοῦ τῆς τοῦ σώματος οὐσίας ὑδατῶδες ᾖ, οὐ
[l. 7] μὴν οὕτω γε ψυχρὸν, ὡς τὸ στρυφνὸν ἱκανῶς ἢ τὸ ὀξὺ, ἀλλ’
[l. 8] ὡς καὶ πρόσθεν που λέλεκται περὶ τῶν χλιαρᾶς θερμασίας
[l. 9] μετεχόντων. καὶ τὰ πικρά γε πάντα θερμὰ, καθάπερ ἥ τε
[l. 10] χολὴ καὶ τὸ νίτρον καὶ οἱ πάνυ παλαιοὶ τῶν οἴνων καὶ τῶν
[l. 11] σπερμάτων μυρία. καὶ γὰρ τὸ τοῦ πηγάνου καὶ μάλιστα τὸ
[l. 12] τοῦ ἀγρίου καὶ τὸ τοῦ τορδύλου καὶ τὸ τοῦ σπονδύλου καὶ τὸ
[l. 13] τοῦ μελανθίου καὶ οἱ θέρμοι καὶ μᾶλλον οἱ ἄγριοι καὶ οἱ ὄροβοι,
[l. 14] καὶ τούτων οἱ ἄγριοι μᾶλλον, ὅ τε προσαγορευόμενος
[l. 15] πελεκῖνος. εὑρίσκεται δὲ ἐν τοῖς πυροῖς. ἀμυγδαλαῖ τέ τινες,
[l. 16] αἳ δὴ καὶ δι’ αὐτὸ τοῦτο προσαγορεύονται πικραὶ, καὶ συκίων
[l. 17] ἄττα σπέρματα καὶ τὸ τοῦ μήλου τοῦ Μηδικοῦ, καὶ πρὸς τούτοις
[l. 18] ἕτερα μυρία πικρὰ φαίνεται τοῖς γευομένοις.
[l. 1] Ἀλλὰ περὶ μὲν τῶν πικρῶν ἐπὶ πλέον
[l. 2] ἐφεξῆς εἰρήσεται. τὸν δὲ περὶ τῶν στυφόντων καὶ ὀξέων αὖθις
[l. 3] ἀναλαβόντες λόγον ἐπιθῶμεν ἤδη τὴν προσήκουσαν αὐτῷ
[l. 4] τελευτήν. τὸ τοίνυν αὐστηρὸν, ὅτι μὲν ἐκλελυμένον ἐστὶ
[l. 5] στρυφνὸν ἀναμνησθῆναι χρὴ τῆς αἰσθήσεως. ἥτις δὲ ἡ
[l. 6] γένεσις αὐτοῦ, νῦν εἰρήσεται. ἐπειδὴ τὸ στρυφνὸν σῶμα γεῶδές
[l. 7] τε καὶ ψυχρὸν ἦν, ἐκλυθήσεται κατ’ ἀνάγκην τριχῶς, ἢ
[l. 8] θερμαινόμενον, ἢ ὑγραινόμενον, ἢ συναμφότερον ἅμα πάσχον
[l. 9] ἂν μὲν οὖν θερμαίνηται μόνον, οὐκ ἔστι μὲν οὔθ’ ὑγρότερον
[l. 10] οὔτε μαλακώτερον, ἀλλὰ σκληρὸν μένον ἐπικτήσεται γλυκύτητα,
[l. 11] καθάπερ αἱ τῶν δρυῶν βάλανοι καὶ μάλιστα αἱ ὀνομαζόμεναι
[l. 12] καστανεῖαι. ἐὰν δ’ ὑγραίνηται μόνον, ἐὰν μὲν παχυμερὴς
[l. 13] 2.46. καὶ ὑδατώδης ἡ ὑγρότης, αὐστηρὸν ἀποτελεσθήσεται.
[l. 14] παντὸς γὰρ χυμοῦ δύναμιν ἡ ὑδατώδης ὑγρότης ἀμβλύνει.
[l. 15] ἐὰν δὲ λεπτομερής τε καὶ ἀερώδης, ὀξύνει. δέδεικται γὰρ ὡς
[l. 16] τὸ λεπτομερὲς ψυχρὸν ὀξεῖαν ἀπεργάζεται ποιότητα. ἂν δὲ
[l. 17] ὑγραίνηταί τε ἅμα καὶ θερμαίνηται, μετὰ μὲν ὑδατώδους
[l. 18] ὑγρότητος εἰς γλυκύτητα τὴν μετάπτωσιν ἕξει, μετὰ δ’ ἀερώδους
[p. 11.648]
[l. 1] εἰς λιπαρότητα. καὶ πρόδηλον ἤδη γέγονεν ὅπως οἱ
[l. 2] καρποὶ κατ’ ἀρχὰς ὄντες στρυφνοὶ, προϊόντος τοῦ χρόνου
[l. 3] τινὲς μὲν ἀκριβῶς γίνονται γλυκεῖς, τινὲς δὲ ὀξεῖς, τινὲς
[l. 4] 13.95. δ’ αὐστηροὶ, τινὲς δ’ ἀεὶ μένουσι στρυφνοὶ, τινὲς δ’ ἀποτελοῦνται
[l. 5] λιπαροί· καὶ δὴ καὶ κατὰ τὰς τῶν εἰρημένων ποιοτήτων
[l. 6] ἐπιμιξίας παμπόλλην ἔχουσι τὴν ποικιλίαν. στρυφνὸς
[l. 7] μὲν οὖν ἄχρι τέλους ἐστὶν ὁ τῆς πρίνου καὶ κομάρου καὶ
[l. 8] φηγοῦ καὶ κρανίας, ὅτι καὶ ψυχρὸς καὶ ξηρὸς οἷός περ ἦν ἐξ
[l. 9] ἀρχῆς παραμένει, μόνον μὲν αὐξανόμενος, οὐδεμίαν δὲ μεγάλην
[l. 10] ἀλλοίωσιν ἑτέραν ἐπικτώμενος. ἔστι γὰρ καὶ αὐτὰ ταῦτα τὰ
[l. 11] δένδρα πυκνότερά τε ἅμα καὶ ξηρότερα καὶ ψυχρότερα. στρυφνὸς
[l. 12] δὲ ἅμα καὶ γλυκὺς ὅ τε τῆς μυρσίνης καὶ ὁ τῆς ἀχράδος
[l. 13] καὶ ὁ τῆς δρυὸς, καὶ πλέον μὲν γλυκὺς ἢ στρυφνὸς ὁ τῆς
[l. 14] καστανείας ὀνομαζόμενος· αὐστηρὸς δὲ μόνον ὁ τῶν ἀμιναίων
[l. 15] ἀμπέλων καὶ καρπὸς καὶ οἶνος, ὅσοι τε παραπλήσιοι τοῖσδε.
[l. 16] αὐστηρὸς δὲ ἅμα καὶ γλυκὺς ὁ τῆς φοίνικος καρπὸς καὶ τῶν
[l. 17] οἴνων ὁ Σουῤῥεντῖνος καὶ ὁ Σαβῖνος καὶ ὁ Ἀλβάτης ὀνομαζόμενος,
[l. 18] ὅσοι τε ἄλλοι τοιοῦτοι. γλυκὺς δὲ μόνον ὁ Θήραιός τε
[p. 11.649]
[l. 1] καὶ ὁ Σκυβελλίτης καὶ τὸ σίραιον, ὅσα τ’ ἄλλα τούτοις ἔοικεν.
[l. 2] λιπαρὸς δ’ ἅμα καρπὸς καὶ χυλὸς ἀκριβῶς μὲν ὁ τῆς ἐλαίας
[l. 3] ἐστὶν, ἤδη δὲ καὶ οἱ ἄλλοι πάντες ἐξ ὧν ἔλαιον σκευάζεται,
[l. 4] οἷον ὅ τε τοῦ κίκεως καὶ ὁ τῆς ῥαφανῖδος, καὶ τὰ σήσαμα δὲ
[l. 5] αὐτὰ καὶ τὰ κάρυα καὶ τὰ ἀμύγδαλα. πάντα γὰρ τὰ τοιαῦτα
[l. 6] παλαιούμενα τελέως γίνεται λιπαρὰ, τῆς μὲν ὑδατώδους καὶ
[l. 7] περιττωματικῆς ὑγρότητος ἐν αὐτοῖς ἀποπνεούσης, τῆς δ’
[l. 8] οἰκείας ὑπὸ τοῦ συμφύτου θερμοῦ κατεργαζομένης τε καὶ
[l. 9] ἀκριβῶς ἐκπεττομένης.
[l. 10] Ὅσοι μὲν οὖν τῶν καρπῶν ἐλαιώδεις γίγνονται
[l. 11] μόνον, ἐδώδιμοί τέ εἰσι καὶ γλυκεῖς. ὅσοις δ’ ἐν
[l. 12] τῇ μεταβολῇ προσγίνεταί τις πικρότης, ἄβρωτοι καθίστανται.
[l. 13] τὸ γὰρ πικρὸν ἅπαν ἄβρωτόν ἐστι καὶ γίγνεται δι’
[l. 14] ὑπερβολὴν θερμασίας, ὡς ἐφεξῆς ἀποδείξομεν. ἀλλὰ τὸ μὲν
[l. 15] γλυκὺ πᾶν θερμόν τέ ἐστι καὶ οὐκ ἀμέτρως ὑπερβάλλει τὴν
[l. 16] ἐν ἡμῖν θερμότητα, ἀλλ’ ὥσπερ τὸ ὕδωρ τὸ θερμὸν, οὗ ψαύοντες
[l. 17] ἡδόμεθα, καὶ μάλισθ’ ὅταν ὦμεν ἐῤῥιγωκότες, ἄχρι μὲν τοῦ
[l. 18] διαχεῖν τὰ πεπηγότα πρὸς τοῦ ψυχροῦ μόρια τοῦ σώματος
[p. 11.650]
[l. 1] ἐκθερμαῖνον ἡμᾶς, οὐ μὴν διαλῦόν γε οὐδὲ τέμνον αὐτῶν τὸ
[l. 2] συνεχὲς καὶ διϊστῶν, ἥδιστόν ἐστι καὶ ὠφελιμώτατον. οὕτω
[l. 3] καὶ πᾶν ἔδεσμα γλυκὺ θερμὸν μὲν ὑπάρχει πάντως, οὐ μὴν
[l. 4] ἐπὶ πλέον γε ἥκει θερμότητος ὡς ἀνιᾷν, ἀλλ’ ἐν τοῖς ὅροις
[l. 5] μένει τοῦ διαχέοντος καὶ ὁμαλύνοντος καὶ μαλάττοντος. ἀναμνήσθητι
[l. 6] δὲ πάλιν κᾀνταῦθα τῶν πολλάκις ἡμῖν ἔμπροσθεν
[l. 7] εἰρημένων, ὡς τινὰ μὲν ἤτοι κατὰ μίαν ἢ δύο ποιότητας ἐνεργεῖ
[l. 8] τε καὶ πάσχει πρὸς ἄλληλα, τινὰ δὲ καθ’ ὅλας ἑαυτῶν
[l. 9] τὰς οὐσίας, ἐν οἷς καὶ φάρμακα μὲν οὐκ ὀλίγα καὶ τὰς τροφὰς
[l. 10] δὲ πάσας ὑπάρχειν ἔφαμεν. ἔοικε δὲ διττὸν εἶναι τὸ γένος
[l. 11] αὐτῶν, ὡς καὶ Θεόφραστος ἐπεσημήνατο. τινὲς μὲν γάρ εἰσι
[l. 12] λιπαραὶ, καθάπερ ἡ πιμελὴ, τινὲς δὲ γλυκεῖαι μᾶλλον ἢ ἧττον,
[l. 13] ὥσπερ οἵ τε καρποὶ πάντες οὓς ἐσθίομεν, αἵ τε τῶν ζώων
[l. 14] σάρκες, ἤδη δὲ καὶ βοτάναι πολλαὶ καὶ ῥίζαι καὶ ἄνθη καὶ
[l. 15] βλαστοί. καὶ γὰρ εἴ τι τῶν τοιούτων στρυφνόν ἐστιν, ὥσπερ
[l. 16] αἱ ἀχράδες καὶ κράνια. πάντως μέντοι καὶ αὐτὸ μετέχει γλυκύτητος,
[l. 17] εἴπερ γε μὴ ἀκριβῶς ἐστι στρυφνὰ, καθάπερ ἡ κικίς
[l. 18] τε καὶ ὁ ῥοῦς, οὐ μὴν ἀλλὰ καὶ διὰ ταῦτα ἤδη καὶ ὡς φαρμάκων
[p. 11.651]
[l. 1] μᾶλλον ἢ τροφῆς αὐτῶν ἡ χρεία. φαίνονται γοῦν αἵ
[l. 2] τε κιττῶσαι καὶ οἱ πεπληρωμένοι καὶ οἷς ὁ στόμαχος ἔκλυτος,
[l. 3] ἀπογεύεσθαι τῶν τοιούτων ὀρεγόμενοι, πεινῶντες δ’ ἔμπαλιν
[l. 4] ἀποστρέφονται μὲν καὶ τὰ στρυφνὰ καὶ τὰ ὀξέα, προσίενται
[l. 5] δὲ τά τε γλυκέα καὶ τὰ λιπαρὰ καὶ τούτων ἐπιπλησθῆναι
[l. 6] ποθοῦσιν.
[l. 7] 13.96. Ἐστι δὲ δήπου καὶ τὸ λιπαρὸν αὐτὸ
[l. 8] γλυκὺ, καὶ τὸ τρέφον δὲ πᾶν ἐκ τοῦ γένους ἐστὶ τῶν γλυκέων.
[l. 9] καὶ τοῦτ’ εὐλόγως αὐτοῖς ὑπάρχει καὶ κατ’ αὐτὴν ὡς οἷόν τέ
[l. 10] ἐστι τὴν οὐσίαν τῆς τροφῆς. ἀναπλήρωσις γάρ ἐστι τοῦ
[l. 11] κενωθέντος ἡ θρέψις. οἰκεῖον δὲ ἦν τὸ κενωθὲν, ὥστε καὶ
[l. 12] τὸ τρέφον οἰκεῖον ὑπάρχειν ἀναγκαῖον. εἰ δ’ οἰκεῖον, εἶναι
[l. 13] ἀνάγκης ἡδὺ καὶ φίλιον, εὐθὺς δὲ καὶ συμμέτρως θερμὸν ὡς
[l. 14] πρὸς τὸ τρεφόμενον. ἀλλ’ ἐν τούτῳ τε τὸ μᾶλλόν τε καὶ
[l. 15] ἧττον οὐκ ὀλίγον, ὅτι μηδ’ ἀκριβῶς κατὰ φύσιν ἔχοντες ἐπὶ
[l. 16] τὰς τροφὰς ἀφικνούμεθα. μόνον μὲν γὰρ χρή κεκενῶσθαι τὸ
[l. 17] σῶμα τῶν τῆς τροφῆς δεομένων, εἰ μέλλοιεν εὐγνώμονες
[p. 11.652]
[l. 1] ἀκριβεῖς ἔσεσθαι τῆς οἰκείας αὐτῶν ποιότητος. ἂν δὲ πρὸς
[l. 2] τούτῳ θερμότεροι τοῦ δέοντος, ἢ ψυχρότεροι γενηθῶσιν, ἢ
[l. 3] τὸ σύμπαν σῶμα, ἢ τοὺς περὶ τὴν γλῶτταν ἢ τὴν γαστέρα
[l. 4] τόπους, οὐ τῶν θρεψόντων μόνον, ἀλλὰ καὶ τῶν
[l. 5] ἤτοι ψυχόντων, ἢ θερμαινόντων δεήσονται. καὶ διὰ τοῦτο
[l. 6] καὶ τῶν σιτίων ἄλλοτε ἄλλο τοῖς τοιούτοις ἥδιον φαίνεται.
[l. 7] διττοῦ γὰρ ὄντος τῷ γένει τοῦ ἡδέος, ἑτέρου μὲν τοῦ τὸ
[l. 8] κεκενωμένον ἀναπληροῦντος, ὅπερ ἦν ἡ τροφὴ, ἑτέρου δὲ
[l. 9] τοῦ τὸ ἠλλοιωμένον ἐξιωμένου, φάρμακον δ’ ἤδη τοῦτο
[l. 10] συμβαίνει τοῖς ἐδέσμασιν, ὅταν μὴ μόνον τοῖς σώμασι κεκενωμένοις,
[l. 11] ἀλλὰ καὶ κατὰ ποιότητα μεταβεβλημένοις προσφέρηται,
[l. 12] κατὰ διττὸν ἡδύνεσθαι ἤδη τρόπον, ὡς τροφαῖς
[l. 13] τε ἅμα καὶ φαρμάκοις. ἀλλ’ ὡς μὲν φάρμακα ψύχοντά τινα
[l. 14] καὶ θερμαίνοντα καὶ ξηραίνοντα καὶ ὑγραίνοντα κατὰ λόγον
[l. 15] ὀνήσει τε ἅμα καὶ ὠφελήσει, ὡς τροφαὶ δὲ μόνα τὰ
[l. 16] σύμφυλα καὶ οἰκεῖα ταῖς ὅλαις τῶν τρεφομένων οὐσίαις.
[l. 17] εὐθὺς τούτοις ὑπάρχει δηλονότι συμμέτρως εἶναι θερμοῖς,
[l. 18] ὡς πρὸς τὰ τρεφόμενα. καὶ διὰ τοῦτο καὶ τῶν ἐδεσμάτων
[p. 11.653]
[l. 1] καὶ τῶν φαρμάκων οὐχ ἓν εἶδος ἅπασι τοῖς ζώοις ἐστί.
[l. 2] κατὰ γὰρ τὴν οἰκείαν ἕκαστον αὐτῶν οὐσίαν τε ἅμα καὶ
[l. 3] διάθεσιν ἥδεταί τε καὶ ὠφελεῖται πρὸς ἀμφοῖν· ἀλλ’ εἴπερ
[l. 4] οὕτω ταῦτ’ ἔχει, τὸ μὲν ἧττον γλυκὺ τῶν ἐδεσμάτων ἧττον
[l. 5] ἔσται καὶ θερμὸν, τὸ δὲ μᾶλλον γλυκὺ τοσούτῳ θερμότερον,
[l. 6] ὅσῳπερ καὶ γλυκύτερον. εἰ δ’ εἰς ἀμετρίαν ἐμπέσοι
[l. 7] θερμότητος, οὐδὲ γλυκὺ τὸ τοιοῦτο, ἀλλ’ ἤδη φαίνεται
[l. 8] πικρὸν, ὥσπερ τό τε μέλι παλαιούμενον καὶ καθεψόμενον,
[l. 9] ἕκαστόν τε τῶν ἄλλων γλυκέων.
[l. 10] Ὡς γὰρ ὑπὸ συμμετρίας θερμοῦ διττὴ
[l. 11] ἑκάστῳ τῶν σωμάτων ἡ γλυκύτης ἐγγίνεται· τὰ μὲν γὰρ οἰκείῳ
[l. 12] τε καὶ συμφύτῳ θερμῷ γλυκέα, τὰ δὲ ἐπικτήτῳ· κατὰ
[l. 13] τὸν αὐτὸν τρόπον καὶ τὰ πικρὰ, τὰ μὲν ἀμέτρως ὑφ’ ἑαυτῶν
[l. 14] ἐκθερμαινόμενα κατὰ τὰς ἐν τῷ χρόνῳ μεταβολὰς, ἔνια δ’
[l. 15] ὑπὸ τῆς ἐπικτήτου θερμασίας ἐκπυρούμενα πάσχει τοῦτο.
[l. 16] περὶ μὲν δὴ τῶν πικρῶν ἐφεξῆς ἐροῦμεν. ἅπαντα δὲ τὰ γλυκέα
[l. 17] τῇ μὲν θερμότητι πλησίον ἥκει τῶν σωμάτων οἷς φαίνεται
[l. 18] γλυκέα, κατὰ διττὸν δὲ τρόπον, ὡς εἴρηται, γίνεται
[p. 11.654]
[l. 1] τοιαῦτα· τινὰ μὲν οἰκείῳ θερμῷ, καθάπερ τὸ μέλι, τινὰ δὲ
[l. 2] ἐπικτήτῳ, καθάπερ 2.47. ἅπαντα τὰ διὰ πυρὸς σκευαζόμενα.
[l. 3] 13.97. καὶ διὰ τοῦτό περ, ἄχρις ἂν ᾖ θερμὰ, μέχρι τοσοῦδε καὶ
[l. 4] ἡδίω φαίνεται τοῖς ἀναθρέψεως δεομένοις. ἔοικε δὲ καί τι
[l. 5] γλεῦκος οὐκ οἰκείᾳ μόνον, ἀλλὰ καὶ ἐπικτήτῳ θερμασίᾳ φαίνεσθαι
[l. 6] γλυκύ. πολὺ γὰρ, ὡς καὶ Θεόφραστος καὶ Ἀριστοτέλης
[l. 7] ἔλεγε, τὸ ἐκ τῆς ἡλιακῆς θερμασίας οἷον ἐμπύρευμά τι ταῖς
[l. 8] τε ῥαξὶ καὶ τοῖς ἄλλοις ὑπάρχει καρποῖς, ὑφ’ οὗ τὸ ὑδατῶδες
[l. 9] ἐν αὐτοῖς ἔτι καὶ οἷον ἡμίπεπτον, εἰς πέψιν ἄγεται καὶ κατεργάζεται
[l. 10] τῷ μεταβάλλοντι συνεξομοιούμενον, ὥστε κᾂν ἀποθλίψῃς
[l. 11] τὸν χυλὸν ὀπώρας ἡστινοσοῦν, εὑρήσεις μὲν εὐθέως
[l. 12] ζέοντα καθάπερ τὸ γλεῦκος, ἐν δὲ τῷ μᾶλλόν τε καὶ ἧττον
[l. 13] διαφέρουσαν τὴν ζέσιν εἰς ὅσον ἂν καὶ ὁ καρπὸς τοῦ καρποῦ
[l. 14] διαφέρει θερμότητος. μεταβληθέντος δὲ καὶ κατεργασθέντος
[l. 15] τοῦ ὑδατώδους τε καὶ ἡμιπέπτου καὶ τῆς τὴν ζέσιν ἐργαζομένης
[l. 16] θερμασίας διαπνευσάσης, αἱ τῶν χυλῶν οἰκεῖαι φαίνονται
[l. 17] ποιότητες εἰλικρινεῖς, ὥστε καὶ τοὺς οἴνους τηνικαῦτα διαγινώσκομεν
[l. 18] ὁποῖοί τινές εἰσι κατὰ τὴν οἰκείαν αὐτῶν φύσιν. ἐν
[p. 11.655]
[l. 1] ᾧ δὴ καὶ προσέχειν σε μάλιστα τὸν νοῦν ἀξιῶ, τῷ πάντας
[l. 2] τοὺς αὐστηροὺς κατὰ βραχὺ παύεσθαι τοιούτους ὄντας. ἀεὶ
[l. 3] γὰρ παλαιούμενοι δριμύτητα μέν τινα καὶ γλυκύτητα ἐπικτῶνται,
[l. 4] τὴν δ’ ἔμπροσθεν ὑπάρχουσαν αὐτοῖς στύψιν ἀποβάλλουσι
[l. 5] τῷ χρόνῳ. ἔστι μὲν δὴ μετὰ τὴν ζέσιν ἔν τισι τῶν
[l. 6] οἴνων γλυκύτης εἰλικρινὴς ἡδεῖά τε ἅμα καὶ οἰκεία τῆς αὐτοῦ
[l. 7] τοῦ χυλοῦ φύσεως, οὐχ ὥσπερ ἡ πρόσθεν μικτή τις ἔκ τε τῆς
[l. 8] οἰκείας καὶ τῆς κατὰ τὸ ἡμίπεπτόν τε καὶ ὑδατῶδες περίττωμα
[l. 9] ζέσεως, ὥστ’ εἴπερ ὡμολόγηται μὲν ἅπαντας τοὺς οἴνους
[l. 10] χρονίζοντας γίγνεσθαι θερμοτέρους. συμβαίνει δὲ τοῖς αὐστηροῖς
[l. 11] αὐτῶν ἐν τῷ παλαιοῦσθαι πρῶτον μὲν γλυκύτητά τινα
[l. 12] καὶ δριμύτητα προσλαμβάνειν, ἀποτιθεμένοις τὴν στύψιν,
[l. 13] ἐφεξῆς δὲ παραύξεσθαι μὲν τῇ δριμύτητι, παύεσθαι δὲ κατὰ
[l. 14] βραχὺ τῆς γλυκύτητος, κᾄπειτ’ αὖθις ἐν τῷ πλείονι χρόνῳ
[l. 15] δριμεῖς θ’ ἱκανῶς γίγνεσθαι καὶ πικρότητα ἀεὶ προσλαμβάνειν
[l. 16] καὶ τελευτῶντας, ἡνίκα παχύνονται, παντελῶς ἐκπικροῦσθαι.
[l. 17] καὶ πρόδηλον, ὡς τὸ μὲν γλυκὺ θερμότερόν ἐστι τοῦ στρυφνοῦ,
[l. 18] τὸ δὲ πικρὸν τοῦ γλυκέος. ἀλλ’ εἴπερ ἡ γλυκύτης ὑπὸ
[p. 11.656]
[l. 1] συμμετρίας θερμοῦ γίγνεται, δῆλον ὡς ἡ στρυφνότης ὑπὸ
[l. 2] τοῦ ψυχροῦ κρατοῦντος ἀποτελεσθήσεται.
[l. 3] Ὅτι δὲ καὶ ἡ ὀξύτης ὑπὸ ψύξεως δημιουργεῖται
[l. 4] δέδεικται μὲν καὶ πρόσθεν ἡμῖν. ἀλλ’ ἐπειδὴ κατὰ
[l. 5] τὸν παρόντα λόγον ὑπὲρ τῆς κατὰ φύσιν ἐν χρόνῳ μεταβολῆς
[l. 6] τῶν οἴνων ἐδηλώσαμεν, εἴπωμέν τι καὶ περὶ τῆς παρὰ φύσιν.
[l. 7] ὡς οὖν ὁ στρυφνὸς οἶνος ἐν τῷ χρόνῳ γλυκύτερος μὲν πρῶτον,
[l. 8] ἐφεξῆς δὲ δριμύτερός τε καὶ πικρότερος ἀποτελεῖται καὶ
[l. 9] τελευτῶν ἐκπικροῦται, κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅ τε ῥιγώσας
[l. 10] ὀξύτερος εὐθὺς γίγνεται καὶ εἰ τελέως ἀποψυγείη τελέως
[l. 11] ὀξύνεται, ὅ τ’ εὐθέως ἐν τῆ συγκομιδῇ τῶν καρπῶν ὑετοῦ
[l. 12] κατασχόντος ὀθνείας ὑγρότητος ἀναπλησθεὶς, ὅ τ’ ἄλλως
[l. 13] ὕδατος προσλαβὼν, ὀξεῖς ἑτοίμως οἱ τοιοῦτοι πάντες ἐπὶ
[l. 14] μικραῖς προφάσεσιν ἀποτελοῦνται. ἔμπαλιν δ’ αὐτοῖς οἱ πυρὶ
[l. 15] πλησιάζοντες ἔν τε τῷ παραχρῆμα καὶ εἰς ὕστερον ἀεὶ καὶ
[l. 16] μᾶλλον γίνονται γλυκεῖς. εἰς χρόνον δὲ πάμπολυν ἐκπίπτοντες
[l. 17] καὶ οὗτοι μεταπίπτουσιν οὐδὲν ἧττον τῶν ἄλλων εἰς πικρότητα,
[p. 11.657]
[l. 1] καί πως ἔοικε τοῦτο καὶ κατὰ τὸν φυσικὸν λόγον ὁμολογεῖν
[l. 2] ἑαυτῷ. 13.98. εἰ γὰρ ἡ ὄμφαξ μὲν ὀξεῖα, γλυκεῖα δὲ ἡ
[l. 3] στραφυλὴ καὶ τὸ πεπαίνεσθαι τοῖς καρποῖς ἅπασι παρὰ τῆς
[l. 4] ἡλιακῆς ἐγγίνεται θερμότητος, εὔδηλον ὡς τὸ μὲν ἀτελέστερον
[l. 5] καὶ ψυχρότερον ὀξὺ, τὸ δὲ τελεώτερον καὶ θερμότερον
[l. 6] ὑπάρχει γλυκύ. ὅταν οὖν ὁ οἶνος ἐν τῷ ψύχεσθαι πάλιν ἀποξύνηται,
[l. 7] πρόδηλον ὡς εἰς τὸν αὐτὸν πάλιν ἐπανέρχεται χυλὸν
[l. 8] ἐξ οὗπερ ἐγένετο. διενήνοχε μέντοι τὴν δύναμιν κατὰ τοσόνδε
[l. 9] ὄμφακος χυλὸς ὄξους, ὅτι τῷ μὲν ὄξει προσέρχεταί τις ἐκ
[l. 10] σηπεδονώδους θερμότητος δριμύτης. καὶ διὰ τοῦτο καλῶς
[l. 11] ἔλεγεν Ἀριστοτέλης αὐτὸ, τὸ μὲν οἰκεῖον τοῦ οἴνου θερμὸν
[l. 12] ψυχρὸν ὑπάρχειν, τὸ δ’ ἐπίκτητον θερμόν. ὁ δὲ τῆς ὄμφακος
[l. 13] χυλὸς οὐκ ἔχει τὴν θερμότητα, καὶ διὰ τοῦτο οὐδὲ τὴν δριμύτητα.
[l. 14] προσέρχεται δή τις αὐτοῖς κᾀκ τοῦ μᾶλλόν τε καὶ
[l. 15] ἧττον ἐν τῷ λεπτομερεῖ τῆς οὐσίας διαφορά. λεπτομερέστερον
[l. 16] γάρ ἐστι τὸ ὄξος ὄμφακος χυλοῦ, καὶ δὴ καὶ ἡ αἴσθησις
[l. 17] τῷ λόγῳ μαρτυρεῖ. διενήνοχε γὰρ ἡ ἀπὸ τοῦ ὄξους ἔμψυξις
[l. 18] τῆς ἀπὸ τοῦ χυλοῦ τῶν ὀμφάκων τῷ σφοδρῷ καὶ ἐπιμίκτῳ.
[p. 11.658]
[l. 1] ἀσθενεστέρα μὲν γὰρ ἡ ἀπὸ τῆς ὄμφακος ψύξις, οὐ μὴν μετέχουσά
[l. 2] γε θερμότητος ἀλλοτρίας οὐδ’ ὀλίγον· ἡ δὲ ἀπὸ τοῦ
[l. 3] ὄξους ἰσχυροτέρα μὲν εἰς τοσοῦτον, εἰς ὅσον καὶ λεπτομερεστέρα.
[l. 4] μέτεστι δ’ αὐτῷ καὶ δριμύτητος θερμαινούσης, οὐχ
[l. 5] ἱκανῆς μὲν ἐκνικῆσαι τὴν ἀπὸ τῆς ὀξύτητος ψύξιν, εἰς δὲ τὸ
[l. 6] τῆς διεξόδου τάχος ὑπηρετούσης. εἰς ὅσον γάρ ἐστι τὸ θερμὸν
[l. 7] τοῦ ψυχροῦ ποριμώτερον, εἰς τοσοῦτον καὶ ὁ δριμὺς χυμὸς
[l. 8] τοῦ ὀξέος ἑτοιμότερον διέρχεται τῶν αἰσθητικῶν σωμάτων
[l. 9] τοὺς πόρους, ὥσθ’ ὁ μὲν οἷον ὁδοποιεῖ φθάνων, ὁ δ’ οὐκ εἰς
[l. 10] μακρὰν ἕπεται, κᾀν τούτῳ τὸ τῆς αἰσθήσεως ἐπίμικτόν τε
[l. 11] καὶ δυσερμήνευτον ἀποτελεῖται, οὔθ’ ἁπλῶς ψυχρὸν ἀποφήνασθαι
[l. 12] τὸ ὄξος δυναμένης, αἰσθάνεται γὰρ ἐν αὐτῷ πυρώδους
[l. 13] τινὸς δριμύτητος, οὔθ’ ἁπλῶς θερμόν. ἐπικαταλαμβάνουσα
[l. 14] γὰρ ἀεὶ τὴν ἐκ τῆς ποδηγούσης δριμύτητος θάλψιν ἡ
[l. 15] ἐκ τῆς ἑπομένης ὀξύτητος ψύξις ἀμαυροῖ καὶ κατασβέννυσι
[l. 16] παραχρῆμα. καὶ διὰ τοῦτο πολὺ πλείων ἐστὶν ἡ ἐκ τῆς ψύξεως
[l. 17] αἴσθησίς τε καὶ διάθεσις ἤπερ ἡ ἐκ τῆς θερμότητος.
[p. 11.659]
[l. 1] εἰ δέ γε τῷ μέλιτι πλείονι μίξαις ὄξος ὀλίγον, αἰσθήσῃ σαφῶς
[l. 2] αὐτίκα ψύξεως καὶ θερμότητος. εἰ μὲν γὰρ ὀλίγον τὸ μέλι
[l. 3] πολλῷ τῷ ὄξει κεράσαις, πλέονι μέτρῳ ψυχρὸν ἢ θερμὸν
[l. 4] φανεῖταί σοι τὸ μιχθέν· εἰ δὲ πολλῷ τῷ μέλιτι ὀλίγον τὸ ὄξος,
[l. 5] μᾶλλον θερμαῖνον ἢ ψυχρόν· κᾀν τοῖς ὄγκοις δ’ εἰ μίξαις ἶσα,
[l. 6] τῇ γοῦν δυνάμει κρατοῦν εὑρήσεις τὸ ὄξος ἔτι. εἰ δ’, ὡς εἴρηται,
[l. 7] πλέον εἴη πολλῷ τὸ μέλι, πάλιν ἰσάζουσαν εὑρήσεις ἐν
[l. 8] τῇ τοιᾷδε κράσει τὴν ψύξιν τῇ θερμότητι. πολλαπλασίῳ γάρ
[l. 9] τινι τῶν συμμέτρως θερμῶν ἐπὶ τὴν ψύξιν ἀποκεχώρηκε τὸ
[l. 10] ὄξος ἤπερ ἐπὶ τὴν θερμότητα τὸ μέλι. δέδεικται γοῦν καὶ
[l. 11] πρόσθεν ὡς οὐκ ἐγχωρεῖ βιαίαν θερμότητα συνεῖναι γλυκύτητι.
[l. 12] καὶ καλῶς εἴρηται πάλαι τὸ πάντ’ ἀλλήλοις ὁμολογεῖν
[l. 13] τἀληθῆ. καὶ γὰρ οὖν καὶ καθ’ ὑποχονδρίων ἐγκαιομένων
[l. 14] ἀμείνων ὁ τῆς ὄμφακος χυλὸς ὄξους αὐτοῦ, τῷ μήτε βίαιον
[l. 15] καὶ πληκτικὴν ἔχειν τὴν ψύξιν μήτ’ ἐπίμικτον δακνώδει θερμότητι.
[l. 16] δέονται δὲ οἱ πάσχοντες ᾧδε παρηγορηθῆναι μὲν
[l. 17] ἀβιάστως, ὡς εἴρηται, ἔξωθεν δὲ μηδεμίαν ἐπικτήσασθαι
[p. 11.660]
[l. 1] δακνώδη θερμότητα ἢ δριμύτητα. ταυτὶ μὲν οὖν ἤδη πως
[l. 2] ἅπτεται θεραπευτικῆς μεθόδου, κοινωνούσης πολλαχόθι τῇ
[l. 3] νῦν ἐνεστώσῃ πραγματείᾳ, καὶ διὰ τοῦτο καταλιπόντες αὐτὰ
[l. 4] πάλιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ὁ τοίνυν τῆς ὄμφακος
[l. 5] χυλὸς οὐκ ὀξὺς μόνον ἐστὶν, ἀλλὰ καὶ στρυφνός. ὡς γὰρ
[l. 6] καὶ πρόσθεν εἴρηται, σχεδὸν ἅπαντες οἱ τῶν δένδρων καρποὶ
[l. 7] κατὰ τὴν πρώτην γένεσιν, ὡς καὶ Θεόφραστος ἔλεγε, στρυφνοὶ
[l. 8] γευομένοις εἰσὶν, εἶτ’ ἐπειδὰν ὑγρότητος πληρῶνται,
[l. 9] 2.48. προσλαμβάνουσι μὲν ὀξύτητος, ἀφαιροῦσι δὲ τῆς στρυφνότητος.
[l. 10] 13.99. ἔστι δ’ οὔτε τὸ προσγινόμενον οὔτε τὸ ἀφαιρούμενον
[l. 11] ἶσον ἐν ἅπασι τοῖς καρποῖς οὔτε κατ’ εἶδος αὐτῶν
[l. 12] οὔτε κατὰ γένος οὐδὲν. αὐτίκα γέ τοι τῶν ὀμφάκων ἔνιαι
[l. 13] μὲν τῆς στρυφνύτητος πλέον, ἔνιαι δὲ τῆς ὀξύτητος πλέον,
[l. 14] ἔνιαι δὲ ἀμφοτέρων ἰσαζουσῶν μετέχουσιν. ἀλλὰ πρός γε τὸ
[l. 15] καύσους ἐμψύχειν εὐλόγως ἁρμόττουσιν ἅπασαι. οὐ μόνον
[l. 16] γὰρ τὸ ὀξὺ ψυχρόν ἐστιν, ἀλλὰ καὶ τὸ στρυφνὸν, ὡς καὶ πρόσθεν
[l. 17] ἐλέγομεν. ἀποχωρεῖ δὴ κᾀνταῦθα πάλιν ὁ λόγος ἐπὶ
[l. 18] τὴν θεραπευτικὴν μέθοδον. αὖθις οὖν αὐτὸν ἐπὶ τὸ προκείμενον
[p. 11.661]
[l. 1] ἀναγάγωμεν. ἦν δ’ ἐξ ἀρχῆς, ὡς οἶμαι, προκείμενον
[l. 2] ἐν τῷδε τῷ γράμματι περὶ τῶν χυμῶν ἁπάντων διελθεῖν, καὶ
[l. 3] σχεδὸν μὲν ἤδη περὶ τῶν πλείστων εἴρηται, κατὰ δὲ τὴν τοῦ
[l. 4] λόγου κοινωνίαν ἐφάψασθαι καὶ τῶν ἄλλων ἡμῶν ἀναγκασθέντων.
[l. 5] οὐ γὰρ περὶ στρυφνοῦ καὶ αὐστηροῦ καὶ ὀξέος εἴρηται
[l. 6] μόνον, ἀλλὰ καὶ περὶ γλυκέος ἤδη πολλάκις καὶ πικροῦ
[l. 7] καὶ δριμέος. προσθεῖναι δ’ ἀναγκαῖόν ἐστι τὰ λείποντα πρὸς
[l. 8] τὴν τοῦ παντὸς λόγου τελειότητα. λείπει δ’ ἐπὶ μὲν τῶν στυφόντων
[l. 9] οὐδέν τι μέγα καὶ ἀξιόλογον, ὃ καὶ μὴ διὰ τῶν ἤδη
[l. 10] λελεγμένων ἔσται δῆλον.
[l. 11] Ἐπεὶ δὲ τῶν ὀξέων ἴσως ἄν τῳ δόξειε λείπειν,
[l. 12] ὅ τινας καὶ τῶν ἐλλογίμων ἰατρῶν ἐξηπάτησεν· τῷ
[l. 13] γὰρ τοὺς οἴνους τοὺς ἀσθενεῖς ἔν τε τῷ ἦρι καὶ τῷ θέρει
[l. 14] μεταβάλλειν τε καὶ ὀξύνεσθαι, χειμῶνος δ’ ἐν ταῖς οἰκείαις
[l. 15] φυλάττεσθαι ποιότησιν, ὑπὸ θερμοῦ τισιν ἔδοξεν ἡ ὀξύτης
[l. 16] γεννᾶσθαι. συναύξει δ’ αὐτῶν τὴν ὑπόληψιν ὅ τε κινηθεὶς
[l. 17] σφοδρότερον οἶνος, ὅ τ’ ἐν τοῖς πλοίοις μετακομισθεὶς ποῤῥώτερον.
[l. 18] καὶ γὰρ οἱ τοιοῦτοι πάντες, ὅταν ἀσθενεῖς ὦσιν,
[p. 11.662]
[l. 1] ὀξύνονται τάχιστα. καὶ μέντοι τοὺς πίθους ἔνιοι τῶν τὰ
[l. 2] γεωργικὰ γραψάντων ἀξιοῦσιν ἐν οἴκοις κατορύττεσθαι πρὸς
[l. 3] ἄρκτον ἐστραμμένοις, ὡς τῆς μὲν ψύξεως φυλαττούσης αὐτῶν
[l. 4] τὴν ποιότητα, τῆς δὲ θερμότητος μεταβαλλούσης. ἀτὰρ οὖν
[l. 5] καὶ φαίνεται τοῦτο πολλαχόθι γιγνόμενον, αὐτῇ τῇ πείρᾳ
[l. 6] βασανισθέν. ὀξύνονται γὰρ ἔνιοι τῶν οἴνων ἑτοίμως, ὅταν
[l. 7] ἐν μεσημβρινοῖς καὶ προσηλίοις χωρίοις ἀποκέωνται, καί μοι
[l. 8] δοκεῖ τὴν ἀρχὴν τῆς τῶν εἰρημένων λύσεως ἐντεῦθεν ποιήσασθαι.
[l. 9] τὸ γὰρ μήτε πάντας ὀξύνεσθαι θερμαινομένους, ἀλλ’
[l. 10] ὅσοι ψυχρότεροι κατ’ ἀρχὰς εὐθέως εἰσὶ, μήτε τῶν παλαιωθέντων
[l. 11] τινὶ συμπίπτειν τοῦτο, τὴν ἐπὶ τἀληθὲς ὁδὸν ἡμῖν εὑρήσει.
[l. 12] Ζητήσει γὰρ ὁ λόγος τὴν αἰτίαν, δι’ ἣν
[l. 13] ὑπὸ τῆς ἔξωθεν θερμότητος ὁ φύσει ψυχρὸς καὶ ἀσθενὴς οἶνος
[l. 14] ἐλέγχεται, καίτοι τοῦτό γε αὐτὸ τὸ ῥῆμα τὸ ἐξελέγχεται ῥηθὲν
[l. 15] ἁπάσας τὰς εἰρημένας ἀπορίας ἐπιλύεται. παραπλήσιον γάρ
[l. 16] τι συμβαίνει τοῖς οἴνοις, ὅσοι φύσει ψυχρότεροι καὶ ὑδατωδέστεροι
[l. 17] τυγχάνουσιν ὄντες, οἷόν τι καὶ ταῖς μικραῖς καὶ
[l. 18] ἀσθενέσι φλοξί. καὶ γὰρ καὶ ταύτας ἐν ἡλίω καταθεὶς ἰσχυρῷ
[p. 11.663]
[l. 1] τελέως ἀμυδρὰς ὄψει γιγνομένας, ἢ καὶ παντάπασιν ἀποσβεννυμένας.
[l. 2] 13.100. οὕτω δὲ καὶ λύχνον καιόμενον, εἴ που ἄλλῃ
[l. 3] φλογὶ σφοδρᾷ καὶ μεγάλῃ παραθείης, εἴτ’ ἐν ἡλίῳ καταθείης
[l. 4] ἰσχυρῷ, μαραινόμενόν τε καὶ διαφορούμενον αὐτίκα θεάσῃ.
[l. 5] καὶ μὲν δὴ κᾂν εἰ ῥιπίζοις ἰσχυρῶς ἀσθενῆ καὶ μικρὰν φλόγα,
[l. 6] θᾶττον ἀποσβέσεις αὐτὴν ἢ αὐξήσεις. οὔτε γὰρ κίνησιν οὔτε
[l. 7] θερμασίαν ἰσχυρὰν ἀσθενὴς ὑπομένει φύσις, ἀλλὰ διαφορεῖται
[l. 8] πρὸς αὐτῆς μᾶλλον ἢ αὐξάνεται, ἐπεί τοι κᾀξεπίτηδες ἐν πολλοῖς
[l. 9] χωρίοις κινοῦσί τε καὶ μεταφέρουσι τοὺς οἴνους, ὥσπερ
[l. 10] οὖν καὶ ἡλιοῦσί γε καὶ θερμαίνουσιν, ὡς ἐνίους αὐτῶν ἀηδεῖς
[l. 11] γίγνεσθαι τὴν ἀπὸ τοῦ καπνοῦ δεχομένους ποιότητα. καὶ
[l. 12] παρ’ ἡμῖν γε κατὰ τὴν Ἀσίαν, ἐπὶ τοὺς κεράμους τῶν οἰκιῶν
[l. 13] ὅταν ἥκῃ θέρους ὥρα, λαγήνοις ἐγχεόμενοι σχεδὸν ἅπαντες
[l. 14] ἐπιτίθενται, καὶ μετὰ ταῦτα καθαιροῦντες ἐν ὑπερώοις οἰκήμασιν,
[l. 15] ὧν ἐν τοῖς κατωγέοις μέλλει καυθήσεσθαι φλὸξ πολλὴ
[l. 16] κατατίθενται καὶ ὅλως πρὸς μεσημβρίαν τε καὶ πρὸς ἥλιον
[l. 17] ἀεὶ στρέφουσι τὰς ἀποθήκας, οἷς μέλλει θᾶττον αὐτοὺς ἐκπέψαι
[l. 18] τε καὶ ποτίμους ἐργάσασθαι. ὃ γὰρ ἐν χρόνῳ πολλῷ
[p. 11.664]
[l. 1] τοῖς ἄλλοις, τοῦτο τοῖς οὕτω θερμανθεῖσιν ἐν ἐλαχίστῳ περιγίγνεται.
[l. 2] τῶν δὲ τὰ γεωργικὰ συγγραψάντων οὐδὲν θαυμαστὸν
[l. 3] ἐνίους ὑπὸ τῆς κατὰ τὰ σφέτερα χωρία πείρας ὑπὲρ
[l. 4] ἁπάντων οἴνων ἀποφήνασθαι προπετέστερον. ἀλλ’ οἵ γε περὶ
[l. 5] Θεόφραστον καὶ Ἀριστοτέλην τήν τ’ ἐμπειρίαν ἐπὶ πλέον
[l. 6] ἐκτείναντες καὶ διὰ τὴν ἐν φυσιολογίᾳ γυμνασίαν ἀκριβέστερον
[l. 7] ἅπαντα διαρθρώσαντες, ἄλλα τε τοιαῦτα πολλὰ καὶ περὶ τῶν
[l. 8] οἴνων ἡμᾶς ἐδίδαξαν, ὡς ὅμοιόν τι τοῖς ἡμῶν αὐτῶν πάσχειν
[l. 9] σώμασιν. ἢ γὰρ οὐχὶ καὶ ταῦτα θεώμεθα, παρὰ τό πως ἔχειν
[l. 10] ἀσθενείας ἢ ῥώμης. ὑπὸ τῶν αὐτῶν ὀνινάμενα καὶ βλαπτόμενα·
[l. 11] καὶ γὰρ καὶ γυμνάσια σφοδρὰ καὶ ἥλιος ἰσχυρότερα μὲν
[l. 12] ἐργάζεται τὰ θερμὰ καὶ ῥωμαλέα σώματα, καταβάλλει δὲ καὶ
[l. 13] διαφορεῖ καὶ καταψύχει τὰ μὴ τοιαῦτα, καὶ τῶν οἴνων τοὺς
[l. 14] μὲν θερμοὺς φύσει καὶ κίνησις ῥιπίζουσα καὶ ἥλιος ἐκθερμαίνων
[l. 15] καὶ φλόγες πλησίον καιόμεναι πεπαίνουσι θᾶττον. ὅσοι
[l. 16] δὲ ψυχρότεροί τέ εἰσι καὶ ὑδατωδέστεροι, τούτους ἐξελέγχει τε
[l. 17] τὰ τοιαῦτα πάντα καὶ θᾶττον ἀναγκάζει πάσχειν, ἃ μικρὸν
[p. 11.665]
[l. 1] ὕστερον ἔμελλε πείσεσθαι. φυλάττεται μὲν γὰρ ἕκαστον τῶν
[l. 2] ὄντων ἐπὶ τῆς οἰκείας φύσεως οἰκείῳ θερμῷ, διαφθείρεται δὲ
[l. 3] πρὸς τῆς ἔξωθεν ἀμετρίας, ἤτοι θερμότητος ὀθνείᾳ ἢ ψύξεως
[l. 4] πλεονεξίᾳ. καὶ τὸ μὲν ἀποτελούμενον ὑπ’ ἀμφοῖν ἓν, ὁ δὲ
[l. 5] τρόπος αὐτοῦ τῆς γενέσεως οὐχ εἷς. ὅθεν οὐδ’ ὁμοίως ἅπασι
[l. 6] τοῖς ἰδιώταις εὐφώρατος ὁ τρόπος ὅδε τῆς διαφορᾶς. ἐπειδὰν
[l. 7] μὲν ὑπὸ τοῦ ψυχροῦ νικηθῇ τὸ καθέκαστον τῶν ὄντων θερμῶν,
[l. 8] εὔδηλόν ἐστι καὶ τοῖς ἐπιτυχοῦσιν. ἐπειδὰν δ’ ὑπὸ τοῦ
[l. 9] σφοδροτέρου θερμοῦ περιστάντος ἔξωθεν διαφορηθῇ, λανθάνει
[l. 10] τοὺς ἀγυμνάστους περὶ φύσιν, οὐκ εἰδότας ὡς τὸ μὲν
[l. 11] σύμμετρον θερμὸν ἅπασιν ὠφέλιμον ὑπάρχει, τὸ δ’ ἄμετρον
[l. 12] οὐχ ἧττον τοῦ ψυχροῦ βλαβερόν.
[l. 13] Ἀλλὰ καθόλου μὲν τοῦτο γιγνώσκειν καλὸν,
[l. 14] ὡς ἡ ἐν τοῖς χυμοῖς ὀξύτης ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ
[l. 15] τοῦ θερμοῦ, μὴ κρατεῖσθαι δὲ τελέως, μάλιστα ἔοικε γίγνεσθαι.
[l. 16] τεκμήραιτο δ’ ἄν τις οὐχ ἥκιστα κᾀν ταῖς ὀξυρεγμίαις,
[l. 17] ὡς αὗταί γε ταῖς μὲν μηδ’ ὅλως ἐν τῇ γαστρὶ μεταβαλλομέναις
[l. 18] τροφαῖς οὐχ ἕπονται, καθάπερ οὐδὲ ταῖς ἀκριβῶς πεφθείσαις,
[p. 11.666]
[l. 1] μόναις δὲ ταῖς ἡμιπέπτοις, ὡς ἂν οὕτω τις εἴποι.
[l. 2] καλῶ δ’ ἡμιπέπτους ὅσαι δεξάμεναι τὴν ὑπὸ τῆς ἐν τῇ γαστρὶ
[l. 3] θερμότητος ἀλλοίωσιν οὐκέτι εἰς τέλος ὑπ’ αὐτῆς ἐκρατήθησαν.
[l. 4] 13.101. οὕτως δὲ καὶ γάλα καὶ πτισάνης χυλὸς καὶ
[l. 5] τἄλλα πάντα τὰ τοιαῦτα κατὰ τὴν θερινὴν ὥραν ὀξύνεται
[l. 6] θᾶττον ἢ ἐν χειμῶνι καὶ δεῖται ψυχρῶν οἰκημάτων, ἐν οἷς
[l. 7] ἀποκείσεται πρὸς τὸ διαμεῖναι μέχρι πλείονος. ἐξ ὧν ἁπάντων
[l. 8] δῆλον ὡς ἐν τῷ μεταβάλλεσθαι μὲν ὑπὸ τοῦ θερμοῦ,
[l. 9] μηδέπω μέντοι κεκρατῆσθαι τελέως ἡ γένεσίς ἐστι τῆς
[l. 10] ὀξείας ποιότητος. διὰ τοῦτο καὶ τῶν καρπῶν τοῖς πλείστοις
[l. 11] ὑπάρχει, πρὶν πεπανθῆναι. καί πως ἔοικεν καὶ τοῦθ’ ὁμολογεῖν
[l. 12] τοῖς ἐξ ἀρχῆς εἰρημένοις περὶ τῶν ὀξέων χυμῶν. εἴπερ
[l. 13] γὰρ ὅμοιόν τι πεπόνθασι ταῖς βορείαις καταστάσεσιν, ὡς
[l. 14] λεπτομερεῖς ὑπάρχειν ἅμα καὶ ψυχροὺς, πρόδηλον ὡς ἡ γένεσις
[l. 15] αὐτῶν οὐκ ἄνευ θερμότητος, ὥσπερ οὐδὲ τῷ ἀέρι. καὶ διὰ
[l. 16] τοῦτο τελέως ἡμᾶς καταψύχοντα καὶ νεκροῦντα,2.49. καθάπερ
[l. 17] κώνειόν τε καὶ μηκώνειον, ὑοσκύαμος καὶ μανδραγόρα, ἥκιστά
[p. 11.667]
[l. 1] ἐστιν ὀξέα. ψυχροὶ μὲν ἅπαντες οἱ ὀξεῖς χυμοὶ, οὐ μὴν εἰς
[l. 2] τοσοῦτόν γε ψύχουσιν ὡς ἀναιρεῖν. οὐδὲ γὰρ ἂν οὐδὲ λεπτομερεῖς
[l. 3] ὑπῆρχον, εἰ ἦσαν ἄκρως ψυχροὶ, ὥστ’ οὐ μόνον ὅτι
[l. 4] ψυχρὸς ὁ ὀξὺς χυμὸς, ἀλλὰ καὶ εἰς ὅσα ψυχρὸς ἤδη πέφανται.
[l. 5] βασανίζει δ’ αὐτὸν ὁποῖός τίς ἐστιν τὴν φύσιν ἐπὶ ὀξυλαπάθου
[l. 6] καὶ ὀξαλίδος, ἣν δὴ καὶ ὀξύδα προσαγορεύουσιν. ἔστι
[l. 7] δ’ αὕτη λάχανον ἄγριον, ἐν τούτοις γὰρ ἐφάνη μοι μάλιστά
[l. 8] πως εἰλικρινὴς καὶ μόνος, οὐδεμιᾶς μετέχων στρυφνότητος,
[l. 9] ὥσπερ οἱ τῶν δένδρων καρποί. φανερῶς γὰρ οὗτοι μετὰ
[l. 10] στρυφνότητός τινος ἐπίμικτον ἔχουσι τὴν ὀξύτητα, καθάπερ
[l. 11] μετὰ δριμύτητος τὸ ὄξος. τὸ μὲν οὖν ἰδίως ὀνομαζόμενον ἐν
[l. 12] τοῖς χυμοῖς ὀξὺ μόνης τῆς γλώττης ἐστὶν αἰσθητὸν, ὥσπερ
[l. 13] καὶ τὸ δριμύ. τὸ δὲ κοινὸν ἀμφοῖν, τὸ δακνῶδες, ἤδη καὶ τῆς
[l. 14] ἁφῆς. ἑκατέρων δ’ ἐστὶν ἡ γλῶττα διαγνωστική. τῶν μὲν γὰρ
[l. 15] κοινῶν, ὡς καὶ ἄλλο τι τῶν αἰσθητικῶν σωμάτων, τῶν δ’
[l. 16] ἰδίων, ὡς γεύσεως ὄργανον. καί μοι δοκεῖ τοῦτ’ αὐτῇ τὸ
[l. 17] ἐξαίρετον ὑπάρχειν κατὰ τὴν οἰκειότητά τε καὶ τὴν ἀλλοτριότητα
[l. 18] τῶν ὅλων οὐσιῶν. εἴρηται γὰρ ἤδη καὶ δέδεικται πολλάκις,
[p. 11.668]
[l. 1] οὐδὲν δ’ ἧττον εἰρήσεται καὶ αὖθις οἷόν τι τὸ καθ’
[l. 2] ὅλας τὰς οὐσίας ἐνεργεῖν ἢ πάσχειν ἐστίν. ἔοικα δὲ καὶ νῦν
[l. 3] αὐτοῦ μνημονεῦσαι εἰς ὅσον ἀρκεῖ τοῖς παροῦσιν, ἐνθένδε
[l. 4] ποθὲν ἀρξάμενος. ἐκ τῶν δ΄ στοιχείων αἱ γενέσεις ἅπασι
[l. 5] τοῖς κατὰ μέρος σώμασιν ὑπάρχουσιν, ἄνισοί τε καὶ διαφέρουσαι
[l. 6] ταῖς μίξεσιν. ἔνια μὲν γὰρ πυρὸς ἔχει πλέον ἢ τῶν
[l. 7] ἄλλων στοιχείων, ἔνια δὲ ὕδατος, ἄλλα δ’ εἰ οὕτως ἔτυχε γῆς,
[l. 8] ἔνια δὲ ἀέρος. ἐξ οὖν τῆς τοιαύτης ἀνισότητος αἱ τῶν κατὰ
[l. 9] μέρος σωμάτων ἰδιότητες ἀπετελέσθησαν. ἐκ μὲν τῶν στοιχείων
[l. 10] αὐτῶν αἱ τῶν φυτῶν, ἐκ τούτων δὲ αἱ τῶν ζώων, ὡς
[l. 11] ἐν τοῖς περὶ στοιχείων δέδεικται λόγοις. μεταβάλλει δὲ τὰ μὲν
[l. 12] εὐθὺς εἰς ἄλληλα, τὰ δὲ διὰ μέσων ἑτέρων, οἷον αὐτίκα ἡ γῆ
[l. 13] μὲν εἰς πυροὺς καὶ κριθὰς καὶ τἄλλα τὰ τοιαῦτα. τούτων
[l. 14] δ’ αὖ πάλιν ἕκαστον εἰς ἀνθρώπου σάρκα, οὐ μὴν αὐτῇ γε
[l. 15] τῇ γῇ σαρκὶ γίνεσθαι δυνατὸν, ὑπερβάσῃ τὴν ἐν τῷ μέσῳ μεταβολήν.
[l. 16] καὶ μέντοι καὶ τῶν εἰς ἄλληλα μεταβαλλόντων ἔνια
[l. 17] μὲν ἑτοίμην τε καὶ διὰ ταχέων, ἔνια δὲ καὶ χαλεπὴν καὶ χρόνιον
[p. 11.669]
[l. 1] ἔχει τὴν ἀλλοίωσιν. ὅσα μέν ἐστιν ἐγγὺς ταῖς ὁμοιότησι,
[l. 2] ταχεῖαν ἔχει, ὅσα δὲ ποῤῥωτέρω, βραδυτέραν. ἐχρῆν οὖν,
[l. 3] οἶμαι, γενέσθαι τι τοῖς ζώοις ὑπὸ τῆς φύσεως ὄργανον
[l. 4] ὁμοιότητος καὶ ἀνομοιότητος τῶν οὐσιῶν διακριτικὸν, ὃ
[l. 5] διαγιγνῶσκον τὰς φύσεις τὸ μὲν οἰκεῖον αἱρήσεται, τὸ δ’
[l. 6] ἀλλότριον φεύξεται. τοῦτ’ οὖν ἐστιν ἡ γλῶττα, τῷ περιττῷ
[l. 7] τῆς αἰσθήσεως οὐ ψυχρῶν μόνον, ἢ θερμῶν, ἢ ξηρῶν, ἢ
[l. 8] ὑγρῶν, ἀλλὰ καὶ τῶν οἰκείων τε καὶ οὐκ οἰκείων ἔχον
[l. 9] διάγνωσιν. 13.102. εἰς τουτὶ γὰρ μόνον τὸ μόριον ἓξ ἐμφύονται
[l. 10] νεῦρα. τῶν δ’ ἄλλων ἕκαστον ἢ ἑνὸς ἢ δυοῖν
[l. 11] μετείληφεν, οὐδ’ οὖν οὐδὲ τούτων αὐτῶν οὕτω μεγάλων.
[l. 12] ἐπειδὴ δὲ τὰ μὲν μᾶλλόν ἐστιν οἰκεῖα τῇ τοῦ σώματος
[l. 13] ἡμῶν φύσει, τὰ δ’ ἧττον, καὶ τὰ μὲν ἐν τῇδε τῇ συζυγίᾳ
[l. 14] τῆς κράσεως, τὰ δ’ ἐν τῇδε, πλέονες ἐξ ἀνάγκης αἱ γευσταὶ
[l. 15] ποιότητες ἀπετελέσθησαν. ἀλλὰ τῶν μὲν τρεφόντων ἁπάντων
[l. 16] κοινὸν τὸ γλυκύ· πᾶν γὰρ τὸ τρέφον ἢ μᾶλλον ἢ
[l. 17] ἧττόν ἐστιν γλυκύ· τῶν δὲ μὴ τρεφόντων κοινὸν μὲν τὸ
[l. 18] κατ’ ἀπόφασιν τοῦ γλυκέος ἢ στερητικῶς ὀνομαζόμενον,
[p. 11.670]
[l. 1] οἷον οὐ γλυκὺ καὶ ἁλυκόν. αἱ κατὰ μέρος δὲ πλείους αἱ διαφοραὶ
[l. 2] κατὰ λόγον ἐγένοντο, τὸ τῷ μὲν οἰκεῖον ἑκάστῳ τῶν
[l. 3] ὄντων ἓν ὑπάρχειν, ὅτι καὶ μία φύσις ἡ ἴδιος αὐτοῦ, τὰ δ’
[l. 4] ἀλλότρια πάμπολλα, τὰ μὲν μᾶλλον ἀποκεχωρισμένα τῆς
[l. 5] οὐσίας αὐτοῦ, τὰ δὲ ἧτον. ὅσα μὲν οὖν ἐστιν ἀκριβῶς ὀξέα
[l. 6] καὶ στρυφνὰ καὶ πικρὰ καὶ ἁπλῶς ἡντινοῦν ἄλλην ἔχοντα
[l. 7] ποιότητα παρὰ τὴν γλυκεῖαν, ἄτροφα πάντ’ ἐστὶν, ὥσπερ ὅσα
[l. 8] γλυκέα μόνον, τρόφιμα πάντα, τῶν δ’ ἐπιμίκτων ταῖς ποιότησιν
[l. 9] ὅσα μὲν ἅμα γλυκέα τέ ἐστι καὶ στρυφνὰ, παχυμερέστερα
[l. 10] ταῖς οὐσίαις ἐστὶ καὶ ψυχρὰ ταῖς κράσεσιν, ὥσπερ καὶ
[l. 11] μικρὸν ἔμπροσθεν ἐδείκνυμεν· ὅσα δ’ ὀξέα τε ἅμα καὶ γλυκέα,
[l. 12] λεπτομερέστερα μὲν ἢ τὰ στρυφνὰ, ψύχει δ’ αὖ καὶ αὐτά. καὶ
[l. 13] δὴ καὶ τὰ μὲν πικρὰ θερμὰ, τὰ δὲ δριμέα καὶ τούτων ἔτι θερμότερα.
[l. 14] τρέφει δ’ οὖν ἅπαντα τὰ τοιαῦτα μετὰ γλυκύτητος.
[l. 15] αὐτὸ δὲ καθ’ ἑαυτὸ τῶν εἰρημένων οὐδὲν ἱκανὸν τρέφειν ἐστίν.
[l. 16] ἐπίμικτα δὲ γίγνεται κατὰ τρόπον διττὸν, ἢ ἀνομοιομερῆ ταῖς
[l. 17] οὐσίαις ὑπάρχοντα καὶ διαφερούσας κατὰ τὰ μόρια ποιότητας
[p. 11.671]
[l. 1] ἔχοντα, ἢ ἁπλᾶ μὲν ὄντα καὶ ὁμοιομερῆ, κατὰ δὲ τὴν εἰς
[l. 2] ἄλληλα τῶν πολὺ διαφερόντων γιγνόμενα μεταβολήν. οὔτε
[l. 3] γὰρ τὸ μέλι ἐξαίφνης γίγνεται πικρὸν, ἀλλ’ εἴθ’ ἑψόμενον ἐπὶ
[l. 4] πλέον εἴτε παλαιούμενον, εἰς πικρότητα μεταβάλλει κατὰ
[l. 5] βραχὺ πάσχον τὸ τοιοῦτο. οὔθ’ ὅσοι τῶν καρπῶν ἀποτελοῦνται
[l. 6] γλυκεῖς, ὥσπερ ἔνιοι τῶν σικύων τε καὶ μηλοπεπόνων,
[l. 7] οὐδ’ αὐτοὶ τὴν ἐξ ἀρχῆς ἀθρόως ἀποβάλλουσι ποιότητα. κατὰ
[l. 8] βραχὺ γὰρ ἅπασι τοῖς φύσεως ἀλλοιουμένοις αἱ μεταβολαὶ συμπίπτουσι,
[l. 9] καὶ μάλισθ’ ὅταν εἰς πολὺ διαφερούσας, ἢ καὶ παντάπασιν
[l. 10] ἐναντίας ποιότητας, ἡ ἀλλοίωσίς τε καὶ μετάστασις
[l. 11] αὐτῶν ἀποτελῆται. ὥσπερ οὖν τὸ μὲν ἀκριβῶς γλυκὺ τρόφιμόν
[l. 12] ἐστιν, τὸ δ’ εἰλικρινῶς πικρὸν ἄτροφον, οὕτως τὸ μεταξὺ τρέφει
[l. 13] μὲν, ἀλλ’ ἧττον τοῦ γλυκέος. ὡσαύτως δὲ καὶ κατὰ τὰς
[l. 14] ἄλλας ἔχει ποιότητας. ἄτροφοι γάρ εἰσι πλὴν τῆς γλυκείας
[l. 15] ἅπασαι. καὶ μὲν δὴ καὶ αὐτὰ τὰ στοιχεῖα πολὺ μᾶλλον ἄτροφά
[l. 16] τε καὶ ἄποια πρὸς τὴν γεῦσίν εἰσιν. καὶ διὰ τοῦτο καὶ ἡ
[l. 17] γῆ καὶ τὸ ὕδωρ, ἄμφω γὰρ καὶ ταῦτα ἄποια πρὸς τὴν γεῦσίν
[l. 18] εἰσιν καὶ ἄτροφα, καθάπερ ὁ ἀὴρ καὶ τὸ πῦρ· ὥστε καὶ κατὰ
[p. 11.672]
[l. 1] τῶν ποιοτήτων ἐπιμιξίαν ἐκλύεται πολλάκις ἡ τῶν γλυκέων
[l. 2] ποιότης, ὑδατώδους μὲν οὐσίας ἐπικρατούσης ἐν τοῖς τῶν
[l. 3] ἐπιγείων σχεδὸν ἁπάντων καρποῖς. καὶ γὰρ πυροὶ καὶ κριθαὶ
[l. 4] καὶ κύαμοι καὶ ἐρέβινθοι καὶ τἄλλα ὅσα τοιαῦτα, διὰ ὑγρότητα
[l. 5] κατ’ ἀρχὰς ἐγγὺς ἀποίων ὄντα τὴν γεῦσιν, ἐν τῷ χρόνῳ
[l. 6] πεπαινόμενά τε καὶ ξηραινόμενα γίνεται γλυκύτερα, γεώδους
[l. 7] δὲ καὶ ξηρᾶς ἐν ἀχύροις καὶ χόρτῳ καὶ ἀγρώστει καὶ καλάμοις
[l. 8] ξηροῖς καὶ ξύλοις, ὧν ἔνια πρὶν ἀποξηρανθῆναι γλυκέα τε
[l. 9] ἡμῖν ἐστι καὶ τροφὴν τῷ σώματι δίδωσιν ἐνίοτε, οἷον ὅ τε
[l. 10] τοῦ φοίνικος ἐγκέφαλος, οὕτω γὰρ ὀνομάζουσι τὸ ἀνώτατον
[l. 11] μόριον αὐτοῦ, καὶ τῆς ἀγρώστεώς τε καὶ τῶν καλάμων αἱ
[l. 12] μαλακαὶ ῥίζαι, καὶ μάλιστα τῶν κατ’ Αἴγυπτον, ἤδη δὲ καὶ
[l. 13] τῶν πλείστων δένδρων αἱ βλάσται. ὁμοιότητι μὲν γὰρ ἀεὶ τῇ
[l. 14] πρὸς τὸ τρεφόμενον γλυκὺ φαίνεται τὸ τρέφον, ἀνομοιότητι
[l. 15] δ’ οὐ γλυκύ. 13.103. πολλῶν δ’ οὐσῶν ἀνομοιοτήτων πολλὰς
[l. 16] ἀναγκαῖον ἐν τῷδε καὶ τὰς μὴ γλυκείας γίγνεσθαι ποιότητας,
[l. 17] ἃς ἑρμηνεῦσαι μὲν ἀμήχανον, ἀναμνῆσαι δ’ ἐγχωρεῖ, πάντων
[l. 18] ἀνθρώπων ἀκριβῶς εἰδότων, ἑτέραν μὲν τὴν ἐκ τῶν στρυφνῶν
[p. 11.673]
[l. 1] αἴσθησίν τε καὶ διάθεσιν ἐν τῇ γλώττῃ γιγνομένην, ἑτέραν
[l. 2] δὲ τὴν ἐκ τῶν ὀξέων, καὶ ἄλλην μὲν τὴν ἐκ τῶν ἁλμυρῶν,
[l. 3] ἄλλην δὲ τὴν ἐκ τῶν πικρῶν.
[l. 4] Ὥσπερ οὖν ὅσα τῶν ἐδεσμάτων ὁμοιότατα
[l. 5] ταῖς τῶν τρεφομένων ὑπάρχει φύσεσιν, γλυκύτητά τ’ ἐμφαίνεται
[l. 6] καὶ σκευασίας οὐδεμιᾶς προσδεῖται, κατὰ τὸν αὐτὸν
[l. 7] 2.50. τρόπον ὅσα ποῤῥώτερα τὴν κρᾶσίν ἐστιν τὰ μὲν ἡδυσμάτων,
[l. 8] τὰ δὲ καὶ συναμφοτέρων προσδεῖται, καὶ οὐδέν γε
[l. 9] θαυμαστὸν αὐτῶν τῶν ἡδυσμάτων μηδὲν ἐδώδιμον ὑπάρχον
[l. 10] εἰς ἡδονὴν συντελεῖν τῷ δι’ ἑαυτοῦ σκευασθέντι. δυοῖν γὰρ
[l. 11] ἀμέτροιν συνελθόντοιν ἐγχωρεῖ τὸ μικτὸν ἐξ ἀμφοῖν σύμμετρον
[l. 12] ἀποτελεσθῆναι καὶ διὰ τοῦτο γλυκὺ φανῆναι, τῶν ἀμέτρων
[l. 13] οὐκ ὄντων τοιούτων. ὅταν δὲ δὴ καὶ δι’ ἑψήσεως ἢ
[l. 14] ὀπτήσεως ἤ ὅλως ὑπὸ θερμοῦ τινος ἡ σκευασία γίνηται τῶν
[l. 15] ἐδεσμάτων, οὐδὲν οὔτ’ ἄπορον οὔτ’ ἄλογον ἃ πρότερον οὐκ
[l. 16] ἦν ἡδέα γενέσθαι νῦν ἥδιστα. φαίνεται γὰρ ἡ τοῦ θερμοῦ
[l. 17] φύσις οἷς ἂν ὁμιλήσῃ ταχέως ἀλλοιοῦν αὐτὰ καὶ μεταβάλλειν
[p. 11.674]
[l. 1] εἰς ἕτερον εἶδος, ὥστ’ οὐκέτι οὐδὲ τοῦτ’ ἄπορον, εἰ τινὰ μὲν
[l. 2] ἡδίω, τινὰ δὲ ἀηδέστερα γίνεται τῷ πυρὶ πλησιάζοντα, καὶ
[l. 3] τινὰ μὲν ἐλαχίστῳ χρόνῳ, τινὰ δ’ ἐπὶ πλεῖστον ἑψηθῆναι
[l. 4] χρήζῃ. τὰ μὲν γὰρ ὁμοιότατα ταῖς κράσεσι τῶν τρεφομένων
[l. 5] σωμάτων χωρὶς ἑψήσεώς τε καὶ σκευασίας ἤδη φαίνεται γλυκέα,
[l. 6] τὰ δ’ ἀνόμοια πάντα μὲν ἀηδῆ, πρὶν σκευασθῆναι.
[l. 7] δεῖται δὲ τὰ μὲν ὑπέρθερμα τῷ ψυχρῷ κολασθῆναι, τὰ δ’
[l. 8] ἱκανῶς ψυχρὰ ταῖς τε τῶν θερμῶν ἐδεσμάτων μίξεσιν καὶ
[l. 9] πυρί. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑγρότητι μὲν ὅσα γεώδη
[l. 10] καὶ ξηρὰ, ξηρότητι δὲ τὰ πλέον ἢ προσῆκεν ὑδατώδη τε καὶ
[l. 11] ὑγρά. τὰς μὲν οὖν ξηρότητας αἱ τῶν ὑγρῶν ἐπιμιξίαι, τὰς
[l. 12] δὲ ὑγρότητας αἱ τῶν ξηρῶν καὶ τὸ πῦρ ἐπανορθοῦται. μεγίστη
[l. 13] δὲ τοῦ λεγομένου πίστις ἡ κατὰ τὸ στόμα γιγνομένη
[l. 14] μεταβολή. τοῖς γοῦν ἐπὶ πλέον ἀσιτήσασιν ἁλυκὸν φαίνεται
[l. 15] τὸ πτύελον, εἰ δ’ ἐπὶ πλεῖστον, οὐχ ἁλυκὸν μόνον, ἀλλ’ ἤδη
[l. 16] καὶ πικρόν. οὕτω δὲ καὶ πᾶν ἐκχολοῦται τὸ σῶμα, καὶ εἴπερ
[l. 17] ἦν αἰσθητικὸν ἅπαν ὁμοίως τῇ γλώττῃ, καὶ τῆς ἁλυκότητος
[p. 11.675]
[l. 1] ἂν, οἶμαι, τῆς ἐν αὐτῷ ῥᾳδίως ἠσθάνετο καὶ τῆς πικρότητος,
[l. 2] ἔτι τε πρὸς τούτῳ καὶ αὐτῆς τῆς γλυκύτητος, ὑπαρχούσης
[l. 3] γε ἀεὶ τῷ κατὰ φύσιν αἵματι. νυνὶ δὲ ἐπειδὰν ἤτοι ῥαγέντος
[l. 4] ἢ ἀναστομωθέντος ἀγγείου τινὸς ἀθρόον τε καὶ θερμὸν
[l. 5] αἷμα κατὰ τῆς γλώττης ἐκχυθῇ, φαίνεται γλυκύτατον,
[l. 6] ὅταν, ὡς εἴρηται, κατὰ φύσιν ἔχῃ. ἐπεὶ τό γε νενοσηκὸς
[l. 7] πικρὸν ἢ ἁλυκόν ἐστιν, ἤ τινα τοιαύτην ἑτέραν ἐμφαίνει
[l. 8] ποιότητα, τὸ μέντοι καθ’ ὅλον τοῦ ζώου τὸ σῶμα λανθάνει,
[l. 9] καθάπερ αἱ χολαὶ καὶ τὸ φλέγμα. καίτοι τῶν
[l. 10] χολῶν ἡ μὲν ἀεὶ πικρὰ φαίνεται, κᾂν μικρῷ μορίῳ ψαύσῃ
[l. 11] τῆς γλώττης, ἡ μέλαινα δ’ ὀξεῖα. καὶ τοῦ φλέγματος καὶ
[l. 12] τῇ γλώττῃ πλησιάζοντος τὸ μὲν γλυκὺ, τὸ δὲ ὀξὺ, τὸ δὲ
[l. 13] ἁλμυρὸν ἐναργῶς ἐφάνη πολλάκις, ἄδηλον ὑπάρχον καὶ
[l. 14] τοῦτο καθ’ ὅλον τὸ ζῶον.
[l. 15] 13.104. Οὐδὲν οὖν θαυμαστὸν οὐδὲ διὰ τί
[l. 16] τὸ γλυκύτατον ἁπάντων μέλι τὸν πικρότατον γεννᾷ χυμὸν
[l. 17] καὶ διὰ τί μάλιστα τοῖς ἀκμάζουσί τε καὶ φύσει θερμοῖς
[l. 18] καὶ πυρέττουσιν. ὡς γὰρ κἀκτὸς ἐπὶ πλέον ὁμιλῆσαν τῷ
[p. 11.676]
[l. 1] πυρὶ πικρὸν ἀποτελεῖται, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τοῖς
[l. 2] τῶν ζώων σώμασιν, ὅταν ἀκραιφνεῖ πλησιάζῃ θερμότητι,
[l. 3] τὸν χολώδη γεννᾷ χυμόν. ἐν δὲ ταῖς ψυχροτέραις κράσεσιν
[l. 4] ἢ διὰ ἡλικίαν, ἢ διὰ φύσιν σώματος, ἢ διὰ νόσον, εἰς χρηστὸν
[l. 5] καὶ σύμμετρον αἷμα μεταβάλλει ῥᾳδίως. οὐ γὰρ ὑπερθερμαινόμενον
[l. 6] οὐδ’ ἀλλοιούμενον ἐπὶ πλέον ἐν τοῖς τοιούτοις σώμασιν,
[l. 7] ἀλλ’ ὅμοιόν τι τῷ μετρίως ἑψηθέντι πάσχον ἐξομοιοῦται
[l. 8] τελέως αὐτοῖς καὶ διαφυλάττει τὴν γλυκύτητα. καὶ
[l. 9] τί θαυμαστὸν ὑπὸ τῆς σφοδροτέρας ἐν τοῖς ζώοις θερμότητος
[l. 10] ἢ πλείονος ἑψήσεως ἐξίστασθαι τῆς ἀρχαίας γλυκύτητος
[l. 11] τὸ μέλι, καὶ χωρὶς τούτων ὑπὸ τῆς ἐν αὐτῷ θερμότητος
[l. 12] ἐν χρόνῳ πλέονι πικρὸν ἀποτελούμενον; ἐν γὰρ τῷ τάχει τῆς
[l. 13] μεταβολῆς ἡ διαφορὰ μόνον, οὐκ ἐν τῷ πάσχειν ἕτερον
[l. 14] πάθος ὑφ’ ἑτέρας αἰτίας. καὶ γὰρ τὸ πάθος αὐτὸ καὶ τὸ
[l. 15] μεταβάλλον αἴτιον ὂν, τὸ πάθος μὲν ἡ πικρότης, τὸ δ’ αἴτιον
[l. 16] ἡ ἀμετρία τῆς θερμότητος, ἀμετρίας δὲ τῆς εἰς ἀλλοίωσιν
[l. 17] ἀγούσης διττῆς ὑπαρχούσης τῷ γένει, ῥώμης τοῦ πλησιάζοντος,
[p. 11.677]
[l. 1] ἢ μήκους τοῦ χρόνου, τὴν μὲν ἑτέραν ἐξ ἡμῶν τε
[l. 2] καὶ τοῦ πυρὸς, τὴν δ’ ἑτέραν ἐξ αὐτοῦ λαμβάνει τὸ μέλι.
[l. 3] καὶ δεόντως ἐν χρόνῳ πλείονι γίγνεται τοῦτο τὴν ἐξ αὐτοῦ,
[l. 4] ὅτι καὶ τὸ μεταβάλλον ἀσθενέστερον. ὅπερ οὖν ὑπ’ ἐλάττονος
[l. 5] αἰτίας ἐν χρόνῳ πλείονι γίγνεται, τοῦθ’ ὑπὸ μείζονος
[l. 6] ἐν ἐλάττονι γίγνεσθαι τί θαυμαστόν; ἀλλ’ οὐ τό γε χάλα,
[l. 7] καίτοι γλυκὺ πρὸς τὴν γεῦσιν ὑπάρχον, ἐξ αὑτοῦ ποτε γίνεται
[l. 8] πικρόν. κρατεῖται γὰρ ἐν αὐτῷ τὸ θερμὸν ὑπὸ τοῦ
[l. 9] ψυχροῦ μᾶλλον ἢ κρατεῖ, καὶ διὰ τοῦτο ὀξύνεται κείμενον.
[l. 10] ἐκ τριῶν μὲν γὰρ οὐσιῶν διαφερουσῶν ταῖς ποιότησι σύγκειται,
[l. 11] καθότι καὶ πρόσθεν ἔλεγον, πρώτης μὲν τῆς παχείας,
[l. 12] ἐξ ἧς ὁ τυρὸς γίνεται, δευτέρας δὲ τῆς λιπαρᾶς, ἐξ ἧς ο῾
[l. 13] βούτυρος, καὶ τρίτης τῆς ὑδατώδους, ἣν ὀῤῥὸν ἐπονομάζομεν.
[l. 14] ἀλλὰ τούτων ἡ μὲν λιπαρὰ μάλιστα εὔκρατος, ἡ δὲ
[l. 15] παχεῖα μικρὸν ταύτης ἀποδέουσα. τὸ δ’ ὀῤῥῶδες περίττωμα
[l. 16] ψυχρόν τ’ ἐστὶ καὶ ὑγρὸν, ὥστε τὸ μὲν σύμπαν γάλα τοῦ
[l. 17] συμμέτρου τῇ θερμότητι σώματος ἀπολείπεσθαι συχνῷ, καὶ
[l. 18] διὰ τοῦτο εἰς ὀξύτητα μεταβάλλει ἐξ ἑαυτοῦ μᾶλλον ἢ πικρότητα.
[p. 11.678]
[l. 1] καὶ εἴπερ οἷόν τε ἦν αὐτοῦ γεύσασθαι πεφθέντος
[l. 2] ἔν τε τῇ γαστρὶ καὶ κατὰ τὰς φλέβας, εὑρίσκοιτο ἂν, οἶμαι,
[l. 3] γλυκύτερον μέλιτος. ὃ γὰρ ἔξωθεν ἔχει καὶ παρ’ ἑαυτοῦ
[l. 4] τὸ μέλι, τοῦτ’ ἐν τῷ πέττεσθαι λαμβάνει τὸ γάλα. καὶ
[l. 5] ὅταν γε θερμὸν ἱκανῶς ὑπάρχῃ τὸ τοῦ ζώου σῶμα, τοσοῦτον
[l. 6] ἐπικτᾶται τὸ γάλα τῆς γλυκύτητος, ὅσον ἀπόλλυσι τὸ
[l. 7] μέλι. καὶ τοῦτ’ εὐλόγως γίνεται. τῷ μὲν γὰρ ἄκρως γλυκεῖ,
[l. 8] καὶ διὰ τοῦτο μηκέτ’ ἐγχωροῦντι προσθήκην γλυκύτητος,
[l. 9] εἰς τὴν ἐφεξῆς ἀνάγκη μεταβάλλειν ποιότητα· τῷ δέ γε ἐνδεεῖ
[l. 10] τὸ τέλεον ἐκ τῆς πέψεως προσγίνεται. ταῦτ’ ἄρα καὶ διττὰς
[l. 11] ἀπεπτούμενον ἐν τῇ γαστρὶ τὸ γάλα τὰς ἀλλοιώσεις
[l. 12] ἐπιδέχεται· κατὰ μὲν τὴν ψυχροτέραν κοιλίαν ὀξυνόμενον,
[l. 13] ἐν δὲ τῇ θερμοτέρᾳ κνισῶδές τε καὶ πικρὸν ἀποτελούμενον.
[l. 14] οὐ μὴν τό γε μέλι τὴν εἰς ὀξύτητά ποτε μεταβολὴν δέχεται
[l. 15] ἐν τῷ πέττεσθαι· θερμότερον γάρ ἐστιν ἢ ὥστε μὴ κρατούμενον
[l. 16] ὀξυνθῆναι.13.105. δακνώδη μὲν γὰρ ἄμφω τῇ γλώττῃ,
[l. 17] τό τε ὀξὺ καὶ τὸ πικρὸν, οὐ μὴν ὡς ἴδιον γλώττης αἴσθησις
[l. 18] τοῦτο κέκτηται. καὶ γὰρ εἰ καὶ κατ’ ἄλλης σαρκὸς
[l. 19] ἡστινοσοῦν γυμνῆς τοῦ δέρματος ἐπιβάλλοις αὐτὰ, δάκνει
[p. 11.679]
[l. 1] κἀκείνην, ᾧ δῆλον ὡς τὸ δακνῶδες τῆς ἁφῆς ἴδιον αἰσθητὸν,
[l. 2] οὐ γεύσεώς ἐστιν· καὶ μὴν καὶ τοῖς δριμέσιν ὀνομαζομένοις,
[l. 3] οἷον πυρέθρῳ τε καὶ σκορόδῳ καὶ κρομμύῳ ὑπάρχει
[l. 4] τὸ δάκνειν, οὐ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὴν ἄλλην
[l. 5] ἅπασαν ἡμῶν σάρκα. καὶ κοινὸν ἄρα τοῦτο τὸ δάκνειν τριῶν
[l. 6] ἐστι χυμῶν, ὀξέος, πικροῦ, δριμέος, ἀλλὰ τοῦ μὲν ὀξέος ὡς
[l. 7] ψυχροῦ τε ἅμα καὶ λεπτομεροῦς, ἐδείχθη γὰρ τοῦτο πρόσθεν,
[l. 8] τοῦ πικροῦ δὲ καὶ δριμέος ὡς θερμῶν.
[l. 9] Ὅτι μὲν οὖν ὁ πικρὸς χυμὸς θερμός ἐστιν
[l. 10] ἀρτίως μοι δέδεικται. περὶ δὲ τοῦ δριμέος ἰδίως ὀνομαζομένου
[l. 11] τὴν ἀρχὴν οὐδ’ ἀποδείξεώς ἐστι χρεία. φθάνει μὲν
[l. 12] γὰρ ἡ ἐκ τῆς αἰσθήσεως ἐνέργεια τὴν ἐκ τοῦ λόγου πίστιν,
[l. 13] ὥστ’ οὐδ’ ἠμφισβήτησεν οὐδεὶς ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ Πλάτων
[l. 14] ὡς περὶ θερμοτάτου πάντων ἀποφαίνεται καὶ Ἀριστοτέλης
[l. 15] καὶ Θεόφραστος καὶ τῶν ἰατρῶν οὐδείς ἐστιν οὔτε
[l. 16] τῶν παλαιῶν οὔτε τῶν νεωτέρων, ὃς ἕτερόν τι γιγνώσκει.
[l. 17] κατὰ γὰρ τὸν τῆς οὐσίας αὐτοῦ λόγον ἐστὶ τὸ θερμαίνειν,
[l. 18] 2.51. ὥστ’ εἰ καὶ τῶν ἰδιωτῶν ὁντιναοῦν ἔροιο, τί καλεῖ δριμὺ
[p. 11.680]
[l. 1] βρῶμα, φαίη ἂν, οἶμαι, τὸ θερμαῖνον ἰσχυρῶς ἐν τῷ γεύεσθαι,
[l. 2] καθάπερ τὸ πέπερι καὶ τὸ πύρεθρον καὶ τὸ κάρδαμον καὶ
[l. 3] τὰ σκόροδα καὶ τὰ κρόμμυα καὶ πάνθ’ ὅσα τοιαῦτα. καί
[l. 4] μοι δοκεῖ μόνον τοῦτο τὸ γένος τῶν χυμῶν ἰδίας ἀπορῆσαν
[l. 5] προσηγορίας τῇ κοινῇ συγχρήσασθαι καθ’ ὑπεροχήν. ὄντος
[l. 6] γὰρ καὶ τοῦ πικροῦ χυμοῦ καὶ τοῦ ὀξέος δριμέων ἀμφοῖν,
[l. 7] ἐν ᾧπερ ἂν σώματι σφοδρὰν εὑρίσκομεν τὴν δριμύτητα,
[l. 8] κᾂν μήτε πικρὸν ᾖ κᾂν μήτε ὀξὺ, δριμὺ προσαγορεύειν
[l. 9] εἰθίσμεθα, καίτοι πολλῶν ὄντων κατ’ εἶδος τῶν τοιούτων
[l. 10] σωμάτων. τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἐδώδιμα, τὰ δ’ οὔ.
[l. 11] τὰ μὲν οὖν ἐδώδιμα γλυκεῖαν ἐξ ἀνάγκης ἔχει τινὰ μεμιγμένην
[l. 12] ἀμυδρὰν ποιότητα. καὶ διὰ τοῦτο πολλοῖς ἐξ αὐτῶν
[l. 13] ὡς ὄψῳ χρώμεθα, πολλοῖς δ’ ὡς ἡδύσματι μόνῳ. ὡς σιτίοις
[l. 14] μὲν γὰρ αὐτῶν οὐδενὶ, διὰ τὸ σφοδρὸν τῆς δυνάμεως. τῶν
[l. 15] δ’ οὐκ ἐσθιομένων τὰ μέν ἐστι θανάσιμα, τὰ δ’ ἁπλῶς
[l. 16] φάρμακα, πάντα δ’ οὖν ἐπιτιθέμενα κατὰ τοῦ δέρματος
[l. 17] ἡμῶν ἕλκος ἐργάζεται ῥᾳδίως. ἐμφαίνει δὲ καὶ τούτων ἔνια
[p. 11.681]
[l. 1] πικρὰν ποιότητα, ὥσπερ τῶν ἐδωδίμων οὐκ ὀλίγα γλυκεῖαν,
[l. 2] οὐ μὴν ὀνομάζεταί γε πικρὰ, διότι βραχεῖα μὲν αὕτη καὶ ἀσθενής
[l. 3] ἐστιν ἐν αὐτοῖς, ἰσχυρὰ δὲ ἡ τῆς δριμύτητος. ἐνίων δ’
[l. 4] οὐδὲ γεύσασθαι τολμῶμεν, οἷον ἤτοι θαψίας, ἢ κανθαρίδων,
[l. 5] ἤ τινος ἑτέρου τῶν κατὰ διάβρωσιν ἢ σῆψιν ἀναιρούντων·
[l. 6] ἀλλ’ ἔστι καὶ τούτων εἰκάσαι δριμεῖαν εἶναι τὴν γεῦσιν ἐξ
[l. 7] ὧν ἐργάζεται περὶ τὸ σύμπαν σῶμα. πολλὰ δὲ καὶ ταῖς
[l. 8] ὀσμαῖς εὐθύς ἐστιν ἀλλόκοτα καὶ σαφῶς ἐνδεικνύμενα τὴν
[l. 9] πρὸς ἄνθρωπον ἐναντιότητα, καθάπερ αὐτά γε ταῦτα τὰ
[l. 10] προειρημένα, καὶ ὁ τοῦ κωνείου καὶ ὁ τοῦ μήκωνος, ἔτι τε
[l. 11] μανδραγόρου καὶ ὑοσκυάμου χυλός. καὶ γὰρ δὴ νῦν ἐθεασάμεθα
[l. 12] ἔναγχος βοτάνης χυλὸν, ὃν ἑκατόνταρχός τις ἐκ τῆς πρὸς
[l. 13] Αἴγυπτον βαρβάρου χώρας ἐκόμισεν. οὕτως δ’ ἦν βαρὺς καὶ
[l. 14] ἀηδὴς τὴν ὀσμὴν ὡς μηδὲ γεύεσθαι τολμᾷν, ἀλλ’ εἰκάζειν
[l. 15] θανάσιμον ὑπάρχειν· ἐχρῆτο δ’ αὐτῷ πρὸς τὰς ἀρθριτικὰς
[l. 16] ὀδύνας ἀκμαζούσας, καὶ σαφῶς ἐδόκει καὶ αὐτοῖς. τοῖς κάμνουσιν
[l. 17] ψυκτικὴν ἔχειν τὴν δύναμιν. 13.106. ἔστι δ’ ὑπόξανθος
[l. 18] μὲν τὴν χρόαν, οὕτως δὲ βαρὺς κατὰ τὴν ὀσμὴν ὡς
[p. 11.682]
[l. 1] τοῦ κωνείου, πλὴν ὅσα βραχείας ἀρωματιζούσης τινὸς εὐωδίας
[l. 2] προσβάλλει. τὸ δ’ ὄνομα τῆς βοτάνης ἐξ ἧς ὁ χυλὸς
[l. 3] γίγνεται λυκοπέρσιον ἔφασκεν εἶναι. ἀλλὰ περὶ μέν τῶν
[l. 4] δηλητηρίων φαρμάκων αὖθις εἰρήσεται. τοὺς δὲ δριμεῖς
[l. 5] ἅπαντας χυμοὺς, περὶ τούτων γὰρ ἦν ὁ λόγος, ἄκρως θερμοὺς
[l. 6] χρὴ γινώσκειν ὄντας. ἐφεξῆς δ’ αὐτῶν τοὺς πικροὺς,
[l. 7] εἶτα τούτων ἑξῆς τοὺς γλυκεῖς. ἐν ἅπασι δ’ αὐτοῖς ἱκανοῦ
[l. 8] τοῦ πλάτοις ὑπάρχοντος, ὁ μὲν μᾶλλον δριμὺς καὶ πικρὸς
[l. 9] καὶ γλυκὺς μᾶλλον δηλονότι καὶ θερμός ἐστιν, ὁ δ’ ἧττον
[l. 10] εἰς τοσοῦτον ἀπολείπεται θερμότητος, εἰς ὅσον καὶ τῆς
[l. 11] ἀκριβοῦς κατὰ τὴν γεῦσιν ποιότητος. ὅρος δὲ τοῦ μὲν πικροῦ
[l. 12] χυμοῦ τὸ ῥύπτειν ἐστὶν, τοῦ δὲ δριμέος τὸ καίειν, τοῦ
[l. 13] δὲ γλυκέος τὸ τρέφειν, ὅταν γε τελέως ἔχωσι κατὰ τὴν
[l. 14] ἑαυτῶν ἕκαστον φύσιν, τουτέστιν ὅταν ὡς οἶόν τε μάλιστα
[l. 15] ὑπάρχωσιν ἑτέραις ποιότησιν ἄμικτοι, οἷον ὁ πικρὸς
[l. 16] ἔστι μὲν πάντως θερμὸς, ἀλλ’ ὁ μὲν ἄρτι γενόμενος ἐκ τῆς
[l. 17] τοῦ γλυκέος μεταβολῆς ἧττόν τε πικρός ἐστι καὶ ἧττον
[l. 18] θερμὸς, ὁ δὲ ἐπὶ πλεῖστον ἐξηλλαγμένος ἐσχάτως τε πικρός
[p. 11.683]
[l. 1] ἐστι καὶ ἤδη πλησίον ἥκει τοῦ δριμέος, ὡς μὴ ῥύπτειν
[l. 2] ἔτι μόνον, ἀλλὰ καὶ διαβιβρώσκειν καὶ δάκνειν, οἷον
[l. 3] ἀριστολοχία μὲν καὶ ἴρις καὶ πάναξ αὐτὸ τοῦτο μόνον,
[l. 4] ἀποῤῥύπτουσί τε καὶ καθαροποιοῦσι τὰ ἕλκη. ἀγρία δὲ σταφὶς
[l. 5] οὐδὲν μὲν ἧττον τούτων δριμεῖά ἐστιν, εἰ μὴ ἄρα καὶ
[l. 6] μᾶλλόν ἐστι πικρά· δριμεῖα γὰρ ἤδη καὶ μάλα καὶ θερμὴ
[l. 7] σφοδρῶς, ὅθεν οὐδὲ τὸν ῥύπον ἀφαιρεῖ τῶν ἑλκῶν μόνον,
[l. 8] ἀλλὰ καὶ αὐτὴν κατατήκειν πέφυκε τὴν σάρκα. τοιοῦτο δέ
[l. 9] τι καὶ τοῦ σώματος εἴσω λαμβανόμενοι πεφύκασι δρᾷν οἱ
[l. 10] πικροὶ χυμοὶ πάντες, οἷόν τι καὶ κατὰ τὰ ἕλκη· ῥύπτουσί
[l. 11] τε γὰρ καὶ διακαθαίρουσιν αὐτὰ καὶ τὴν ἐν ταῖς φλεψὶ τῶν
[l. 12] χυμῶν παχύτητα τέμνουσιν, ὅθεν ἐπιμήνιά τε κινοῦσι καὶ
[l. 13] ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς τοῦ πύου
[l. 14] συναίρονται, καὶ ὅλως, εἴτε παχὺ φλέγμα περιεχόμενον ἐν
[l. 15] αὐτοῖς εἴτε πῦον εἴτ’ ἄλλο τοιοῦτο εἴη, διακαθαίρουσιν,
[l. 16] ἐπιληψίαις τε κατὰ τοῦτο βοηθοῦσιν, ὅσοι γε μὴ δηλητήριοι
[l. 17] τὴν φύσιν ὑπάρχουσιν. ἐκεῖνοι γὰρ ὅλῳ τῷ γένει παρὰ φύσιν
[l. 18] εἰσίν. οὕτω δὲ καὶ τοὺς πτύοντας αἷμα βλάπτειν πεφύκασιν.
[p. 11.684]
[l. 1] τῶν στυφόντων γὰρ ἐκεῖνοι καὶ γλίσχρων, οὐ τῶν τεμνόντων
[l. 2] καὶ διαιρούντων δέονται. ταυτὶ μὲν οὖν ἤδη πως
[l. 3] ἅπτεται τῆς θεραπευτικῆς μεθόδου.
[l. 4] Περὶ δὲ τῶν πικρῶν χυμῶν τῆς δυνάμεως
[l. 5] ἀφορισάμενοι καὶ τμητικοὺς αὐτοὺς εἰπόντες εἶναι
[l. 6] καὶ λεπτυντικοὺς καὶ ῥυπτικοὺς, καὶ δηλονότι θερμοὺς εἰς τοσοῦτον
[l. 7] ὡς μήπω καίειν, ἐπὶ τοὺς δριμεῖς αὖθις ἴωμεν τῷ
[l. 8] λόγῳ. καὶ πρῶτον μὲν θερμοὺς ἀκριβῶς αὐτοὺς εἴπωμεν, εἶτα
[l. 9] διαβρωτικούς τε καὶ καυστικοὺς καὶ ἐσχαρωτικοὺς καὶ συντηκτικούς·
[l. 10] ἐπὶ μὲν τοῦ δέρματος ἐπιτιθεμένους ἅπαντας
[l. 11] τοὺς τοιούτους εἶναι, εἴσω δὲ τοῦ σώματος λαμβανομένους,
[l. 12] ὅσοι μὲν ὅλαις ταῖς οὐσίαις ἐναντιώτατα διάκεινται πρός
[l. 13] τινα ζῶα, σηπτικούς τε πάντας εἶναι καὶ δηλητηρίους ἐκείνων
[l. 14] τῶν ζώων. ὅσοι δὲ κατὰ τὴν ἀμετρίαν τῆς θερμότητος
[l. 15] μόνον, εἰ μὲν παχυμερεῖς καὶ γεώδεις εἶεν, ἑλκωτικοὺς
[l. 16] τῶν ἐντὸς, εἰ δὲ λεπτομερεῖς, διουρητικούς τε καὶ ἱδρωτικοὺς,
[l. 17] καὶ ἁπλῶς εἰπεῖν τμητικούς τε καὶ διαφορητικούς. συναίρονται
[l. 18] δέ τινες αὐτῶν ταῖς τε ἐκ τοῦ θώρακος ἀναπτύσεσι
[p. 11.685]
[l. 1] 13.107. καὶ ταῖς τῶν καταμηνίων φοραῖς· ἀλλὰ πότε
[l. 2] καὶ πῶς καὶ τίνι μεθόδῳ χρωμένων, οὐ τῆς νῦν ἐνεστώσης
[l. 3] πραγματείας διελθεῖν. ὑπὲρ ἁπάντων γὰρ τῶν τοιούτων ἐν
[l. 4] τῇ θεραπευτικῇ μεθόδῳ λεχθήσεται, ὥστε καὶ περὶ τῶν δριμέων
[l. 5] χυμῶν τῆς φύσεως ἤδη παύσομαι τὰ πλείω γράφων.
[l. 6] ἀρκεῖ δὲ μόνον ἔτι διορισμοὺς ἀκριβεστέρους αὐτοῖς προσθεῖναι,
[l. 7] καθ’ οὓς διαφέρουσι τῶν πικρῶν. οὐ μόνον γὰρ ἰσχυρᾷ
[l. 8] θερμότητι διαλλάττειν αὐτῶν πεφύκασιν, ἀλλὰ καὶ τῷ
[l. 9] τοὺς πικροὺς μὲν ἅπαντας ὑπάρχειν οὐ θερμοὺς μόνον, ἀλλὰ
[l. 10] καὶ ξηροὺς τὴν δύναμιν, ὡς ἄν τις μάλιστα σαφῶς εἰκάσειε,
[l. 11] τέφρᾳ παραπλησίως, ἐν δὲ τοῖς δριμέσιν, ὅσοι γε οὐκ εἰσὶ
[l. 12] πικροὶ, πολλὴν ἐνίοτε μεμίχθαι τὴν ὑγρότητα, καὶ διὰ τοῦτό
[l. 13] γ’ ἐσθίειν ἡμᾶς οὐκ ὀλίγα τῶν τοιούτων σωμάτων. ὅτι
[l. 14] δ’ οὐδὲ θερμὸς μόνον, ἀλλὰ καὶ ξηρός ἐστι τὴν κρᾶσιν
[l. 15] ὁ πικρὸς ἅπας χυμὸς, ἥ τε διωρισμένη πεῖρα πρώτως καὶ
[l. 16] μάλιστα διδάσκει, περὶ ἧς ἔμπροσθεν εἴρηταί μοι πολλάκις,
[l. 17] ἔτι τε πρὸς τῇ πείρᾳ τῷ λόγῳ σκοπουμένοις ὡσαύτως συμβαίνει.
[l. 18] θερμαινομένων γοῦν ἐπὶ πλέον τῶν γλυκέων, εἴθ’
[p. 11.686]
[l. 1] ὑπὸ πυρὸς εἴθ’ ὑπὸ τῆς ἐμφύτου θερμότητος, ἡ τῶν πικρῶν
[l. 2] σωμάτων ἐδείκνυτο γένεσις. εὐθὺς δὲ ταῦτα καὶ τῇ συστάσει
[l. 3] μὲν ξηρότερα φαίνεται, καὶ τῷ δαπανᾶσθαι δ’ ἀεὶ καὶ ἀποῤῥεῖν
[l. 4] αὐτῶν τὸ ὑγρὸν, ἐξατμιζόμενον ὑπὸ τῆς θερμότητος ἀναγκαῖόν
[l. 5] ἐστι τὸ καταλειπόμενον ἀποδείκνυσθαι γεωδέστερόν τε
[l. 6] καὶ ξηρότερον. αὐτὸ μὲν γὰρ τὸ γλυκὺ πρὸς τῷ θερμὸν
[l. 7] ὑπάρχειν ἢ μᾶλλον ἢ ἧττον, ἐξ ἀνάγκης δήπου καὶ ὑγρὸν
[l. 8] ἢ μᾶλλον ἢ ἧττόν ἐστιν. εἰ δέ γε τῇ τοῦ σώματος ἡμῶν
[l. 9] φύσει μάλιστα οἰκεῖον ὑπάρχει, αὕτη δ’ ἦν εὔκρατος, ὑγρὰ
[l. 10] καὶ θερμὴ, τὸ δ’ οἷον ὑπεροπτηθέντος τούτου γιγνόμενον
[l. 11] 2.52. ὅμοιον τιτάνῳ καὶ τέφρᾳ, ξηρὸν καὶ θερμὸν ἐξ ἀνάγκης
[l. 12] ἀποτελεῖται. καὶ μέντοι καὶ δι’ αὐτὸ τοῦτο ῥύπτειν
[l. 13] τε πέφυκε καὶ καταθραύειν καὶ τέμνειν τοὺς γλίσχρους καὶ
[l. 14] παχεῖς χυμοὺς, ὥσπερ ἡ τέφρα καὶ τὸ νίτρον. οὐδὲ γὰρ
[l. 15] ἀερώδης αὐτῶν ἐστιν οὐδὲ λεπτομερὴς, ἀλλὰ οὐδὲ ὑδατώδης
[l. 16] ἡ σύστασις, ἀλλ’ ὥσπερ καὶ μικρῷ πρόσθεν εἴρηται, γεωδεστέρα,
[l. 17] κατειργασμένη ἀκριβῶς ὑπὸ τοῦ θερμοῦ καὶ οἷον
[l. 18] ὑπερωπτημένης αὐτῶν τῆς οὐσίας. ὡς μὲν οὖν τοῖς στύφουσι
[p. 11.687]
[l. 1] παραβαλεῖν, εἴη ἂν οὐκ ὀλίγῳ τινὶ λεπτομερέστερα
[l. 2] τὰ πικρὰ τῶν φαρμάκων, ὡς δὲ τοῖς δριμέσι, παχυμερέστερα
[l. 3] καὶ διὰ τοῦτ’ οὔτε διεξέρχεται ῥᾳδίως τῶν γλίσχρων τε καὶ
[l. 4] παχέων χυμῶν, ὥσπερ ὅσα λεπτομερέστερα ταῖς οὐσίαις ἐστὶν,
[l. 5] οὔτ’ ἀδυνατεῖ τέμνειν ὁμοίως τοῖς παχυμερέσιν. ἐν δὲ τῷ
[l. 6] μέσῳ χρὴ τετάχθαι τὸ μέλλον τέμνειν ἑκατέρας τῶν ὑπερβολῶν,
[l. 7] ἵνα μήθ’ ἑτοίμως ὡς αὐτὴ ἡ φλὸξ διεξέρχηται μήτ’
[l. 8] ἐν τῷ μέλλειν καὶ βραδύνειν ἀδυνατῇ διαιρεῖν. ἀλλὰ περὶ
[l. 9] μὲν τούτων κᾀν τῷ μετὰ ταῦτα λόγῳ ῥηθήσεται τῷ πέμπτῳ.
[l. 10] νυνὶ δ’ ἀρκεῖ γινώσκειν τό γε τοσοῦτον, ὡς ἡ πικρὰ
[l. 11] ποιότης ἅπασα θερμαῖς τε ἅμᾳ καὶ ξηραῖς οὐσίαις συμβέβηκε,
[l. 12] καὶ πρὸς τούτοις γ’ ἔτι λεπτομερέσι καὶ γεώδεσιν.
[l. 13] ἀκούειν δ’ ὅλου χρὴ τοῦ λεγομένου συνάπτοντας εἰς ταὐτὸ
[l. 14] καὶ μὴ κατὰ μόνας ἑκάτερον ἀναγινώσκοντας. καὶ γὰρ ἂν
[l. 15] μάχεσθαι δόξειεν οὕτω γε τῷ γεώδει τὸ λεπτομερὲς, ἀλλ’
[l. 16] οὐχ ἁπλῶς λεπτομερὲς, ἀλλ’ ὡς ἐν γεώδει συστάσει τοιοῦτο
[l. 17] εἶναί φημι τὸ πικρὸν, οἷον τίτανος καὶ τέφρα καὶ πᾶν ὅ τι
[l. 18] περ ἂν ἀκριβῶς κατοπτηθῇ, καὶ γένηται σποδιὰ, μᾶλλον δ’
[l. 19] ἂν ἴσως ἀληθέστερον εἰκάζοιτο λιγνύϊ τινὶ καὶ αἰθάλῃ
[p. 11.688]
[l. 1] φλογὸς, ἣ καὶ γευομένοις πικρὰ φαίνεται. παχυμερὲς μὲν
[l. 2] οὖν σῶμα γεῶδες ὅ τε σίδηρός ἐστιν καὶ ὁ λίθος, αἰθάλη δὲ
[l. 3] καὶ τέφρα λεπτομερές. ὁ μέντοι διάπυρος εἴτ’ οὖν λίθος
[l. 4] ἢ σίδηρος παχυμερέστερός ἐστι τιτάνου καὶ τέφρας, καὶ πολὺ
[l. 5] μᾶλλον αἰθάλης, καὶ πρὸς τούτοις γε θερμότερος. ἀλλὰ διαπύρῳ
[l. 6] μὲν σιδήρῳ καὶ λίθῳ τὰ πατὰ διάβρωσιν ἀναιροῦντα
[l. 7] φάρμακα προσέοικεν ὑπὸ τῆς ἐν αὐτῷ σώματι θερμασίας,
[l. 8] εἰς τοῦτ’ ἀγόμενα δηλονότι, 13.108. καθάπερ ἥ τε χαλκῖτις
[l. 9] καὶ τὸ μίσυ καὶ τὸ σῶρυ, καὶ πρὸς τούτοις ἀρσενικὸν, ὑδράργυρος,
[l. 10] λιθάργυρος καὶ ἕτερα μυρία. παχυμερῆ μὲν γάρ ἐστιν
[l. 11] τὰ τοιαῦτα πάντα καὶ δυνάμει θερμὰ, καὶ διὰ τοῦτ’ ἐκπυρούμενα
[l. 12] τῷ χρόνῳ κατὰ τὴν ἐν τῷ ζώῳ μεταβολὴν ὁμοίως
[l. 13] διαπύροις λίθοις ἢ σιδήροις ἑλκοῖ καὶ καίει τὰ κατὰ τὴν
[l. 14] γαστέρα, μηδ’ ἀναδοθῆναι δυνάμενα διὰ τὸ βάρος. τούτων
[l. 15] δ’ ἔτι λεπτομερέστερα, καί τοι γεώδη ταῖς συστάσεσιν ὑπάρχοντα,
[l. 16] τίτανός τε καὶ κανθαρὶς καὶ ὁ θαλάττιος λαγωός·
[l. 17] ὧν τινὰ μὲν ἄχρι τῶν καθ’ ἧπαρ ἀνέρχεται χωρίων, ἔνια
[l. 18] δὲ καὶ μέχρι κύστεως καὶ θώρακος, ἐν τῷ τοσούτῳ διαστήματι
[p. 11.689]
[l. 1] τῆς φορᾶς τὸ πυρῶδες προσκτώμενα, ἀριστολοχία δὲ
[l. 2] καὶ ἴρις ἔτι καὶ τούτων αὐτῶν λεπτομερέστερά ἐστιν· καὶ
[l. 3] γὰρ καὶ ὑγρᾶς οὐσίας μᾶλλον τούτων μετέχει καὶ ἀερώδους,
[l. 4] δῆλον δ’ ἐκ τοῦ μήθ’ οὕτως εἶναι ξηρὰ καὶ κραῦρα μήθ’
[l. 5] οὕτως βαρέα καὶ διὰ τοῦτ’ ἐξέφυγε τὸ γένος τῶν δηλητηρίων.
[l. 6] καὶ μὲν δὴ καὶ ἡ κανθαρὶς ὀλίγη ποτὲ ληφθεῖσα καὶ
[l. 7] οἷς προσῆκε μιχθεῖσα πρὸς τῷ μηδὲν ἀδικεῖν τὴν κύστιν
[l. 8] ἔτι καὶ διακαθαίρει νεφροὺς, καὶ τά γε δραστικώτερα τῶν
[l. 9] οὐρητικῶν φαρμάκων ἔχει τι καὶ κανθαρίδος. ἀλλὰ περὶ μὲν
[l. 10] τῶν τοιούτων ἕτερος λόγος.
[l. 11] Ὁ δὲ πικρὸς χυμὸς ὅτι τοῖς ξηροῖς τῇ κράσει
[l. 12] σώμασι συνυπάρχει κᾀκ τοῦ δυσσηπτότατα πάντων εἶναι
[l. 13] τὰ πικρὰ καὶ ἥκιστα σκώληκάς τε καὶ ἄλλ’ ἄττα ζῶα
[l. 14] γεννᾷν, οἷα δὴ πέφυκεν ἐν ῥίζαις καὶ βοτάναις καὶ καρποῖς
[l. 15] σηπομένοις ἐγγίγνεσθαι πάρεστι συλλογίσασθαι. μάλιστα
[l. 16] γὰρ ὁρῶμεν ἐν τοῖς ὑγροῖς σώμασι καὶ σκώληκας καὶ σηπεδόνας
[l. 17] ἐγγιγνομένας. τὰ δ’ ἀκριβῶς πικρὰ, καλῶ δ’ οὕτως
[l. 18] ὅσα μηδεμιᾶς ἑτέρας ποιότητος αἰσθητῆς μετέσχηκεν, ἅπασι
[p. 11.690]
[l. 1] σχεδὸν τοῖς ζώοις, οὐκ ἀνθρώποις μόνοις, ἐστὶν ἄβρωτα, τῷ
[l. 2] πᾶν μὲν ζῶον ὑγρὸν ἢ μᾶλλον ἢ ἧττον ὑπάρχειν, ξηρὰ δ’
[l. 3] εἶναι τὰ πικρὰ, τέφρᾳ καὶ κονίᾳ παραπλήσια. οὔτ’ οὖν τέφραν
[l. 4] ἢ κονίαν ἢ αἰθάλην ἢ τίτανον ἐσθίει ζῶον οὐδὲν
[l. 5] οὔτε τῶν ἀκριβῶς πικρῶν. ἀψίνθιον μὲν γὰρ οὐ πικρὸν
[l. 6] μόνον, ἀλλὰ καὶ στρυφνόν ἐστιν, ἡ θάλαττα δ’ ἁλμυρὰ μᾶλλον
[l. 7] ἢ πικρὰ καὶ πλείστου μετέχουσα τοῦ ποτίμου, καθάπερ
[l. 8] καὶ Ἀριστοτέλει πάλαι τοῦθ’ ἱκανῶς ἐπιδέδεικται. τὸ
[l. 9] δὲ τῆς ἐν Παλαιστίνῃ Συρίᾳ λίμνης ὕδωρ, ἣν ὀνομάζουσιν
[l. 10] οἱ μὲν θάλασσαν νεκρὰν, οἱ δὲ λίμνην ἀσφαλτῖτιν, ἔστι μὲν
[l. 11] καὶ γευομένοις οὐχ ἁλυκὸν μόνον, ἀλλὰ καὶ πικρόν. ἔχει
[l. 12] δὲ καὶ τοὺς ἐξ ἑαυτοῦ γεννωμένους ἅλας ὑποπίκρους ὁμοίως
[l. 13] καὶ κατὰ τὴν ὄψιν εὐθὺς ἅμα πάσης θαλάσσης λευκότερόν
[l. 14] τε καὶ παχύτερον φαίνεται, ἅλμῃ κατακορεῖ προσεοικὸς,
[l. 15] εἰς ἣν οὐδ’ ἂν ἐμβάλῃς ἅλας, ἔτι τακήσονται, πλεῖστον
[l. 16] γὰρ τούτων μετέχει. καὶ εἴ τις εἰς αὐτὴν καταδὺς ἀνακύψειεν,
[l. 17] ἄχνην ἁλῶν ἂν εὐθέως κύκλῳ περὶ πᾶν ἴσχει τὸ
[l. 18] σῶμα, καὶ διὰ τοῦτό τε βαρύτερόν ἐστι τῆς ἄλλης θαλάττης
[p. 11.691]
[l. 1] τὸ ὕδωρ ἐκεῖνο τοσοῦτον ὅσον ἡ θάλαττα τῶν ποταμῶν.
[l. 2] ὥστ’ οὐδ’ εἰ βούλοιο κατὰ τοῦ βάθους καθεὶς ἑαυτὸν φέρεσθαι
[l. 3] κάτω, δυνηθείης ἄν· οὕτως ἐξαίρει τε καὶ κουφίζει
[l. 4] τὸ ὕδωρ, οὐχ ὡς φύσει κοῦφον ὑπάρχον, ὅπερ ἤδη τις εἷπε
[l. 5] τῶν παλαιῶν σοφιστῶν, ἀλλ’ ὡς Ἀριστοτέλης ἔλεγε, διὰ βαρύτητα
[l. 6] δίκην πηλοῦ βαστάζον τὰ κουφότερα. 13.109. καὶ κατὰ
[l. 7] τοῦτό γέ τοι καὶ εἰ συνδήσας ἀνθρώπου τὼ χεῖρε καὶ τὼ
[l. 8] πόδε μεθείης εἰς τὸ τῆς λίμνης ἐκείνης ὕδωρ, οὐκ οἰχήσεται
[l. 9] κάτω. καὶ μὲν δὴ καὶ ὡς ἐν τῇ θαλάττῃ πλείονα φορτία
[l. 10] τῶν ἐν ταῖς λίμναις τε καὶ ποταμοῖς βαστάζει τὰ πλοῖα
[l. 11] μὴ βυθιζόμενα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ νεκρᾷ λίμνῃ
[l. 12] πολλαπλάσια τῶν ἐν τῇ θαλάττῃ. τοσούτῳ γάρ ἐστιν τὸ
[l. 13] κατ’ αὐτὴν ὕδωρ τοῦ θαλαττίου βαρύτερον ὅσον τὸ θαλάττιον
[l. 14] τοῦ λιμναίου τε καὶ ποταμίου. πρόσεστι γὰρ ἡ
[l. 15] τῶν ἁλῶν οὐσία, γεώδης τε καὶ βαρεῖα. καί σοι καὶ αὐτῷ
[l. 16] γεννῆσαι θάλατταν ἔξεστιν, ἅλας ὕδατι ποτίμῳ διατήξαντι
[l. 17] καὶ γνῶναι πόσῳ βαρύτερον ἀποτελεῖται τὸ τοιοῦτο ὕδωρ
[l. 18] τοῦ γλυκέος. ἀλλὰ καὶ μέτρον ἤδη τι πεποίηνται τοῦ τὴν
[p. 11.692]
[l. 1] ἅλμην εὔκρατον ὑπάρχειν εἰς τὰς ταριχείας, εἰ φαίνοιτο κατ’
[l. 2] αὐτὴν ἐπιπλέον ὠὸν, ὡς ἔτι γε καταφερομένου καὶ μήπω
[l. 3] περὶ τὴν ἐπιφάνειαν τῆς ἅλμης ἐννηχομένου μᾶλλον ὑδατώδης
[l. 4] ἐστὶ καὶ γλυκεῖα. δεινῶς δ’ ἁλμυρὰ γίνεται τοσούτων
[l. 5] ἐμβληθέντων ἁλῶν, ὡς μηκέτ’ ἐγχωρεῖν ἐπιτήκεσθαι
[l. 6] τοὺς ἐπεμβαλλομένους. καὶ τοῦτό σοι στήσαντι τὸ ὕδωρ
[l. 7] ἁπάντων ὑδάτων εὑρεθήσεται βαρύτερον. ὥστ’ ἔγωγέ ποτε
[l. 8] μάταιον ἀπέδειξα τοῦ πλουσίου τὴν φιλοτιμίαν, ἐκ τῆς νεκρᾶς
[l. 9] θαλάττης τοσοῦτο ὕδωρ κομίσαντος εἰς Ἰταλίαν, ὡς
[l. 10] πληρῶσαι δεξαμενήν. ἑτοίμως γὰρ ἐποίησα ταὐτὸ, ἅλας παμπόλλους
[l. 11] ἐμβαλὼν ὕδατι ποτίμῳ. μᾶλλον δ’ ἂν ἔτι βαρύτερον
[l. 12] ἐργάσαιο τὸ τοιοῦτο ὕδωρ, εἰ τήξας τοὺς ἅλας ὡς πλείστους
[l. 13] ὑπὸ κυνὸς ἐπιτολὴν, ἡνίκα μάλιστα θάλπος ἐστὶ σφοδρότατον,
[l. 14] ἐάσαις ἐξοπτηθῆναι, παραπλησίως τῷ κατὰ τὴν
[l. 15] ἀσφαλτῖτιν λίμνην. οὕτω γὰρ ἔσται καὶ τοῦτο βαρὺ τὸ ὕδωρ
[l. 16] ὡς ἐκεῖνο. καὶ εἰ ἐνδήσειας ἢ ἄνθρωπον ἢ ὁτιοῦν ἄλλο
[l. 17] ἐμβάλλοις ζῶον εἰς αὐτὸ, παραπλησίως τοῖς πλοίοις ἐποχήσεται
[l. 18] τῷ ὕδατι. καὶ μὲν δὴ 2.53. καὶ πικρότερον εὐθὺς ἔσται
[p. 11.693]
[l. 1] τὸ τοιοῦτο ὕδωρ, ὡς εἰ καὶ καθεψεῖν ὑπὸ πυρὸς αὐτὸ βουληθείης·
[l. 2] ὅ τι γὰρ ἂν ἁλυκὸν ἐπὶ πλέον ἐκθερμήνῃς, ἔσται
[l. 3] σοι πικρόν. οὕτω γοῦν καὶ αὐτὸ τὸ τῆς ἀσφαλτίτιδος λίμνης
[l. 4] ὕδωρ ἐν κοίλῳ καὶ θερμῷ χωρίῳ περιεχόμενον ἐξοπτώμενόν
[l. 5] θ’ ὑπὸ τοῦ ἡλίου γίγνεται πικρόν. διὰ τοῦτό
[l. 6] γέ τοι καὶ τοῦ θέρους μᾶλλον ἢ χειμῶνός ἐστι πικρόν.
[l. 7] καὶ εἰ ἀρυσάμενος αὐτοῦ τι καταθείης ἐν ἀγγείῳ κοίλῳ
[l. 8] καὶ προσηλίῳ χωρίῳ, καθάπερ καὶ ἡμεῖς ἐποιήσαμεν ὥρᾳ
[l. 9] θέρους, αὐτίκα μάλα πικρότερον αὐτοῦ φαίνεταί σοι γεγονός.
[l. 10] ἀλλὰ ταῦτα μὲν ἅπαντα τοῖς ὀλίγον ἔμπροσθεν ὑπὲρ
[l. 11] τῆς τοῦ πικροῦ γενέσεως εἰρημένοις ἱκανῶς μαρτυρεῖ. οὗ δ’
[l. 12] ἕνεκεν ὁ λόγος ἐπὶ τὴν ἀσφαλτῖτιν ἐξετράπετο λίμνην, οὔπω
[l. 13] μοι πᾶν λέλεκται. φαίνεται γὰρ ἐν ἐκείνῳ τῷ ὕδατι μήτε
[l. 14] ζῶον ἐγγιγνόμενόν τι μήτε φυτὸν, ἀλλὰ καὶ τῶν εἰς αὐτὴν
[l. 15] ἐμβαλόντων ποταμῶν ἀμφοτέρων, μεγίστους καὶ πλείστους
[l. 16] ἐχόντων ἰχθύας, καὶ μάλιστα τοῦ πλησίον Ἰεριχοῦντος, ὃν
[l. 17] Ἰορδάνην ὀνομάζουσιν, οὐδ’ εἷς τῶν ἰχθύων ὑπερβαίνει τὰ
[l. 18] στόματα τῶν ποταμῶν. κἂν εἰ συλλαβὼν δέ τις αὐτοὺς
[l. 19] ἐμβάλοι τῇ λίμνῃ, διαφθειρομένους ὄψεται ταχέως· οὕτως τ’
[p. 11.694]
[l. 1] ἀκριβῶς πικρὸν ἅπασίν ἐστι καὶ ζώοις καὶ φυτοῖς πολέμιον,
[l. 2] αὐχμῶδές τε καὶ ξηρὸν καὶ τὴν φύσιν οἷόν περ αἴθαλος ὑπὸ
[l. 3] τῆς κατοπτήσεως γεγενημένον. καίτοι γε οὐδὲ τὸ τῆς λίμνης
[l. 4] ἐκείνης ὕδωρ ἀκριβῶς ἐστι πικρὸν, ὅτι μηδ’ οἱ ἅλες
[l. 5] αὐτοὶ, προσαγορεύουσι δ’ αὐτοὺς Σοδομηνοὺς ἀπὸ τῶν περιεχόντων
[l. 6] τὴν λίμνην ὀρῶν ἃ καλεῖται Σόδομα, καὶ χρῶνται
[l. 7] πολλοὶ τῶν περιοίκων εἰς ὅσα περ ἡμεῖς τοῖς ἄλλοις ἁλσί.
[l. 8] δύναμις δ’ αὐτῶν οὐ ξηραντικὴ μόνον ἐπὶ μᾶλλόν ἐστι τῶν
[l. 9] ἄλλων ἁλῶν, ἀλλὰ καὶ λεπτυντικὴ, διότι μᾶλλον τῶν ἄλλων
[l. 10] ἐξώπτηνται. πᾶσι μὲν γὰρ τοῖς ἁλσὶν ὑπάρχει τι καὶ
[l. 11] στυπτικὸν ἀμυδρὸν, ᾧ δὴ καὶ σφίγγουσι καὶ πιλοῦσι τὰ
[l. 12] ταριχευόμενα τῶν κρεῶν καὶ μάλισθ’ ὅταν ὦσι χόνδροι τε
[l. 13] καὶ δύσθραυστοι. 13.110. τοιοῦτοι δ’ εἰσὶν ἀκριβέστατοι μὲν
[l. 14] οἱ πλεῖστοι τῶν ὀρυκτῶν, ἧττον δ’ αὐτῶν οἵ τ’ ἐκ τῆς
[l. 15] θαλάττης καὶ πολλαχόθι τῆς γῆς ἐξ ὑδάτων ἐλαφρῶν ἀναξηρανθέντων
[l. 16] γεννώμενοι. τρίτοι δ’ ἐπὶ τούτοις ὑπάρχουσιν
[l. 17] οἱ ὀρυκτοὶ, ῥύπτειν μᾶλλον ἢ στύφειν τε καὶ συνάγειν πεφυκότες.
[l. 18] ἐγγὺς δὲ τούτων εἰσὶ κατὰ τὴν δύναμιν οἱ Σοδομηνοὶ
[p. 11.695]
[l. 1] χόνδροι μὲν ὄντες ὁμοίως τοῖς θαλαττίοις, ἀλλὰ διὰ
[l. 2] τὴν ἀναμεμιγμένην αὐτοῖς πικρότητα ῥυπτικώτεροί τε καὶ
[l. 3] διαφορητικώτεροι τῶν ἐκ τῆς θαλάττης ὑπάρχοντες. οὕτω
[l. 4] δὲ δὴ καὶ τὸ νίτρον αὐτὸ καὶ ἀφρὸς αὐτοῦ καὶ τὸ συνθέτῳ
[l. 5] προσηγορίᾳ καλούμενον ἀφρόνιτρον ἔτι μᾶλλον τῶν ἄλλων
[l. 6] πέφυκε ῥύπτειν, ὡς ἂν ἥκιστα μὲν στύφοντα, πικρὰ δ’ ἀκριβῶς
[l. 7] ὑπάρχοντα.
[l. 8] Πλησίον μὲν γάρ ἐστιν ὁ ἁλυκὸς χυμὸς
[l. 9] τοῦ πικροῦ, καὶ γὰρ γεώδεις ἀμφότεροι καὶ θερμοί. διαφέρουσι
[l. 10] δ’ ὅμως οὐκ ἀσαφεῖ διαφορᾷ ἐν τῷ λεπτύνεσθαί τε
[l. 11] καὶ κατειργάσθαι μᾶλλον ὑπὸ θερμότητος ξηρᾶς τὸν πικρόν.
[l. 12] οὕτω δὲ δὴ καὶ αὐτῶν τῶν ἁλῶν ὅσοι σκληρότεροι καὶ πυκνότεροι
[l. 13] καὶ γεωδέστεροι, τοιοῦτοι δ’ ὑπάρχουσιν ὀλίγου δεῖν
[l. 14] οἱ ὀρυκτοὶ πάντες, ἧττον θερμοί τ’ εἰσὶ καὶ λεπτομερεῖς,
[l. 15] ὅσοι δ’ εὔθρυπτοι καὶ χαῦνοι, λεπτομερέστεροί τε ἅμα καὶ
[l. 16] θερμότεροι τὴν δύναμίν εἰσι, καί τινες ἐξ αὐτῶν ὑπόπικροι,
[l. 17] μεταξύ πως ὑπάρχοντες ἁλῶν τε τῶν σκληρῶν καὶ ἀφρονίτρου.
[l. 18] ἔστι μὲν οὖν δὴ καὶ αὐτῶν τῶν ἀφρονίτρων ἔνια σκληρὰ
[l. 19] καὶ παχυμερῆ, καὶ οὐδὲ τήκεται ῥᾳδίως ἐφ’ ὕδατος. ἀλλ’
[p. 11.696]
[l. 1] οὐ περὶ τῶν μοχθηρῶν ὁ λόγος μοι νῦν, ἀλλ’ ὅσα κατὰ τοὔνομα
[l. 2] πέφυκεν ἀφρώδη τὴν οὐσίαν, οἷός πέρ ἐστι καὶ αὐτὸς
[l. 3] ὁ ἀφρὸς τοῦ νίτρου. λεπτομερέστατος γὰρ οὗτος ἁπάντων
[l. 4] τῶν εἰρημένων, ὥσπερ γε καὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος.
[l. 5] ἱκανῶς γὰρ καὶ τοῦτο λεπτομερὲς, ἀλλ’ ἧττον θερμὸν ἀφρονίτρου.
[l. 6] διὸ καὶ τὰς ὑπεραυξανομένας σάρκας ἀλυπότερον
[l. 7] ἀποτήκει, δάκνει δ’ αὐτὰς ἤδη τὸ ἄνθος τοῦ νίτρου, δάκνει
[l. 8] δὲ καὶ τὸ ἀφρόνιτρον, οὐδὲν δὲ ἧττον καὶ τὸ νίτρον
[l. 9] αὐτὸ, καίτοι γε ἧττον ἐκείνων ὑπάρχον θερμόν. ἀλλ’ εἴρηται
[l. 10] καὶ πρόσθεν ὡς ἡ παχυμερὴς οὐσία διαβιβρώσκει μᾶλλον,
[l. 11] ὅταν γε μετέχῃ δηλονότι θερμότητός τινος. οὐδὲν γὰρ
[l. 12] αὐτῆς μόριον ἀλύπως καὶ ταχέως διεξέρχεται, καθάπερ τῆς
[l. 13] λεπτομεροῦς, ἀλλ’ ἰσχόμενον καὶ μένον ἀεὶ καὶ βραδῦνον ἐν
[l. 14] χρόνῳ τε πλέονι προσεδρεῦον ἑνὶ τόπῳ τοῦ σώματος ἡμῶν
[l. 15] ἀνιαρὸν εἰκότως γίγνεται, δίκην σκόλοπος ἐμπεπηγότος τῇ
[l. 16] σαρκί.
[l. 17] Ἐπεὶ δὲ περὶ τῶν χυμῶν ἁπάντων εἴρηται
[l. 18] τὰ εἰκότα, λείποιτ’ ἂν ἔτι καὶ περὶ τῶν ἀτμῶν εἰπεῖν. ἐπὶ
[p. 11.697]
[l. 1] τούτῳ γὰρ τῷ γένει τῶν αἰσθητικῶν τὴν τῆς ὀσμῆς αἴσθησιν
[l. 2] ἡ φύσις ἐδημιούργησεν. οἱ μὲν δὴ πλεῖστοι τοῖς
[l. 3] χυμοῖς αὐτοῖς ὁμοίως ἡμᾶς διατιθέασιν. τά τε γὰρ ὀξέα
[l. 4] πάντα καὶ πρὸ τούτων ὄξος αὐτὸ τὴν ὄσφρησίν τε καὶ τὴν
[l. 5] γεῦσιν ὡσαύτως κινεῖ, τά τε δριμέα, καθάπερ σκόροδα καὶ
[l. 6] κρόμμυα, καὶ ταῦτ’ οὐδὲν ἧττον τῆς γεύσεως ἀνιᾷ τε καὶ
[l. 7] δάκνει τὴν ὄσφρησιν. οὕτω δὲ καὶ καθ’ ἕκαστον τῶν ἄλλων
[l. 8] ὁμοία σχεδὸν ἡ τῆς ὀσμῆς αἴσθησίς ἐστι τῇ τῆς γεύσεως,
[l. 9] ὥστε ἐνίων σωμάτων οὐδὲ γευσάμενοί ποτε, καθάπερ τῆς
[l. 10] κόπρου, γιγνώσκομεν τὴν ποιότητα, καὶ κατὰ τοῦτό γε
[l. 11] 13.111. τὴν ἀρχὴν οὐδ’ ἐπιχειροῦμεν γεύεσθαι, τῷ πάνυ σφόδρα
[l. 12] πιστεύειν τῇ ὀσφρήσει. καὶ μέντοι καὶ τῶν εὐωδῶν ἐδεσμάτων
[l. 13] ὅσα διασαπέντα κατὰ τὴν ὀσμὴν ἡμᾶς ἀνιᾷ, καὶ
[l. 14] ταῦτ’ εὐθέως ἀποῤῥιπτοῦμεν, οὐδ’ ἐπιχειροῦντες γεύεσθαι, καὶ
[l. 15] σχεδὸν ἐπὶ πάντων ὁμολογοῦσιν ἀλλήλαις ὄσφρησίς τε καὶ
[l. 16] γεῦσις. ἐπὶ μέντοι τῶν ἡδίστων, οἷά περ καὶ τὰ ῥόδα, διαφέρουσί
[l. 17] τε καὶ πάμπολυ διεστήκασιν. οὐ μόνον γὰρ οὐχ
[l. 18] ἡδέα γευομένοις ἐστὶν, ἀλλὰ καὶ πικρότητος οὐκ ὀλίγον
[p. 11.698]
[l. 1] ἐμφαίνει. καίτοι τόγε πικρὸν οὐδέποτ’ ἦν εὐῶδες οὐδ’ ὡς
[l. 2] φάρμακον, οὐδ’ ὡς τροφὴ ἡμῖν ἡδύ. τίς οὖν ἡ τῆς διαφωνίας
[l. 3] ταύτης αἰτία, διὸ καὶ Θεόφραστος μὲν ἐζήτησεν, ἄμεινον
[l. 4] δ’ ἴσως καὶ ἡμᾶς ὅσα γιγνώσκομεν ὑπὲρ αὐτῆς εἰπεῖν. ἡ
[l. 5] τοῦ πικροῦ γένεσις χυμοῦ ἐκ τῶν γλυκέων ὑπὸ θερμότητος
[l. 6] λεπτυνομένων ἐφαίνετο συνίστασθαι καὶ εἶναι δηλονότι
[l. 7] θερμότερά τε καὶ λεπτομερέστερα τῇ κράσει τὰ πικρὰ τῶν
[l. 8] γλυκέων, ἀλλὰ καὶ ἡ τῆς ὀσμῆς αἴσθησις ἔν τε ταῖς κοιλίαις
[l. 9] αὐταῖς γίγνεται τοῦ ἐγκεφάλου, καθότι καὶ δέδεικταί μοι
[l. 10] περὶ τούτων ἑτέρωθι, καὶ οὐσία τῶν ὀσφρητῶν ἀτμώδης
[l. 11] ἐστί. τὰ γὰρ ἀποῤῥέοντα τῶν σωμάτων ἀναμιγνύμενα τῷ
[l. 12] περιέχοντι, κᾄπειτα διὰ τῆς κατὰ τὰς ῥῖνας εἰσπνοῆς εἰς
[l. 13] τὸν ἐγκέφαλον ἐνεχθέντα, κινεῖ τὴν αἴσθησιν. εὐλόγως οὖν
[l. 14] ὅσα μὲν ὀσμώδη πάντα καὶ θερμά· τὸ γὰρ τῶν ἀτμῶν
[l. 15] πλῆθος ἐπὶ θερμότητι· οὐ μὴν εὐθὺς καὶ πᾶν ὀσμῶδες ἡδὺ,
[l. 16] διότι μηδ’ οἰκεῖόν ἐστιν ἅπαν τοῦ κατὰ τὰς κοιλίας τοῦ
[l. 17] ἐγκεφάλου πνεύματος. ὥσπερ γὰρ τῶν προσπιπτόντων τῇ
[p. 11.699]
[l. 1] γλώττῃ χυμῶν οἱ μὲν οἰκειότατοι γλυκεῖς ἦσαν, οἱ δ’ οὐκ
[l. 2] οἰκεῖοι πολλὰς ἐκέκτηντο διαφορὰς, οὕτω καὶ τῶν ἀτμῶν
[l. 3] οἱ μὲν οἰκεῖοι τῷ κατὰ τὸν ἐγκέφαλον πνεύματι φίλιοί τ’
[l. 4] εἰσὶ καὶ ἡδεῖς, οἱ δ’ οὐκ οἰκεῖοι διαφέρουσι μὲν ἀλλήλων
[l. 5] οὐκ ὀλίγαις διαφοραῖς, ὀνόματα δ’ αὐταῖς ἁπάσαις οὐ κεῖται
[l. 6] καθάπερ ἐπὶ τῶν χυμῶν. ὀξεῖαν μὲν γάρ τινα καὶ δριμεῖαν
[l. 7] ὀσμὴν ἔχειν τόδε τί φαμεν, αὐστηρὰν δὲ ἢ στρυφνὴν ἢ ἁλυκὴν,
[l. 8] ἢ πικρὰν οὐκέτι λέγομεν, ἀλλ’ εἰς δύο 2.54. ταύτας ἀνάγομεν
[l. 9] προσηγορίας τὰ πλεῖστα τῶν ὀσφρητῶν, εὐώδη τε καὶ
[l. 10] δυσώδη προσαγορεύοντες· εὐώδη μὲν ἀνάλογον τοῖς πρὸς
[l. 11] τὴν γλῶτταν γλυκέσι, δυσώδη δὲ τοῖς μὴ γλυκέσιν. ἀνώνυμον
[l. 12] γὰρ, ὅσον ἐπί γε τῶν χυμῶν ἐστιν, ἑνὶ προσρήματι τὸ
[l. 13] τούτων γένος. ἔοικε δὲ τῶν οὐκ ὀσμωδῶν σωμάτων ἤτοι
[l. 14] παντελῶς ὀλίγον ἀποῤῥεῖν, ἢ τοῖς ὄγκοις ἀσύμμετρον, ὡς
[l. 15] ἐπὶ τῶν ἀκριβῶς ἁλυκῶν καὶ στρυφνῶν. ἀκριβῶς δ’ ὅταν εἴπω
[l. 16] τι τοῖον ἢ τοῖον ὑπάρχειν, εἰλικρινὲς καὶ ἄμικτον αὐτὸ, καθόσον
[l. 17] οἷόν τε ποιότητος ἑτέρας εἶναι φημί. παχυμερής τε
[l. 18] γὰρ ἀμφοῖν ἡ οὐσία καὶ πρὸς τούτῳ ψυχρὰ τῶν στρυφνῶν,
[p. 11.700]
[l. 1] ὥστ’ εἰκὸς καὶ τὸ ἀποῤῥέον αὐτῶν ὀλίγον τε εἶναι καὶ παχὺ
[l. 2] καὶ οἷον γεῶδες τοῖς ὄγκοις, καὶ διὰ τοῦτο μηδ’ ἐμπίπτειν
[l. 3] ἐν ταῖς ἀναπνοαῖς εἰς τὸν ἐγκέφαλον.
[l. 4] Ὅθεν οὐδ’ ἀσφαλὲς ἐξ ὀσμῆς τεκμαίρεσθαι
[l. 5] περὶ τῆς κράσεως τῶν αἰσθητῶν, ὥσπερ ἐκ τῆς γεύσεως.
[l. 6] τὰ μὲν γὰρ ἄοσμα παχυμερῆ ταῖς οὐσίαις, ἀλλ’ οὔπω
[l. 7] δῆλον ὅπως ἔχῃ θερμότητος καὶ ψύξεως, τὰ δ’ ὀσμώδη
[l. 8] λεπτομερῆ τέ πώς ἐστι καὶ θερμά. τὸ μέντοι ποσὸν τῆς
[l. 9] λεπτομερείας ἢ τῆς θερμότητος οὐκέτ’ ἐνδείκνυται. τὸ δὲ
[l. 10] δὴ μέγιστον ἅπασι τοῖς ὀσμώδεσιν εἰς τὸ μηδὲν ἐνδείκνυσθαι
[l. 11] σαφὲς ὑπὲρ τῆς κράσεως ἡ ἀνωμαλία τῆς οὐσίας ἐστὶν,
[l. 12] ὑπὲρ ἧς εἴρηταί μοι πολλάκις ἤδη, δεικνύοντι τὰ πλεῖστα
[l. 13] τῶν σωμάτων ἀνομοιομερῆ ταῖς ὑποστάσεσιν ὑπάρχοντα.
[l. 14] 13.112. λεχθήσεται δὲ καὶ νῦν ἕνεκα σαφηνείας ἕν τι παράδειγμα.
[l. 15] τὸ ῥόδον τοίνυν οὐ ταύτῃ μόνον ἀνομοιομερές
[l. 16] ἐστιν, ᾗ τὸ μέν τι περιέχον ἐν αὐτῷ, τὸ δέ τι περιεχόμενόν
[l. 17] ἐστι, περιέχον μὲν τὸ σκληρὸν καὶ γεῶδες, ἐν τούτῳ δὲ περιεχόμενος
[p. 11.701]
[l. 1] ὑγρός τις χυλός. ἀλλ’ ὅτι καὶ αὐτοῦ τοῦ χυλοῦ
[l. 2] τρία περιττώματα, καθότι καὶ πρόσθεν ἐδείκνυμεν, ἀναγκαῖον
[l. 3] ὑπάρχειν, ἓν μὲν γεῶδες, οἷόν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ,
[l. 4] ἕτερον δὲ ἀερῶδες, ἀνάλογον δὲ καὶ τοῦτο τῷ κατὰ τοὺς
[l. 5] οἴνους ἄνθει, τὸ τρίτον ὑδατῶδες, ὅπερ ἐν ἅπασι τὴν ζέσιν
[l. 6] αὐτῶν ἔφαμεν ἐργάζεσθαι· καὶ τὴν φθορὰν, ἐπειδὰν μὲν μὴ
[l. 7] κρατηθῇ μηδ’ ἀλλοιωθῇ τελέως ἐν τῷ χρόνῳ τῆς ζέσεως.
[l. 8] ἕνεκά γε τοιούτου τοῦ περιττώματος ἔνιοι μὲν ἑψήσαντες
[l. 9] ἀποτίθενται τοὺς χυλοὺς, ἔνιοι δ’ ἐν ἡλίῳ σφοδρῷ προξηράναντες.
[l. 10] ἕνεκα μὲν γὰρ τοῦ γεώδους τε καὶ ἀερώδους οὐ πάνυ
[l. 11] τι δεδίασι φθαρῆναι τοὺς χυλοὺς, ὁρῶντες αὐτὰ καὶ διακρινόμενα
[l. 12] καὶ δύσσηπτα ταῖς οὐσίαις ὑπάρχοντα, διότι καὶ
[l. 13] ξηρὰ ταῖς κράσεσιν. ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἴρηται
[l. 14] πρόσθεν. ἐν δὲ τῇ τοῦ ῥόδου φύσει τὸ μέν ἐστι στρυφνὸν
[l. 15] γευομένοις, ὅπερ ἀναγκαῖον εἶναι γεῶδές τε καὶ παχυμερὲς
[l. 16] καὶ ψυχρὸν, ἕτερον δὲ πικρὸν, ὃ δὴ λεπτομερές τ’ ἐστὶ καὶ
[l. 17] θερμὸν, καὶ τρίτον ἐπὶ τούτοις τὸ ὑδατῶδες, ψυχρὸν μὲν ἐξ
[l. 18] ἀνάγκης, ἀλλ’ ἐν τῇ κατὰ τὸ λεπτομερές τε καὶ παχυμερὲς
[p. 11.702]
[l. 1] ἀντιθέσει μέσον πως ὑπάρχον τῶν ἄκρων, οὗ τῇ μίξει καὶ τὸ
[l. 2] στρυφνὸν καὶ τὸ πικρὸν οὐκ ἔστιν ἄκρως τοιοῦτον ἑκάτερον
[l. 3] οἷόν περ λέγεται· πάσας γὰρ ἐκλύει τὰς ποιότητας ἡ
[l. 4] τοῦ ὑδατώδους ἐπιμιξία. τοῦτ’ οὖν αὐτὸ τὸ ὑδατῶδες ἔοικέ
[l. 5] πως ἤδη τε καὶ κατειργάσθαι καὶ λελεπτύνθαι καὶ τεθερμάνθαι,
[l. 6] καὶ διὰ τοῦτο ῥᾳδίως εἰς ἀτμοὺς ἄγεσθαι καὶ ταύτῃ
[l. 7] τὸ ῥόδον ὀσμῶδές τε εἶναι καὶ ξηραίνεσθαι τάχιστα. καὶ
[l. 8] ταῦθ’ ὑπὲρ αὐτοῦ πάντα διὰ μὲν τῆς γεύσεως ἔνεστι τεκμήρασθαι,
[l. 9] διὰ δὲ τῆς ὀσμῆς οὐχ οἷόν τε τῷ μήθ’ ὁμοίως
[l. 10] ἀτμίζειν ἅπαντ’ αὐτοῦ τὰ μόρια μήθ’ ὁμοίως κινεῖν τὴν
[l. 11] αἴσθησιν. ἐπὶ δὲ τῆς γεύσεως ἅπανθ’ ὁμοίως τὰ μόρια τῶν
[l. 12] γευστῶν σωμάτων προσπίπτει τῇ γλώττῃ καὶ κινεῖ τὴν αἴσθησιν
[l. 13] ἕκαστον αὐτῶν κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥστ’ οὐκ
[l. 14] ἀσφαλὲς, ὡς εἴρηται, περὶ τῆς τῶν φαρμάκων δυνάμεως ἁπάσης
[l. 15] ἐξ ὀσμῆς τεκμαίρεσθαι. ταυτὶ γὰρ μόνα διαγνῶναι δυνατὸν,
[l. 16] ὅσα περ εἴρηται νῦν. ἔτι δὲ μᾶλλον οὐδ’ ἐκ τῶν χρωμάτων
[l. 17] ἔνεστι στοχάσασθαί τι περὶ τῆς τῶν φαρμάκων δυνάμεως.
[l. 18] καθ’ ἑκάστην γὰρ χρόαν εὑρίσκεται καὶ θερμὰ καὶ
[l. 19] ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, καθότι κᾀν τοῖς πρώτοις ὑπομνήμασι
[p. 11.703]
[l. 1] τῆσδε τῆς πραγματείας ἀποδέδεικταί μοι. καθ’ ἕκαστον
[l. 2] μέντοι γένος ἢ σπέρματος ἢ ῥίζης ἢ χυλοῦ δυνατόν
[l. 3] ἐστι κᾀκ τῆς χρόας ἔνδειξίν τινα λαβεῖν τῆς κράσεως, οἷον αὐτίκα
[l. 4] καὶ κρόμμυον καὶ σκίλλα καὶ οἶνος, εἰς ὅσον ἂν ᾖ λευκότερα
[l. 5] καὶ ἧττόν ἐστι θερμά. τὰ δ’ ὑπόξανθά τε καὶ κιῤῥὰ
[l. 6] θερμότερα, καὶ πυροὶ δὲ καὶ κέγχροι καὶ ὦχροι καὶ φάσηλοι
[l. 7] καὶ ἐρέβινθοι καὶ ἡ τῆς ἴρεως ῥίζα καὶ ἡ τοῦ ἀσφοδέλου
[l. 8] καὶ πολλῶν ἄλλων ὅμοιόν τι πεπόνθασιν. ἐν ἑκάστῳ γὰρ
[l. 9] γένει τοὐπίπαν, ὅσα κιῤῥὰ καὶ ξανθὰ καὶ ἐρυθρὰ, θερμότερα
[l. 10] τῶν λευκῶν ἐστιν, ὥστ’ εἴ τι κᾀντεῦθεν ἐγχωρεῖ περὶ
[l. 11] φαρμάκων δυνάμεως τεκμαίρεσθαι, προσκείσθω τῷ λόγῳ κάλλιστον
[l. 12] μὲν, ὡς εἴρηταί τε καὶ λέλεκται πολλάκις, ἐκ τῆς διωρισμένης
[l. 13] πείρας ἐξευρίσκειν τὰς δυνάμεις. οὐ γὰρ ἂν σφαλείης
[l. 14] οὐδὲ ἐν τῇδε, πρὶν μέντοι τῇ πείρᾳ διαγνῶναι τὴν
[l. 15] δύναμιν, ἡ γεῦσις ἐκδείκνυται τὰ πολλὰ, συνεπιμαρτυρούσης,
[l. 16] ὡς εἴρηται, βραχέα καὶ τῆς ὀσμῆς.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Ε.
[l. 1] Πέμπτον τοῦτον ἐνστησάμενος λόγον ὑπὲρ
[l. 2] τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἀναμνήσω πρῶτον ὧν
[l. 3] ἐν τοῖς ἔμπροσθεν ἀπέδειξα χρησίμων εἰς τὰ παρόντα, ποιησάμενος
[l. 4] τὴν ἀρχὴν ἀπὸ τῶν στοιχείων, ὕδατός τε καὶ πυρὸς,
[l. 5] ἀέρος τε καὶ γῆς, ἅπερ ἔνιοι παρονομάζοντες ἀπὸ τῶν
[l. 6] ποιοτήτων ὑγρὸν καὶ ξηρὸν καὶ θερμὸν καὶ ψυχρὸν εἶναί
[l. 7] φασιν. αὗται μὲν οὖν αἱ ποιότητες, ὑγρότης τε καὶ ξηρότης,
[p. 11.705]
[l. 1] θερμότης τε καὶ ψυχρότης εἰσί. τὰ δ’ ἀπ’ αὐτῶν παρονομαζόμενα
[l. 2] σώματα τά τε κοινὰ πάντων ἐστὶ στοιχεῖα καὶ τὰ
[l. 3] κατ’ ἐπικράτησίν τινος τούτων, ὑγρὰ καὶ ξηρὰ καὶ ψυχρὰ
[l. 4] καὶ θερμὰ προσαγορευόμενα, καὶ τὰ πρὸς τὸ σύμμετρον
[l. 5] ὁμογενὲς, ἢ ὁμοειδὲς παραβαλλόμενα καὶ τὰ πρὸς ὁτιοῦν τὸ
[l. 6] ἐπιτυχόν. περὶ μὲν δὴ τῆς ἐν τούτοις διαφορᾶς εἴρηται πολλάκις,
[l. 7] εἴρηται δ’ οὐδὲν ἧττον καὶ ὅπῃ διαφέρει τροφὴ
[l. 8] φαρμάκου, καὶ ὡς ἡ μὲν τροφὴ κρατεῖταί τε καὶ νικᾶται
[l. 9] πρὸς τοῦ τρεφομένου. τὸ φάρμακον δὲ ἔμπαλιν αὐτὸ νικᾷ
[l. 10] καὶ κρατεῖ τοῦ σώματος οὗπερ ἂν ὑπάρχῃ φάρμακον· ἐν
[l. 11] τῷ πρός τι γὰρ ἑκατέρων εἶναι τὴν νόησιν. ἐδείχθη δὲ καὶ
[l. 12] ὡς ἤτοι κατὰ μίαν ἡντιναοῦν ποιότητα τὸ φάρμακον ἀλλοιοῦν
[l. 13] πέφυκεν, ἤ θερμαῖνον ἢ ψῦχον ἢ ξηραῖνον ἢ ὑγραῖνον
[l. 14] ἢ κατὰ συζυγίαν τινὰ τῶν εἰρημένων, ἢ καθ’ ὅλην αὐτοῦ
[l. 15] τὴν οὐσίαν, ὥσπερ τῶν τε δηλητηρίων ἔνια καὶ τῶν ἀλεξητηρίων
[l. 16] οὐκ ὀλίγα καὶ τὰ καθαίροντα πάντα καὶ τῶν ἐπισπαστικῶν
[l. 17] ὀνομαζομένων πολλά. περὶ δὲ τούτων ἔτι μοι δοκῶ
[p. 11.706]
[l. 1] προσθήσειν ἐν τοῖς ἑξῆς τὰ λείποντα. 13.114. τὰ δὲ κατὰ
[l. 2] μίαν ἢ δύο ποιότητας ἐνεργοῦντα περὶ τὸ σύμπαν ἡμῶν σῶμα
[l. 3] κατὰ τόδε τὸ γράμμα δίειμι, λαβὼν κᾀνταῦθα πάλιν
[l. 4] ὑπόθεσιν ἀποδεδειγμένην2.55. ἐν τοῖς ἔμπροσθεν, ὡς τὰ πλεῖστα
[l. 5] τῶν ἁπλῶν φαρμάκων ἀνομοιομερῆ τε καὶ σύνθετα κατά
[l. 6] γε τὴν ἀλήθειάν ἐστιν, ὀνομάζεται δὲ ἁπλᾶ τῷ φύσει
[l. 7] τοιαῦτα ὑπάρχειν οἷάπερ ἐστὶν, οὐδὲν ἐξ ἐπιτεχνήσεως ἡμετέρας
[l. 8] προσειληφότα. καὶ μὲν δὴ καὶ ὡς τὰ μέν τινα παχυμερῆ
[l. 9] καὶ γεώδη ταῖς οὐσίαις ἐστὶν, τὰ δὲ λεπτομερῆ καὶ ἀερώδη,
[l. 10] τὰ δ’ οἷον ὑδατώδη τε καὶ μέσα τῶν εἰρημένων, ἐπιδεδειγμένα
[l. 11] καὶ ταῦτ’ ἐν τοῖς ἔμπροσθεν λόγοις ὑποθέσεις ἔστωσάν μοι
[l. 12] πρὸς τὰ μέλλοντα λεχθήσεσθαι. τούτων οὖν ὑποκειμένων
[l. 13] ἀρκτέον ἤδη τοῦ λόγου.
[l. 14] Ἡ χρεία τῶν φαρμάκων τοῖς ἀνθρώποις γίγνεται
[l. 15] πολλάκις μὲν ὡς αὐτὸ τοῦτο μόνον, ἤτοι θερμαινόντων
[l. 16] ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ ξηραινόντων, ἢ κατὰ συζυγίαν
[l. 17] τινὰ τούτων ἐνεργούντων, ἐνίοτε δὲ ὡς ἤδη τὸ πέρας
[l. 18] τοῦ μετρίου κεχαλασμένον, ἐπιτεινόντων τε καὶ συναγόντων,
[p. 11.707]
[l. 1] ἢ τὸ συντεταμένον χαλώντων, ἢ ἀραιούντων τὸ πεπυκνωμένον
[l. 2] ἢ πυκνούντων τὸ μανὸν, ἢ μαλαττόντων τὸ σκληρὸν
[l. 3] ἢ σκληρυνόντων ἀμέτρους μαλακότητας, ἢ κενούντων τὸ
[l. 4] πλῆρες ἢ πληρούντων τὸ κενὸν, ἤ τι τοιοῦτον ἕτερον ἐργαζομένων.
[l. 5] ὁ μὲν γὰρ ἐψυγμένος οὐκ ἰατρὸς μόνον, ἀλλὰ καὶ
[l. 6] ἰδιώτης ὁστισοῦν, ὑπ’ αὐτῆς τοῦ πράγματος τῆς φύσεως
[l. 7] ἀγόμενος, ἐξευρεῖν ἐπιθυμεῖ θερμαῖνον φάρμακον, οὕτως ὑπὸ
[l. 8] καυσώδους πυρετοῦ διακαιόμενος ἐμψῦχον. οὕτω δὲ καὶ πλαδαρὸν
[l. 9] ἕλκος ἔχων ἰδιώτης ὁστισοῦν ξηρᾶναι κελεύει τὸν
[l. 10] ἰατρὸν αὐτὸ, καὶ εἰ ξηρὸν εἴη καὶ ἄνικμον, ὑγρᾶναι. καὶ δὴ
[l. 11] καὶ ξηρότητος ἅμα θερμότητι καθ’ ὅλον αἰσθανόμενοι τὸ
[l. 12] σῶμα, ὥσπερ καὶ οἵ τε ἐγκαυθέντες καὶ κοπωθέντες λούεσθαί
[l. 13] τε ποθοῦσι καὶ πίνουσιν ὕδατος ψυχροῦ, καὶ πᾶν ὅ τι
[l. 14] περ ἂν ὑγραίνειν τε ἅμα καὶ ψύχειν ἱκανὸν ᾖ, τοῦτο ἐξευρίσκειν
[l. 15] μηχανῶνται, καὶ πορίζονταί γε πολλάκις ὑπ’ αὐτῆς
[l. 16] τῆς φύσεως ἀγόμενοι πολλοὶ τῶν ἰδιωτῶν τὰ τούτων ἰάματα.
[l. 17] φλεγμονῆς μέντοι καὶ σκίῤῥου καὶ οἰδήματος, ἐρυσιπέλατός
[l. 18] τε καὶ σηπεδόνος, ἕρπητός τε καὶ γαγγραίνης, οὐκέτ’ οὐδεὶς
[p. 11.708]
[l. 1] αὐτῶν ἐπιχειρεῖ ζητεῖν τὴν ἴασιν ἑαυτῷ, ὡς μείζονος ἤδη
[l. 2] τῶν τοιούτων ἑκάστου ὑπάρχοντος ἢ κατὰ γνώμην ἰδιώτου
[l. 3] καί τινος ἐπιστήμης σεμνοτέρας δεομένου ὀνομάζουσι δὲ τὴν
[l. 4] τοιαύτην ἐπιστήμην ἰατρικὴν καὶ τὸν ἐργαζόμενον αὐτὴν
[l. 5] ἰατρόν. καὶ μέχρι μὲν τοσούτου καὶ αὐτοὶ προΐασιν ὡς
[l. 6] γινώσκειν ὅτι τὸ μὲν κοῖλον ἕλκος δεῖται σαρκώσεος, τὸ δὲ
[l. 7] ῥυπαρὸν καθάρσεως, τὸ δ’ ὁμαλὸν ἐπουλώσεως· οὐ μὴν τό
[l. 8] γε σαρκοῦν ἢ καθαῖρον ἢ ἐπουλοῦν φάρμακον ἴσασιν. οὕτω
[l. 9] δὲ κᾂν εἰ μῦν ἢ τένοντα σκληρὸν ἢ τεταμένον ἢ χαλαρὸν
[l. 10] ἔχοιεν, ὅτι τῷ μὲν σκληρῷ χρεία τῶν μαλαττόντων ἐστὶν, τῷ
[l. 11] δὲ τεταμένῳ τῶν χαλώντων, τῷ δὲ χαλαρῷ τῶν συντεινόντων,
[l. 12] ἀκριβῶς ἴσασιν, οὐ μὴν τό γε μαλάττον ἢ χαλῶν ἢ
[l. 13] συντεῖνον ἐπίστανται φάρμακον, ἀλλ’ ἰατροῦ μόνου τὰ τοιαῦτα
[l. 14] εὑρίσκειν ἔργον. ἄχρι μὲν γὰρ τῶν θερμαινόντων καὶ
[l. 15] ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων, ἐστὶν εὑρεῖν
[l. 16] ἐνίους τῶν ἰδιωτῶν κοινωνοῦντας τῆς τῶν φαρμάκων εὑρέσεως
[l. 17] τοῖς ἰατροῖς, ἐν οἷς δ’ εἴρηται νῦν, ἤδη πάντας ἀπείρως
[l. 18] ἔχοντας. ἔστι μὲν οὖν, ὡς καὶ πρόσθεν ἐδείκνυτο, καὶ
[p. 11.709]
[l. 1] αὐτῶν τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε
[l. 2] καὶ ξηραινόντων ἡ εὕρεσις οὐχ ὡσαύτως ἁπάντων ἑτοίμη. νᾶπυ
[l. 3] μὲν γὰρ καὶ 13.115. πύρεθρον ὅτι θερμαίνει, καὶ ἀνδράχνη
[l. 4] καὶ στρύχνον ὅτι ἐμψύχει, καὶ τὸ μὲν ὕδωρ καὶ τοὔλαιον
[l. 5] ὑγραίνει, τὸ δ’ ὄξος καὶ ἡ θάλαττα ξηραίνει, σχεδὸν ἅπασιν
[l. 6] οὐχὶ ἰατροῖς μόνον, ἀλλὰ καὶ τοῖς ἰδιώταις ὁμολογεῖται.
[l. 7] τὸ μέντοι ῥόδινον, εἴτε θερμαίνειν εἴτε ψύχειν φατέον, ὡσαύτως
[l. 8] δὲ καὶ ὄξος καὶ ἔλαιον, ἕτερά τε πολλὰ τοιαῦτα συχνὴν
[l. 9] ἀμφισβήτησιν ἔσχηκεν. ὑπὲρ μὲν δὴ τῶν τοιούτων τῆς
[l. 10] δυνάμεως ἐν τοῖς πρὸ τούτου τέσσαρσιν ὑπομνήμασι διῆλθον·
[l. 11] ἐν μὲν τῷ πρώτῳ καὶ δευτέρῳ τὰ τῶν σοφιστῶν
[l. 12] ἐξελέγχων ἐπιχειρήματα καὶ δεικνὺς τὴν ἀληθῆ μέθοδον, ᾗ
[l. 13] χρώμενος ἄν τις εὑρίσκοι τὰς τῶν φαρμάκων δυνάμεις, ἐν
[l. 14] δὲ τῷ τρίτῳ τῶν σοφιστῶν ἀποχωρήσας, ἅπαντα διῆλθον
[l. 15] ἐξ ἀρχῆς τὰ λογικὰ ζητήματα, δι’ ὧν ἄν τις μάλιστα διελθὼν
[l. 16] καὶ ὡς ἄν τις εἴποι τεχνωθεὶς ἱκανὸς ἔσται πάντων τῶν
[l. 17] φαρμάκων εὑρίσκειν τὰς δυνάμεις· ἐν δὲ τῷ δ΄ περὶ τῶν τῆς
[p. 11.710]
[l. 1] γλώττης ἰδίων αἰσθητῶν ἐποιησάμην τὸν λόγον, ἃ δὴ χυμοὺς
[l. 2] ὀνομάζουσιν, ἐπιδεικνύων ὡς ἄν τις ἐντεῦθεν ὁρμώμενος
[l. 3] εὑρίσκοι τὰς πρώτας ποιότητάς τε καὶ δυνάμεις. ἡψάμην
[l. 4] δ’ εἰς ὅσον ἡ χρεία προὐκαλεῖτο καὶ τῶν ὀσφρητῶν
[l. 5] ποιοτήτων ἐπὶ τελευτῇ τοῦ βιβλίου, δεικνύων ὁπόσον τι κᾀντεῦθεν
[l. 6] ἐγχωρεῖ λαβεῖν εἰς τὴν τῶν πρώτων δυνάμεων εὕρεσιν,
[l. 7] ἐν δὲ δὴ τῷδε τῷ λόγῳ τῷ ἑ γένος ἄλλο μοι πρόκειται
[l. 8] δυνάμεων ἐξηγήσασθαι, δευτέρων ὡς ἂν εἴποι τις καὶ
[l. 9] τρίτων ἐπὶ ταῖς πρώταις τε καὶ κοιναῖς ἁπάντων. ἐπειδὴ
[l. 10] γὰρ ἕκαστον τῶν κατὰ μέρος οὐχ ὡσαύτως ἐξ ἐκείνων κέκραται,
[l. 11] τὸ μὲν, οἶμαι, χαλαστικὸν αὐτῶν ἐγένετο, τὸ δὲ συντατικὸν
[l. 12] ἢ μαλακτικὸν ἢ σκληρυντικὸν ἢ ἀραιωτικὸν ἢ πυκνωτικόν.
[l. 13] ἔτι δὲ ἐκ τῶν ἔργων ἃ πέφυκε δρᾷν ἐλέχθη δυνάμεις
[l. 14] ἔχειν ἐν αὐτοῖς ἀραιωτικάς τε καὶ πυκνωτικὰς, μαλακτικάς
[l. 15] τε καὶ σκληρυντικὰς, ἐμπλαστικάς τε καὶ ῥυπτικὰς,
[l. 16] ἑλκτικάς τε καὶ ἀποκρουστικὰς, ἔτι τε πρὸς τούτοις χαλαστικὰς,
[l. 17] συντατικὰς, ἀναστομωτικὰς, συνακτικὰς, παχυντικὰς,
[l. 18] λεπτυντικὰς, ἀνωδύνους, ὀδυνηρὰς, πεπτικὰς, ἐκπυητικὰς, διαφορητικὰς,
[p. 11.711]
[l. 1] ἱδρωτικὰς, καρωτικὰς, ναρκωτικὰς, ὑπνωτικὰς, ἐκστατικὰς,
[l. 2] σηπτικὰς, καυστικὰς, διαβρωτικὰς, ἐσχαρωτικὰς, χυτικὰς,
[l. 3] πιλητικὰς, κακοχύμους, ἐπικεραστικὰς, καθαρτικὰς,
[l. 4] σταλτικὰς, τραχυνούσας, λειαινούσας, ἐμφρακτικὰς καὶ ἐκφρακτικάς.
[l. 5] καὶ ποῤῥωτέρω προϊόντων ἔτι καὶ οἷον κατὰ μέρος
[l. 6] ἐφ’ ἑκάστῳ τῶν ἔργων ὀνομαζόντων, οὐρητικὰς, ἐμετικὰς,
[l. 7] ὑπακτικὰς, λαπακτικὰς, ἐῤῥίνους, ἀποφλεγματικὰς, ἐμμήνων
[l. 8] ἀγωγοὺς ἢ ἐπισχετικάς. ὡσαύτως δὲ καὶ γάλακτος καὶ σπέρματος
[l. 9] ἤτοι γεννητικὰς ἢ σβεστικὰς ἢ προκλητικὰς ἢ ἐπισχετικάς.
[l. 10] ἔτι δὲ μᾶλλον ὅταν ἡπατικάς τινας ἢ σπληνικὰς ἢ
[l. 11] ὠτικὰς ἢ ὀφθαλμικὰς ἢ ὀδοντικὰς ἢ ἰσχιαδικὰς ἢ νεφριτικὰς
[l. 12] ἢ ποδαγρικὰς ἢ ἀρθριτικὰς ἢ πλευριτικὰς ἢ βηχικὰς ἢ
[l. 13] λίθων θρυπτικὰς ὀνομάζουσι δυνάμεις, ἐπὶ τὰς κατὰ μέρος
[l. 14] ἀφικνοῦνται. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴρηται καὶ σαρκωτική
[l. 15] τις ἕλκους εἶναι δύναμις καὶ ἐπουλωτικὴ καὶ κολλητική
[l. 16] τε καὶ καθαιρετικὴ καὶ σχεδὸν οὐδ’ ἀριθμεῖσθαι δυνατὸν
[l. 17] ἁπάσας τὰς κατὰ μέρος δυνάμεις, ἐὰν ἑκάστου τῶν
[l. 18] ἀποτελουμένων ἐπιχειρῶμεν αὐτὰς παρονομάζειν. ἀλλὰ καὶ
[p. 11.712]
[l. 1] κάλλιον οἶμαι καὶ μεθοδικώτερον ἀποχωρήσαντα τοῦ μακροῦ
[l. 2] λόγου καὶ ἀτάκτου χρησίμοις εἴδεσιν ἀφορίζεσθαι τὰς
[l. 3] συνθέτους τῶν φαρμάκων δυνάμεις, οὐ διαπυητικὴν λέγοντας
[l. 4] ἢ παρηγορικὴν ἢ ἀνώδυνον ἢ διαφορητικὴν ἢ χαλαστικὴν
[l. 5] ἐν τῷ δι’ ἀλεύρου πυρίνου καταπλάσματι δύναμιν
[l. 6] ὑπάρχειν, ἀλλὰ συμμέτρως ὑγρὰν καὶ θερμήν. ἐῤῥέθη γὰρ
[l. 7] ἐν τοῖς πρόσθεν ἐπὶ τίνος σημαινομένου τὴν τοιαύτην ἐπιφέρομεν
[l. 8] λέξιν. 13.116. οὕτω δὲ καὶ ἴριν οὐκ οὔρων, οὐκ
[l. 9] ἐμμήνων κινητικὸν ἢ βηχικὸν εἶναι φάρμακον ἢ πλευριτικοῖς
[l. 10] ἢ περιπνευμονικοῖς ἢ ἐμπύοις ἁρμόττειν ἢ ἐπιληψίαις
[l. 11] καὶ 2.56. σπασμοῖς καὶ παλμοῖς καὶ τρόμοις καὶ ῥήγμασι καὶ
[l. 12] σπάσμασιν ἀρήγειν, οὐδὲ σαρκοῦν καὶ καθαίρειν ἕλκη καὶ
[l. 13] κόλπους καὶ πλευρὰς καὶ ἥπατος καὶ σπληνὸς ἀλγήματα
[l. 14] παύειν, οὐδὲ χοιράδας διαφορεῖν ἢ ἐξ ὀστῶν ἄγειν σάρκας.
[l. 15] κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἐπὶ γονοῤῥοίας ἁρμόττειν
[l. 16] ἢ εἰς ὑστερῶν πυρίας ὠφελίμως μίγνυσθαι, μαλάττουσάν τε
[l. 17] καὶ ἀναστομοῦσαν, οὐ μὴν οὐδ’ ὅτι φακοὺς ἢ ἐφήλεις ἀποκαθαίρει
[p. 11.713]
[l. 1] καὶ κεφαλαλγίαν ἰᾶται χρονίαν ἢ διαφθείρειν ἔμβρυα
[l. 2] καὶ κατασπᾷν πεφύκειν. ἀλλ’ ἀρκεῖ θερμὴν εἰς τοσόνδε καὶ
[l. 3] ξηρὰν εἰς τοσόνδε καὶ λεπτομερῆ μέχρι τοσοῦδε τὴν κρᾶσιν
[l. 4] αὐτῆς εἰπόντα τά τε νῦν εἰρημένα πάντα ἐνδεδεῖχθαι καὶ
[l. 5] τούτων ἄλλα πλείω. καθ’ ἕτερον δ’ αὖ τρόπον ἀρκεῖ περὶ
[l. 6] αὐτῆς εἰπεῖν, ὡς πικρὰ μέν ἐστιν, οὐ μὴν ἐσχάτως, ἀλλ’ ὥστε
[l. 7] δοκεῖν ἐπιμεμίχθαι τινὰ γλυκύτητα. ὁ μὲν οὖν πρῶτος τρόπος
[l. 8] τῆς διδασκαλίας ἐμπειρικῶν ἴδιός ἐστιν, ὁ δὲ δεύτερος ἀνδρὶ
[l. 9] λογικῷ προσήκει μάλιστα, καὶ τοῦτον ἡμῖν πρόκειται νῦν
[l. 10] διελθεῖν.
[l. 11] Ἔστι δὲ τὰ μὲν ἄλλα σύμπαντα τὰ πρόσθεν
[l. 12] εἰρημένα διὰ τῶν δ΄ ὑπομνημάτων αὐτῆς τῆς περὶ
[l. 13] τῶν φαρμάκων θεωρίας ἴδια, πλὴν εἴ που κατὰ κοινωνίαν ὁ
[l. 14] λόγος ἥψατο μεθόδου θεραπευτικῆς. ὁ δὲ νῦν ἐνεστὼς ἐκείνης
[l. 15] μᾶλλον οἰκεῖός ἐστιν, ὥστ’ ἐγὼ πολλάκις ἐβουλευσάμην
[l. 16] ὑπερβῆναι τελέως αὐτόν. ἀλλ’ ὅτι τε προγυμνάζειν ἔδοξέ
[l. 17] μοι τοὺς μέλλοντας ἀκολουθήσειν τοῖς τῆς θεραπευτικῆς
[l. 18] μεθόδου λογισμοῖς, οἵ τε πλεῖστοι τῶν ἑταίρων καὶ μάλιστα
[p. 11.714]
[l. 1] οἷς χαριζόμενος ἐπὶ τήνδε τὴν πραγματείαν ἧκον, οὕτως
[l. 2] ἠξίωσάν με διαπρᾶξαι, διὰ τοῦτο μεταχειριοῦμαι τὸν λόγον ἐν
[l. 3] τῷδε τῷ γράμματι, τὴν ἀρχὴν ἀπὸ τῶν διαπυϊσκόντων τε
[l. 4] καὶ μαλαττόντων ποιησάμενος. ἐπειδὴ θερμὰ μέν ἐστιν ἀμφότερα
[l. 5] καὶ ὑγρὰ, καθ’ ἕτερον μὴν ἑκάτερον τρόπον. τὰ μὲν
[l. 6] γὰρ ὡς ὁμοιοτάτην τῷ διαπυϊσκομένῳ σώματι θερμότητα
[l. 7] γεννῶντα πρὸς τῷ μήτ’ ἀφαιρεῖν τι τῆς οὔσης ἐν αὐτῷ ὑγρότητος
[l. 8] μήτε προστιθέναι, τὰ δ’ ὡς καὶ πλέονα τῆς κατὰ
[l. 9] φύσιν ἀνάπτοντα καὶ συνάγοντά τι τῆς ὑγρότητος. ἀλλ’ ἡ
[l. 10] μὲν τῶν διαπυϊσκόντων ἔννοια σαφής τε ἅμα καὶ γνώριμος
[l. 11] ὑπάρχει πᾶσιν. εἰς πῦον γάρ ἐστιν ἡ διαπύησις μεταβολή.
[l. 12] Περὶ δὲ τῶν μαλαττόντων φαρμάκων καὶ
[l. 13] αὐτῆς τῆς διαμαλάξεως οὐκέθ’ ἁπλῶς οὕτως εἰπεῖν ἐγχωρεῖ,
[l. 14] διότι μηδὲ περὶ τοῦ σκληροῦ καὶ μαλακοῦ σώματος. εἴ γε
[l. 15] δὴ τὸ μὲν ἁπλῶς σκληρὸν λέγεται καθάπερ ἡ γῆ, τὸ δὲ κατ’
[l. 16] ἐπικράτειαν, ὡς ὄνυξ καὶ πλῆκτρον καὶ κέρας, τὸ δὲ πρὸς
[l. 17] τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς, παραβαλόντα ὡς τόδε τι
[l. 18] ζῶον, οἷον ἐλέφας, ἢ ὅδε τις ἄνθρωπος, οἷον ὁ Ἡρακλῆς, τὸ
[p. 11.715]
[l. 1] δὲ πρὸς ὁτιοῦν παραβαλλόμενον, ὡς ὁ Διογένης πρὸς τὸν Ἀριστοτέλη.
[l. 2] 13.117. κατὰ δὲ τὸν αὐτὸν τρόπον λέγεται καὶ τὸ
[l. 3] μαλακὸν ἢ ὡς ἄκρως τοιοῦτον ἢ κατ’ ἐπικράτειαν ἢ πρὸς
[l. 4] τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς ἢ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν.
[l. 5] ὅτι δὲ καὶ τριχῶς ἐγχωρεῖ λέγειν τὰ τοιαῦτα πάντα, τὰ
[l. 6] μὲν ὡς ἀμίκτους τε καὶ ἄκρας ἔχοντα τὰς ποιότητας, ἀφ’
[l. 7] ὧν παρονομάζεται, τὰ δὲ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ
[l. 8] ὁμοειδὲς, τὰ δ’ ὡς πρὸς ὁτιοῦν τὸ ἐπιτυχὸν παραβαλλόμενα,
[l. 9] καὶ ὡς οὐδέν διήνεγκεν ἢ ἐκείνως ἢ οὕτως εἰπεῖν, ἔτι ἐπιδέδεικταί
[l. 10] μοι πολλάκις. ἐάσαντες οὖν τὰ λοιπὰ πάντα σημαινόμενα
[l. 11] περὶ τῶν πρὸς τὸν ἄριστα κατεσκευασμένον ἄνθρωπον
[l. 12] ἐπισκεψώμεθα μαλακῶν καὶ σκληρῶν, ὃν δὴ κανόνα
[l. 13] καὶ μέτρον ἐποιησάμεθα τῶν οὕτω λεγομένων ἁπάντων, οὐδὲ
[l. 14] τούτου πρὸς τὸ ἐπιτυχὸν μόριον, οἷον ὀστοῦν ἢ πιμελὴν,
[l. 15] ἀλλὰ τὸ μέσον τῇ κράσει, τὸ δέρμα καὶ τούτου μάλιστα τὸ
[l. 16] κατὰ τὰς χεῖρας, ἵνα περ ἡ ἁπτικὴ δύναμις ἀκριβοῦται·
[l. 17] συμβαίνει δ’ εἰς ταὐτὸ καὶ τὸ κατ’ ἐπικράτησιν, ὡς πρὸς
[l. 18] τὴν ὅλην οὐσίαν, οὕτως ὀνομάζεσθαι μαλακὸν ἢ σκληρὸν,
[p. 11.716]
[l. 1] ἐπειδὴ μεσότης τίς ἐστιν ἡμῶν ἡ ἁφὴ, καθ’ ὃ καὶ Ἀριστοτέλης
[l. 2] ἐδίδασκεν. οὕτω δέ πως καὶ ὁ Πλάτων ἔοικε γιγνώσκειν
[l. 3] ὅταν ἔφη· σκληρὰ μὲν ὅσοις ἂν ἡμῶν σὰρξ ὑπείκῃ,
[l. 4] μαλακὰ δ’ ὅσα ἂν ὑπείκῃ τῇ σαρκί. τὸ γὰρ δέρμα τοῦ ἀνθρώπου
[l. 5] κατ’ αὐτὸ τοῦτο τὸ σύγγραμμα τὸν Τίμαιον ἐδείκνυεν
[l. 6] εἶναι τῷ γένει σάρκα. καὶ μὲν δὴ καὶ Ἀριστοτέλης,
[l. 7] ὅταν εἶπε μαλακὸν μὲν εἶναι τὸ ὑπεῖκον εἰς αὐτὸ, σκληρὸν
[l. 8] δὲ τὸ μὴ ὑπεῖκον, ὡσαύτως ἔοικεν ἀποφαίνεσθαι τῷ Πλάτωνι,
[l. 9] καὶ μάλιστα ὅτι πρὸς τὴν ἁφὴν τὰ τοιαῦτα κρίνεσθαί
[l. 10] φησιν, ὡς πρὸς μεσότητα. τὸ δὲ ἐν τῇ πρὸς ὁτιοῦν
[l. 11] παραβολῇ σκληρὸν ἢ μαλακὸν ἐν τῷ μᾶλλον ἢ ἧττον ὑπείκειν
[l. 12] ἢ μὴ ὑπείκειν φαίνεται κρίνεσθαι. καὶ δὴ καὶ αὐτὸ τὸ
[l. 13] δέρμα τὸ ἡμέτερον ἢ τὸν μῦν ἤ τι μόριον ἕτερον, ὅταν
[l. 14] εἴπωμεν ἐσκληρύνθαι, τῇ κατὰ φύσιν αὐτοῦ καταστάσει τὴν
[l. 15] ἐπίκτητον διάθεσιν παραβάλλοντες οὕτως ὀνομάζομεν. ἔστι
[l. 16] δὲ δήπου τῶν οὕτως ἐχόντων σωμάτων ἡ εἰς τὸ κατὰ φύσιν
[l. 17] ἐπάνοδος μάλαξις.
[l. 18] Ἐπεὶ δὲ πολυειδῶς ἕκαστον γίνεται σκληρότερον
[l. 19] ἢ ξηραινόμενον ἢ πηγνύμενον ἢ ὑπερπληρούμενον,
[p. 11.717]
[l. 1] ὡς διατετάσθαι σφοδρῶς ἢ κατὰ συζυγίαν τινὰ πάσχον κατ’
[l. 2] αὐτὰ καὶ τὸ μαλάττεσθαι καθ’ ἕκαστον αὐτῶν ἴδιον ἔσται·
[l. 3] διελώμεθα οὖν ὑπὲρ ἁπάντων ἑξῆς, ἀναμνήσαντες πρότερον
[l. 4] ὡς τὸ τῶν ὀνομάτων τε καὶ ῥημάτων εὐχερὲς τὰ μὲν πολλὰ
[l. 5] οὐκ ἀγεννὲς, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερόν
[l. 6] ἐστιν, ὅτε μὴ ἀναγκαῖον γίγνεται διαστέλλεσθαι περὶ αὐτῶν.
[l. 7] οὕτω γὰρ ὅ τε Πλάτων ἔλεγεν, ἡμῖν τε νῦν εἰς τὸν παρόντα,
[l. 8] διελέσθαι περὶ τῶν τοῦ σκληροῦ σημαινομένων ἀναγκαῖόν
[l. 9] ἐστιν, αὖθις ἀπὸ τῶν αὐτῶν ὧν ἀρτίως εἰρήκαμεν ἐπαρξαμένοις.
[l. 10] τὸ μὲν γὰρ ὑπεῖκον εἰς ἑαυτὸ μαλακόν ἐστιν, ἐάν
[l. 11] γε ἁπλοῦν ὑπάρχῃ σῶμα· τὸ δ’ ἐκ πλειόνων συγκείμενον
[l. 12] ἤτοι ψαυόντων, ὡς ὁ τῶν πυρῶν σωρὸς, ἢ ἐπιπεπλεγμένων
[l. 13] πως, ὡς ὁ πόκος ἢ τὰ πλόκαμα, δύναιτ’ ἂν ὑπείκειν τε ἅμα
[l. 14] καὶ μὴ εἶναι μαλακόν. ἔμπαλιν δ’ ἐπὶ τῶν πεπληρωμένων
[l. 15] ἀκριβῶς, οἷον ἀσκῶν ἢ κύστεων, οὐχ ὑπείκει μὲν εἰς αὐτὸ
[l. 16] τὸ συναμφότερον, οὐ μὴν σκληρόν γέ ἐστι τὸ περιεχόμενον,
[l. 17] ἀλλ’ οὐδὲ τὸ περιέχον, ὁπότε πεπλήρωται, σκληρότερον
[l. 18] ἑαυτοῦ γέγονεν, ἤ τινα ἐπίκτητον ἑτέραν εἴληφε διάθεσιν,
[p. 11.718]
[l. 1] 13.118. ὅτι μὴ τέταται μόνον ἐκ τοῦ τέως κεχαλασμένου. τὸ
[l. 2] μὲν οὖν τοιοῦτον ἀντίτυπον ἔγωγε καλῶ καὶ οὐ σκληρὸν,
[l. 3] ὅταν ἀκριβολογεῖσθαι προέλωμαι. συγχωρῶ μὴν εἴ τις ἐθέλοι
[l. 4] καὶ σκληρὸν ὀνομάζειν καὶ αὐτὸς οὕτω καλῶ πολλάκις,
[l. 5] ἐκεῖνο μόνον ἀναμιμνήσκων, ὅτι μήτε μία φύσις ἐστὶ τῶν
[l. 6] ἐσκληρυμμένων μήθ’ ἓν ἴαμα. τὸ μὲν γὰρ ὑπὸ ξηρότητος
[l. 7] σκληρυνθὲν ὑγρανθῆναι δεῖται, τὸ δ’ ὑπὸ πήξεως θερμανθῆναι,
[l. 8] τὸ δ’ ὑπὸ πληρώσεως κενωθῆναι, τὸ δ’ ὑπὸ ξηρότητος
[l. 9] ἅμα καὶ πήξεως ὑγρανθῆναί τε καὶ θερμανθῆναι, τὸ
[l. 10] δ’ ὑπὸ πήξεως ἅμα καὶ πληρώσεως θερμανθῆναί τε καὶ
[l. 11] κενωθῆναι. ξηραίνεται μὲν οὖν ἄνευ πήξεως ἔν τε γυμνασίοις
[l. 12] ἀμέτροις τὰ σώματα καὶ ἡλίῳ σφοδρῷ καὶ ἐνδείαις
[l. 13] ἰσχυραῖς καὶ πυρετῷ καυσώδει καὶ φαρμάκοις τισὶν, ὅσα
[l. 14] ξηραίνει μὴ ψύχοντα. πήγνυται δὲ ὑπὸ μόνης ψύξεως ἰσχυρᾶς,
[l. 15] ὥσπερ καὶ πληροῦται δι’ ἐπιῤῥοὴν ὑγρότητος δαψιλοῦς.
[l. 16] ξηραίνεται δὲ ἅμα καὶ πήγνυται, συνδραμόντων ἐς ταὐτὸ
[l. 17] τῶν συνυπάρξαι δυναμέων αἰτίων, οἷον εἴ τις ὑπερπονήσειεν
[l. 18] ἐν κρύει. οὕτω δὲ καὶ πληροῦται καὶ πήγνυται διὰ ῥεῦμα
[p. 11.719]
[l. 1] ψυχρὸν ἤ τινα ψύξιν τοῦ μορίου. τῆς ψύξεως 2.57. δ’ αὖ
[l. 2] πάλιν αἰτία τριττὴ, μία μὲν ἐκ τῶν ἔξωθεν προσπιπτόντων,
[l. 3] οἷον ἀέρος, ὕδατος, ἢ φαρμάκου, καθάπερ ἐπὶ τῶν ἐρυσιπελάτων
[l. 4] ἐργάζονται πολλάκις, ἑτέρα δὲ ἡ τοῦ πάσχοντος
[l. 5] μέρους οἰκεία κρᾶσις, ἄλλη δ’ ἐπ’ αὐταῖς τρίτη παρὰ τοῦ
[l. 6] ῥυέντος εἰς αὐτὸ χυμοῦ γιγνομένη, πολλάκις γὰρ ἐκεῖνος μὲν
[l. 7] ἤδη θερμότερος ἑαυτοῦ γέγονεν, ἤτοι σηπόμενος ἢ ἐκ τῶν
[l. 8] ψαυόντων αὐτῷ μορίων τῶν φύσει θερμῶν μεταβαλλόμενος,
[l. 9] ἢν δὲ προσετρίψατό τινι μορίῳ τῶν φύσει ψυχροτέρων ψύξιν,
[l. 10] ἕως πολλοῦ παραμένει. κατὰ τοσούτους μὲν τρόπους
[l. 11] σκληρύνεταί τε καὶ μαλάττεται τὰ σώματα. τὸ μέντοι μαλακτικὸν
[l. 12] φάρμακον οὐκ ἐπὶ πάντας ἔοικε φέρειν τοὺς τρόπους,
[l. 13] ἀλλ’ ἐξαιρέτως ἐπὶ τοὺς διὰ πῆξιν ἐσκληρυμμένους,
[l. 14] ἔτι δὲ μᾶλλον, εἰ καὶ περιεχομένη τις ὑγρότης ἐν αὐτοῖς εἴη
[l. 15] παρὰ φύσιν, ὡς ἐπὶ τῶν ἐσκιῤῥωμένων. εἰ γὰρ διὰ ξηρότητα
[l. 16] σκληρὸν εἴη γεγονὸς, ὑγραίνειν μᾶλλον, οὐ μαλάττειν
[l. 17] τὸν τοιοῦτον κελεύουσιν, ὥσπερ γε καὶ τὰ πεπληρωμένα κενοῦν,
[l. 18] οὐ μαλάττειν. ἀλλὰ περὶ μὲν τῶν ὀνομάτων οὔτ’ ἐρίζειν
[p. 11.720]
[l. 1] καλὸν οὔτ’ ἀκριβοῦν ἀναγκαῖον. ἐπὶ δὲ τὰς ἐν τοῖς
[l. 2] πράγμασι διαφορὰς ἰέναι βέλτιον, ἐν αἷς καὶ τὸ σφάλμα
[l. 3] μεγάλην τοῖς ἀῤῥωστοῦσι φέρει τὴν βλάβην. τὸ μὲν οὖν
[l. 4] ἐξηρασμένον τῶν ὑγραινόντων δεῖται φαρμάκων, ὑπὲρ ὧν
[l. 5] καὶ ἤδη μοι πρόσθεν αὐτάρκως εἴρηται, τὸ δὲ πεπηγὸς ὑπὸ
[l. 6] ψύξεως θερμαινόντων. οὐκ ἀγνοεῖται δὲ οὐδὲ ταῦτα, τὸ μέντοι
[l. 7] γε πεπληρωμένον ἢ ψυχόντων ἢ θερμαινόντων ἢ τῶν
[l. 8] ἰδίως ὀνομαζομένων ξηραινόντων. ἐκκενοῖ γὰρ τὴν περιττὴν
[l. 9] ὑγρότητα ταῦτα σύμπαντα, κατ’ ἴδιον ἕκαστον λόγον. ὅσα
[l. 10] μὲν ψύχει κατὰ διττὸν τρόπον, ἀποκρουόμενά τε ἅμα καὶ
[l. 11] συνεξάγοντα τῷ θερμῷ νοτίδα πολλὴν, ὡς Ἀριστοτέλης ἐδίδασκεν.
[l. 12] ὅσα δὲ θερμαίνει, τῷ λύειν εἰς ἀτμοὺς μὲν τὸ περιεχόμενον
[l. 13] ὑγρὸν ἐν τοῖς θερμαινομένοις σώμασιν, ὅσα δὲ
[l. 14] ξηραίνει, καθάπερ τὰ διαφορητικὰ προσαγορευόμενα, κατὰ
[l. 15] διττὸν καὶ ταῦτα τρόπον, ἢ ἀναπίνοντα τὰς ὑγρότητας, ὅταν
[l. 16] ἐν πόροις τισὶν ὑπάρχωσιν, ἢ ὅλον ἀλλοιοῦντα τὸ μόριον.
[l. 17] ὅστις δ’ ἑκάστου ὁ καιρὸς τῆς χρήσεως οὐ τῆς ἐνεστώσης
[l. 18] πραγματείας, ἀλλὰ τῆς θεραπευτικῆς ἐστι μεθόδου. ὅσα δ’
[p. 11.721]
[l. 1] ὑπὸ ψύξεώς τε ἅμα καὶ ξηρότητος ἐσκλήρυνται, θερμαίνειν
[l. 2] ὁμοῦ ταῦτα καὶ ὑγραίνειν προσῆκεν, οὐχ οἷάπερ τὰ διαπυήσαντα,
[l. 3] θερμότητι ἅμα καὶ ὑγρότητι συμμέτρῳ κατὰ φύσιν,
[l. 4] ἀλλ’ ἐπὶ τοσοῦτον μὲν εἶναι χρὴ τὸ φάρμακον θερμότερον,
[l. 5] ἐφ’ ὅσον ἡ ψύξις ἐκράτησεν, ἐπὶ τοσοῦτον δ’ ὑγρότερον,
[l. 6] ἐφ’ ὅσον ἡ ξηρότης· ἔστι δὲ καὶ τούτων μέτρον ὁρίσαι τῆς
[l. 7] θεραπευτικῆς μεθόδου. 13.119. τύπον δ’ ἀρκέσει τινὰ τῆς τῶν
[l. 8] φαρμάκων ἰδέας ἐνταυθοῖ διελθεῖν ἐπὶ παραδειγμάτων ὀλίγων.
[l. 9] ὑγραίνει τοίνυν καὶ θερμαίνει τὸ ὕδωρ τὸ θερμὸν καὶ
[l. 10] τοὔλαιον. εἰ δὲ καὶ μιχθεῖεν εἰς ταὐτὸ ἀμφότερα, πολὺ δὴ
[l. 11] μᾶλλον ὑγραῖνον ἅμα καὶ θερμαῖνον ἔσται τὸ μικτὸν ἐξ αὐτῶν,
[l. 12] ὥσπερ καὶ λουτρὰ τῶν ποτίμων ὑδάτων σὺν ἐλαίῳ
[l. 13] δαψιλεῖ. ταὐτὸ δὲ τοῦτο ἐργάζεται καὶ ἡ τῶν ἐδεσμάτων
[l. 14] ποιότης ὡσαύτως ἔχουσα, διὰ τοῦτο καὶ τῶν βουλιμιῶν ἰάματα
[l. 15] τοιαῦτα τετύχηκεν ὄντα. ψύξιν γὰρ ἅμα ξηρότητι τὸ
[l. 16] πάθος ἔχει, καὶ ἡ ἴασις αὐτῶν διὰ τῶν ἐναντίων. τὸ μέντοι
[l. 17] δι’ ἀλεύρου πυρίνου κατάπλασμα, τὰς εὐκράτους φύσεις
[l. 18] διαπυΐσκον, οὔτ’ ἀπάγει τι τῆς κατὰ φύσιν ἐν τοῖς μορίοις
[p. 11.722]
[l. 1] ὑγρότητος ὅ τι καὶ ἄξιον λόγου, καὶ πολὺ μᾶλλον οὐδὲ προστίθησιν,
[l. 2] ὥσπερ οὐδὲ τὴν θερμασίαν, οὔτε ἐπιτείνειν πέφυκεν
[l. 3] οὔτ’ ἀμβλύνειν, ἀλλὰ κατὰ μόνην αὐξάνειν τὴν οὐσίαν.
[l. 4] ἔστι δὲ οὐ ταὐτὸ ἐπιτεῖναι τὴν ποιότητα καὶ τὴν οὐσίαν
[l. 5] αὐξῆσαι. δειχθήσεται δὲ καὶ ταῦτα ἀκριβέστερον ὀλίγον ὕστερον.
[l. 6] τὰ μὲν δὴ τοιαῦτα τῶν φαρμάκων ὑγρὰ καὶ θερμὰ
[l. 7] λέγομεν, οὐχ ὡς ὑγρότερα καὶ θερμότερα τῆς ἡμετέρας οὐσίας,
[l. 8] ἀλλ’ ὡς παραπλησίας ἡμῖν ὑπάρχοντα κράσεως, ὑγρᾶς
[l. 9] καὶ θερμῆς οὔσης κατὰ τὸν παλαιὸν λόγον, ὡς ἐν τῷ περὶ
[l. 10] κράσεων εἴπομεν. οὐ μὴν οὕτως ἢ τὸ ὕδωρ ὑγρὸν ἢ τὴν
[l. 11] χαλβάνην θερμὴν εἶναί φαμεν, ἀλλὰ τὸ μὲν ὡς τέγγον τε
[l. 12] καὶ διαβρέχον ἡμῶν τὴν σάρκα, τὴν δὲ ὡς θερμαίνουσαν.
[l. 13] εἰ γὰρ καὶ θερμὸν εἴη τὸ ὕδωρ, ὡς κενοῦν ἐνίοτε δύνασθαι
[l. 14] τὰ κατ’ ἐπιῤῥοὴν ὑγρῶν εἰς ὄγκον ἐξῃρμένα, τὰ γοῦν ὁμοιομερῆ
[l. 15] πάντως ὑγραίνει, καθότι κᾀν τῷ πρώτῳ μοι δέδεικται
[l. 16] λόγῳ.
[l. 17] Τὰ τοίνυν ἐκπυΐσκοντα φάρμακα τῷ
[l. 18] μὲν θερμαίνειν ὁμοίως ὕδατι θερμῷ διαφορεῖ τὴν περιττὴν
[p. 11.723]
[l. 1] ὑγρότητα, τὴν ἐν ταῖς κεναῖς χώραις περιεχομένην, ὡς ἐν
[l. 2] τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας ἐπιδέδεικται γράμματι.
[l. 3] τοῖς μέντοι κατὰ φύσιν ἔχουσι σώμασιν αὐτοῖς τοῖς ὁμοιομερέσιν
[l. 4] οὐδὲν προστίθησιν ὑγρότητος, ὥσπερ οὐδ’ ἀφαιρεῖ
[l. 5] τι σαφὲς, οὐδ’ αἰσθητόν. ἶσα γὰρ ὑπάρχοντα ταῖς κράσεσι
[l. 6] φυλακτικὰ τῆς οὐσίας αὐτῶν ἐστιν, ὡς κατὰ μηδὲν ἀλλοιοῦν.
[l. 7] ἐν γοῦν ταῖς ἐκπυήσεσιν ἡ μὲν ὑγρότης ἀλλοιοῦται,
[l. 8] κᾂν εἴ πού τις εἴη σὰρξ τεθλασμένη, τὰ δ’ ἄλλα πάντα τὰ
[l. 9] κατὰ φύσιν ἔχοντα διασώζει τὴν ἑαυτῶν οὐσίαν. τριῶν γὰρ
[l. 10] γινομένων ἀλλοιώσεων ἐν τοῖς τῶν ζώων σώμασιν, ἡ μέν
[l. 11] τις ἀκριβῶς ἐστι κατὰ φύσιν ἔχουσα, ὅταν ἐν τῇ γαστρὶ
[l. 12] πέττηται τὸ σιτίον ἢ ἐν τοῖς σπλάγχνοις καὶ ἀγγείοις ὁ
[l. 13] γεννηθεὶς ἐνταῦθα χυλὸς, ἵνα ἐκ τούτου πάλιν τρέφηται ἕκαστον
[l. 14] μέλος· ἡ δέ τις ἀκριβῶς παρὰ φύσιν ἐν ἅπασι τοῖς
[l. 15] σηπομένοις. αὗται μὲν οὖν ἐναντίαι πως ἀλλήλαις εἰσίν. ἡ
[l. 16] τρίτη δ’ ἐπίμικτος ἐξ ἀμφοῖν καὶ μέση, τὸ μέν τι τῆς πρώτης
[l. 17] τε καὶ κατὰ φύσιν ἔχουσα, τὸ δὲ τῆς ἐναντίας αὐτῆς
[l. 18] τῆς παρὰ φύσιν. ὑπάρχει γὰρ τῇ μὲν κατὰ φύσιν δύο ταῦτα,
[p. 11.724]
[l. 1] τό τε ἐξ οἰκείας ὕλης τῷ ζώῳ τὴν ἀλλοίωσιν γίγνεσθαι, τό
[l. 2] θ’ ὑπὸ τῆς ἐμφύτου θερμότητος ἀκριβῶς κρατεῖσθαι. τῇ δὲ
[l. 3] παρὰ φύσιν ὑπ’ ἀλλοτρίας τε θερμότητος ἡ μεταβολὴ καὶ
[l. 4] εἰς οὐδὲν χρηστόν· ἡ μέση δ’ αὐτῶν ἡ κατὰ τὰς ἐμπυήσεις
[l. 5] ἑπομένη ὑπὸ μὲν τῆς ἐμφύτου γίνεται θερμότητος, οὐ μὴν
[l. 6] ἀκριβῶς γε κρατούσης· οὐδὲ γὰρ ἐξ ὕλης ἀκριβῶς χρηστῆς
[l. 7] οὔσης ἐπιτελεῖται, ὥσπερ οὐδὲ παντάπασιν ἀλλοτρίας. ὡς
[l. 8] οὖν αἱ κατὰ φύσιν ἀλλοιώσεις ὑπὸ τῆς ἐμφύτου γιγνόμεναι
[l. 9] θερμότητος ὑπὸ τῆς ὁμοίας ἔξωθεν ἐπικουροῦνται, κατὰ
[l. 10] τὸν αὐτὸν τρόπον καὶ ἡ περὶ τὰς διαπυήσεις. 13.120. ἴσμεν
[l. 11] γοῦν οὐδὲν οὕτως τῇ κατὰ γαστέρα πέψει συντελοῦν ὡς ἀνθρώπειον
[l. 12] σῶμα ψαῦον αὐτῆς. καί τινες παιδία προστιθέμενοι
[l. 13] νύκτωρ ἐναργεστάτης ὠφελείας αἰσθάνονται ἀναπαυόμενοι.
[l. 14] συμφυλοτέρα γὰρ ἥδε καὶ οἰκειοτέρα πολὺ τῆς διὰ
[l. 15] τῶν πυριάσεών ἐστιν. ἔνιοι δὲ καὶ κυνίδια σμικρὰ τῆς αὐτῆς
[l. 16] ἕνεκεν ὠφελείας ἀναπαυόμενοι προστίθενται τῇ γαστρὶ,
[l. 17] τὸ πλῆθος αὔξοντες τῆς πεττούσης τὰ σιτία θερμότητος, οὐ
[l. 18] τὴν ποιότητα. τοιοῦτον οὖν εἶναι χρὴ καὶ τὸ τῇ διαπυήσει
[p. 11.725]
[l. 1] συλληψόμενον φάρμακον, οἷόν περ καὶ αὐτὸ τὸ ἔμφυτον
[l. 2] ὑπάρχει θερμὸν ἐν ταῖς εὐκράτοις φύσεσιν· εἰ δὲ θερμοτέρα
[l. 3] τοῦ δέοντος ἡ φύσις ὑπάρχει, τὸ διαπυΐσκον φάρμακον ἐν
[l. 4] ἐκείνῳ τῷ σώματι θερμότερον εἶναι δεήσει, καὶ τοσούτῳ γε
[l. 5] τοῦ συμμέτρου θερμότερον, ὅσῳ καὶ ἡ φύσις ἐστὶ τῆς εὐκράτου
[l. 6] θερμοτέρα, ὥστε καὶ τοῦτο μὲν ἤδη πρόδηλον ἐκ τῆς
[l. 7] θεραπευτικῆς ὑπάρχει μεθόδου, τὸ καθ’ ἕκαστον ἄνθρωπον
[l. 8] ἴδιον εἶναι τὸ διαπυΐσκον φάρμακον. οὐχ ἥκιστα δὲ καὶ τὸ
[l. 9] πολλάκις ἡμῖν ἀποδεδειγμένον ὑπὸ τούτων μαρτυρεῖται, τὸ
[l. 10] χρῆναι πάσας τῶν φαρμάκων τὰς δυνάμεις πρὸς τὸν ἄριστα
[l. 11] 2.58. κεκραμένον ἄνθρωπον ἐξετάζεσθαι· μηδὲ γὰρ συστῆναι
[l. 12] δύνασθαι τέχνην μηδεμίαν, εἰ μὴ πρότερον οἷον κανόνα τινὰ
[l. 13] καὶ σκοπὸν τῷ γένει τῆς ὕλης, ἐν ᾗ καταγίνεται, θέμενος
[l. 14] πρὸς ἐκεῖνον ἤδη τὰ κατὰ μέρος ἀπευθύνοι πάντα. πάλιν
[l. 15] οὖν ὑποθέμενοι τῷ λόγῳ τὸν ἄριστα κεκραμένον ἄνθρωπον
[l. 16] οἷον σκοπόν τινα, πρὸς ἐκεῖνον ἀναφέροντες, ἐκπυΐσκον τι
[l. 17] λέγομεν εἶναι φάρμακον ἕτερον τοῦ μαλάττοντος τὰ σκιῤῥούμενα,
[l. 18] τάς τε κράσεις αὐτῶν ὑπάρχειν οἵας ἔμπροσθεν ἔφαμεν
[p. 11.726]
[l. 1] εἶναι, τοῦ μὲν εἰς πύου γένεσιν συντελοῦντος τῇ φύσει,
[l. 2] σύμμετρόν τε καὶ ὁμοίαν ᾧ προσάγεται σώματι; τῷ δ’ εἶναι
[l. 3] τὴν φύσιν ἡμῶν ὑγρὰν καὶ θερμὴν, ὑγρὰ καὶ θερμὰ τὰ
[l. 4] τοιαῦτα πολλάκις ὀνομάζεσθαι φάρμακα, τοῦ δὲ μαλάττοντος
[l. 5] τὸ σκιῤῥούμενον πολὺ μὲν θερμότερον τῆς εὐκράτου
[l. 6] φύσεως, οὐ μὴν ἰσχυρῶς γε ἤδη θερμήν.
[l. 7] Ἄρχεται μὲν γὰρ ἡ τῶν σκιῤῥουμένων
[l. 8] διάθεσις ἐκ ῥεύματος γλίσχρου τε καὶ παχέος ἐν μικροῖς πόροις
[l. 9] τοῦ μορίου σφηνωθέντος. διαφορηθείσης δὲ τῆς ἐν
[l. 10] αὐτῷ λεπτομεροῦς ὑγρότητος, εἶτα τῆς ὑπολοίπου ψυχθείσης
[l. 11] τε καὶ οἷον πῆξίν τινα λαβούσης, ἡ καλουμένη σκίῤῥωσις
[l. 12] ἕπεται, καὶ διὰ τοῦτο καὶ ψυχρὸν εἶναι τὸ πάθος φασὶν καὶ
[l. 13] ἴασις αὐτοῦ διὰ τῶν θερμαινόντων. ἀλλ’ ἐπεὶ μετὰ ψύξεως
[l. 14] ἦν ὑγρότης περιττὴ, σύνθετον ἔσται καὶ τὸ ἴαμα, διὰ μὲν
[l. 15] τὴν ψύξιν τῶν θερμαινόντων δεομένης τῆς διαθέσεως, διὰ
[l. 16] δὲ τὴν ἀλλοτρίαν τε καὶ περιττὴν ὑγρότητα τῶν ἐκκενούντων.
[l. 17] ὅθεν οὐδὲ θεραπεύεται τῶν σκιῤῥουμένων οὐδὲν οὔθ’
[l. 18] ὑπὸ τῶν σφοδρῶς ξηραινόντων οὔθ’ ὑπὸ τῶν ἰσχυρῶς θερμαινόντων
[p. 11.727]
[l. 1] οὔθ’ ὑπὸ τῶν ταῦτ’ ἄμφω δυναμένων. τὰ μὲν
[l. 2] γὰρ σφοδρῶς θερμαίνοντα διαφορήσαντα βιαίως τὸ παρακείμενον
[l. 3] καὶ περιεχόμενον ἐν τοῖς μορίοις ὑγρὸν, ἀποξηραίνει
[l. 4] τὸ ὑπόλοιπον, ὡς ἀνίατον γενέσθαι· τὰ δὲ σφοδρῶς
[l. 5] ξηραίνοντα, κᾂν μὴ θερμαίνῃ ταῦτα, οὐδὲ διὰ μέσου τοῦ
[l. 6] κενοῦντος τὸ λεπτομερὲς, ἀλλ’ ἄντικρύς τε καὶ κατὰ τὴν
[l. 7] ἑαυτῶν φύσιν εἰς ἄκρον ξηρότητος προσάγει τὸ ἐσφηνωμένον
[l. 8] ἐν τοῖς σκιῤῥουμένοις ῥεῦμα. μόνα τοίνυν ὅσα θερμαίνει
[l. 9] μὲν, οὐ μὴν σφοδρῶς, ἅμα τῷ μηδὲ ξηραίνειν ἰσχυρῶς
[l. 10] ἰᾶται τὰς τοιαύτας διαθέσεις, καὶ καλεῖται τὰ τοιαῦτα φάρμακα
[l. 11] μαλακτικὰ, καθ’ ἕνα καιρὸν ἄμφω δρῶντα καὶ χέοντα
[l. 12] τὸ πεπηγὸς καὶ κατὰ βραχὺ διαφοροῦντα.
[l. 13] 13.121. Θερμὰ τοίνυν ἐστὶ καὶ οὐ πάνυ τι
[l. 14] ξηρὰ πάντα τὰ τοιαῦτα φάρμακα, διαφέροντα τῶν ἐκπυϊσκόντων,
[l. 15] τῷ θερμότερα ὑπάρχειν αὐτῶν καὶ ξηρότερα. τὰ
[l. 16] μὲν γὰρ σύμφυλόν τε καὶ ὁμοιοτάτην ἔχει τοῖς σώμασιν
[l. 17] ἡμῶν τὴν θερμότητα, τὰ δὲ μαλάττοντα σφοδρότερα μὲν, οὐ
[p. 11.728]
[l. 1] μὴν ὥστε τῷ βιαίῳ τῆς ὁλκῆς καταξηραίνειν τὸ ὑπόλοιπον.
[l. 2] ἔτι δὲ τὰ μὲν ἐκπυΐσκσντα τὴν προϋπάρχουσαν ἐν τοῖς
[l. 3] σκιῤῥουμένοις μορίοις ὑγρότητα φυλάττει, τὰ δὲ μαλακτικὰ
[l. 4] βραχύ τι μέρος αὐτῆς ἀναλίσκει. καὶ διὰ τοῦτο μυρίων ὄντων
[l. 5] τῶν θερμαινόντων καὶ ξηραινόντων φαρμάκων, ὅσα
[l. 6] συμμέτρου τε ἅμα θερμότητος μετέχει ἀνάλογόν τε ταύτῃ
[l. 7] ξηρότητος εὐτύχησε, ταῦτα μόνα μαλακτικὰ τῶν σκιῤῥουμένων
[l. 8] ἐστὶν, οἷον βδέλλιον καὶ στύραξ καὶ χαλβάνη καὶ ἀμμωνιακὸν
[l. 9] θυμίαμα καὶ μυελὸς ἐλάφειός τε καὶ μόσχειος, καὶ
[l. 10] στέαρ αἴγειόν τε καὶ ταύρειον, ὅσα τ’ ἄλλα τοιαῦτα. νῦν γὰρ
[l. 11] οὐ πρόκειται τὴν ὕλην ἐπεξιέναι πᾶσαν, ἀλλὰ καθόλου μίαν
[l. 12] ὑπὲρ ἁπασῶν τῶν τοιούτων δυνάμεων ποιήσασθαι διδασκαλίαν,
[l. 13] τί δὴ τὸ καθόλου, ὃ περί τε τῶν ἐκπυϊσκόντων καὶ
[l. 14] μαλαττόντων ἐστὶ γνῶναι βέλτιον, ὡς τὰ μὲν ἴσην ἀνάπτει
[l. 15] θερμότητα τῇ τοῦ ζώου κατὰ φύσιν, ὅσα δὲ μαλάττει, πολὺ
[l. 16] πλέονα, καὶ ὡς τὰ μὲν οὐ τῷ ποιῷ τῆς θερμότητος, ἀλλὰ
[l. 17] τῷ ποσῷ μᾶλλον ἐνεργεῖν πέφυκεν, ὅσα δὲ τῶν σκιῤῥουμένων
[p. 11.729]
[l. 1] ἐστὶ μαλακτικὰ, τῷ ποιῷ μᾶλλον. ὥσπερ γὰρ εἰ κατὰ
[l. 2] τοῦ τῆς ἐκπυήσεως δεομένου μορίου δυνατὸν ἦν ἐπιβεβλημένας
[l. 3] ἔχειν ἀεὶ τὰς χεῖρας ἤ τι μέλος ἄλλο, τάχιστα ἂν οὕτως
[l. 4] διεπύησε, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὸ φάρμακον
[l. 5] ὁμοιότατον εἴη τῇ κράσει τοῦ ἀνθρώπου, τάχιστα συμπέψει
[l. 6] τὸ δεόμενον εἰς πῦον μεταβληθῆναι. δεῖται δὲ ποτὲ μὲν ἡ
[l. 7] σὰρξ ὅταν θλασθῇ, ποτὲ δὲ ὁ τὴν φλεγμονὴν ἐργαζόμενος
[l. 8] χυμός.
[l. 9] Καὶ μέν γε ὡς ἐμπλαστικὸν εἶναι χρὴ τὸ
[l. 10] τοιοῦτον φάρμακον, ἵν’ ἀκριβῶς ᾖ διαπυητικὸν, ἤδη μοι καὶ
[l. 11] τοῦτο δοκῶ φαίνεσθαι σαφῶς. εἰ γὰρ τὴν οὐσίαν αὐξῆσαι.
[l. 12] τῆς ἐμφύτου θερμότητος, οὐκ ἐπιθεῖναι προσήκει τὴν ποιότητα,
[l. 13] πεφράχθαι χρὴ τοὺς πόρους τοῦ σώματος, ἵν’ ἔνδον
[l. 14] ἀποστέγωσι τὰς ἀτμώδεις διαπνοάς. ὡς ὅσα γε τῶν καταπλασμάτων
[l. 15] ἢ τῷ ῥύπτειν ἢ τῷ θερμαίνειν σφοδρότερον
[l. 16] ἐπιτρέπει διαφορεῖσθαι τοὺς ἀτμοὺς, ξηραίνει μὲν, οὐ μὴν
[l. 17] ἐμπυΐσκει γε. τοιαῦτα δ’ ἐστὶ τό τε τῶν κριθῶν καὶ τῶν
[l. 18] ἐρεβίνθων καὶ τὸ τῆς τήλεως καὶ τὸ τῶν κυάμων ἄλευρον,
[p. 11.730]
[l. 1] ἔτι δὲ μᾶλλον τῶν αἰρῶν, ὀρόβων, ἐλύμου, θέρμων, κέγχρου
[l. 2] καὶ πάντων τῶν ξηραινόντων. ὑπό τε γὰρ τῶν ῥυπτόντων,
[l. 3] εἰ καὶ μὴ θερμαίνει σφοδρῶς, ἐκφραττομένων τε
[l. 4] καὶ ἀνοιγνυμένων τῶν πόρων συναπέρχεται καὶ τὸ τοῦ
[l. 5] μορίου θερμὸν, ὥστε μὴ σώζεσθαι τὴν κατὰ φύσιν αὐτῷ
[l. 6] συμμετρίαν· ὑπό τε τῶν σφοδρῶς θερμαινόντων ἐκκενοῦται
[l. 7] μέντοι καὶ ταύτης οὐκ ὀλίγον, ὑποθερμαίνεται δὲ ἡ λοιπὴ,
[l. 8] καὶ οὕτω συμβαίνει τὴν μὲν οὐσίαν τῆς ἐμφύτου θερμότητος
[l. 9] ἐλάττονα γίγνεσθαι, τὴν ποιότητα δ’ ἐπιτείνεσθαι. χρὴ
[l. 10] δὲ οὐδέτερον 13.122. εἶναι τούτων, ἀλλὰ τὸ μὲν ἀτμῶδες καὶ
[l. 11] θερμὸν πνεῦμα περιέχεσθαι πλεῖστον, ἀκριβῶς δ’ εἶναι σύμμετρον
[l. 12] τῇ θερμότητι, τοῦτο γάρ τοι κᾀν τοῖς παισὶν ὑπάρχον
[l. 13] πλεῖστον ἅπαντα συναύξει τὰ φυσικὰ τῶν ἔργων. εἰσὶ
[l. 14] μὲν οὖν οἳ μηδ’ αὐτὸ τοῦτο γιγνώσκουσιν, καὶ πρὸς τῷ
[l. 15] μὴ γιγνώσκειν ἐγκαλοῦσιν Ἱπποκράτει, τὰ αὐξανόμενα πλεῖστον
[l. 16] ἔχειν εἰπόντι τὸ ἔμφυτον θερμόν. ἀλλ’ ἡμᾶς χρὴ μήτε
[l. 17] παρακούειν αὐτοῦ καὶ γιγνώσκειν ἔμφυτον εἰρῆσθαι θερμὸν,
[l. 18] ὅπερ καὶ πνεῦμα ἑκάστῳ τῶν ζώων ὀνομάζομεν, ὑπὲρ
[p. 11.731]
[l. 1] οὗ καὶ Ἀριστοτέλης ἔγραψεν. οὐδὲν δὲ κωλύει καὶ τὴν αἱματικὴν
[l. 2] οὐσίαν καὶ ἀερώδη θερμὸν ἔμφυτον ἀκούειν ἅμα
[l. 3] τῷ πνεύματι. οἱ μὲν οὖν Στωϊκοὶ ταὐτὸν τοῦτο τὸ πνεῦμα
[l. 4] τὴν οὐσίαν τῆς ψυχῆς εἶναι δοξάζουσιν· ἡμεῖς δὲ περὶ οὐσίας
[l. 5] ψυχῆς οὔτε πάνυ τι τολμῶμεν ἀποφαίνεσθαι καὶ πρὸς
[l. 6] τὰ παρόντα περιττὸν ὑπολαμβάνομεν. ὅτι μέντοι τὸ σύμφυτον
[l. 7] πνεῦμα, κᾂν εἰ μὴ τῆς ψυχῆς ἐστιν ἡ οὐσία, ἀλλὰ
[l. 8] τὸ πρῶτον αὐτῆς ὄργανον ὑπάρχει, φθάνομεν ἐν τοῖς περὶ
[l. 9] τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν
[l. 10] ἀποδεδειχέναι. καὶ δὴ καὶ περιέχεσθαι μὲν ἐν ἅπασι τοῖς τοῦ
[l. 11] ζώου μέλεσι τουτὶ τὸ πνεῦμά φαμεν, οὐχ ὅμοιον δ’ εἶναι
[l. 12] πανταχόθεν, καθάπερ οὐδὲ τὸ αἷμα ἀναγκαῖον. περιέχεσθαι
[l. 13] δὲ κᾀν ταῖς κεναῖς χώραις οὐκ ὀλίγην οὐσίαν αὐτοῦ, μᾶλλον
[l. 14] δὲ οἷον ὕλην τινὰ βραχείας μὲν ἔτι μεταβολῆς δεομένην
[l. 15] εἰς γένεσιν ἐμφύτου πνεύματος ἠκριβωμένου κατὰ τὰς
[l. 16] οἰκείας ποιότητας, ἤδη μέντοι πρός γε τὰ φυσικὰ τῶν ἔργων
[l. 17] ἱκανῶς συντελοῦσαν. ἔστι δὲ δήπου τῶν φυσικῶν ἔργων
[p. 11.732]
[l. 1] ἕν τι καὶ ἡ εἰς τὸ πῦον μεταβολή. πέψις γάρ τίς ἐστι
[l. 2] καὶ κατὰ τόδε. χρὴ δ’, οἶμαι, τὸ πνεῦμα φυλάττειν ἔνδον ὡς
[l. 3] ἔστι πλεῖστον, ὁπότε πέττειν τι πρόκειται. διαφορεῖται δὲ
[l. 4] ὑπό τε τῶν ῥυπτόντων, οἷά πέρ ἐστιν τό τε τῶν κριθῶν
[l. 5] καὶ τὸ τῶν κυάμων ἄλευρον,2.59. ὑπό τε τῶν ξηραινόντων,
[l. 6] οἷον ἐλύμου τε καὶ κέγχρου καὶ θέρμων, ὑπό τε τῶν θερμαινόντων,
[l. 7] οἵαπερ ἡ τῆλίς ἐστιν, ἔτι δὲ δὴ καὶ μᾶλλον ὑπό
[l. 8] τε τῶν θερμαίνειν καὶ ξηραίνειν ἅμα πεφυκότων, οἷον αἰρῶν
[l. 9] καὶ ὀρόβων, ἐρεβίνθων τε καὶ ὤχρων. ἐπιτηδειότατον
[l. 10] δὲ εἰς πύου γένεσίν ἐστιν τῶν μὲν καταντλουμένων ὕδωρ
[l. 11] εὔκρατον ἢ ὑδρέλαιον, τῶν δ’ ἐπιβρεχομένων ἔλαιον εὔκρατον,
[l. 12] καταπλασμάτων δὲ τό τε πύρινον ἄλευρον δι’ ὑδρελαίου
[l. 13] καὶ ὁ ἄρτος αὐτὸς, ἕψεσθαι δὲ καὶ τοῦτο χρὴ συμμέτρως.
[l. 14] τὸ μὲν γὰρ ἐπιπλεῖστον ἡψημένον ξηραντικώτερόν
[l. 15] πώς ἐστι καὶ ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς, τὸ
[l. 16] δ’ ἔλαττον ἐπὶ τῶν πάνυ θερμῶν καὶ ὡς ἂν εἴποι τις
[l. 17] ζεουσῶν. καὶ τὸ μὲν ἐλαίου πλέον ἔχον ἐπὶ τῶν δυσπεπτοτέρων,
[p. 11.733]
[l. 1] τὸ δ’ ἧττον ἐπὶ τῶν ζεουσῶν· καὶ δὴ καὶ τὸ μὲν
[l. 2] ἐξ ἄρτου κατάπλασμα ταῖς δυσπεπτοτέραις ἁρμόττει φλεγμοναῖς.
[l. 3] ἔχει γάρ τοι καὶ ἁλῶν καὶ ζύμης ὁ ἄρτος. τὸ δ’
[l. 4] ἐξ ἀλεύρου πυρίνου ταῖς θερμοτέραις. αὐτοῦ δ’ αὖ πάλιν
[l. 5] τοῦ πυρίνου ἀλεύρου μᾶλλον τὸ καθαρὸν καὶ ἄρτου μᾶλλον
[l. 6] ὁ καθαρὸς ἐκπυΐσκει. τὸ μὲν γὰρ πίτυρον ἧττόν τ’
[l. 7] ἐστὶ θερμὸν καὶ μᾶλλον ξηρόν· τὸ δὲ καθαρόν τε καὶ τρόφιμον
[l. 8] ἄλευρον ὑγρόν τ’ ἐστὶ καὶ θερμόν. ἐδείχθη δὲ τὰ
[l. 9] τοιαῦτα συνεργοῦντα πρὸς τὴν τοῦ πύου γένεσιν. οὕτως
[l. 10] οὖν καὶ τῶν φαρμάκων τῶν ἐπιτιθεμένων τοῖς φλεγμαίνουσι
[l. 11] μέρεσιν, ὅσα θερμά τ’ ἐστὶ καὶ ὑγρὰ, συντελεῖ καὶ
[l. 12] ταῦτα πρὸς τὴν ἐκπύησιν, οἷον τό τε χοίρειον στέαρ καὶ
[l. 13] τὸ μόσχειον. τὸ μὲν γὰρ ταύρου καὶ τῆς αἰγὸς ἐδείχθη
[l. 14] δριμύτερα, καὶ διὰ τοῦτο ταῖς ψυχροτέραις καὶ σκιῤῥωδεστέραις
[l. 15] φλεγμοναῖς ἐπιτήδεια, τὸ δὲ χοίρειον καὶ μόσχειον
[l. 16] αὐταῖς ταῖς ὀνομαζομέναις κυρίως φλεγμοναῖς οἰκειότατον.
[l. 17] ἔστι δὲ καὶ τὸ τῶν ἀλεκτρυόνων στέαρ οἰκειότατον,
[l. 18] ἔτι δὲ μᾶλλον τὸ τοῦ χηνὸς ἤδη πως διαφορητικώτερον.
[p. 11.734]
[l. 1] 13.123. λεπτομερέστερα γάρ ἐστι ταῖς οὐσίαις, ὥσπερ καὶ τὸ
[l. 2] τῶν βοῶν καὶ αἰγῶν, παχυμερέστερά τε καὶ γεωδέστερα. καὶ
[l. 3] μὲν δὴ καὶ τὸ τῶν ἀγρίων ζώων πάντων στέαρ δριμύτερόν
[l. 4] τέ ἐστι καὶ ξηραντικώτερον πολὺ τῶν ἡμέρων, καὶ μάλιστα
[l. 5] τὸ τῶν παρδάλεών τε καὶ λεόντων, ὥστ’ οὐδὲν τούτων
[l. 6] ἐκπυΐσκειν ἐπιτήδειον, ἀλλ’ ὡς εἴρηται, τὸ χοίρειόν τε καὶ
[l. 7] μόσχειον. ἐκπυΐσκει δὲ πίττα καὶ ῥητίνη διηθεῖσαι δηλονότι
[l. 8] μετ’ ἐλαίου τινὸς ἢ ῥοδίνου. χρὴ δὲ κᾀνταῦθα πρὸς
[l. 9] τὰς ζεούσας φλεγμονὰς διὰ ῥοδίνου τήκειν αὐτὰς, πρὸς δὲ
[l. 10] τὰς ψυχροτέρας διά τινος τῶν θερμαινόντων, οἷόν ἐστι τὸ
[l. 11] κίκινον καὶ τὸ ῥαφάνινον καὶ τὸ παλαιὸν καὶ τὸ σικυώνιον.
[l. 12] εἰ δὲ καὶ κηρῷ ποτε μόνῳ χρῷ διαπυήσεως ἕνεκα, τῶν
[l. 13] ἄλλων μὴ παρόντων, ἔν τινι τῶν θερμαινόντων ἐλαίων καὶ
[l. 14] τοῦτον τήκειν. αὐτὸς μὲν γὰρ καθ’ ἑαυτὸν ἧττόν ἐστι θερμὸς
[l. 15] ἢ ὥστε διαπυΐσκειν, ἐπεὶ τό γε ἐμπλάσσειν ἔχει. μόναις
[l. 16] οὖν ταῖς ζεούσαις φλεγμοναῖς ἐπιτήδειος ἔν τινι τῶν θερμαινόντων
[l. 17] ἐλαίων διηθείς. ὥσπερ δ’ οὗτος ἐνδεῖ τῆς συμμετρίας,
[l. 18] ὡς πρὸς τὰς μέσας τῇ κράσει φλεγμονὰς καὶ
[l. 19] φύσεις ἀνθρώπων τε καὶ μορίων, οὕτως ὑπερβάλλουσι βραχύ
[p. 11.735]
[l. 1] τι ῥητίνη καὶ πίττα. καὶ διὰ τοῦτο μιγνύμενα ταυτὶ
[l. 2] πάντα τὰ νῦν εἰρημένα διαπυΐσκει συμμέτρως. ἀλλὰ ταῦτα
[l. 3] μὲν ἤδη τῆς περὶ φαρμάκων συνθέσεώς ἐστι πραγματείας,
[l. 4] ἧς ἐφάψασθαί πως ἠνάγκασεν ἡμᾶς ἡ τῆς θεωρίας ἀκολουθία.
[l. 5] πάλιν δ’ ἐπὶ τὸ προκείμενον ἐπάνειμι. πρόκειται δὲ
[l. 6] ἀφορίσαι τὴν καθόλου φύσιν, ὁποία τίς ἐστι, τῶν ἐκπυϊσκόντων.
[l. 7] ἐῤῥέθη δ’ ὅτι συμμέτρως εἶναι χρὴ θερμαίνουσάν
[l. 8] τε καὶ ὑγραίνουσαν αὐτὴν, ὅπερ ἑτέρως ἑρμηνευόμενόν ἐστι
[l. 9] μήθ’ ὑπερβάλλειν μήτ’ ἐνδεῖν τῆς τοῦ μεταβάλλοντος αὐτὸ
[l. 10] σώματος κράσεως, ἀλλ’ ὡς οἷόν τε μάλιστα παραπλήσιον
[l. 11] ὑπάρχειν. τὸ δ’ ὅτι δυνάμει μὲν τοιοῦτόν ἐστι τὸ διαπυΐσκον
[l. 12] φάρμακον, ἐνεργείᾳ δὲ γίγνεται τοιοῦτον ἐν τῷ πλησιάζειν
[l. 13] ἡμῖν, εἴρηται πολλάκις ἔμπροσθεν, ἀναμνήσομέν τε
[l. 14] καὶ νῦν, ὥστε μνημονεύειν αὐτοῦ διὰ παντός. ἡ μὲν δὴ κρᾶσις
[l. 15] τοιαύτη τις ὑπάρχει τοῦ διαπυΐσκοντος, ἡ δὲ σώματος
[l. 16] αὐτοῦ σύστασις ἐμπλαστική τίς ἐστιν. μάλιστα δὲ τοῦτο τοῖς
[l. 17] γλίσχροις συμβέβηκεν, ὥσπερ τῷ στέατι τῷ χοιρείῳ καὶ βουτύρῳ
[l. 18] καὶ λιβανωτῷ καὶ τῷ δι’ ἀλεύρου πυρίνου καταπλάσματι.
[p. 11.736]
[l. 1] καὶ γὰρ συμμέτρως θερμὰ ταῦτά ἐστι καὶ συμμέτρως
[l. 2] ὑγρὰ καὶ γλίσχρα, καὶ διὰ τοῦτο πρὸς τὰς ἐκπυήσεις ἐπιτήδεια.
[l. 3] χόνδρος μέντοι ξηραντικώτερος μέν ἐστιν ἀλεύρου
[l. 4] πυρίνου, γλίσχρος δ’ οὐδὲν ἧττον ἐστιν, εἰ μή τι ἄρα καὶ
[l. 5] μᾶλλον, ὅθεν ἐπὶ μὲν τῶν μέσων φλεγμονῶν ἧττον ἐπιτήδειός
[l. 6] ἐστιν εἰς ἐκπύησιν. ἐπὶ δὲ τῶν ὑγροτέρων ἀμείνων
[l. 7] ἀλεύρου πυρίνου. προέρχεται δ’ οὖν ἐπιπλέον ἤδη καὶ ταῦτα
[l. 8] τῆς ἐνεστώσης πραγματείας, ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ
[l. 9] τὰ μαλακτικὰ τῶν σκιῤῥουμένων φάρμακα, τοσοῦτον πάλιν
[l. 10] κᾀνταῦθα τῆς θεραπευτικῆς ἐφαψάμενοι πραγματείας, ὅσον
[l. 11] εἰς τὸ σαφῆ γενέσθαι τὰ λεχθησόμενα συντελέσει. σκίῤῥον
[l. 12] μὲν οὖν ὀνομάζουσι τὸν παρὰ φύσιν ὄγκον ἀνώδυνόν τε
[l. 13] καὶ σκληρόν. ἔνιοι δ’ αὐτῶν ὅταν ἐπὶ πλεῖστον αὐξηθῶσί
[l. 14] τε καὶ σκληρυνθῶσιν, οὐκ ἀνώδυνοι μόνον, ἀλλὰ καὶ δυσαίσθητοι
[l. 15] καὶ ἀναίσθητοι γίγνονται. γένεσις δ’ αὐτῶν ἐκ παχέος
[l. 16] καὶ ψυχροῦ χυμοῦ. τοιοῦτοι δ’ εἰσὶν ἐν τοῖς τῶν ζώων
[l. 17] σώμασι δύο μόνοι, χολὴ μέλαινα καὶ τὸ ὑπερξηρανθὲν φλέγμα.
[l. 18] καὶ διὰ τοῦτο καὶ οἱ σκιῤῥώδεις ὄγκοι πάντως ἢ φλεγματικοὶ
[p. 11.737]
[l. 1] τὴν οὐσίαν εἰσὶν, ἢ μελαγχολικοὶ, ἢ ἐξ ἀμφοῖν μικτοί.
[l. 2] περὶ μὲν δὴ τῆς διαγνώσεως αὐτῶν οὐ τοῦ παρόντος
[l. 3] καιροῦ διελθεῖν· περὶ δὲ τῶν μαλακτικῶν φαρμάκων ἤδη
[l. 4] μοι λέγειν καιρὸς, 13.124. ὡς ἰδίως ὀνομάζουσι μαλακτικὰ
[l. 5] τὰ τῶν γεγονότων ὑπὸ φλέγματος ἐξηρασμένου καὶ παχέος
[l. 6] χυλοῦ ὄγκων σκιῤῥωδῶν ἰατικά. συνίστανται δ’ οὗτοι μάλιστα
[l. 7] περί τε τὰς κεφαλὰς τῶν μυῶν καὶ τοὺς ἐκφυομένους
[l. 8] αὐτῶν τένοντας. ὅσα μὲν γὰρ ὑπὸ μελαγχολικοῦ σκιῤροῦται
[l. 9] χυλοῦ, καρκινώδη τε πάντα ἐστὶν καὶ παροξύνονται
[l. 10] ὑπὸ τῶν μαλακτικῶν φαρμάκων. ἀλλὰ τούτων μὲν ὅπως
[l. 11] χρὴ μεμνῆσθαι, διὰ τῶν τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται
[l. 12] γραμμάτων· ὅσα δ’ ὑπὸ γλίσχρου καὶ παχέος χυμοῦ
[l. 13] παγέντος ἐσκιῤῥώθη, θερμαινόντων μὲν δεῖται καὶ ξηραινόντων
[l. 14] φαρμάκων, οὐ μὴν ἰσχυρῶν τε καὶ βιαίων, ἀλλ’ ἀρκεῖ
[l. 15] τῆς δευτέρας μὲν ἢ καὶ τῆς τρίτης ἐνίοτε τάξεως τῶν
[l. 16] θερμαινόντων, τῆς πρώτης δ’ εἶναι τῶν ξηραινόντων αὐτά.
[l. 17] πλάτους δ’ ὑπάρχοντος οὐ μικροῦ κατὰ τὸ μᾶλλόν τε καὶ
[l. 18] ἧττον ἐν τοῖς ἐσκληρυμμένοις σώμασιν ἀνάγκη δήπου καὶ
[p. 11.738]
[l. 1] τῶν ἰωμένων αὐτὰ φαρμάκων οὐκ ὀλίγον εἶναι τὸ πλάτος,
[l. 2] οἷον αὐτίκα καὶ τὸ αἴγειόν ποτε στέαρ ὠφέλησε τὰ οὕτως
[l. 3] ἐσκληρυμμένα καὶ τὸ τῆς ἀλεκτορίδος. ἀλλὰ ταῦτα μὲν
[l. 4] ἀσθενέστερά ἐστι καὶ τὰς μετρίας μαλάττει σκληρότητας, ἰσχυρότερον
[l. 5] μέντοι τῶν ἀλεκτορίδων τε καὶ ἀλεκτρυόνων τὸ
[l. 6] χήνειόν ἐστι, τοῦ δὲ τῶν αἰγῶν τὸ τράγειον ἰσχυρότερόν τε
[l. 7] καὶ τὸ ταύρειον, ἀλλ’ ἧττον τοῦ τραγείου. καὶ μὲν δὴ καὶ
[l. 8] ὁ ἐλάφειος μυελὸς ἱκανῶς μαλάττει, καὶ μετ’ αὐτὸν ὁ μόσχειος.
[l. 9] θερμὰ γὰρ ἐστι πάντα τὰ τοιαῦτα φάρμακα καὶ
[l. 10] μετρίως ξηρὰ, καὶ πολύ γε μᾶλλον θερμαίνειν πέφυκεν ἢ ξηραίνειν.
[l. 11] ὅθεν εἰ καί τις αὐτὰ θερμὰ καὶ ὑγρὰ ταῖς δυνάμεσιν
[l. 12] εἴποι ποτὲ, συγχωρητέον· ὀλίγον γὰρ ἀφέστηκε μήτε
[l. 13] ξηραινόντων 2.60. μήθ’ ὑγραινόντων. ἐκ ταὐτοῦ δὲ γένους
[l. 14] ἐστὶ τοῖς εἰρημένοις, ἀλλ’ ἰσχυρότερα, τό τ’ ἀμμωνιακὸν θυμίαμα
[l. 15] καὶ ὁ στύραξ καὶ ἡ χαλβάνη καὶ τὸ βδέλλιον τὸ Σκυθικόν.
[l. 16] καλλίω δ’ ἐξ αὐτῶν εἰς τὸ μαλάττειν τὰ νέα· παλαιούμενα
[l. 17] γὰρ ἰσχυροτέρως ἢ χρὴ ξηραίνει. τοῦτο μέν γε καὶ
[l. 18] μυελὸς καὶ στέαρ ἔχουσι. καὶ γὰρ καὶ ταῦτα παλαιούμενα
[p. 11.739]
[l. 1] δριμύτερα γίγνεται σφῶν αὐτῶν καὶ ξηρότερα. καὶ μὲν δὴ
[l. 2] καὶ τὸ Σικυώνιον ἔλαιον ἐκ τοῦ γένους ἐστὶ τούτου, καὶ τὸ
[l. 3] παλαιὸν οὐχ ἥκιστα, καὶ τῶν σκευαζομένων τὸ σούσινον.
[l. 4] ἀλλὰ γὰρ οὐ περὶ τῶν συνθέτων λέγειν ἐν τῷδε πρόκειται.
[l. 5] ἔπειτα καὶ ἀλθαίας ῥίζα καὶ ἀγρίου σικύου καὶ ἄλλα ἄττα
[l. 6] φυτὰ καθεψηθέντα τὰ μὲν ἐν ἐλαίῳ, τὰ δὲ ἐν ὕδατι τῆς
[l. 7] τῶν φαρμάκων γίγνεται τῶν μαλακτικῶν δυνάμεως, ὥσπερ
[l. 8] οὖν καὶ τῆς ἀγρίας μαλάχης τὰ φύλλα, καὶ ὠμὰ καὶ ἑφθά.
[l. 9] τοῦτο μὲν οὖν ἐστιν ἁπλοῦν φάρμακον, ὥσπερ τὸ στέαρ
[l. 10] τὸ χοίρειον, τὸ παλαιωθέν. οὐ χρὴ δὲ ἔχειν ἁλῶν οὐδὲ
[l. 11] τοῦτο, καθάπερ οὐδὲ τἄλλα ὅσα μαλάττει· ξηραίνουσι γὰρ
[l. 12] σφοδρῶς οἱ ἅλες. ὅσα δ’ ἄλλα μαλάττειν πέφυκεν, ἁπλᾶ
[l. 13] τε καὶ σύνθετα φάρμακα, λεχθήσεται γὰρ αὖθις κἀκεῖνα,
[l. 14] θερμὰ μέν ἐστιν ἐκ τῆς δευτέρας ἢ τρίτης ἐνίοτε τάξεως,
[l. 15] ἀτρέμα δὲ ξηρά. χρὴ μέν τι καὶ τούτοις ἐμπλαστικὸν ὑπάρχειν,
[l. 16] ὥσπερ καὶ τοῖς διαπυητικοῖς, ἀλλ’ ὅσῳ κενωτικώτερα
[l. 17] προσῆκεν ὑπάρχειν αὐτὰ, τοσούτῳ καὶ ἧττον ἐμπλάττεσθαι
[l. 18] τοῖς πόροις.
[l. 1] Ἡ μὲν δὴ τῶν μαλαττόντων φαρμάκων δύναμις
[l. 2] αὐτάρκως μοι δεδήλωται, περὶ δὲ τῶν σκληρυνόντων
[l. 3] ἐφεξῆς δίειμι. χρὴ τοίνυν εἶναι ταῦτα ψυχρὰ καὶ ὑγρὰ, καθάπερ
[l. 4] ἀείζωόν τέ ἐστι καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τ’
[l. 5] ἐπὶ τῶν τελμάτων φακὸς, ἢ τὸ στρύχνον, ἢ τοῦτο μὲν οὐδὲ
[l. 6] ὑγρόν ἐστι τὴν κρᾶσιν, 13.125. ἀλλὰ μέσον ὑγραίνοντος ἁπλῶς
[l. 7] καὶ ξηραίνοντος ἐξ ἐναντίων συγκείμενον δυνάμεων, ὑγραινούσης
[l. 8] τε καὶ ξηραινούσης, ὅτι καὶ διττῆς οὐσίας μετέχει, γεώδους
[l. 9] τε καὶ ὑδατώδους. ἀλλ’ οὐ πρόκειταί μοι νῦν ἐπὶ τὴν
[l. 10] κατὰ μέρος ὕλην ἀπάγειν τὸν λόγον, ἀλλὰ τὰς γενικὰς μόνον
[l. 11] ἀφορίσασθαι δυνάμεις. εἰ μὲν δή τι καὶ ψύχει καὶ ξηραίνει,
[l. 12] σκληρύνει μὲν καὶ τοῦτο πάντως, ἀλλ’ οὐκ ἔστι τῶν
[l. 13] ἰδίων σκληρυντικῶν. πήξει γὰρ μᾶλλον ἢ κενώσει τὸ σκληρὸν
[l. 14] γίγνεται σῶμα, καθότι καὶ πρόσθεν ἐλέγομεν. εἴ τι
[l. 15] δὲ ἐκ τοῦ τὴν σύμφυτον ὑγρότητα μὴ κατέχειν σκληρυνθῇ,
[l. 16] ξηρὸν μᾶλλον τοῦτο προσαγορεύομεν ἢ σκληρὸν, καὶ
[l. 17] ἡ ἴασις αὐτοῦ δίανσίς τε καὶ ὕγρανσίς ἐστι, καὶ οὐ μάλαξις,
[p. 11.741]
[l. 1] ὥσπερ καὶ τοῦ συντεταμένου μὲν ἡ ἴασις χάλασίς
[l. 2] ἐστι, τοῦ κεχαλασμένου δὲ σύντασις.
[l. 3] Ταῦτα δὲ ὁρᾶται σαφῶς πῶς ἐστι καὶ
[l. 4] ἐπὶ τοῦ δέρματος μὲν, ὥσπερ καὶ πρὸς Ἱπποκράτους εἴρηται,
[l. 5] δέρματος σκληροῦ μάλθαξις, συντεταμένου δὲ χάλασις,
[l. 6] οὐ μὴν ἀλλὰ κᾀπὶ τῶν ἄρθρων πολλάκις. ἡ μὲν οὖν χάλασις
[l. 7] ὑγρανθέντων ἀμέτρως τῶν ἀμφ’ αὐτὰ συνδέσμων ἀποτελεῖται
[l. 8] καὶ τῶν τενόντων, ἡ δὲ σύντασις οὐκέθ’ ἁπλῶς,
[l. 9] ἀλλ’ εἴ τι ξηραινομένων ἐπιπλέον, ἢ ψυχομένων, ἢ φλεγμαινόντων,
[l. 10] ἢ σκιῤῥουμένων. κατ’ ἄρθρα μὲν οὕτως· ἐπὶ δὲ τοῦ
[l. 11] δέρματος οὐχ οὕτω μόνον, ἀλλὰ καὶ τῶν ἐντὸς αὐτοῦ
[l. 12] μυῶν καθ’ ὁντιναοῦν τρόπον εἰς ὄγκον αὐξανομένων, ὥστε
[l. 13] καὶ διὰ πολυσαρκίαν τισὶν ἐκτείνεται πολλάκις. ὅτι δὲ κᾀν
[l. 14] ταῖς φλεγμοναῖς ταὐτὸ τοῦτο πάσχει λέλεκται πρόσθεν, ὅθεν
[l. 15] οὔθ’ ἁπλῶς ἕν τι τῶν χαλαστικῶν ἐστιν εἶδος βοηθημάτων,
[l. 16] ἀλλὰ τὰ μὲν ὑγραίνοντα χαλᾷ, τὰ δὲ θερμαίνοντα, τὰ δὲ
[l. 17] μαλάττοντα, τὰ δὲ κενοῦντα, τὰ δὲ τοὺς παρὰ φύσιν ὄγκους
[l. 18] καθαίροντα, τὰ δέ τινα τούτων κατὰ συζυγίαν ἐργαζόμενα.
[p. 11.742]
[l. 1] Θεσσαλὸς δὲ καὶ οἱ ἀπ’ αὐτοῦ σχεδὸν ἅπαντες ὥσπερ ἐν
[l. 2] ἄλλοις πολλοῖς, οὕτω κᾀν τούτοις συγχέουσι καὶ τὰς προσηγορίας
[l. 3] καὶ τὰ πράγματα, τὸ ἐπελθὸν ἀβασανίστως γράφοντες·
[l. 4] ὅθεν καὶ ἡμῖν, ἐπειδὰν τὰ προκείμενα συντελέσωμεν, ἀναγκαῖον
[l. 5] ἴσως γράψαι ποτὲ πρὸς αὐτούς. ἐν δὲ τῷ παρόντι τὰ
[l. 6] συνεχῆ τοῖς εἰρημένοις διερχώμεθα, τὴν ἀρχὴν αὖθις ἀπὸ
[l. 7] τῶν ἐμπλαστικῶν ὀνομαζομένων ποιησάμενοι φαρμάκων,
[l. 8] ἐπειδὴ καὶ περὶ αὐτῶν εἴρηται συχνάκις. συνελόντι μὲν οὖν
[l. 9] εἰπεῖν ἐμπλαστικόν ἐστι φάρμακον ὅπερ ἂν ἐμπλάσσηται
[l. 10] δυσαπολύτως τοῖς κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου πόροις.
[l. 11] εἴρηται δέ μοι περὶ τῆς φύσεως ὧν ἡμεῖς ὑποτιθέμεθα πόρων
[l. 12] αὐτάρκως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν. ἀπεδείχθη
[l. 13] δὲ ἐν τῷ πρὸ τοῦδε ὡς καὶ ἄδηκτον εἶναι χρὴ πάντως
[l. 14] τὸ ἐμπλαστικὸν φάρμακον. εἰ γάρ τι προσείη δακνῶδες
[l. 15] αὐτῷ, μένειν οὐ δυνήσεται κατὰ τοὺς πόρους, ἀλλ’ ἐκκριθήσεται
[l. 16] ῥᾳδίως, ἢ περιτῆξάν τι τῶν μορίων, ἢ πάντως
[l. 17] ἐπισπασάμενον ἐκ τοῦ βάθους ὑγρότητα. δῆλον δὲ
[p. 11.743]
[l. 1] ὡς καὶ τῇ συστάσει γεῶδες, ἢ γλίσχρον γε πάντως εἶναι
[l. 2] χρὴ τὸ ἐμπλαστικόν.
[l. 3] 13.126. Ἀλλὰ περὶ μὲν τούτων καὶ πρόσθεν
[l. 4] αὐτάρκως εἴρηται. τὸ δ’ ἐναντίον αὐτῷ λέγοιτο μὲν
[l. 5] ἂν ἐκκαθαρτικὸν, ἢ ἐκφρακτικὸν τῶν πόρων, ὥσπερ γε καὶ
[l. 6] αὐτὸ τὸ ἐμπλαστικὸν οὐκ ἐμπλαστικὸν μόνον, ἀλλὰ καὶ
[l. 7] ἐμφρακτικόν. εἴη δ’ ἂν ὥσπερ τοῖς ἔργοις ἐναντίον, οὕτω καὶ
[l. 8] τῇ φύσει τοῦ σώματος οὔτε γλίσχρον οὔτε ἄδηκτον, ἀλλὰ
[l. 9] νιτρῶδές τε καὶ λεπτομερές. ἐν γὰρ δὴ τῷ μᾶλλόν τε καὶ
[l. 10] ἧττον ἀλλήλων διαφέρει, τῷ γένει τῆς οὐσίας οὐ διαφέροντα,
[l. 11] τά τ’ ἐμπλαστικὰ τῶν ῥύπον ἐπιτρεφόντων καὶ
[l. 12] τὰ τῶν πόρων ἀνακαθαρτικὰ τῶν ῥυπτικῶν. ὅσα μὲν γὰρ
[l. 13] τὸν ἐπιπολῆς ἀφαιρεῖ ῥύπον, εἴτ’ οὖν ἑλκῶν εἴτε καὶ τοῦ
[l. 14] δέρματος αὐτοῦ, ῥυπτικὰ προσαγορεύεται· τὰ δὲ καὶ τοὺς
[l. 15] πόρους ἐκκαθαίροντα λεπτομερέστερά τέ ἐστιν τούτων καὶ
[l. 16] τοῖς ἐμπλαστικοῖς ἐναντία, καὶ διὰ τοῦτο ἐκφρακτικά τε καὶ
[l. 17] καθαρτικὰ τῶν πόρων ὀνομάζεται. ἔστι δὲ ταῦτα νιτρώδη τε
[l. 18] καὶ πικρὰ, καὶ κατὰ μὲν τοῦ δέρματος ἔξωθεν ἐπιτιθέμενα
[p. 11.744]
[l. 1] τὴν νιτρώδη ποιότητα μόνον ἀκριβῆ κεκτῆσθαι δεῖται πρὸς
[l. 2] τὸ δύνασθαι δρᾷν ἅπερ εἴρηται, εἴσω δὲ τοῦ σώματος λαμβανόμενα,
[l. 3] κᾂν εἰ στύψεώς τι μετέχῃ, δύναιτ’ ἂν εἶναι καὶ οὕτως
[l. 4] ἔτι καθαρτικά τε καὶ διαῤῥυπτικὰ τῶν μειζόνων πόρων,
[l. 5] οἷοίπερ κᾀν τοῖς ἀγγείοις εἰσίν. ἔξωθεν μὲν γὰρ ἡ σμικρότης
[l. 6] τῶν πόρων ὑπὸ τῆς στύψεως τυφλοῦσθαι φθάνουσα, πρὶν
[l. 7] ἐκκαθαρθῆναι καλῶς, οὔτε παραδέχεται τοὐντεῦθεν ἔτι τὴν
[l. 8] ῥυπτικὴν οὐσίαν εἰς τὸ βάθος οὔτ’ ἐκκαθαίρεται. τὰ δὲ κατὰ
[l. 9] τὴν γαστέρα μόρια πάντα καὶ τὰ καθ’ ἧπαρ καὶ σπλῆνα καὶ
[l. 10] τἄλλα πάντα σπλάγχνα μεγίστους ἔχοντα πόρους ἐν αὑτοῖς
[l. 11] εἰς ῥώμην τῶν ἀγγείων ὠφελεῖται πλέον ἢ εἰς τὴν τῶν στομάτων
[l. 12] σμικρότητα βλάπτεται. καὶ διὰ τοῦτο ἔνδοθεν μὲν
[l. 13] ἀψίνθιον διακαθαίρειν πέφυκεν, ἔξωθεν δ’ οὔ. σύνθετον δὲ
[l. 14] ὑπάρχει, ὡς εἴρηται πρόσθεν, ἐκ πικρᾶς καὶ στρυφνῆς δυνάμεως·
[l. 15] οὐκοῦν οὐδὲ τὰ κατὰ μέρος δέομαι προσγράφειν οὐδὲν
[l. 16] τῶν τοιούτων φαρμάκων. ὅσα γὰρ ἂν εὑρίσκῃς νιτρώδη καὶ
[l. 17] πικρὰ, ταῦτ’ ἐκκαθαίρειν ἴσθι δυνάμενα τοὺς πόρους πάντας·
[l. 18] ῥύπον δὲ ἑλκῶν, ἢ καὶ τοῦ δέρματος, οὐ ταῦτα μόνον, ἀλλὰ
[p. 11.745]
[l. 1] καὶ τὰ μετριώτερα ταῖς δυνάμεσιν ἀφαιρεῖν πέφυκεν, οἷάπερ
[l. 2] ἐστι τὰ λεπτομερῆ γλυκέα, καθάπερ τὸ μέλι καὶ τῶν σιτηρῶν
[l. 3] σπερμάτων ἔνια, καθάπερ ὄροβοι καὶ κύαμοι καὶ κριθαὶ
[l. 4] καὶ θέρμοι. καίτοι κᾀν τούτοις αὐτοῖς τὸ μὲν τῶν
[l. 5] κυάμων καὶ τῶν κριθῶν ἄλευρον ἀπορύπτει μόνον, οὐ μὴν
[l. 6] ἐκφράττει γε τοὺς πόρους. τὸ δὲ 2.61. τῶν ὀρόβων τε καὶ
[l. 7] θέρμων, καὶ μάλισθ’ ὅταν ὦσι πικροὶ, πρὸς τὸ ῥύπτειν ἤδη
[l. 8] τι καὶ τῶν πόρων ἐκκαθαρτικὸν ἔχει. παραπλήσιον δὲ καὶ
[l. 9] τοῖς ἀμυγδάλοις συμβέβηκεν. καὶ γὰρ καὶ τούτων ὅσα μέν
[l. 10] ἐστι πικρὰ, καὶ ῥύπτει καὶ διακαθαίρει τοὺς πόρους, ὅσα δὲ
[l. 11] ἐδώδιμα, ῥύπτει μὲν, οὐκ ἐκφράττει δέ. τὸ μέντοι τῆς ἀκαλήφης
[l. 12] σπέρμα καθαίρει τοὺς πόρους ὁμοίως τοῖς πικροῖς
[l. 13] ὀρόβοις τε καὶ ἀμυγδάλοις. ἐκ ταὐτοῦ δ’ ἐστὶ γένους δηλονότι
[l. 14] καὶ ἡ σκίλλα καὶ ἡ ἴρις, ὅσα τ’ ἄλλα, καθάπερ εἴρηται,
[l. 15] κρατοῦσαν ἐν ἑαυτοῖς ἔχει τὴν πικρὰν ποιότητα. καὶ γὰρ καὶ
[l. 16] τὸ νίτρον αὐτὸ καθ’ ἑαυτὸ καὶ τὸ ἀφρόνιτρον ὅ τ’ ἀφρὸς
[l. 17] τοῦ νίτρου καὶ τὸ σέριφον καὶ τὸ ἀβρότονον, ὅσα τ’ ἄλλα
[l. 18] τοιαῦτα σὺν ἐδέσμασί τε καὶ πόμασι λαμβανόμενα τῆς αὐτῆς
[l. 19] ἐστι δυνάμεως. εὐθὺς δὲ τούτοις ὑπάρχει πᾶσι καὶ λεπτυντικοῖς
[l. 20] εἶναι παχέων τε καὶ γλίσχρων χυμῶν, ὥσπερ τοῖς ἐμπλαστικοῖς
[p. 11.746]
[l. 1] ἅπασι, παχεῖς καὶ γλίσχρους ἐργάζεσθαι τοὺς
[l. 2] κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου χυμούς. 13.127. ὥστ’ οὐδὲ τῶν
[l. 3] ἐκ θώρακός τε καὶ πνεύμονος ἤτοι φλεγματωδῶν, ἢ γλίσχρων,
[l. 4] ἢ πύου τμητικώτερα καὶ λεπτυντικώτερα καὶ πρὸς
[l. 5] τὴν ἀναγωγὴν ἐπιτηδειότερα δύναιο ἂν εὑρεῖν ἕτερα πρὸ
[l. 6] τούτων φάρμακα. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰς καθ’
[l. 7] ἧπαρ ἐμφράξεις ἐκκαθαίρειν ὑπάρχει καὶ τὰς κατὰ σπλῆνα
[l. 8] τὰς μετρίας· αἱ δ’ ἰσχυρότεραι σφοδροτέρων φαρμάκων προσδέονται,
[l. 9] καππάρεως φλοιοῦ καὶ μυρίκης ῥιζῶν, σκολοπενδρίου
[l. 10] τε καὶ σκίλλης καὶ τῆς δι’ αὐτὸ δὴ τοῦτο προσαγορευομένης
[l. 11] ἀσπλήνου πόας. διαφόρως δὲ καὶ αὐτοῖς τούτοις
[l. 12] ἐστὶ χρηστέον ἐφ’ ἑκάστου τῶν σπλάγχνων· ἐπὶ μὲν ἥπατος
[l. 13] αὐτοῖς καθ’ ἑαυτὰ μόνοις, ἐπὶ δὲ σπληνὸς ὄξει μιγνύντας
[l. 14] ἢ ἐναφέψοντας, ἐπὶ δὲ τῶν κατὰ θώρακα καὶ πνεύμονα
[l. 15] καὶ μελικράτῳ καὶ πτισάνῃ καὶ ὀξυμέλιτι καὶ τῶν
[l. 16] οἴνων τοῖς γλυκέσιν. ἔστι δὲ καὶ ταῦτα τῆς θεραπευτικῆς
[l. 17] ἤδη μεθόδου· διὸ καὶ παρίημι τό γε νῦν ἔχον τοὺς ὑπὲρ
[l. 18] αὐτῶν λογισμούς. ἔν τε γὰρ ἐκείνῃ τῇ πραγματείᾳ κᾀν
[l. 19] τῇ περὶ συνθέσεως φαρμάκων εἰρήσονται.
[l. 1] Ἅπερ δ’ ἐστὶν ἀναγκαῖον ἔτι προσεπισημήνασθαί
[l. 2] με τοῖς λεγομένοις εἰρήσεται μόνον, ὡς ἐπειδὰν
[l. 3] πλέονα οὔρησιν κινῆσαι βουληθῶμεν, οὐ πάνυ τι τοῖς εἰρημένοις
[l. 4] φαρμάκοις χρηστέον ἐστὶν, ἀλλὰ τοῖς δριμυτέροις τε
[l. 5] ἅμα καὶ μᾶλλον θερμαίνουσιν. εἴρηται γὰρ ἔμπροσθεν ὡς
[l. 6] τὸ δριμὺ πᾶν θερμόν ἐστιν. ἔστι δὲ τοιαῦτα σελίνου σπέρμα
[l. 7] καὶ πετροσελίνου καὶ μαράθρου καὶ δαύκου καὶ ἀγριοσελίνου
[l. 8] καὶ σμυρνίου, καὶ δὴ καὶ τὸ σέσελι καὶ τὸ ἄμμι καὶ
[l. 9] τὸ φοῦ καὶ τὸ μέον, ἄσαρόν τε καὶ ἄκορον, ὑφ’ ὧν οὐ λεπτύνεται
[l. 10] μόνον, ἀλλὰ καὶ χεῖται καὶ διακρίνεται τὸ αἷμα
[l. 11] παραπλησίως τῷ γάλακτι, τοῦ μὲν ὀῤῥώδους καὶ λεπτοῦ
[l. 12] ἀποχωριζομένου καθ’ ἑαυτὸ, τοῦ δ’ αὖ παχυτέρου συνισταμένου
[l. 13] τε πρὸς ἑαυτὸ καὶ ἀκριβῶς ἑνουμένου. πρὸς γὰρ δὴ
[l. 14] τὸ ῥᾳδίως ἐπισπᾶσθαι τοὺς νεφροὺς ὅσον ὑδατῶδές τ’ ἐστὶ
[l. 15] καὶ λεπτὸν καὶ ὀῤῥῶδες ἐν αἵματι ταῦτ’ ἄμφω συντελεῖ,
[l. 16] χύσις μὲν αὐτοῦ τοῦ αἵματος ὅλου τὸ πρῶτον, ἐφεξῆς δ’
[l. 17] αὐτῇ διάκρισις, ὧν οὐδὲν ἄνευ θερμότητος ἰσχυρᾶς ἐνδέχεται
[l. 18] γενέσθαι. καὶ διὰ τοῦτο ταῖς ἐκ τοῦ θώρακος ἀναπτύσεσιν
[l. 19] τοῦ πύου τὰ τοιαῦτα πάντα ἀντιπράττει. φύσις γὰρ
[p. 11.748]
[l. 1] αὐτῶν, ὡς εἴρηται νυνὶ, θερμαντική τε καὶ ξηραντικὴ καὶ
[l. 2] προσέτι συνακτική τε καὶ διακριτικὴ, συναγομένου μὲν εἰς
[l. 3] ταὐτὸ τοῦ παχέος, ἀποκρινομένου δὲ καὶ διακρινομένου κατὰ
[l. 4] τὴν τοῦδε σύνοδον ὅσον ἂν ὀῤῥῶδές τε καὶ λεπτὸν ἐμφέρηται
[l. 5] τῷ αἵματι. τοῦτο μὲν οὖν οἱ νεφροὶ φθάνουσιν ἐφ’
[l. 6] ἑαυτοὺς ἕλκοντες, τὸ δὲ συνιστάμενόν τε καὶ ἀποξηραινόμενον
[l. 7] οὐκέτι εὐπετῶς ἀναπτύεται. καὶ διὰ τοῦτο, καθάπερ
[l. 8] ἀρτίως ἐλέχθη, τμητικὸν μὲν εἶναι χρὴ τὸ τοιοῦτον φάρμακον,
[l. 9] οὐ μὴν ἐπιφανῶς γε θερμὸν, ἵνα μὴ ξηραίνῃ σφοδρῶς,
[l. 10] δίδοσθαί τε σὺν τοῖς ὑγραίνουσι ῥοφήμασί τε καὶ πόμασι
[l. 11] τῆς αὐτῆς χρείας ἕνεκα. τὰ μέντοι τοὺς νεφροὺς ἐκκαθαίροντα
[l. 12] τμητικὰ μὲν ὁμοίως ἐστὶ, δεῖ δ’ εἰς οὐδὲν ὑγρότητος
[l. 13] δαψιλοῦς. ὅσα δὲ τὰς ἐν αὐτοῖς πωρώδεις συστάσεις ἐπιτήδεια
[l. 14] τέμνειν ἐστὶν, τμητικὰ μὲν ἱκανῶς ὑπάρχει καὶ ταῦτα,
[l. 15] θερμότητος δ’ ἥκιστα μετέχει· συνίστησι γὰρ ἀποξηραίνουσα
[l. 16] τὸν πῶρον ἡ θερμότης, οὐ τέμνει καὶ διαιρεῖ. τὰ δ’ ἧττον
[l. 17] θερμὰ μετὰ τοῦ τέμνειν δύνασθαι βελτίω, καθάπερ αἵ τε
[l. 18] ῥίζαι τῶν βασιλικῶν ὀνομαζομένων ἀσπαράγων, αἵ τε τοῦ
[l. 19] βάτου, καὶ τὸ κέστρον καὶ τὸ πόλιον, ὦχρά τε καὶ ὕαλος ἡ
[p. 11.749]
[l. 1] κεκαυμένη, καὶ τὸ διὰ τῆς σκίλλης ὄξος, ὅσα τ’ ἄλλα τοιαῦτα.
[l. 2] 13.128. Θεσσαλὸς δ’ ὁ σκαιότατος ὥσπερ εἰς τἄλλα
[l. 3] τῆς τέχνης ὑβρίζει πλημμελῶς, οὕτω καὶ ταῦτα διασύρειν
[l. 4] ἐπιχειρεῖ, μηδὲν εἶναι νομίζων φάρμακον ἰδίως ἡπατικὸν, ἢ
[l. 5] νεφριτικὸν, ἢ πλευριτικόν.
[l. 6] Ἀλλὰ τὰ μὲν ἐκείνου πλημμελήματα δι’
[l. 7] ἑτέρων γραμμάτων ἐπεδείξαμεν· ἐν δὲ τῷ παρόντι λόγῳ τὰς
[l. 8] ὑπολοίπους τῶν ἁπλῶν φαρμάκων ἐξηγησόμεθα δυνάμεις,
[l. 9] ἀπὸ τῶν ἀραιωτικῶν τε καὶ ἀναστομωτικῶν αὖθις ἀρξάμενοι.
[l. 10] δοκεῖ γὰρ δὴ καὶ ταῦτα πλησιάζειν μέν πως τοῖς
[l. 11] προειρημένοις, ὅσα ῥύπτειν καὶ τέμνειν ἐκφράττειν τε καὶ
[l. 12] διαιρεῖν ἔφαμεν, οὐ μὴν πάντῃ γε ὡμοιῶσθαι. πρῶτον μὲν
[l. 13] οὖν καὶ τούτων τὰς ἐννοίας διοριστέον, εἶθ’ οὕτως τὰς οὐσίας
[l. 14] ζητητέον. ὅσα μὲν δὴ τοὺς κατὰ τὸ δέρμα πόρους
[l. 15] ἀνοίγνυσιν ἀραιωτικὰ προσαγορεύουσιν, ὅσα δὲ τὰ στόματα
[l. 16] τῶν ἀγγείων, ἀναστομωτικά. καὶ δὴ καὶ τῶν ἐναντίων αὐτοῖς,
[l. 17] εἰ μέν τι συνάγει τοὺς πόρους, πυκνωτικὸν ὀνομάζουσιν,
[l. 18] εἰ δέ τι κλείει τὸ στόμιον, ἰδίῳ μὲν οὐκέτι προσαγορεύουσιν
[p. 11.750]
[l. 1] ὀνόματι, γενικωτέροις δέ τισι συνάγον τε καὶ κλεῖον
[l. 2] καὶ σφίγγον καὶ στεγνοῦν ὀνομάζοντες, ἡ δὲ φύσις ἑκατέρων
[l. 3] ἐστὶν τῶν μὲν ἀραιωτικῶν μετρίως θερμὴ καὶ ἥκιστα ξηραίνουσα
[l. 4] καὶ λεπτομερὴς, τῶν δ’ ἀναστομωτικῶν παχυμερὴς,
[l. 5] δριμεῖα καὶ δηκτική· τῶν δ’ ἐναντίων αὐτοῖς ἡ μὲν
[l. 6] πυκνωτικὴ ψυκτικὴ μὲν, οὐ μὴν οὔτε γεώδης οὔτε ἀερώδης,
[l. 7] ἀλλ’ ὑδατώδης μᾶλλον, ἡ δὲ τὰς ἀναστομώσεις κλείουσα παχυμερὴς,
[l. 8] ψυχρά. παράδειγμα δὲ τούτων· ἀραιωτικῆς μὲν φύσεως
[l. 9] χαμαίμηλόν τε καὶ ἀλθαία καὶ τὸ δι’ αὐτῶν ἔλαιον,
[l. 10] οὐχ ἥκιστα δὲ καὶ τὸ διὰ τῶν ἀγρίων σικύων. ἀλλὰ καὶ
[l. 11] τὸ παλαιὸν καὶ τὸ κίκινον καὶ τὸ ῥαφάνινον ἔλαιον ἐκ
[l. 12] τῆς αὐτῆς ἐστιν ἰδέας. ἀναστομωτικῆς δὲ δυνάμεως ὅσα
[l. 13] δριμέα τέ ἐστιν καὶ γεώδη πάντα, κυκλάμινος, σκόροδα,
[l. 14] κρόμμυα, τῶν ταύρων αἱ χολαί. τῶν μύρων ἁπάντων παχυμερῶν
[l. 15] τε ἅμα καὶ θερμῶν αἱ ὑποστάσεις, οἷόν περ καὶ τὸ
[l. 16] ἴρινόν ἐστιν καὶ τὸ ἀμαράκινον, ἃ δὴ καὶ τὰς τυφλωθείσας
[l. 17] αἱμοῤῥοΐδας ἀναστομοῖ. τὰ δέ γε τὸ τῆς μήτρας στόμιον
[l. 18] ὑπὸ φλεγμονῆς τινος ἢ ξηρότητος ἢ σκίῤῥου μεμυκὸς ἀναστομοῦν
[p. 11.751]
[l. 1] λεγόμενα κατὰ συμβεβηκὸς ἂν, οὐ πρώτως οὐδὲ
[l. 2] καθ’ ἑαυτὰ τοιαῦτα ἂν εἴη τινὸς δυνάμεως, ὥσπερ οὐδ’
[l. 3] ὅσα μεμυκότων ὑπὸ φλεγμονῆς ἤτοι χειλῶν ἢ βλεφάρων ἢ
[l. 4] μυκτήρων ἢ φάρυγγος ἢ πόσθης ἢ ἕδρας ἤ τινος ἑτέρου
[l. 5] τοιούτου στόματος ὀργάνου τὴν φλεγμονὴν ἰασάμενα, καὶ
[l. 6] τὴν μύσιν ἐπηνωρθώσαντο. καὶ γὰρ καὶ ταῦτα φλεγμονῆς
[l. 7] εἶναι λυτικὰ λέγοιντ’ ἂν, ἀναστομωτικὰ δ’ οὐδαμῶς ἁμαρτάνει
[l. 8] δ’ ἐν αὐτοῖς ὁ Διοσκουρίδης, ἀναστομωτικῆς ἐνίοτε
[l. 9] λέγων εἶναι δυνάμεως ἤτοι χαλαστικόν τι φάρμακον ἢ
[l. 10] μαλακτικὸν ἢ ὑγραντικὸν ἢ φλεγμονῆς λυτικόν. αἱ μὲν δὴ
[l. 11] τῶν ἀραιωτικῶν τε καὶ τῶν ἀναστομωτικῶν οὐσίαι τοιαίδε.
[l. 12] 2.62. τῶν δ’ ἐναντίων αὐταῖς ἡ μὲν τῶν πυκνωτικῶν ὕδατός
[l. 13] τέ ἐστι τοῦ ψυχροῦ καὶ ἀειζώου καὶ ἀνδράχνης καὶ
[l. 14] τριβόλου χλωροῦ καὶ ψυλλίου καὶ τῆς πόας ἣν μυὸς ὦτα
[l. 15] προσαγορεύουσιν, καὶ φακοῦ τοῦ ἀπὸ τῶν τελμάτων, καὶ
[l. 16] ἁπλῶς εἰπεῖν ὅσα ψύχει μὴ στύφοντα. διὸ καὶ μανδραγόρας
[l. 17] καὶ 13.129. κώνειον, ὑοσκύαμός τε καὶ μήκων, αὐτὰς δὲ
[l. 18] λέγω νῦν τὰς πόας, εἰ μὲν μετρίως τις χρήσαιτο, πυκνωτικαὶ
[p. 11.752]
[l. 1] ταῖς δυνάμεσιν ὑπάρχουσιν· εἰ δ’ ἐπὶ πλέον, οὐ πυκνωτικαὶ
[l. 2] μόνον, ἀλλ’ ἤδη καὶ ναρκωτικαί· εἰ δ’ ἐπὶ πλεῖστον,
[l. 3] οὐκέτι ναρκωτικαὶ μόνον, ἀλλ’ ἤδη καὶ νεκρωτικαί.
[l. 4] ἡ δὲ τῶν ἐναντίων τοῖς ἀναστομωτικοῖς οὐσία, παχυμερὴς
[l. 5] οὖσα καὶ ψυχρὰ, τῶν στυφόντων ἁπάντων ἐστὶ χωρὶς ἐπὶ
[l. 6] μίκτον δριμύτητος. εἴρηται δὲ τῆς ὕλης αὐτῶν ἱκανὰ παραδείγματα
[l. 7] κατὰ τὸ δ΄ γράμμα, δι’ οὗ καὶ τὴν οὐσίαν ἐξήγημαι
[l. 8] τῶν τοιούτων φαρμάκων, γεώδη καὶ ψυχρὰν οὖσαν.
[l. 9] οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰ μόνη συνάγειν καὶ κλείειν
[l. 10] πέφυκε τὰ παρὰ φύσιν ἀναπεπταμένα τῶν ἀγγείων στόματα·
[l. 11] μόνῃ γὰρ αὐτῇ πάνθ’ ὅσα δεῖται τὰ συναχθησόμενα
[l. 12] πάρεστι, διὰ μὲν τὸ παχυμερὲς τῆς συστάσεως ἔξωθεν μὲν
[l. 13] προσπιπτούσῃ, διεξέρχεσθαι δὲ τοὺς λεπτοὺς πόρους ἀδυνατούσῃ,
[l. 14] διά τε τὴν ψύξιν εἴσω τε πιλούσῃ καὶ συναγούσῃ
[l. 15] πανταχόθεν εἰς ἑαυτὰ τὰ πλησιάζοντα· διότι δὲ ξηραίνει,
[l. 16] τοιοῦτον γὰρ ἐδείχθη πᾶν τὸ στῦφον, ἐκβοσκουμένη τε τὴν
[l. 17] ἰκμάδα καὶ τονοῦσα τὸ μόριον. ἀλλ’ εἴπερ ἅπαντα συνέλθῃ
[l. 18] ταῦτα, κλεισθήσεται τὸ στόμιον ὡς ὑπὸ δακτύλων τινῶν
[p. 11.753]
[l. 1] ἔξωθεν τῶν μορίων τῆς στυφούσης οὐσίας συναγόμενον. ὅσα
[l. 2] δὲ τῶν φαρμάκων ψυχρὰ μέν ἐστιν ἢ ὁμοίως ἢ μᾶλλον, ὑδατώδη
[l. 3] δ’ ἐστὶ ταῖς οὐσίαις, ἀσθενῶς τὰ τοιαῦτα καὶ συνάγει
[l. 4] τε καὶ σφίγγει διὰ μαλακότητα. δεῖται γάρ τινος ἰσχύος
[l. 5] ἀντιβατικῆς καὶ σκληρᾶς ἅπαν τὸ μέλλον πιλήσειν τε καὶ
[l. 6] συνάξειν ὁτιοῦν ἰσχυρῶς, ἣν οὐκ ἔχοντα τὰ ὑδατωδέστερα
[l. 7] ταῖς οὐσίαις φάρμακα τοὺς μὲν λεπτοὺς πόρους ἐν ἑκάστῳ
[l. 8] σώματι συνάγει καὶ πυκνοῖ, τὸ δ’ ὅλον ὄργανον ἀδυνατεῖ
[l. 9] σφίγξαι πανταχόθεν, ὥστ’ εὐλόγως τὰ τοιαῦτα πυκνωτικὰ
[l. 10] μέν ἐστι, στεγνωτικὰ δὲ οὐκ ἔστιν. ἄκουε δέ μου νῦν στεγνωτικὰ
[l. 11] λέγοντος ὅσα τὰς αἰσθητικὰς ἐκκρίσεις ἐπέχει. καὶ
[l. 12] γὰρ τὸ στεγνωτικὸν σῶμα, τὸ στέγον ἐν αὑτῷ καὶ μηδὲν
[l. 13] ἔξω μεθιὲν αἰσθητῶς, ὑπὸ τῶν Ἑλλήνων προσηγόρευται
[l. 14] στεγνόν. ταυτὶ μὲν οὖν τοιαῦτα ταῖς κράσεσί τ’ ἐστὶ καὶ
[l. 15] ταῖς δυνάμεσιν· τὰ δὲ ἀραιωτικὰ θερμαίνει μὲν πάντως·
[l. 16] οὐδὲ γὰρ ἂν ἄλλως δύναιτο διαχέαι τε ἅμα καὶ χαλάσαι τὴν
[l. 17] οὐσίαν, οἷς ἕπεται τὸ καὶ τοὺς πόρους εὐρυνθῆναι· χρὴ
[p. 11.754]
[l. 1] μέντοι μήτ’ ἄγαν αὐτὰ θερμὰ ταῖς κράσεσιν εἶναι, δριμέα
[l. 2] γὰρ ἤδη ταῦτα καὶ φρίττειν ἀναγκάζει, μήτε ξηραντικά.
[l. 3] καὶ γὰρ καὶ ταῦτα συντηκτικά τ’ ἐστὶ καὶ ὀδυνηρὰ τῶν
[l. 4] αἰσθητικῶν σωμάτων.
[l. 5] Ὅσα τοίνυν ἀλύπως θερμαίνει, ταῦτα
[l. 6] ἀραιωτικὰ μόνον ὑπάρχει τῶν πάντων· εἰ δὲ μὴ θερμὰ
[l. 7] μόνον, ἀλλὰ καὶ παχυμερῆ ταῖς συστάσεσιν εἴη, σφοδρὰ
[l. 8] μὲν ὑπάρχοντα καὶ καυστικὰ συντήκει τε τὰ σώματα
[l. 9] δίκην πυρὸς, ἐσχάρας τε πολλάκις ὁμοίας ταῖς ἀπὸ
[l. 10] τῶν καυστήρων ἐργάζεται. ἧττον δ’ ἢ ὥστε καίειν θερμαίνοντα
[l. 11] τῆς ἀναστομωτικῆς 13.130. ἐστι δυνάμεως, ὥστ’ εἶναι
[l. 12] τῶν ἀναστομωτικὸν φάρμακον τῇ μὲν οὐσίᾳ γεῶδές τε ἅμα
[l. 13] καὶ πυρῶδες, εἰς τοσοῦτον δ’ ἧκον θερμότητος ὡς μήπω
[l. 14] καίειν. εἰ δὲ καυστικόν τε ἅμα καὶ μὴ μέντοι σφοδρῶς εἴη,
[l. 15] καὶ προσέτι λεπτομερὲς, ἤτοι παντάπασιν ἄδηκτον ἔσται τὸ
[l. 16] τοιοῦτον, ἢ μετ’ ὀλίγης δήξεως καὶ ὀδύνης ἀποτήξει τι τῶν
[l. 17] σαρκωδῶν μορίων. τῷ γὰρ μήτ’ ἀλλοιοῦν ἀθρόως, ὥσπερ
[l. 18] τὰ σφόδρα θερμὰ, μήτε μόλις διεξέρχεσθαι, καθάπερ τὰ παχυμερῆ,
[p. 11.755]
[l. 1] λανθάνουσαν ἔχει τὴν ἐνέργειαν, εἴ γε τῶν ἀλλοιώσεων
[l. 2] αἱ ἀθρόαι μεταβολαὶ μάλιστα αἰσθητικαὶ καὶ τῶν
[l. 3] διεξόδων αἱ βίαιοι. τὸ γὰρ παχυμερὲς καυστικὸν, ᾧπερ ἂν
[l. 4] ἐνιζήσῃ μορίῳ, σκόλοπος δίκην ἐμπεπαρμένον ἀνιᾷ. ἀλλ’
[l. 5] ἐκεῖνο μὲν ἐσχαρωτικόν ἐστιν ὁμοίως τοῖς καυστικοῖς. ὑπὲρ
[l. 6] ὧν δὲ νῦν ὁ λόγος ἐνέστηκεν, οὔτε ἐσχάραν ἐργάζεται καὶ
[l. 7] καλεῖται σηπτικὰ, οὐκ οἰκείας μὲν τῆς προσηγορίας τετυχηκότα.
[l. 8] τὰ γὰρ ὄντως σηπτικὰ ὑγραίνοντα μετὰ τοῦ θερμαίνειν
[l. 9] ἐστίν. ὅμως δ’ οὖν οὕτω καλοῦμεν τῇ τοῦ συμπτώματος
[l. 10] ὁμοιότητι, φθορὰ γὰρ ἀνώδυνος ὑπ’ ἀμφοτέρων
[l. 11] γίγνεται· πλείους μὲν οὖν εἰσιν οἱ τῶν φθειρομένων τρόποι.
[l. 12] τά τε γὰρ ὑπερψυχθέντα καὶ ὑπερθερμανθέντα καὶ ὑπερυγρανθέντα
[l. 13] καὶ ὑπερξηρανθέντα φθείρεται, ἀλλ’ οὐ πάντα
[l. 14] γε τὰ φθειρόμενα σήπεσθαί φαμεν, ἀλλ’ ὅσα μετὰ δυσωδίας
[l. 15] τοῦτο πάσχει. περὶ μὲν δὴ τῶν ὀνομάτων οὐ πάνυ χρὴ
[l. 16] σπουδάζειν. χρὴ δ’ εἰδέναι τὰ καλούμενα φάρμακα σηπτὰ
[l. 17] καὶ σηπτικὰ, καθάπερ ἀρσενικὸν καὶ σανδαράκη καὶ χρυσοκόλλα,
[p. 11.756]
[l. 1] δρυόπτερίς τε καὶ πιτυοκάμπη καὶ ἀκόνιτον τήκειν
[l. 2] τε καὶ συντήκειν ἅπαντα, καὶ μάλιστα τῆς μαλακῆς σαρκὸς
[l. 3] ὀδύνης χωρίς. ἔνια δ’ ἐξ αὐτῶν ἰδίως ὀνομάζουσι καθαιρετικὰ,
[l. 4] καὶ χρῶνταί γε πρὸς τὰς ἐπουλώσεις τῶν ὑπερσαρκούντων
[l. 5] ἑλκῶν. ἔστι δὲ καὶ ταῦτα τῆς μὲν αὐτῆς τῷ γένει
[l. 6] τῆς σηπτικῆς ὀνομαζομένης δυνάμεως, ἀσθενεστέρας δ’
[l. 7] εἰς τοσοῦτον ὡς τὸ μὲν ἐπιπολῆς μόνον ᾧ προσπίπτει καθαιρεῖν,
[l. 8] εἰς βάθος δ’ ἀδυνατεῖν προσέρχεσθαι, καθάπερ καὶ
[l. 9] τὸ τῆς Ἀσίας πέτρας ἄνθος, οὐ μὴν τῆς γε αὐτῆς τῆς ὄντως
[l. 10] ἐπουλωτικῆς δυνάμεώς ἐστι τὰ τοιαῦτα. ἐκεῖνα γὰρ οὐ
[l. 11] καθαιρεῖν οὐδ’ ἀποτήκειν τι τῆς σαρκὸς, ἀλλὰ σκληρύνειν
[l. 12] τε καὶ ξηραίνειν πέφυκεν, ἥ τε στυπτηρία καὶ ἡ κίκις, ἣν
[l. 13] ὀμφακῖτιν ὀνομάζουσιν, ὅ τε κεκαυμένος χαλκὸς, καὶ μάλισθ’
[l. 14] ὁ πεπλυμένος. ὁ μὲν γὰρ ἄπλυτος ἔχει τι καθαιρετικὸν,
[l. 15] ὥσπερ καὶ ἡ τοῦ χαλκοῦ λεπίς. ὁ πεπλυμένος δὲ τὸ κάλλιστον
[l. 16] τῶν ἐπουλωτικῶν φαρμάκων ἐστί. χρὴ γὰρ καὶ στύφειν
[l. 17] μετρίως καὶ ξηραίνειν τὸ μέλλον ἐπουλώσειν καλῶς.
[p. 11.757]
[l. 1] ὅθεν καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς, καὶ τὰ τῆς
[l. 2] ῥοιᾶς λέμματα ξηρὰ, καὶ πάνθ’ ὅσα τοιαῦτα τῶν ἐπουλωτικῶν
[l. 3] φαρμάκων ἐστίν.
[l. 4] Συγκέχυται δὲ παρὰ τοῖς πολλοῖς τῶν
[l. 5] ἰατρῶν οὐχ ἡ προσηγορία μόνον, ἀλλὰ καὶ ἡ τῆς δυνάμεως
[l. 6] γνῶσις ἁπάντων τῶν τοιούτων φαρμάκων. ἐπουλωτικὰ
[l. 7] 13.131. γὰρ ὀνομάζουσιν ἐνίοτε καὶ τὰ καθαιρετικὰ καὶ συντηκτικὰ
[l. 8] τῆς σαρκὸς, ὅτι χρωμένων ἡμῶν καὶ τούτοις πολλάκις εἰς
[l. 9] οὐλὴν ἀφικνεῖται τὰ ἕλκη, ἀλλ’ οὔτε πρώτως οὔτε κατὰ τὴν
[l. 10] οἰκείαν αὑτῶν δύναμιν, οὔτ’ ἐπὶ πάσῃ χρήσει τοῦτο γίνεται.
[l. 11] χνοώδη γὰρ ἀκριβῶς τὰ τοιαῦτα φάρμακα διὰ τοῦ τῆς μύλης
[l. 12] πυρῆνος ἐπικυλιομένου ταῖς σαρξὶν εἰς οὐλὴν ἄγει τὰ
[l. 13] ἕλκη. εἰ δὲ βραχεῖ πλείονι χρήσαιο, καὶ δάκνει καὶ συντήκει
[l. 14] τὴν σάρκα καὶ κοῖλον ἐργάζεται τὸ ἕλκος ἐναντίον τοῖς ὄντως
[l. 15] ἐπουλωτικοῖς. εἰ μὴ γὰρ ἀξιόλογον ἐκείνων ἐπιθείης,
[l. 16] οὐδὲν ἀνύσει. πρόκειται μὲν γὰρ ἐν ταῖς τῶν ἰσοπέδων ἑλκῶν
[l. 17] ἐπουλώσεσιν ἀλλοιῶσαί τε τὴν σάρκα καὶ δέρμα ποιῆσαι.
[l. 18] γίνεται δὲ τοῦτο διὰ τῶν συνάγειν αὐτὴν καὶ σφίγγειν
[p. 11.758]
[l. 1] καὶ πιλεῖν καὶ πυκνοῦν καὶ ξηραίνειν καὶ τυλοῦν δυναμένων.
[l. 2] οἷον γὰρ τετυλωμένη τις σάρξ ἐστι τὸ δέρμα. τὰ
[l. 3] μὲν οὖν οὕτως ἐνεργεῖν δυνάμενα φάρμακα πρώτως τε καὶ
[l. 4] κυρίως ἐπουλωτικὰ λέγεται· τὰ δ’ ἄλλα τὰ καθαιρετικὰ
[l. 5] δευτέρως τε καὶ κατὰ συμβεβηκὸς, ὥσπερ καὶ ὅσα χωρὶς τοῦ
[l. 6] στύφειν ἀδήκτως ξηραίνει. 2.63. καὶ γὰρ ταῦτα εἰς οὐλὴν ἄγει
[l. 7] κατὰ συμβεβηκὸς, οἷόν τι φάρμακόν ἐστιν καὶ ἡ σμύρνα καὶ ἡ
[l. 8] λιθάργυρος. καὶ εἰ καυθείη τό τε ὄστρεον καὶ τὸ διφρυγὲς,
[l. 9] ἐπιπαττόμενα γὰρ καὶ ταῦτα ξηρὰ, πολλάκις ἐπούλωσεν. εἰδέναι
[l. 10] δὲ χρὴ κᾀν τούτοις τοῖς λόγοις κᾀν τοῖς ἄλλοις ἅπασιν,
[l. 11] ἔνθα τὸ πολλάκις προστίθημι, τοῦτό με δηλοῦν ἐθέλειν,
[l. 12] ὅτι καὶ ἀποτυγχάνει τῆς ἐπαγγελίας ἐνίοτε τὰ τοιαῦτα,
[l. 13] διὰ τὸ μὴ πρώτως αὐτὴν μηδὲ κατὰ τὴν ἑαυτῶν δύναμιν
[l. 14] ἐργάζεσθαι. τὰ δ’ ἐπουλωτικὰ φάρμακα πᾶν μὲν ἕλκος
[l. 15] ἰσόπεδον ἐπουλεῖν τι δύναται, καθάπερ καὶ τὰ ῥυπτικὰ μετρίως
[l. 16] καὶ ἀδήκτως τῶν κοίλων ἐστὶ πληρωτικά. λεχθήσεται
[l. 17] δ’ ἐπὶ πλεῖστον ὑπὲρ τῆς τῶν τοιούτων δυνάμεως ἐν
[p. 11.759]
[l. 1] τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ᾗ κεκοινώνηκε
[l. 2] πολλαχόθι τουτὶ τὸ βιβλίον, ὡς καὶ κατὰ τὴν ἀρχὴν αὐτοῦ
[l. 3] προείρηται. διό μοι δοκῶ καταπαύσας ἤδη τὸν περὶ τούτων
[l. 4] λόγον ἐφ’ ἕτερόν τι γένος δυνάμεων μεταβήσεσθαι τῶν ἑλκτικῶν
[l. 5] τε καὶ ἀποκρουστικῶν ὀνομαζομένων.
[l. 6] Ἑλκτικαὶ μὲν οὖν εἰσιν ὅσαι τὰ κατὰ
[l. 7] βάθος ἐπισπῶνται σφοδρότερον. ἀποκρουστικαὶ δὲ ὅσαι
[l. 8] πρὸς τὸ βάθος ἀπελαύνουσι τοὺς πλησιάζοντας ἐν αὐταῖς
[l. 9] χυμούς. ἡ δ’ οὐσία τῶν μὲν θερμή τ’ ἐστὶν καὶ λεπτομερὴς,
[l. 10] τῶν δ’ ἔμπαλιν ψυχρά τε καὶ παχυμερής. ἕλκει μὲν
[l. 11] γὰρ ἀεὶ τὸ θερμὸν, ἀποκρούεται δὲ τὸ ψυχρόν. ἀλλὰ τὸ
[l. 12] μὲν λεπτομερὲς θερμὸν ἕλκει σφοδρότερον, τὸ δὲ παχυμερὲς
[l. 13] ψυχρὸν, οἷόν περ τὸ στῦφον ὠθεῖ βιαιότερον. ἐξ οὖν τοῦ
[l. 14] σφοδροῦ τῆς ἐνεργείας ἑκατέρῳ τοὔνομα. ἡ μὲν δὴ τῶν
[l. 15] στυφόντων ὕλη πρόδηλος· ἡ δὲ τῶν ἑλκτικῶν ἡ μὲν τις αὐτοφυής
[l. 16] ἐστιν, ἡ δ’ ἐκ σηπεδόνος ὀξυνούσης ἔχει τὴν γένεσιν,
[l. 17] αὐτοφυὴς μὲν ἥ τε τοῦ δικτάμου καὶ ἡ τῆς προπόλεως
[l. 18] καὶ θαψίας καὶ ἡ τοῦ σαγαπηνοῦ καὶ ἡ τῶν ὀπῶν
[p. 11.760]
[l. 1] τοῦ Κυρηναίου τε καὶ Μηδικοῦ, καὶ εἰ δή τις ἄλλος ὅμοιος
[l. 2] τούτοις ἐστίν. ἐκ σηπεδόνος δὲ ἥ τε τῆς ζύμης καὶ ἡ τοῦ
[l. 3] ψωρικοῦ καλουμένου. 13.132. ἤδη δὲ καὶ ἡ κόπρος ἡ ἐκ σηπεδόνος
[l. 4] ἅπασι μὲν ἂν οὕτω γε τῆς ἑλκτικῆς εἶεν δυνάμεως,
[l. 5] οὐ μικρὰ δ’ ἐν αὐταῖς ἡ διαφορά. ἡ μὲν γὰρ τῆς περιστερᾶς
[l. 6] ἱκανῶς ἑλκτικὴ, τὸ δ’ ἶσον ἀφ’ ἑκατέρας ταύτης ἀφεστήκασιν
[l. 7] ἐπὶ μὲν τὸ θερμότερον ἡ τοῦ χηνὸς, ἐπὶ δὲ τὸ
[l. 8] ψυχρότερον ἡ τοῦ ἀλεκτρυόνος. ἀπολείπεται δὲ ταύτης ἔτι
[l. 9] μᾶλλον ἥ τε τῶν ἀνθρώπων καὶ τῶν ὑῶν. ἡ δὲ τῶν κυνῶν
[l. 10] οἷά περ τὰ ῥυπτικὰ φάρμακα, καὶ μᾶλλον ὅταν ὀστᾶ κατεσθίωσι.
[l. 11] καὶ ἡ τῶν κροκοδείλων δὲ τῶν χερσαίων ἔτι καὶ
[l. 12] μᾶλλον ἀκριβοῖ τοῦτο. ἔστι δὲ καὶ ἕτερόν τι γένος ἑλκτικῶν
[l. 13] φαρμάκων, οἰκειότητι ποιότητος ἐπισπώμενον, ὅπερ
[l. 14] οὐδὲν ἄλλο ἐστὶν ἢ ὁμοιότητι τῆς ὅλης οὐσίας, ὥσπερ καὶ
[l. 15] τὰ τρεφόμενα τὰς οἰκείας τροφὰς ἐπισπᾶται. τῶν τοιούτων
[l. 16] δ’ ἐστὶ φαρμάκων καὶ τὰ καθαίροντα μὲν πάντα καὶ τῶν
[l. 17] ἀλεξητηρίων δ’ ἔνια. θερμὰ δ’ εἶναι χρὴ πάντα τὰ τοιαῦτα.
[l. 18] τῶν γὰρ ὁμοίων ταῖς οὐσίαις, τὸ θερμότερον ἑλκτικώτερον
[p. 11.761]
[l. 1] ὑπάρχει, καὶ ὡς ἂν προσειληφὸς σύμμαχον τῇ ὁμοιότητι
[l. 2] τὴν θερμότητα. δυσὶ γὰρ αἰτίαις ἕλκον τὸ τοιοῦτο πλεονεκτήσει
[l. 3] τοῦ κατὰ τὴν ἑτέραν μόνην ἐπισπωμένου. διοίσει
[l. 4] δ’ οὐδὲν ἐπισπαστικὴν λέγειν ἢ ἑλκτικὴν ἢ ἑλκυστικὴν
[l. 5] δύναμιν.
[l. 6] Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται,
[l. 7] μεταβῶμεν ἐπὶ τὰς ἀλεξητηρίους τε καὶ ἀλεξιφαρμάκους
[l. 8] ὀνομαζομένας δυνάμεις. ἔστι δὲ καὶ τούτων ἡ φύσις
[l. 9] διττὴ, τῶν μὲν ἀλλοιούντων, τῶν δ’ ἐκκενούντων τοῦ πεπονθότος
[l. 10] σώματος ἢ τὸν φθαρτικὸν ἰὸν ἢ τὸ δηλητήριον
[l. 11] φάρμακον. ἀλλοιοῖ μὲν οὖν ἤτοι κατά τινα ποιότητα μίαν
[l. 12] ἢ συζυγίαν ἐκ δυοῖν ἢ κατὰ τὰς ὅλας οὐσίας, ἐκκενοῖ δὲ τῇ
[l. 13] τῆς ὅλης οὐσίας ὁμοιότητι καὶ τῇ λεπτομερεῖ θερμότητι.
[l. 14] τέτταρες οὖν αἱ πᾶσαι διαφοραὶ γενήσονται τῆς ἐξ αὐτῶν
[l. 15] ὠφελείας, δύο μὲν ἀλλοιωτικαὶ καὶ δύο κενωτικαί. καὶ ἡ
[l. 16] μὲν δὴ τῇ τῆς ποιότητος ἐναντιώσει βοηθοῦσα πρόδηλος.
[l. 17] εἰ μὲν γὰρ ψυχρὸν εἴη τὸ δηλητήριον φάρμακον, ἢ ὁ ἰὸς ὁ
[l. 18] τοῦ ζώου, πρὸς τῶν θερμαινόντων ὠφεληθήσονται φαρμάκων·
[p. 11.762]
[l. 1] εἰ δὲ θερμὸν, ὑπὸ τῶν ψυχόντων· καὶ εἰ μὲν ξηρὸν,
[l. 2] ὑπὸ τῶν ὑγραινόντων, εἰ δὲ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων·
[l. 3] οὕτω δὲ καὶ εἰ μὲν ψυχρὸν ἅμα καὶ ὑγρὸν, ὑπὸ τῶν ξηραινόντων
[l. 4] καὶ θερμαινόντων, εἰ δὲ θερμὸν καὶ ξηρὸν, ὑπὸ
[l. 5] τῶν ὑγραινόντων καὶ ψυχόντων, καὶ κατὰ τὰς λοιπὰς δύο
[l. 6] συζυγίας ἀνάλογον. οὐκ ἄδηλος δὲ οὐδὲ ἡ διὰ τῆς καθ’
[l. 7] ὅλην τὴν οὐσίαν τῶν δυνάμεων ἀλλοίωσίς ἐστιν τοῖς μεμνημένοις
[l. 8] τῶν προαποδεδειγμένων ἔν τε τοῖς περὶ τῶν φυσικῶν
[l. 9] δυνάμεων ὑπομνήμασιν καὶ προσέτι τοῖς περὶ κράσεων.
[l. 10] αἱ γὰρ ἀλλοιοῦσαι τὰ δηλητήρια φάρμακα δυνάμεις ἐν τῷ
[l. 11] μέσῳ τὴν φύσιν εἰσὶ τῶν τε πασχόντων σωμάτων καὶ ἀδικούντων
[l. 12] αὐτὰ φαρμάκων, ὥστ’ ἀνάλογον ἔχειν ὡς τὸ σῶμα
[l. 13] πρὸς τὴν ἀλεξητήριον δύναμιν, οὕτως ἐκείνην πρὸς τὸ δηλητήριον,
[l. 14] ὡσαύτως δὲ καὶ ὡς τὸ δηλητήριον πρὸς τὸ ἀλεξητήριον,
[l. 15] οὕτως καὶ τὸ ἀλεξητήριον πρὸς τὸ σῶμα. καὶ διὰ
[l. 16] τοῦτο τὰ τοῖς δηλητηρίοις ἐναντιούμενα σχεδὸν ἅπαντα πλείω
[l. 17] ληφθέντα 13.133. μεγάλως ἀδικεῖ τὸ τοῦ ζώου σῶμα. χρὴ
[l. 18] τοίνυν ἐν τοσαύτῃ δίδοσθαι συμμετρίᾳ ποσότητος πάσας τὰς
[p. 11.763]
[l. 1] τοιαύτας δυνάμεις ὡς μήτε τῷ πλήθει βλάπτειν τὸ σῶμα
[l. 2] μήτε δι’ ὀλιγότητα νικᾶσθαι πρὸς τῶν δηλητηρίων. ἀλλὰ
[l. 3] τοῦτο μὲν ἤδη τῆς θεραπευτικῆς ἐστι μεθόδου, νυνὶ δὲ τῶν
[l. 4] ἐφεξῆς ἐχώμεθα. πᾶς δηλητήριος ἰὸς ὑπὸ τῶν ἔξωθεν ἐπιτιθεμένων
[l. 5] ἐκκενοῦται φαρμάκων, οἷον ἤτοι θερμότητι τὴν
[l. 6] ὁλκὴν ποιουμένων, ἢ τῇ τῆς ὅλης οὐσίας ὁμοιότητι. χρὴ δὲ
[l. 7] κᾀνταῦθα μέσον ὡς ἔνι μάλιστα τῇ φύσει τὸ ἀλεξητήριον
[l. 8] ὑπάρχειν τοῦ τε σώματος οὗ θεραπεύει καὶ τοῦ βλάπτοντος
[l. 9] ἰοῦ. ἂν γὰρ ἐναντιώτατον ᾖ τοῦ σώματος, δράσει μᾶλλον
[l. 10] εἰς αὐτὸ καθάπερ τι δηλητήριον, οὐ κενώσει τὸν ἰόν. ἵνα
[l. 11] γὰρ ἀναλάβωμεν ἕνεκα σαφηνείας αὖθις τὸ σύμπαν, εἰδέναι
[l. 12] χρὴ τὰς δηλητηρίας ἁπάσας δυνάμεις ἐναντιωτάτας οὔσας
[l. 13] τῇ κράσει τοῖς βλαπτομένοις ὑπ’ αὐτῶν σώμασιν. εἴπερ οὖν
[l. 14] ὑπὸ τῶν ὁμοίων τῇ κράσει κενοῦνται φαρμάκων, εἴη ἂν δήπου
[l. 15] καὶ ταῦτα ταῖς τῶν σωμάτων φύσεσιν ἐναντία. καὶ
[l. 16] μὲν δὴ καὶ ἔστιν ἐναντία πως, οὐ μὴν εἰς τοσοῦτόν γε ὡς
[l. 17] ἀναιρεῖν, ἀλλ’ ἐπαμφοτερίζειν μᾶλλον ἐν τῷ μέσῳ καθεστηκότα
[l. 18] τῶν τε βλαπτόντων ἄντικρυς τὸ τοῦ ζώου σῶμα καὶ
[p. 11.764]
[l. 1] τῶν ὠφελούντων. εἴτε δὲ δηλητηρίους δυνάμεις, εἴτε φθαρτικὰς,
[l. 2] εἴτε φθοροποιοὺς, εἴτε ὁπωσοῦν ἐθέλοις ἄλλως
[l. 3] καλεῖν, οὐ διοίσει, κατὰ ταὐτὰ δὲ κᾂν ἀλεξητηρίους ἢ ἀλεξιφαρμάκους.
[l. 4] οὐ μὴν οὐδ’ εἰ τὰς μὲν τῶν ἰοβόλων θηρίων
[l. 5] ἰατικὰς ἀλεξητηρίους ἐθέλοι τις ὀνομάζειν, τὰς δὲ τῶν δηλητηρίων
[l. 6] ἀλεξιφαρμάκους, ὥσπερ ἤδη τινὲς ἠξίωσαν, οὐδὲ
[l. 7] πρὸς τούτους ἀμφισβητέον ὑπὲρ τῶν ὀνομάτων. οὐ γὰρ ἐκ
[l. 8] τούτων τὸ προσηκόντως ἰᾶσθαι τὰς νόσους, ἀλλ’ ἐκ τῆς
[l. 9] τῶν πραγμάτων παραγίγνεται ἐπιστήμης.
[l. 10] Ἐπεὶ δὲ καὶ περὶ τούτων ὅσον εἰς τὰ
[l. 11] παρόντα συμμέτρως εἴρηται, ἤδη μεταβῶμεν ἑξῆς ἐπὶ τὸν
[l. 12] τῶν ἀνωδύνων τε καὶ παρηγορικῶν ἢ πραϋντικῶν ἢ ὅπως
[l. 13] ἄν τις ὀνομάζειν ἐθέλοι δυνάμεων λόγον. ἀνώδυνος οὖν
[l. 14] δύναμις ἡ μέν τις ὄντως ἐστὶν, ἡ δὲ λέγεται μόνον, ὡς εἰ
[l. 15] καὶ τὸν νεκρὸν ἄνθρωπον ἀνώδυνον εἴποι τις. ἡ μὲν οὖν
[l. 16] ὄντως ἀνώδυνος ἡ τῶν θερμαινόντων ἐστὶ κατὰ τὴν πρώτην
[l. 17] τάξιν, ὅταν ἐν οὐσίᾳ λεπτομερεῖ περιέχηται. ἡ δὲ τῶν
[l. 18] λεγομένων ψυχρῶν, ὅταν ἀκραιφνεῖ ψύξει χρώμενα ναρκώσῃ
[p. 11.765]
[l. 1] τὸ μόριον· ἔστι 2.64. δ’ ἡ νάρκη μικροῦ δεῖν ἀναισθησία.
[l. 2] τὰ δὲ τῷ τὴν διάθεσιν ἰᾶσθαι παύοντα τὰς ὀδύνας
[l. 3] οὐκ ἂν εὐλόγως ἀνώδυνα λέγοιτο. κοινὸν γὰρ τοῦτο
[l. 4] πᾶσι τοῖς θεραπεύουσιν ὑπάρχει. τὰ τοίνυν ὄντως ἀνώδυνα
[l. 5] λεπτομερῆ τε εἶναι χρὴ καὶ οὐ πολλῷ θερμότερα τῶν
[l. 6] συμμέτρων, ἕνεκα τοῦ κενῶσαί τε καὶ διαφορεῖν καὶ ἀραιῶσαι
[l. 7] καὶ λεπτῦναι καὶ συμπέψαι καὶ ὁμαλῦναι πᾶν ὅσον ἐν
[l. 8] τοῖς ὀδυνωμένοις μορίοις ἢ χυλῶν δριμέων ἢ γλίσχρων ἢ
[l. 9] παχέων, ἢ πολλῶν ἐμπεφραγμένων ἐν πόροις λεπτοῖς, ἢ καί
[l. 10] τινος ἀτμώδους τε καὶ παχέος ἢ ἱκανῶς ψυχροῦ πνεύματος
[l. 11] ἐναπείληπταί τε καὶ κατακέκλεισται, διέξοδον οὐκ ἐπιτηδείαν
[l. 12] ἔχοντος. 13.134. οὐδὲν οὖν αὐτοῖς ὅλως χρὴ προσεῖναι στυφούσης
[l. 13] δυνάμεως, οὐδ’ ἂν ὁ τόπος ἢ τὸ πάθος προσδέηται·
[l. 14] ἐξ ὧν δῆλον ὡς ἐνίοτε μὲν οὐδὲν ὠφελήσει τὴν διάθεσιν,
[l. 15] ἀλλὰ τὴν ὀδύνην παρηγορήσει μόνον, ἡνίκα καὶ ὄντως
[l. 16] ἀνώδυνα λεχθήσεται, ἐνίοτε δὲ καὶ τὴν διάθεσιν αὐτὴν
[l. 17] ἐπωφελήσει τι καὶ δύναμιν ἕξει διττὴν, ἀνώδυνόν τε ἅμα
[p. 11.766]
[l. 1] καὶ ἰωμένην φάρμακον. ἐπὶ πλέον δὲ καὶ περὶ τῶν τοιούτων
[l. 2] ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται γράμμασιν.
[l. 3] ἐν δὲ τῷ παρόντι ἐπαρκεῖ διελθεῖν ὡς τούτων τῶν
[l. 4] ἀνωδύνων ἰδίως ὀνομαζομένων φαρμάκων ἔνια μὲν, ὥσπερ
[l. 5] εἴρηται, τῆς πρώτης ἐστὶ τῶν θερμαινόντων τάξεως, ἅπερ
[l. 6] δὴ καὶ ὄντως ἐστὶν ἀνώδυνα, καθάπερ τὸ ἀνήθινον ἔλαιον,
[l. 7] ἔνια δὲ παραπλησίως αὐτῷ τῷ ἡμετέρῳ σώματι, καθάπερ
[l. 8] τὰ διαπυητικὰ προσαγορευόμενα, περὶ ὧν τῆς ὕλης ἔμπροσθεν
[l. 9] εἴρηται. διορισθήσεται δὲ ὑπὲρ τῆς χρήσεως αὐτῶν ἐν
[l. 10] τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. τὰ δὲ καταφορὰν
[l. 11] ἐργαζόμενα ποθέντα, καὶ διὰ τοῦτο ἀνώδυνά τε καὶ
[l. 12] ὑπνωτικὰ πρὸς τῶν πολλῶν προσαγορευόμενα τῆς ἐναντιωτάτης
[l. 13] ἐστὶ κράσεως τοῖς ὄντως ἀνωδύνοις. ψύχει γὰρ ἅπαντα
[l. 14] τὸ σῶμα καὶ ναρκοῖ τὴν αἴσθησιν εἰς τοσοῦτον ὥστ’ εἰ
[l. 15] βραχεῖ πλείω ποθείη, θάνατον ἐπιφέρει. ἄριστα δ’ αὐτῶν
[l. 16] ἐστιν εἰς τὴν προκειμένην χρείαν ὅσα ξηραίνει. καὶ ὅσα γε
[l. 17] πλῆθος ὑγρότητος ἔχει ψυχρᾶς, ὥσπερ καὶ τὸ κώνειον, οὐκ
[l. 18] ἀγαθὰ πινόμενα· τοιοῦτος δ’ ἐστὶν καὶ ὁ μανδραγόρας,
[p. 11.767]
[l. 1] πλὴν τοῦ φλοιοῦ τῆς ῥίζης ξηροῦ, καὶ ὑοσκύαμος, πλὴν τοῦ
[l. 2] σπέρματος. ἄμεινον δὲ ἐν τούτοις τὸ λευκὸν σπέρμα τοῦ
[l. 3] μέλανος. ἔνια δὲ ὅλαις ταῖς οὐσίαις ἐστὶν ἡμῖν ἐναντία,
[l. 4] καὶ διὰ τοῦτο, κᾂν ἐλάχιστα ληφθῇ, βλάπτει πάντως, οἷον
[l. 5] ἥ τε δρυόπτερις καὶ ἡ πιτυοκάμπη καὶ ἡ θαψία καὶ τὸ
[l. 6] στρύχνον τὸ μανικὸν καὶ ὑδράργυρος, ἔνιοί τε τῶν μυκήτων,
[l. 7] καὶ τὸ σίαλον καὶ χολαὶ τῶν ἰοβόλων ζώων. τὰ γὰρ
[l. 8] τοιαῦτα πάντα τῷ γένει δηλητήρια καθέστηκεν, οὐ τῷ
[l. 9] ποσῷ. καὶ διὰ τοῦτο οὐδὲν ἐξ αὐτῶν εἰς τὰς ἀλεξητηρίους
[l. 10] ἀντιδότους ἐμβάλλεται, καθάπερ ὁ τοῦ μήκωνος ὀπὸς καὶ
[l. 11] ὁ σμύρνα καὶ ὁ στύραξ καὶ ὁ κρόκος. ταῦτα γὰρ, εἰ μὲν
[l. 12] πλείω ποθείη, τὰ μὲν ἐκμαίνει, τὰ δὲ θάνατον ἐπιφέρει.
[l. 13] μετὰ συμμετρίας δέ τινος ἐπιμιγνύμενα τοῖς ἄλλοις ἀρήγει.
[l. 14] ὅσα δ’ ἐξ αὐτῶν βλάπτει τὴν διάνοιαν, εὐθὺς μέν ἐστιν
[l. 15] τὰ πλεῖστα καρηβαρικὰ, πλήθους ἀτμῶν μοχθηρῶν ἐμπιπλῶντα
[l. 16] τὴν κεφαλήν. ἅπτεται δ’ ἔνια καὶ τοῦ στόματος
[l. 17] τῆς γαστρὸς, ὡς συμπάσχειν τὰ κατὰ τὴν κεφαλήν. κοινῇ
[l. 18] δὲ σύμπαντα κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἐγκέφαλον, ἢ
[p. 11.768]
[l. 1] ταῖς ὅλαις οὐσίαις ἐναντία καθεστῶτα, ἢ κατὰ μίαν ἢ δύο
[l. 2] ποιότητας ὑπαλλάττοντα τὴν κρᾶσιν.
[l. 3] Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται
[l. 4] πρός γε τὰ παρόντα, καιρὸς ἂν εἴη τὰ κεφάλαια τῶν
[l. 5] εἰρημένων ἀναλαβόντα προσθεῖναι τὰ δοκοῦντα λείπειν τῷ
[l. 6] λόγῳ. κατὰ μὲν γὰρ αὐτὴν τὴν ἀλήθειαν οὐδὲν ὑπόλοιπόν
[l. 7] ἐστι, πασῶν μὲν ἤδη τῶν δευτέρων δυνάμεων εἰρημένων,
[l. 8] ὁποῖαί τινές εἰσι κατὰ γένος, οὐκ ὀλίγων δὲ καὶ τῶν
[l. 9] κατ’ εἶδος αὐταῖς προσκειμένων ὥσπερ παραδείγματα, ἀφ’
[l. 10] ὧν ἄν τις ὁρμώμενος ἐπέρχεσθαι δύναιτο τὰς ὑπολοίπους.
[l. 11] ἀλλ’ ἕνεκα σαφηνείας οὐδὲν ἂν εἴη χεῖρον 13.135. ἐν κεφαλαίοις
[l. 12] βραχέσιν ἀναλαβεῖν ὑπὲρ αὐτῶν. αὐτίκα γέ τι καὶ
[l. 13] καθαρτικήν τινα δύναμιν ὀνομάζουσιν ἅπαντες, οὐ μὲν
[l. 14] παρακολουθοῦσί γε πάντες ὁμοίως ὅτι δύο σημαίνει τοὔνομα,
[l. 15] τὸ μέν τι κοινὸν ἐπὶ πᾶσι τοῖς ὁπωσοῦν ἐκκαθαίρουσι
[l. 16] τὰ τοῦ ζώου περιττώματα, τὸ δέ τι κατ’ ἐξοχὴν
[l. 17] ἐπὶ τοῖς δι’ ἐμέτων ἢ ὑπαγωγῆς γαστρός· οὐδ’ ὡς ὁμογενής
[l. 18] ἐστι ταῖς τοιαύταις καθάρσεσιν, ἤτοι διὰ ῥινῶν καὶ
[p. 11.769]
[l. 1] στόματος γιγνομένη. καλοῦσι δὲ τὰ μὲν διὰ τῶν ῥινῶν ἐγχεόμενα
[l. 2] φάρμακα, τοῦ καθῆραι τὴν κεφαλὴν ἕνεκεν, ἔῤῥινα,
[l. 3] τὰ δ’ ἀνακογχυλιζόμενα καὶ μασώμενα πάνθ’ ἑνὶ παραλαβόντες
[l. 4] ὀνόματι προσαγορεύουσιν ἀποφλεγματίζοντα, καὶ
[l. 5] τὰς δυνάμεις δ’ αὐτῶν ἀποφλεγματικὰς ὀνομάζουσιν. ὁμογενῆ
[l. 6] δὲ τούτοις ἐστὶν καὶ ὅσα ταῖς μήτραις προστιθέμενα
[l. 7] καθαίρει. πάντα γὰρ ὅσα καθαίρειν κατέλεξα δύναμιν
[l. 8] ἑλκτικὴν ἔχει, τὰ μὲν ἑνός τινος χυμοῦ, τὰ δὲ δυοῖν ἢ
[l. 9] καὶ πλειόνων, καὶ τοῦτο αὐτοῖς κοινόν. ὡς ὅσα γε τῷ
[l. 10] λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἢ οὖρα κινεῖν
[l. 11] πέφυκεν, ἢ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν
[l. 12] ἀρήγειν, ἐκκαθαίρει μὲν καὶ αὐτὰ, καλεῖται δ’ οὐχ ὁμοίως
[l. 13] τοῖς προειρημένοις, ἀλλὰ τὰ μὲν οὐρητικὰ καὶ βηχικὰ, τὰ
[l. 14] δ’ ἐμμήνων ἀγωγὰ, διαλλάττοντα τῶν προειρημένων, ὅτι
[l. 15] δύναμιν ἑλκτικὴν οἰκείων χυμῶν οὐκ ἔχει καθάπερ ἐκεῖνα.
[l. 16] δεῖται δὲ οὖν κᾀν τούτοις ὁ λόγος ἑτέρου διορισμοῦ τοιοῦδε.
[l. 17] τὰ μὲν ἐν πεσσοῖς, ἢ πυρίαις, ἤ τινι τοιούτῳ τρόπῳ
[p. 11.770]
[l. 1] ταῖς μήτραις προστιθέμενα, κατὰ διττὴν αἰτίαν ἐνεργεῖ, τὰ
[l. 2] μὲν τῷ θερμαίνειν μόνον προκαλούμενα, τὰ δὲ ταῖς ὀνομαζομέναις
[l. 3] ἑλκτικαῖς τε καὶ καθαρτικαῖς δυνάμεσιν, ἃς ἐπεδείξαμεν
[l. 4] οἰκειότητι τῶν ἑλκομένων τὰς κενώσεις ἐργάζεσθαι.
[l. 5] ὅσα δὲ πίνεται, τῷ λεπτύνειν μὲν τὸ αἷμα, τοὺς πόρους
[l. 6] δ’ ἐκφράττειν τε καὶ ἀναστομοῦν, οὐ μὴν ἑλκτικῇ γέ τινι
[l. 7] δυνάμει τὰς κενώσεις ποιεῖται. τὰ μὲν δὴ πρότερα τοῖς καθαίρουσίν
[l. 8] ἐστιν ὁμογενῆ, τὰ δὲ δεύτερα τοῖς γάλα καὶ
[l. 9] σπέρμα γεννῶσιν, περὶ ὧν ὀλίγον ὕστερον εἰρήσεται διελθόντων
[l. 10] ἡμῶν πρότερον περὶ τῶν βηχικῶν, ἐπειδὴ καὶ ταῦτα
[l. 11] διττῶς ὠνόμασται, τὰ μὲν τῷ ποιεῖν βῆχας, τὰ δὲ τῷ παύειν
[l. 12] μόνον. δυνάμεις δ’ αὐτῶν ἐναντιώταται. τὰ μὲν γὰρ
[l. 13] τῆς λεπτυντικῆς ἐστι φύσεως, τὰ δὲ τῆς παχυντικῆς. ἡ μὲν
[l. 14] οὖν λεπτυντικὴ δύναμις ἐν θερμαῖς καὶ λεπτομερέσιν οὐσίαις,
[l. 15] ἡ παχυντικὴ δὲ ψυχραῖς καὶ παχυμερέσιν ἐγγίγνεται.
[l. 16] οὗτος μὲν οὖν ὁ λόγος ἐνταῦθα τελευτάτω. μεταβαίνειν δὲ
[l. 17] προσῆκεν ἐπὶ τὸν ὀλίγον ἔμπροσθεν ἀναβληθέντα. κοινωνία
[l. 18] γάρ τίς ἐστι καὶ ὁμοιότης ἔργων τε καὶ δυνάμεων ἔν
[p. 11.771]
[l. 1] τε τοῖς προτρέπουσι καὶ παύουσι καταμήνιά τε καὶ γάλα
[l. 2] καὶ. σπέρμα. παράκειται δέ πως αὐτοῖς τά τ’ οὐρητικὰ
[l. 3] καὶ τὰ βηχικὰ, διὸ καὶ λεκτέον ὑπὲρ ἑκάστων ἐν μέρει.
[l. 4] Γάλακτος καὶ σπέρματος ποιητικαὶ δυνάμεις
[l. 5] εἰσὶν αἱ μὲν ἐν φαρμάκοις μόνον, αἱ δὲ καὶ ἐν τροφαῖς.
[l. 6] ἐν φαρμάκοις μὲν, ἐπειδὰν τοὺς φλεγματικοὺς χυμοὺς
[l. 7] 13.136. ἐκθερμαίνοντες εἰς αἷμα μεταβάλλωμεν, ἐν τροφαῖς δὲ
[l. 8] κατὰ τὴν τῆς ὅλης οὐσίας ὁμοιότητα, κᾀπειδὰν εὔχυμοί τε
[l. 9] καὶ ὑγραὶ μετρίως ὦσι καὶ θερμότητος χλιαρᾶς, οἵας πέρ
[l. 10] ἐστι καὶ τὸ γάλα. συμμέτρου μὲν γὰρ τῷ ζώῳ θερμότητος
[l. 11] τὸ αἷμα μετέχει, πλείονος δὲ ἢ κατὰ τὸ μέτρον ἡ ξανθὴ
[l. 12] χολὴ καθάπερ τὸ φλέγμα ψυχρότητος. ἐν τῷ μέσῳ δ’
[l. 13] 2.65. ἐστὶ φλέγματός τε καὶ αἵματος ὅσον ἐπὶ τῇ θερμότητι τὸ
[l. 14] γάλα, οὐ μὴν ἶσόν γε ἀφέστηκεν ἑκατέρου, ἀλλ’ ἔστιν ποῤῥώτερον
[l. 15] μὲν τοῦ φλέγματος, ἐγγύτερον δὲ τοῦ αἵματος.
[l. 16] ὅταν οὖν ἐνδεῶς ἀθροίζηται τὸ γάλα κατὰ τοὺς μαστοὺς,
[l. 17] ἐθέλῃς δὲ πλέον γενέσθαι, διάσκεψαι περὶ τοῦ αἵματος· ἤτοι
[l. 18] γὰρ ἔλασσόν ἐστι τοῦ προσήκοντος ἢ μοχθηρότερον. τὸ μὲν
[p. 11.772]
[l. 1] οὖν ἔλαττον ὑγραινούσης τε καὶ θερμαινούσης δεῖται τῆς
[l. 2] συμπάσης διαίτης, τὸ δὲ μοχθηρότερον, εἰ μὲν χολῶδες ὑπάρχει,
[l. 3] καθάρσεως μὲν πρῶτον, εἶθ’ οἵας εἴρηται διαίτης· εἰ δὲ
[l. 4] φλεγματικὸν, φαρμάκων θερμαινόντων μὲν, ἤτοι κατὰ τὴν
[l. 5] πρώτην ἢ δευτέραν τάξιν, οὐ μὴν ξηραινόντων. καλλίω δ’
[l. 6] αὐτῶν ὅσα μὴ φάρμακα μόνον ἐστὶν, ἀλλὰ καὶ τροφαὶ,
[l. 7] εὔζωμα καὶ μάραθρα καὶ ἄνηθα. λέγω δὲ καὶ τὰς πόας
[l. 8] αὐτὰς χλωρὰς ἔτι καὶ ὑγράς. καὶ γὰρ ξηραὶ ξηραίνουσί τε
[l. 9] καὶ θερμαίνουσι πλέον ἤ δεῖ. τούτου δὲ τοῦ γένους ἐστὶ
[l. 10] καὶ σμύρνιον καὶ σέλινον καὶ σίον καὶ πόλιον, καὶ ταῦτα
[l. 11] χλωρὰ, πρὶν ξηρανθῆναι. τὰ γάρ τοι ξηραίνοντα πάντα τὴν
[l. 12] ἰκμάδα τοῦ αἵματος ἐκβοσκόμενα παχύτερον ἅμα καὶ ἔλαττον
[l. 13] αὐτὸ καθίστησι, καὶ θερμότερον μὲν τοῦ δέοντος, εἰ
[l. 14] θερμὰ τὴν φύσιν ὑπάρχει, ψυχρότερον δ’, εἰ ψυχρά. δεῖται
[l. 15] δὲ δή που συμμέτρως τε εἶναι θερμὸν καὶ οὐδαμῶς παχὺ
[l. 16] πρὸς τὴν τοῦ γάλακτος γένεσιν, ὅθεν ὅσα μὲν τοιαῦτα
[l. 17] σβέννυσι μᾶλλον ἢ γεννᾷ τὸ γάλα, τὰ δὲ θερμαίνοντα μὲν,
[l. 18] ὡς εἴρηται, ξηρότητος δ’ ἐπιφανοῦς μηδεμιᾶς μετέχοντα, γάλακτος
[p. 11.773]
[l. 1] ἔχειν γεννητικὰς δυνάμεις εἰκότως ἐλέχθη. ταυτὶ μὲν
[l. 2] οὖν ὀλίγα τὸν ἀριθμόν. οὐδὲ γὰρ οὐδὲ ῥᾳδίως ἐστὶ τῆς
[l. 3] προειρημένης ἐν τῇ κράσει συμμετρίας ἐπιτυχεῖν. ἄπειρα δὲ,
[l. 4] ὡς ἂν οὕτω τις εἴποι, καὶ ἀπερίληπτα ὅσα βλάπτει γάλα·
[l. 5] καὶ γὰρ ὅσα πλέον ἢ χρὴ θερμαίνει, καὶ ὅσα ξηραίνει καὶ
[l. 6] ὅσα ψύχει, τὰ μὲν τῇ ποιότητι τοῦ αἵματος λυμαινόμενα, τὰ
[l. 7] δὲ τὴν οὐσίαν ὅλην ἐλάττονα ποιοῦντα, κωλύει γενέσθαι
[l. 8] τὸ γάλα.
[l. 9] Παραπλησίαν δὲ τοῖς εἰρημένοις ἔχει δύναμιν
[l. 10] ὅσα προτρέπειν ἢ παύειν ἐπιμήνια πέφυκεν. ὕλη γὰρ
[l. 11] ἀμφοῖν κοινὴ τὸ ἐν ταῖς φλεψὶν αἷμα. τοῦτο οὖν ὅταν
[l. 12] εὔρουν τε ἅμα καὶ τῇ ποσότητι σύμμετρον ὑπάρχῃ, χορηγίαν
[l. 13] ἄφθονον ἑκατέρῳ παρέχει. καὶ μὲν δὴ καὶ διότι κοιναὶ
[l. 14] μαστοῖς τε καὶ ὑστέραις οὐ μικραὶ φλέβες εἰσὶν, καὶ τίνες
[l. 15] αὗται τυγχάνουσιν οὖσαι, λέλεκται δι’ ἑτέρων. ταῦτά τοι
[l. 16] κᾀπειδὰν ἐπὶ θάτερα τῶν μορίων φέρηται τὸ αἷμα, ξηραίνεται
[l. 17] θάτερα. καὶ διὰ τοῦθ’ ὅσαις τὰ καταμήνια φέρεται
[l. 18] συμμέτρως, οὐκ ἀθροίζουσιν ἐν μαστοῖς τὸ γάλα, καὶ ὅσαις
[p. 11.774]
[l. 1] ἄφθονον τοῦτο, τὰ καταμήνια τελέως ἴσχεται. θαυμαστὸν
[l. 2] οὖν οὐδὲν, εἰ τὰ διαιτήματα καὶ τὰ φάρμακα παραπλήσια
[l. 3] τά τε γεννῶντα καὶ τὰ παύοντα τὴν ἐφ’ ἑκάστῳ μηνὶ κάθαρσιν
[l. 4] ἐξ ὑστερῶν καὶ τὴν ἐν μαστοῖς 13.137. τοῦ γάλακτος
[l. 5] γένεσιν. τοσόνδε μέντοι διαφέρουσιν καθ’ ὅσον θερμοτέρων
[l. 6] τε καὶ τμητικωτέρων ἐνίοτε τὰ κατὰ τὰς μήτρας
[l. 7] χρῄζει. καὶ γὰρ ἀνεστομῶσθαι δέονται μᾶλλον αἱ τῇδε φλέβες
[l. 8] ἤπερ αἱ κατὰ τοὺς μαστοὺς, καὶ τοῦ αἵματος εὐρουστέρου
[l. 9] χρῄζουσιν, ὡς ἂν μηδὲν αὐτῆς τῆς μήτρας συντελούσης
[l. 10] εἰς τὴν φορὰν αὐτοῦ. πέμπεται γὰρ εἰς τὰς ἐν αὐτῇ
[l. 11] φλέβας, οὐχ ἕλκεται τὰ καταμήνια. εἰς μαστοὺς δ’ οὐ
[l. 12] πέμπεται μόνον, ἀλλὰ καὶ ἕλκεται, καὶ διὰ τοῦτο βραχυτέρας
[l. 13] ἐπικουρίας ἐκ φαρμάκων προσδεῖται τὸ μὴ παραγενόμνον
[l. 14] αὐτάρκως εἰς μαστοὺς αἷμα. καὶ ὅσα γε τὸ αἷμα
[l. 15] ὑπέρχεσθαι προτρέπει, ταῦτα καὶ τὰς ἐλλιπεῖς καθάρσεις
[l. 16] ὠφελεῖ. τὰς δ’ ἐπὶ πλέον βεβλαμμένας, ἢ καὶ παντάπασιν
[l. 17] ἰσχομένας, οὐκέτ’ οὐδὲν τῶν τοιούτων ἰᾶται, ἀλλὰ βράθυ
[p. 11.775]
[l. 1] καὶ μεῖον ἴρις τε καὶ καλαμίνθη, καὶ γλήχων καὶ δίκταμον
[l. 2] ἄσαρόν τε καὶ κόστος ἥ τε κασία και τὸ κιννάμωμον, ἄμωμόν
[l. 3] τε καὶ ἀριστολοχία, καὶ τὸ βούνιον, ὅσα τ’ ἄλλα τοιαῦτα,
[l. 4] τὰς παντελεῖς ἐπισχέσεις τῶν κατὰ μήτρας καθάρσεων ἰᾶται.
[l. 5] τὰ γὰρ τοιαῦτα καὶ τοῖς οὔροις ποδηγεῖ. ἀλλὰ τῶν αὐτῶν
[l. 6] δὴ τοῦτο μόνον οὐρητικῶν ὀνομαζομένων φαρμάκων διαλλάττει,
[l. 7] τῷ μὴ ξηραίνειν ἰσχυρῶς. τὸ μὲν γὰρ θερμαίνειν ἐν
[l. 8] τρισὶ γένεσι τῶν φαρμάκων κοινὸν, ὅσα γε τῇ τοῦ γάλακτος
[l. 9] γενέσει συνεργεῖ, καὶ ὅσα ταῖς τῶν καταμηνίων τε καὶ
[l. 10] οὔρων φοραῖς. διαφέρει δὲ τῷ τε ποσῷ τῆς θερμότητος
[l. 11] καὶ τῷ τὰ μὲν ξηραίνειν, τὰ δὲ μή ὅσα μὲν γὰρ οὔτε ξηραίνει
[l. 12] καὶ θερμαίνει μετρίως, εἰς γάλακτος γένεσιν χρηστά·
[l. 13] τὰ δ’ ἐπὶ πλέον θερμαίνοντα, μὴ μέντοι γε ἰσχυρῶς ξηραίνοντα,
[l. 14] ταῖς τῶν καταμηνίων φοραῖς ἀγαθά. οὔρησιν δὲ
[l. 15] καὶ ταῦτα μὲν ἀμφότερα προτρέπει, καὶ πρὸς τοῦτο δὲ
[l. 16] οὐδὲν ἧττον ὅσα θερμαίνει ξηραίνοντα. καὶ διὰ τοῦτο ἐξαιρέτως
[l. 17] οὐρητικὰ τὰ τοιαῦτα κέκληται, οὐ διὰ τὸ μόνα κινεῖν
[l. 18] τὴν οὔρησιν, ἀλλὰ τὸ μόνην ἄνευ τοῦ καταμήνια καὶ
[p. 11.776]
[l. 1] γάλα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις οὐδὲ ταῖς ἐκ θώρακος καὶ
[l. 2] πνεύμονος ἀναπτύσεσιν ἐπιτήδεια τὰ ξηραίνοντα. δεῖται γὰρ
[l. 3] κᾀκεῖνα τέμνεσθαι μὲν, μὴ ξηραίνεσθαι δὲ, καθάπερ γε οἱ
[l. 4] κατὰ νεφροὺς καὶ κύστιν λίθοι. λέλεκται δὲ ὑπὲρ τῶν τοιούτων
[l. 5] φαρμάκων ἔμπροσθεν.
[l. 6] Ὥσπερ δὲ γάλακτος, οὕτω καὶ σπέρματος
[l. 7] εἰώθασιν ὀνομάζειν ἔνια μὲν γεννητικὰ, καὶ τούτοις ἐναντία
[l. 8] τὰ σβεστικὰ, προκλητικὰ δ’ ἕτερα, καὶ τούτοις ἐναντία τὰ
[l. 9] ἐπισχετικά. γεννητικὰ μὲν οὖν ἐστι τὰ γεννῶντα τὸ μὴ πρότερον
[l. 10] ὑπάρχον, σβεστικὰ δὲ τὰ φθείροντα· προκλητικὰ δὲ
[l. 11] τὰ τὸ συνηθροισμένον ἐν βάθει πρὸς τοὐμφανὲς ἄγοντα,
[l. 12] καὶ τούτοις ἐναντία τὰ ἐπισχετικά. γεννητικὰ μὲν οὖν σπέρματός
[l. 13] ἐστιν ἐδέσματα ὅσα τρόφιμά τε ἅμα καὶ φυσώδη καὶ
[l. 14] ταῖς ὅλαις οὐσίαις ἐστὶν οἰκεῖα· φάρμακα δ’ ὅσα πνευματώδη
[l. 15] καὶ θερμά· σβεστικὰ δὲ τὰ ξηραίνοντα πάντα καὶ τὰ
[l. 16] ψύχοντα πάντα καὶ ταῖς οὐσίαις ἐναντία, καὶ μὲν δὴ καὶ
[l. 17] προκλητικὰ μὲν ὅσα φυσώδη τ’ ἐστὶ καὶ θερμὰ χωρὶς τοῦ
[l. 18] ξηραίνειν, ἐπισχετικὰ δὲ τὰ ἐναντία. τῆς γὰρ τοῦ σπέρματος
[p. 11.777]
[l. 1] οὐσίας ἐκ χρηστοῦ περιττώματος ἐχούσης τὴν γένεσιν,
[l. 2] οὔσης δὲ καὶ πνευματώδους, τρόφιμά τε ἅμα καὶ πνευματώδη
[l. 3] χρὴ πάνθ’ ὑπάρχειν ὅσα γεννᾷν καὶ προκαλεῖσθαι δύνηται
[l. 4] σπέρμα. βολβοὶ μὲν οὖν ἐρέβινθοί τε καὶ κύαμοι καὶ
[l. 5] πολύποδες καὶ κῶνος 13.138. ἐδέσματα πολύσπερμα λέγεται
[l. 6] καὶ ἔστι· σκίγκος δὲ καὶ σατύριον φάρμακα. τροφαὶ δ’
[l. 7] ἅμα καὶ φάρμακα πολύσπερμα τό τε τῆς λίνου σπέρμα καὶ
[l. 8] τὸ εὔζωμον. ὅσα δὲ ψύχειν πέφυκεν ἐδέσματά τε καὶ φάρμακα,
[l. 9] παχύνοντά τε καὶ πηγνύντα, καὶ στάσιμον ἐργαζόμενα
[l. 10] τὸ σπέρμα, τὴν τῶν ἐπισχόντων αὐτὰ δύναμιν, οὐ τὴν
[l. 11] τῶν φθειρόντων ἔχει. θριδακίναι μὲν γὰρ καὶ βλίτα καὶ
[l. 12] ἀτραφάξυες καὶ κολοκυνθὶς καὶ μόρα καὶ μηλοπέπονές τε καὶ
[l. 13] σίκυοι, ἤν τε καὶ πέπονες, ἤν τε καὶ μὴ πέπονες ὦσιν. ὅσα
[l. 14] δὲ ξηραίνει, τὴν ἀρχὴν οὐδ’ ἐπιτρέπει γενέσθαι τὸ σπέρμα,
[l. 15] κᾂν θερμὰ τὴν φύσιν ὑπάρχῃ, καθάπερ τὸ πήγανον. εἰ δὲ
[l. 16] καὶ μὴ θερμαίνει, πολὺ μᾶλλον, ὡς ἡ νυμφαία. ταῦτα μέν
[l. 17] γε καὶ κατὰ τὴν ἰδιότητα τῆς οὐσίας εὔλογον ἐναντίως
[l. 18] ἔχειν σπέρματι. τὴν δ’ αὐτὴν ἀναλογίαν ἐδεσμάτων τε καὶ
[p. 11.778]
[l. 1] φαρμάκων ἐπί τε γάλακτός ἐστιν εὑρεῖν καὶ καταμηνίων.
[l. 2] καθ’ ἕτερον δὲ τρόπον ὑπὸ ταὐτὸ πέπτωκε γένος αὐτοῖς
[l. 3] ὅσα ταῖς ἐκ τῶν ἀναπνευστικῶν ὀργάνων ἀναπτύσεσι τιμωρεῖται
[l. 4] καὶ ὅσα κινεῖν οὔρησιν πέφυκεν. ἅπαντα γὰρ ταῦτα
[l. 5] λεπτυντικῆς2.66. ἐστι δυνάμεως, ὥσπερ οὖν τὰ ἐναντία παχυντικῆς.
[l. 6] ἀλλὰ περὶ μὲν τῆς λεπτυντικῆς διαίτης ἰδίᾳ γέγραπται
[l. 7] δηλουμένων οὐδὲν ἧττον ἐν ταὐτῷ βιβλίῳ καὶ τῶν
[l. 8] παχυνόντων. τὰ δὲ λεπτύνοντα καὶ παχύνοντα φάρμακα τῶν
[l. 9] ἐφεξῆς τῶνδε τριῶν βιβλίων ἐκλέγου, ἐπὶ μὲν τῶν λεπτυνόντων
[l. 10] σκοπὸν ἔχων τὰ θερμότητα καὶ λεπτομέρειαν ἔχοντα,
[l. 11] ἐπὶ δὲ τῶν παχυνόντων τὰ ἐναντία. δέδεικται γὰρ ἡμῖν ἐν
[l. 12] τοῖς ἔμπροσθεν ὡς ἰδία τίς ἐστιν ἡ τῶν λεπτομερῶν φαρμάκων
[l. 13] φύσις οὐ μόνον τοῖς θερμαίνουσιν ὑπάρχουσα. κατὰ
[l. 14] ταὐτὰ δὲ καὶ ἡ τῶν παχυμερῶν οὐ μόνον τοῖς ψύχουσιν·
[l. 15] ὥσπερ δὲ καὶ ἐπὶ τῶν τοιούτων ἀναλογία τις ἐν ταῖς δυνάμεσιν
[l. 16] ὑπάρχει, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ πάντων ζητεῖν,
[l. 17] εἰ καὶ μὴ κείμενον ὄνομα τύχῃ. λέγονται γοῦν τινες
[l. 18] ὀξυδορκικαὶ δυνάμεις αἱ τοὺς ὀφθαλμοὺς, ἐπειδὰν μηδὲν
[p. 11.779]
[l. 1] ἔχοντες αἰσθητὸν πάθημα φαύλως ἐνεργῶσιν, ἐπανορθούμεναι.
[l. 2] καὶ χρὴ δηλονότι καὶ κατὰ τὰ ὦτα καὶ τὰς ῥῖνας
[l. 3] ἑκάστην τε τῶν ἄλλων αἰσθήσεων ἀνάλογον ὑπάρχειν τινὰ
[l. 4] τοιαύτην δύναμιν, οὐ μὴν ὠνόμασταί γε ὀξυήκοός τις δύναμις,
[l. 5] ὥσπερ οὐδὲ κατὰ τὴν ὄσφρησιν ἢ τὴν γεῦσιν ἢ τὴν
[l. 6] ἁφὴν, καίτοι γε ἐν αὐτοῖς τοῖς αἰσθητοῖς πράγμασιν ἀναλόγως
[l. 7] ὑπαρχούσης. εἰ δ’ ἐπὶ πλέον ἐκτείνοι τις τὴν ὁμοιότητα,
[l. 8] καὶ καθ’ ἕκαστον ἡμῶν μόριον ἀναγκαῖον εἶναι τοιαύτην
[l. 9] τινὰ δύναμιν φαρμάκων, ὑφ’ ἧς δηλονότι βέλτιον γίγνεται
[l. 10] τὸ τοῦ μέρους ἔργον, ὥσπερ, εἰ οὕτως ἔτυχε, τὸ τῆς
[l. 11] γαστρός. ἔστι γὰρ οὖν κᾀνταῦθα πολλάκις εὑρεῖν ἀτονίαν
[l. 12] τινὰ τοιαύτην αὐτῆς, οἵα κατ’ ὀφθαλμούς ἐστιν ἡ ἀμβλυωπία,
[l. 13] μήτε φλεγμαίνοντας μήτε ῥευματιζομένους μήθ’ ἡλκωμένους
[l. 14] μήτ’ ἄλλο τι φανερὸν ἔχοντας κακόν. καὶ δὴ καὶ τὰ
[l. 15] φάρμακα τὴν τοιαύτην διάθεσιν τῆς γαστρὸς ἐπανορθούμενα
[l. 16] κέκληται πεπτικὰ, τῷ μὲν σχήματι τῆς προσηγορίας οὐκ
[p. 11.780]
[l. 1] ἀνάλογον ἔχοντα τοῖς ὀξυδορκικοῖς, τῷ δ’ ἔργῳ καὶ τῇ δυνάμει
[l. 2] παραπλήσια.
[l. 3] Ἐπεὶ δὲ καὶ ἀπὸ μορίων τοῦ σώματος
[l. 4] τινὰς ἐλέγομεν ὠνομάσθαι δυνάμεις, οὐ χεῖρον ἂν εἴη καὶ
[l. 5] περὶ τούτων διελθεῖν. οὔτε γὰρ, 13.139. ὡς ἂν οἰηθείη τις,
[l. 6] ἐπὶ πάντων ἁρμόττουσι τῶν παθῶν τοῦ μέρους οὔτ’ ἐφ’
[l. 7] ἑνὸς οὕτω τινὸς ὡς ἕτερον ὀνῆσαι μηδὲν, ἀλλ’ ἤτοι τὸ πλειστάκις,
[l. 8] ἢ τῷ μάλιστα ἐνεργεῖν ἐπὶ τοῦδέ τινος τοῦ μέρους,
[l. 9] ἀπ’ αὐτοῦ τὴν προσηγορίαν ἔσχον. ὀφθαλμικαὶ μὲν, ἐπειδὴ
[l. 10] καὶ μάλιστα καὶ πλειστάκις ἐπ’ ὀφθαλμῶν αὐταῖς χρώμεθα,
[l. 11] καθάπερ τῷ γε διὰ ῥόδων κολλυρίῳ καὶ τῷ διὰ πομφόλυγος
[l. 12] καὶ τῷ κνίκῳ προσαγορευομένῳ καὶ τῷ λιβανίῳ καὶ
[l. 13] τοῖς ἄλλοις ἅπασιν, οἷς ἔνεστι μὲν χρήσασθαι καὶ ὤτων πασχόντων
[l. 14] καὶ στομάτων καὶ ῥινὸς αἰδοίου τε καὶ ἕδρας, οὐ
[l. 15] μὴν οὔθ’ οὕτω πολλάκις οὔθ’ οὕτως ὠφελίμως. ἡπατικὰς
[l. 16] δ’ αὖ καὶ σπληνικὰς καὶ πλευριτικὰς καὶ στομαχικὰς, ἐπειδὴ
[l. 17] καὶ ταύτας, ἕκαστον τῶν εἰρημένων ὠφελούσας ὁρῶμεν
[l. 18] μάλιστά τε καὶ πλειστάκις. ἥτις δ’ αἰτία τῆς ὠφελείας
[p. 11.781]
[l. 1] ἐστὶν, ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ ῥηθήσεται,
[l. 2] καθ’ ἣν καὶ τἄλλα πάντα περὶ τῆς τῶν φαρμάκων
[l. 3] χρήσεως ἐπέξιμεν, ὥστ’ οὐδὲν ἔτι μηκύνειν ἐνταῦθα, πλὴν
[l. 4] εἴπερ ἄρα περὶ τῆς τῶν ὀνομάτων βραχὺ ἐπισημήνασθαι
[l. 5] χρήσεως, ἣν ἄλλοι τέ τινες τῶν νεωτέρων ἰατρῶν ἐποιήσαντο
[l. 6] καινοτομοῦντες, οὐχ ἥκιστα δὲ καὶ οἱ καλούμενοι
[l. 7] μεθοδικοί.
[l. 8] Τὸ μὲν γὰρ σταλτικάς τινας ὑπ’ αὐτῶν
[l. 9] λέγεσθαι δυνάμεις, ἢ σφιγγούσας ἢ συναγούσας ἢ ἀπωθουμένας,
[l. 10] ἤ τι τοιοῦτον ἕτερον, οὔτ’ ἄτοπον οὔτ’ ἀσαφές. ὅταν
[l. 11] δὲ μετασυγκριτικάς τινας εἶναι λέγωσιν ὕλας ἢ δυνάμεις, οὔτε
[l. 12] σαφές ἐστι τὸ λεγόμενον οὔτ’ ἀληθὲς οὔτε τῆς αἱρέσεως
[l. 13] αὐτῶν οἰκεῖον, οἵγε φεύγειν φασὶν τὴν ἀπὸ τῶν δογματικῶν
[l. 14] ὑπολήψεων ἔνδειξιν, ἀρκεῖν γὰρ αὐτοῖς τὰς φαινομένας
[l. 15] καινότητας. τὸ δ’ ἐκτρεπομένων τῶν πόρων τοῦ σώματος
[l. 16] ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐν ἰδιότητι τῆς
[l. 17] τροπῆς αὐτῶν συνίστασθαί τινα πάθη δογματική τις ὑπόληψίς
[l. 18] ἐστιν. ἕπεται δὲ ταύτῃ καὶ τὸ τῶν τοιούτων παθῶν
[p. 11.782]
[l. 1] μετασυγκριτικάς τινας εἶναι δυνάμεις, ἀλλοιούσας δηλονότι
[l. 2] τὴν παρὰ φύσιν τῆς συγκρίσεως ἡμῶν ποροποιίαν. οὕτως
[l. 3] γὰρ δὴ καὶ χρῶνται τοῖς ὀνόμασιν οἱ περὶ τὸν Θεσσαλὸν,
[l. 4] εἶτ’ ἐπὶ τῶν χρονίως ῥευματιζομένων παραλαμβάνουσι τὰς
[l. 5] τοιούτοις δυνάμεις, οὔθ’ ὅτι τῶν πόρων ἀλλοίωσις ἐν τοῖς
[l. 6] τοιούτοις γίνεται πάθεσιν ἀποδείξαντες οὔθ’ ὅτι τάδε τὰ
[l. 7] φάρμακα μετασυγκρίνειν πέφυκεν, τὴν ἡμαρτημένην ποροποιίαν
[l. 8] ἐπιδεῖξαι δυνάμενοι. διὰ τί γὰρ, ὦ πρὸς θεῶν, τὸ
[l. 9] νᾶπυ καὶ ἡ θαψία καὶ τὸ πύρεθρον, ἥ τε τῆς καππάρεως
[l. 10] ῥίζα, καὶ ἁπλῶς ὅσα καίειν πέφυκεν, εἰ χρονίσειεν ὁμιλοῦντα
[l. 11] τῷ σώματι, μετασυγκρίνει τὴν ποροποιίαν; ὅτι μὲν γὰρ
[l. 12] ὠφελεῖται τὰ ῥευματικὰ μόρια πρὸς τῶν τοιούτων φαρμάκων
[l. 13] ἐναργῶς φαίνεται. διὰ τί δ’ ὠφελεῖται, πρόβλημά ἐστι
[l. 14] τῆς φυσικῆς θεωρίας. ἡμεῖς μὲν οὖν φαμεν ὑγρὰν καὶ ψυχρὰν
[l. 15] εἶναι τὴν κρᾶσιν αὐτῶν, καὶ διὰ τοῦτο δεῖσθαι τῶν
[l. 16] θερμαινόντων τε καὶ ξηραινόντων. ἄλλοι δ’ ἄλλην τὴν αἰτίαν
[l. 17] ἐροῦσιν, ὡς ἂν καὶ τύχωσι περὶ τῶν στοιχείων τοῦ
[l. 18] σώματος ὑπολαμβάνοντες. οὐ μὴν προσήκει γε φθέγγεσθαι
[p. 11.783]
[l. 1] τὸ τῆς μετασυγκρίσεως ὄνομα τῶν ἀφ’ ἑτέρας αἱρέσεως ἀγομένων
[l. 2] οὐδενὶ, πλὴν ὅσοι τὰ τῶν ζώων σώματα συγκρίματα
[l. 3] νομίζουσί τε καὶ ὀνομάζουσιν, 13.140. ἐξ ὄγκων ἀτόμων ἢ
[l. 4] ἐλαχίστων ἢ ἀμερῶν ἢ ὁμοιομερῶν, καὶ οὐδὲ τούτοις ἅπασι,
[l. 5] ἀλλ’ ὅσοι, καθάπερ ὁ Θεσσαλὸς, ἐν τῷ κανόνι τῆς τῶν πόρων
[l. 6] ἀλλοιώσεως τὰ τοιαῦτα τῶν νοσημάτων ἀνατιθέασιν,
[l. 7] οὐ γὰρ ᾗ μεθοδικός ἐστι, τοῦτο λέγων ὁ Θεσσαλός. ἀποχωρεῖ
[l. 8] γὰρ ὅταν ὡς μεθοδικὸς ἡμῖν διαλέγηται τῆς ἀπὸ τῶν
[l. 9] ἀδήλων ἐνδείξεως, ἀλλ’ ᾗ δογματικὸς, ἀπὸ μὲν τῶν αὐτῶν
[l. 10] Ἀσκληπιάδει στοιχείων ἀρχόμενος, οὐ μὴν ἀκολουθῶν γε
[l. 11] πάντῃ, ἀλλ’ οὐ νῦν γε καιρὸς ὑπὲρ τῶν τοιούτων ἐπὶ πλέον
[l. 12] διεξέρχεσθαι. τὰ μὲν γὰρ αὐτῶν ἐστιν οἰκειότερα τῇ θεραπευτικῇ
[l. 13] μεθόδῳ, τὰ δ’ ἐν τοῖς περὶ τῆς κατὰ Θεμίσωνα
[l. 14] καὶ Θεσσαλὸν αἱρέσεως ἀκριβέστερον εἰρήσεται. καιρὸς οὖν
[l. 15] ἤδη καταπαύειν ἐνταῦθα καὶ τόνδε τὸν λόγον, ἔτι δύο προσθέντας
[l. 16] αὐτῷ κεφάλαια, τὸ μὲν ἕτερον ἐν τῇ τῶν ἔμπροσθεν
[l. 17] ἀναβληθέντων ὑπὲρ τῶν ἐναντίων δυνάμεων, τὸ δ’
[l. 18] ἕτερον ἀναγκαῖον μὲν εἰς τὸν ἐφεξῆς λόγον, ὁρίζον δὲ τὴν
[p. 11.784]
[l. 1] τάξιν ἑκάστου τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων
[l. 2] τε καὶ ξηραινόντων φαρμάκων.
[l. 3] Τὰς μὲν οὖν ἐναντίας δυνάμεις ἐκ τῶν
[l. 4] ἔργων κριτέον, ὥσπερ ἐν ὅλῳ τῷδε τῷ γράμματι πολλάκις
[l. 5] ἐδείξαμεν, ἐμπλαστικάς τέ τινας εἰπόντες εἶναι δυνάμεις ἐναντίας
[l. 6] ταῖς ῥυπτικαῖς, ἐκφρακτικάς τε ταῖς ἐμφρακτικαῖς, καὶ
[l. 7] μαλακτικὰς ταῖς σκληρυνούσαις, καὶ χαλαστικὰς ταῖς συντεινούσαις.
[l. 8] στυπτικὰς γὰρ, ἢ δριμείας ἢ πικρὰς ἢ γλυκείας ἢ
[l. 9] ὀξείας οὐ δυνάμεις φαρμάκων, ἀλλὰ γευστὰς ποιότητας ἐδείκνυμεν
[l. 10] οὔσας, ὥστε ἢ οὐ ζητητέον ὅλως ἐν ταύταις τὴν
[l. 11] ἐναντίωσιν, ἢ οὐχ ὡς ἐν δυνάμεσι ζητητέον. ὁ σκοπὸς δὲ
[l. 12] κᾀν ταύταις διττὸς, αἵ τ’ ἐνέργειαι καὶ αἱ κράσεις αὐτῶν.
[l. 13] ἐνέργειαι μὲν ἐν τῷ πυκνοῦν καὶ ἀραιοῦν ἢ ἐπισπᾶσθαί τι
[l. 14] τῶν ἐκ τοῦ βάθους, ἢ ἀπωθεῖσθαι, παχύνειν τε τὰς ὕλας,
[l. 15] ἢ λεπτύνειν, ἢ φράττειν τε τοὺς πόρους ἢ ἐκφράττεν. αἱ
[l. 16] κράσεις δὲ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν, ὑγρόν τε καὶ
[l. 17] ξηρὸν, 2.67. ὑπὲρ ὧν αὐτάρκως ἁπάντων τῷ τετάρτῳ βιβλίῳ
[p. 11.785]
[l. 1] διῄρηται, δεικνύντων ἡμῶν ὡς τὸ μὲν στῦφον γεῶδές
[l. 2] τέ ἐστι καὶ ψυχρὸν, τὸ δὲ ὀξὺ λεπτομερὲς ψυχρὸν, τὸ δὲ πικρὸν
[l. 3] γεῶδες λεπτομερὲς, τὸ δὲ ἄνευ τινὸς ἐπισήμου ποιότητος
[l. 4] ψυχρὸν ὑδατῶδες. οὕτω μὲν καὶ τὸ μὲν δριμὺ πυρῶδες
[l. 5] ἐδείκνυτο, τὸ δ’ ἁλυκὸν γεῶδες θερμὸν, οὐ μὴν ἤδη γέ
[l. 6] πω πυρῶδες. ὡσαύτως δὲ καὶ τὸ γλυκὺ θερμὸν μὲν, ἀλλ’
[l. 7] οὐδέπω καυστικόν. ὅσα δ’ ἐλαιώδη πάνθ’ ὑδατώδη τε
[l. 8] ἐστι καὶ ἀερώδη, εἵπετο δὲ δήπου καὶ τὰ ἔργα ταῖς κράσεσιν
[l. 9] αὐτῶν. τὸ μὲν γὰρ στῦφον συνάγειν καὶ πιλεῖν καὶ
[l. 10] πυκνοῦν καὶ ἀποκρούεσθαι καὶ παχύνειν, ἔτι τε πρὸ τούτων
[l. 11] ἁπάντων ψύχειν καὶ ξηραίνειν πέφυκεν, τὸ δ’ ὀξὺ
[l. 12] τέμνειν καὶ διαιρεῖν καὶ λεπτύνειν, ἐκφράττειν τε καὶ διακαθαίρειν
[l. 13] ἄνευ τοῦ θερμαίνειν, τὸ δὲ δριμὺ παραπλησίως
[l. 14] μὲν ὀξεῖ δρᾷν, κατά γε τὸ διαλεπτύνειν τε καὶ διακαθαίρειν.
[l. 15] διαφέρει δὲ τῷ τὸ μὲν ὀξὺ ψύχειν, τὸ δὲ δριμὺ θερμαίνειν,
[l. 16] καὶ προσέτι τῷ τὸ μὲν ἀποκρούεσθαι, τὸ δ’ ἐπισπᾶσθαι
[l. 17] καὶ διαφορεῖν. οὕτω δὲ καὶ τὸ μὲν πικρὸν διακαθαίρει
[l. 18] τε τοὺς πόρους καὶ διαῤῥύπτει καὶ λεπτύνει καὶ
[p. 11.786]
[l. 1] τέμνει τὸ πάχος τῶν χυμῶν ἄνευ φανερᾶς θερμότητος. τὸ
[l. 2] δ’ ὑδατῶδες ψυχρὸν παχύνει καὶ συνίστησι καὶ συνάγει
[l. 3] καὶ πιλεῖ καὶ νεκροῖ καὶ ναρκοῖ. 13.141. τὸ δὲ δριμὺ λεπτύνει,
[l. 4] διακαθαίρει, διαφορεῖ καὶ ἐκρήσσει καὶ ἐπισπᾶται καὶ
[l. 5] ἐσχαροῖ. τὸ δὲ ἁλυκὸν συνάγει καὶ σφίγγει, ταριχεύει, ξηραίνει
[l. 6] χωρὶς ἐπισήμου θερμότητος ἢ ψύξεως. τὸ δὲ γλυκὺ
[l. 7] πέττει, χαλᾷ, ἀραιοῖ. τὸ δ’ ἐλαιῶδες ὑγραίνει, μαλάττει,
[l. 8] χαλᾷ. ῥᾴδιον οὖν ἤδη τοῖς εἰρημένοις σταθμώμενον ἐξευρίσκειν,
[l. 9] τῶν χυμῶν ὅσοι τε ταῖς κράσεσιν καὶ ὅσοι τοῖς
[l. 10] ἔργοις εἰσὶν ἐναντίοι.
[l. 11] Ἐμοὶ δὲ καιρὸς ἂν εἴη πρέπων ἀφορισαμένῳ
[l. 12] τὰς τάξεις τῶν ἐν τοῖς φαρμάκοις κράσεών τε καὶ
[l. 13] δυνάμεων ἐνταῦθα καταπαύειν ἤδη τὸν λόγον. τὸ μὲν δὴ
[l. 14] σύμμετρον φάρμακον, ὡς ὁμοίας εἶναι κράσεως ᾧ προσάγεται,
[l. 15] κατὰ τὸ μήτε ξηραίνειν μήθ’ ὑγραίνειν, μήτε ψύχειν μήτε
[l. 16] θερμαίνειν, οὔτε ξηρὸν οὔθ’ ὑγρὸν, οὔτε ψυχρὸν οὔτε θερμὸν
[l. 17] ὀνομάζειν προσήκει. τὸ δ’ ἤτοι ξηρότερον ἢ ὑγρότερον, ἢ θερμότερον
[p. 11.787]
[l. 1] ἢ ψυχρότερον, ἀπὸ τῆς ἐπικρατούσης καλεῖται δυνάμεως.
[l. 2] ἀρκεῖ δὲ καθ’ ἑκάστην ἐπικράτειαν τέσσαρας ὡς
[l. 3] πρὸς τὴν χρείαν ποιήσασθαι τάξεις, θερμὸν μὲν ὀνομάζοντας
[l. 4] κατὰ τὴν πρώτην τάξιν ὅ τι ἂν ἡμᾶς θερμαίνῃ, μὴ
[l. 5] μέντοι γε ἐναργῶς, ἀλλὰ μετὰ τοῦ προσδεῖσθαί τινος ἀποδείξεως
[l. 6] λογικῆς. οὕτω καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρὸν, ὅ τι
[l. 7] περ ἂν ἀποδείξεως δέηται, μηδέπω τὴν ἐνέργειαν ἰσχυρὰν
[l. 8] μηδ’ ἐναργῆ κεκτημένον. ὅσα μέντοι σαφῶς ἤδη θερμαίνειν
[l. 9] ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν πέφυκε, δευτέρας τὰ τοιαῦτα
[l. 10] τάξεως εἶναι λεχθήσεται. τὰ δ’ ἤδη μὲν σφοδρῶς, οὐ
[l. 11] μὴν εἰς ἄκρον γε, τῆς τρίτης. ὅσα δ’ οὕτω θερμαίνειν πέφυκεν,
[l. 12] ὡς ἐσχαροῦν τε καὶ καίειν, τετάρτης. οὕτω δὴ καὶ
[l. 13] ὅσα σφοδρότερον ψύχειν πέφυκεν, ὡς ἤδη νεκροῦν, τετάρτης
[l. 14] καὶ ταῦτα. ξηραῖνον δ’ οὐδέν ἐστιν εὑρεῖν τετάρτης τάξεως,
[l. 15] ἄνευ τοῦ καίειν· ὅ τι γὰρ ἄκρως ξηραίνει, πάντως τοῦτο καὶ
[l. 16] καίει. τῆς τρίτης μέντοι τάξεως τῶν ξηραινόντων δύναταί
[l. 17] τι καὶ μὴ καῖον εἶναι, καθάπερ ὅσα στύφει σφοδρῶς ἅπαντα,
[p. 11.788]
[l. 1] ἐξ ὧν ἐστιν ὀμφάκιον καὶ ῥοῦς καὶ στυπτηρία καὶ βαλαύστιον
[l. 2] καὶ κικὶς ἡ ὀμφακῖτις. ἐν αὐτοῖς δὲ τούτοις τὰ μὲν
[l. 3] ἐγγύς ἐστι τῶν καιόντων, οἷον ἥ τε λεπὶς τοῦ χαλκοῦ καὶ
[l. 4] ὁ κεκαυμένος χαλκὸς, ὡς ἐν τῷ ἀσαφεῖ που κεῖσθαι τῆς τρίτης
[l. 5] τε καὶ τετάρτης τάξεως. τὰ δ’ ἐν τῷ μέσῳ, καθάπερ
[l. 6] ὁ κεκαυμένος χαλκὸς, εἰ πλυθείη, τὰ δ’ ἐν ἀρχῇ καθάπερ
[l. 7] ὑποκυστίς. οὕτω δὲ καὶ κατὰ τὴν δευτέραν τε καὶ τετάρτην
[l. 8] τάξιν ἔνεστι διαφορὰς ποιεῖσθαι τριττάς. οὐ γὰρ ὡσαύτως
[l. 9] δή που τὸ καυτήριον ξηραίνει τῷ νάπυϊ, καίτοι γε ἄμφω
[l. 10] τῆς τετάρτης τάξεώς ἐστιν. ὑπὲρ ἁπάντων δὴ τούτων ἐν
[l. 11] τοῖς ἑξῆς διορισθήσεται καθ’ ἕκαστον ἁπλοῦν φάρμακον ἰδίᾳ.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Ζ.
[l. 1] Προοίμιον. Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων ἰδέας
[l. 2] καὶ δυνάμεως ἐγχειρήσαντες γράφειν, ἐν μὲν τοῖς πρώτοις
[l. 3] δύο βιβλίοις ἐπιδεῖξαι προειλόμεθα τοὺς μοχθηροὺς τρόπους
[l. 4] τῶν ἐπιχειρημάτων, οἷς πλεῖστοι τῶν νεωτέρων ἰατρῶν χρώμενοι
[l. 5] σφάλλονται μέγιστα. κατὰ δὲ τὸ τρίτον οἷον στοιχείωσίν
[l. 6] τινα τῆς συμπάσης ἐποιησάμεθα διδασκαλίας, εἶτα
[l. 7] ἑξῆς κατὰ τὸ τέταρτον ὑπὲρ τῆς τῶν χυμῶν φύσεως ἐζητήσαμεν,
[p. 11.790]
[l. 1] ἐξευρεῖν σπουδάσαντες ἅπαν ὅσον οἷόν τ’ ἐστὶν ἐξ
[l. 2] αὐτῶν εἰς τὴν τῶν δυνάμεων γνῶσιν ὠφεληθῆναι. διελέχθημεν
[l. 3] δὲ ἐπὶ τῆς τελευτῆς τοῦ βιβλίου καὶ περὶ τῶν πρὸς
[l. 4] τὴν ὄσφρησιν ἐν τοῖς ἁπλοῖς φαρμάκοις ποιοτήτων. ἐν δὲ
[l. 5] τῷ πέμπτῳ μεταβάντες ἐπὶ τὸ λοιπὸν γένος τῶν δυνάμεων,
[l. 6] ὃ παρονομάζεται ἀπὸ τῶν ἔργων αὐτῶν ἃ πεφύκασι δρᾷν,
[l. 7] ἐπεδείξαμεν κᾀνταῦθα ἑκάστου τὴν φύσιν καὶ οὐσίαν. οἱ
[l. 8] μὲν δὴ καθόλου λόγοι πάντες ὑπὲρ τῆς τῶν ἁπλῶν δυνάμεως
[l. 9] ἐοίκασιν ἤδη τέλος ἔχειν· ἐπὶ δὲ τοὺς κατὰ μέρος ἢ
[l. 10] κατ’ εἶδος, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, μετιέναι καιρός.
[l. 11] εἶεν δ’ ἂν οὗτοι καθ’ ἕκαστον φάρμακον ἰδίᾳ περαινόμενοι,
[l. 12] καθάπερ καὶ κατ’ ἀρχὰς εὐθὺς ἐποιήσαμεν, ἐν μὲν τῷ πρώτῳ
[l. 13] τῶνδε τῶν ὑπομνημάτων ὑπὲρ ὕδατός τε καὶ ὄξους
[l. 14] ἐπισκεψάμενοι, κατὰ δὲ τὸ δεύτερον ὑπὲρ ἐλαίου καὶ
[l. 15] ῥοδίνου, πλὴν ἐν ἐκείνοις μὲν ἐπὶ παραδειγμάτων ὁ λόγος
[l. 16] ἡμῖν ἐγίγνετο πρὸς τοὺς οὐκ ὀρθῶς ὑπὲρ τῆς δυνάμεως
[l. 17] αὐτῶν ἀποφηναμένους· ἐνταῦθα δὲ διὰ βραχέων ὑπὲρ ἑκάστου
[l. 18] δίειμι μηκέτι φροντίζων, εἴ τις μὴ καλῶς ἀπεφήνατο
[p. 11.791]
[l. 1] περί τινος αὐτῶν, ἀλλ’ ὅπερ ἀληθέστατόν μοι φαίνεται
[l. 2] 13.143. γράφων, ἄνευ τῆς πρὸς τοὺς διαμαρτάνοντας ἀντιλογίας.
[l. 3] ὅτι δὲ οὐ μόνον ἀσαφὴς ὁ λόγος ἔσται τοῖς ἐπιλανθανομένοις
[l. 4] τῶν ἔμπροσθεν, ἀλλὰ καὶ τὸ τῆς ἀποδείξεως πιστὸν
[l. 5] οὐχ ἕξει, δῆλον μὲν οἶμαι κᾂν ἐγὼ μὴ λέγω, κάλλιον δ’
[l. 6] ἐστὶν ἴσως ἀναμνῆσαι κᾀμὲ, πρῶτον μὲν ὡς ἐπὶ τῆς εὐκρατοτάτης
[l. 7] φύσεως τὴν πεῖραν χρὴ ποιεῖσθαι τῆς τῶν φαρμάκων
[l. 8] δυνάμεως, εἶθ’ ἑξῆς ὡς ἐπὶ τῶν ἁπλῶν νοσημάτων. εἰ
[l. 9] δὲ δὴ κᾀκ τῶν πρὸς τὴν γεῦσιν ποιοτήτων ἐθέλοι τις ἐνδεικτικῶς
[l. 10] τεκμαίρεσθαι περὶ τῆς δυνάμεως αὐτῆς, ἐδείξαμεν
[l. 11] ἐν τῷ τετάρτῳ καὶ τὴν ἐν τούτοις μέθοδον. ἐὰν οὖν τις
[l. 12] ἤτοι ῥᾳθύμως ἀναγνοὺς τὰ πρόσθεν ἢ καὶ μηδ’ ὅλως ἀναγνοὺς
[l. 13] ἐπὶ τουτὶ τὸ βιβλίον εὐθέως ἀφίκηται, σπεύδων ὅτι
[l. 14] τάχιστα ἐπιστήμων γενέσθαι τῆς τῶν φαρμάκων δυνάμεως,
[l. 15] οὐχ ἕξει βεβαίαν τὴν γνῶσιν αὐτῶν. ἐπεὶ δὲ τὰ φάρμακα
[l. 16] πάντα τὰ μέν ἐστι μόρια ζώων ἢ φυτῶν ἢ καρπῶν ἤ τινες
[l. 17] ὀποὶ τούτων ἢ χυλοὶ, τὰ δὲ ἐκ τῶν μετάλλων λαμβάνεται,
[p. 11.792]
[l. 1] κάλλιον ἔδοξέ μοι περὶ τῶν φυτῶν πρῶτον διελθεῖν, ὅτι τε
[l. 2] πλεῖστον αὐτῶν ἐστι τὸ γένος ἰσχυρότατόν2.68. τε καὶ τὴν
[l. 3] δύναμιν, εἶθ’ ἑξῆς περὶ τῶν μεταλλευόντων εἰπεῖν, ἔπειθ’
[l. 4] οὕτως ἐπὶ τὰ τῶν ζώων ἀφικέσθαι μόρια. καὶ μέντοι καὶ
[l. 5] τὴν τάξιν αὐτῶν τῆς γραφῆς ἔγνων χρῆναι κατὰ στοιχεῖον
[l. 6] ποιήσασθαι, πρῶτα μὲν ἐκεῖνα γράψας τῶν φυτῶν ὧν αἱ
[l. 7] προσηγορίαι τὴν ἀρχὴν ἔχουσιν ἀπὸ τοῦ ἄλφα στοιχείου,
[l. 8] δεύτερα δὲ ὅσα ἀπὸ τοῦ β, καὶ οὕτως ἤδη τρίτα τε καὶ
[l. 9] τέταρτα καὶ πέμπτα καὶ τἄλλα ἐφεξῆς ἅπαντα κατὰ τὴν
[l. 10] τῶν γραμμάτων τάξιν. οὕτω δὴ καὶ Πάμφιλος ἐποιήσατο
[l. 11] τὴν περὶ τῶν βοτανῶν πραγματείαν. ἀλλ’ ἐκεῖνος μὲν εἴς τε
[l. 12] μύθους γραῶν τινας ἐξετράπετο καί τινας γοητείας Αἰγυπτίας
[l. 13] ληρώδεις ἅμα τισὶν ἐπῳδαῖς, ἃς ἀναιρούμενοι τὰς
[l. 14] βοτάνας ἐπιλέγουσι. καὶ δὴ κέχρηται πρὸς περίαπτα καὶ
[l. 15] ἄλλας μαγγανείας οὐ περιέργους μόνον, οὐδ’ ἔξω τῆς ἰατρικῆς
[l. 16] τέχνης, ἀλλὰ καὶ ψευδεῖς ἁπάσας. ἡμεῖς δὲ οὔτε τούτων
[l. 17] οὐδὲν οὔτε τὰς τούτων ἔτι ληρώδεις μεταμορφώσεις
[l. 18] ἐροῦμεν. οὐδὲ γὰρ τοῖς μικροῖς παισὶ κομιδῇ χρησίμους
[p. 11.793]
[l. 1] ὑπολαμβάνομεν εἶναι τοὺς τοιούτους μύθους, μήτι γε δὴ
[l. 2] τοῖς μετιέναι σπεύδουσι τὰ τῆς ἰατρικῆς ἔργα. καί μοι δοκεῖ
[l. 3] πρὸς Ἱπποκράτους εὐθέως ἐν ἀρχῇ τῶν ἀφορισμῶν εἰρῆσθαι
[l. 4] ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ χάριν τοῦ μὴ καταναλίσκειν
[l. 5] τοὺς χρόνους εἰς ἄχρηστα, σπεύδειν δὲ ὡς οἷόν
[l. 6] τε τὴν ἐπιτομωτάτην ἰέναι δι’ αὐτῶν τῶν χρησιμωτάτων
[l. 7] τῆς τέχνης. καὶ μὲν δὴ καὶ τὰ πολλὰ τῶν βοτανῶν ὀνόματα
[l. 8] ταῦτα Αἰγυπτιακὰ καὶ Βαβυλώνια, καὶ ὅσα τινὲς
[l. 9] ἰδίως ἢ συμβολικῶς ἐπ’ αὐταῖς ἔθεντο, περιττὸν ἔδοξέ μοι
[l. 10] προσγράφειν ἐνταῦθα. κάλλιον γὰρ, εἴ τις ἐθέλοι καὶ ταῦτα
[l. 11] πολυπραγμονεῖν, ἰδίᾳ καὶ καθ’ ἑαυτὸν ἀναγινώσκειν τὰς τῶν
[l. 12] ἀντιφραζόντων βίβλους. οὕτως γὰρ καί αὐτὰς ἐπιγράφουσιν
[l. 13] οἱ συντιθέντες αὐτὰς, καθάπερ καὶ Ξενοκράτης ὁ Ἀφροδισιεὺς
[l. 14] ἐποίησεν, ἄνθρωπος τἄλλα περίεργος ἱκανῶς καὶ
[l. 15] γοητείας οὐκ ἀπηλλαγμένος. ὁ δέ γε Πάμφιλος ὁ τὰ περὶ
[l. 16] τῶν βοτανῶν συνθεὶς εὔδηλός ἐστιν κᾀξ αὐτῶν ὧν γράφει
[l. 17] γραμματικὸς ὢν καὶ μήθ’ ἑωρακὼς τὰς βοτάνας ὑπὲρ ὧν
[l. 18] διηγεῖται μήτε τῆς δυνάμεως αὐτῶν πεπειραμένος, ἀλλὰ τοῖς
[p. 11.794]
[l. 1] πρὸ αὐτοῦ γεγραφόσιν ἅπασιν ἄνευ βασάνου πεπιστευκώς.
[l. 2] οὗτος μὲν ἐξέγραψε βιβλία, πλῆθος ὀνομάτων ἐφ’ ἑκάστῃ
[l. 3] βοτάνῃ μάτην προστιθεὶς, εἶθ’ ἑξῆς εἴ τις αὐτῶν ἐξ ἀνθρώπου
[l. 4] μετεμορφώθη διηγούμενος, εἶτα ἐπῳδὰς καὶ σπονδὰς δή
[l. 5] τινας καὶ θυμιάματα ταῖς ἐπὶ τούτων ἐκ τῆς γῆς ἀναιρέσεσι
[l. 6] προσγράφων, ἑτέρας τε γοητείας τοιαύτας ληρώδεις.
[l. 7] 13.144. ὁ δὲ Ἀναζαρβεὺς Διοσκουρίδης ἐν πέντε βιβλίοις τὴν
[l. 8] χρήσιμον ἅπασιν ὕλην ἔγραψεν οὐ βοτανῶν μόνον, ἀλλὰ
[l. 9] καὶ δένδρων καὶ καρπῶν καὶ χυλῶν καὶ ὀπῶν, ἔτι τε τῶν
[l. 10] μεταλλευομένων ἁπάντων καὶ τῶν ἐν τοῖς ζώοις μορίων μνημονεύσας.
[l. 11] καί μοι δοκεῖ τελεώτατα πάντων οὗτος τὴν περὶ
[l. 12] τῆς ὕλης τῶν φαρμάκων πραγματείαν ποιήσασθαι. πολλὰ
[l. 13] μὲν γὰρ καὶ τοῖς ἔμπροσθεν ὑπὲρ αὐτῶν γέγραπται καλῶς,
[l. 14] ἀλλ’ ὑπὲρ ἁπάντων οὕτως οὐδενὶ, πλὴν εἰ Τάνιτρόν τις ἐπαινοίη
[l. 15] τοῦ Ἀσκληπιάδου. καὶ γὰρ καὶ τούτῳ τἄλλα τε καλῶς
[l. 16] εἴρηται, χωρὶς τῶν κατὰ τὰς αἰτίας λογισμῶν. ταῦτά τε οὖν
[l. 17] ἀναγινώσκειν χρὴ τὸν ἔμπειρον γενέσθαι ὕλης βουλόμενον,
[l. 18] ἔτι τε πρὸς τούτοις τά θ’ Ἡρακλείδου τοῦ Ταραντίνου καὶ
[p. 11.795]
[l. 1] Κρατεύα καὶ Μαντίου. γέγραπται δὲ οὐχ ὁμοίως οὕτως
[l. 2] ἐκείνοις, οὐδ’ εἰς ἓν ἤθροισται πάντα, καθάπερ τῷ Διοσκουρίδῃ,
[l. 3] περὶ ὕλης γε ἐπιγράψαντι τὰς πέντε βίβλους, ἀλλ’
[l. 4] ἰδίᾳ μὲν, εἰ οὕτως ἔτυχε, περὶ σκευασίας τε καὶ δοκιμασίας
[l. 5] φαρμάκων ἔγραψαν, ὥσπερ Ἡρακλείδης ὁ Ταραντῖνος, ἰδίως
[l. 6] δὲ περὶ καθαρτικῆς ἢ προποτισμῶν ἢ κλυσμῶν, ὥσπερ ὁ
[l. 7] Μαντίας ἐποίησεν. ἰδίᾳ δ’ εὐπορίστων βοηθημάτων, ὡς
[l. 8] Ἀπολλώνιος, ἢ τῶν κατὰ τόπους, ὡς Μαντίας. ἡ δὲ πλείστη
[l. 9] τῶν φαρμάκων χρῆσις ἐν αὐταῖς ταῖς θεραπευτικαῖς
[l. 10] πραγματείαις ὑπό τε τῶν παλαιῶν γέγραπται καὶ προσέτι
[l. 11] τῶν νεωτέρων ἁπάντων σχεδόν· καὶ γὰρ πρὸς Ἱπποκράτους
[l. 12] εἴρηται πολλὰ καὶ πρὸς Εύρυφῶντος καὶ Διεύχους καὶ
[l. 13] Διοκλέους καὶ Πλειστονίκου καὶ Πραξαγόρου καὶ Ἡροφίλου,
[l. 14] καὶ οὐκ ἔστιν οὐδεὶς ἀνὴρ παλαιὸς ὃς οὐ συνεβάλλετό
[l. 15] τι τῇ τέχνῃ μεῖζον ἢ μεῖον εἰς ἐπιστήμην φαρμάκων,
[l. 16] ἄνευ γοητείας τε καὶ ἀλαζονείας, ἣν ὕστερον Ἀνδρέας ἐπεδείξατο,
[l. 17] ὥσθ’ ὅτῳ σχολὴ χρησίμοις ὁμιλεῖν βιβλίοις περὶ
[l. 18] φαρμάκων γεγραμμένοις, ἔχει πολλὰ καὶ τῶν παλαιῶν μὲν,
[p. 11.796]
[l. 1] ὡς εἴρηται, καὶ τῶν νεωτέρων δὲ, οὐκ ὀλίγα μέχρι καὶ τῶν
[l. 2] περὶ Πάμφιλόν τε καὶ Ἀριχιγένην. καὶ μὲν δὴ καὶ Ῥούφῳ
[l. 3] τῷ Ἐφεσίῳ πολλὰ μὲν κᾀν τοῖς θεραπευτικοῖς βιβλίοις γέγραπται
[l. 4] φάρμακα, καὶ περὶ βοτανῶν δὲ δι’ ἑξαμέτρων ἐπῶν
[l. 5] σύγκειται τέτταρα, καὶ οὐδεὶς φόβος ἐπιλείπειν χρήσιμα βιβλία,
[l. 6] κᾂν ἐν ἅπαντι τῷ βίῳ βούληταί τις ἄλλο μηδὲν ἢ
[l. 7] περὶ φαρμάκων ἀναγινώσκειν. Ἀνδρέου δὲ καὶ τῶν ὁμοίως
[l. 8] ἀλαζόνων ἀφίστασθαι χρὴ, καὶ πολὺ μᾶλλον ἔτι Παμφίλου
[l. 9] τοῦ μηδ’ ὄναρ ἑωρακότος ποτὲ τὰς βοτάνας, ὧν τὰς ἰδέας
[l. 10] ἐπιχειρεῖ γράφειν. οἱ γὰρ τοιοῦτοι τῶν ἀνθρώπων, ὥσπερ
[l. 11] οὖν καὶ ὁ Ταραντῖνος Ἡρακλείδης εἴκαζεν αὐτοὺς, ὁμοιότατοι
[l. 12] τοῖς κήρυξίν εἰσιν, ὅσοι τὰ τῆς ἰδέας γνωρίσματα
[l. 13] κηρύττουσιν ἀποδεδρακότος ἀνδραπόδου, αὐτοὶ μηδεπώποτε
[l. 14] θεασάμενοι. λαμβάνουσι μὲν γὰρ τὰ γνωρίσματα παρὰ τῶν
[l. 15] εἰδότων, λέγουσι δὲ ὡς ἐπῳδὴν αὐτὰ, ἃ μηδὲ εἰ παρεστὼς
[l. 16] ὁ κηρυττόμενος τύχῃ, διαγνῶναι δυνάμενοι. ἐγὼ μὲν γὰρ
[l. 17] ἐμεμφόμην τοῖς πρώτως γράψασι τὰς ἰδέας τῶν βοτανῶν,
[l. 18] ἄμεινον ἡγούμενος αὐτόπτην γενέσθαι παρ’ αὐτῷ τῷ διδάσκοντι
[p. 11.797]
[l. 1] τὸν μανθάνοντα καὶ μὴ τοῖς ἐκ τοῦ βιβλίου κυβερνήταις
[l. 2] ὁμοιωθῆναι. καὶ γὰρ ἀληθέστερον οὕτω καὶ σαφέστερον
[l. 3] ἡ διδασκαλία περαίνοι ἂν ὑπὸ διδασκάλων οὐ
[l. 4] βοτανῶν μόνων ἢ θάμνων ἢ δένδρων, ἀλλὰ καὶ τῶν ἄλλων
[l. 5] ἁπάντων φαρμάκων. εἰ δὲ ἄρα καὶ δέοιτο τοῦ βιβλίου, τίς
[l. 6] οὕτως ἄθλιος ὡς παρελθεῖν τὰ Διοσκουρδίου καὶ Νίγρου
[l. 7] καὶ Ἡρακλείδου καὶ Κρατεύα καὶ ἄλλων μυρίων ἐν τῇ
[l. 8] τέχνῃ καταγηρασάντων, βιβλία γραμματικὰ γράφοντος ἐπῳδὰς
[l. 9] καὶ μεταμορφώσεις καὶ δεκανῶν καὶ δαιμόνων ἱερὰς
[l. 10] βοτάνας ἀνάσχοιτ’ ἄν; 13.145. ὅτι γὰρ γόητες ἄνθρωποι
[l. 11] ἐκπλήττειν τὸν πολὺν ὄχλον ἔργον πεποιημένοι τὰ τοιαῦτα
[l. 12] συνέθεσαν ἐξ αὐτῶν ἔνεστί σοι γνῶναι τοῦ Παμφίλου βιβλίων,
[l. 13] ὃς πρῶτον μὲν ἐν ταῖς βοτάναις ἔγραψεν ἀβρότονον,
[l. 14] ἅπασιν ἡμῖν γνώριμον τυγχάνουσαν, εἶθ’ ἑξῆς ἄγνον ἱκανῶς
[l. 15] καὶ τοῦτο γνώριμον θάμνον, εἶτ’ ἄγρωστιν οὐδὲ τοῖς ἰδιώταις
[l. 16] ἄγνωστον πόαν, εἶτ’ ἄγχουσαν ἣν οὐδὲ αὐτὴν ἀγνοεῖ
[l. 17] τις, ὥσπερ οὖν οὐδὲ τὸ ἀδίαντον ἐφεξῆς αὐτῇ γεγραμμένον.
[p. 11.798]
[l. 1] ἐν μὲν δὴ τούτοις οὐδὲν ὧν ἴσμεν περιττότερον γράφει·
[l. 2] μετὰ δὲ ταῦτα βοτάνης μέμνηται καλουμένης, ὡς αὐτός
[l. 3] φησιν, ἀετοῦ, περὶ ἧς ὁμολογεῖ μηδένα τῶν Ἑλλήνων εἰρηκέναι
[l. 4] μηδὲν, ἀλλ’ ἔν τινι τῶν εἰς Ἑρμῆν τὸν Αἰγύπτιον ἀναφερομένων
[l. 5] βιβλίων ἐγγεγράφθαι, περιέχοντι τὰς λστ΄ τῶν
[l. 6] ὡροσκόπων ἱερὰς βοτάνας, αἵ εὔδηλον ὅτι πᾶσαι λῆρός
[l. 7] εἰσι καὶ πλάσματα τοῦ συνθέντος, ὁμοιότατα τοῖς ὀφιονίκοις
[l. 8] τοῖς Κόγχλας. οὔτε γὰρ ὅλως ἐγίνετό τις Κόγχλας, ἀλλ’
[l. 9] 2.69. εἰς γέλωτα σύγκειται τοὔνομα, καθάπερ καὶ τἄλλα πάντα
[l. 10] τὰ κατὰ τὸ βιβλίον αὐτοῦ γεγραμμένα. καὶ αἱ λστ΄ αὗται βοτάναι
[l. 11] μέχρι τῶν ὀνομάτων προέρχονται, μηδενὸς αὐταῖς
[l. 12] ὑποκειμένου πράγματος. ἀλλὰ Πάμφιλος μὲν ὥσπερ ἄλλοι
[l. 13] πολλοὶ σχολὴν ἴσως ἦγεν ἀχρήστους μύθους ἐγγράφειν βιβλίοις·
[l. 14] ἡμεῖς δὲ καὶ νῦν ἡγούμεθα τὸν χρόνον ἀπολλύναι
[l. 15] μνημονεύοντες αὐτῶν ἐπιπλέον. ἀρξώμεθα οὖν ἤδη τῶν
[l. 16] χρησίμων.
[l. 17] α΄. Περὶ ἀβροτόνου τε καὶ ἀψινθίου καὶ
[l. 18] τῶν ἑκατέρου εἰδῶν. Ἀβροτόνου ταύτης τῆς πόας οὔτε
[p. 11.799]
[l. 1] τὴν ἰδέαν χρὴ γράφειν ἐπὶ τοσούτοις τε καὶ τοιούτοις ἀνδράσιν
[l. 2] οὔτε τὰς κατὰ μέρος ἐνεργείας ὡς ἐκεῖνοι, κᾂν εἰ
[l. 3] μὴ διωρισμένως, ἀλλὰ σαφῶς γοῦν ἐδήλωσαν. εἰρήσεται δὲ
[l. 4] καὶ ἡμῖν ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῇ περὶ συνθέσεως φαρμάκων
[l. 5] πραγματείᾳ καὶ τῇ τῶν εὐπορίστων, ἔστι δ’ ὅτε
[l. 6] κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὅταν ἡ χρεία
[l. 7] καλῇ. μόνον δὲ, ὅπερ ἐξ ἀρχῆς πρόκειται, τὰς καθόλου δυνάμεις
[l. 8] ἁπάντων τῶν φαρμάκων ἐπισκέψασθαι, τοῦτο κᾀπὶ
[l. 9] τῶν ἄλλων μὲν ἕπεται, καὶ νῦν δὲ ἤδη ποιητέον αὐτὸ καὶ
[l. 10] λεκτέον ὡς θερμόν τέ ἐστι καὶ ξηρὸν τὴν δύναμιν τὸ ἀβρότονον,
[l. 11] ἐν τρίτῃ που τάξει καὶ ἀποστάσει μετὰ τὰς συμμετρίας
[l. 12] τεταγμένον, διαφορητικήν τέ τινα καὶ τμητικὴν ἔχον
[l. 13] δύναμιν. τῆς αὐτῆς δ’ ἐστὶ δυνάμεως καὶ ἡ τρίψις αὐτοῦ
[l. 14] εἰληφυῖα, ὥσπερ τὸ σαρκωτικόν τε καὶ δακνῶδες. ὅτι δὲ
[l. 15] καὶ ὡς πρὸς τὴν εὔκρατον φύσιν ἡ τοιαύτη τάξις ἐξετάζεται
[l. 16] πρόσθεν εἴρηται πολλάκις. ἐξεύρομεν δ’ αὐτοῦ τὴν κρᾶσιν
[l. 17] οὐχ ἥκιστα μὲν καὶ τῇ γεύσει τεκμηράμενοι, πικρὸν γὰρ
[l. 18] ἱκανῶς ἐστιν. ὁ δὲ τοιοῦτος χυμὸς ἐδείκνυτο γεώδης μὲν
[p. 11.800]
[l. 1] ὢν τὴν οὐσίαν, ὑπὸ θερμότητος δαψιλοῦς λεπτύνεσθαι, ὥστε
[l. 2] καὶ θερμαίνειν καὶ ξηραίνειν οὐκ ἀγεννῶς. οὐ μὴν ἀλλὰ
[l. 3] καὶ τῇ διωρισμένῃ πείρᾳ, περὶ ἧς ἔμπροσθεν εἴρηται πολλάκις,
[l. 4] ἀκριβῶς βασανίσαντες ἐκ τῆς αὐτῆς εὕρομεν τὸ φάρμακον
[l. 5] τοῦτο κράσεως. εἴτε γὰρ κόψας τὴν κόμην ἅμα τοῖς
[l. 6] ἄνθεσιν, ἄχρηστον γὰρ αὐτοῦ τὸ λοιπὸν κάρφος, ἐπιπάττοις
[l. 7] ἕλκει καθαρῷ, δακνῶδές τε καὶ ἐρεθιστικὸν φαίνεται, εἴτε
[l. 8] ἀποβρέξας ἐν ἐλαίῳ καταντλεῖν ἐθελήσαις ἤτοι κεφαλὴν ἢ
[l. 9] γαστέρα, θερμαῖνον σφοδρῶς εὑρεθήσεται. καὶ μὲν δὴ καὶ
[l. 10] ὅσοι κατὰ περιόδους ἁλίσκονται ῥίγεσιν, εἰ καὶ τούτους
[l. 11] ἀνατρίβοις πρὸ τῆς εἰσβολῆς, ἧττον ῥιγῶσιν, ἀλλ’ οὐδὲ τὴν
[l. 12] αἴσθησιν εὐθὺς ἅμα τῷ προσφέρεσθαι λανθάνει θερμαῖνον.
[l. 13] 13.146. ὅτι δὲ ἕλμινθας ἀναιρεῖν εἰκός ἐστι πικρὸν ὑπάρχον
[l. 14] αὐτὸ καὶ πρὸ τῆς πείρας εὔδηλον, εἴ τι μεμνήμεθα τῶν ἐν
[l. 15] τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένων ὑπὲρ τοῦ
[l. 16] πικροῦ χυμοῦ τῆς φύσεως. εἰδήσεις δ’ εὐθὺς ὡς καὶ διαφορητικήν
[l. 17] τινα καὶ τμητικὴν ἔχει δύναμιν. ἀλλὰ καὶ ὡς
[l. 18] μᾶλλον ἀψινθίου τοῦτο ὑπάρχειν ἀναγκαῖον αὐτῷ συλλογίσασθαί
[p. 11.801]
[l. 1] σοι παρέσται πρῶτον μὲν ἐκ τῆς γεύσεως. ἐλαχίστης
[l. 2] γάρ τινος μετέχει στρυφνότητος τὸ ἀβρότονον, ἀψίνθιον
[l. 3] δὲ οὐκ ὀλίγης· ἔπειτα δὲ κᾀκ τοῦ κακοστόμαχον εἶναι
[l. 4] τὸ ἀβρότονον, ὥσπερ οὖν καὶ τὸ σέριφον, εὐστόμαχον δὲ
[l. 5] τὸ ἀψίνθιον. ἐδείχθη γὰρ καὶ περὶ τούτων πρόσθεν ὡς τὸ
[l. 6] μὲν πικρὸν αὐτὸ καθ’ αὑτὸ παντελῶς εἴη κακοστόμαχον,
[l. 7] τὸ δὲ αὐστηρὸν ἢ στρυφνὸν ἢ ὅλως στῦφον εὐστόμαχον.
[l. 8] ἐπιμιγνυμένων δὲ τῶν ποιοτήτων ἀλλήλαις ἡ σφοδροτέρα
[l. 9] ἂν ἐπικρατοίη. ταῦτ’ οὖν ἀρκεῖ σοι γινώσκειν ἐν τῇδε τῇ
[l. 10] πραγματείᾳ. δειχθήσεται γὰρ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου
[l. 11] γράμμασιν ὡς ἄν τις τοιούτῳ φαρμάκῳ κάλλιστα
[l. 12] χρῷτο. καὶ διὰ τοῦτο μηκέτι ἐπιζήτει ἀκούειν μήθ’ ὅτι
[l. 13] σὺν ἑφθῷ μήλῳ κυδονίῳ καταπλασθὲν ἢ ἄρτῳ φλεγμονὰς
[l. 14] ὀφθαλμῶν ἰᾶται, μήθ’ ὅτι διαφορεῖ φύματα σὺν ὠμηλύσει
[l. 15] λεῖον ἑψηθέν. οὐδὲ γὰρ τούτων οὐδέτερον οὔτε τῶν ἄλλων
[l. 16] οὐδὲν τῆς νῦν πραγματείας ἴδιόν ἐστιν, ἀλλὰ τοῖς μὲν ἐμπειρικὴν
[l. 17] διδασκαλίαν ποιουμένοις ἐν τοῖς εὐπορίστοις γράφεται
[p. 11.802]
[l. 1] φαρμάκοις, ὅσοι δὲ λογικῶς ἀσκῆσαι τὴν τέχνην βούλονται,
[l. 2] τῆς θεραπευτικῆς ἐστι χρεία τούτοις μεθόδου. τά τε
[l. 3] γὰρ ἄλλα καὶ βλαβείη τις ἂν μᾶλλον ἢ ὠφεληθείη πρὸς
[l. 4] τῆς τοιαύτης ἱστορίας. Ἱπποκράτει μὲν οὖν ἐν ἀφορισμοῖς
[l. 5] γράφοντι, ὀδύνας ὀφθαλμῶν ἀκρατοποσίη ἢ λουτρὸν ἢ πυρίη
[l. 6] ἢ φλεβοτομίη ἢ φαρμακείη λύει· μὴ μέντοι προστιθέντι,
[l. 7] ποίας μὲν οὖν ὀδύνας ἀκρατοποσία, ποίας δὲ λουτρὸν,
[l. 8] καὶ τίνας μὲν πυρία, τίνας δὲ φλεβοτομία, τίνας δὲ
[l. 9] φαρμακεία, συγχωρήσειεν ἄν τις, οἶμαι, διὰ τρεῖς αἰτίας. καὶ
[l. 10] γὰρ ἀφοριστικὴν ἐποιεῖτο διδασκαλίαν, ἐν ᾗ διὰ τὸ σύντομον
[l. 11] οὕτω λέγεσθαι συγκεχώρηκε τὰ πολλὰ, καὶ πάντα τὰ
[l. 12] ἰατικὰ τῶν ὀδυνῶν ἔγραψεν, εἰ καὶ μὴ διωρίσατο πρὸς
[l. 13] ὁποίαν ὀδύνην ποῖον αὐτῶν ἁρμόττει, ἢ καὶ πολλαχόθι τῶν
[l. 14] ἄλλων συγγραμμάτων ἀφορμὰς ἡμῖν ἔδωκε τῶν ἐν τοῖς
[l. 15] οὕτω ῥηθεῖσι διορισμῶν. ὅσοι δὲ μήτ’ ἐν ἑτέροις βιβλίοις
[l. 16] ἔγραψαν ὑπὲρ τῶν τοιούτων ἀφορισμῶν μήτε ἐν διεξοδικῇ
[l. 17] τε καὶ μακρᾷ πραγματείᾳ, γράφουσιν ἀφοριστικῶς τε καὶ
[l. 18] βραχέως, εἴτε τὸ πρὸς τούτοις ἓν ἐκ πολλῶν δηλοῦσιν, εἰς
[p. 11.803]
[l. 1] πλείω δὲ βλάπτουσιν ἡμᾶς ἢ ὠφελοῦσι. πολλῶν γὰρ οὐσῶν
[l. 2] διαφορῶν ἐν ταῖς ὀφθαλμίαις, καὶ μιᾶς μὲν ἐξ αὐτῶν χρῃζούσης
[l. 3] τοῦ προειρημένου καταπλάσματος, τῶν δ’ ἄλλων
[l. 4] βλαπτομένων, ὁ χρώμενος ἐπὶ πασῶν ἀδιορίστως πολὺ
[l. 5] πλείους βλάψει ἢ ὠφελήσει. κατὰ τοῦτον οὖν τὸν τρόπον
[l. 6] οὐ περὶ ἀβροτόνου μόνον, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων
[l. 7] γραπτέον ἡμῖν ἐστι, τὰς μὲν κατὰ τὸ θερμαίνειν καὶ
[l. 8] ψύχειν ἢ ὑγραίνειν ἢ ξηραίνειν δυνάμεις ἐξ ὧν πολλάκις
[l. 9] εἴρηκα μεθόδων εὑρίσκουσιν, ὅσα δὲ κατὰ τὴν ἰδιότητα τῆς
[l. 10] ὅλης οὐσίας ἀποτελοῦνται τῇ πείρᾳ μόνῃ. δέδεικται καὶ
[l. 11] περὶ τῶν τοιούτων ὡς δηλητήριοί τέ εἰσι καὶ δηλητηρίων
[l. 12] ἀλεξητήριοι καὶ καθαρτικοί. τούτων γὰρ οὐχ οἷόν τε λογικὴν
[l. 13] ποιήσασθαι τὴν εὕρεσιν, ἀλλ’ ἤ μόνον ὑπόνοιάν τινα
[l. 14] πιθανὴν ἔστιν εὑρεῖν ἐπί τινων· οὐ γὰρ δὴ ἐπὶ πάντων γε,
[l. 15] καθάπερ καὶ αὐτὸ τοῦτο δεδήλωται διὰ τῶν ἔμπροσθεν.
[l. 16] 13.147. ἀλλὰ περὶ μὲν τῶν οὕτως εὑρισκομένων δυνάμεων
[l. 17] ἰδίᾳ ποιήσομαι τὸν λόγον ἐν τοῖς ἐφεξῆς, ἐπειδὰν πρότερον
[p. 11.804]
[l. 1] ὑπὲρ τῶν κατὰ τὸ θερμαίνειν καὶ ψύχειν, ὑγραίνειν τε καὶ
[l. 2] ξηραίνειν, καὶ ὅσα ταύταις ἕπονται διέλθω καθ’ ἕκαστον
[l. 3] εἶδος φαρμάκου. τοσόνδε μέντοι προσθεὶς ἔτι περὶ
[l. 4] ἀβροτόνου καταπαύσω τὸν λόγον, ὡς ὁ θαυμασιώτατος
[l. 5] Πάμφιλος, καίτοι ταύτην πρώτην πόαν γράφων καὶ τάχ’
[l. 6] ἂν εἰ μηδενὸς τῶν ἐφεξῆς, ἀλλὰ ταύτης γοῦν ἐθελήσας αὐτόπτης
[l. 7] γενέσθαι, ὅμως ἔσφαλται μέγιστα, νομίζων ὑπὸ Ῥωμαίων
[l. 8] σαντόνικον ὀνομάζεσθαι τὴν βοτάνην. διαφέρει γὰρ
[l. 9] ἀβρότονον σαντονίκου, καθότι καὶ Διοσκουρίδης ἔγραψεν ἐν
[l. 10] τῷ τρίτῳ περὶ ὕλης ἀκριβέστατα, καὶ πάντες ἴσασι τοῦτό
[l. 11] γε ἰατροὶ καὶ ῥωποπῶλαι. τοῦ μὲν γὰρ ἀβροτόνου δύο ἐστὶν
[l. 12] εἴδη, τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ νομιζόμενον, ὡς καὶ τοῦτο
[l. 13] διώρισται παρὰ τῷ Διοσκουρίδῃ τε καὶ τῷ Παμφίλῳ καὶ
[l. 14] ἄλλοις μυρίοις. ἕτερον δέ ἐστιν αὐτοῦ τὸ ἀψίνθιον, οὗ πάλιν
[l. 15] εἴδη χρὴ τίθεσθαι καὶ αὐτὰ τριττὰ, ὧν τὸ μὲν τῷ γένει
[l. 16] ὁμωνύμως προσαγορεύονται ἀψίνθιον, ὁποῖον μάλιστά ἐστι
[l. 17] τὸ Ποντικὸν, τὸ δὲ σέριφον, τὸ δὲ σαντόνικον. εἰ 2.70. δ’
[p. 11.805]
[l. 1] ἄλλο μὲν ἀψίνθιον, ἄλλο δὲ σέριφον, ἄλλο δὲ σαντόνικον
[l. 2] λέγοι, οὐδὲν εἰς τὰ παρόντα διαφέρει. οὐδὲ γὰρ ὄνομα διαιρήσοντες
[l. 3] ἥκομεν, ἀλλ’ ὑπὲρ αὐτῶν τῶν πραγμάτων σπουδάζομεν.
[l. 4] ἐπεὶ τοίνυν καὶ ταῦτα καὶ ταῖς ἰδέαις καὶ ταῖς γεύσεσι
[l. 5] καὶ ταῖς δυνάμεσιν ἕτερα σαφῶς ἀλλήλων ἐστὶν, ὀνομαζέτω
[l. 6] μὲν, εἰ βούλοιτό τις, ἅπαντα διὰ μιᾶς προσηγορίας,
[l. 7] ἐκδιδασκέτω δὲ ἀκριβῶς τὰς δυνάμεις. ἡμεῖς οὖν τὰς μὲν
[l. 8] ἰδέας αὐτάρκως ἔφαμεν εἰρῆσθαι Διοσκουρίδῃ τε καὶ ἄλλοις
[l. 9] οὐκ ὀλίγοις, ὥστ’ οὐ χρὴ γράφειν αὖθις ὅσα τοῖς πρόσθεν
[l. 10] ὀρθῶς εἴρηται. εἴ τι δ’ ἐν ταῖς τούτου δυνάμεσιν ἀδιόριστον
[l. 11] ἐκεῖνοι παρέλιπον, οὗ δὴ χάριν ἐπὶ τήνδε τὴν ἔξοδον
[l. 12] ἀφικόμην, ἐγὼ προσθεῖναι πειράσομαι. τὸ μὲν ἀψίνθιον
[l. 13] ἧττόν ἐστιν τῶν εἰρημένων θερμὸν, ὡς ἂν πλείστης μετέχων
[l. 14] τῆς στύψεως. εἰ δὲ καὶ τοῦτο λεπτομερὲς ἧττον ἐκείνων, καὶ
[l. 15] λεπτυντικὸν δὴ κατὰ τὸν αὐτὸν τρόπον ἧττον ἐκείνων, οὐ
[l. 16] μὴν ἧττόν γε ξηραντικόν. τῶν δ’ ἄλλων τὸ μὲν σαντόνικον
[l. 17] ἀπὸ Σαντονείας χώρας, ἐν ᾗ φύεται, τὴν προσηγορίαν
[p. 11.806]
[l. 1] ἔχον ἐγγυτάτω τὴν δύναμίν ἐστι τοῦ σερίφου, βραχεῖ τινι λειπόμενον
[l. 2] ἐν τῷ λεπτύνειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν. αὐτὸ
[l. 3] δὲ τὸ σέριφον ἧττον μὲν θερμὸν τοῦ ἀβροτόνου, θερμότερον
[l. 4] δὲ ἀψινθίου, κακοστόμαχον δὲ ἱκανῶς καὶ ὡς ἂν ἁλμυρίδα
[l. 5] τινὰ σὺν πικρότητι ἀποφαῖνον, ἔτι τε τῆς στρυφνότητος
[l. 6] ὀλίγον μετέχον. οὕτω δὲ καὶ ἀβρότονον καὶ σαντόνικον
[l. 7] ἱκανῶς ἐστι κακοστόμαχον. μόνον γὰρ ἐν αὐτοῖς τὸ ἀψίνθιον
[l. 8] καὶ μάλιστα τὸ Ποντικὸν εὐστόμαχόν ἐστιν ὅτι πλείστης
[l. 9] μετέχει στύψεως. ἀβρότονον δὲ κεκαυμένον θερμὸν καὶ
[l. 10] ξηρόν ἐστι τὴν δύναμιν, ἔτι μᾶλλον κολοκύνθης ξηρᾶς κεκαυμένης
[l. 11] καὶ ἀνήθου ῥίζης. ἐκεῖνα γὰρ ἕλκεσιν ὑγροῖς τε
[l. 12] ἅμα καὶ χωρὶς φλεγμονῆς τετυλωμένοις ἁρμόττει, καὶ διὰ
[l. 13] τοῦτο μάλιστα τοῖς ἐπὶ πόσθαις αἰδοίου συμπεφωνηκέναι δοκεῖ.
[l. 14] τοῦ δὲ ἀβροτόνου ἡ τέφρα δακνώδης ἅπασιν ἕλκεσιν
[l. 15] ὑπάρχει. καὶ διὰ τοῦτο καὶ πρὸς ἀλωπεκίας ἁρμόττει σὺν
[l. 16] ἐλαίῳ λεπτομερεῖ, κικίνῳ δηλονότι ἢ ῥαφανίνῳ ἢ Σικυωνίῳ
[l. 17] ἢ παλαιῷ, καὶ μάλιστα τῷ Σαβίνῳ. καὶ γένεια δὲ βραδέως
[l. 18] ἀνιόντα προκαλεῖται μετά τινος τῶν εἰρημένων ἐλαίων ὅτου
[p. 11.807]
[l. 1] δὴ, καὶ οὐδὲν δ’ ἧττον ἐκείνων σχινίνῳ δευόμενον.
[l. 2] 13.148. ἀραιωτικὸν γάρ ἐστι πρὸς τῷ λεπτομερὲς εἶναι καὶ δακνῶδες
[l. 3] καὶ θερμὸν, ἃς δὴ καὶ μάλιστα χρὴ γινώσκειν τὰς δυνάμεις
[l. 4] αὐτοῦ καὶ μηδὲν ἔτι τῶν κατὰ μέρος ἐν τῇδε τῇ
[l. 5] πραγματείᾳ δεῖσθαι.
[l. 6] β΄. Περὶ ἄγνου ἢ λύγου. Ἄγνος δὲ ἢ λύγος, τὸ
[l. 7] θαμνῶδες φυτὸν, θερμὸς μέν ἐστι καὶ ξηραντικὸς κατὰ τὴν
[l. 8] τρίτην που ἀπόστασιν, λεπτομερὴς δὲ ἱκανῶς καὶ γευόμενος
[l. 9] δριμύς τε ἅμα καὶ στύφων ἄγνος, ἢ λύγος. αὐτὰς μὲν
[l. 10] δὴ τὰς λύγους ἀχρήστους ἔχει πρὸς ἰατρείαν, τὰ δὲ φύλλα
[l. 11] καὶ τὸ σπέρμα ξηρὰ καὶ θερμὰ τὴν δύναμίν ἐστι καὶ κατὰ
[l. 12] τὴν οὐσίαν λεπτομερῆ. καὶ γὰρ χρωμένων οὕτω φαίνεται
[l. 13] καὶ γευομένων δριμύ τε ἅμα καὶ ὑποστῦφόν ἐστι καὶ τὸ
[l. 14] φύλλον καὶ τὸ ἄνθος καὶ ὁ καρπός. ἔστι δὲ καὶ ἐδώδιμος
[l. 15] ὁ καρπὸς καὶ θερμαίνει σαφῶς μετὰ τοῦ κεφαλαλγὴς ὑπάρχειν.
[l. 16] εἰ δὲ φρυχθείη, καὶ γὰρ καὶ οὕτως ἐσθίεται μετὰ τραγημάτων,
[l. 17] ἧττον ἅπτεται τῆς κεφαλῆς. ἄφυσος δὲ κατὰ γαστέρα
[l. 18] καὶ ὁ ἄφρυκτος μὲν, ἐπὶ μᾶλλον δὲ πεφρυγμένος. ἐπέχει δὲ
[p. 11.808]
[l. 1] καὶ τὰς πρὸς ἀφροδίσια ὁρμὰς ὅ τε πεφρυγμένος καὶ ὁ
[l. 2] ἄφρυκτος καρπὸς, καὶ τὰ φύλλα καὶ τὰ ἄνθη τοῦ θάμνου
[l. 3] ταὐτὸ τοῦτο δύναται δρᾷν, ὥστε οὐ μόνον ἐσθιόμενα καὶ
[l. 4] πινόμενα πρὸς ἁγνείαν πεπίστευται συντελεῖν, ἀλλὰ καὶ ὑποστρωννύμενα.
[l. 5] ταῦτ’ ἄρα καὶ τοῖς Θεσμοφορίοις αἱ γυναῖκες
[l. 6] Ἀθήνῃσιν ὑποστρωννύουσιν ἑαυταῖς ὅλον τὸν θάμνον,
[l. 7] ἐντεῦθεν δὲ καὶ τοὔνομα αὐτῷ. ἐξ ὧν ἁπάντων δῆλον, εἴ
[l. 8] γε τῶν ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν εἰρημένων μεμνήμεθα,
[l. 9] θερμαίνειν τε ἅμα καὶ ξηραίνειν καὶ ἀφυσότατον ὑπάρχειν
[l. 10] ἄγνον. ὅτι δὲ λεπτομερὴς ἀκριβῶς ἐστιν ἡ δύναμις
[l. 11] αὐτοῦ τεκμήριον. καὶ γὰρ τὸ πρὸς κεφαλὴν. ἅπτειν οὐ διὰ
[l. 12] πλῆθος ἀτμώδους πνεύματος ὑπ’ αὐτοῦ γεννωμένου μᾶλλον
[l. 13] ἤπερ διὰ θερμότητα καὶ λεπτομέρειαν εὔλογον γίνεται. εἴ
[l. 14] περ γὰρ ἦν φυσώδους πνεύματος γεννητικὸν, ἐνεφύσησέ τε
[l. 15] ἂν τὴν γαστέρα καὶ τὰς πρὸς ἀφροδίσια παρώξυνεν ὁρμὰς
[l. 16] ὥσπερ εὔζωμον. ἐπεὶ δὲ οὐ μόνον οὐ παροξύνει, ἀλλὰ καὶ
[l. 17] καταστέλλειν πέφυκεν, εἴη ἂν κατὰ τὴν πηγάνου μάλιστα
[l. 18] δύναμιν ἐν τῷ θερμαίνειν καὶ ξηραίνειν, οὐ μὴν ἶσόν γ’ ἐστὶν
[p. 11.809]
[l. 1] αὐτῷ. βραχὺ γὰρ ἀπολείπεται κατ’ ἄμφω· καὶ γὰρ θερμαντικώτερον
[l. 2] αὐτοῦ καὶ ξηραντικώτερόν ἐστι τὸ πήγανον.
[l. 3] διενήνοχε δὲ καὶ τῷ τῆς ποιότητος καὶ δυνάμεως ἐπιμίκτῳ.
[l. 4] τὸ γὰρ τοῦ ἄγνου σπέρμα καὶ οἱ βλαστοὶ στύψιν τινὰ
[l. 5] μετρίαν ἐπεισφέρουσι. τὸ δὲ πήγανον ὅταν μὲν ξηρὸν ᾖ,
[l. 6] πικρὸν ἀκριβῶς ἐστι καὶ δριμὺ, ὅταν δὲ ὑγρὸν, ὑπόπικρον.
[l. 7] οὐ μὴν αὐστηρόν γε ἢ στρυφνόν τι πρόσεστιν αὐτῷ, ἢ εἰ
[l. 8] καὶ προσεῖναί τῳ δόξειεν, ἀμυδρὸν παντάπασιν οἶδ’ ὅτι δόξει,
[l. 9] καὶ οὐδαμῶς ἶσον τῷ τοῦ ἄγνου. ταῦτ’ ἄρα καὶ πρὸς
[l. 10] ἧπαρ καὶ σπλῆνα σκληρούμενά τε καὶ ἐμφραττόμενα τὸ
[l. 11] τοῦ ἄγνου σπέρμα μᾶλλον ἢ πήγανον ἁρμόττει. τῆς θεραπευτικῆς
[l. 12] δέ ἐστιν ἤδη ταῦτα μεθόδου, ἧς τὸ μὲν μηδ’ ὅλως
[l. 13] προσάπτεσθαι φαρμάκων δυνάμεως ἀποφαινόμενον ἀδύνατόν
[l. 14] ἐστι, τὸ δὲ ταχέως ἀπολείποντα πάλιν ἐπανέρχεσθαι
[l. 15] πρὸς τὸ προκείμενον ἀνδρὸς ἔργον ἂν εἴη σώφρονος. ἔτι
[l. 16] δὲ μᾶλλον ἐπὶ τῶν ἑξῆς φαρμάκων αὐτὸ δὴ τοῦτο πρᾶξαι
[l. 17] πειράσομαι, λέγω δὴ τὸ τὴν καθόλου δύναμιν ἔκ τινων
[l. 18] ὀλίγων ἐναργῶν ἐπιλογισάμενος ἀποχωρεῖν τῶν κατὰ μέρος
[p. 11.810]
[l. 1] ἐνεργειῶν. ἀρκεῖ γὰρ τοῦτο μόνον εἰς τὰ παρόντα γινώσκειν,
[l. 2] ὡς θερμὸς μὲν καὶ ξηρὸς ἄγνος τὴν δύναμίν ἐστιν οὐ
[l. 3] μετρίως, ἀλλὰ κατὰ τὴν τρίτην που τῶν ἀποστάσεων, λεπτομερὴς
[l. 4] δὲ ἱκανῶς. 13.149. ὁ γὰρ ταῦτα εἰδὼς, εἶτα προσμαθὼν
[l. 5] τὴν θεραπευτικὴν μέθοδον, αὐτὸς ἐξευρήσει πῶς μὲν
[l. 6] καταμήνια κινήσει δι’ αὐτοῦ, πῶς δὲ τὰ σκληρυνόμενα μόρια
[l. 7] διαφορήσει, πῶς δὲ ἄκοπον ἢ θερμαντικὸν ἄλειμμα δι’
[l. 8] αὐτοῦ κατασκευάσει.
[l. 9] 2.71. γ΄. Περὶ ἀγρώστεως. Τῆς δὲ ἀγρώστεως ἡ
[l. 10] μὲν ῥίζα συμμέτρως ἐστὶ ψυχρὰ καὶ ξηρὰ, ἔχουσά τι ὀλίγον
[l. 11] δακνῶδες καὶ λεπτομερές. ἡ δὲ πόα ψύχει μὲν κατὰ τὴν
[l. 12] πρώτην ἀπόστασιν, σύμμετρος δ’ ἐστὶ κατὰ ὑγρότητα καὶ ξηρότητα.
[l. 13] τὸ δὲ σπέρμα τῆς μὲν ἄλλης ἀσθενὲς ὑπάρχει, τῆς
[l. 14] δ’ ἐν τῷ Παρνασσῷ ξηραντικόν τε καὶ λεπτομερὲς καὶ ὑπόστρυφνον.
[l. 15] ἄγρωστις ἐδώδιμον ἔχει τὴν ῥίζαν, ἔστ’ ἂν ᾖ
[l. 16] μαλακὴ, γλυκεῖα μὲν ὑδατώδης, δριμὺ δέ τι καὶ ὑπόστρυφνον
[l. 17] ὀλίγον ἔχουσα. αὕτη δὲ ἡ πόα τελέως ἐστὶν ὑδατώδης
[l. 18] γευομένοις. ἐξ ὧν δῆλον ὡς μετρίως μέν ἐστιν ἡ ῥίζα
[p. 11.811]
[l. 1] ψυχρὰ καὶ ξηρὰ καὶ διὰ τοῦτο κολλητικὸν τῶν ἐναίμων ἑλκῶν.
[l. 2] αὐτὴ δὲ ἡ πόα καταπλασσομένη ψύχει μὲν οὐκ ἰσχυρῶς,
[l. 3] ὑγρότητος δὲ καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκε. τὸ
[l. 4] δὲ ἐν τῇ ῥίζῃ δακνῶδες καὶ λεπτομερές ἐστι μὲν ὀλίγον,
[l. 5] εἴωθε δ’ οὖν ἔστιν ὅτε καὶ λίθους θρύπτειν, εἴ τις αὐτὴν
[l. 6] ἀφεψήσας πίνοι. τὸ δὲ σπέρμα τῆς μὲν ἄλλης ἀσθενές ἐστιν,
[l. 7] τῆς δ’ ἐν τῷ Παρνασσῷ διουρητικόν τέ ἐστι καὶ ῥεύματα
[l. 8] ξηραίνει γαστρὸς καὶ στομάχου. δύναμις γάρ ἐστιν αὐτοῦ
[l. 9] ξηραντική τε καὶ λεπτομερὴς καὶ ὑπόστρυφνος.
[l. 10] δ΄. Περὶ ἀγχούσης καὶ τεττάρων ἀγχουσῶν. Τῆς δὲ
[l. 11] ἀγχούσης τέταρτόν ἐστιν εἶδος, ὧν ἡ μὲν ὀνόκλεια ψύχουσαν
[l. 12] ἱκανῶς καὶ ξηραίνουσαν ἔχει τὴν ῥίζαν, στύφουσάν τε
[l. 13] ἅμα καὶ ὑπόπικρον, ἱκανὴν δὲ καὶ λεπτῦναι καὶ ἀποῤῥῦψαι
[l. 14] τοὺς χολώδεις χυμοὺς καὶ πυκνῶσαι τὰ σώματα. τὰ δὲ
[l. 15] φύλλα ἀσθενέστερα μὲν ἔχει τῆς ῥίζης, στύφει δὲ αὐτὰ καὶ
[l. 16] ξηραίνει. καὶ ἡ λύκοψις δὲ προσαγορευομένη ψύχει μὲν καὶ
[l. 17] ξηραίνει, ῥίζαν δ’ ἔχει στυπτικωτέραν τῆς ὀνοκλείας. ἡ δὲ
[l. 18] ὀνόχειλος θερμοτέρα τέ ἐστι καὶ φαρμακωδεστέρα. πλέον
[p. 11.812]
[l. 1] γὰρ ἔχει καὶ πρὸς τὴν γεῦσιν εὐθὺς τὸ δριμύ. ταύτης δ’ ἔτι
[l. 2] θερμοτέρα, ἣ μικρὰ καὶ πικροτέρα καὶ πλέον ἔτι φαρμακωδεστέρα
[l. 3] τυγχάνει. ἄγχουσαι δὲ οὐ τῆς αὐτῆς ἅπασαι δυνάμεως.
[l. 4] ἡ μὲν γὰρ ὀνόκλεια προσαγορευομένη στύφουσάν
[l. 5] τε ἅμα καὶ ὑπόπικρον ἔχει τὴν ῥίζαν, ἱκανὴν καὶ πυκνῶσαι
[l. 6] τὰ σάματα καὶ μετρίως λεπτῦναι καὶ ἀποῤῥῦψαι καὶ
[l. 7] ἀποπλῦναι τοὺς χολώδεις καὶ ἁλμυρώδεις χυμούς. ἐῤῥέθη
[l. 8] γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ἡ στρυφνὴ ποιότης ἐπιμεμιγμένη
[l. 9] τῇ πικρᾷ ταῦτα ἐργάζεσθαι πέφυκεν. οὕτω τέ τοι καὶ ἰκτερικοῖς
[l. 10] καὶ σπληνικοῖς καὶ νεφριτικοῖς ὠφέλιμος ὑπάρχει.
[l. 11] ἔστι δὲ καὶ ψύχειν μὲν ἱκανὴ καὶ καταπλασσομένη γε σὺν
[l. 12] ἀλφίτοις ἐρυσιπέλατα ὠφελεῖ, καὶ ἀποῤῥύπτει δὲ οὐ πινομένη
[l. 13] μόνον, ἀλλὰ καὶ ἔξωθεν ἐπιτιθεμένη, καὶ διὰ τοῦτο
[l. 14] ἀλφοὺς καὶ λέπρας ἰᾶται σὺν ὄξει. τὰ μὲν τῆς ῥίζης ἔργα
[l. 15] ταῦτα καὶ αἱ τῶν ἔργων δυνάμεις αἱ εἰρημέναι. τὰ δὲ φύλλα
[l. 16] τῆς βοτάνης ἐστὶν μὲν ἀσθενέστερα τῆς ῥίζης, οὐκ ἀπήλλακται
[l. 17] δὲ τοῦ ξηραίνειν τε καὶ στύφειν, ὥστε καὶ διάῤῥοιαν
[l. 18] ἰᾶται σὺν οἴνῳ πινόμενα. καὶ ἡ λύκοψις δὲ προσαγορευομένη
[p. 11.813]
[l. 1] τοῖς ἐρυσιπέλασιν ὁμοίως ἁρμόζει καὶ ῥίζαν ἔχει στυπτικωτέραν
[l. 2] τῆς ὀνοκλείας. τῆς δὲ ὀνοχείλους τε καὶ Ἀλκιβιαδείου
[l. 3] καλουμένης ἡ μὲν δύναμίς ἐστι φαρμακωδεστέρα.
[l. 4] πλέον γοῦν ἔχει καὶ πρὸς τὴν γεῦσιν 13.150. εὐθὺς τὸ δριμὺ
[l. 5] καὶ ἐχιοδήκτοις ἱκανῶς ἁρμόττει καταπλαττομένη καὶ περιαπτομένη
[l. 6] καὶ ἐσθιομένη. ἡ λοιπὴ δὲ τετάρτη καὶ μικρὰ καὶ
[l. 7] σχεδὸν ἀνώνυμος ἐξ αὐτῶν μόνη, παραπλησία μέν ἐστι τῇ
[l. 8] Ἀλκιβιαδείῳ, πικροτέρα δὲ καὶ πλέον ἐστὶ φαρμακωδεστέρα,
[l. 9] καὶ διὰ τοῦτο πρὸς τὰς πλατείας ἕλμινθας ἐπιτηδεία, πλῆθος
[l. 10] ὀξυβάφου σὺν ὑσσώπῳ τε καὶ καρδάμῳ πινομένη.
[l. 11] ε΄. Περὶ ῥίζης ἀγαρικοῦ. Ἀγαρικοῦ ῥίζα τοῦτ’ ἔστιν
[l. 12] ἐπιφυομένη πρέμνῳ, κατὰ μὲν τὴν πρώτην γεῦσιν γλυκεῖά
[l. 13] τις, ὑπόπικρος δὲ ὀλίγον ὕστερον φαινομένη καί τινος ἐν
[l. 14] τῷ χρόνῳ δριμύτητος ἔμφασιν ἐπάγουσα, καὶ βραχείας στύψεως.
[l. 15] ἔστι δὲ καὶ χαύνη τὴν σύστασιν. ἐξ ὧν ἁπάντων εὔδηλον,
[l. 16] εἴπερ τῶν ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν εἰρημένων
[l. 17] μνημονεύομεν, ὡς σύνθετόν ἐστι τὸ φάρμακον ἐξ οὐσίας ἀερώδους
[l. 18] τε καὶ γεώδους, ὑπὸ θερμότητος λελεπτυσμένης, ἥκιστα
[p. 11.814]
[l. 1] δὲ τῆς ὑδατώδους μετέχει. ταῦτ’ ἄρα διαφορητικήν τε
[l. 2] καὶ θερμαντικὴν τὴν δύναμιν ἔχει, καὶ πάχους τμητικὴν καὶ
[l. 3] διακαθαίρει τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις, καὶ διὰ τοῦτο
[l. 4] ἰκτεριῶντας ἰᾶται, τοὺς ἐπ’ ἐμφράξει τῶν καθ’ ἧπαρ οὕτω
[l. 5] κάμνοντας. ὀνίνησι δὲ καὶ τοὺς ἐπιλήπτους διὰ τὴν αὐτὴν
[l. 6] δύναμιν καὶ ῥίγη τὰ κατὰ περίοδον, ὅσα παχέων ἢ γλίσχρων
[l. 7] ἐστὶ χυλῶν ἔγγονα, καὶ ταῦτα ἰᾶται. ὠφελεῖ δὲ καὶ
[l. 8] τοὺς ὑπὸ κατὰ ψύξιν ἀδικούντων θηρίων δηχθέντας, ἢ νυγέντας,
[l. 9] ἔξωθέν τε κατὰ τοῦ πεπονθότος ἐπιτιθέμενον, εἴσω
[l. 10] τε τοῦ σώματος λαμβάνον ὁλκῇ δραχμῆς μιᾶς μετ’ οἴνου
[l. 11] κεκραμένου. ἔστι δὲ καὶ καθαρτικόν.
[l. 12] στ΄. Περὶ ἀγηράτου. Ἀγήρατόν ἐστι δυνάμεως διαφορητικῆς
[l. 13] τε καὶ ἀτρέμα πως ἀφλεγμάντου.
[l. 14] ζ΄. Περὶ ἀδιάντου. Τὸ δὲ ἀδίαντον κατὰ μὲν θερμότητα
[l. 15] καὶ ψυχρότητα σύμμετρόν ἐστι, ξηραίνει δὲ καὶ λεπτύνει
[l. 16] καὶ διαφορεῖ. καὶ γὰρ ἀλωπεκίας δασύνει καὶ χοιράδας
[l. 17] καὶ ἀποστήματα διαφορεῖ καὶ λίθους θρύπτει πινόμενον,
[l. 18] καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγαῖς
[p. 11.815]
[l. 1] τῶν γλίσχρων καὶ παχέων χυμῶν οὐ σμικρὰ συντελεῖ, καὶ
[l. 2] ῥεῦμα κοιλίας ἵστησιν. οὐ μὴν θερμότητά γέ τινα προσβάλλει
[l. 3] σαφῆ, καθάπερ οὐδὲ ψύξιν. ἀλλὰ θείη τις ἂν αὐτὸ
[l. 4] κατὰ τὴν ἐν τούτοις ἀντίθεσίν τε καὶ κρᾶσιν ἐν τῇ μέσῃ
[l. 5] τάξει.
[l. 6] η΄. Περὶ ἀειζώου. Ἀείζωον ἑκάτερον, καὶ τὸ μικρὸν
[l. 7] καὶ τὸ μέγα, ξηραίνει μὲν ἐπ’ ὀλίγον, ὅτι καὶ στύφει
[l. 8] μετρίως, ἀπηλλαγμένον ἁπάσης ἄλλης ἰσχυρᾶς ποιότητος, ὡς
[l. 9] ἐπικρατεῖν ἐν αὐτῷ τὴν ὑδατώδη μᾶλλον οὐσίαν· ἐμψύχει δὲ
[l. 10] οὐ μετρίως. ἔστι γὰρ τῆς τρίτης ἀποστάσεώς τε καὶ τάξεως
[l. 11] τῶν ψυχόντων. ταῦτ’ ἄρα καὶ πρὸς ἐρυσιπέλατα μὲν, ἀλλὰ
[l. 12] καὶ πρὸς ἕρπητας καὶ πρὸς τὰς ἐκ ῥευμάτων φλεγμονὰς
[l. 13] ἁρμόττει.
[l. 14] 13.151.
2.72. θ΄. Περὶ αἰγίλωπος. Αἰγίλωψ διαφορητικὴν
[l. 15] ἔχει τὴν δύναμιν, δῆλον δ’ ἐκ τῆς γεύσεως, ἠρέμα γάρ
[l. 16] πώς ἐστι δριμύς. οὐ μὴν ἀλλὰ κᾀκ τοῦ τὰς σκληρυνομένας
[l. 17] φλεγμονὰς καὶ τοὺς αἰγίλωπας ἰᾶσθαι.
[l. 1] ι΄. Περὶ αἴρας. Αἴρα ξηραίνει καὶ θερμαίνει δραστικῶς,
[l. 2] ὡς ἐγγὺς εἶναι τῶν δριμέων ἴρεως μᾶλλον. οὐκ ἔστι
[l. 3] δὲ ὡς ἐκείνη λεπτομερὴς, ἀλλ’ ἀπολείπεται συχνῷ κατὰ
[l. 4] τοῦτο, καὶ θείη ἄν τις αὐτὴν ἐν ἀρχῇ μὲν τῆς τρίτης τάξεως
[l. 5] τῶν θερμαινόντων, ἐπὶ τελευτῇ δὲ δευτέρας τῶν
[l. 6] ξηραινόντων.
[l. 7] ια΄. Περὶ αἰγείρου. Αἰγείρου τὰ μὲν ἄνθη θερμὰ
[l. 8] τὴν δύναμίν ἐστιν ἐκ τῆς πρώτης ἀποστάσεως ἀπὸ τῶν εὐκράτων·
[l. 9] ἐν δὲ τῇ κατὰ τὸ ξηραίνειν τε καὶ ὑγραίνειν διαφορᾷ
[l. 10] βραχὺ τῶν εὐκράτων καὶ μέσων ἀποκεχώρηκεν ἐπὶ
[l. 11] τὸ ξηρότερον. ἔστι δὲ καὶ λεπτομερὴς μᾶλλον ἢ παχυμερής.
[l. 12] καὶ τὰ φύλλα αὐτῆς ὅμοια μέν πώς ἐστι τοῖς ἄνθεσιν,
[l. 13] πλὴν εἰς ἅπαν ἀσθενέστερά τε καὶ ἀπρακτότερα· καὶ ἡ ῥητίνη
[l. 14] δὲ αὐτῆς ὁμοία τοῖς ἄνθεσιν δυνάμεώς ἐστι καὶ θερμοτέρα
[l. 15] ἔτι. τὸ δὲ σπέρμα λεπτομερέστερόν ἐστι καὶ ξηραντικώτερον
[l. 16] τῆς ῥητίνης καὶ τῶν ἀνθῶν, θερμότερον δὲ οὐ πάνυ τι.
[l. 17] ιβ΄. Περὶ ἀκακίας. Ἀκακίας καὶ τὸ φυτὸν μὲν αὐτὸ
[l. 18] στρυφνόν ἐστι, καὶ ὁ καρπὸς καὶ ὁ χυλὸς, ὅστις καὶ πλυθεὶς
[p. 11.817]
[l. 1] ἀσθενέστερός τε ἅμα καὶ ἀδηκτότερος γίγνεται, ὥς τινα
[l. 2] δριμύτητα κατὰ τὴν πλύσιν ἀποτιθέμενος. εἰ δὴ καὶ ἐπαλειφθείη
[l. 3] κατά τινος ὑγιοῦς μέρους, εὐθὺς τοῦτο ξηρότερόν
[l. 4] τε καὶ συντεταμένον ἀποφαίνει, καὶ θερμασίας μὲν αἴσθησιν
[l. 5] οὐδέποτε, ψύξιν δὲ οὐκ ἄγαν ἰσχυρὰν ἔχει. δῆλον οὖν ὅτι
[l. 6] ψυχρόν τε καὶ γεῶδές ἐστι τὸ φάρμακον, ἀναμεμιγμένης αὐτῷ
[l. 7] τινος καὶ ὑδατώδους οὐσίας. εἰκασθείη δ’ ἂν οὐδ’ ὁμοιομερὲς
[l. 8] ὑπάρχειν, ἀλλ’ ἔχειν τινὰ μόρια διεσπαρμένα καὶ λεπτομερῆ
[l. 9] καὶ θερμὰ, κατὰ τὴν πλύσιν ἀποχωροῦντα. καὶ κείσθω
[l. 10] καὶ τοῦτο τῆς τρίτης μὲν τάξεως τῶν ξηραινόντων,
[l. 11] τῆς δευτέρας δὲ τῶν ψυχόντων, ἐπειδὰν πλυθῇ, τὸ δὲ ἄπλυτον
[l. 12] τῆς πρώτης.
[l. 13] ιγ΄. Περὶ ἀκαλύφης. Ἀκαλύφη. καὶ ταύτης τῆς
[l. 14] πόας ὅ τε καρπὸς καὶ τὰ φύλλα, ταῦτα γὰρ καὶ εἰς χρεῖαν
[l. 15] ἥκει μάλιστα, διαφορητικῆς ἱκανῶς ἐστι δυνάμεως, ὥστε καὶ
[l. 16] φύματα καὶ παρωτίδας ἰᾶται. ἔχει δέ τι καὶ φυσῶδες, ᾧ
[l. 17] καὶ πρὸς τὰς συνουσίας ὁρμὰς ἐπεγείρει, καὶ μάλισθ’ ὅταν
[l. 18] μετὰ γλυκέος πίνηται τὸ σπέρμα. ὅτι δ’ οὐ θερμαίνει μὲν
[p. 11.818]
[l. 1] σφοδρῶς, λεπτομερὲς δὲ ἱκανῶς ἐστιν, ἥ τε τῶν ἐν θώρακί
[l. 2] τε καὶ πνεύμονι παχέων καὶ γλίσχρων χυμῶν ἀναγωγὴ μαρτυρεῖ
[l. 3] καὶ τὸ κνεῖσθαι τὰ μόρια τοῦ σώματος ὧν προσψαύσῃ.
[l. 4] τὸ δὲ πνευματῶδες, οὗ μετέχειν εἴρηται, πεττομένης
[l. 5] αὐτῆς γεννᾶται. οὐ γάρ ἐστιν ἐνεργείᾳ πνευματῶδες, ἀλλὰ
[l. 6] δυνάμει. κοιλίαν δὲ ὑπάγει μετρίως αὐτῷ μόνῳ τῷ ῥύπτειν
[l. 7] καὶ οἷον γαργαλίζειν, οὐ τῷ καθαίρειν. καὶ τὰ γαγγραινώδη
[l. 8] καὶ τὰ καρκινώδη καὶ ὅλως ὅσα ξηρανθῆναι δεῖται χωρὶς
[l. 9] τοῦ δάκνεσθαι προσηκόντως ἰᾶται, λεπτομερὴς μὲν ὑπάρχουσα
[l. 10] καὶ ξηρὰ τὴν κρᾶσιν, οὐ μὴν εἰς τοσοῦτόν γε μετέχουσα
[l. 11] θερμότητος ὡς ἤδη δάκνειν.
[l. 12] 13.152. ιδ΄. Περὶ ἀκάνθου. Ἄκανθος. οἱ μὲν μελάμφυλλον,
[l. 13] οἱ δὲ παιδέρωτα. τὰ μὲν φύλλα διαφορητικὴν
[l. 14] μετρίως ἔχει τὴν δύναμιν, ἡ δὲ ῥίζα ξηραντική τε καὶ τμητικὴ
[l. 15] ἀτρέμα καὶ λεπτομερής.
[l. 16] ιε΄. Περὶ ἀκανθίου. Ἀκάνθιον. ἡ ῥίζα τούτου καὶ
[l. 17] τὰ φύλλα λεπτομεροῦς τε καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε
[l. 18] καὶ σπωμένοις βοηθεῖν.
[l. 1] ιστ΄. Περὶ ἀκάνθου λευκῆς. Ἄκανθος λευκή. ταύτην
[l. 2] ἔνιοι λευκάκανθον ὀνομάζουσιν. ἔστι δ’ αὐτῆς ἡ μὲν
[l. 3] ῥίζα ξηραντικὴ καὶ μετρίως στύφουσα, διὸ καὶ κοιλιακοὺς
[l. 4] καὶ στομαχικοὺς ὠφελεῖ, καὶ τὰς τοῦ αἵματος ἀγωγὰς ἐπέχει
[l. 5] καὶ τὰ οἰδήματα καταπλαττομένη συστέλλει καὶ ὀδόντας
[l. 6] ἀλγοῦντας, εἰ διακλύζοιτο τῷ ἀφεψήματι. τὸ δὲ σπέρμα
[l. 7] λεπτομεροῦς καὶ θερμῆς ἐστι δυνάμεως, ὥστε καὶ τοῖς σπωμένοις
[l. 8] ἁρμόττειν πινόμενον.
[l. 9] ιζ΄. Περὶ ἀκάνθου Αἰγυπτίας. Ἄκανθος Αἰγυπτία·
[l. 10] ἔνιοι δὲ Ἀραβικὴν ὀνομάζουσιν. ἔοικε δὲ καὶ τῇ παρ’ ἡμῖν
[l. 11] ἀκάνθῃ τῇ λευκῇ. στυπτικωτέρα δὲ καὶ ξηραντικωτέρα τὴν
[l. 12] δύναμίν ἐστιν, ὥστε καὶ ῥοῦν γυναικεῖον ὀνίνησιν αὐτῆς ἡ ῥίζα.
[l. 13] καὶ πρὸς τὰ ἄλλα ὅσα περ ἡ παρ’ ἡμῖν ἅπαντα βοηθεῖ σφοδροτέρως
[l. 14] ἥ τε ῥίζα καὶ ὁ καρπὸς αὐτοῦ. οὗτος δὲ καὶ τὰ κατὰ
[l. 15] τὴν σταφυλὴν καὶ τὰ καθ’ ἕδραν ἐμφυσώμενα, καὶ εἰς οὐλὴν
[l. 16] ἄγει τὰ ἕλκη μετρίαν ἔχουσα καὶ οὐκ ἀηδῆ τὴν στύψιν.
[l. 17] ιη΄. Περὶ ἀκόρου. Ἄκορον. τούτου τῇ ῥίζῃ χρώμεθα,
[l. 18] δριμείᾳ μὲν οὔσῃ καὶ ὑποπίκρῳ μετρίως κατὰ γεῦσιν,
[p. 11.820]
[l. 1] οὐκ ἀηδεῖ δὲ κατὰ τὴν ὀσμήν. ὅθεν δῆλον ὡς θερμὴ τὴν
[l. 2] δύναμίν ἐστιν καὶ λεπτομερὴς τὴν σύστασιν. ὁμολογεῖ δὲ
[l. 3] τούτῳ καὶ τὸ κινεῖν οὖρα καὶ σκιῤῥουμένους τοὺς σπλῆνας
[l. 4] ὠφελεῖν, ἀποῤῥύπτειν τε καὶ λεπτύνειν τὰ πάχη τοῦ κερατοειδοῦς.
[l. 5] ἀμείνων δὲ ὁ χυλὸς αὐτῆς εἰς τοῦτο. δῆλον δὲ ὅτι
[l. 6] ξηραντικὸν πάντως ἐστίν. καὶ δὴ καὶ κείσθω τρίτης τάξεως
[l. 7] ἐν ἀμφοῖν, ἔν τε τῷ θερμαίνειν κᾀν τῷ ξηραίνειν.
[l. 8] ιθ΄. Περὶ ἀκονίτου ἢ παρδαλιαγχοῦς. Ἀκόνιτον ἢ
[l. 9] παρδαλιαγχές. σηπτικῆς τοῦτο καὶ δηλητηρίου δυνάμεώς
[l. 10] ἐστιν, ὅθεν αὐτὸ φυλακτέον ἐν ἐδέσματι λαβεῖν ἢ ποτῷ. πρὸς
[l. 11] μέντοι τὸ ἀποσῆψαί τινα ἐκ τοῦ σώματος ἢ κατὰ τὴν ἕδραν
[l. 12] ἐπιτήδειόν ἐστι. χρήσιμος δὲ ἡ ῥίζα τῆς πόας εἰς ταῦτα.
[l. 13] 2.73. κ΄. Περὶ ἀκονίτου ἢ λυκοκτόνου. Ἀκόνιτον
[l. 14] ἢ λυκοκτόνον. ἔστι μὲν καὶ τοῦτο παραπλησίας θατέρῳ
[l. 15] δυνάμεως, ἰδιώτερον δὲ λύκους ἀναιρεῖν πέφυκεν ὥσπερ
[l. 16] ἐκεῖνο παρδάλεις.
[l. 17] 13.153. κα΄. Περὶ ἄκτης καὶ χαμαιάκτης. Ἀκτὴ ἥ τε
[l. 18] μεγάλη καὶ δενδρώδης καὶ ἡ βοτανωδεστέρα, ἥν περ δὴ καὶ
[p. 11.821]
[l. 1] χαμαιάκτην ὀνομάζουσιν· ξηραντικῆς ἀμφότεραι δυνάμεώς εἰσι,
[l. 2] κολλητικῆς τε καὶ μετρίως διαφορητικῆς.
[l. 3] κβ΄. Περὶ ἀλίμου. Ἄλιμον. θάμνος τοῦτό ἐστι τὸ
[l. 4] φυτὸν, ἐν Κιλικίᾳ μάλιστα πλεῖστον γεννώμενον, ἵνα καὶ τοὺς
[l. 5] βλαστοὺς αὐτοῦ ἐσθίωσι προσφάτους τε καὶ εἰς ἀπόθεσιν
[l. 6] θησαυρίζοντες. ἔστι δὲ καὶ σπέρματος καὶ γάλακτος γεννητικὸν
[l. 7] τὸ φυτὸν καὶ κατὰ τὴν γεῦσιν ἁλυκόν τέ ἐστι καὶ
[l. 8] ὑποστῦφον ἔχον. ἐξ ὧν ἁπάντων δῆλον ὡς ἀνομοιομερὲς
[l. 9] μέν ἐστι, τὸ δὲ πλεῖον αὐτοῦ τῆς οὐσίας θερμὸν εὐκράτως
[l. 10] ὑπάρχει μεθ’ ὑγρότητος ἀκατεργάστου τε καὶ φυσώδους
[l. 11] ἀτρέμα.
[l. 12] κγ΄. Περὶ ἀλόης. Ἀλόη. αὕτη μὲν ἡ πόα παρ’ ἡμῖν
[l. 13] οὐ πάνυ τι φύεται, καὶ ἡ φυομένη δὲ κατὰ Συρίαν τὴν
[l. 14] μεγάλην ὑδατωδεστέρα τε καὶ ἀσθενεστέρα τὴν δύναμίν
[l. 15] ἐστιν. ἄχρι μέντοι τοσούτου ξηραίνειν πέφυκεν ὡς κολλᾷν
[l. 16] τραύματα. κατὰ δὲ τὰς θερμοτέρας χώρας, ὧν ἐστιν ἡ κοίλη
[l. 17] Συρία καὶ Ἀραβία, πολὺ βελτίων ἐστίν. ἀρίστη δὲ καὶ ἡ
[l. 18] κατὰ τὴν Ἰνδίαν, ἧς ὀπός ἐστιν τὸ κομιζόμενον ἐνταυθοῖ
[l. 19] τοῦτο φάρμακον ἡ ἀλόη προσαγορευομένη, χρείαν παμπόλλην
[p. 11.822]
[l. 1] παρεχόμενον ἐκ τοῦ ξηραίνειν ἀδήκτως. ἔστι δὲ οὐχ ἁπλῆς
[l. 2] φύσεως, ἀλλ’ ὥσπερ καὶ ἡ γεῦσις μαρτυρεῖ, στύφει τε ἅμα
[l. 3] καὶ πικράζει. στύφει μὲν οὖν μετρίως, πικρὰ δὲ ἰσχυρῶς ἐστιν.
[l. 4] ὑπάγει δὲ καὶ γαστέρα τῶν ἐκκοπρωτικῶν καλουμένων οὖσα
[l. 5] φαρμάκων, ὥστε ἐκ τῶν εἰρημένων δῆλον, εἴ τι μεμνήμεθα
[l. 6] τῶν ἐν τῷ τετάρτῳ λόγῳ δεδειγμένων, ὡς τῶν μὲν ξηραινόντων
[l. 7] φαρμάκων τῆς τρίτης ἐστὶν ἀποστάσεως, τῶν θερμαινόντων
[l. 8] δὲ ἤτοι τῆς πρώτης ἐπιτεταμένης ἢ τῆς δευτέρας
[l. 9] ἐκλελυμένης. τῷ δὲ μικτῷ τῆς δυνάμεως αὐτῆς μαρτυρεῖ
[l. 10] καὶ τὰ κατὰ μέρος ἔργα. καὶ γὰρ εὐστόμαχόν ἐστι τὸ
[l. 11] φάρμακον, εἴπέρ τι καὶ ἄλλο, καὶ κόλπων κολλητικόν. ἰᾶται
[l. 12] δὲ τὰ δυσεπούλωτα τῶν ἑλκῶν, καὶ μάλιστα τὰ καθ’ ἕδραν
[l. 13] τε καὶ αἰδοῖον. ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι
[l. 14] διεθεῖσα καὶ κολλᾷ τραύματα κατὰ τὸν αὐτὸν τρόπον. ἁρμόζει
[l. 15] δὲ ὡσαύτως χρωμένῳ καὶ πρὸς τὰς ἐν στόματι καὶ
[l. 16] ῥισὶ καὶ ὀφθαλμοῖς φλεγμονάς. καὶ ὅλως ἀποκρούεσθαί τε
[l. 17] καὶ διαφορεῖν ἅμα πέφυκεν, μετὰ καὶ τοῦ ῥύπτειν ἐπ’ ὀλίγον,
[l. 18] εἰς ὅσον ἕλκεσι καθαροῖς ἄλυπον.
[l. 1] κδ΄. Περὶ ἀλύσσου. Ἄλυσσον. ὠνόμασται μὲν
[l. 2] ἄλυσσον ἡ πόα διὰ τὸ θαυμαστῶς ὀνινάναι τοὺς ὑπὸ λυσσῶντος
[l. 3] κυνὸς δεδηγμένους. ἀλλὰ καὶ ἤδη λυττῶντι δοθεῖσα
[l. 4] πολλάκις ἐξιάσατο. τοῦτο μὲν ἐκ τῆς καθ’ ὅλην οὐσίαν
[l. 5] ὁμοιότητος δύναται, καὶ λέλεκται πρόσθεν ὡς ἡ τοιαύτη
[l. 6] δύναμις ἐκ πείρας τε μόνης λαμβάνεται καὶ παντάπασιν ἀμέθοδός
[l. 7] ἐστιν. εἰ δὲ ἄν τις καὶ χρήσαιτο πρὸς πολλὰ, δυνάμεως
[l. 8] γνώσεται ὡς μετρίως ἐστὶν ξηραντικῆς καὶ διαφορητικῆς,
[l. 9] πρὸς τῷ καὶ ῥυπτικόν τι ἔχειν. ταύτῃ γέ τοι καὶ ἀλφοὺς
[l. 10] καὶ ἔφηλιν ἀποκαθαίρει.
[l. 11] 13.154. κε΄. Περὶ ἀλσίνης. Ἀλσίνη ἢ μυὸς ὦτα.
[l. 12] ὁμοίαν ἔχει καὶ αὕτη τὴν δύναμιν τῇ ἑλξίνῃ ψύχουσάν τε καὶ
[l. 13] ὑγραίνουσαν. ἔστι γὰρ οὐσίας ὑδατώδους ψυχρᾶς, διὸ καὶ
[l. 14] χωρὶς στύψεως ἐμψύχει. ταῦτ’ ἄρα πρὸς τὰς ζεούσας ἁρμόττει
[l. 15] φλεγμονὰς καὶ πρὸς ἐρυσιπέλατα μέτρια.
[l. 16] κστ΄. Περὶ ἀμαράκου. Ἀμάρακον θερμαίνει μὲν οὐκ
[l. 17] ἀγγεννῶς, ξηραίνει δὲ οὐ σφοδρῶς. ἀλλ’ ἐν μὲν τῇ θερμότητι
[l. 18] τῆς τρίτης ἐστὶ τάξεως, ἐν δὲ τῷ ξηραίνειν τῆς δευτέρας.
[l. 1] κζ΄. Περὶ ἀμβροσίας. Ἀμβροσία καταπλαττομένη
[l. 2] δύναμιν ἔχει στύφουσάν τε καὶ ἀποκρουστικήν.
[l. 3] κη΄. Περὶ ἄμεως. Ἄμι. τῆς πόας ἣν ἄμιν καλοῦσι,
[l. 4] τὸ σπέρμα μάλιστά ἐστι χρήσιμον, θερμαντικῆς καὶ ξηραντικῆς
[l. 5] καὶ λεπτομεροῦς ὑπάρχει δυνάμεως. ἔστι δὲ καὶ γευομένοις
[l. 6] ὑπόπικρόν τε καὶ δριμὺ καὶ δῆλον ὅτι καὶ διουρητικόν
[l. 7] τε καὶ διαφορητικόν. ἕποιτο δ’ ἂν καὶ τὸ θερμαίνειν
[l. 8] καὶ τὸ ξηραίνειν ἐκ τρίτης τάξεως ἐπιτεταμένης.
[l. 9] κθ΄. Περὶ ἀμαράνθου. Ἀμάρανθον δυνάμεώς ἐστιν
[l. 10] τμητικῆς τε καὶ λεπτυντικῆς. ἔμμηνα οὖν ἄγει σὺν οἴνῳ
[l. 11] ποθεῖσα ἡ κόμη καὶ θρόμβους αἵματος τήκειν πεπίστευται
[l. 12] αὐτοὺς, οὐ τοὺς ἐν γαστρὶ μόνον, ἀλλὰ καὶ τοὺς ἐν κύστει.
[l. 13] χρὴ δὲ μᾶλλον τηνικαῦτα σὺν οἰνομέλιτι πίνειν, καὶ πάντων
[l. 14] δ’ ἐστὶν ἁπλῶς ῥευμάτων ξηραντικὴ πινομένη κακοστόμαχος
[l. 15] ὑπάρχουσα.
[l. 16] λ΄. Περὶ ἀμόργης. Ἀμόργη γεώδους ἐστὶν οὐσίας
[l. 17] θερμῆς, οὐ μὴν εἰς τοσοῦτον μετέχει θερμότητος ὡς δάκνειν
[l. 18] ἐπιφανῶς. εἰ δὲ καὶ ἑψηθείη, πολὺ μᾶλλον ἔτι παχυμερής
[p. 11.825]
[l. 1] τε γίνεται καὶ ξηρά. καὶ εἴη ἂν ἐκ τῆς δευτέρας τάξεως τῶν
[l. 2] θερμαινόντων τε καὶ ξηραινόντων ἐπιτεταμένης πως μᾶλλον.
[l. 3] οὕτω γέ τοι καὶ τὰ τῶν ξηρῶν τῇ κράσει σωμάτων ἕλκη
[l. 4] θεραπεύει, τὰ δ’ ἐν τοῖς ἄλλοις ἅπασι παροξύνει. συντατικὴ
[l. 5] γάρ ἐστιν ὥσπερ ῥητίνη καὶ πίττα ξηρὰ καὶ ἄσφαλτος,
[l. 6] ἅπερ καὶ αὐτὰ τῶν σκληρῶν μὲν πάνυ σωμάτων ἤτοι
[l. 7] τραῦμα ἐχόντων ἢ κόλπων ἐστὶ κολλητική. τὰ δὲ ἄλλα
[l. 8] πάντα συντείνει τε καὶ παροξύνει.
[l. 9] 2.74. λα΄. Περὶ ἀμπελοπράσου. Ἀμπελόπρασον· εἰ
[l. 10] μεταξὺ σκορόδου τι καὶ πράσου νοήσαις, εὕροις ἂν ἀμπελοπράσου
[l. 11] τὴν δύναμιν. ἔστι γὰρ ἄγριον ὡς ἂν εἴποι τις
[l. 12] πράσον, ὅθεν καὶ δριμύτερον αὐτοῦ καὶ ξηρότερον ὑπάρχει,
[l. 13] καθάπερ καὶ τἄλλα πάντα ἄγρια τῶν ἡμέρων, καὶ διὰ τοῦτο
[l. 14] κακοστομαχώτερόν τέ ἐστιν καὶ παχέων καὶ γλίσχρων χυμῶν
[l. 15] τμητικώτερον, ἐκφρακτικώτερόν τε τῶν ἐμπεφραγμένων ὀργάνων.
[l. 16] ταύτῃ τοι καὶ οὖρα καὶ καταμήνια πολλάκις ἐκίνησεν,
[l. 17] ὅταν ὑπὸ παχέος καὶ γλίσχρου ἴσχηται χυμοῦ. θερμὸν
[l. 18] δὲ οὕτως ἐστὶν ὡς ἑλκοῦν ἤδη δύνασθαι καταπλασσόμενον.
[p. 11.826]
[l. 1] ἐῤῥέθη δ’ ἔμπροσθεν ὡς τῆς ἐσχάτης ἐστὶ τάξεως
[l. 2] ἅπαντα τὰ οὕτως θερμά.
[l. 3] 13.155. λβ΄. Περὶ ἀμπέλου ἀγρίας. Ἀμπέλου ἀγρίας
[l. 4] οἱ βότρυες ῥυπτικῆς εἰσι δυνάμεως, ὡς ἐφήλεις τε καὶ σπίλους
[l. 5] καὶ ὅσα τοιαῦτα κατὰ τοῦ δέρματος ἐπιπολῆς γίγνεται
[l. 6] θεραπεύειν. ἔχουσι δέ τι καὶ στυπτικὸν αὐτοί τε καὶ οἱ
[l. 7] ἀκρέμονες, οἵπερ δὴ καὶ ταριχεύονται.
[l. 8] λγ΄. Περὶ ἀμπέλου ἡμέρου. Ἀμπέλου τῆς ἡμέρου
[l. 9] παραπλησία μὲν ἡ δύναμίς ἐστι τῇ τῆς ἀγρίας, ἀσθενεστέρα
[l. 10] δὲ τὰ πάντα.
[l. 11] λδ΄. Περὶ ἀμπέλου λευκῆς. Ἀμπέλου λευκῆς, ἣν δὴ
[l. 12] βρυωνίαν καὶ ψίλωθρον καλοῦσιν, οἱ μὲν πρῶτοι βλαστοὶ
[l. 13] συνήθως ὑπὸ πάντων ἐσθίονται κατὰ τὸ ἔαρ, ὡς εὐστόμαχον
[l. 14] ἔδεσμα διὰ τὸ στύφειν, καὶ ὑπόπικρον δὲ καὶ ἀτρέμα
[l. 15] δριμεῖαν ἔχον τὴν στύψιν· διὸ καὶ τὴν οὔρησιν κινοῦσι μετρίως.
[l. 16] ἡ δὲ ῥίζα ῥυπτικήν τέ τινα καὶ ξηραντικὴν καὶ λεπτομερῆ
[l. 17] δύναμιν ἔχει καὶ συμμέτρως θερμήν. διὸ καὶ σπλῆνας
[l. 18] τήκει σκιῤῥουμένους, πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ
[p. 11.827]
[l. 1] σύκων καὶ ψώραν καὶ λέπραν ἰᾶται. ὁ δὲ βοτρυώδης αὐτῆς
[l. 2] καρπὸς τοῖς σκυτοδέψαις ἐστὶ χρήσιμος.
[l. 3] λε΄. Περὶ ἀμπέλου μελαίνης. Ἄμπελος μέλαινα.
[l. 4] καλεῖται δὲ ἰδίως αὕτη βρυωνία, παραπλήσιός ἐστι τὰ πάντα
[l. 5] τῇ προειρημένῃ πλὴν ἀσθενεστέρα.
[l. 6] λστ΄. Περὶ ἀμυγδάλων. Ἀμύγδαλα. τὰ μὲν πικρὰ
[l. 7] φανερῶς τῆς λεπτυνούσης παντελῶς ἐστι δυνάμεως καὶ τῇ
[l. 8] ποιότητι τεκμαιρομένῳ καὶ τῇ πείρᾳ κρίνοντι. περὶ μὲν οὖν
[l. 9] τῆς πικρᾶς ποιότητος ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων
[l. 10] εἴρηται· τῶν δὲ τῆς πείρας ἀρκεῖ δύο ταῦτα προχειρισαμένων
[l. 11] ἐξ αὐτῶν τούτων διδαχθῆναι περὶ τῆς δυνάμεως
[l. 12] αὐτῶν. ἔφηλίν τε οὖν ἀποκαθαίρει καὶ ταῖς ἐκ θώρακός τε
[l. 13] καὶ πνεύμονος ἀναπτύσεσι τῶν γλίσχρων τε καὶ παχέων χυμῶν
[l. 14] ἱκανῶς συντελεῖ. ταῦτα δὲ ἡμῖν ἐδείκνυτο κατὰ γένος
[l. 15] μὲν τῆς λεπτυντικῆς, κατ’ εἶδος δὲ τῆς ῥυπτικῆς ἔχεσθαι
[l. 16] δυνάμεως. καὶ μὲν δὴ καὶ ὅτι τῆς ἐκφρακτικῆς κατὰ συμβεβηκὸς
[l. 17] εἴη ἂν δυνάμεως, ἐπιδέδεικται καὶ τοῦτο πρόσθεν.
[l. 18] ἀλλὰ ἡ πεῖρα μαρτυρεῖ. τὰς γοῦν ἐν ἥπατι παχέων τε καὶ
[p. 11.828]
[l. 1] γλίσχρων χυμῶν ἐν τοῖς πέρασι τῶν ἀγγείων σφηνώσεις
[l. 2] ἱκανῶς ἐκκαθαίρει. καὶ μὲν δὴ καὶ τῶν πλευρῶν ἀλγήματα
[l. 3] τὰ διὰ τὴν τοιαύτην αἰτίαν γιγνόμενα καὶ κατὰ σπληνὸς
[l. 4] καὶ κώλου καὶ νεφρῶν ἰᾶται. καὶ τὸ δένδρον αὐτὸ σύμπαν
[l. 5] ὁμοίαν ἔχει τὴν δύναμιν, ὥστε καὶ τούτου τὰς ῥίζας
[l. 6] ἑφθὰς ἐπιπάττοντες ἀποκαθαίρουσιν ἐφήλεις. ὅσα δὲ γλυκέα
[l. 7] τῶν ἀμυγδάλων, μετέχει μὲν καὶ ταῦτα βραχείας πικρότητος.
[l. 8] ἀλλ’ ἐπικρατούσης τῆς γλυκύτητος ἀποκρύπτεται,
[l. 9] κατάδηλον δ’ ἐναργῶς γίνεται χρονιζόντων αὐτῶν. ἐπιδέδεικται
[l. 10] δὲ ἐν τοῖς ἔμπροσθεν ὡς ἡ γλυκεῖα ποιότης θερμὴ
[l. 11] συμμέτρως ἐστίν.
[l. 12] λζ΄. Περὶ ἀμμωνιακοῦ. Ἀμμωνιακὸν ὀπός ἐστι νάρθηκός
[l. 13] τινος. τοῦτο μαλακτικῆς ἐστι δυνάμεως ἐπιτεταμένης,
[l. 14] ὥστε καὶ τοὺς 13.156. περὶ τὰ ἄρθρα πώρους διαλύειν καὶ
[l. 15] σπλῆνας ἐσκιῤῥουμένους ἰᾶσθαι καὶ χοιράδας διαφορεῖν.
[l. 16] λη΄. Περὶ ἀμώμου. Ἄμωμον ἔοικε κατὰ τὴν δύναμιν
[l. 17] ἀκόρῳ πλὴν ὅτι ξηρότερόν ἐστι τὸ ἄκορον πεπτικώτερον
[l. 18] δὲ τὸ ἄμωμον.
[l. 1] λθ΄. Περὶ ἀναγαλλίδος. Ἀναγαλλὶς ἑκατέρα, ἥ τε τὸ
[l. 2] κύανον ἄνθος ἔχουσα καὶ ἡ τὸ φοινικοῦν, ῥυπτικῆς ἱκανῶς
[l. 3] εἰσι δυνάμεως, ἔχουσαί τι καὶ ὑπόθερμον καὶ ἑλκτικὸν, ὥστε
[l. 4] καὶ σκόλοπας ἐπισπᾶσθαι. ὁ δὲ χυλὸς αὐτῶν ἐκ ῥινῶν
[l. 5] καθαίρει διὰ τὴν αὐτὴν αἰτίαν, καὶ καθόλου φάναι ξηραντικὴν
[l. 6] ἔχουσι δύναμιν ἄδηκτον, ὅθεν καὶ τραύματα κολλῶσι
[l. 7] καὶ τοῖς σηπομένοις βοηθοῦσι.
[l. 8] μ΄. Περὶ ἀναγύρου. Ἀνάγυρος θάμνος ἐστὶ δυσώδης
[l. 9] καὶ δριμὺς, διαφορητικῆς καὶ θερμαινούσης δυνάμεως.
[l. 10] ἀλλὰ τὰ μὲν φύλλα τὰ χλωρὰ διὰ τὴν ὑγρότητος ἐπιμιξίαν
[l. 11] ἧττον ὄντα δριμέα κατασταλτικὰ τῶν οἰδούντων ἐστὶν, ξηρανθέντα
[l. 12] δὲ τμητικῆς καὶ ξηραινούσης ἰσχυρῶς δυνάμεως.
[l. 13] ὁμοίας δέ πώς ἐστι φύσεως καὶ ὁ τῆς ῥίζης αὐτῶν φλοιός.
[l. 14] τὸ δὲ σπέρμα πλέον ἐστὶ λεπτομερεστέρας, ἀλλὰ καὶ ἐμετικόν
[l. 15] ἐστιν.
[l. 16] μα΄. Περὶ ἀνδροσαίμου. Ἀνδρόσαιμον, θαμνῶδες
[l. 17] φυτὸν διττὸν τὴν φύσιν, τὸ μὲν ἕτερον ἄσκυρον ἢ ἀσκυροειδὲς
[p. 11.830]
[l. 1] ὀνομαζόμενον, εἶδος ὑπάρχον ὑπερικοῦ. τὸ δ’ ἕτερον,
[l. 2] ὅπερ ὀνομάζεται πρός τινων διονυσίας. ἔστι δὲ ὁ μὲν καρπὸς
[l. 3] αὐτῶν καθαρτικὸς, ἡ δὲ τῶν φύλλων δύναμις ξηραντική
[l. 4] τε καὶ ῥυπτικὴ μετρίως, ὥστε καὶ πυρίκαυτα θεραπεύειν πεπίστευται.
[l. 5] καθεψηθέντα δὲ ἐν οἴνῳ αὐστηρῷ κολλητικὸν
[l. 6] τραυμάτων μεγάλων τὸν οἶνον ἀποφαίνει.
[l. 7] μβ΄. Περὶ ἀνδροσάκους. Ἀνδρόσακες πικρὰ καὶ δριμεῖα
[l. 8] πόα. δύναται δὲ ξηρανθεῖσα καὶ πινομένη αὐτή τε
[l. 9] καὶ ὁ καρπὸς αὐτῆς οὖρα κινεῖν ἱκανῶς καὶ δηλονότι διαφορεῖν
[l. 10] καὶ ξηραίνειν.
[l. 11] 2.75. μγ΄. Περὶ ἀνδράχνης. Ἀνδράχνη ψυχρά ἐστι καὶ
[l. 12] ὑδατώδης τὴν κρᾶσιν, ὀλίγου δέ τινος αὐστηροῦ μετέχει. διὸ
[l. 13] καὶ ἀποκρούεται ῥεύματα καὶ μάλιστα χολώδη καὶ θερμὰ
[l. 14] μετὰ τοῦ μεταβάλλειν αὐτὰ καὶ ἀλλοιοῦν κατὰ τὴν ποιότητα
[l. 15] ἱκανῶς ἐμψύχειν. καὶ εἴη ἂν ἐν μὲν τῇ τοῦ ψύχειν
[l. 16] δυνάμει τρίτης ἀποστάσεως ἀπὸ τῶν συμμέτρων τε καὶ μέσων,
[l. 17] ἐν δὲ τῇ τοῦ ὑγραίνειν δευτέρας. ταῦτά τοι καὶ τοὺς
[l. 18] καυσουμένους ὀνίνησιν εἴπερ τι ἄλλο κατά τε στόματος τῆς
[p. 11.831]
[l. 1] κοιλίας ἐπιτιθεμένη καὶ ὅλων τῶν ὑποχονδρίων, καὶ μάλιστα
[l. 2] ἐπὶ τῶν ἑκτικῶν πυρετῶν, αἱμωδίας τέ ἐστιν ἴαμα ἐξηρασμένα
[l. 3] ταχέως ὑπὸ τῆς τῶν ὀξέων χυμῶν ὁμιλίας αὐτὴ λειαίνουσά
[l. 4] τε καὶ ἀναπληροῦσα, τῷ γλίσχρον ἔχειν τὴν ὑγρότητα.
[l. 5] 13.157. καὶ ὁ χυμὸς δὲ αὐτῆς ὁμοίως, ὥστε οὐ μόνον ἔξωθεν
[l. 6] ἐπιτιθέμενος, ἀλλὰ καὶ πινόμενος ἐμψύχει. τοῦτο μέν
[l. 7] γε καὶ αὐτῇ τῇ βοτάνῃ συμβέβηκεν ὅλῃ βρωθείσῃ. διὰ δὲ
[l. 8] τὸ ὑποστύφειν καὶ δυσεντερικοῖς ἐστιν ἐπιτήδειον ἔδεσμα καὶ
[l. 9] γυναικείῳ ῥῷ καὶ αἵματος ἀναγωγαῖς. εἰς ταῦτα μέντοι πολὺ
[l. 10] δραστικώτερος αὐτῆς τῆς πόας ὁ χυλός ἐστιν.
[l. 11] μδ΄. Περὶ ἀνεμώνης. Ἀνεμῶναι πᾶσαι δριμείας καὶ
[l. 12] ῥυπτικῆς εἰσιν, ἐπισπαστικῆς τε καὶ ἀναστομωτικῆς δυνάμεως.
[l. 13] ὅθεν ἥ τε ῥίζα διαμασωμένη φλέγμα προκαλεῖται
[l. 14] καὶ ὁ χυλὸς ἐκ ῥινῶν καθαίρει καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς
[l. 15] λεπτύνει. καὶ τὰ ῥυπαρὰ δὲ τῶν ἑλκῶν καθαίρουσιν αἱ ἀνεμῶναι
[l. 16] καὶ λέπρας ἀφιστῶσιν, ἔμμηνά τε προκαλοῦνται προτιθέμεναι
[l. 17] καὶ γάλα ἀνασπῶσιν.
[l. 1] με΄. Περὶ ἀνήθου. Ἄνηθον θερμαίνει μὲν εἰς τοσοῦτον
[l. 2] ὡς ἤτοι τῆς δευτέρας αὐτὸ τάξεως ἐπιτεταμένης ἢ
[l. 3] τῆς τρίτης ἐκλελυμένης ὑπολαβεῖν. τῶν ξηραινόντων δὲ τῆς
[l. 4] δευτέρας ἐστὶ τάξεως ἀρχομένης, ἢ τῆς πρώτης ἐπιτεταμένης,
[l. 5] ὥστε εἰκότως ἐναφεψόμενον ἐλαίῳ, διαφορητικόν τε καὶ
[l. 6] ἀνώδυνον καὶ ὑπνοποιὸν καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων
[l. 7] ὄγκων ὑπάρχει. γίγνεται γὰρ τὸ ἐξ αὐτοῦ ἔλαιον ἐγγύς τι
[l. 8] τῆς κράσεως τοῖς πυοποιοῖς τε καὶ πεπτικοῖς ὀνομαζομένοις
[l. 9] φαρμάκοις, πλὴν ὅτι θερμότερον αὐτῶν βραχεῖ καὶ λεπτομερές
[l. 10] ἐστι καὶ διὰ τοῦτο καὶ διαφορητικόν. καυθὲν δὲ τῆς
[l. 11] τρίτης τάξεως γίνεται τῶν θερμαινόντων τε καὶ ξηραινόντων,
[l. 12] καὶ διὰ τοῦτο πλαδαροῖς ἕλκεσιν ἐπιπλαττόμενον ὀνίνησι
[l. 13] καὶ μάλιστα τοῖς ἐν αἰδοίῳ. τὰ δὲ ἐπὶ τῆς πόσθης
[l. 14] χρόνια καὶ ἐπουλοῖ καλῶς. ὑγρότερον δὲ δηλονότι καὶ ἧττον
[l. 15] θερμόν ἐστι τὸ χλωρὸν ἔτι καὶ εὔχυμον, ὥστε πεπτικώτερον
[l. 16] μὲν καὶ ὑπνοποιὸν ἔσται μᾶλλον τοῦ ξηροῦ, διαφορητικὸν
[l. 17] δ’ ἧττον. διὰ τοῦτό μοι δοκοῦσι καὶ οἱ παλαιοὶ
[l. 18] ἐξ αὐτοῦ στεφάνοις χρῆσθαι παρὰ τὰ συμπόσια.
[l. 1] μστ΄. Περὶ ἀνθυλλίδος. Ἀνθυλλὶς διττὴ μέν ἐστιν,
[l. 2] ἀμφότεραι δὲ ξηραίνουσι μετρίως, ὥστε καὶ ἕλκη κολλᾷν.
[l. 3] ἡ δ’ ἑτέρα αὐτῶν, ἡ τῇ χαμαιπίτυϊ ἐοικυῖα, λεπτομερεστέρα
[l. 4] πώς ἐστι τῆς ἑτέρας, ὡς καὶ τοῖς ἐπιλήπτοις ἁρμόττειν. αὐτὴ
[l. 5] δὲ καὶ ῥυπτικωτέρα τῆς ἑτέρας ὑπάρχει.
[l. 6] μζ΄. Περὶ ἀνθεμίδος. Ἀνθεμὶς ἢ χαμαίμηλον. εἴρηται
[l. 7] μὲν κᾀν τῷ τρίτῳ γράμματι περὶ ταύτης τῆς πόας ἐπὶ
[l. 8] πλέον. εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλῇ, ὡς ξηραίνει καὶ θερμαίνει
[l. 9] κατὰ τὴν πρώτην τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς καὶ
[l. 10] διὰ ταῦτα διαφορητικὴ καὶ ἀραιωτικὴ καὶ χαλαστικὴ τὴν
[l. 11] δύναμιν ὑπάρχει.
[l. 12] μη΄. Περὶ ἀνίσου. Ἀνίσου τὸ σπέρμα μάλιστ’ ἐστὶ
[l. 13] χρήσιμον, δριμὺ καὶ ὑπόπικρον ὑπάρχον, ὥστ’ ἐγγὺς ἥκειν
[l. 14] θερμότητος τῶν καυστικῶν. ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐκ
[l. 15] τῆς τρίτης ἀποστάσεως, ὥσπερ κᾀν τῷ θερμαίνειν. ταῦτ’
[l. 16] ἄρα καὶ οὐρητικόν ἐστι καὶ διαφορητικὸν, ἐμπνευματώσεις
[l. 17] τε τὰς κατὰ γαστέρα καθίστησιν.
[l. 1] 13.158. μθ΄. Περὶ ἀντιῤῥίνου. Ἀντίῤῥιον ἢ ἀνάῤῥινον
[l. 2] ὅμοιον μόσχου ῥισὶν ἔχει τὸν καρπὸν, ἄχρηστον εἰς τὰς
[l. 3] ἰάσεις. αὐτὸ δὲ παραπλησίας ἐστὶ τῷ βουβωνίῳ δυνάμεως,
[l. 4] ἀλλὰ πολὺ καταδεέστερον, ὥστε ἐξ ἐκείνων καὶ περὶ τούτου
[l. 5] μαθήσῃ.
[l. 6] ν΄. Περὶ ἀπαρίνης. Ἀπαρίνη· οἱ μὲν φιλάνθρωπον,
[l. 7] οἱ δὲ ὀμφακόκαρπον, μετρίως ῥύπτει καὶ ξηραίνει. ἔχει
[l. 8] δὲ καί τι λεπτομερές.
[l. 9] να΄. Περὶ ἀπίου. Ἀπίου τὰ μὲν φύλλα καὶ οἱ ἀκρέμονες
[l. 10] αὐστηροὶ, ὁ δὲ καρπὸς ἔχει τι καὶ γλυκύτητος ὑδατώδους,
[l. 11] ἐξ ὧν δήλη καὶ ἡ κρᾶσίς ἐστιν ἀνώμαλός τις ὑπάρχουσα
[l. 12] κατὰ τὰ μόρια, καὶ τὸ μέν τι γεῶδες ἔχουσα, τὸ δ’ ὑδατῶδες,
[l. 13] καὶ καθ’ ἑκάτερον τὸ μέν τι ψυχρὸν, τὸ δ’ εὔκρατον. καὶ διὰ
[l. 14] τοῦτ’ ἐσθιόμενοι μὲν εὐστόμαχοί τ’ εἰσὶ καὶ ἄδιψοι. καὶ καταπλαττόμενοι
[l. 15] δὲ ξηραίνουσί τε καὶ μετρίως ψύχουσιν, ὡς
[l. 16] ἔγωγε κολλήσας αὐτοῖς οἶδα τραῦμα, μηδενὸς ἄλλου φαρμάκου
[l. 17] παρόντος.
[l. 18] νβ΄. Περὶ ἀχράδων. Ἀχράδες ὀνομαζόμεναι καὶ στύφουσι
[l. 19] μᾶλλον τῶν ἄλλων ἀπίων καὶ ξηραίνουσι, καὶ διὰ
[p. 11.835]
[l. 1] τοῦτο δηλονότι καὶ κολλῶσι τραύματα μείζονα καὶ ἀποτρέπουσι
[l. 2] ῥεύματα.
[l. 3] νγ΄. Περὶ ἀποκύνου. Ἀπόκυνον ἢ κυνοκράμβη. καλοῦσι
[l. 4] δ’ ἔνιοι καὶ κυνόμορον αὐτὴν, ἐπειδὴ τάχιστα τοὺς
[l. 5] κύνας ἀναιρεῖ, καθάπερ τὸ λυκοκτόνον τοὺς λύκους. ἔστι δὲ
[l. 6] ἀνθρώπων δηλητήριον, ἱκανῶς δυσώδης πόα, διὸ καὶ θερμὴ
[l. 7] πάντως ἐστὶν οὐκ ἀγεννῶς, οὐ μὴν ἀνάλογόν γε ξηρά διὰ
[l. 8] τοῦτ’ οὖν καὶ καταπλασσόμενον ἱκανῶς διαφορητικῆς ἐστι
[l. 9] δυνάμεως.
[l. 10] νδ΄. Περὶ ἀργεμόνης. Ἀργεμόνη. καὶ ταύτης τῆς πόας
[l. 11] ἡ δύναμις ῥυπτική τέ ἐστι καὶ διαφορητική.
[l. 12] 2.76. νε΄. Περὶ ἀρισάρου. Ἀρίσαρον. τοῦτο καὶ μικρότερόν
[l. 13] ἐστι πολλῷ τοῦ ἄρου, καὶ ῥίζαν ἐλαίας ἔχει τὸ
[l. 14] μέγεθος. ἔστι δ’ αὐτοῦ πολὺ δριμύτερον.
[l. 15] νστ΄. Περὶ ἀριστολοχίας. Ἀριστολοχίας ἡ ῥίζα χρειωδεστάτη
[l. 16] πρὸς τὰς ἰάσεις, πικρὰ καὶ ὑπόδριμυς ὑπάρχουσα.
[l. 17] λεπτομερεστέρα δ’ ἐξ αὐτῶν ἐστιν ἡ στρογγύλη καὶ κατὰ
[l. 18] πάντα δραστικωτέρα. τῶν δ’ ἄλλων δυοῖν ἡ μὲν κληματῖτις
[p. 11.836]
[l. 1] εὐωδεστέρα μὲν, ὥστε καὶ πρὸς τὰ μύρα χρῆσθαι τοὺς
[l. 2] μυρεψοὺς αὐτῇ, πρὸς τὰς ἰάσεις δ’ ἀσθενεστέρα. ἡ μακρὰ
[l. 3] δ’ ἧττον μὲν λεπτομερής ἐστι τῆς στρογγύλης, οὐ μὴν οὐδ’
[l. 4] αὐτή γε ἄπρακτος, ἀλλ’ ἔστι τῆς ῥυπτικῆς τε καὶ θερμαντικῆς
[l. 5] δυνάμεως, καὶ τῆς στρογγύλης ἧττον μὲν ῥύπτει καὶ
[l. 6] διαφορεῖ, θερμαίνει δ’ οὐχ ἧττον, ἀλλ’ ἴσως καὶ μᾶλλον.
[l. 7] ὅθεν ἐφ’ ὧν μέν ἐστι χρεία τοῦ μετρίως ῥύπτειν, ἡ μακρὰ
[l. 8] χρησιμωτέρα, καθάπερ ἔν τε ταῖς τῶν ἑλκῶν σαρκώσεσι καὶ
[l. 9] ταῖς τῶν ὑστερῶν πυρίαις· 13.159. ἐφ’ ὧν δὲ παχὺν χυμὸν
[l. 10] ἰσχυρότερον λεπτῦναι, τῆς στρογγύλης ἡ χρεία. διὰ τοῦτο
[l. 11] καὶ τὰ δι’ ἔμφραξιν ἤ τι πάχος ἀπέπτων πνευμάτων ἀλγήματα
[l. 12] θεραπεύει μᾶλλον ἡ στρογγύλη καὶ σκόλοπας ἀνάγει
[l. 13] καὶ σηπεδόνας ἰᾶται καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρει
[l. 14] καὶ ὀδόντας καὶ οὐλὰς λαμπρύνει. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς
[l. 15] καὶ λύζουσιν, ἐπιληπτικοῖς τε καὶ ποδαγρικοῖς, μεθ’
[l. 16] ὕδατος πινομένη, καὶ ῥήγμασι δὲ καὶ σπάσμασιν εἴπερ τι
[l. 17] ἄλλο φάρμακον ἐπιτήδειός ἐστιν.
[l. 18] νζ΄. Περὶ ἀρκεύθου. Ἄρκευθος θερμὴ καὶ ξηρὰ
[p. 11.837]
[l. 1] τῆς τρίτης τάξεως κατ’ ἄμφω. ὁ δὲ καρπὸς αὐτῆς θερμὸς
[l. 2] μὲν ὁμοίως, ξηραίνει δ’ οὐχ ὁμοίως, ἀλλ’ εἴη ἂν ἐν τῷδε
[l. 3] τῆς πρώτης τάξεως.
[l. 4] νη΄. Περὶ ἀρκτίου. Ἄρκτιον τὸ μὲν τῷ φλόμῳ
[l. 5] παραπλήσιον, τὸ τὴν ῥίζαν ἁπαλὴν καὶ λευκὴν καὶ γλυκεῖαν
[l. 6] ἔχον καὶ τὸν καυλὸν μακρὸν καὶ μαλακὸν καὶ τὸν
[l. 7] καρπὸν ὅμοιον κυμίνῳ, λεπτομεροῦς μὲν ἱκανῶς ἐστι δυνάμεως,
[l. 8] καὶ δι’ αὐτὸ τοῦτο ξηραντικῆς μέντοι καὶ ῥυπτικῆς
[l. 9] μετρίως, ὅθεν καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς αὐτοῦ ἀφεψόμενοι
[l. 10] σὺν οἴνῳ πραΰνει πως ὀδόντων ἀλγήματα. πυρικαύτων
[l. 11] τε καὶ χιμέθλων καὶ τὸ τούτων μὲν ἀφέψημα καταντλώμενον,
[l. 12] ἀλλὰ καὶ οἱ κλῶνές εἰσιν ἰάματα.
[l. 13] νθ΄. Περὶ ἑτέρου ἀρκτίου. Τὸ δ’ ἕτερον ἄρκτιον,
[l. 14] ὃ δὴ καὶ προσωπίδα καλοῦσιν, οὗ τὰ φύλλα τοῖς τῆς κολοκύνθης
[l. 15] ἐστὶν ὁμοιότατα, πλὴν ὅσῳ μείζω τε καὶ σκληρότερα,
[l. 16] διαφορητικὸν μέν ἐστιν καὶ ξηραντικόν. ἔχει δέ τι
[l. 17] καὶ στυπτικὸν μετρίως, διὰ τοῦτο αὐτοῦ καὶ τὰ φύλλα
[l. 18] παλαιῶν ἑλκῶν ἐστιν ἰατικά.
[l. 1] ξ΄. Περὶ ἀρνογλώσσου. Ἀρνόγλωσσον. μικτῆς καὶ
[l. 2] τοῦτο κράσεώς ἐστιν. ἔχει μὲν γάρ τι καὶ ὑδατῶδες ψυχρὸν,
[l. 3] ἔχει δέ τι καὶ αὐστηρὸν, ὅπερ ἐστὶ γεῶδες, ξηρὸν ψυχρὸν,
[l. 4] ὥστε ψύχει τε ἅμα καὶ ξηραίνει καὶ κατ’ ἄμφω τῆς δευτέρας
[l. 5] ἐστὶν ἀποστάσεως τῶν μέσων. ὅσα δὲ μετὰ ψύξεως
[l. 6] ξηρά ἐστι φάρμακα, καὶ πρὸς ἕλκη κακοήθη πάντα καὶ πρὸς
[l. 7] ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. καὶ διὰ τοῦτο καὶ πρὸς
[l. 8] δυσεντερίας, καὶ γὰρ καὶ τὰς αἱμοῤῥαγίας ἵστησι καὶ, εἴ τι
[l. 9] διακαὲς, ἐμψύχει, καὶ κολλητικὰ κόλπων ἐστὶ καὶ τῶν ἄλλων
[l. 10] ἑλκῶν προσφάτων τε ἅμα καὶ παλαιῶν. ἐν ἅπασι δὲ σχεδὸν
[l. 11] τοῖς τοιούτοις φαρμάκοις ἢ πρῶτον ἢ οὐδενὸς δεύτερον
[l. 12] ἀρνόγλωσσον ὑπάρχει τῇ συμμετρίᾳ τῆς κράσεως. καὶ γὰρ
[l. 13] ξηρότητος ἀδήκτου μετέχει καὶ ψύξεως μηδέπω ναρκούσης,
[l. 14] καὶ ὁ καρπὸς δ’ αὐτοῦ καὶ αἱ ῥίζαι παραπλησίας εἰσὶ δυνάμεως,
[l. 15] πλήν γε ὅτι ξηροτέρας τε καὶ ἧττον ψυχρᾶς. ἀλλ’
[l. 16] ὁ μὲν καρπὸς λεπτομερέστερος, αἱ δὲ ῥίζαι παχυμερέστεραι.
[l. 17] καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς πόας ξηρανθέντα λεπτομερεστέρας
[l. 18] τε καὶ ἧττον ψυχρᾶς γίγνεται δυνάμεως, ὡς ἀποπνεύσαντος
[p. 11.839]
[l. 1] αὐτῶν καὶ διαφορηθέντος τοῦ ὑδατώδους περιττώματος.
[l. 2] ταῦτ’ ἄρα ταῖς μὲν ῥίζαις καὶ πρὸς ὀδόντων ἀλγήματα
[l. 3] χρῶνται, διαμασωμέναις τε καὶ τοῖς διακλύμασιν αὐτῶν
[l. 4] ἐνεψομέναις. πρὸς δὲ τὰς καθ’ ἧπαρ καὶ νεφροὺς ἐμφράξεις
[l. 5] καὶ ταύταις μὲν, ἀλλὰ καὶ τοῖς φύλλοις καὶ πολὺ
[l. 6] μᾶλλον ἔτι τῷ καρπῷ. μετέχει γάρ τινος ἅπαντα ταῦτα δυνάμεως
[l. 7] ῥυπτικῆς, ἣν εἰκὸς εἶναι κᾀν τῇ πόᾳ μὲν χλωρᾷ,
[l. 8] νικᾶσθαι δ’ ὑπὸ τοῦ πλήθους τῆς ὑγρότητος.
[l. 9] 13.160. ξα΄. Περὶ ἄρου. Ἄρον. ἐκ γεώδους καὶ τοῦτο
[l. 10] γέγονεν οὐσίας θερμῆς, καὶ διὰ τοῦτο ῥυπτικῆς ἐστι δυνάμεως,
[l. 11] ἀλλ’ οὐκ ἰσχυρᾶς ὥσπερ τὸ δρακόντιον. ἔστιν οὖν ἔν
[l. 12] τε τῷ ξηραίνειν καὶ τῷ θερμαίνειν τῆς πρώτης κατ’ ἄμφω
[l. 13] τάξεως. αἱ ῥίζαι δ’ αὐτοῦ μάλιστ’ εἰσὶ χρήσιμοι. καὶ δὴ
[l. 14] καὶ ἐσθιόμεναι τέμνουσι πάχος χυμῶν μετρίως, ὥστε καὶ
[l. 15] ταῖς ἐκ θώρακος ἀναπτύσεσίν εἰσιν ἐπιτήδειοι. τὸ δὲ δρακόντιον
[l. 16] εἰς ταῦτα ἐπιτηδειότερον.
[l. 17] ξβ΄. Περὶ ἀρτεμισίας. Ἀρτεμισία. διττὴ μέν ἐστι
[l. 18] καὶ ἡ ἀρτεμισία πόα. θερμαίνουσι δ’ ἀμφότεραι καὶ μετρίως
[p. 11.840]
[l. 1] ξηραίνουσι, καὶ κείσθωσαν ἐν μὲν τῷ θερμαίνειν δευτέρας
[l. 2] ἀποστάσεως, ἐν δὲ τῷ ξηραίνειν ἢ πρώτης ἐπιτεταμένης ἢ
[l. 3] δευτέρας ἀρχομένης. εἰσὶ δὲ καὶ λεπτομερεῖς μετρίως, ὥστε
[l. 4] καὶ πρὸς τοὺς ἐν νεφροῖς λίθους ἁρμόττειν μετρίως καὶ εἰς
[l. 5] πυρίας ὑστερῶν.
[l. 6] ξγ΄. Περὶ ἀσάρου. Ἄσαρον. ταύτης τῆς πόας αἱ
[l. 7] ῥίζαι χρήσιμοι, παραπλήσιαι μὲν ταῖς τοῦ ἀκόρου τὴν δύναμιν,
[l. 8] ἐπιτεταμέναι δὲ μᾶλλον, ὥστ’ ἐξ ὧν ὑπὲρ ἐκείνου
[l. 9] προείρηται καὶ περὶ τούτου χρὴ γνωρίζειν.
[l. 10] ξδ΄. Περὶ ἀσκληπιάδος. Ἀσκληπιάς. ἐν τῷ τρίτῳ
[l. 11] Διοσκουρίδης περὶ ταύτης τῆς πόας ἔγραψεν. ἡμεῖς δὲ οὐδέπω
[l. 12] πεῖραν αὐτῆς ἔχομεν.
[l. 13] ξε΄. Περὶ ἀσπαλάθου. Ἀσπάλαθος καὶ κατὰ τὴν
[l. 14] γεῦσίν ἐστι δριμὺς ἅμα καὶ στυπτικὸς καὶ κατὰ τὴν δύναμιν
[l. 15] ἐξ ἀνομοιομερῶν δηλονότι σύγκειται, μέρεσι μὲν ἑαυτοῦ
[l. 16] τοῖς δριμέσι θερμαίνων, μέρεσι δ’ ἑτέροις τοῖς αὐστηροῖς
[l. 17] ψύχων, ὥστε ξηραίνει κατ’ ἄμφω καὶ ψύχει, καὶ διὰ τοῦτο
[l. 18] πρὸς σηπεδόνας καὶ ῥεύματα χρήσιμος ὑπάρχει.
[l. 1] 2.77. ξστ΄. Περὶ ἀσπαράγου. Ἀσπάραγος πετραῖος
[l. 2] ἢ μυακάνθινος, ῥυπτικῆς ἐστι δυνάμεως, οὐ μὴν οὔτε θερμαίνει
[l. 3] σαφῶς οὔτε ψύχει. ταῦτά τοι καὶ νεφρῶν καὶ ἥπατος
[l. 4] ἐκφρακτικὸς ὑπάρχει, καὶ μάλισθ’ αἱ ῥίζαι τῆς βοτάνης καὶ
[l. 5] τὸ σπέρμα. καὶ μὲν δὴ καὶ ὀδονταλγίας ἰᾶται τῷ ξηραίνειν,
[l. 6] ὧν δὴ καὶ μάλιστα χρῄζουσιν οἱ ὀδόντες. Ἀθηναῖοι δὲ διὰ
[l. 7] τοῦ φ λέγουσιν ἀσφάραγον.
[l. 8] ξζ΄. Περὶ ἀσπλήνου. Ἄσπληνον. λεπτομερὴς μὲν,
[l. 9] οὐ μὴν θερμή γε τὴν δύναμιν ἡ πόα. ταῦτ’ ἄρα καὶ λίθους
[l. 10] θρύπτει καὶ σπλῆνας τήκει.
[l. 11] ξη΄. Περὶ ἀστραγάλου. Ἀστράγαλος θαμνίσκος ἐστὶ
[l. 12] μικρὸς, ἔχων ῥίζας στυπτικὰς, διὸ καὶ τῶν ξηραινόντων ἐστὶν
[l. 13] οὐκ ἀγεννῶς. ἐπουλοῖ γοῦν ἕλκη παλαιὰ καὶ κοιλίαν ἵστησι
[l. 14] ῥευματιζομένην, εἴ τις ἀφεψήσας ἐν οἴνῳ τὴν ῥίζαν πίνοι
[l. 15] πλεῖστος ὁ θάμνος ἐν Φενεῷ τῆς Ἀρκαδίας γεννᾶται.
[l. 16] 13.161. ξθ΄. Περὶ ἀστέρος Ἀττικοῦ. Ἀστὴρ Ἀττικός.
[l. 17] οἱ δὲ βουβώνιον ὀνομάζουσιν, ὅτι μὴ μόνον ἐπιπλαττόμενον,
[p. 11.842]
[l. 1] ἀλλὰ καὶ περιαπτόμενον ἰᾶσθαι πεπίστευται βουβῶνας. ἔχει
[l. 2] μέν τι καὶ διαφορητικὸν, ἀλλ’ οὐχ ἥκιστα καὶ ψυκτικόν τι
[l. 3] καὶ ἀποκρουστικὸν, ὥστε καὶ μικτῆς εἶναι δυνάμεως ὥσπερ
[l. 4] καὶ τὸ ῥόδον, ἀλλ’ οὐ στύφει γε τοῦτο.
[l. 5] ο΄. Περὶ ἀσταφίδος. Ἀσταφὶς ἡ μὲν ἥμερος πεπτικῆς
[l. 6] τε ἅμα καὶ στυπτικῆς καὶ διαφορητικῆς ἀτρέμα μετέχει
[l. 7] δυνάμεως. ἡ δ’ ἀγρία δριμείας ἰσχυρῶς, ὡς ἀποφλεγματίζειν
[l. 8] τε καὶ ῥύπτειν σφοδρῶς, ὥστε καὶ πρὸς ψώραν ἁρμόττει.
[l. 9] μετέχει δὲ καὶ καυστικῆς τινος δυνάμεως.
[l. 10] οα΄. Περὶ ἀσφοδέλου. Ἀσφόδελος. καὶ τούτου ἡ
[l. 11] ῥίζα χρήσιμος, ὥσπερ ἄρου καὶ ἀσάρου καὶ δρακοντίου, ῥυπτικῆς
[l. 12] τε καὶ διαφορητικῆς ὑπάρχουσα δυνάμεως· καυθείσης
[l. 13] δ’ αὐτῆς ἡ τέφρα θερμοτέρα καὶ ξηραντικωτέρα καὶ λεπτομερεστέρα
[l. 14] καὶ διαφορητικωτέρα γίγνεται καὶ διὰ τοῦτο
[l. 15] καὶ ἀλωπεκίας ἰᾶται.
[l. 16] οβ΄. Περὶ ἀτρακτυλίδος. Ἀτρακτυλὶς ἢ κνίκος ἄγριος
[l. 17] ἐκ τῶν ἀκανθῶν ἐστιν. τὸ φυτὸν τοῦτο ξηραντικῆς τε καὶ
[l. 18] μετρίως θερμῆς ὑπάρχει δυνάμεως.
[l. 1] ογ΄. Περὶ ἀτραφάξιος. Ἀτράφαξις ὑγρὰ καὶ ψυχρὰ
[l. 2] τὴν κρᾶσίν ἐστιν· ὑγρὰ μὲν δευτέρας τάξεως ἀπὸ τῶν
[l. 3] μέσων, ψυχρὰ δὲ πρώτης, ἥνπερ δὴ χλιαρὰν ἐλέγομεν εἶναι
[l. 4] θερμασίαν, οἵαπερ καὶ τοῖς ῥόδοις ἐστὶ, πλὴν οὐ μετέχει
[l. 5] στύψεως. ἀλλ’ ἔστιν ὑδατώδης καὶ ἥκιστα γεώδης, ὁμοίως
[l. 6] τῇ μαλάχῃ, καὶ δὴ καὶ κατὰ γαστέρα διεξέρχεται ταχέως,
[l. 7] ὥσπερ ἐκείνη διὰ γλισχρότητα. βραχὺ δέ τι παντάπασιν
[l. 8] ὑπάρχει διαφορητικὸν αὐτῆς. εἰσὶ δ’ αἱ κηπευόμεναι μαλάχαι
[l. 9] καὶ ἀτραφάξιες ὑγρότεραί τε πολὺ καὶ ψυχρότεραι
[l. 10] τῶν ἀγρίων. διὸ καὶ φλεγμοναῖς καὶ φυγέθλοις τοῖς μὲν
[l. 11] ἀρχομένοις τε καὶ αὐξανομένοις καὶ μαλακοῖς ἔτι καὶ οἷον
[l. 12] ζέουσιν αἱ κηπευόμεναι, ἀκμάζουσιν δὲ καὶ παρακμάζουσι
[l. 13] καὶ σκληρυνομένοις αἱ ἄγριαι συμφορώτεραι. ὁ δὲ καρπὸς
[l. 14] αὐτῆς ῥυπτικῆς ἐστι δυνάμεως, ὅθεν καὶ πρὸς ἰκτέρους τοὺς
[l. 15] ἐπὶ ἥπατος ἐμφράξεις χρήσιμος ὑπάρχει.
[l. 16] οδ΄. Περὶ ἀφάκης. Ἀφάκη δυνάμεώς ἐστι στυπτικῆς,
[l. 17] ὥσπερ καὶ ὁ φακός. ἀλλὰ καὶ τοῖς φακοῖς ὁμοίως
[p. 11.844]
[l. 1] ἐσθίεται. καὶ δυσπεπτοτέρα μέν ἐστιν αὐτῶν, ἰσχυροτέρως
[l. 2] δὲ ξηραίνει, θερμότητος δὲ μετέχει συμμέτρου.
[l. 3] οε΄. Περὶ ἀψινθίου. Ἀψίνθιον στυπτικὴν καὶ πικρὰν
[l. 4] καὶ δριμεῖαν ἅμα ποιότητα κέκτηται, θερμαῖνόν τε ἅμα
[l. 5] καὶ ῥῦπτον καὶ τονοῦν καὶ ξηραῖνον. διὰ τοῦτο καὶ τοὺς
[l. 6] ἐν τῇ κοιλίᾳ χολώδεις χυμοὺς ἐπί τε τὴν κάτω διαχώρησιν
[l. 7] ἀπάγει καὶ δι’ οὔρων ἐκκενοῖ. 13.162. μᾶλλον δ’ ἔτι τὸ ἐν
[l. 8] ταῖς φλεψὶ χολῶδες ἐκκαθαίρει δι’ οὔρων. διὰ ταῦτα καὶ
[l. 9] φλέγματα ἐν τῇ κοιλίᾳ περιεχόμενα προσφερόμενον οὐδὲν
[l. 10] ὀνίνησιν. οὕτω δὲ καὶ εἰ κατὰ θώρακα καὶ πνεύμονα τύχοι.
[l. 11] ἡ γὰρ στυπτικὴ δύναμις ἐν αὐτῷ τῆς πικρᾶς ἐστιν
[l. 12] ἰσχυροτέρα. τῷ δὲ καὶ δριμύτητός τινος μετέχειν πλείονι
[l. 13] μέτρῳ θερμόν ἐστιν ἤπερ ψυχρόν. εἰ δὲ δέοι καθόλου περιλαμβάνοντι
[l. 14] τὴν κρᾶσιν αὐτοῦ κατὰ τὰς πρώτας ἀφορίσαι
[l. 15] δυνάμεις, καίτοι γ’ ἀνομοιομεροῦς ὄντος, θερμὸν μὲν ἂν
[l. 16] ὑπάρχειν αὐτὸ τῆς πρώτης ἀποστάσεως εἴποιμεν, ξηρὸν δὲ
[l. 17] τῆς τρίτης. ὁ δὲ χυλὸς αὐτοῦ πολὺ τῆς πόας θερμότερος.
[l. 18] α΄. Περὶ βαλάνου μυρεψικῆς. Βάλανος
[p. 11.845]
[l. 1] μυρεψικὴ κομίζεται μὲν ἐκ τῆς βαρβάρου, χρῶνται δ’ οἱ
[l. 2] μυρεψοὶ τῷ τῆς σαρκὸς αὐτῆς χυλῷ, θερμῷ τὴν δύναμιν
[l. 3] ὄντι. τὸ δ’ ὑπόλοιπον ἀπόθλιμμα τὸ γεῶδες καὶ σκληρὸν
[l. 4] ἐπικρατοῦσαν μὲν ἔχει τὴν πικρὰν ποιότητα. μέμικται δὲ
[l. 5] τι καὶ στύψεως αὐτῷ καὶ διὰ τοῦτο ῥυπτικήν τε ἅμα καὶ
[l. 6] τμητικὴν καὶ συνακτικήν τε καὶ πιλητικὴν ἔχει τὴν ἐνέργειαν,
[l. 7] ὥστε καὶ πρὸς ἰόνθους καὶ φακοὺς ἔφηλίν τε καὶ κνῆσιν,
[l. 8] ἤδη δὲ καὶ πρὸς ψώραν καὶ λέπραν ἁρμόττει, οὐ μὴν ἀλλὰ
[l. 9] καὶ σπλῆνας τήκει καὶ ἧπαρ σκιῤῥούμενον. εἰ δέ τις τῆς
[l. 10] σαρκὸς αὐτῆς πίοι δραχμῆς ὁλκὴν μετὰ μελικράτου, ἐμετηρίου
[l. 11] πειράσεται τοῦ φαρμάκου. πολλάκις δὲ καὶ διὰ τῆς
[l. 12] κάτω κολίας ὑπάγει δαψιλῶς. ὅθεν ἐπειδὴ ὑπὲρ τοῦ διακαθῆραί
[l. 13] τι τῶν σπλάγχνων καὶ μάλισθ’ ἧπαρ, ἢ σπλῆνα, τῷ
[l. 14] φαρμάκῳ χρώμεθα, μετ’ ὀξυκράτου δίδομεν αὐτό. καὶ πρὸς
[l. 15] τὰς ἄλλας δὲ τὰς ἐκτὸς ἐνεργείας ὄξει χαίρει μάλιστα. γίγνεται
[l. 16] γὰρ δραστικὸν οὕτως, ὡς καὶ ψώρας καὶ λέπρας
[l. 17] ἀποῤῥύπτειν, καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τούτων ἐλάττω,
[l. 18] φακοὺς, ἀλφοὺς, ἰόνθους, ἔφηλιν, ἀχώρας, ἐξανθήματα τὰ
[p. 11.846]
[l. 1] ἑλκώδη καὶ παχύχυμα πάντα. λαμπρύνει δὲ καὶ οὐλάς. ὅτι
[l. 2] κᾀν τῷ καταπλάττειν αὐτῇ τὸν σπλῆνα κάλλιόν ἐστι μιγνύναι
[l. 3] τι τῶν ξηραντικῶν ἀλεύρων, οἷόν ἐστιν ὀρόβινόν τε
[l. 4] καὶ αἴρινον ἄλευρον, ἐκ τῆς περὶ συνθέσεως ἤδη φαρμάκων
[l. 5] εἴη ἂν τοῦτο πραγματείας μᾶλλον, οὐ τῆς νῦν ἐνεστώσης,
[l. 6] εἰρήσεται δὲ κᾀν τοῖς εὐπορίστοις. ἀρκεῖ δ’ ἐν τῷ
[l. 7] παρόντι ῥυπτικήν τε καὶ τμητικὴν ἅμα στύψει τινὶ τὴν
[l. 8] δύναμιν εἰπόντα τοῦ προειρημένου2.78. φαρμάκου μεταβαίνειν
[l. 9] ἐφ’ ἕτερον. ὁ μέντοι φλοιὸς αὐτοῦ πάνυ στυπτικός
[l. 10] ἐστιν, ὥστε καὶ τούτῳ δύναιτ’ ἄν τις εἰς ὅσα περ ἰσχυρᾶς
[l. 11] ἐστι χρεία στύψεως, εἰς ταῦτα χρῆσθαι.
[l. 12] β΄. Περὶ βαλσάμου. Βάλσαμον ξηραίνει καὶ θερμαίνει
[l. 13] κατὰ τὴν δευτέραν ἀπόστασιν. ἔστι δὲ καὶ λεπτομερὲς
[l. 14] ὡς ἀρωματίζειν. ὁ δὲ ὀπὸς αὐτοῦ λεπτομερεστέρας
[l. 15] ἐστὶ δυνάμεως ἢ καὶ αὐτὸ τὸ φυτὸν, οὐ μὴν εἰς τοσοῦτόν
[l. 16] γε θερμὸς, ὡς οἴονταί τινες, ὑπὸ τῆς λεπτομερείας
[l. 17] ἐξαπατώμενοι. ὁ δὲ καρπὸς αὐτοῦ παραπλησίας μέν ἐστι
[p. 11.847]
[l. 1] κατὰ τὸ γένος δυνάμεως, ἀπολείπεται δὲ μακρὸν κατὰ τὸ
[l. 2] λεπτομερές.
[l. 3] γ΄. Περὶ βαλαυστίου. Βαλαύστιον μὲν ἄνθος ἀγρίας
[l. 4] ῥοιᾶς, οἷόν περ τῶν ἡμέρων ὁ κύτινος. ἰσχυρῶς δὲ στύφει τὴν
[l. 5] γεῦσιν. 13.163. καὶ δὴ καὶ ξηραντικῆς καὶ στυπτικῆς ἐστι δυνάμεως
[l. 6] καὶ δηλονότι καὶ παχυμεροῦς, εἴ τι μεμνήμεθα τῶν ἐν
[l. 7] τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων εἰρημένων, ἡνίκα ἐδείκνυμεν
[l. 8] ἅπαν τὸ στῦφον γεῶδες εἶναι ψυχρόν. οὐδεμιᾶς δ’
[l. 9] ἔμφασιν ἔχει ποιότητος ἑτέρας, καὶ διὰ τοῦτο ἄν τις αὐτὸ
[l. 10] θείη ξηραίνειν καὶ ψύχειν οὐκ ἀγεννῶς, εἴ γε δὴ μὴ κακῶς ἡμῖν
[l. 11] ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἐδείκνυτο τοῖς γεώδεσι
[l. 12] ψυχροῖς σώμασιν ὑπάρχειν ἡ στύφουσα ποιότης. ἀτὰρ
[l. 13] οὖν καὶ τὰ φαινόμενα μαρτυρεῖ. καὶ γὰρ εἰ παρατρίμμασι καὶ
[l. 14] εἰ τοῖς ἄλλοις ἕλκεσιν ἐπιπάττοις αὐτὸ, τάχιστ’ ἂν ἴδοις εἰς οὐλὴν
[l. 15] ἰόντα. ταῦτά τοι κᾀπὶ τῶν ἀναγόντων αἷμα δυσεντερικῶν,
[l. 16] ἔτι τε τῶν κατὰ γαστέρα καὶ μήτραν ῥευμάτων, οὐκ
[l. 17] ἔστιν ὅστις οὐ χρῆται τῷ φαρμάκῳ τούτῳ τῶν τὰς θεραπευτικὰς
[l. 18] πραγματείας γραψάντων ἰατρῶν.
[l. 1] δ΄. Περὶ βάτου. Βάτου καὶ τὰ φύλλα μὲν καὶ οἱ
[l. 2] βλαστοὶ καὶ τὸ ἄνθος καὶ ὁ καρπὸς καὶ ἡ ῥίζα στυπτικῆς
[l. 3] μετέχουσι ποιότητος, οὐκ ἀσαφῶς. ἀλλήλων δὲ διαφέρουσιν
[l. 4] ἐν τῷδε τῷ τὰ μὲν φύλλα καὶ μάλιστα τὰ μαλακὰ
[l. 5] καὶ νέα, πλείστου τοῦ ὕδατος μετέχοντα βραχέως ἐστὶ
[l. 6] στυπτικά. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ οἱ βλαστοὶ, ὥστε
[l. 7] καὶ διαμασωμένους ἄφθας τε καὶ τἄλλα τὰ ἐν τῷ στόματι
[l. 8] θεραπεύειν ἕλκη καὶ μέντοι καὶ τἄλλα τραύματα δύνασθαι
[l. 9] κολλᾷν. ἔστι γὰρ ἡ κρᾶσις αὐτῶν ἐκ γεώδους ψυχρᾶς
[l. 10] οὐσίας καὶ ὑδατώδους χλιαρᾶς. ὁ δὲ καρπὸς εἰ μὲν
[l. 11] εἴη πέπειρος, οὐκ ὀλίγου μετέχει καὶ τοῦ συμμέτρως θερμοῦ
[l. 12] χυμοῦ, γλυκέος ὑπάρχοντος, ὡς ἐδείξαμεν, ὥστε καὶ διὰ
[l. 13] τοῦτό τε καὶ τὴν μετρίαν στύψιν ἐδώδιμος οὐκ ἀηδής ἐστιν.
[l. 14] ὁ δ’ ἄωρος ὑπὸ ψυχρᾶς γεώδους οὐσίας ἐπικρατεῖται καὶ
[l. 15] διὰ τοῦτο στρυφνός τέ ἐστι καὶ ἰσχυρῶς ξηραντικός. καὶ
[l. 16] μὲν δὴ καὶ ξηρανθεὶς ἑκάτερος ἀποτίθεται, ξηραντικώτερος
[l. 17] ὢν τοῦ προσφάτου. καὶ τὸ ἄνθος δὲ τῆς αὐτῆς τ’ ἐστὶν
[l. 18] τῷ ἀώρῳ καρπῷ δυνάμεως, εἰς δυσεντερίας καὶ ῥεύματα
[l. 19] γαστρὸς καὶ ἀτονίας καὶ τὰς τοῦ αἵματος πτύσεις ἐπιτήδεια
[p. 11.849]
[l. 1] φάρμακα. ἡ δὲ ῥίζα πρὸς τῷ στύφειν ἔτι καὶ λεπτομεροῦς
[l. 2] οὐσίας οὐκ ὀλίγης μετείληφε, δι’ ἣν καὶ τοὺς ἐν
[l. 3] τοῖς νεφροῖς διαθρύπτει λίθους.
[l. 4] ε΄. Περὶ βατραχίου. Βατράχιον τέσσαρας μὲν ἔχει
[l. 5] τὰς κατ’ εἶδος διαφοράς. πάντα δὲ δριμείας ἰσχυρῶς ἐστι
[l. 6] δυνάμεως, ὡς ἑλκοῦν μετὰ πόνου. ταῦτ’ ἄρα συμμέτρως χρωμένῳ
[l. 7] καὶ ψώρας καὶ λέπρας ἀποδέρει καὶ ὄνυχας ἀφίστησι
[l. 8] τοὺς λεπροὺς καὶ στίγματα διαφορεῖ καὶ ἀκροχορδόνας καὶ
[l. 9] μυρμηκίας ἀφαιρεῖ. καὶ μέντοι καὶ ἀλωπεκίας ὠφελεῖ, πρὸς ὀλίγον
[l. 10] χρόνον ἐπιτεθέντα. χρονιζόντων γὰρ οὐκ ἐκδέρεται μόνον,
[l. 11] ἀλλὰ καὶ ἐσχαροῦται τὸ δέρμα. ταυτὶ μὲν οὖν ἅπαντα
[l. 12] τοῦ καυλοῦ καὶ τῶν φύλλων ἔργα, χλωρῶν καταπλαττομένων.
[l. 13] ἡ δὲ ῥίζα ξηρανθεῖσα πταρμικόν ἐστι φάρμακον ὁμοίως τοῖς
[l. 14] ἄλλοις ἅπασι, τοῖς ἰσχυρῶς ξηραίνουσι. καὶ ὀδόντων δὲ ὀδύνας
[l. 15] ὠφελεῖ μετὰ τοῦ θραύειν αὐτοὺς τῷ ξηραίνειν ἰσχυρῶς
[l. 16] δηλονότι. καὶ συνελόντι φάναι θερμὴ καὶ ξηρὰ σφοδρῶς
[l. 17] ἐστιν ἥ τε ῥίζα καὶ ἡ σύμπασα πόα.
[l. 18] στ΄. Περὶ βδελλίου. Βδέλλιον τὸ μὲν Σκυθικὸν ὀνομαζόμενον,
[p. 11.850]
[l. 1] ὃ δὴ καὶ μελάντερόν ἐστιν καὶ ῥητινωδέστερον,
[l. 2] μαλακτικῆς ἐστιν 13.164. ἱκανῶς καὶ δραστηρίου δυνάμεως. τὸ
[l. 3] δ’ ἕτερον τὸ Ἀραβικὸν, ὃ δὴ καὶ διαυγέστερόν ἐστι, μᾶλλον
[l. 4] ξηραίνει τῶν μαλακτικῶν. ὅσον οὖν ἐστι νέον αὐτοῦ, καὶ
[l. 5] ὑγρόν ἐστι καὶ κοπτόμενον μαλάττεται ῥᾳδίως, ἐπιτήδειον
[l. 6] εἰς ὅσα περ καὶ τὸ Σκυθικόν. ὅσον δὲ παλαιότερόν τέ ἐστι
[l. 7] καὶ πικρὸν ἱκανῶς ἐν τῇ γεύσει καὶ δριμὺ καὶ ξηρὸν, ἐκπέπτωκεν
[l. 8] ἤδη τοῦτο τὴν τῶν μαλαττόντων τὰ σκιῤῥούμενα
[l. 9] συμμετρίαν. χρῶνται δ’ αὐτοῖς τινες, καὶ μάλιστα τῷ Ἀραβικῷ.
[l. 10] ἐπί τε βρογχοκήλων καὶ ὑδροκήλων, ἀσίτῳ πτυέλῳ
[l. 11] δεύοντες, ὡς ἐμπλαστρώδη σύστασιν ἔχειν. τὸ δὲ Ἀραβικὸν
[l. 12] καὶ τοὺς ἐν νεφροῖς λίθους δοκεῖ θρύπτειν πινόμενον, οὖρά
[l. 13] τε προτρέπειν καὶ τὰς τῶν ἀπέπτων πνευμάτων διαδρομὰς
[l. 14] ἐξιᾶσθαι καὶ πόνους πλευρῶν καὶ ῥήγματα.
[l. 15] ζ΄. Περὶ βηχίου. Βηχίον ὠνόμασται μὲν οὕτως ἀπὸ
[l. 16] τοῦ πεπιστεῦσθαι βῆχάς τε καὶ ὀρθοπνοίας ὠφελεῖν, εἴ τις
[l. 17] ἤτοι τὰ φύλλα ξηρὰ λαβὼν, ἢ τὴν ῥίζαν ἐπ’ ἀνθράκων θυμιάσας,
[l. 18] εἰσπνέοι τὴν ἀναφερομένην λιγνύν. ἔστι δὲ δριμεῖα
[p. 11.851]
[l. 1] συμμέτρως, ὥστε καὶ ῥήσσειν ἀλύπως πεπιστεῦσθαι τὰ κατὰ
[l. 2] τὸν θώρακα πάντ’ ἀποστήματα. τὰ μὲν δὴ χλωρὰ φύλλα
[l. 3] καὶ τὰ φλεγμαίνοντα μόρια δυσπέπτως ὀνίνησιν ἔξωθὲν καταπλασσόμενα
[l. 4] διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος,
[l. 5] ἧς ἅπαντα τὰ χλωρὰ καὶ ἁπαλὰ τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον
[l. 6] μετέχει. τὰ γὰρ ἤδη ξηρὰ φύλλα τοῦ βηχίου δριμυτέρας ἐστὶν
[l. 7] ἢ κατὰ τὰ φλεγμαίνοντα δυνάμεως.
[l. 8] η΄. Περὶ βλίτου. Βλίτον ἐδώδιμόν ἐστι λάχανον
[l. 9] ὑγρὸν καὶ ψυχρὸν τῇ κράσει ἐν τῇ δευτέρᾳ μάλιστα τῶν
[l. 10] εὐκράτων ἀποστάσει.
[l. 11] θ΄. Περὶ βολβοῦ ἡμέρου. Βολβὸς ἐσθιόμενος μὲν
[l. 12] ψυχρότερός τ’ ἐστὶ καὶ παχύτερος καὶ γλίσχρου χυμοῦ γεννητικός.
[l. 13] καὶ γὰρ δύσπεπτός τ’ ἐστὶ καὶ φυσώδης καὶ ἀφροδισιαστικός.
[l. 14] ἐπιπλαττόμενός γε διὰ τὸ πικρότητός τε ἅμα
[l. 15] καὶ στύψεως μετέχειν, στυπτικός τε καὶ κολλητικὸς γίνεται
[l. 16] καὶ δηλονότι ξηραντικός. ἐδείχθη γὰρ ὡς ἡ μὲν πικρότης
[l. 17] ἐν ταῖς ῥυπτικαῖς οὐσίαις ἐστὶν, ἡ δὲ στύψις ἐν ταῖς κολλητικαῖς,
[l. 18] ἡ δὲ ξηρότης ἀμφοτέραις ἠκολούθηκεν.
[l. 1] 2.79. ι΄. Περὶ βολβοῦ ἐμετικοῦ. Βολβὸς ἐμετικὸς θερμότερός
[l. 2] ἐστι πολὺ τῆς τοῦ προειρημένου βολβοῦ κράσεως.
[l. 3] ια΄. Περὶ βουβωνίου. Βουβώνιον ἢ ἀστὴρ Ἀττικὸς,
[l. 4] ὠνόμασται μὲν ἀπὸ τοῦ πεπιστεῦσθαι βουβῶνας ἰᾶσθαι καταπλαττόμενόν
[l. 5] τε καὶ περιαπτόμενον. ἔστι δὲ διαφορητικῆς
[l. 6] μετρίως δυνάμεως, ὅτι καὶ θερμόν ἐστι μετρίως καὶ οὐ σφοδρῶς
[l. 7] οὐδὲ συντατικῶς ξηραίνει, καὶ μάλισθ’ ὅταν ἔτι μαλακὸν
[l. 8] ᾖ καὶ νέον.
[l. 9] ιβ΄. Περὶ βουγλώσσου. Βούγλωσσον ὑγρὸν καὶ θερμόν
[l. 10] ἐστι τὴν κρᾶσιν, ὅθεν καὶ τοῖς οἴνοις ἐμβαλλόμενον εὐφροσύνης
[l. 11] αἴτιον εἶναι πεπίστευται. ἁρμόζει δὲ καὶ τοῖς διὰ
[l. 12] τραχύτητα φάρυγγος βήττουσιν ἐν μελικράτῳ ἀφεψόμενον.
[l. 13] 13.165. ιγ΄. Περὶ Βουνίου. Βούνιον, οἱ δὲ ἀρκτικὸν, τῶν
[l. 14] θερμαινόντων ἐστὶν εἰς τοσοῦτον ὡς οὐρητικόν τε εἶναι καὶ
[l. 15] καταμηνίων ἀγωγόν. καὶ τὸ ψευδοβούνιον δὲ παραπλησίως
[l. 16] αὐτῷ θερμόν ἐστιν.
[l. 17] ιδ΄. Περὶ βουφθάλμου. Βούφθαλμον ὠνόμασται μὲν
[l. 18] οὕτως ἀπὸ τῶν ἀνθῶν ἐοικέναι δοκούντων κατὰ τὸ σχῆμα
[p. 11.853]
[l. 1] βοὸς ὀφθαλμῷ, ἐπί τε τήν γε χρόαν τοῖς τῆς ἀνθεμίδος ἐστὶν
[l. 2] ὁμοιότατα. μείζω δ’ ἐστὶν αὐτῶν συχνῷ καὶ δριμύτερα, καὶ
[l. 3] διὰ τοῦτο καὶ διαφορητικώτερα, μέχρι τοῦ καὶ σκληρίας ἰᾶσθαι
[l. 4] μιγνύμενα κηρωτῇ.
[l. 5] ιε΄. Περὶ βράθυος. Βράθυ τῶν ἰσχυρῶς ξηραινόντων
[l. 6] ἐστὶ, κατά γε τὰς τρεῖς ποιότητας ἃς καὶ τῷ γεύεσθαι διασημαίνει,
[l. 7] παραπλησίως κυπαρίσσῳ, πλὴν ὅτι δριμύτερον αὐτῆς
[l. 8] ἐστι καὶ ὡς ἂν εἴποι τις ἀρωματικώτερον. αὐτῆς τε οὖν
[l. 9] ταύτης μετέχει τῆς ποιότητος ἧς εἴρηκα νῦν τῆς δριμείας,
[l. 10] ἐπὶ θερμῇ κράσει συνισταμένης, ἔτι τε πικρότητός τε καὶ στύψεως
[l. 11] ἀμυδροτέρας ἢ κατὰ κυπάρισσον. ὅσον γὰρ ἐν δριμύτητι
[l. 12] πλεονεκτεῖ κυπαρίσσου, καὶ διὰ τοῦτο καὶ διαφορητικώτερον.
[l. 13] κολλῆσαι μὲν οὖν οὐ δύναται διὰ ῥώμην ξηρότητος
[l. 14] καὶ θερμότητος. εἰς τοσοῦτον γὰρ ἀμφοῖν τούτων μετείληφεν,
[l. 15] ὡς ἤδη συντατικὸν καὶ φλογῶδες ὑπάρχειν· εἰς δὲ
[l. 16] τὰς σηπεδόνας ὁμοίως ἁρμόττει κυπαρίσσῳ, καὶ μάλισθ’ ὅσαι
[l. 17] κακοηθέστεραί τ’ εἰσὶ καὶ χρονιώτεραι. φέρουσι γὰρ ἀλύπως
[l. 18] αὗται τὴν ἰσχὺν τοῦ φαρμάκου. καὶ τοίνυν καὶ τὰ μεμελασμένα
[p. 11.854]
[l. 1] καὶ τὰ λίαν ῥυπαρὰ μετὰ μέλιτος ἀποκαθαίρει καὶ
[l. 2] ἄνθρακας ἀπολύει. διὰ δὲ τὴν λεπτομέρειαν καὶ καταμηνίων
[l. 3] ἐστὶν ἀγωγὸν, εἴπερ τι καὶ ἄλλο, καὶ δι’ οὔρων αἷμα
[l. 4] κινεῖ, καὶ τὰ ζῶντα τῶν ἐμβρύων διαφθείρει, τὰ νεκρὰ δ’
[l. 5] ἐκβάλλει. κείσθω δὴ καὶ τοῦτο τὸ φάρμακον ἐν τῇ τρίτῃ
[l. 6] τῶν ἀποστάσεων κατά τε τὸ θερμαίνειν καὶ τὸ ξηραίνειν
[l. 7] ἐν τοῖς μάλιστα λεπτομερέσιν ὑπάρχον. ταῦτ’ ἄρα καὶ μύροις
[l. 8] μίγνυται καὶ μάλιστα τῷ γλευκίνῳ καὶ εἰς ἀντιδότους
[l. 9] ἐμβάλλεται παμπόλλας. ἔνιοι καὶ ἀντὶ κινναμώμου διπλάσιον
[l. 10] αὐτὸ βάλλουσι, λεπτυντικῆς τε γάρ ἐστι καὶ διαφορητικῆς
[l. 11] εἰ ποθείη δυνάμεως.
[l. 12] ιστ΄. Περὶ βρετανικῆς. Βρετανικῆς τῆς πόας ἐστὶ
[l. 13] μὲν καὶ τὰ φύλλα στυπτικά τε καὶ κολλητικὰ τραυμάτων,
[l. 14] ὅμοια τοῖς τῶν ἀγρίων ὄντα λαπάθων, πλὴν ὅσον μελάντερά
[l. 15] τε καὶ δασύτερα φαίνεται. ἔστι δὲ ὁ ἐξ αὐτῶν χυλὸς
[l. 16] ὁμοίως στυπτικὸς, ὥστε καὶ ἕψοντες αὐτὸν ἀποτίθενταί τινες
[l. 17] ὡς δραστικώτατον τῶν στοματικῶν φαρμάκων. ἰᾶσθαι
[l. 18] γὰρ δοκεῖ καὶ τὰ ἤδη σηπόμενα.
[l. 1] ιζ΄. Περὶ βρόμου. Βρόμος ἐστὶ μὲν ἕν τι τῶν
[l. 2] ὀσπρίων, ἀλλ’ ὡς φάρμακον ὁμοίαν ἔχει δύναμιν κριθῇ. καταπλασσόμενον
[l. 3] γὰρ ξηραίνει καὶ διαφορεῖ μετρίως τε καὶ
[l. 4] ἀδήκτως. ἔστι δὲ καὶ ψυχρότερον ἀτρέμα τῇ κράσει καί τι
[l. 5] καὶ στύψεως ἔχων, ὥστε καὶ τὰς κατὰ γαστέρα διαῤῥοίας
[l. 6] ὠφελεῖν.
[l. 7] 13.166. ιη΄. Περὶ βρύου. Βρύον θαλάττιον σύνθετόν
[l. 8] ἐστιν ἐκ γεώδους τε ἅμα καὶ ὑδατώδους οὐσίας ἀμφοτέρων
[l. 9] ψυχρῶν. στύφει τε γὰρ γευόμενον καὶ πάνθ’ ὅσα θερμὰ
[l. 10] καταπλασσόμενον ἐναργῶς ἐμψύχει τε καὶ ὠφελεῖ.
[l. 11] ιθ΄. Περὶ βρύου ἢ καὶ σπλάγχνου. Βρύον, ἔνιοι δὲ
[l. 12] σπλάγχνον. εὑρίσκεται μὲν ἐπὶ δρυσὶ καὶ πεύκαις καὶ λεύκαις.
[l. 13] ἔχει δὲ καὶ δύναμιν στυπτικὴν οὐκ ἰσχυράν. οὐδὲ γὰρ ψυχρὸν
[l. 14] ἱκανῶς ἐστιν, ἀλλ’ ἐγγύς πως τοῖς μέσοις, ὅτι καὶ διαφορητικῆς
[l. 15] τε καὶ μαλακτικῆς μετείληφε δυνάμεως, καὶ μάλιστα
[l. 16] τὸ ἐπὶ κεδρίνων εὑρισκόμενον ξύλων.
[l. 17] α΄. Περὶ γαλλίου. Γάλλιον ὠνόμασται μὲν
[l. 18] ἀπὸ τοῦ τὸ γάλα πηγνύναι. παραπλήσιον δ’ ἐστὶν ἀπαρίνῃ
[p. 11.856]
[l. 1] δύναμιν ἔχον ξηραντικὴν καὶ ὑπόδριμυν. τὸ δὲ ἄνθος αὐτοῦ
[l. 2] πρὸς αἱμοῤῥαγίας ἁρμόττειν δοκεῖ καὶ πυρίκαυστα ἰᾶσθαι.
[l. 3] ἔστι δὲ εὔοσμόν τε καὶ τῇ χροιᾷ μήλινον.
[l. 4] β΄. Περὶ γεντιανῆς. Γεντιανή. ταύτης τῆς πόας ἡ
[l. 5] ῥίζα δραστήριος ἱκανῶς ἐστιν, ἵνα χρὴ λεπτῦναί τε καὶ διακαθῆραι,
[l. 6] καὶ ἀποῤῥῦψαι καὶ ἐκφράξαι, καὶ οὐδὲν θαυμαστὸν
[l. 7] εἰ ταῦτα δύναται πικρὰ σφοδρῶς ὑπάρχουσα.
[l. 8] γ΄. Περὶ γιγάρτων. Γίγαρτα ξηρὰ μέν ἐστι κατὰ
[l. 9] τὴν δευτέραν τάξιν, ψυχρὰ δὲ κατὰ τὴν πρώτην. ἡ δ’ οὐσία
[l. 10] παχυμερὴς αὐτῶν ἐστι καὶ γεώδης, ὡς τῇ γεύσει δηλοῦται·
[l. 11] στρυφνὰ γὰρ φαίνεται, καὶ ἡ πεῖρα διδάσκει. πᾶσι γὰρ τοῖς
[l. 12] κατὰ γαστέρα πάθεσι τοῖς ῥοώδεσιν ἱκανῶς ἁρμόττει.
[l. 13] δ΄. Περὶ γιγγιδίου. Γιγγίδιον, ὥσπερ τῇ γεύσει πικρότητός
[l. 14] τε καὶ στύψεως μετέχει, οὕτως καὶ τῇ κράσει θερμότητός
[l. 15] τε καὶ ψύξεως. ξηραντικὸν δ’ ἐστὶν κατ’ ἀμφοτέρας
[l. 16] τὰς ποιότητας, καὶ μέντοι καὶ εὐστόμαχον, ὅτι στύψεως
[p. 11.857]
[l. 1] οὐκ ὀλίγης μετείληφε. θερμασίαν μὲν οὖν οὐ πάνυ τι σαφῆ
[l. 2] κέκτηται. ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν.
[l. 3] 2.80. ε΄. Περὶ γλαυκίου. Γλαύκιον στύφει μετά τινος
[l. 4] ἀηδίας, ἀλλὰ καὶ ψύχει σαφῶς οὕτως, ὥστε θεραπεύειν μόνον
[l. 5] ἐρυσιπέλατα πολλάκις, ὅσα γε μὴ ἰσχυρά. καὶ ἔστιν ἡ
[l. 6] κρᾶσις αὐτοῦ σύνθετος ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας,
[l. 7] ψυχρῶν μὲν ἀμφοῖν, οὐ μὴν ἄκρως, ἀλλ’ οὕτως ὡς
[l. 8] ὕδωρ κρηναῖον.
[l. 9] στ΄. Περὶ γλαυκός. Γλαὺξ ἡ πόα· καὶ αὐτὴ γάλακτος
[l. 10] εἶναι δοκεῖ γεννητική. καὶ εἴπερ τοῦτο οὕτως ἔχει, θερμὴ
[l. 11] ἂν πως εἴη καὶ ὑγρὰ τὴν κρᾶσιν.
[l. 12] 13.167. ζ΄. Περὶ γλήχωνος. Γλήχων. καὶ αὕτη ἡ πόα ὡς
[l. 13] ἂν δριμεῖά τε καὶ ὑπόπικρος οὖσα θερμαίνει τε καὶ λεπτύνει
[l. 14] σφοδρῶς. ἱκανὸν δὲ τεκμήριον τοῦ μὲν θερμαίνειν ὅτι καταπλαττομένη
[l. 15] φοινίσσει, καὶ εἰ ἐπιμένοι, ἐπὶ πλέον ἑλκοῖ·
[l. 16] τῷ δὲ λεπτύνειν, ὅτι τά τ’ ἐκ θώρακος καὶ πνεύμονος ὑγρὰ
[l. 17] παχέα καὶ γλίσχρα ῥᾳδίως ἀναπτύεσθαι ποιεῖ καὶ καταμήνια
[l. 18] προτρέπει.
η΄. Περὶ γλοιοῦ. Γλοιὸς μετρίως ἐστὶ καὶ μαλακτικός.
[l. 1] θ΄. Περὶ γλυκυρίζης. Γλυκύριζα. τούτου τοῦ θάμνου
[l. 2] τῶν ῥιζῶν ὁ χυλὸς μάλιστ’ ἐστὶ χρήσιμος ὁμοίως ταῖς
[l. 3] ῥίζαις αὐτοῦ γλυκὺς ὑπάρχων, ἅμα βραχείᾳ τινὶ στύψει. διὸ
[l. 4] καὶ τραχύτητας ἐκλεαίνειν πέφυκεν, οὐκ ἐν ἀρτηρίᾳ μόνον,
[l. 5] ἀλλὰ καὶ ἐν ψωρώδει κύστει, τῷ μετρίῳ τῆς κράσεως· εἴη
[l. 6] ἂν οὖν ἡ φύσις αὐτοῦ οἰκεία τῆς ἡμετέρας κράσεως· τοιοῦτον
[l. 7] γὰρ ἐδείχθη τὸ γλυκύ. προσούσης δέ τινος καὶ στύψεως ἡ
[l. 8] σύμπασα κρᾶσις αὐτῆς, ὅσον ἐπὶ θερμότητι καὶ στύψει, κατὰ
[l. 9] τὴν χλιαρὰν μάλιστα ἂν εἴη θερμασίαν, ἐγγυτάτω τῆς συμμέτρου.
[l. 10] ἐπεὶ δὲ καὶ ὑγρόν ἐστι τῇ κράσει τὸ μετρίως γλυκὺ,
[l. 11] δεόντως ἄδιψόν ἐστι τὸ φάρμακον, ὑγρόν τε ἅμα μετρίως
[l. 12] καὶ ψυχρότερον ὑπάρχον τῆς ἀνθρώπου φύσεως. φησὶ
[l. 13] δ’ ὁ Διοσκουρίδης τὴν ῥίζαν ξηρὰν λεανθεῖσαν πτερυγίων
[l. 14] ἐπιτήδειον γίνεσθαι κατάπαστον φάρμακον.
[l. 15] ι΄. Περὶ γλυκυσίδης. Γλυκυσίδην, ἣν καὶ πεντόροβον
[p. 11.859]
[l. 1] ὀνομάζουσι καὶ παιονίαν, ῥίζαν ἀτρέμα στύφουσαν ἔχει μετά
[l. 2] τινος γλυκύτητος, ἐπὶ πλέον δὲ μασωμένη καὶ δριμύτητος
[l. 3] ὑποπίκρου. ταῦτ’ ἄρα καταμήνιά τε κινεῖ, μέγεθος ἀμυγδάλου
[l. 4] σὺν μελικράτῳ πινομένη· κόπτειν δὲ δηλονότι χρὴ καὶ
[l. 5] διαττᾷν αὐτὴν καὶ οὕτως ἐπιπάττειν. ἐκκαθαίρει δὲ καὶ ἧπαρ
[l. 6] ἐμπεφραγμένον καὶ νεφρούς. ἀλλὰ ταῦτα μὲν ᾗ δριμεῖά τέ
[l. 7] ἐστι καὶ ὑπόπικρος ἐργάζεσθαι πέφυκεν, ᾗ δ’ ἔχει τι καὶ
[l. 8] στυπτικὸν, ἵστησι τὰ κατὰ τὴν γαστέρα ῥεύματα. χρὴ δ’
[l. 9] αὐτὴν ἐν οἴνῳ τηνικαῦτα τῶν αὐστηρῶν τινι καθεψήσαντα
[l. 10] πίνειν. ὅλως δὲ ξηραντικὴ τὴν δύναμίν ἐστιν ἰσχυρῶς, ὥστ’
[l. 11] οὐκ ἂν ἀπελπίσαιμι καὶ περιαπτομένην αὐτὴν εὐλόγως πεπιστεῦσθαι
[l. 12] παιδίων ἐπιληψίας ἰᾶσθαι. καὶ οἶδά γέ ποτε
[l. 13] παιδίον ὀκτὼ μησὶ μηδ’ ὅλως ἐπιληφθὲν ἐξ ὅτου τῆς ῥίζης
[l. 14] ἐφόρει, ὡς δ’ ἀπεῤῥύη πως ἀπὸ τοῦ τραχήλου τὸ περιάπτον,
[l. 15] εὐθὺς ἐπελήφθη, καὶ αὖθίς τε περιαφθέντος ἑτέρου πάλιν
[l. 16] ἀμέμπτως εἶχεν. ἔδοξε δέ μοι κάλλιον εἶναι καὶ αὖθις ἀφελεῖν
[l. 17] αὐτὸ πείρας ἕνεκα, καὶ οὕτω πράξαντες, ἐπειδὴ πάλιν
[p. 11.860]
[l. 1] ἐσπάσθη, μέγα τε καὶ πρόσφατον μέρος τῆς ῥίζης ἐξηρτήσαμεν
[l. 2] αὐτοῦ τοῦ τραχήλου, κᾀντεῦθεν ἤδη τοῦ λοιποῦ τελέως
[l. 3] ὑγιὴς ἐγένετο ὁ παῖς καὶ οὐκέτ’ ἐπελήφθη. εὔλογον οὖν
[l. 4] ἦν ἢ ἀποῤῥέοντά τινα τῆς ῥίζης μόρια, κᾄπειτα διὰ τῆς εἰσπνοῆς
[l. 5] ἑλκόμενα, θεραπεύειν οὕτω τοὺς πεπονθότας τόπους ἢ
[l. 6] καὶ τοῦ ἀέρος αὐτοῦ τρεπομένου καὶ ἀλλοιουμένου πρὸς τῆς ῥίζης.
[l. 7] 13.168. οὕτω γάρ τοι καὶ ὁ Κυρηναῖος ὀπὸς ὀνίνησι γαργαρεῶνα
[l. 8] φλεγμαίνοντα καὶ τὸ πεφρυγμένον μελάνθιον ἐναργῶς
[l. 9] ξηραίνει κατάῤῥους καὶ κορύζας, εἴ τις δήσας αὐτὸ θερμὸν εἰς
[l. 10] ὀθόνιον ἀραιὸν ἐπισπῷτο συνεχῶς τὴν ἐξ αὐτοῦ θερμότητα
[l. 11] διὰ τῆς κατὰ τὰς ῥῖνας εἰσπνοῆς. καὶ μὲν δὴ εἰ λίνα πλείονα,
[l. 12] καὶ μάλιστα ἀπὸ θαλασσίας πορφύρας, περιβαλὼν ἐχίδνης
[l. 13] τραχήλῳ πνίξειας αὐτοῖς τὴν ἔχιδναν, εἶτα περιάπτοις ἕκαστον
[l. 14] τῶν λίνων τῷ τραχήλῳ, θαυμαστῶς ὀνίνησι παρίσθμιά
[l. 15] τε καὶ ὅσα περὶ τράχηλον ἐκβλαστάνει. περὶ μὲν οὖν
[l. 16] τῶν τοιούτων κᾂν ἰδίᾳ ποτὲ διέλθοιμι. τῆς δὲ παιονίας
[l. 17] τὴν κρᾶσιν ἰστέον εἶναι λεπτομερῆ τε καὶ ξηραντικὴν, οὐ
[p. 11.861]
[l. 1] μὴν ἐπιφανῶς γε θερμὴν, ἀλλ’ ἤτοι σύμμετρον ἢ βραχεῖ τινι
[l. 2] θερμοτέραν.
[l. 3] ια΄. Περὶ γναφαλίου. Γναφάλιον. ὠνόμασται μὲν οὕτως
[l. 4] ἀπὸ τοῦ φύλλοις αὐτοῦ μαλακοῖς οὖσιν ἀντὶ γναφάλων
[l. 5] χρῆσθαι. ἔστι δὲ λευκὰ καὶ μετρίως στύφοντα, καὶ διὰ
[l. 6] τοῦτό τινες αὐτὸ διδόασι δυσεντερικοῖς μετά τινος τῶν αὐστηρῶν
[l. 7] οἴνων.
[l. 8] ιβ΄. Περὶ γογγυλίδος. Γογγυλίδος τὸ σπέρμα πρὸς
[l. 9] ἀφροδίσια παροξύνει, φυσώδους πνεύματος ὑπάρχον γεννητικόν.
[l. 10] οὕτω δὲ καὶ ἡ ῥίζα δύσπεπτός τε καὶ φυσώδης ἐστι
[l. 11] καὶ σπέρματος γεννητική.
[l. 12] α΄. Περὶ δαμασωνίου. Δαμασώνιον ἢ καὶ
[l. 13] ἄλισμα. περὶ ταύτης τῆς πόας ἐν τῷ τρίτῳ Διοσκουρίδης
[l. 14] λέγει ὡς τῆς ῥίζης, εἰ ποθείη, δυσεντερίας ἰωμένης καὶ κοιλίαν
[l. 15] ἱστάσης καὶ οἰδήματα πραϋνούσης. ἡμεῖς δὲ τούτων
[l. 16] μὲν οὐκ ἐπειράσθημεν· ὅτι δὲ τοὺς ἐν νεφροῖς συνισταμένους
[l. 17] λίθους θρύπτει τὸ ὕδωρ πινόμενον, ἐν ᾧπερ ἂν ἑψηθεῖσα
[l. 18] τύχῃ πεπειράμεθα. δῆλον οὖν ὅτι ῥυπτικήν τινα δύναμιν
[l. 19] ἔχει.
[l. 1] β΄. Περὶ δαύκου. Δαῦκος, ὃν δή τινες σταφυλῖνον
[l. 2] ὀνομάζουσιν. ὁ μὲν ἄγριος ἧττον ἐδώδιμος τοῦ ἡμέρου,
[l. 3] σφοδρότερος δ’ ἐν πᾶσιν· ὁ δὲ ἥμερος ἐδώδιμος μὲν, ἀσθενέστερος
[l. 4] δέ. δριμείας δέ ἐστι καὶ θερμαντικῆς δυνάμεως, καὶ
[l. 5] διὰ τοῦτο καὶ λεπτυντικῆς. ἡ μὲν οὖν ῥίζα πρὸς τοῖς εἰρημένοις
[l. 6] καὶ φυσῶδές τι κέκτηται καὶ ἀφροδισιαστικόν. τὸ δὲ
[l. 7] σπέρμα τὸ μὲν τοῦ ἡμέρου ἔχει μέν τι καὶ αὐτὸ παροξυντικὸν
[l. 8] εἰς ἀφροδίσια, τὸ δὲ τοῦ ἀγρίου τελέως ἐστὶν
[l. 9] ἄφυσον, καὶ διὰ τοῦτο διουρητικόν τε καὶ καταμηνίων ἐστὶ
[l. 10] κινητικόν.
[l. 11] 2.81. γ΄. Περὶ τοῦ δαύκου σπέρματος. Δαύκου τῆς
[l. 12] πόας τὸ σπέρμα θερμαντικὸν ἱκανῶς ἐστιν, ὡς οὐρητικόν
[l. 13] τε φάρμακον ὑπάρχειν ἐν τοῖς μάλιστα δραστήριον, ἐμμήνων
[l. 14] τε κινητικόν. ἔστι δὲ καὶ διαφορητικὸν ἱκανῶς ἔξωθεν ἐπιτιθέμενον.
[l. 15] καὶ ἡ πόα δ’ αὐτῆς παραπλησίας μέν ἐστι δυνάμεως,
[l. 16] ἀσθενεστέρας δὲ ἢ κατὰ τὸ σπέρμα διὰ τὴν τῆς
[l. 17] ὑδατώδους ὑγρότητος ἐπιμιξίαν. ἔστι γε μὴν καὶ αὕτη θερμὴ
[l. 18] τὴν κρᾶσιν.
[l. 1] 13.169. δ΄. Περὶ δάφνης τοῦ δένδρου. Δάφνης τοῦ
[l. 2] δένδρου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ξηραίνει καὶ θερμαίνει
[l. 3] σφοδρῶς, καὶ μᾶλλον ὁ καρπὸς αὐτῆς τῶν φύλλων. ὁ
[l. 4] δὲ φλοιὸς τῆς ῥίζης ἧττον μέν ἐστι δριμὺς καὶ θερμὸς, μᾶλλον
[l. 5] δὲ πικρὸς, καί τι καὶ στύψεως ἔχει. ταῦτ’ ἄρα καὶ λίθους
[l. 6] θρύπτει καὶ ἥπατι ὠφελεῖ. πίνεται δὲ σὺν οἴνῳ
[l. 7] εὐώδει τριοβόλου σταθμός.
[l. 8] ε΄. Περὶ δάφνης τῆς πόας. Δάφνης τῆς πόας, ἣν καὶ
[l. 9] Ἀλεξανδρείαν ὀνομάζουσιν, ἡ κρᾶσις ἐναργῶς ἐστι θερμὴ, καὶ
[l. 10] γευομένοις ἐστὶ δριμεῖά τε καὶ ὑπόπικρος, καὶ πινομένοις
[l. 11] ἔμμηνά τε καὶ οὖρα προτρέπει. τῆς δὲ χαμαιδάφνης καὶ
[l. 12] ἐσθίονται οἱ ἁπαλοὶ κλῶνες. παραπλησία δὲ καὶ ἥδε τὴν
[l. 13] δύναμίν ἐστι τῇ Ἀλεξανδρείᾳ δάφνῃ, καθάπερ καὶ τὸ δαφνοειδὲς
[l. 14] ὀνομαζόμενον.
[l. 15] στ΄. Περὶ δικτάμνου. Δίκταμνον ἐκ λεπτομερεστέρας
[l. 16] ἐστὶν οὐσίας ἢ κατὰ γλήχωνα. τὰ δ’ ἄλλα παραπλήσιον
[l. 17] αὐτῇ τὸ δὲ καλούμενον ψευδοδίκταμνον ἀσθενέστερον εἰς
[l. 18] ἅπαντα τοῦ δικτάμνου.
[l. 1] ζ΄. Περὶ διψάκου Διψάκου τῆς ἀκάνθης ἡ ῥίζα ξηραντικὴ
[l. 2] τάξεως δευτέρας ἐστὶν, ἔχει δέ τι καὶ ῥυπτικόν.
[l. 3] η΄. Περὶ δορυκνιδίου. Δορυκνίδιον ὅμοιον τῇ κράσει
[l. 4] μήκωνι καὶ μανδραγόρᾳ καὶ τοῖς οὕτω ψυκτικοῖς ἐστιν, ἐπικρατούμενον,
[l. 5] ὑδατώδει ψυχρότητι πάνυ δραστηρίῳ. καροῖ
[l. 6] μὲν γὰρ ὀλίγον, ἀναιρεῖ δὲ πλέον συλληφθέν.
[l. 7] θ΄. Περὶ δρακοντίου. Δρακόντιον ἔχει μέν τι παραπλήσιον
[l. 8] ἄρῳ καὶ τοῖς φύλλοις καὶ τῇ ῥίζῃ. δριμύτερον δέ
[l. 9] ἐστιν αὐτοῦ καὶ πικρότερον, καὶ διὰ τοῦτο καὶ θερμαντικώτερόν
[l. 10] τε καὶ λεπτομερέστερον. ἔχει δέ τινα καὶ στύψιν
[l. 11] βραχεῖαν, ἧς συνιούσης ταῖς προειρημέναις δύο ποιότησι, τῇ
[l. 12] τε δριμείᾳ καὶ τῇ πικρᾷ, δραστήριον γίγνεται τὸ φάρμακον
[l. 13] ἐν τοῖς μάλιστα. καὶ γὰρ ἡ ῥίζα διακαθαίρει τὰ σπλάγχνα
[l. 14] πάντα, τοὺς παχεῖς μάλιστα καὶ γλίσχρους λεπτύνουσα χυμοὺς,
[l. 15] καὶ τῶν κακοήθων ἑλκῶν ἄριστόν ἐστι φάρμακον, ἀποκαθαίρει
[l. 16] τε καὶ ἀποῤῥύπτει γενικῶς τά τ’ ἄλλα τὰ ῥύψεως
[l. 17] δεόμενα καὶ ἀλφοὺς σὺν ὄξει. τά τε φύλλα, παραπλήσιον
[p. 11.865]
[l. 1] ἔχοντα δύναμιν ἕλκεσί τε καὶ τραύμασι νεοτρώτοις ἁρμόττει,
[l. 2] καὶ ὅσῳ ἂν ἧττον ᾖ ξηρὰ τοσοῦτον μᾶλλον κολλᾷ. τὰ γὰρ
[l. 3] ξηρότερα δριμύτερα τὴν δύναμίν ἐστιν ἢ ὡς τραύμασι πρέπει.
[l. 4] πεπίστευται δὲ καὶ τυρὸν ὑγρὸν ἄσηπτον διαφυλάττειν,
[l. 5] ἔξωθεν αὐτῷ περιτιθέμενον, διὰ τὴν τῆς κράσεως ξηρότητα.
[l. 6] ὁ δὲ καρπὸς ἰσχυρότερος οὐ τῶν φύλλων μόνον, ἀλλὰ καὶ
[l. 7] τῆς ῥίζης ἐστὶν, ὥστε καὶ καρκίνους καὶ πολύποδας ἐκτήκειν
[l. 8] πεπίστευται. καὶ ὁ χυλὸς δ’ αὐτοῦ τὰ ἐν ὀφθαλμοῖς
[l. 9] ἀποκαθαίρει.
[l. 10] 13.170. ι΄. Περὶ δρυοπτερίδος. Δρυοπτερὶς μικτῆς
[l. 11] ἐστι γευομένῳ ποιότητος γλυκείας δριμείας ὑποπίκρου, κατὰ
[l. 12] δὲ τὴν ῥίζαν καὶ στρυφνῆς. δύναμιν δ’ ἔχει σηπτικὴν, ὅθεν
[l. 13] καὶ τρίχας ψιλοῖ.
[l. 14] ια΄. Περὶ δρυός. Δρυὸς ἅπαντα μὲν τὰ μόρια στυφούσης
[l. 15] μετέχει ποιότητος, ἐπιπλέον δὲ τὸ ἐν τῷ φλοιῷ τοῦ
[l. 16] πρέμνου τὸ ὑμενῶδες, καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου,
[l. 17] τὸ ἐπὶ τῇ σαρκὶ τοῦ καρποῦ. διὸ καὶ πρὸς ῥοῦν γυναικεῖον,
[p. 11.866]
[l. 1] αἵματός τε πτύσεις καὶ δυσεντερίας καὶ γαστρὸς ῥεύματα
[l. 2] χρόνια χρήσιμον εἶναι πεπίστευται, μάλιστα δ’ ἀφέψοντες
[l. 3] αὐτῷ χρῶνται. σφοδρότερον δ’ ἔτι στύφει φηγὸς
[l. 4] καὶ πρῖνος, εἴτ’ οὖν εἴδη δρυὸς ὀνομάζειν αὐτά τις εἴτε
[l. 5] καὶ διαφέρειν ὅλῳ τῷ γένει βούλοιτο. καὶ δὴ καὶ τὰ φύλλα
[l. 6] τὰ μὲν τούτων τῶν φυτῶν ἁπαλὰ καταπλασσόμενα ξηραίνειν
[l. 7] οὐκ ἀγεννῶς πέφυκε, τὰ δὲ τῆς ἑτέρας δρυὸς ἧττον,
[l. 8] εἰς ὅσον καὶ στύψεως ἧττον μετείληφεν. ἔγωγ’ οὖν οἶδα καὶ
[l. 9] κολλήσας ποτὲ τραῦμα δρεπάνῳ γεγονὸς, οὐδαμῶς ἑτέρου
[l. 10] παρόντος φαρμάκου, τοῖς φύλλοις τῆς δρυός. ἔτριψα δ’ ἐπὶ
[l. 11] πέτρας λείας αὐτὰ καὶ τὸ τραῦμα μετὰ τοῦ πέριξ χωρίου
[l. 12] παντὸς κατέπλασα. ἔστι δὲ τῆς αὐτῆς τοῖς φύλλοις δυνάμεως
[l. 13] καὶ ὁ καρπὸς τῆς δρυός. καὶ κέχρηνταί γε τούτῳ τινὲς
[l. 14] τῶν ἰατρῶν ἐπὶ τῶν ἀρχομένων ἔτι καὶ αὐξανομένων
[l. 15] φλεγμονῶν. ὅσαι γὰρ ἤδη σφοδραὶ τῶν στυφόντων οὐ δέονται.
[l. 16] τὰ μὲν δὴ τοιαῦτα θεραπευτικῆς μᾶλλον ἢ τῆς ἐνεστώσης
[l. 17] ἐστὶ πραγματείας. ἀπόχρη δ’ εἴς γε τὰ παρόντα γιγνώσκειν
[l. 18] ὡς στυπτικῆς μὲν εἰς ὅσον εἴρηται μετείληφε δυνάμεως
[p. 11.867]
[l. 1] δρῦς, καὶ διὰ τοῦτο ξηραντικῆς τε καὶ στυπτικῆς,
[l. 2] θερμῆς δ’ ἐπ’ ὀλίγον εἶναι κατωτέρω τῶν μέσων ἐν τοῖς
[l. 3] ὡς ἂν οὕτω τις εἴποι χλιαροῖς.
[l. 4] α΄. Περὶ ἐβίσκου. Ἐβίσκος ἢ ἀλθαία. ἔστι
[l. 5] δὲ μαλάχη ἡ ἀγρία διαφορητικὴ, χαλαστικὴ, ἀφλέγμαντος,
[l. 6] πραϋντικὴ, πεπτικὴ φυμάτων δυσπέπτων. καὶ ἡ ῥίζα δὲ αὐτῆς
[l. 7] καὶ τὸ σπέρμα τὰ μὲν ἄλλα ὁμοίως ἐνεργεῖ τῇ πόᾳ
[l. 8] χλωρᾷ, λεπτομερεστέραν δὲ ἐκείνης καὶ ξηραντικωτέραν καὶ
[l. 9] προσέτι ῥυπτικωτέραν ἐπιδείκνυνται τὴν δύναμιν, ὥστε καὶ
[l. 10] ἀλφοὺς ἀποῤῥύπτειν καὶ τὸ σπέρμα τοὺς ἐν νεφροῖς λίθους
[l. 11] διαιρεῖν. τὸ δὲ τῆς ῥίζης ἀφέψημα καὶ πρὸς δυσεντερίαν
[l. 12] καὶ διάῤῥοιαν καὶ πρὸς αἵματος ἀναγωγὴν ὠφέλιμόν ἐστιν
[l. 13] ἐχούσης τινὰ δύναμιν στυπτικήν.
[l. 14] β΄. Περὶ ἐβένου. Ἔβενος τῶν εἰς χυλὸν ἀναλυομένων
[l. 15] ἐστὶ ξύλων εἰ παρατρίβοιτο μεθ’ ὕδατος, ὥσπερ ἔνιοι τῶν
[l. 16] λίθων. ἡ δὲ δύναμις θερμαντική τέ ἐστι καὶ ῥυπτικὴ καὶ
[l. 17] λεπτομερὴς, ὅθεν καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα πεπίστευται
[l. 18] ῥύπτειν. ταῖς τε ἄλλαις ὀφθαλμικαῖς μίσγεται δυνάμεσιν,
[p. 11.868]
[l. 1] ὅσαι πρὸς ἕλκη παλαιὰ καὶ ῥεύματα καὶ φλυκταίνας
[l. 2] ἁρμόττουσιν.
[l. 3] 13.171.
2.82. γ΄. Περὶ ἐλαίας. Ἐλαίας οἱ μὲν θαλλοὶ
[l. 4] τοσούτῳ μετέχουσι ψύξεως, ὅσον καὶ στύψεως. ὁ δὲ καρπὸς
[l. 5] ὁ μὲν ἀκριβῶς πέπειρος θερμὸς συμμέτρως ἐστὶν, ὁ δ’
[l. 6] ἄωρος στυπτικώτερός ἐστι καὶ ψυχρότερος.
[l. 7] δ΄. Περὶ ἐλαίου. Ἔλαιον τὸ μὲν ἐκ τῆς ἐλαίας, ὅπερ
[l. 8] καὶ κυριώτατον καλοῦμεν ἔλαιον, ὁποῖόν τι τὴν κρᾶσίν
[l. 9] ἐστιν ἐν τοῖς ἔμπροσθεν λόγοις διώρισται. ὑγραντικόν τε
[l. 10] γὰρ ἐδείκνυτο καὶ συμμέτρως θερμόν. τοιοῦτο δ’ ἐστὶν τὸ
[l. 11] γλυκύτατον, ἐκ δρυπετοῦς μάλιστα τοῦ καρποῦ γενόμενον.
[l. 12] τὸ δ’ ὠμοτριβὲς καὶ ὀμφάκινον ὀνομαζόμενον εἰς ὅσον στύψεως
[l. 13] μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως. τὸ δὲ παλαιὸν
[l. 14] ἔλαιον τὸ μὲν ἐκ τοῦ γλυκέος παλαιουμένου γιγνόμενον
[l. 15] θερμότερόν τε καὶ διαφορητικώτερόν ἐστι, τὸ δ’ ἐξ ὠμοτριβοῦς,
[l. 16] ἄχρι μὲν ἀποσώζει τι τῆς στύψεως, μικτῆς ὑπάρχει
[l. 17] δυνάμεως, ἐπειδὰν δ’ ἀποβάλλῃ τελέως αὐτὴν, ὁμοιοῦται
[p. 11.869]
[l. 1] τῷ ἄλλῳ καὶ μὲν δὴ καὶ ὅσοι κατὰ τὴν σκευασίαν ἐπεμβάλλουσι
[l. 2] θαλλὸν, καὶ οὗτοι παραπλήσιον ὀμφακίνῳ τὸ
[l. 3] ἔλαιον ἀπεργάζονται. χρὴ δ’ οὐχ ὅπως ἐσκεύασται πυνθανόμενον,
[l. 4] ἀλλ’ αὐτοῦ γευόμενον, εἰ μὲν ἐμφαίνοι τι στύψεως,
[l. 5] εἰς ὅσον ταύτης μετείληφεν, εἰς τοσοῦτον καὶ ψύξεως αὐτὸ
[l. 6] μετέχειν ὑπολαμβάνειν, ὥσπερ καὶ τὸ ἀπὸ τῆς Ἰβηρίας κομιζόμενον,
[l. 7] ὅπερ Σπανὸν ὀνομάζουσιν. εἰ δὲ μηδ’ ὅλως γευόμενον
[l. 8] φαίνοιτο στύφειν, ἀλλ’ ἀκριβῶς εἴη γλυκὺ, θερμὸν
[l. 9] ἡγεῖσθαι τοῦθ’ ὑπάρχειν συμμέτρως. εἰ δὲ καὶ λεπτομερὲς
[l. 10] φαίνοιτο, τοιοῦτο δ’ ἐστὶ τό τε καθαρὸν καὶ διαυγὲς ὁρῶντι,
[l. 11] κᾀπειδὰν ὀλίγον ληφθὲν ἐπιπλεῖστον ἐκτείνηται τοῦ σώματος
[l. 12] καὶ ἑαυτῷ μένῃ συνεχὲς, ἀναπίνηταί τε πρὸς τοῦ χρωτὸς,
[l. 13] ἡγεῖσθαι τοῦτο κάλλιστόν τε καὶ τὴν ἐλαίου μάλιστα
[l. 14] κεκτημένον ἀρετὴν, οἷόν πέρ ἐστι τὸ Σαβῖνον. ὅτι δὲ τὸ
[l. 15] πεπλυμένον ἔλαιον ἀδηκτότατόν ἐστιν εἴρηται καὶ πρόσθεν.
[l. 16] ὅπως δ’ ἄν τις κάλλιστα πλύνοι, διὰ τῆς ἐφεξῆς ἐρῶ πραγματείας
[l. 17] τῆς περὶ συνθέσεως φαρμάκων· ἔνθα καὶ περὶ Σικυωνίου
[l. 18] καὶ εἴ τι τοιοῦτόν ἐστιν ἔλαιον εἰρήσεται. νυνὶ δὲ
[p. 11.870]
[l. 1] περὶ τῶν ἁπλῶν διέξειμι καὶ προσθήσω ἤδη τὸν περὶ τῶν
[l. 2] ἄλλων ἐλαίων λόγον. ὀνομάζεται γὰρ δή τι καὶ κίκινον
[l. 3] ἔλαιον, ἐν Αἰγύπτῳ μάλιστα γιγνόμενον, ἐκ τοῦ καρποῦ τοῦ
[l. 4] κίκεως, καὶ ῥαφάνινον δὴ καὶ σησάμινον, ἀμυγδάλινόν τε καὶ
[l. 5] καρύϊνον, ἔτι τε σινάπινον, σχίνινον, δάφνινον, μελάνθινον,
[l. 6] τερμίνθινον, μαστίχινον, μύρσινον, βαλάνινον, ὑοσκυάμινον,
[l. 7] ἄλλα τε πρὸς τούτοις οὐκ ὀλίγα τῶν καρπῶν ἐκθλιβόμενα
[l. 8] πάντα. διαφέρει δ’ ἀλλήλων ταῦτα τὰς αὐτὰς διαφορὰς
[l. 9] ἅσπερ καὶ οἱ καρποί. τὸ μὲν γὰρ κίκινον λεπτομερέστερόν
[l. 10] τε καὶ διαφορητικώτερόν ἐστιν, ὅμοιον μάλιστα τῷ ἐκ τῆς
[l. 11] ἐλαίας ἐλαίῳ τῷ παλαιῷ. διὸ καὶ χρηστέον ἔνθ’ ἂν ᾖ κίκινον
[l. 12] ἔλαιον γεγραμμένον ἔν τινι συνθέσει φαρμάκου, μὴ
[l. 13] παρόντος αὐτοῦ, τῷ κοινῷ ἐλαίῳ, καὶ μάλιστ’ εἰ Σαβῖνον
[l. 14] εἴη. τὸ δὲ ῥαφάνινον ὅμοιον μὲν τἄλλα τῷδε, θερμότερον
[l. 15] δὲ, καὶ τούτου μᾶλλον ἔτι τὸ σινάπινον. ὅμοιον δὲ αὐτῷ
[l. 16] τὸ ἐκ τοῦ μελανθίου. ἔμπαλιν δὲ τούτοις τὸ μύρσινόν τε
[l. 17] καὶ σησάμινον, τὸ μὲν τῷ στύφειν, τὰ δ’ ὅτι παχυμερῆ.
[p. 11.871]
[l. 1] μικτῆς δέ ἐστι δυνάμεως τό τε σχίνινον καὶ τὸ τερμίνθινον
[l. 2] καὶ τὸ μαστίχινον, οὐ γὰρ μαλάττει μόνον, ἀλλὰ καὶ στύφει.
[l. 3] 13.172. τὸ δ’ ἀμυγδάλινον ἐπικρατοῦσαν μὲν ἔχει τὴν πικρότητα,
[l. 4] μετέχει δέ τινος καὶ στύψεως, οὐ μὴν τό γε καρύϊνον,
[l. 5] ἀλλ’ ἁπλῆς μάλιστα δυνάμεώς ἐστι τοῦτο τῆς διαφορητικῆς.
[l. 6] θερμότερον δ’ αὐτοῦ καὶ διαφορητικώτερον ὑπάρχει
[l. 7] τὸ δάφνινον, καὶ τούτου μᾶλλον ἔτι τὸ κέδρινον. ἐγγὺς
[l. 8] δ’ αὐτῷ τὸ ἀπὸ τῆς ὑγρᾶς πίττης τὸ δάδινον, ἧττον μὲν
[l. 9] τοῦ δαφνίνου θερμὸν, ξηραίνει δὲ μᾶλλον. τὸ δ’ ὑοσκυάμινον
[l. 10] μικτῆς ἐστι δυνάμεως, μαλακτικῆς τε ἅμα καὶ ψυκτικῆς.
[l. 11] τὸ δὲ κίκινον ἔλαιον ὑπάγει γαστέρα. τοῦτου δ’ ἔτι
[l. 12] μᾶλλον τὸ ἐκ τοῦ κνιδίου κόκκου, καὶ τοσούτῳ γε μᾶλλον
[l. 13] ὅσῳ ὁ κόκκος αὐτοῦ τοῦ κίκους καθαρτικώτερος ὑπάρχει.
[l. 14] ἔστι δὲ καὶ τὸ ἐκ τῆς ἀγρίας ἐλαίας ἔλαιον οὐχ ἁπλῆς κράσεως,
[l. 15] ἀλλὰ ῥυπτικόν τε ἅμα καὶ στυπτικόν. αὐχμηρότερον
[l. 16] δ’ ὡς ἐν ἐλαίοις τοῦτο καὶ μετὰ τοῦτο τὸ Ἰστρικόν. ἐφεξῆς
[l. 17] δ’ αὐτοῖς τὸ Σπανόν. λιπαρώτατον δὲ τό τε Λιβυκόν
[l. 18] ἐστι καὶ τὸ Κιλίκιον, ἅμα δὲ λιπαρόν τε καὶ λεπτομερὲς τὸ
[p. 11.872]
[l. 1] Σαβῖνον. ἐν τῷ μέσῳ δὲ τῶν εἰρημένων ἁπάντων τό τε κατὰ
[l. 2] τὰς Κυκλάδας νήσους ἐστὶ καὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν.
[l. 3] κρίνεται δὲ τὸ μὲν λιπαρὸν ἔλαιον τῇ γλισχρότητι, τὸ δὲ
[l. 4] λεπτομερὲς τῷ τε διαυγεῖ καὶ καθαρῷ, καὶ τῷ πλεῖστον
[l. 5] ἀλείφεσθαι τοῦ σώματος ὑπ’ ἐλαχίστου καὶ τῷ πρὸς τοῦ
[l. 6] χρωτὸς ἀναπίνεσθαι ῥᾳδίως. ἐκ δὲ τῶν εἰρημένων ἔνεστί
[l. 7] σοι καὶ περὶ τῶν ἄλλων ἐλαίων, ὁπόσα τοῖς μύροις ὁμωνύμως
[l. 8] λέγεται, γιγνώσκειν ἤδη, λέγω δὲ ῥοδίνου τε καὶ μηλίνου
[l. 9] καὶ κρινίνου καὶ ὅσα τοιαῦτα καρπῶν ἢ ἀνθῶν ἢ
[l. 10] βλαστῶν ἢ φύλλων ἐναποβρεχομένων ἐν ἐλαίῳ γίγνεται. τούτων
[l. 11] γὰρ ἕκαστον, ὅταν ἅμα τοῖς ἀρώμασι σκευασθῇ, μύρον
[l. 12] ἀποτελεῖται. λεχθήσεται δ’ ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῆ περὶ
[l. 13] συνθέσεως φαρμάκων πραγματείᾳ. τὸ δ’ εἰς τὸν παρόντα
[l. 14] χρήσιμον εἰπὼν ἀπαλλάξομαι. κατὰ φύσιν ἑκάστου τῶν
[l. 15] ἐμβληθέντων ἀλλοιωθήσεται τὸ ἔλαιον. ἐξ ὧν οὖν ὑπὲρ
[l. 16] ἑκάστου τῶν ἐμβαλλομένων ἐν τῷδε τῷ λόγῳ παντὶ καθόλου
[l. 17] μανθάνεις, ἐκ τούτων ἂν εἴη σοι καὶ περὶ τοῦ καθέκαστον
[l. 18] αὐτῶν ἐλαίου γιγνώσκειν.
[l. 1] ε΄. Περὶ ἐλατίνης. Ἐλατίνη μετρίως ἐστὶ ψυκτική τε
[l. 2] καὶ στυπτική.
[l. 3] στ΄. Περὶ ἐλαφοβόσκου. Ἐλαφόβοσκος θερμῆς καὶ
[l. 4] λεπτομεροῦς ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ ξηραντικῆς
[l. 5] κατὰ τὴν δευτέραν που μάλιστα τῶν ἀποστάσεων.
[l. 6] ζ΄. Περὶ Ἐλενίου. Ἐλενίου τῆς πόας ἡ ῥίζα ἐστὶ
[l. 7] μάλιστα χρήσιμος, οὐκ εὐθὺς κατὰ τὴν πρώτην προσβολὴν
[l. 8] θερμαίνουσα, καὶ διὰ τοῦτο λεκτέον αὐτὴν οὐ θερμὴν καὶ
[l. 9] ξηρὰν ἀκριβῶς, ὥσπερ τὸ μέλαν καὶ λευκὸν πέπερι, ἀλλὰ
[l. 10] σὺν ὑγρότητι περιττωματικῇ, καὶ διὰ τοῦτο καὶ τοῖς ἐκλείγμασι
[l. 11] τοῖς εἰς τὰς ἀναγωγὰς τῶν γλίσχρων καὶ τῶν παχέων
[l. 12] ἐν θώρακι καὶ πνεύμονι χυμῶν ἐπιτηδείως μίγνυται
[l. 13] καὶ φοινίσσουσιν αὐτῇ τὰ μόρια, ψυχροῖς καὶ χρονίοις ἐνοχλούμενα
[l. 14] πάθεσιν, ὥσπερ ἰσχιάδες τέ τινές εἰσι καὶ ἡμικρανίαι
[l. 15] καὶ συνεχεῖς ἄρθρων τινῶν ἐκπτώσεις δι’ ὑγρότητος.
[l. 16] 13.173. η΄. Περὶ ἐλελισφάκου. Ἐλελίσφακος θερμαντικῆς
[l. 17] ἐναργῶς ἐστι κράσεως, ὑποστυφούσης ἀτρέμα.
[l. 1] 2.83. θ΄. Περὶ ἐλλεβόρου. Ἐλλέβορος ἑκάτερος, ὅ τε
[l. 2] λευκὸς καὶ ὁ μέλας, ῥυπτικῆς τε ἅμα καὶ θερμαντικῆς εἰσι
[l. 3] δυνάμεως. διὸ καὶ πρὸς ἀλφοὺς καὶ λειχῆνας καὶ ψώρας καὶ
[l. 4] λέπρας ἁρμόττουσι, καὶ μὲν δὴ καὶ εἰς σύριγγα τετυλωμένην
[l. 5] ὁ μέλας, καθιέμενος ἐν δύο που καὶ τρισὶν ἡμέραις
[l. 6] ἀφίστησιν αὐτῆς τὸν τύλον, καὶ ὀδόντας δὲ σὺν ὄξει διακλυζόμενος
[l. 7] ὀνίνησι. καὶ κείσθωσαν ἐν τῇ τρίτῃ τάξει τῶν
[l. 8] θερμαινόντων τε καὶ ξηραινόντων. ἔστι δὲ τῇ γεύσει θερμότερος
[l. 9] μὲν ὁ μέλας, ὑπόπικρος δὲ ὁ λευκός.
[l. 10] ι΄. Περὶ ἑλξίνης. Ἑλξίνη, ἔνιοι δὲ περδίκιον ὀνομάζουσιν,
[l. 11] ἄλλοι δὲ παρθένιον, ἄλλοι δὲ σιδηρίτιδα, εἰσὶ δ’ οἳ
[l. 12] Ἡρακλείαν. δύναμις δ’ αὐτῆς ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ
[l. 13] μεθ’ ὑγρότητος ὑποψύχρου. ὅθεν ἰᾶται φλεγμονὰς
[l. 14] ἁπάσας ἐν ἀρχῇ τε καὶ ἐν ἀναβάσει μέχρι τῆς ἀκμῆς, καὶ
[l. 15] μάλιστα τὰς θερμάς. καὶ μὲν δὴ καὶ ἀρχομένοις φυγέθλοις
[l. 16] ἐπιπλάττεται. καὶ ὁ χυλὸς δ’ αὐτῆς μετὰ ῥοδίνου πρὸς
[l. 17] ὤτων ἀλγήματα φλεγμαινώδη μετρίως ἥρμοκεν. ἀνακογχυλίζονται
[l. 18] δ’ αὐτὴν ἔνιοι καὶ πρὸς παρίσθμια, καί τινες τῶν
[p. 11.875]
[l. 1] ἰατρῶν τοῖς χρονίως βήττουσιν ἔδοσαν αὐτήν. τοῦ ῥύπτειν
[l. 2] δ’ ἐναργῆ πεῖραν παρέχεται καὶ ἐπὶ τῶν ὑαλίνων σκευῶν.
[l. 3] ια΄. Περὶ ἑλξίνης μελαίνης. Ἑλξίνη, ἡ καὶ κισσάμπελος
[l. 4] ὀνομαζομένη, δυνάμεώς ἐστι διαφορητικῆς.
[l. 5] ιβ΄. Περὶ ἐλύμου. Ἔλυμος, καλεῖται δὲ καὶ μελίνη.
[l. 6] ἔστι μὲν ἐκ τῶν ὀσπρίων, ὅμοιον κέγχρῳ τήν τε ἰδέαν καὶ
[l. 7] τὴν δύναμιν, ὀλιγότροφόν τε καὶ ξηραντικόν. ἵστησί τέ τι
[l. 8] καὶ τὰ κατὰ γαστέρα ῥεύματα, καθάπερ καὶ ὁ κέγχρος. εἰ
[l. 9] δ’ ἔξωθεν ἐπιπλασθείη, ξηραίνει τε καὶ ψύχει.
[l. 10] ιγ΄. Περὶ ἐμπέτρου. Ἔμπετρον εἰς καθάρσεις μόνας
[l. 11] δοκεῖ χρήσιμον ὑπάρχειν ἄγον φλέγμα καὶ χολήν. ἔστι δὲ
[l. 12] ἁλυκὸν τῇ γεύσει, ὥστε καὶ εἰς ἄλλα χρήσαιτ’ ἄν τις αὐτῷ
[l. 13] εἰς ἅπερ καὶ τὴν ἁλυκὴν οὐσίαν ἐδείκνυμεν δυναμένην· ὀνομάζεται
[l. 14] δὲ καὶ πρασοειδές.
[l. 15] ιδ΄. Περὶ ἐπιθύμου. Ἐπίθυμον τῆς θύμου δυνάμεώς
[l. 16] ἐστιν ἰσχυρότερον, τὰ πάντα ξηραινούσης τε καὶ θερμαινούσης
[l. 17] κατὰ τὴν τρίτην ἀπόστασιν.
[l. 1] 13.174. ιε΄. Περὶ ἐπιμηδίου. Ἐπιμηδίου ἡ δύναμις
[l. 2] ψυκτικὴ μετρίως ἐστὶ, μεθ’ ὑγρότητος ὑδατώδους. οὐδεμίαν
[l. 3] γοῦν ἐπίσημον ἔχει ποιότητα, δύναται δὲ καταπλαττομένη
[l. 4] μαστοὺς ὀρθίους διαφυλάττειν, φασὶ δὲ καὶ ἀτόκιον εἶναι
[l. 5] πινομένην.
[l. 6] ιστ΄. Περὶ ἐπιμήλιδος. Ἐπιμηλίς· στρυφνὸν τοῦτο
[l. 7] τὸ φυτόν ἐστι καὶ ὡς ἄν εἴποι τις ἀγρία μηλέα. καλεῖται
[l. 8] δ’ ὑπὸ τῶν κατὰ τὴν Ἰταλίαν ἀγροίκων οὐνέδων. πλεῖστον
[l. 9] δὲ ἐν τῇ Καλαβρίᾳ γίγνεται. ὁ καρπὸς δ’ αὐτῆς στρυφνὸς
[l. 10] μὲν, κακοστόμαχος δὲ καὶ κεφαλαλγής. ἀναμέμικται γὰρ αὐτῷ
[l. 11] τις ἀλλόκοτος ποιότης.
[l. 12] ιζ΄. Περὶ ἐρεβίνθου. Ἐρέβινθος, ὀσπρίον φυσῶδες,
[l. 13] τρόφιμον, εὐκοίλιον, οὐρητικὸν, γάλακτος καὶ σπέρματος γεννητικὸν,
[l. 14] προτρέπει δὲ καὶ καταμήνια. εἰσὶ δ’ οἱ κριοὶ καλούμενοι
[l. 15] τῶν ἄλλων οὐρητικώτεροι. τὸ δ’ ἀφέψημα αὐτῶν
[l. 16] τοὺς λίθους τοὺς ἐν νεφροῖς θρύπτει. τὸ δ’ ἕτερον γένος
[l. 17] τῶν ἐρεβίνθων καλοῦνται μὲν ὀροβίαι, τῆς δ’ αὐτῆς ἐστι
[l. 18] δυνάμεως, ἐπισπαστικῆς, διαφορητικῆς, τμητικῆς, ῥυπτικῆς.
[p. 11.877]
[l. 1] εἰσὶ γὰρ θερμοὶ μὲν καὶ μετρίως ξηροὶ, μετέχουσι δέ τι καὶ
[l. 2] τῆς πικρότητος, δι’ ἣν καὶ σπλῆνα καὶ ἧπαρ καὶ νεφροὺς
[l. 3] ἐκκαθαίρουσι, καὶ ψώρας καὶ λειχῆνας ἀποῤῥύπτουσι καὶ
[l. 4] παρωτίδας, καὶ διδύμους σκιῤῥουμένους διαφοροῦσι, καὶ τὰ
[l. 5] κακοήθη δὲ τῶν ἑλκῶν ἰῶνται μετὰ μέλιτος.
[l. 6] ιη΄. Περὶ ἐρεβίνθου ἀγρίου. Ἐρέβινθος ἄγριος ἰσχυρότερος
[l. 7] εἰς πάντα τοῦ ἡμέρου, τοῦτ’ ἔστι θερμότερός τε καὶ
[l. 8] ξηραντικώτερος, ὅσον περ καὶ δριμύτερός τέ ἐστι καὶ
[l. 9] πικρότερος.
[l. 10] ιθ΄. Περὶ ἐρείκης. Ἐρείκη διαφορητικῆς ἐστι δυνάμεως.
[l. 11] τῷ δ’ ἄνθει μάλιστα καὶ τοῖς φύλλοις αὐτῆς χρηστέον.
[l. 12] κ΄. Περὶ ἑρπύλλου. Ἕρπυλλος θερμαντικῆς εἰς τοσοῦτόν
[l. 13] ἐστι δυνάμεως, ὡς καταμήνιά τε καὶ οὖρα κινεῖν.
[l. 14] ἔστι δὲ καὶ πρὸς τὴν γεῦσιν ἱκανῶς δριμύς.
[l. 15] κα΄. Περὶ ἐρυσίμου. Ἐρυσίμου τὸ σπέρμα καθάπερ
[l. 16] τῇ γεύσει παραπλήσιον φαίνεται καρδάμῳ, οὕτω καὶ τῇ δυνάμει
[l. 17] πυρῶδές τε καὶ θερμαντικὸν ὑπάρχει. ἐπειδὰν δὲ ἐκλείγματι
[l. 18] δέῃ χρῆσθαι αὐτῷ, βέλτιόν ἐστιν ὕδατι προβρέξαντας
[l. 19] φῶξαι ἢ εἰς ὀθόνιον ἐνδήσαντας, εἶτα σταιτὶ περιπλάσαντας
[p. 11.878]
[l. 1] ὀπτῆσαι. χρήσιμον δ’ ἐστὶ μετὰ τῶν ἐκλειγμάτων εἰς
[l. 2] τὰς τῶν κατὰ θώρακα καὶ πνεύμονα. γλίσχρων τε καὶ παχέων
[l. 3] χυμῶν ἀναπτύσεις. ἀλλὰ καὶ παρωτίδας σκιῤῥουμένας
[l. 4] καὶ σκληρίας παλαιὰς ἐν μαστοῖς καὶ διδύμοις ὠφελεῖ. φησὶ
[l. 5] δὲ Διοσκουρίδης ὡς καταπλαττόμενον μεθ’ ὕδατος ἢ μέλιτος
[l. 6] ὀνίνησι τοὺς κρυπτοὺς καρκίνους.
[l. 7] 13.175. κβ΄. Περὶ ἐρυθροδάνου. Ἐρυθρόδανον. ἔστι
[l. 8] δὲ ἡ τῶν βαφέων ἐρυθρὰ ῥίζα στρυφνὴ καὶ πικρὰ τὴν γεῦσιν,
[l. 9] ὅθεν ὅσα περ εἴρηται κατὰ τὸ πρὸ τούτου γράμμα
[l. 10] ποιεῖν ἐς ταὐτὸν ἀλλήλαις αἱ τοιαῦται συνελθοῦσαι δυνάμεις,
[l. 11] ἅπαντα σαφῶς ἐν τῇδε τῇ ῥίζῃ θεάσῃ. καὶ γὰρ καὶ
[l. 12] σπλῆνα καὶ ἧπαρ διακαθαίρει, καὶ οὖρα παχέα καὶ πολλὰ
[l. 13] καί ποτε καὶ αἱματώδη κενοῖ, καὶ δὴ καὶ καταμήνια προτρέπει
[l. 14] καὶ ἀποῤῥύπτει συμμέτρως, ὅσα δεῖται ῥύψεως. ἀλφοὺς
[l. 15] γοῦν λευκοὺς ὠφελεῖ μετ’ ὄξους ἐπαλειφόμενον. διδόασι δ’
[l. 16] αὐτήν τινες καὶ τοῖς ἰσχιαδικοῖς καὶ τοῖς παραλελυμένοις πίνειν
[l. 17] μετὰ μελικράτου.
[l. 1] 2.84. κγ΄. Περὶ εὐπατορίου. Εὐπατόριον ἡ πόα λεπτομεροῦς
[l. 2] καὶ τμητικῆς καὶ ῥυπτικῆς ἐστι δυνάμεως, ἄνευ
[l. 3] θερμότητος ἐπιφανοῦς, ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις
[l. 4] ἐκκαθαίρει. μετέχει δὲ καὶ στύψεως βραχείας, δι’ ἣν καὶ τόνον
[l. 5] ἐντίθησι τῷ σπλάγχνῳ.
[l. 6] κδ΄. Περὶ εὐφορβίου. Εὐφόρβιον καυστικῆς ἐστι καὶ
[l. 7] λεπτομεροῦς δυνάμεως, ὁμοίως τοῖς ἄλλοις ὀποῖς.
[l. 8] κε΄. Περὶ ἐφημέρου. Ἐφήμερον οὐ τὸ δηλητήριον, ὃ
[l. 9] καὶ Κολχικὸν ὀνομάζουσιν, ἀλλὰ τὸ ἕτερον, ὃ δὴ καὶ ἴρις
[l. 10] ἀγρία καλεῖται. φύλλα μὲν καὶ καυλὸν ἔχει ὅμοιον κρίνῳ,
[l. 11] ῥίζαν δὲ μακρὰν οὐ στρογγύλην, ὥσπερ τὸ Κολχικόν. ἔστι
[l. 12] δὲ δακτύλου μὲν μάλιστα τὸ πάχος, στύφουσα δὲ καὶ εὐώδης.
[l. 13] ἐξ ὧν δῆλον ὡς μικτῆς ἐστι δυνάμεώς τε καὶ κράσεως
[l. 14] ἀποκρουστικῆς τε καὶ διαφορητικῆς. μαρτυρεῖ δὲ καὶ τὰ κατὰ
[l. 15] μέρος ἔργα. καὶ γὰρ ὀδονταλγίας ἐστὶν οὐκ ἄπρακτον ἥ γε
[l. 16] ῥίζα διάκλυσμα καὶ φυμάτων ἀναβάσεσί τε καὶ ἀκμαῖς ἁρμόζει
[p. 11.880]
[l. 1] τὰ φύλλα. χρὴ δ’ ἕψοντας ἐν οἴνῳ, πρὶν ἐκπυῆσαι,
[l. 2] καταπλάττειν.
[l. 3] κστ΄. Περὶ ἐχίνου. Ἐχίνου τῆς πόας ὁ καρπὸς στρυφνὸς
[l. 4] καὶ διὰ τοῦτο ἀποκρουστικὸς καὶ ξηραντικός. χρῶνται
[l. 5] δ’ αὐτῷ πρός τε τὰ τῶν ὀφθαλμῶν ῥεύματα καὶ πρὸς ὦτα.
[l. 6] α΄. Περὶ ζειᾶς. Ζειὰ μεταξύ πώς ἐστι
[l. 7] τὴν δύναμιν ἅπασαν πυρῶν τε καὶ κριθῶν, ὥστ’ ἐξ ἐκείνων
[l. 8] γινωσκέσθω.
[l. 9] β΄. Περὶ ζιγγιβέρεως. Ζιγγιβέρεως ἡ ῥίζα χρήσιμός
[l. 10] ἐστιν, ἥνπερ δὴ κομίζουσιν ὡς ἡμᾶς ἐκ τῆς βαρβάρου. θερμαίνει
[l. 11] μὲν οὖν ἰσχυρῶς, ἀλλὰ οὐ κατὰ τὴν πρώτην προσβολὴν
[l. 12] ὡς τὸ πέπερι. ταύτῃ τοι καὶ λεπτομερέστερον ἧττον
[l. 13] αὐτὸ πεπέρεως ὑποληπτέον ὑπάρχειν. ἐλύετο γὰρ ἂν εἰς
[l. 14] λεπτὰ μόρια καὶ διὰ ταχέων ἐνεργείᾳ θερμὸν ἐγίγνετο, καθάπερ
[l. 15] ἐκεῖνο. φαίνεται γοῦν ἀκατεργάστου τινὸς ἔτι καὶ
[l. 16] παχυμερεστέρας οὐσίας μετέχον καὶ ταύτης 13.176. οὐ ξηρᾶς
[l. 17] καὶ γεώδους, ἀλλ’ ὑγρᾶς καὶ ὑδατώδους μᾶλλον. διὰ τοῦτό
[l. 18] γέ τοι καὶ τιτρᾶται ῥᾳδίως, ὅτι μέτεστιν αὐτῆς περιττωματικῆς
[p. 11.881]
[l. 1] ὑγρότητος. οὐδὲν γοῦν τοῦτο πάσχει τῶν ἤτοι ξηρῶν
[l. 2] ἀκριβῶς ἢ ὑγρῶν μὲν, ἀλλὰ τῶν κατειργασμένην τε καὶ
[l. 3] οἰκείαν ἐχόντων ὑγρότητα. ταὐτὸν τούτῳ καὶ τὸ μακροπέπερι
[l. 4] πεπονθὸς, καὶ διὰ τοῦτο παραμένει μέχρι πλείονος ἡ
[l. 5] ἀπὸ ζιγγιβέρεως καὶ μακροπεπέρεως θερμότης ἤπερ ἡ ἀπὸ
[l. 6] λευκοῦ τε καὶ μέλανος. ὡς γὰρ ἡ ἀπὸ τῶν ξηρῶν καλάμων
[l. 7] φλὸξ ἀνάπτεται μὲν ἅμα, καὶ πάντῃ σκίδναται τάχιστα,
[l. 8] κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀπὸ τῶν ξηρῶν τῇ
[l. 9] δυνάμει φαρμάκων. ἡ δ’ ἀπὸ τῶν ὑγροτέρων ἀνάλογον τοῖς
[l. 10] χλωροῖς ξύλοις καὶ βραδύτερον ἐξάπτεται καὶ παραμένει
[l. 11] μέχρι πλείονος, ὅθεν καὶ ἡ χρεία διάφορος ἑκατέρου τῶν
[l. 12] φαρμάκων. ὅταν μὲν γὰρ τὸ πᾶν σῶμα῾ ἐκθερμῆναι βουλώμεθα
[l. 13] διὰ ταχέων, ὅσα ταχέως μὲν ἐκθερμαίνει πλησιάζοντα
[l. 14] τῷ τοῦ ζώου θερμῷ, ταχέως δὲ πάντῃ φέρεται δοτέον.
[l. 15] ἐπειδὰν δέ τι μόριον ἐψυγμένον ἐκθερμῆναι βουληθῶμεν,
[l. 16] ἔμπαλιν πρακτέον, ὅσα βραδέως θερμαινόμενα μέχρι
[l. 17] πλείστου παραμένει, ταῦτα προσφέρονται. τὸ μὲν οὖν ζιγγίβερι
[l. 18] καὶ τὸ μακροπέπερι, κᾂν εἰ διαφέρει ταύτῃ τοῦ
[p. 11.882]
[l. 1] μέλανος πεπέρεως, ἀλλ’ ἐπ’ ὀλίγον. κάρδαμον δὲ καὶ νᾶπυ
[l. 2] καὶ θαψία καὶ ὁ τῶν ἀγρίων περιστερῶν ἀπόπατος ἐν
[l. 3] χρόνῳ τε πλείονι τελέως ἐκπυροῦται καὶ μέχρι πλείστου παραμένει.
[l. 4] γ΄. Περὶ ζύθου. Ζύθος δριμύτερός ἐστι τῶν κριθῶν
[l. 5] οὐ σμικρῷ, κακόχυμος, ὡς ἂν ἐκ σηπεδόνος γεγενημένος. ἔστι
[l. 6] δὲ καὶ φυσώδης, καὶ τὸ μέν τι δριμὺ καὶ θερμαῖνον ἔχον, τὸ
[l. 7] πλεῖστον δὲ ψυχρὸν ὑδατῶδες ὀξύ.
[l. 8] δ΄. Περὶ ζύμης. Ζύμη λεπτομερὴς μέν ἐστι καὶ μετρίως
[l. 9] θερμή. διὰ τοῦτο τοίνυν ἀλύπως τε καὶ ἀδήκτως
[l. 10] ἐπισπᾶταί τε ἅμα τὰ ἐκ τοῦ βάθους καὶ διαφορεῖ. μέμικται
[l. 11] δὲ ἐξ ἐναντίων καὶ ἥδε δυνάμεων, ὥσπερ καὶ ἄλλα
[l. 12] πολλά. καὶ γὰρ ὀξύτητος μετέχει ψυχρᾶς καὶ σηπεδονώδους
[l. 13] θερμότητος καὶ προσέτι τῆς ἀπὸ τῶν ἁλῶν καὶ τῆς ἀπὸ
[l. 14] τοῦ ἀλεύρου κατὰ φύσιν.
[l. 15] α΄. Περὶ ἡδυόσμου. Ἡδύοσμον, ἔνιοι δὲ
[l. 16] μίνθην προσαγορεύουσιν. ἔστι γὰρ ἑτέρα τις οὐκ εὐώδης
[l. 17] μίνθη, ἣν καὶ καλαμίνθην καλοῦσι. δριμεῖαι δ’ εἰσὶ γευομένοις
[p. 11.883]
[l. 1] ἀμφότεραι καὶ θερμαὶ τὴν δύναμιν ἐκ τῆς τρίτης
[l. 2] που τάξεως τῶν θερμαινόντων. ἀσθενεστέρα μὴν ἡ εὐώδης
[l. 3] μίνθη τῆς καλαμίνθης ἐστὶ καὶ ἧττον θερμαντική. καθόλου
[l. 4] γὰρ εἰπεῖν ἡ μὲν ὥσπερ ἀγρία τίς ἐστιν, ἡ δ’ ἥμερος,
[l. 5] ὥστε διὰ τὴν ἐκ τοῦ κηπεύεσθαι προσοῦσαν ὑγρότητα καὶ πρὸς
[l. 6] ἀφροδίσια παρορμᾷ μετρίως. ὑπάρχει δὲ τοῦτο κοινὸν ἅπασιν
[l. 7] οἷς μέτεστιν ὑγρότητος ἡμιπέπτου τε καὶ φυσώδους. διὰ
[l. 8] δὲ τὴν τοιαύτην τῆς πόας κρᾶσιν καὶ κατὰ τῶν ἀποστημάτων
[l. 9] ἐπιτιθέασιν ἔνιοι μετ’ ἀλφίτων αὐτὴν, ὅπερ ἡ καλαμίνθη
[l. 10] ποιεῖν οὐ δύναται τῷ σφοδρότερον ἢ τὰ τοιαῦτα
[l. 11] θερμαίνειν καὶ ξηραίνειν. ἔχει δέ τι καὶ πικρὸν καὶ στρυφνὸν
[l. 12] ἐν ἑαυτῇ, καὶ τῷ μὲν πικρῷ τὰς ἕλμινθας ἀναιρεῖ,
[l. 13] τῷ δὲ στρυφνῷ μετ’ ὀξυκράτου πινομένη τὰς προσφάτους
[l. 14] αἵματος ἀναγωγὰς ἐπέχει. λεπτομερὴς δ’ ἐστὶ τὴν οὐσίαν
[l. 15] εἴπερ τις καὶ ἄλλη πόα.
[l. 16] 13.177. β΄. Περὶ ἡδυσάρου. Ἡδύσαρον ἢ πελεκῖνος.
[l. 17] τούτου τοῦ θάμνου τὸ σπέρμα πυῤῥὸν μὲν τὴν χρόαν, ἀμφίστομον
[l. 18] δὲ καθάπερ οἱ πελέκεις· πικρὸν καὶ ὑπόστρυφνον
[p. 11.884]
[l. 1] φαίνεται, ὅθεν εὐστόμαχόν τ’ ἐστὶ πινόμενον, ἐκκαθαίρει τε
[l. 2] τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις. οὕτω καὶ οἱ κλῶνες ὅλου
[l. 3] τοῦ θάμνου δρῶσιν.
[l. 4] γ΄. Περὶ ἡμεροκάλλους. Ἡμεροκάλλους ἡ ῥίζα παραπλησία
[l. 5] τῇ τοῦ κρίνου κατά τε τὴν ἰδέαν οὖσα καὶ κατὰ
[l. 6] τὴν δύναμιν ὠφελεῖ παραπλησίως ἐκείνῃ τὰ πυρίκαυτα.
[l. 7] καὶ γὰρ διαφορητικῆς ἀτρέμα δυνάμεώς ἐστι μετὰ τοῦ καὶ
[l. 8] ἀποκρουστικὸν ἔχειν τι.
[l. 9] 2.85. δ΄. Περὶ ἡμιονίτιδος. Ἡμιονίτις στύψεως ἅμα
[l. 10] σὺν πικρότητι μετέχει, διὸ καὶ σπληνικοὺς ὠφελεῖ σὺν ὄξει
[l. 11] πινομένη.
[l. 12] ε΄. Περὶ ἠριγέροντος. Ἠριγέρων δύναμιν ἐπίμικτον
[l. 13] ἔχει, ψυκτικήν τε ἅμα καὶ μετρίως διαφορητικήν.
[l. 14] στ΄. Περὶ ἠρυγγίου. Ἠρύγγιον θερμότητι μὲν ἢ
[l. 15] βραχὺ τῶν συμμέτρων ἢ οὐδὲν ὑπερέχει, ξηρότητος δὲ λεπτομεροῦς
[l. 16] οὐκ ὀλίγης μετέχει.
[l. 17] α΄. Περὶ θαλιήκτρου. Θαλίηκτρον κοριάννῳ
[l. 18] μὲν ἔχει τὰ φύλλα παραπλήσια, τὸν καυλὸν δὲ πηγάνου τὸ
[p. 11.885]
[l. 1] πάχος. ἡ δύναμις δ’ αὐτοῦ ξηραντικὴ χωρὶς δήξεως, ἐπουλοῖ
[l. 2] γοῦν τὰ χρόνια τῶν ἑλκῶν.
[l. 3] β΄. Περὶ θαψίας. Θαψία δριμείας ἐστὶ καὶ ἰσχυρῶς
[l. 4] θερμαντικῆς δυνάμεως σὺν ὑγρότητι. ἕλκεται γὰρ οὖν ἐκ
[l. 5] βάθους βιαίως καὶ αὐτὸ διαφορεῖ τὸ ἑλχθέν. χρόνῳ δὲ ἐργάζεται
[l. 6] πλείονι ταῦτα, διὰ τὸ περιττωματικῆς ὑγρότητος
[l. 7] ἐμπεπλῆσθαι δαψιλοῦς, δι’ ἣν καὶ ταχέως διαφθείρεται.
[l. 8] γ΄. Περὶ θέρμου. Θέρμος, ἐσθίεται μὲν ἑψηθείς τε
[l. 9] καὶ πολλαῖς ἡμέραις, ἐναποθέμενος ὕδατι τὴν πικρότητα,
[l. 10] καὶ γίνεται τηνικαῦτα τροφὴ παχύχυμος. ὡς φάρμακον δὲ
[l. 11] ὁ μὲν τοιοῦτος ἐκ τῶν ἐμπλαστικῶν ἐστιν, ὁ δὲ τὴν σύμφυτον
[l. 12] πικρότητα ἔχων ῥυπτικός τε καὶ διαφορητικὸς ὑπάρχει.
[l. 13] ἀναιρεῖ δὲ καὶ ἕλμινθας ἐπιπλαττόμενός τε καὶ μετὰ
[l. 14] μέλιτος ἐκλειχόμενος ἢ μετ’ ὀξυκράτου πινόμενος, οὐ μὴν
[l. 15] ἀλλὰ καὶ τὸ ἀφέψημα αὐτοῦ τὰς ἕλμινθας ἐκβάλλειν πέφυκε.
[l. 16] καὶ μέν γε καὶ καταντλούμενον ἔξωθεν ὀνίνησιν ἀλφοὺς,
[l. 17] ἀχῶρας, ἐξανθήματα, ψώρας, 13.178. γαγγραίνας, ἕλκη
[l. 18] κακοήθη, τὰ μὲν τῷ ῥύπτειν, τὰ δὲ τῷ διαφορεῖν καὶ
[p. 11.886]
[l. 1] ξηραίνειν ἀδήκτως. ἐκκαθαίρει δὲ καὶ ἧπαρ καὶ σπλῆνα,
[l. 2] μετὰ πηγάνου καὶ πεπέρεως ἡδονῆς ἕνεκα λαμβανόμενον.
[l. 3] ἐπισπᾶται δὲ καὶ καταμήνια καὶ ἔμβρυα, σὺν σμύρνῃ καὶ
[l. 4] μέλιτι προστιθέμενον. ἔστι δὲ καὶ τὸ ἄλευρον τῶν θέρμων
[l. 5] ἀδήκτως διαφορητικόν. οὐ γὰρ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ
[l. 6] χοιράδας καὶ φύματα σκληρὰ θεραπεύει, ἐν ὄξει δ’ ἑψεῖν
[l. 7] αὐτὸ χρὴ τηνικαῦτα, ἢ ὀξυμέλιτι, ἢ ὀξυκράτῳ, κατά τε τὰς
[l. 8] κράσεις δηλονότι τῶν καμνόντων καὶ τοῦ πάθους τὴν διαφορὰν
[l. 9] ἐξευρίσκοντα τὸ δέον. οὐκ ἔστι δὲ τῆς προκειμένης
[l. 10] νῦν ἡμῖν πραγματείας τὰ τοιαῦτα διαιρεῖσθαι. διαφορεῖ δὲ
[l. 11] καὶ τὰ πελιδνά· καὶ τἄλλα ὅσα πρόσθεν εἴρηται τὸ ἀφέψημα
[l. 12] δρᾷν, πάντα καὶ τὸ ἄλευρον ἐργάζεσθαι πέφυκε. καταπλάσσουσι
[l. 13] δ’ ἔνιοι καὶ τοὺς ἰσχιαδικοὺς αὐτῷ.
[l. 14] δ΄. Περὶ θέρμου ἀγρίου. Θέρμος ἄγριος πικρότερος
[l. 15] καὶ ἰσχυρότερος εἰς ἅπαντα τοῦ ἡμέρου ἐστὶ, τῆς αὐτῆς
[l. 16] ὑπάρχων αὐτῷ κατὰ γένος δυνάμεως.
[l. 17] ε΄. Περὶ θλάσπεως. Θλάσπι σπέρμα. δριμὺ καὶ τοῦτ’
[l. 18] ἔστι τὴν δύναμιν, ὥστε καὶ τὰ ἐντὸς ἀποστήματα ῥήσσει
[p. 11.887]
[l. 1] ποτιζόμενον καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κτείνει καὶ δι’
[l. 2] ἕδραν ἐνιέμενον ἰσχιάδας ὀνίνησιν αἱματώδη κενοῦν. ἔστι
[l. 3] γὰρ καὶ ἄλλως καθαρτικὸν ἄνω τε καὶ κάτω χολωδῶν,
[l. 4] ὀξυβάφου πλῆθος πινόμενον.
[l. 5] στ΄. Περὶ θρίδακος. Θρίδαξ ὑγρὸν καὶ ψυχρὸν λάχανον,
[l. 6] οὐ μὴν ἐσχάτως γε, οὐδὲ γὰρ ἂν ἐδώδιμον ἦν, ἀλλὰ
[l. 7] κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡς ἂν εἴποι τις, μάλιστα
[l. 8] δύναμιν ἤτοι ψυχρότητα. διὰ τοῦτο πρὸς μὲν τὰς θερμὰς
[l. 9] φλεγμονὰς ἁρμόττει καὶ πρὸς τὰ μικρὰ καὶ κοῦφα τῶν
[l. 10] ἐρυσιπελάτων, οὐ μὴν τοῖς γε μείζοσιν ἐπαρκεῖν ἱκανή. ἔστι
[l. 11] δὲ καὶ ἄδιψον ἔδεσμα. τὸ δὲ σπέρμα πινόμενον ἐπέχει γονοῤῥοίας,
[l. 12] ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται. οὕτω καὶ τὸ
[l. 13] τῆς ἀγρίας, ἧς καὶ τὸν ὀπὸν ἀθροίζουσιν, ἄργεμά τε καὶ
[l. 14] ἀχλῦς ἀποκαθαῖρόν τε καὶ πρὸς τὰ ἐπικαύματα, μετὰ γυναικείου
[l. 15] γάλακτος ὑπαλειφόμενον.
[l. 16] ζ΄. Περὶ θύμου. Θύμος τέμνει καὶ θερμαίνει σαφῶς,
[l. 17] διὰ τοῦτο καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα κατασπᾷ
[p. 11.888]
[l. 1] καὶ τὰ σπλάγχνα διακαθαίρει πινομένη, ταῖς τε ἐκ
[l. 2] θώρακος καὶ πνεύμονος ἀναγωγαῖς συναίρεται. καὶ τοίνυν
[l. 3] ἔν τε τῷ ξηραίνειν. καὶ θερμαίνειν ἐν τῇ τρίτῃ τάξει θετέον αὐτήν.
[l. 4] α΄. Περὶ ἰδαίας ῥίζης. Ἰδαία ῥίζα καὶ
[l. 5] γευομένη μέν ἐστι σφόδρα στρυφνὴ καὶ τοῖς ἔργοις δὲ πειρωμένῳ
[l. 6] τὴν αὐτὴν ἐπιδείκνυται δύναμιν, αἱμοῤῥαγίας τε καὶ
[l. 7] κοιλίας ῥεύματα καὶ δυσεντερίας καὶ ῥοῦν γυναικεῖον καὶ ὅσα
[l. 8] τἄλλα τοιαῦτα θεραπεύουσα πινομένη τε καὶ ἔξωθεν
[l. 9] ἐπιτιθεμένη.
[l. 10] 13.179. β΄. Περὶ ἰξοῦ. Ἰξὸς ἐκ πλείστης μὲν ἀερώδους
[l. 11] τε καὶ ὑδατώδους οὐσίας θερμῆς, ἐλαχίστης δὲ γεώδους σύγκειται.
[l. 12] τὸ γοῦν δριμὺ πλέον ἐστὶν ἐν αὐτῷ τοῦ πικροῦ
[l. 13] καὶ τοίνυν καὶ τὰ ἔργα κατὰ τὴν οὐσίαν αὐτῷ. ἕλκει γὰρ
[l. 14] ἐκ τοῦ βάθους ἰσχυρῶς ὑγρότητας, οὐ τὰς λεπτὰς μόνον,
[l. 15] ἀλλὰ καὶ τὰς παχυτέρας, καὶ ταύτας διαχεῖ τε καὶ διαφορεῖ.
[l. 16] ἔστι δὲ τῶν οὐκ εὐθὺς θερμαινόντων φαρμάκων, μετὰ
[l. 17] τὴν πρώτην ἐπίθεσιν, ἀλλὰ χρόνου δεομένων ὥσπερ ἡ θαψία.
[l. 18] τοῦτο δ’ εἴρηται καὶ πρόσθεν, ὡς τοῖς θερμοῖς κατὰ
[p. 11.889]
[l. 1] δύναμιν ὑπάρχει φαρμάκοις, ὅταν ὑγρότητα περιττωματικὴν
[l. 2] ἔχῃ δαψιλῆ.
[l. 3] γ΄. Περὶ ἴου. Ἴου τὰ φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον
[l. 4] οὐσίαν ἐπικρατοῦσαν κέκτηται, καὶ διὰ τοῦτο καὶ
[l. 5] καθ’ ἑαυτὰ καὶ μετὰ ἀλφίτων ἐπιπλαττόμενα, τὰς θερμὰς
[l. 6] φλεγμονὰς παρηγορεῖ. ἐπιτίθεται δὲ καὶ κατὰ τοῦ στόματος
[l. 7] τῆς γαστρὸς ἐκκαιομένου καὶ κατ’ ὀφθαλμῶν.
[l. 8] δ΄. Περὶ ἱππούριδος. Ἵππουρις στυπτικὴν μετὰ πικρότητος
[l. 9] ἔχει ποιότητα, καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς
[l. 10] τε ἅμα καὶ ἀδήκτως. τραύματα2.86. οὖν τὰ μέγιστα καταπλαττομένη
[l. 11] κολλᾷ, κᾂν νεῦρα διατετμημένα τύχῃ καὶ τὰς
[l. 12] καλουμένας ἐντεροκήλας, ἀλλὰ καὶ πρὸς τὰς ἀναγωγὰς τοῦ
[l. 13] αἵματος, καὶ πρὸς ῥοῦν τὸν γυναικεῖον καὶ μάλιστα τὸν
[l. 14] ἐρυθρὸν, ἔτι τε δυσεντερίας καὶ τἄλλα τὰ κατὰ τὴν γαστέρα
[l. 15] ῥεύματα, γενναῖόν ἐστι φάρμακον ἡ πόα πινομένη δι’ ὕδατος
[l. 16] ἢ οἴνου. γράφουσι δ’ ὑπὲρ αὐτῆς τινες ὡς καὶ κύστεως
[l. 17] ἰάσατό ποτε καὶ τῶν λεπτῶν ἐντέρων τραύματα ὁ
[l. 18] χυλὸς αὐτῆς. αἱμοῤῥαγίας τε τὰς ἐκ ῥινῶν ὠφελεῖ καὶ κατὰ
[p. 11.890]
[l. 1] τὴν γαστέρα ῥοώδη πάθη, σύν τινι τῶν αὐστηρῶν οἴνων
[l. 2] πινόμενος καὶ δι’ ὕδατος, ἂν πυρέττοντες τύχωσιν.
[l. 3] ε΄. Περὶ ἱππομαράθρου. Ἱππομάραθρον. ἅμα τῷ
[l. 4] μαράθρῳ περὶ τούτου ῥηθήσεται.
[l. 5] στ΄. Περὶ ἰσάτιδος. Ἰσάτις ἡ μὲν ἥμερος, ᾗ οἱ βαφεῖς
[l. 6] χρῶνται, ξηραντικῆς ἰσχυρῶς ἐστι δυνάμεως, οὐδέπω
[l. 7] δακνούσης. ἔστι γὰρ πικρά τε ἅμα καὶ στυπτική. ταῦτά
[l. 8] τοι καὶ τὰ μεγάλα τραύματα τῶν σκληρῶν σωμάτων κολλᾷ,
[l. 9] κᾂν ἐν ταῖς τῶν μυῶν ᾖ κεφαλαῖς, καὶ κατὰ τῶν αἱμοῤῥαγούντων
[l. 10] ὠφελίμως ἐπιπλάττεται καὶ τοὺς οἰδηματώδεις
[l. 11] ὄγκους, θαυμαστῶς διαφορεῖ τε ἅμα καὶ προστέλλει καὶ πρὸς
[l. 12] πάντα τὰ κακοήθη ἕλκη θαυμαστῶς ἀνθίσταται, κᾂν σήπηται
[l. 13] κᾂν διαβιβρώσκηται. εἰ δέ ποτε τῆς τοῦ κάμνοντος
[l. 14] φύσεως ἰσχυρότερος φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις
[l. 15] αὐτῆς λεανθεῖσιν ἢ ἄρτον ἢ κρίθινον ἄλευρον ἢ πύρινον ἢ
[l. 16] ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν ἐν ἑκάστῳ διάθεσιν. ἡ δὲ
[l. 17] ἀγρία ἰσάτις ἔχει τι δριμὺ σαφὲς ἤδη κατά τε τὴν γεῦσιν
[l. 18] καὶ κατὰ τὴν ἐνέργειαν, καὶ διὰ τοῦτο τῆς ἡμέρου ξηραντικωτέρα
[p. 11.891]
[l. 1] γενομένη πρὸς τὰς ὑγρὰς σηπεδόνας ἰσχυροτέρως
[l. 2] ἀνθίσταται, τὰ δ’ ἄλλα τὰ προειρημένα χείρων ἐστὶν,
[l. 3] 13.180. ἀμετροτέρως γὰρ ἤδη καὶ μετὰ τοῦ δάκνειν ξηραίνει. τὰ
[l. 4] τοιαῦτα δ’ ἐρεθίζεται καὶ φλεγμονώδη γίνεται. διὰ δὲ τὸ
[l. 5] ἰσχυρὸν τῆς δυνάμεως καὶ τοῖς σπληνικοῖς ὑπάρχει χρήσιμος,
[l. 6] οὔπω τῆς ἑτέρας ὠφελούσης.
[l. 7] ζ΄. Περὶ ἰσοπύρου. Ἰσόπυρον ἢ φασίολον σπέρμα
[l. 8] πικρὸν καὶ ὑπόστρυφνον ἔχει. ῥύπτει τοιγαροῦν καὶ τέμνει
[l. 9] τοὺς παχεῖς χυμοὺς, μετὰ τοῦ συνάγειν καὶ σφίγγειν τὰ σώματα,
[l. 10] καὶ διὰ τοῦτο καὶ ταῖς ἐκ θώρακος ἀναπτύσεσι συναίρεται,
[l. 11] καὶ ἧπαρ ἐκκαθαίρει καὶ αἱμοπτυχϊκοῖς οὐκ ἀντιπράττειν,
[l. 12] ἀλλ’ ἔτι καὶ προσωφελεῖν πεπίστευται. διὰ γὰρ τὸ
[l. 13] μικτὸν τῆς κράσεως ἁρμόττειν δοκεῖ καὶ πρὸς τὰ ἐναντία.
[l. 14] η΄. Περὶ ἰτέας. Ἰτέας χρήσαιτο μὲν ἄν τις καὶ τοῖς
[l. 15] φύλλοις εἰς τραυμάτων ἐναίμων κόλλησιν, οὐ μὴν ἀλλὰ τῷ
[l. 16] ἄνθει μάλιστ’ αὐτῆς ἅπαντες σχεδὸν οἱ ἰατροὶ χρῶνται πρὸς
[l. 17] ἐμπλάστρου ξηραινούσης σκευασίαν. ἔστι γὰρ ἡ δύναμις αὐτῶν
[l. 18] ξηραντικὴ καὶ ἄδηκτος, ἔχει δὲ καὶ στύψιν. ἔνιοι δὲ
[p. 11.892]
[l. 1] καὶ χυλὸν ἐξ αὐτῶν ποιοῦντες, ἄδηκτον καὶ ξηραῖνον ἴσχουσι
[l. 2] φάρμακον εἰς πολλὰ χρήσιμον. οὐδὲν γάρ ἐστι πολυχρηστότερον
[l. 3] ἀδήκτου καὶ ξηραίνοντος φαρμάκου, στύφοντος ὀλίγον,
[l. 4] ὡς κᾀν τοῖς περὶ συνθέσεως τῶν φαρμάκων ἀκριβέστερον
[l. 5] δειχθήσεται. καὶ ὁ φλοιὸς δὲ τοῦ δένδρου παραπλήσιος
[l. 6] ὑπάρχει τῇ τε τῶν ἀνθῶν καὶ τῶν φύλλων δυνάμει, πλὴν
[l. 7] ὅσα ξηρότερός ἐστι τὴν κρᾶσιν, ὥσπερ ἀμέλει καὶ πάντες οἱ
[l. 8] φλοιοί. ἀλλὰ τοῦτόν γε καίουσιν ἔνιοι καὶ χρῶνται τῇ τέφρᾳ
[l. 9] πρὸς ὅσα περ ἂν ἰσχυρῶς δέωνται ξηραίνειν. τοὺς
[l. 10] γοῦν καλουμένους ἥλους καὶ τύλους, ἔτι τε μυρμηκίας ἐξαίρουσιν
[l. 11] αὐτὴν δεύοντες ὄξει δριμεῖ. ἔνιοι δὲ κατὰ τὸν καιρὸν
[l. 12] τῆς ἀνθήσεως ἐντέμνοντες τὸν φλοιὸν, ὀπὸν ἀθροίζουσί
[l. 13] τινα καὶ χρῶνται πρὸς τὰ ταῖς κόραις ἐπισκοτοῦντα, ῥυπτικῷ
[l. 14] τε ἅμα καὶ λεπτομερεῖ φαρμάκῳ. χρήσαιτο δ’ ἄν τις
[l. 15] καὶ εἰς ἄλλα πολλὰ τοιούτῳ γε ὄντι αὐτῷ.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΒΙΒΛΙΟΝ Η.
[l. 1] Προοίμιον. Ἕβδομον τοῦτο περὶ τῆς τῶν ἁπλῶν
[l. 2] φαρμάκων δυνάμεως ὑπόμνημα γράφοντες ἀναγκαῖον ἡγούμεθα
[l. 3] προειπεῖν ὡς μόνοις ἔσοιτο σαφὲς, ὅσοι τοῖς ἔμπροσθεν
[l. 4] ὡμίλησαν οὐκ ἐν παρέργῳ, τοὺς δ’ ἄλλους ἡγοῦμαι
[l. 5] παρακούσεσθαι μᾶλλον ἢ μαθήσεσθαί τι τῶν ἐν αὐτῷ
[l. 6] λεχθησομένων καὶ αὐτούς τε σφαλήσεσθαι καὶ ἡμᾶς ἴσως
[l. 7] ἐπηρεάσειν, ὡς οὐκ ὀρθῶς τινα γράφοντας. ὅσοι μὲν οὖν
[p. 12.2]
[l. 1] σώφρονές εἰσιν οἶδ’ ὅτι πεισθήσονται, καὶ εἴπερ ὅλως πεφροντίκασι
[l. 2] τῆς προκειμένης θεωρίας, ἀπὸ τῆς ἀρχῆς ἀναλέξονται
[l. 3] τὴν ὅλην πραγματείαν· ὅσοι δὲ περίεργοι μᾶλλον ἢ
[l. 4] φιλομαθεῖς ὑπάρχουσιν, ἀπειθήσουσι τῇ προσρήσει, καὶ οὐδὲν
[l. 5] ἴσως θαυμαστὸν, εἴ γε καὶ μυστηρίων βίβλους ἐτόλμησαν
[l. 6] ἔνιοι τῶν ἀμυήτων ἀναγινώσκειν. ἀλλ’ οὔτ’ ἐκείνας ἔγραψαν
[l. 7] οἱ γράψαντες τοῖς βεβήλοις οὔτ’ ἐγὼ ταῦτα τοῖς μήπω
[l. 8] περὶ τὰ πρῶτα γεγυμνασμένοις. εἰρήσονται δ’ ἐν τούτῳ
[l. 9] τῷ βιβλίῳ καὶ τῷ μετ’ αὐτὸ τῶν ὑπολοίπων φυτῶν αἱ πρῶται
[l. 10] δυνάμεις, τὴν τάξιν τῆς διδασκαλίας κᾀνταῦθα κατὰ
[l. 11] τὴν τάξιν τῶν γραμμάτων ποιησαμένων ἡμῶν, ἀφ’ ὧν ἄρχονται.
[l. 12] ἐν μὲν οὖν τῷ πρὸ τοῦδε μέχρι τοῦ ι προήλθομεν·
[l. 13] ἐνταυθοῖ δὲ τὴν ἀρχὴν ἀπὸ τοῦ κ ποιησόμεθα τοσοῦτον
[l. 14] ἔτι προαναμνήσαντες, ὡς εἰς τὰς προαποδεδειγμένας ἀρχὰς
[l. 15] ἀνάξομεν ἅπαντα· τῷ γὰρ ἐπὶ τοσόνδε θερμὸν ἢ ψυχρὸν,
[l. 16] ἢ ὑγρὸν ἢ ξηρὸν, ἢ λεπτομερὲς ἢ παχυμερὲς ὑπάρχειν ἕκαστον
[l. 17] τῶν φαρμάκων αἱ διαφοραὶ τῶν κατὰ μέρος ἐνεργειῶν
[p. 12.3]
[l. 1] αὐτῶν γίγνονται, τὸ δ’ ἐπὶ τοσόνδε προήκειν ἐν ἑκάστῳ
[l. 2] τῶν προειρημένων ἄῤῥητόν ἐστι πρός γε τὴν ἀκριβεστάτην
[l. 3] ἀλήθειαν. ἀλλ’ ἡμεῖς καὶ τοῦτο 13.182. περιλαβεῖν ἐπειράθημεν
[l. 4] ὅροις σαφέσιν, ἱκανοῖς εἰς τὴν χρείαν τῆς τέχνης, ἓν
[l. 5] μὲν εἶναι γένος φαρμάκων ἐπιδείξαντες εἰς ὁμοίαν τοῖς σώμασιν
[l. 6] ἡμῶν ἀφικνούμενον κρᾶσιν, ἐπειδὰν ὑπὸ τῆς ἐν αὐτοῖς
[l. 7] θερμότητος ἀρχήν τινα δέξηται μεταβολῆς τε καὶ ἀλλοιώσεως,
[l. 8] ἕτερον δὲ θερμότερον ᾖ καθ’ ἡμᾶς γιγνόμενον, οὗ
[l. 9] τέτταρας ἔδοξε ποιήσασθαι τάξεις· πρώτην μὲν τὴν ἀσαφῆ
[l. 10] πρὸς αἴσθησιν, ὡς λόγου δεῖσθαι τοῦ φωράσαντος, ἑτέραν
[l. 11] δ’ ἐπ’ αὐτῇ δευτέραν, ἤδη πως σαφῆ πρὸς αἴσθησιν, ἄλλην
[l. 12] δὲ τρίτην θερμαίνουσαν μὲν ἰσχυρῶς, οὐ μὴν ἤδη γέ πως
[l. 13] καίουσαν, ἐφ’ ᾗ τετάρτην τε καὶ ὑστάτην τὴν καυστικήν.
[l. 14] οὕτω δὲ καὶ τῶν ψυχόντων πρώτην μὲν τὴν 2.87. τάξιν
[l. 15] τῶν λόγου δεομένων εἰς ἀπόδειξιν τοῦ ψύχειν, δευτέραν δὲ
[l. 16] τῶν αἰσθητῶς ψυχόντων, καὶ τρίτην τῶν ἰσχυρῶς, καὶ τετάρτην
[p. 12.4]
[l. 1] τῶν νεκρούντων. ἀνάλογον δὲ ταύταις καὶ περὶ τῶν
[l. 2] ὑγραινόντων καὶ ξηραινόντων.
[l. 3] α΄. Περὶ καλαμίνθης. Καλαμίνθη λεπτομερὴς
[l. 4] τὴν οὐσίαν ἐστὶ καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶσιν, ἐκ
[l. 5] τῆς τρίτης που τάξεως κατ’ ἀμφοτέρας τὰς ποιότητας.
[l. 6] ἐναργῆ δὲ τούτων τὰ γνωρίσματα τά τε τῇ γεύσει φαινόμενα
[l. 7] καὶ τὰ διὰ τῆς πείρας γιγνωσκόμενα. τῇ μὲν γὰρ γεύσει
[l. 8] δριμεῖά τε καὶ θερμὴ σαφῶς ἐστι καὶ βραχύ τι παντελῶς
[l. 9] ὑπόπικρον ἔχει. πειρωμένοις δ’ αὐτῆς καὶ προσάγουσι
[l. 10] τῷ σώματι πρῶτον μὲν ἔξωθεν ἐπιτιθεμένη λίαν θερμαίνει
[l. 11] τε καὶ δάκνει καὶ ἀμύττει τὸ δέρμα καὶ τελευτῶσα ἕλκος
[l. 12] ἐργάζεται. λαμβανομένη δὲ εἴσω τοῦ σώματος αὐτή τε
[l. 13] καθ’ ἑαυτὴν ξηρὰ καὶ διὰ μελικράτου, θερμαίνει τε σαφῶς
[l. 14] καὶ ἱδρῶτας κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ πᾶν σῶμα.
[l. 15] διὰ τοῦτο γοῦν αὐτῇ τινες ἐχρήσαντο καὶ πρὸς τὰ κατὰ
[l. 16] περίοδον ῥίγη, ἔξωθεν μὲν ἐναφέψοντες ἐλαίῳ καὶ συναλείφοντες
[l. 17] ὅλον τὸ σῶμα μετὰ τρίψεως γενναίως, ἔσωθεν δὲ
[l. 18] λαμβάνοντες, ὡς εἴρηται. καὶ μέν γε καὶ κατὰ τῶν ἰσχίων
[p. 12.5]
[l. 1] καταπλάττουσί τινες αὐτὴν ἐπὶ τῶν ἰσχιαδικῶν ἀῤῥωστημάτων
[l. 2] ὡς γενναῖον βοήθημα· καὶ γὰρ ἕλκει τὰ ἐκ τοῦ βάθους
[l. 3] εἰς τὴν ἐκτὸς ἐπιφάνειαν καὶ θερμαίνει σύμπαν τὸ ἄρθρον,
[l. 4] ἐπικαίει τε σαφῶς τὸ δέρμα καὶ καταμήνιά τε πινομένη
[l. 5] καὶ προστιθεμένη προσκαλεῖται πάνυ δραστηρίως. ἀγαθὸν
[l. 6] δὲ καὶ τῶν ἐλεφαντιώντων φάρμακον, οὐ μόνον τῷ
[l. 7] γενναίως διαφορεῖν τοὺς λεπτοὺς χυμοὺς, ἀλλὰ καὶ τῷ λεπτύνειν
[l. 8] καὶ τέμνειν ἰσχυρῶς τοὺς παχεῖς, οἷοί πέρ εἰσιν οἱ
[l. 9] τὸ τοιοῦτο νόσημα γεννῶντες, οὕτω δὲ καὶ οὐλὰς μελαίνας
[l. 10] λαμπρύνει καὶ ὑπώπια διαφορεῖ. κάλλιον δ’ ἐπὶ τῶν τοιούτων
[l. 11] χλωρὰν ἐν οἴνῳ ἑψηθεῖσαν καταπλάττειν αὐτὴν μᾶλλον,
[l. 12] ἢ ξηράν. ἰσχυροτέρα γὰρ ξηρανθεῖσα γίγνεται καὶ καίειν
[l. 13] ἑτοιμοτέρα. τῷ δ’ εἶναι τοιαύτη καὶ πρὸς τὰ τῶν ἰοβόλων
[l. 14] θηρίων δήγματα παραλαμβάνεται, καθάπερ τά τε καυτήρια
[l. 15] καὶ ὅσα τῶν φαρμάκων ἐστὶ θερμὰ καὶ δριμέα καὶ λεπτομερῆ
[l. 16] καὶ ῥᾳδίως ἐκ τοῦ βάθους ἐπισπώμενα πρὸς ἑαυτὰ
[l. 17] τὴν παρακειμένην ἅπασαν ὑγρότητα. ἡ δὲ συνοῦσα πικρότης
[l. 18] αὐτῇ βραχεῖα μέν ἐστι παντελῶς· δρᾷ δ’ ἅπερ ἡ ἰσχυροτάτη
[p. 12.6]
[l. 1] πρὸς ἔνια, διὰ τὸ συνεῖναι σφοδρᾷ θερμότητι μετὰ
[l. 2] λεπτομεροῦς οὐσίας. οὕτω γοῦν ἀσκαρίδας τε καὶ ἕλμινθας
[l. 3] ὁ χυλὸς αὐτῆς ἐνιέμενός τε καὶ πινόμενος ἀναιρεῖν πέφυκε.
[l. 4] κατὰ δὲ τὸν αὐτὸν 13.183. λόγον καὶ τοὺς ἐν ὠσὶ σκώληκας,
[l. 5] ἢ εἴ που καθ’ ἕλκους σηπεδονώδους ἑτέρωθι τοῦ σώματος
[l. 6] ἡ τοιαύτη γένοιτο διάθεσις. οὕτω δὲ καὶ τὰ κυούμενα πινομένη
[l. 7] τε καὶ προστιθεμένη διαφθείρει τε καὶ ἐκβάλλει. ἡ
[l. 8] μὲν οὖν τμητικὴ δύναμις ὑπάρχει διά τε τὸ θερμὸν αὐτῆς
[l. 9] καὶ λεπτομερὲς καὶ πικρὸν, ἡ δὲ ῥυπτικὴ διὰ τὸ πικρὸν
[l. 10] μόνον. καὶ τοίνυν ὀνίνησι τοὺς μὲν ἀσθματικοὺς διὰ πάντα
[l. 11] τὰ εἰρημένα, τοὺς δ’ ἰκτεριώδεις διὰ τὴν πικρότητα μάλιστα,
[l. 12] καθάπερ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ πικρὰ τῷ ῥύπτειν
[l. 13] τε καὶ καθαίρειν τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις. ἔστι
[l. 14] δ’ εἰς ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειος.
[l. 15] β΄. Περὶ καλάμου ἀρωματικοῦ. Κάλαμος ἀρωματικὸς
[l. 16] καὶ στύψεως βραχείας καὶ δριμύτητος ἐλαχίστης μετέχει.
[l. 17] τὸ δὲ πλεῖστον αὐτοῦ γεώδους οὐσίας ἐστὶ καὶ ἀερώδους,
[l. 18] εὔκρατον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα συζυγίᾳ.
[p. 12.7]
[l. 1] ὅθεν οὐρητικός τε μετρίως ἐστὶν καὶ ταῖς πρὸς ἧπαρ
[l. 2] καὶ στόμαχον ἐπιτιθεμέναις μίγνυται δυνάμεσιν, εἴς τε τὰς
[l. 3] τῆς ὑστέρας πυρίας, ὅσαι φλεγμονῆς ἕνεκεν ἢ καταμηνίων
[l. 4] ἐρεθισμοῦ παραλαμβάνονται, χρησίμως μίγνυται. κείσθω τοίνυν
[l. 5] δευτέρας τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων, καὶ
[l. 6] σφοδρότερόν γε ξηραινόντων ἢ θερμαινόντων. ἔχει δέ τι καὶ
[l. 7] λεπτομερὲς, ὥσπερ καὶ τἄλλα σύμπαντα ἀρώματα. ἀλλ’ ἐκείνων
[l. 8] μὲν τοῖς πλείστοις πάμπολυ τὸ λεπτομερὲς ὑπάρχει,
[l. 9] τῷ καλάμῳ δ’ οὐ πολύ.
[l. 10] γ΄. Περὶ καλάμου φραγμίτου. Καλάμου φραγμίτου
[l. 11] τὴν ῥίζαν σὺν βολβοῖς ἀκίδας καὶ σκόλοπας ἐκ βάθους ἐπισπᾶσθαί
[l. 12] τινες ἔγραψαν, ὡς ἂν ἑλκτικῆς τινος ὑπαρχούσης
[l. 13] αὐτῇ δυνάμεως. οὐ μὴν ἡμεῖς γε ἐπειράθημεν, ὅσον μέντοι
[l. 14] τῇ γεύσει τεκμήρασθαι, ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης,
[l. 15] ἥκιστα δριμείας. τὰ μέντοι φύλλα τὰ χλωρὰ μετρίως
[l. 16] ἐμψύχει, μετέχοντα τῆς ῥυπτικῆς καὶ ταῦτα δυνάμεως. ὁ
[l. 17] φλοιὸς δὲ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς
[l. 18] γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικὸν, ὥστε καὶ ξηραίνειν
[p. 12.8]
[l. 1] καὶ θερμαίνειν κατὰ τὴν τρίτην που τάξιν, καὶ πλέον
[l. 2] γε ξηραίνειν ἢ θερμαίνειν. φυλάττεσθαι δ’ αὐτοῦ προσήκει
[l. 3] τὴν καλουμένην ἀνθήλην. ἐμπίπτουσα γὰρ τοῖς ὠσὶν ἐμπλάττεται
[l. 4] ἀναπολύτως καὶ κακοῖ τὴν ἀκοὴν, ὥστε κωφώσεις
[l. 5] ἐργάζεσθαι πολλάκις.
[l. 6] δ΄. Περὶ καγκάνου. Καγκάνου ἡ ῥίζα δυνάμεως μέν
[l. 7] ἐστιν ἀδήκτου τε καὶ μετρίως ξηραντικῆς, οὐσίας δὲ παχυμεροῦς
[l. 8] ἐμπλαστικῆς. ὅθεν οἴνῳ βρεχομένη, καθάπερ ἡ τραγάκανθα
[l. 9] καὶ ἐκλειχομένη, τὰς τῆς ἀρτηρίας ἰᾶται τραχύτητας,
[l. 10] οὐδὲν δ’ ἧττον, εἰ καὶ διαμασήσαιτό τις αὐτὴν, ὁ
[l. 11] παραῤῥέων χυλὸς ὀνίνησι τὴν ἀρτηρίαν ὁμοίως τῷ τῆς
[l. 12] γλυκυρίζης.
[l. 13] 13.184. ε΄. Περὶ καννάβεως. Καννάβεως ὁ καρπὸς ἄφυσός
[l. 14] τε καὶ ξηραντικὸς εἰς τοσοῦτόν ἐστιν ὡς, εἰ πλείων βρωθείη,
[l. 15] ξηραίνειν τὴν γονήν. ἔνιοι δὲ χλωρὸν αὐτὸν χυλίζοντες
[l. 16] εἰς ὤτων ἀλγήματα χρῶνται τὰ κατ’ ἔμφραξιν, ὡς ἐμοὶ
[l. 17] δοκεῖ, γινόμενα.
[l. 18] στ΄. Περὶ καπνίου. Κάπνιος οἱ δὲ καπνὸν ὀνομάζουσι,
[l. 19] δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότητος, οὐκ ἀπήλλακται
[p. 12.9]
[l. 1] δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς, ὅθεν οὖρά τε
[l. 2] χολώδη προτρέπει πολλὰ καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις τε
[l. 3] καὶ ἀτονίας ἰᾶται, καὶ ὁ χυλὸς δ’ αὐτῆς ὀξυδερκής ἐστι καὶ
[l. 4] ἐπισπώμενος οὐκ ὀλίγον δάκρυον, ὥσπερ ὁ καπνὸς, ἐντεῦθεν
[l. 5] δ’ αὐτῇ καὶ τοὔνομα. ἐχρῆτο δ’ αὐτῇ τις ἰδιώτης καὶ
[l. 6] ὡς στόμαχον ῥωννυούσῃ μετὰ τοῦ καὶ γαστέρα λαπάσσειν.
[l. 7] ἐξήραινε γὰρ τὴν πόαν πρότερον καὶ ἀπετίθετο καὶ οὕτως
[l. 8] ἀπέπασσεν ὑπαγωγῆς μὲν ἕνεκα μελικράτῳ, ῥωννύναι δὲ βουλόμενος
[l. 9] τὸν στόμαχον οἴνῳ κεκραμένῳ δηλονότι.
[l. 10] 2.88. ζ΄. Περὶ καππάρεως. Καππάρεως ὁ μὲν τῆς
[l. 11] ῥίζης φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, δευτέραν
[l. 12] δὲ τὴν δριμεῖαν, ἐφεξῆς δὲ ταύτῃ τὴν στρυφνήν. ᾧ καὶ
[l. 13] δῆλον ὡς ἐκ διαφόρων τε καὶ μαχομένων σύγκειται δυνάμεων.
[l. 14] ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν τε καὶ
[l. 15] τέμνειν τῇ συνιούσῃ πικρότητι, θερμαίνειν δὲ καὶ τέμνειν
[l. 16] καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ πιλεῖν καὶ σφίγγειν
[l. 17] τῇ στρυφνότητι. καὶ διὰ τοῦτο σπλῆνας μὲν σκιῤῥώδεις,
[l. 18] εἴ πέρ τι καὶ ἄλλο, καὶ τοῦτο τὸ φάρμακον ὀνίνησιν, ἔξωθεν
[l. 19] δὲ τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω δὲ
[p. 12.10]
[l. 1] τοῦ σώματος λαμβανόμενον, ἤτοι ἀφεψημένον ἐν ὄξει καὶ
[l. 2] ὀξυμέλιτι καὶ τοῖς τοιούτοις, ἢ ξηρὸν κεκομμένον ἀναμιγνύμενον
[l. 3] αὐτοῖς. καὶ γὰρ δὴ καὶ κενοῖ φανερῶς τοὺς γλίσχρους
[l. 4] καὶ παχεῖς χυμοὺς οὕτω ληφθὲν, οὐ δι’ οὔρων μόνον, ἀλλὰ
[l. 5] καὶ κατὰ γαστέρα. πολλάκις δὲ καὶ αἱματώδη διαχωροῦσιν,
[l. 6] ἐφ’ οἷς οἵ τε σπλῆνες ὀνίνανται καὶ αἱ κατ’ ἰσχίον ὀδύναι.
[l. 7] καὶ μὲν δὴ καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει καὶ ῥήγμασι
[l. 8] καὶ σπάσμασι βοηθεῖ. τὸ δ’ ὅτῳ χρὴ πόματι μιγνύειν
[l. 9] αὐτὴν ἐφ’ ἑκάστου τῶν παθῶν, οὐ τῆς προκειμένης πραγματείας
[l. 10] ἐστὶν, ἀλλ’ ἤτοι τῆς περὶ συνθέσεως φαρμάκων, ἢ τῆς
[l. 11] θεραπευτικῆς μεθόδου. καὶ καταπλαττόμενος δὲ τοῖς κακοήθεσιν
[l. 12] ἕλκεσι τῆς ῥίζης ὁ φλοιὸς ἀγαθὸν φάρμακον, ὡς ἂν
[l. 13] ἀποῤῥύπτειν τε δυνάμενος αὐτὰ καὶ ξηραίνειν ἰσχυρῶς, καὶ
[l. 14] τοὺς τῶν ὀδόντων τε πόνους κατὰ τὰς προειρημένας ὠφελεῖ
[l. 15] ποιότητας, ἐνίοτε μὲν ὄξει συνεψηθεὶς, ἐνίοτε δ’ οἴνῳ,
[l. 16] πολλάκις δ’ αὐτὸς μόνος ἐνδακνόμενος. ἔστι δὲ οὐδὲ τούτων
[l. 17] τοὺς καιροὺς διορίσαι τῆς ἐνεστώσης πραγματείας. οὐ
[l. 18] γὰρ τοῦτο πρόκειται νῦν, ἀλλ’ ἐξ ἑκάστου τῶν κατὰ μέρος
[p. 12.11]
[l. 1] ἔργων ἔνδειξίν τινα λαβεῖν τῶν δυνάμεων αὐτῆς, ἀναγαγόντα
[l. 2] τὸν λόγον ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποκειμένας ἀρχάς. εὔδηλον
[l. 3] οὖν ἐκ τῶν εἰρημένων ὡς τμητική τις ἐν αὐτῇ δύναμίς
[l. 4] ἐστι καὶ ῥυπτικὴ καὶ διαφορητικὴ καὶ συνακτική. καὶ
[l. 5] γὰρ δὴ καὶ ἀλφοὺς ἀφαιρεῖ σὺν ὄξει καὶ χοιράδας καὶ ὄγκους
[l. 6] σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις
[l. 7] μιγνυμένη. τῷ δὲ φλοιῷ τῆς ῥίζης ὁ καρπὸς ἀνάλογον
[l. 8] ἔχει δυνάμεως, πλὴν ὅσον ἀσθενέστερός ἐστιν εἰς ἅπαντα.
[l. 9] 13.185. καὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς αὐτῶν
[l. 10] ὁμοίας εἰσὶ δυνάμεως, καὶ ἔγωγέ ποτε τοῖς φύλλοις οἶδα
[l. 11] διαφορήσας ἐν ὀλίγαις ἡμέραις χοιραδώδη σκληρότητα. μίγνυμεν
[l. 12] δ’ αὐτοῖς δηλονότι τῶν ἀμβλυνόντων τι τὸ σφοδρὸν
[l. 13] τῆς δυνάμεως. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τοὺς ἐν ὠσὶ
[l. 14] σκώληκας ὁ χυλὸς ἀναιρεῖ διὰ τὴν πικρότητα. ἡ δ’ ἐν τοῖς
[l. 15] θερμοῖς πάνυ χωρίοις γεννωμένη κάππαρις, ὥσπερ καὶ ἡ ἐν
[l. 16] Ἀραβίᾳ, πολὺ τῆς παρ’ ἡμῖν ἐστι δριμυτέρα, ὥστε καὶ τῆς
[l. 17] καυστικῆς ἐπιπλέον μετέχει δυνάμεως.
[l. 18] η΄. Περὶ καρδάμου. Καρδάμου τὸ σπέρμα καυστικῆς
[p. 12.12]
[l. 1] μετέχει δυνάμεως, ὥσπερ τὸ νᾶπυ, καὶ διὰ τοῦτο ἰσχιάδας,
[l. 2] κεφαλαλγίας καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν
[l. 3] αὐτῷ, καθάπερ τῷ νάπυϊ. μίγνυται δὲ καὶ
[l. 4] τοῖς πρὸς τοὺς ἀσθματικοὺς διδομένοις φαρμάκοις, ὡς ἂν
[l. 5] δηλονότι τέμνειν ἰσχυρῶς τοὺς παχεῖς χυμοὺς δυνάμενον,
[l. 6] ὥσπερ καὶ τὸ νᾶπυ· προσέοικε γὰρ ἐκείνῳ τὰ πάντα. καὶ
[l. 7] ἡ πόα δὲ ξηρὰ μὲν γενομένη παραπλησίας ἐστὶ τῷ σπέρματι
[l. 8] δυνάμεως, ὑγρὰ δὲ ἔτι καὶ χλωρὰ διὰ τὴν ἐπιμιξίαν
[l. 9] τῆς ὑδατώδους ὑγρότητος ἀπολείπεται πάμπολυ καὶ οὕτως
[l. 10] ἐστὶ μέτριος ἐν τῷ τοιῷδε τὴν δῆξιν ὥστε καὶ μετ’ ἄρτου
[l. 11] δυνατὸν αὐτῇ χρῆσθαι καθάπερ ὄψῳ.
[l. 12] θ΄. Περὶ καρδαμώμου. Καρδάμωμον ἔστι μὲν ἀμέλει
[l. 13] καὶ τοῦτο θερμῆς ἱκανῶς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρῶς
[l. 14] ὡς τὸ κάρδαμον, ἀλλ’ ὅσον ἥδιόν τε καὶ ἀρωματικώτερον
[l. 15] ὑπάρχει καρδάμου, τοσοῦτο καὶ τῆς θερμῆς δυνάμεως
[l. 16] ἀσθενεστέρας μετείληφεν. οὐ μὴν ἑλκοῦν ἱκανόν ἐστι καὶ
[l. 17] αὐτὸ καθ’ αὑτὸ καταπλασσόμενον, ἔχει δέ τι καὶ πικρότητος
[l. 18] ἐμφερόμενον ἑαυτῷ, δι’ ἣν καὶ τὰς ἕλμινθας ἀναιρεῖ
[l. 19] καὶ ψώρας ἰσχυρῶς ἀποῤῥύπτει καὶ σὺν ὄξει.
[l. 1] ι΄. Περὶ κάρου. Κάρου τὸ σπέρμα θερμαίνει καὶ
[l. 2] ξηραίνει κατὰ τὴν τρίτην που τάξιν δριμεῖαν μετρίως ἔχον
[l. 3] τὴν ποιότητα. ταῦτά τοι καὶ ἄφυσόν ἐστι καὶ οὐρητικὸν
[l. 4] οὐ τὸ σπέρμα μόνον, ἀλλὰ τὸ φυτὸν.
[l. 5] ια΄. Περὶ κασίας. Κασία ξηραίνει καὶ θερμαίνει κατὰ
[l. 6] τὴν τρίτην που τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς, ἐν
[l. 7] δὲ τῇ γεύσει πλεῖστον μὲν ἐν αὐτῇ τὸ δριμὺ, βραχὺ δέ τι
[l. 8] καὶ στῦφον, ὥστε καὶ διὰ πάντα ταῦτα τέμνει τε ἅμα καὶ
[l. 9] διαφορεῖ τὰ κατὰ τὸ σῶμα περιττὰ, καὶ πρὸς τούτοις ἔτι
[l. 10] ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. ἐπιτήδειος δὲ καὶ πρὸς τὰς
[l. 11] τῶν καταμηνίων ἐπισχέσεις ἐστὶν, ὅταν ὑπὸ πλήθους τε ἅμα
[l. 12] καὶ πάχους τῶν περιττωμάτων αὐτάρκως κενοῦσθαι
[l. 13] κωλύηται.
[l. 14] ιβ΄. Περὶ καρύων. Κάρυα. τὸ δένδρον ἔχει μέν τι
[l. 15] κᾀν τοῖς βλαστοῖς κᾀν τοῖς φύλλοις στυπτικὸν, ἐναργὲς δὲ
[l. 16] καὶ πλεῖστον ἐν τῷ τοῦ καρύου λέμματι προσφάτῳ τε καὶ
[l. 17] ξηρῷ. χρῶνται γοῦν αὐτῷ διὰ τοῦτο καὶ οἱ βαφεῖς. ἡμεῖς
[l. 18] δὲ καὶ ἐκθλίβοντες αὐτὰ καὶ τὸν χυλὸν ὁμοίως τῷ τῶν
[p. 12.14]
[l. 1] μόρων τε καὶ βάτων ἕψοντες σὺν μέλιτι στοματικῷ χρώμεθα
[l. 2] φαρμάκῳ, καὶ πρὸς τἄλλα πάντα, 13.186. πρὸς ἅπερ ἁρμόττουσιν
[l. 3] οἱ προειρημένοι χυλοί· τοῦ καρύου δ’ αὐτοῦ τὸ
[l. 4] μὲν ἐδώδιμον ἐλαιῶδές τ’ ἐστὶ καὶ λεπτομερὲς, ὥστε διὰ
[l. 5] τοῦτο καὶ ἐκχυλοῦται ῥᾳδίως καὶ μᾶλλον, ὅσῳ περ ἂν ἀποκείμενον
[l. 6] χρονίζῃ, τοιοῦτο γίνεται. ἔλαιον γοῦν ἐκθλῖψαι δυνατόν
[l. 7] ἐστιν ἐξ αὐτοῦ παλαιουμένου. τηνικαῦτα δὲ καὶ διαφορητικὸν
[l. 8] ἱκανῶς γίγνεται. ὥστε τινὲς καὶ γαγγραίνας αὐτῷ
[l. 9] καὶ ἄνθρακας καὶ αἰγίλωπας ἰῶνται, τινὲς δὲ καὶ πρὸς
[l. 10] τὰ νευρότρωτα χρῶνται. πρόσφατον δ’ ὑπάρχον ἔχει τι καὶ
[l. 11] τῆς στυφούσης ποιότητος. τὸ δ’ ἀτελὲς ἔτι καὶ μηδέπω ξηρὸν,
[l. 12] ὁμοίως τοῖς ἄλλοις καρποῖς, ὅσοι χλωροὶ, πλῆρές ἐστιν
[l. 13] ὑγρότητος ἡμιπέπτου. τὸ μέντοι λέπος αὐτοῦ τὸ ξηρὸν καυθὲν
[l. 14] λεπτομερές τε γίνεται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρμακον.
[l. 15] ἔστι δὲ καὶ ἕτερόν τι γένος καρύων μικροτέρων, ἃ
[l. 16] δὴ Ποντικὰ προσαγορεύεται, πλείονος μετέχον τῆς γεώδους
[l. 17] οὐσίας ψυχρᾶς, ὥστε καὶ αὐστηρότερον γευομένῳ τό τε φυτὸν
[l. 18] αὐτὸ καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς φαίνεται, τὰ δ’ ἄλλα
[p. 12.15]
[l. 1] παραπλήσιον ὑπάρχει τῷ μεγάλῳ καρύῳ τῷ καλουμένῳ πρός
[l. 2] τινων βασιλικῷ. προσαγορεύεται δὲ τὸ μικρὸν τοῦτο κάρυον
[l. 3] ὑπὸ τῶν πολλῶν λεπτοκάρυον.
[l. 4] 2.89. ιγ΄. Περὶ καυκαλίδος. Καυκαλίς. ἔνιοι δὲ τοῦτο
[l. 5] δαῦκον ἄγριον ὀνομάζουσιν· ἔστι γὰρ ὅμοιον αὐτῷ καὶ κατὰ
[l. 6] τὴν γεῦσιν καὶ κατὰ τὴν δύναμιν. θερμαίνει τε γὰρ ὡς
[l. 7] ἐκεῖνο καὶ ξηραίνει καὶ διουρεῖται, καὶ ταριχεύεταί γε εἰς
[l. 8] ἀπόθεσιν.
[l. 9] ιδ΄. Περὶ καρπησίου. Καρπήσιον ὅμοιον μὲν ὑπάρχει
[l. 10] τῷ καλουμένῳ φοῦ κατά τε τὴν γεῦσιν καὶ τὴν δύναμιν,
[l. 11] ἐπιπλέον δ’ ἐστὶ λεπτομερὲς, διὸ καὶ μᾶλλον ἐκείνου
[l. 12] ῥύπτει τὰς τῶν σπλάγχνων ἐμφράξεις καὶ οὖρα κινεῖ καὶ
[l. 13] νεφροὺς ἐκκαθαίρει λιθιῶντας. οὐ μὴν εἰς τοσοῦτόν γε λεπτομερές
[l. 14] ἐστιν, ὡς ἀντὶ κινναμώμου χρῆσθαι μὴ παρόντος,
[l. 15] ὥσπερ ὁ Κόϊντος ἔπραττεν. ἄμεινον μὲν οὖν ἐστι τὸ Ποντικὸν
[l. 16] καρπήσιον τοῦ Λαερτικοῦ, οὐ μὴν οὐδ’ αὐτὸ πλησίον
[l. 17] κινναμώμου τὴν δύναμιν, ἀλλὰ καὶ τῆς ἀρίστης κασίας οὐκ
[l. 18] ὀλίγῳ λειπόμενον. ὠνόμασται δ’ ἑκάτερον ἀπό τινων ὀρῶν
[p. 12.16]
[l. 1] τῆς Παμφυλίας, ἐν οἷς γεννᾶται καὶ πλείστων αὐτῶν εὐπορήσαις
[l. 2] ἂν ἐν Συρίῃ.
[l. 3] ιε΄. Περὶ κέγχρου. Κέγχρος ψύχει μὲν κατὰ τὴν πρώτην
[l. 4] τάξιν, ξηραίνει δὲ ἤτοι κατὰ τὴν τρίτην ἐκλελυμένην
[l. 5] ἢ τὴν δευτέραν ἐπιτεταμένην. ἔστι δέ περ καὶ λεπτομερὴς
[l. 6] ἐπ’ ὀλίγον. ἐξ οὖν τῆς τοιαύτης συστάσεώς τε καὶ κράσεως
[l. 7] ἐσθιόμενος μὲν ὡς ἔδεσμα παντελῶς ὀλιγότροφόν ἐστιν
[l. 8] ἁπάντων σχεδόν τι τῶν σιτηρῶν ἐδεσμάτων. ἀτὰρ οὖν καὶ
[l. 9] τὴν κοιλίαν ἐπιξηραίνει, ἔξωθεν δὲ ἐπιτιθέμενος διά τε μαρσύππων
[l. 10] ἐπιτήδειός ἐστι πυρία τοῖς ἀδήκτως ξηρανθῆναι
[l. 11] δεομένοις, καὶ καταπλασσόμενος δὲ ξηραίνειν πέφυκεν, ἱκανῶς
[l. 12] μέντοι ψαθυρὸν καὶ διὰ τοῦτο δύσχρηστον γίγνεται τὸ
[l. 13] δι’ αὐτοῦ κατάπλασμα.
[l. 14] 13.187. ιστ΄. Περὶ κέδρου. Κέδρος ἐστὶ μὲν διττὴ
[l. 15] κατ’ εἶδος, ἡ μὲν ἑτέρα θαμνώδης, ὁμοίως ταῖς ἀρκεύθοις,
[l. 16] ἡ δ’ ἑτέρα δένδρον οὐ μικρόν. εἰσὶ δ’ ἀμφότεραι θερμῆς
[l. 17] καὶ ξηρᾶς κράσεως, ἐκ τῆς τρίτης που τάξεως κατ’ ἄμφω.
[l. 18] ἡ μέντοι κεδρέα, καλεῖται δ’ οὕτω τὸ ἔλαιον τὸ ἐκ τῆς
[l. 19] κέδρου, καὶ τῆς τετάρτης ἂν ἤδη δόξειεν ἐφάπτεσθαι τάξεως,
[p. 12.17]
[l. 1] ἱκανῶς θερμή τε ἅμα καὶ λεπτομερὴς ὑπάρχουσα. τὰς μὲν
[l. 2] οὖν ἁπαλὰς σάρκας ἑτοίμως τε ἅμα καὶ ἀνωδύνως σήπει,
[l. 3] καθάπερ καὶ τἄλλα, τὰ τῆς μὲν αὐτῆς τάξεως ὑπάρχοντα
[l. 4] κατὰ τὸ θερμαίνειν, λεπτομερῆ δὲ ταῖς οὐσίαις ὄντα· ἐπὶ δὲ
[l. 5] τῶν σκληρῶν ἐν χρόνῳ τε πλείονι καὶ μόγις ἐνεργεῖ. καλεῖται
[l. 6] μὲν οὖν τὰ τοιαῦτα φάρμακα πάντα σηπτικά τε καὶ
[l. 7] σηπτά. διαφέρει δ’ ἀλλήλων κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον.
[l. 8] ἔστι δὲ καὶ αὐτῶν τῶν τοιούτων φαρμάκων ἐκ τῆς πρώτης
[l. 9] τε καὶ ἀσθενεστάτης τάξεως ἡ κεδρέα· τὰ πλεῖστα γὰρ αὐτῶν
[l. 10] ἐστιν ἱκανῶς δραστήρια. τὰ μὲν οὖν τοιαῦτα καὶ τὰς
[l. 11] τῶν νεκρῶν σωμάτων διαφθείρει σάρκας· ἡ μέντοι κεδρέα
[l. 12] ξηραίνει τε καὶ ἄσηπτα διαφυλάττει τὰ τεθνεῶτα σώματα,
[l. 13] τὰς μὲν ὑγρότητας αὐτῶν ἐκβοσκομένη τὰς περιττὰς, τῶν
[l. 14] στερεῶν δ’ οὐχ ἁπτομένη σωμάτων. ἐπὶ δὲ τῶν ζώντων ἡ
[l. 15] θερμότης ἡ ἐν τοῖς σώμασι συναυξάνουσα τὴν δύναμιν τῆς
[l. 16] κεδρέας αἰτία γίγνεται τοῦ τὰς ἁπαλὰς σάρκας ὑπ’ αὐτῆς
[l. 17] διακαίεσθαι. θαυμαστὸν δ’ οὐδὲν, εἰ τοσαύτη τὴν δύναμιν
[l. 18] καὶ φθεῖρας καὶ κονίδας καὶ ἀσκαρίδας καὶ τοὺς ἐν τοῖς
[l. 19] ὠσὶ σκώληκας ἀναιρεῖν πέφυκεν, ἔμβρυά τε προστιθεμένη
[p. 12.18]
[l. 1] τὰ μὲν ζῶντα κτείνει, τὰ δὲ νεκρὰ ἐκβάλλει. καθάπερ οὖν
[l. 2] καὶ αὐτὸ τὸ κατὰ συνουσίαν σπέρμα, περιαλειφομένη τῷ
[l. 3] αἰδοίῳ. καὶ διὰ ταῦτ’ ἀτόκιόν ἐστι φάρμακον οὕτω χρωμένοις
[l. 4] οὐδενὸς δεύτερον, ἄλλα τε πολλὰ κατὰ μέρος ἐργάζεται
[l. 5] τοιαῦτα. τεκμήριον γοῦν τοῦ θερμαίνειν ἰσχυρῶς, ὥσπερ
[l. 6] κᾀπειδὰν τοῖς τῶν ὀδόντων ἐνσταχθῇ τρήμασι· τὸ μὲν γὰρ
[l. 7] ἄλγημα πρᾳΰνει, θραύει δ’ αὐτούς. λεπτύνει δὲ καὶ τὰς τῶν
[l. 8] ὀφθαλμῶν οὐλὰς καὶ τὰς διὰ πάχος ὑγρῶν ἀμβλυωπίας ἰᾶται.
[l. 9] τὸ δὲ λιπαρώτατον ἐξ αὐτῆς καὶ ἀκριβῶς ἐλαιωδέστατον,
[l. 10] ὃ διὰ τῶν ὑπεραιωρουμένων ἐρίων ἑψομένης ἀθροίζεται,
[l. 11] λεπτομερέστερον μὲν γίγνεται τῆς ὅλης κεδρέας, ἧττον
[l. 12] δὲ δριμὺ, καίτοι θερμαῖνον οὐχ ἧττον. ἔχει γὰρ ὡς πρὸς
[l. 13] τὸ ὑπολειπόμενον τῆς κεδρέας τὸ παχυμερέστερον τὸν αὐτὸν
[l. 14] λόγον, ὅνπερ καὶ τὸ ἔλαιον πρὸς τὴν ἀμόργην. ὅθεν ἐκεῖνο
[l. 15] μὲν, ὡς ἂν παχυμερὲς ὑπάρχον, δακνῶδές τ’ ἐστὶ καὶ ἀναστομωτικὸν,
[l. 16] καὶ διὰ τοῦτο τῶν ἑλκῶν ἐρεθιστικόν τε ἅμα
[l. 17] καὶ φλεγμονῶδες. ἡ δ’ ἐλαιώδης κεδρέα πραεῖα τὴν δύναμίν
[l. 18] ἐστιν εἰς τοσοῦτον, ὥστε τῇ πείρᾳ μαθόντες οἱ ἰδιῶται τὰ
[p. 12.19]
[l. 1] γιγνόμενα τραύματα τοῖς κειρομένοις προβάτοις ὑπὸ τῶν
[l. 2] ψαλίδων ἐπαλείφοντες αὐτὴν θεραπεύουσιν, ὥσπερ καὶ τὴν
[l. 3] ὑγρὰν πίσσαν. χρῶνται δ’ αὐτῇ καὶ πρὸς τὰς ψώρας τῶν
[l. 4] προβάτων καὶ τοὺς κρότωνας. αἱ δὲ κεδρίδες, οὕτω γὰρ
[l. 5] ὀνομάζουσιν τὸν καρπὸν τῆς κέδρου, μετριωτέραν ἔχουσι τὴν
[l. 6] δύναμιν, ὥστε καὶ ἐσθίεσθαι δύνασθαι. πλείους μέντοι καὶ
[l. 7] τούτων, εἴ τις προσενέγκαιτο, τήν τε κεφαλὴν ἀλγεῖ καὶ
[l. 8] θερμαίνεται καὶ δάκνεται κατὰ τὴν γαστέρα.
[l. 9] 13.188. ιζ΄. Περὶ κενταυρίου τοῦ μεγάλου. Κενταυρίου
[l. 10] τοῦ μεγάλου ἡ ῥίζα ὥσπερ ἐν τῇ γεύσει ποιότητας ἐναντίας,
[l. 11] οὕτω κᾀν τῇ χρείᾳ τὰς ἐνεργείας ἐπιδείκνυται. κατὰ μὲν οὖν
[l. 12] γεῦσιν δριμεῖά τε ἅμα καὶ στύφουσα φαίνεται μετά τινος
[l. 13] βραχείας γλυκύτητος, κατὰ δὲ τὰς ἐνεργείας ἡ μὲν δριμύτης
[l. 14] τὰ τῆς θερμότητος ἔργα διαδείκνυται, προτρέπουσα καταμήνια
[l. 15] καὶ ἔμβρυα νεκρὰ κατασπῶσα καὶ ζῶντα διαφθείρουσά
[l. 16] τε καὶ ἐκβάλλουσα, ἡ δὲ στύψις τὰ τῆς παχυμεροῦς καὶ
[l. 17] γεώδους ψυχρότητος, ἔν τε τῷ κολλᾷν τὰ τραύματα καὶ
[l. 18] τοὺς αἷμα πτύοντας ὠφελεῖν. δίδονται δ’ αὐτοῖς δραχμαὶ
[p. 12.20]
[l. 1] δύο, τοῖς μὲν πυρέσσουσι μεθ’ ὕδατος, τοῖς δὲ ἀπυρέτοις·
[l. 2] μετ’ οἴνου, κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν ποιοτήτων ἐνέργειαν
[l. 3] καὶ ῥήγμασι καὶ σπάσμασι καὶ δυσπνοίᾳ καὶ ταῖς πεπαλαιωμέναις
[l. 4] ἁρμόττει βηξίν. οὐ γὰρ ἐκκενῶσαι χρὴ μόνον ἐπὶ
[l. 5] τούτων τὸ παρὰ φύσιν, ἀλλὰ καὶ ῥῶσαι καὶ τονῶσαι τὰ
[l. 6] ἐκκαθαρθέντα. εἰς μὲν οὖν τὸ κενῶσαι χρήσιμος ἡ δριμύτης,
[l. 7] ὅταν μὴ μόνη μηδ’ εἰλικρινὴς ὑπάρχει, ἀλλ’ ἤτοι γλυκύτητί
[l. 8] τινι μίγνυται, ἢ οὐ πάντως γε πικρότητι. τὸ γὰρ ἰσχυρὸν
[l. 9] οὕτω γε καὶ τὸ βίαιον οὐχ ἕξει, μεμιγμένης αὐτῇ τινος οὐσίας
[l. 10] εὐκράτου, τοιαύτη γὰρ ἡ γλυκεῖα. εἰς δὲ τὸ ῥῶσαι καὶ
[l. 11] τὸ συναγαγεῖν τὰ κενωθέντα τῆς στύψεως ἡ χρεία. τὰ δ’
[l. 12] αὐτὰ τῇ ῥίζῃ καὶ ὁ χυλὸς αὐτῆς ἐργάζεται καί τινες ἀντὶ
[l. 13] λυκίου χρῶνται τῷ φαρμάκῳ.
[l. 14] 2.90. ιη΄. Περὶ κενταυρίου μικροῦ. Κενταυρίου τοῦ
[l. 15] μικροῦ μὲν ἡ ῥίζα παντάπασιν ἄπρακτος, οἱ δὲ κλῶνές γε
[l. 16] καὶ μᾶλλον τὰ φύλλα τὰ ἐπ’ αὐτῶν καὶ τὰ ἄνθη χρησιμώτατα.
[l. 17] κρατεῖ δ’ ἐν αὐτοῖς ἡ πικρὰ ποιότης, ὀλίγον τι καὶ
[l. 18] στύψεως μετέχουσα, καὶ διὰ τὴν τοιαύτην κρᾶσιν ἰσχυρῶς
[p. 12.21]
[l. 1] ξηραντικόν ἐστι τὸ φάρμακον, ἄνευ δήξεως. ὅτι δὲ πάντα
[l. 2] τὰ τοιαῦτα χρησιμώτερα καὶ πρόσθεν μὲν εἴρηται καὶ νῦν
[l. 3] δ’ οὐδὲν ἧττον ἀναμνῆσαι καιρὸς, ἁπάσας αὐτοῦ τὰς κατὰ
[l. 4] μέρος ἐνεργείας διελθόντες. τά τε οὖν μεγάλα τραύματα κολλᾶται
[l. 5] καταπλαττόμενα, τῆς πόας αὐτῆς ἔτι προσφάτου, καὶ
[l. 6] τὰ παλαιὰ δὲ καὶ τὰ δυσκατούλωτα τῶν ἑλκῶν ἐπουλοῦται,
[l. 7] κατὰ τὸν αὐτὸν τρόπον χρωμένων, καὶ ξηρανθεῖσα δὲ ταῖς
[l. 8] κολλητικαῖς τε καὶ ξηραντικαῖς μίγνυται δυνάμεσιν, ὅσαι
[l. 9] κόλπους καὶ σύριγγας ἰᾶσθαι πεφύκασι, καὶ τὰς παλαιὰς
[l. 10] σκληρότητας μαλάσσειν καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶσθαι.
[l. 11] μίγνυται δὲ τοῖς τὰς ῥευματικὰς διαθέσεις ἰωμένοις, ἐφ’ ὧν
[l. 12] ἄριστα φάρμακά ἐστιν ὅσα ξηραίνοντα σφοδρῶς ἅμα τινὶ
[l. 13] στύψει μηδεμίαν ἔχει δῆξιν. τὸ δ’ ἀφέψημα τῆς πόας ἐνιᾶσί
[l. 14] τινες ἰσχιαδικοῖς, ὡς ἄγον χολώδη τε καὶ παχέα, καὶ γὰρ
[l. 15] καθαίρει τοιαῦτα, καὶ μὲν δὴ καὶ ὅταν ἐνεργήσῃ σφοδρῶς,
[l. 16] ὡς αἱματώδη κενοῦν, ὠφελεῖ μᾶλλον. ὁ δὲ χυλὸς αὐτοῦ
[l. 17] πλησίας ὑπάρχων δυνάμεως, τουτέστι τῆς ξηραντικῆς τε καὶ
[l. 18] ῥυπτικῆς, τά τε ἄλλα τὰ προειρημένα καλῶς ἐργάζεσθαι πέφυκε
[p. 12.22]
[l. 1] καὶ μετὰ μέλιτος ὑπαλείφεται τοῖς ὀφθαλμοῖς, ἔμμηνὰ
[l. 2] τε προστιθέμενος ἄγει καὶ ἔμβρυα. διδόασι δ’ αὐτοῦ πίνειν
[l. 3] ἔνιοι καὶ τοῖς τὰ νεῦρα πεπονθόσιν, ὡς κενοῦντός τε καὶ
[l. 4] ξηραίνοντος ἀλύπως τὰ ἐμπεπλασμένα. καὶ γὰρ οὖν καὶ τῶν
[l. 5] καθ’ ἧπαρ ἐμφράξεων ἄριστόν ἐστι φάρμακον, ἀγαθὸν δὲ
[l. 6] καὶ σπληνὶ σκιῤῥουμένῳ, καὶ ἔξωθεν μὲν ἐπιτιθέμενον, οὐδὲν
[l. 7] δὲ ἧττον εἰ καὶ πίνειν τις ἐθέλει.
[l. 8] 13.189. ιθ΄. Περὶ κεράσου. Κέρασος τὸ δένδρον καρπὸν
[l. 9] φέρει, στύψεως οὐκ ἴσης ἐν ἅπασι τοῖς κατὰ μέρος φυτοῖς
[l. 10] μετέχον· καὶ γὰρ καὶ τούτων, ὥσπερ καὶ τῶν ῥοιῶν
[l. 11] καὶ τῶν μήλων, ἐν τισὶ μὲν ἡ αὐστηρὰ ποιότης, ἐν τισὶ δὲ
[l. 12] ἡ γλυκεῖα, ἐν τισὶ δὲ ἡ ὀξεῖα κρατεῖ. καὶ μὲν δὴ καὶ αὐτῶν
[l. 13] τῶν γλυκέων ὅσα μήπω πέπειρα τὰ μὲν ἱκανῶς στρυφνὰ
[l. 14] τετύχηκεν ὄντα, τὰ δὲ ὀξέα τοῖς μόροις ὡσαύτως. ἀλλ’ ἐν
[l. 15] μὲν τοῖς μόροις τοῖς ἀώροις ἡ ὀξεῖα ποιότης ἐπικρατεῖ τῆς
[l. 16] στρυφνῆς, ἐν δὲ τοῖς κερασίοις οὐκ ἀεί. τὰ μὲν οὖν γλυκύτερα
[l. 17] μᾶλλον μὲν ὑπάγει τὰ κατὰ τὸ ἔντερον, ἧττον δ’ ἐστὶν
[l. 18] εὐστόμαχα, τὰ δ’ αὐστηρὰ τοὔμπαλιν. ὅσα δὲ ὀξέα φλεγματώδεσι
[p. 12.23]
[l. 1] καὶ περιττωματικοῖς στομάχοις ἁρμόττει. ξηραίνει τε
[l. 2] γὰρ μᾶλλον τῶν αὐστηρῶν καί τι καὶ τμητικὸν ἔχει. τὸ δὲ
[l. 3] κόμμι τοῦ δένδρου τὴν μέν τινα· κοινὴν ἔχει δύναμιν ἅπασι
[l. 4] τοῖς γλίσχροις τε ἅμα καὶ ἀδήκτοις φαρμάκοις, ἣ καὶ πρὸς
[l. 5] τὰς τετραχυσμένας ἀρτηρίας ἁρμόττει, τὴν δ’ ἴδιον, εἴ γε
[l. 6] ἀληθές ἐστιν ὃ γράφουσί τινες, ὡς μετ’ οἴνου πινόμενον
[l. 7] ὀνίνησι λιθιῶντας. ὑπάρχοι ἂν γὰρ οὕτω γέ τις αὐτῷ λεπτομερὴς
[l. 8] δύναμις.
[l. 9] κ΄. Περὶ κερατωνίας. Κερατωνία ξηραντικῆς ἐστι καὶ
[l. 10] στυπτικῆς δυνάμεως, ὥσπερ καὶ ὁ καρπὸς αὐτῆς τὰ κεράτια
[l. 11] καλούμενα, μετέχων δηλονότι καὶ γλυκύτητός τινος. πέπονθε
[l. 12] δέ τι καὶ ταῦτα τοῖς κερασίοις παραπλήσιον. ὑγρὰ μὲν γὰρ
[l. 13] μᾶλλον ὑπάγει τὴν γαστέρα, ξηρὰ δ’ ἵστησι μᾶλλον, ὡς ἂν
[l. 14] ἀποπνέοντα μὲν τὴν ὑγρότητα, τὸ γεωδέστερον δὲ τῆς οὐσίας
[l. 15] ὑπολειπόμενον ἔχοντα.
[l. 16] κα΄. Περὶ κέστρου. Κέστρον ἢ ψυχότροφον, Ῥωμαϊστὶ
[l. 17] δὲ βετονίκη, δύναμιν ἔχει τμητικὴν, ὡς ἡ γεῦσις δηλοῖ. πικροτέρα
[l. 18] γάρ ἐστι καὶ ὑπόδριμυς ἡ πόα, ὡς δηλοῖ καὶ ἡ κατὰ
[p. 12.24]
[l. 1] μέρος ἐνέργεια. καὶ γὰρ τοὺς ἐν νεφροῖς λίθους διαιρεῖ καὶ
[l. 2] πνεύμονα καὶ θώρακα καὶ ἧπαρ καθαίρει τε καὶ διαῤῥύπτει
[l. 3] καὶ καταμήνια κινεῖ καὶ ἐπιλήπτους ὠφελεῖ καὶ ῥήγματα
[l. 4] καὶ σπάσματα θεραπεύει, καὶ πᾶσι τοῖς τῶν θηρίων δήγμασιν
[l. 5] ἐπιπλαττομένη τῷ ἕλκει βοηθεῖ καὶ ὀξυρεγμιῶντάς τε καὶ
[l. 6] ἰσχιαδικοὺς ὀνίνησι πινόμενον.
[l. 7] κβ΄. Περὶ κηκίδος. Κηκὶς ἡ μὲν ὀμφακῖτις ὀνομαζομένη
[l. 8] στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς
[l. 9] τὸ πλεῖστον μετέχουσα, δι’ ἣν ξηραίνει καὶ ἀποκρούεται
[l. 10] ῥεύματα καὶ συνάγει καὶ σφίγγει τὰ χαλαρὰ καὶ ἄῤῥωστα
[l. 11] μόρια καὶ πᾶσι τοῖς ῥοώδεσι πάθεσι γενναίως ἀνθίσταται.
[l. 12] καὶ κείσθω τῆς τρίτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας
[l. 13] δὲ ἐν τῷ ψύχειν τάξεως. ἡ δ’ ἑτέρα κηκὶς, ἡ ξανθὴ
[l. 14] καὶ χαύνη καὶ μεγάλη, ξηραίνει μὲν καὶ αὐτὴ, ἀλλ’ εἰς τοσοῦτον
[l. 15] ἧττον, εἰς ὅσον καὶ τῆς στρυφνῆς ποιότητος ἧττον
[l. 16] μετείληφεν. ἑψομένη τοιγαροῦν αὐτὴ καθ’ αὑτὴν, εἶτα λειουμένη,
[l. 17] κατάπλασμα τῶν ἐν ἕδρᾳ φλεγμονῶν ἐστι καὶ προπτώσεων
[l. 18] οὐκ ἀγεννές. ἑψεῖν δὲ χρὴ μετρίας μὲν τῆς στύψεως
[p. 12.25]
[l. 1] δεόμενον ἐν ὕδατι, σφοδροτέρας δ’ ἐν οἴνῳ, καὶ εἰ
[l. 2] μᾶλλον ἔτι δέοιτο παραυξῆσαι τὴν στύψιν, ἔστω σοι καὶ ὁ
[l. 3] οἶνος αὐστηρότερος. οἰνοκηκίδα ταύτην ὀνομάζουσιν οἱ παρ’
[l. 4] ἡμῖν ἄγροικοι. 13.190. καυθεῖσαι δὲ αἱ κηκίδες ἰσχαίμου δυνάμεως
[l. 5] γίγνονται καὶ δηλονότι θερμότητος καὶ δριμύτητος
[l. 6] ἐκ τῆς καύσεως μεταλαμβάνουσι, καὶ λεπτομερέστεραι τῶν
[l. 7] ἀκαύστων εἰσὶ καὶ ξηραντικώτεραι. χρὴ δὲ ὅταν ἰσχαίμους
[l. 8] αὐτὰς ποιῆσαι βουληθῇς, διαπύρους ἐπ’ ἀνθράκων ἐργασάμενον
[l. 9] καὶ οἴνῳ, ἢ ὄξει σβεννύναι.
[l. 10] κγ΄. Περὶ κηροῦ. Κηρὸς ἐν τῷ μέσῳ πώς ἐστι τῶν
[l. 11] θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων.
[l. 12] ἔχει δέ τι καὶ παχυμερὲς καὶ ἐμπλαστικὸν, διὸ οὐ
[l. 13] μόνον οὐ ξηραίνειν, ἀλλὰ καὶ κατὰ συμβεβηκὸς ὑγραίνειν ἂν
[l. 14] ἴσως δόξειε κωλύων τὰς διαπνοὰς, ὅθεν καὶ ὕλη τῶν ἄλλων
[l. 15] ἐστὶ φαρμάκων τῶν θερμαινόντων τε καὶ ψυχόντων, αὐτὸς
[l. 16] δὲ καθ’ ἑαυτὸν ἐκ τῶν πεπτικῶν ἂν εἴη τῶν ἀσθενῶν,
[l. 17] οὔτ’ εἴσω τοῦ σώματος λαμβανόμενον, ἀλλὰ τῶν ἔξωθεν
[p. 12.26]
[l. 1] ἐπιτιθεμένων. ἔχει γάρ τι βραχὺ διαφορητικῆς τε καὶ θερμῆς
[l. 2] δυνάμεως, ἧς πλείστης τὸ μέλι μετείληφε.
[l. 3] κδ΄. Περὶ κίκεως. Κίκεως ὁ καρπὸς ὥσπερ καὶ καθαίρει,
[l. 4] ῥυπτικήν τε καὶ διαφορητικὴν ἔχει δύναμιν, οὕτω
[l. 5] καὶ τὸ φύλλον, ἀλλὰ πάντῃ ἀσθενέστερον. τό γ’ ἔλαιον τὸ
[l. 6] ἐκ τοῦ καρποῦ θερμότερόν τε καὶ λεπτομερέστερόν ἐστι
[l. 7] τοῦ κοινοῦ ἐλαίου καὶ διὰ τοῦτο καὶ διαφορητικόν.
[l. 8] 2.91. κε΄. Περὶ κινναμώμου. Κιννάμωμον ἄκρως ἐστὶ
[l. 9] λεπτομερὲς, οὐ μὴν ἄκρως γε θερμὸν, ἀλλ’ ἐκ τῆς τρίτης
[l. 10] τάξεως· οὐδὲν δ’ οὕτω ξηραίνει τῶν ἐξ ἴσου θερμαινόντων
[l. 11] αὐτῷ διὰ τὸ λεπτομερὲς τῆς οὐσίας. ἡ μέντοι κινναμωμὶς
[l. 12] οἷόν περ ἀσθενές τί ἐστι κιννάμωμον, ἔνιοι δ’ αὐτὴν ψευδοκιννάμωμον
[l. 13] ὀνομάζουσιν.
[l. 14] κστ΄. Περὶ κιρκέας. Κιρκέας τῆς πόας τὴν μὲν ῥίζαν
[l. 15] φησὶ Διοσκουρίδης σὺν οἴνῳ γλυκεῖ πινομένην ὑστέρας ἐκκαθαίρειν,
[l. 16] οὖσαν εὐώδη τε καὶ θερμαντικὴν, τὸν δὲ καρπὸν
[l. 17] ἐν ῥοφήματι διδόμενον εἰς γένεσιν γάλακτος συνεργεῖν.
[l. 1] κζ΄. Περὶ κίστου. Κίστος, ἢ κίσθαρος, στυπτικὸς θάμνος
[l. 2] ἐν τῇ γεύσει καὶ ἅπασι τοῖς κατὰ μέρος ἔργοις. τὰ μέντοι
[l. 3] φύλλα καὶ οἱ μικροὶ βλαστοὶ λειωθέντες εἰς τοσοῦτο ξηραίνουσι
[l. 4] καὶ στύφουσι, ὡς κολλᾷν τραύματα. τὰ δ’ ἄνθη
[l. 5] δραστικώτερα, ὡς μετ’ οἴνου πινόμενα δυσεντερίας καὶ γαστρὸς
[l. 6] ἀτονίας καὶ ῥεύματα καὶ ὑγρότητας ἰᾶσθαι. καταπλαττόμενα
[l. 7] δὲ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὀνίνησιν, ἔστι γὰρ ἡ
[l. 8] δύναμις αὐτῶν οὐκ ἀγεννῶς ξηραντικὴ, σχεδόν που κατὰ τὴν
[l. 9] δευτέραν ἀπόστασιν, ἀπὸ τῶν συμμέτρων ἤδη που συμπληρουμένων.
[l. 10] ἔστι δὲ ψυχρὸς εἰς τοσοῦτον ὁ θάμνος, ὡς χλιαρᾶς
[l. 11] μετέχειν θερμότητος. ἡ δὲ ὑποκιστὶς ὀνομαζομένη πολὺ δή
[l. 12] τι καὶ τῶν φύλλων ἐστὶ στυπτικωτέρα, δραστικὸν ἱκανῶς
[l. 13] φάρμακον εἰς ἅπαντα τὰ ῥοώδη πάθη, οἷον αἵματος ἀναγωγὰς,
[l. 14] ῥοῦς γυναικείους, κοιλιακάς τε καὶ δυσεντερικὰς
[l. 15] διαθέσεις. 13.191. ἀλλὰ καὶ ῥωννύναι τι μόριον εἰ βουληθείης
[l. 16] μὲν, ἔκλυτον ὑγρότητι πλείονι γεγενημένον, ἐντίθησιν
[l. 17] αὐτῷ τόνον οὐκ ἀγεννῶς. οὕτω τοι καὶ στομαχικοῖς
[l. 18] ἐπιθέμασι καὶ ἡπατικοῖς μίγνυται καὶ εἰς τὴν διὰ
[p. 12.28]
[l. 1] τῶν ἐχιδνῶν ἀντίδοτον ἐμβάλλεται ῥώσεως ἕνεκα καὶ τόνου
[l. 2] τῶν σωμάτων.
[l. 3] κη΄. Περὶ κίσθου. Κίσθος ἢ λάδανον. ἐν μὲν τοῖς
[l. 4] θερμοτέροις χωρίοις οὗτος ὁ κίσθος γεννώμενος, οὐχ ἕτερος
[l. 5] ὢν τῷ γένει τοῦ παρ’ ἡμῖν, ἐξαίρετον ἐκτήσατο διὰ τὸ χωρίον
[l. 6] ἰδίαν καὶ διαφορητικὴν θερμότητα καὶ κατ’ ἄμφω τοῦ
[l. 7] παρ’ ἡμῖν διήλλαξε, τῷ τε τὴν ψύξιν ἀποθέσθαι καὶ τῷ
[l. 8] προσλαβεῖν θερμότητα. τὰ μὲν οὖν ἄλλα τοῦ κίσθου παραπλήσια
[l. 9] τοῖς ἐπὶ τοῦ παρ’ ἡμῖν, τὸ δὲ καλούμενον λάδανον
[l. 10] ἐξ αὐτοῦ γίγνεται φάρμακον θερμὸν μὲν κατὰ τὴν πρώτην
[l. 11] ἀπόστασιν, ἤδη που συμπληρουμένην, ὡς καὶ τῆς δευτέρας
[l. 12] ἅπτεσθαι, μετέχον δὲ καὶ στύψεώς τινος βραχείας, ἔστι δὲ
[l. 13] καὶ λεπτομερὲς τὴν οὐσίαν καὶ διὰ ταῦτα μαλακτικόν τέ ἐστι
[l. 14] μετρίως καὶ διαφορητικὸν ὡσαύτως καὶ δηλονότι καὶ συμπεπτικόν.
[l. 15] οὐδὲν οὖν θαυμαστὸν τοῖς κατὰ μήτραν ἐξαιρέτως
[l. 16] ἁρμόττειν αὐτὸ διότι πρὸς τοῖς εἰρημένοις ἔχει τι καὶ
[l. 17] στυπτικὸν βραχὺ, διὸ καὶ τὰς ῥεούσας κρατύνει τρίχας. ὅσα
[l. 18] μὲν γὰρ ὑγρὰ μοχθηρὰ κατὰ τὰς ῥίζας αὐτῶν ἐστιν ἐκδαπανᾷ,
[p. 12.29]
[l. 1] συνάγει δὲ καὶ σφίγγει τῇ στύψει τοὺς πόρους, οἷς
[l. 2] ἐμπεπήγασιν. ἀλωπεκίας δὲ καὶ ὀφιάσεις ἀδυνατόν ἐστιν ἰᾶσθαι,
[l. 3] κᾂν διαφορητικωτέρας δυνάμεως ἢ κατὰ λάδανον χρῄζοντα
[l. 4] παθήματα. γίγνεται γὰρ ταῦτα διὰ μοχθηροὺς χυμοὺς,
[l. 5] γλίσχρους καὶ παχεῖς, οὓς τὰ τέμνοντα καὶ διαφοροῦντα
[l. 6] φάρμακα μάλιστα ἐξάγει καὶ κενοῖ. λεπτομεροῦς δ’ εἶναι
[l. 7] χρὴ δυνάμεως αὐτὰ καὶ ἥκιστα στυπτικῆς, οὐ μὴν εἰς τοσοῦτόν
[l. 8] γε λεπτομεροῦς καὶ ξηραντικῆς, ὡς ὑπερξηραίνειν τε καὶ
[l. 9] συνεκβόσκεσθαι τοῖς παρὰ φύσιν ἠθροισμένοις αὐτόθι χυμοῖς,
[l. 10] τὴν φυσικὴν ὑγρότητα αὐξάνουσαν τὰς τρίχας. οὕτω
[l. 11] γὰρ οὐκ ἀλωπεκίας ἰάσεται μᾶλλόν περ ἢ φαλάκρωσιν ἐργάσεται·
[l. 12] τῆς θεραπευτικῆς δέ ἐστιν ἤδη ταῦτα μεθόδου.
[l. 13] κθ΄. Περὶ κισσοῦ. Κισσὸς ἐξ ἐναντίων σύγκειται δυνάμεων,
[l. 14] ἔχει μὲν γάρ τι καὶ στυπτικῆς οὐσίας, ἣν δὴ γεώδη
[l. 15] ψυχρὰν ἐδείκνυμεν ὑπάρχειν, ἔχει δὲ καὶ δριμείας, ἣν θερμὴν
[l. 16] εἶναι καὶ ἡ γεῦσις μαρτυρεῖ, καὶ τρίτην δ’ ἐπὶ ταύταις
[l. 17] ὑδατώδους οὐσίας μετέχει χλιαρᾶς, ὅ γε χλωρός. ἐν γὰρ τῷ
[p. 12.30]
[l. 1] ξηραίνεσθαι ταύτην μὲν ἀνάγκη διαφορεῖσθαι πρώτην, ὑπολείπεσθαι
[l. 2] δὲ τὴν γεωδεστέραν, τήν τε ψυχρὰν καὶ τὴν στύφουσαν
[l. 3] καὶ τὴν θερμὴν τὴν δριμεῖαν. ἀλλ’ ὅ γε χλωρὸς
[l. 4] ἑψηθέντων τῶν φύλλων σὺν οἴνῳ καὶ τῶν μεγάλων τραυμάτων
[l. 5] ἐστὶ κολλητικὸς καὶ τῶν κακοηθευομένων ἰατικός.
[l. 6] ἐπουλοῖ δὲ καὶ τὰς ἐκ πυρὸς ἑλκώσεις. σὺν ὄξει δ’ ἑψηθέντα
[l. 7] τὰ φύλλα σπληνικοὺς ὠφελεῖ. τὰ δὲ ἄνθη αὐτοῦ ἰσχυρότερά
[l. 8] πώς ἐστιν, ὡς μετὰ κηρωτῆς λειούμενα τοῖς πυρικαύτοις
[l. 9] ἁρμόττειν. ὁ δὲ χυλός ἐστι μὲν καὶ ἔῤῥινον φάρμακον καὶ
[l. 10] τὰ χρόνια δὲ τῶν ὤτων ἰᾶται ῥεύματα καὶ τῶν ἑλκῶν τὰ
[l. 11] παλαιὰ κατά τε τὰ ὦτα καὶ τὰς ῥῖνας. ὡς ἂν δὲ δριμύτερος
[l. 12] φαίνηται, ῥοδίνῳ ἢ ἐλαίῳ γλυκεῖ μίγνυται. τὸ δὲ δάκρυον
[l. 13] αὐτοῦ φθεῖρας κτείνει καὶ τρίχας ψιλοῖ, θερμῆς εἰς
[l. 14] τοσοῦτον ὑπάρχον δυνάμεως, ὡς καίειν ἀμυδρῶς. ἔστι γὰρ
[l. 15] οἷον ὑδατώδης τις ὀπὸς, ὥσπερ καὶ ἄλλα δάκρυα.
[l. 16] 13.192. λ΄. Περὶ κλινοποδίου. Κλινοπόδιον θερμαντικῆς
[l. 17] ὑπάρχει δυνάμεως, οὐδέ πω καυστικῆς. ἔστι δὲ καὶ λεπτομερὲς
[p. 12.31]
[l. 1] τὴν οὐσίαν καὶ θείη ἄν τις αὐτὸ τῆς τρίτης τάξεως
[l. 2] ἔν τε τῷ θερμαίνειν καὶ ξηραίνειν.
[l. 3] λα΄. Περὶ κληματίδος. Κληματίδος τὰ φύλλα δριμείας
[l. 4] τε καὶ καυστικῆς ἐστι δυνάμεως, ὥστε καὶ λέπρας ἀποδέρειν.
[l. 5] εἴη ἂν οὖν ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων ἀρχομένης.
[l. 6] ὀνομάζεται δὲ κληματὶς καὶ τὸ δαφνοειδὲς, ὅπερ
[l. 7] ἔνιοι μυρσινοειδὲς, ἔνιοι δὲ πολυγονοεδὲς καλοῦσιν. ἀλλ’ οὐκ
[l. 8] ἔστιν ἑλκωτικὸν οὐδὲ δριμὺ, καθάπερ τὸ προειρημένον, ἀλλὰ
[l. 9] διαῤῥοίας καὶ δυσεντερίας ὠφελεῖ μετ’ οἴνου πινόμενον. ὀδόντων
[l. 10] τε ἀλγήματα διαμασώμενον πραΰνει, καὶ τὰς τῶν ὑστερῶν
[l. 11] ὀδύνας ἐν πεσσῷ προστιθέμενον ὠφελεῖ, τοσοῦτον ἀποδεῖ
[l. 12] τοῦ καίειν, ἢ ἑλκοῦν, ὡς τὸ πρότερον. ἀλλ’ ὅ γε θαυμασιώτατος
[l. 13] Πάμφιλος, ὥσπερ τὰ ἄλλα πάντα ληρεῖ, περὶ ὧν
[l. 14] οὐκ οἶδε γράφων, οὕτω καὶ ταῦτα ἄμφω συνέχεεν ἐς ταὐτόν.
[l. 15] Διοσκουρίδης δ’ ἀμφοῖν ἐν τῷ τετάρτῳ μέμνηται, τοῦ
[l. 16] μὲν ἁπλῶς ὀνομαζομένου κληματοειδοῦς ἐπὶ τῇ τελευτῇ τοῦ
[l. 17] βιβλίου, θατέρου δὲ κατὰ τὴν ἀρχήν. ὅθεν οὐδ’ ἐμὲ χρὴ
[p. 12.32]
[l. 1] γράφειν ἔτι τὰς ἰδέας ἀμφοῖν, ὥσπερ οὐδ’ ἐπὶ τῶν ἄλλων
[l. 2] ἐποίησα.
[l. 3] 2.92. λβ΄. Περὶ κνίκου. Κνίκου τῷ σπέρματί πρὸς
[l. 4] τὰς καθάρσεις μόνον χρώμεθα., τῆς τρίτης γάρ ἐστι τάξεως
[l. 5] τῶν θερμαινόντων, εἴ τις ἔξωθεν αὐτῷ χρῆσθαι βούλοιτο.
[l. 6] λγ΄. Περὶ κόκκου Κνιδίου. Κόκκος Κνίδιος καθαίρει
[l. 7] μὲν καὶ αὐτὸς, δριμείας δ’ ἐστὶ καὶ καυστικῆς δυνάμεως.
[l. 8] λδ΄. Περὶ κόκκου βαφικοῦ. Κόκκος βαφικὸς στυπτικὴν
[l. 9] μὲν ἔχει καὶ πικρὰν ἅμα τὴν ποιότητα, ξηραίνει δ’ ἀμφοτέραις
[l. 10] ἀδήκτως, καὶ διὰ τοῦτο πρός τε τὰ μεγάλα τῶν τραυμάτων
[l. 11] ἁρμόττει καὶ πρὸς τὰς τῶν νεύρων τρώσεις. λειοῦσι
[l. 12] δ’ αὐτὴν ἔνιοι μὲν σὺν ὄξει τηνικαῦτα, σὺν ὀξυμέλιτι δ’
[l. 13] ἄλλοι.
[l. 14] λε΄. Περὶ κοκκυμηλέας. Κοκκυμηλέας ὁ καρπὸς ὑπάγει
[l. 15] γαστέρα, καὶ πρόσφατος μὲν ὑπάρχων μᾶλλον, ξηρανθεὶς
[l. 16] δ’ ἧττον. Διοσκουρίδης δ’ οὐκ οἶδ’ ὅπως τὰ Δαμασκηνὰ
[l. 17] κοκκύμηλα ξηρανθέντα φησὶν ὑπέχειν γαστέρα. ὑπάγει μὲν
[l. 18] γὰρ καὶ ταῦτα σαφῶς, ἀλλ’ ἧττον τῶν ἐκ τῆς Ἰβηρίας.
[p. 12.33]
[l. 1] ἔστι δὲ τὰ μὲν Δαμασκηνὰ στυπτικώτερα, τὰ δ’ ἐκ τῆς Ἰβηρίας
[l. 2] γλυκύτερα, καὶ δὴ καὶ τὰ δένδρα τοῖς καρποῖς ἀνάλογον.
[l. 3] ἧττον μὲν στυπτικὰ τὰ κατὰ τὴν Ἰβηρίαν, μᾶλλον δὲ
[l. 4] τὰ κατὰ τὴν Δαμασκόν. ἁπλῶς δ’ εἰπεῖν ὧν ἐν τοῖς φύλλοις
[l. 5] ἢ τοῖς βλαστοῖς ἐμφαίνεταί τις στύψις σαφὴς, ταῦτα
[l. 6] ἀφεψόμενα διάκλυσμα γίγνεται τῶν περὶ γαργαρεῶνα καὶ
[l. 7] παρίσθμια φλεγμονῶν. 13.193. ὁ δὲ τῶν ἀγρίων καρπὸς στυπτικὸς
[l. 8] ἐναργῶς ἐστι καὶ σταλτικὸς γαστρός. ὀνομάζεται δὲ
[l. 9] τὸ φυτὸν τοῦτο κατὰ τὴν Ἀσίαν προῦμνον. τὸ δὲ κόμμι
[l. 10] τοῦ δένδρου φασὶν ἔνιοι μετ’ οἴνου πινόμενον λίθων εἶναι
[l. 11] θρυπτικὸν, σὺν ὄξει δὲ λειχῆνας ἰᾶσθαι παίδων, καὶ εἴπερ
[l. 12] αὐτὸ ποιεῖ, δῆλον ὡς τμητικῆς τε καὶ λεπτομεροῦς μετέχει
[l. 13] δυνάμεως.
[l. 14] λστ΄. Περὶ κόλλας. Κόλλα, ἣν εἰς τὰ βιβλία σκευάζουσιν
[l. 15] ἐκ σεμιδάμεώς τε καὶ γύρεως, ἐμπλαστικῆς τε καὶ
[l. 16] πεπτικῆς ἐστι δυνάμεως οἷς ἂν καταπλασθῇ μέρεσιν.
[l. 17] λζ΄. Περὶ κολοκύνθης. Κολοκύνθη ὑγρᾶς καὶ ψυχρᾶς
[l. 18] ἐστι κράσεως κατὰ τὴν δευτέραν ἐν ἀμφοῖν τάξιν, ὅθεν καὶ
[p. 12.34]
[l. 1] τῶν ξυσμάτων αὐτοῦ ὁ χυλὸς πρὸς ὠταλγίας τὰς κατὰ
[l. 2] φλεγμονὴν ἁρμόττει σὺν ῥοδίνῳ χρωμένοις. οὕτω δὲ καὶ
[l. 3] ὅλη καταπλαττομένη τὰς θερμὰς φλεγμονὰς ἐμψύχει μετρίως.
[l. 4] ἔστι δὲ καὶ ἐσθιομένη πλαδώδης καὶ ἄδιψος.
[l. 5] λη΄. Περὶ κολοκυνθίδος. Κολοκυνθὶς πικρὰ μέν ἐστι
[l. 6] τὴν γεῦσιν, ἀλλ’ ὅσα πικρότητος ἔργα πρόσεστι πινομένῳ
[l. 7] φαρμάκῳ, ταῦτ’ οὐ δύναται δρᾷν ἐναργῶς ἀπὸ τῆς καθαρτικῆς
[l. 8] δυνάμεως, ἣν ἰσχυρὰν ἐν αὐτῇ κέκτηται, φθάνουσα μεθ’
[l. 9] ὧν καθαίρει διὰ τῆς γαστρὸς ἐκκρίνεσθαι. χλωρᾶς δ’ αὐτῆς
[l. 10] ὁ χυλὸς ἀνατριβόμενος ἰσχιάδας ὀνίνησι.
[l. 11] λθ΄. Περὶ κομάρου. Κόμαρος. στρυφνὸν τῇ ποιότητι
[l. 12] τὸ δένδρον ἅμα τῷ καρπῷ, μημέκυλον δὲ ὀνομάζουσιν αὐτόν.
[l. 13] ἔστι δὲ καὶ κακοστόμαχος οὗτος καὶ κεφαλαλγής.
[l. 14] μ΄. Περὶ κόμμεως. Κόμμι δάκρυόν ἐστιν ἐπιπηγνύμενον
[l. 15] τοῖς στελέχεσι τῶν γεννώντων αὐτὸ δένδρων ὥσπερ
[l. 16] καὶ ἡ ῥητίνη πολλῶν, ὅσα ῥητίνην πέφυκε γεννᾷν. ἔστι δὲ
[p. 12.35]
[l. 1] ξηραντικῆς τε καὶ ἐμπλαστικῆς δυνάμεως καὶ δῆλον ὅτι καὶ
[l. 2] τραχυτήτων ἰατική.
[l. 3] μα΄. Περὶ κονίας. Κονία. τὸ οἷον περίπλυμα τῆς τέφρας
[l. 4] οὕτως ὀνομάζεται. ῥυπτικωτάτη δ’ ἐστὶ καὶ ξηραντικωτάτη
[l. 5] πασῶν ἡ ἐκ τῆς συκίνης τέφρας καὶ τῶν τιθυμάλλων
[l. 6] καὶ σχεδὸν ἤδη τῆς καλουμένης σηπτικῆς δυνάμεως, ἣν
[l. 7] οἵα τίς ἐστιν ἐν τῷ πέμπτῳ λόγῳ διῆλθον.
[l. 8] μβ΄. Περὶ κονύζης. Κόνυζα καὶ ἡ μείζων καὶ ἡ μικρὰ
[l. 9] παραπλησίας εἰσὶ κράσεώς τε καὶ δυνάμεως, ἐν μὲν τῇ
[l. 10] γεύσει δριμεῖαι καὶ πικραὶ φαινόμεναι, θερμαίνουσί τε πάνυ
[l. 11] σαφῶς, ἄν γέ τις λειώσας τὰ φύλλα σὺν τοῖς ἁπαλοῖς
[l. 12] κλαδίσκοις, θαμνῶδες γὰρ τὸ φυτὸν, ἐπιπλάσσῃ τι μέρος,
[l. 13] ἄν τε καὶ ἀφεψήσας ἐν ἐλαίῳ χρήσαιτο τούτῳ. δοκεῖ γοῦν
[l. 14] καὶ τῶν κατὰ περίοδον ῥιγῶν ἀλεξητήριον εἶναι τὸ τοιοῦτον
[l. 15] ἔλαιον. 13.194. καὶ τὰ ἄνθη δ’ αὐτῶν παραπλησίας ἐστὶ
[l. 16] δυνάμεως, ὥστε τινὲς καὶ ταῦτα σὺν τοῖς φύλλοις τρίψαντες
[l. 17] σὺν οἴνῳ ποτίζουσιν ὑπὲρ τοῦ καταμήνια κινῆσαι βιαίως
[l. 18] καὶ ἔμβρυα ἐκβαλεῖν. ἔστι δὲ καὶ τρίτον εἶδος κονύζης ἐν
[p. 12.36]
[l. 1] ὑγροτέροις χωρίοις φυόμενον, ἀμφοῖν δυσωδέστερον καὶ ἀσθενέστερον.
[l. 2] ἀλλ’ αἵ γε πρῶται ῥηθεῖσαι τῆς τρίτης εἰσὶ τάξεως
[l. 3] ἐν τῷ ξηραίνειν καὶ θερμαίνειν.
[l. 4] μγ΄. Περὶ κοριάνου. Κορίανον, ἢ κόριον, ἢ ὅπως
[l. 5] ἂν ἐθέλῃς ὀνομάζειν, οἱ μὲν γὰρ Ἕλληνες οἱ παλαιοὶ κορίανον
[l. 6] καλοῦσιν, οἱ νεώτεροι δ’ ἰατροὶ πάντες ὀνομάζουσιν
[l. 7] κόριον, ὥσπερ καὶ Διοσκορίδης ψυκτικὴν λέγων εἶναι τὴν
[l. 8] πόαν οὐκ ὀρθῶς. σύγκειται γὰρ ἐξ ἐναντίων δυνάμεων πολὺ
[l. 9] μὲν ἔχουσα πικρᾶς οὐσίας, ἥτις ἐδείκνυτο λεπτομερὴς ὑπάρχειν
[l. 10] καὶ γεώδης, οὐκ ὀλίγον δὲ καὶ ὑδατώδους ὑγρότητος
[l. 11] χλιαρᾶς κατὰ δύναμιν, ἔχει δέ τι καὶ στύψεως ὀλίγης. ἐξ
[l. 12] ὧν ἁπάντων ἐνεργεῖ μὲν ποικίλως ὅσα περ ὁ Διοσκορίδης
[l. 13] ἔγραψεν, οὐ μὴν τῷ ψύχειν γε μόνῳ. ἀλλ’ ἐγὼ τὴν αἰτίαν
[l. 14] ἑκάστης τῶν κατὰ μέρος αὐτῆς ἐνεργειῶν διηγήσομαι, καίτοι
[l. 15] προὔκειτό μοι τὴν ἐμαυτοῦ γνώμην ἐν τῷ παρόντι λόγῳ
[l. 16] διέρχεσθαι μόνην. ἀλλ’ ἴσως οὐδὲν κωλύσει, μᾶλλον δ’, εἰ
[l. 17] χρὴ τἀληθὲς εἰπεῖν, ὠφελήσει τέ τι καὶ ἀναμνήσει τῶν ἔμπροσθεν
[p. 12.37]
[l. 1] μεθόδων τὰ κατὰ τοῦτον τὸν τρόπον ἐπ’ ὀλίγων
[l. 2] φαρμάκων λεγόμενα. πρῶτον μὲν οὖν οὐχ ὁ Διοσκορίδης
[l. 3] μόνον, ἀλλὰ καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἀδιορίστως ἀποφαίνονται
[l. 4] περὶ τῶν νοσημάτων, ὥσπερ ἀμέλει καὶ 2.93. τῶν
[l. 5] νῦν ἔστιν εὑρεῖν οὐκ ὀλίγους ἰατροὺς εὐδοκίμους παρὰ τὰ
[l. 6] ἄλλα ταύτῃ μέγιστα σφαλλομένους. ἐνίοτε μὲν γὰρ μέλανος
[l. 7] καὶ πελιδνοῦ καὶ ψυχροῦ γεγενημένου τοῦ τὸ ἐρυσίπελας
[l. 8] ἐσχηκότος μορίου καὶ δεομένου μηκέτι τῶν ψυχόντων φαρμάκων
[l. 9] ὡς πρόσθεν, ἀλλ’ ἤδη τῶν ἐκκενούντων τὸν παρὰ
[l. 10] φύσιν ἐμπεπλασμένον ἐν τῷ χωρίῳ χυμὸν, οἵδε ψύχουσιν
[l. 11] ἔτι, ἐνίοτε δὲ μεταβαίνουσιν ἐπὶ τὰ διαφοροῦντα, λέγουσι δὲ
[l. 12] ἐρυσίπελας ἰᾶσθαι. καὶ δὴ καὶ γράφουσιν ἀρχομένων μὲν
[l. 13] ἔτι καὶ αὐξανομένων τῶν ἐρυσιπελάτων ἕτερα φάρμακα, παρακμαζόντων
[l. 14] δ’ ἕτερα. τὸ δ’ οὐχ οὕτως ἔχει. οὔτε γὰρ ἐρυσίπελας
[l. 15] ἔτι κλητέον, ὅταν οἴχεται τὸ φλογῶδες αὐτοῦ καὶ
[l. 16] ζέον καὶ χολῶδες, οὔτε ψυχρὰ ταῖς δυνάμεσιν, οὔτε τὰ τῶν
[l. 17] τοιούτων διαθέσεων ἰάματα νομιστέον, ἀλλ’ ὥσπερ εἰ καὶ
[l. 18] κατ’ ἀρχὰς εὐθὺς, ἢ πληγέντων, ἢ ὁπωσοῦν ἄλλως, ὄγκος
[p. 12.38]
[l. 1] ἐν μορίῳ τινὶ πελιδνὸς ἢ μέλας ἐγεγένητο καὶ ψυχρὸν ἂν
[l. 2] ἐνομίζετο πάθος εἶναι καὶ δεῖσθαι τῶν διαφορούντων τε καὶ
[l. 3] θερμαινόντων φαρμάκων, κατὰ τὸν αὐτὸν εἶναι τρόπον εἰ
[l. 4] μεταπέσοι ποτὲ θερμὴ διάθεσις εἰς ψυχρὰν, ἐπιλαθέσθαι μὲν
[l. 5] τῆς προτέρας, ὀνομάζειν δ’ ἑτέρῳ τὴν δευτέραν ὀνόματι, ἢ
[l. 6] εἰ μὴ τό γε ὄνομα μεταβάλλειν ἐθέλοις, ἀλλ’ ὥσπερ ἔνιοι
[l. 7] τῆς μὲν ἀρχῆς ἕτερα, τῆς παρακμῆς δ’ ἄλλα γράφουσι βοηθήματα,
[l. 8] μήτοι γε καὶ ψυχρὰ νομίζειν εἶναι τὰ τῆς παρακμῆς
[l. 9] φάρμακα, συγχωρητέον μὲν ἐρυσίπελας ὀνομάζειν, εἴ τις
[l. 10] βούλοιτο, τὴν τοιαύτην διάθεσιν, οὐ μὴν θερμήν γ’ ἔτι καλεῖν
[l. 11] αὐτὴν συγχωρητέον, ὁπότε κατέψυκται. μὴ τοίνυν μηδὲ
[l. 12] τὸ τηνικαῦτα βοηθοῦν αὐτῇ ψυκτικὸν εἶναι νομίζωμεν,
[l. 13] ὥσπερ ὁ Διοσκορίδης τὸ κορίανον, ὅτι καταπλαττόμενον,ὡς
[l. 14] αὐτός φησι, μετ’ ἄρτου ἢ ἀλφίτων ἰᾶται τὸ ἐρυσίπελας.
[l. 15] ἀκριβὲς γὰρ ἐρυσίπελας, ὃ δὴ φλογῶδές τε καὶ ξανθόν ἐστιν,
[l. 16] οὐκ ἄν ποτε ἰάσαιτο σὺν ἄρτῳ κορίανον, ἀλλὰ τὸ ἀποψυχόμενον
[l. 17] ἤδη. 13.195. διὰ τοῦθ’ ἡμεῖς ἐν τοῖς ἔμπροσθεν λόγοις,
[l. 18] ὁπότε τῇ διωρισμένῃ πείρᾳ δοκιμάζειν ἑκάστου τῶν φαρμάκων
[p. 12.39]
[l. 1] τὴν δύναμιν ἠξιοῦμεν, ἁπλοῦν ὡς ἔνι μάλιστα τὸ
[l. 2] πάθος ἐκλέγεσθαι συνεβουλεύομεν. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν
[l. 3] οὐδ’ ὅτι τὰ πλεῖστα τῶν νοσημάτων εὐθὺς ἀπ’ ἀρχῆς
[l. 4] εἰσβάλλει σύνθετα γιγνώσκουσιν, οὐδὲ ὡς ἄλλο μέν τι
[l. 5] πάθος ἐρυσίπελάς ἐστιν ἀκριβὲς, ἄλλο δ’ ἡ καλουμένη πρὸς
[l. 6] ἁπάντων ἡμῶν ἤδη συνήθως, ἢ πρός γε τῶν παλαιῶν, φλεγμονή.
[l. 7] ἄλλα δ’ ἐν τῷ μεταξὺ πάμπολλα τὰ μὲν ὡς ἂν
[l. 8] εἴποι τις ἐρυσιπέλατα φλεγμονώδη, τὰ δ’ οἶον φλεγμοναί
[l. 9] τινες ἐρυσιπελατώδεις. εὕροις δ’ ἄν ποτε καὶ μηδέτερον ἐπικρατοῦν,
[l. 10] ἀλλ’ ἀκριβῶς ἰσάζοντα, καίτοι καὶ οἰδηματῶδες
[l. 11] ἐνίοτε φαίνεται γιγνόμενον ἐρυσίπελας, ὥσπερ ἕτερον σκιῤῥῶδες,
[l. 12] ὥστε καὶ τῶν συνθέτων νοσημάτων οὐκ ὀλίγον
[l. 13] ἀθροίζεσθαι πλῆθος. ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν ἄλλοις τέ
[l. 14] τισιν εἴρηται καὶ τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι,
[l. 15] λεχθήσεται δὲ καὶ νῦν, τό γε τοσοῦτον ἀναγκαῖον αὐτῶν
[l. 16] μνημονεῦσαι, ὡς ἀκριβὲς ἐρυσίπελας οὐκ ἄν ποτε τὸ προειρημένον
[l. 17] ἰάσαιτο κατάπλασμα. καλῶ δ’ ἀκριβὲς, ἐπειδὰν ὑπὸ
[l. 18] χολώδους ῥεύματος ἐμπλησθῇ τὸ μόριον. ὅτι δὲ πόῤῥω τοῦ
[p. 12.40]
[l. 1] ψύχειν ἐστὶ κορίανον, ἔνεστί σοι κᾀξ αὐτῶν ὧν Διοσκορίδης
[l. 2] ἔγραψε καταμαθεῖν. χοιράδας γοῦν φησι διαλύειν αὐτὸ μετ’
[l. 3] ἐρεγμοῦ. ὅτι δ’ οὐδὲν τῶν ψυχόντων φαρμάκων ἱκανόν ἐστι
[l. 4] διαλύειν χοιράδας, οὐδ’ αὐτὸν οἶμαι τὸν Διοσκορίδην ἀμφισβητήσειν
[l. 5] μυρία μὲν ἀναγράψαντα φάρμακα χοιράδων ἰατικὰ,
[l. 6] πάντα δ’ ὁμολογοῦντα καὶ θερμὰ ταῖς κράσεσι καὶ
[l. 7] διαφορητικὰ ταῖς ἐνεργείαις ὑπάρχειν.
[l. 8] μδ΄. Περὶ κορωνόποδος. Κορωνόποδος ἡ ῥίζα πεπίστευται
[l. 9] κοιλιακοὺς ὠφελεῖν ἐσθιομένη.
[l. 10] με΄. Περὶ κόστου. Κόστος βραχείας μὲν πάνυ τῆς
[l. 11] πικρᾶς, πλείστης δὲ τῆς δριμείας καὶ θερμῆς μετέχει ποιότητός
[l. 12] τε καὶ δυνάμεως, ὡς ἤδη καὶ ἑλκοῦν, ὅθεν ἀνατρίβουσιν
[l. 13] αὐτῷ μετ’ ἐλαίου τὸ σῶμα πρὸ τῆς καταβολῆς ἐπὶ
[l. 14] τῶν κατὰ περίοδον ῥιγούντων. οὕτω δὲ κᾀπὶ τῶν ἰσχιαδικῶν
[l. 15] καὶ παραλελυμένων τε καὶ ὅλως ἐφ’ ὧν ἤτοι θερμῆναί
[l. 16] τι πρόκειται μόριον, ἢ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν
[l. 17] ἕλξαι τινὰ χυμὸν, ἐπὶ τὸν κόστον ἔρχονται. διὰ δὲ τὴν αὐτὴν
[l. 18] αἰτίαν οὐρητικός τ’ ἐστὶ καὶ ἐμμήνων ἀγωγὸν καὶ πρὸς
[p. 12.41]
[l. 1] ῥήγματά τε καὶ σπάσματα καὶ πόνους πλευρῶν ἁρμόττει.
[l. 2] διὰ δὲ τὴν συνοῦσαν πικρότητα καὶ πλατείας ἕλμινθας ἀναιρεῖ,
[l. 3] δι’ ἥνπερ καὶ πρὸς τὰς ἐφήλεις αὐτῷ χρῶνται μεθ’
[l. 4] ὕδατος ἢ μέλιτος. ἐνυπάρχει δ’ αὐτῷ τις τῇ κράσει φυσώδης
[l. 5] ὑγρότης, δι’ ἣν καὶ πρὸς ἀφροδίσια παρορμᾷ μετ’
[l. 6] οἰνομέλιτος.
[l. 7] μστ΄. Περὶ κοτυληδόνος. Κοτυληδὼν μικτῆς ἐστι
[l. 8] δυνάμεως ὑγρᾶς, ὑποψύχρου καὶ τινὸς ἀμυδρῶς ὑποστυφούσης
[l. 9] καὶ σὺν αὐτῇ βραχείας πικρᾶς, ὅθεν ἐμψύχει καὶ ἀποκρούεται
[l. 10] καὶ ῥύπτει καὶ διαφορεῖ. φλεγμονάς τε οὖν τὰς
[l. 11] ἐρυσιπελατώδεις καὶ ἐρυσιπέλατα φλεγμονώδη θεραπεύει, καὶ
[l. 12] μάλιστα στομάχου καυσουμένου χρήσιμον ἱκανῶς ἐστιν ἐπίπλασμα.
[l. 13] πεπίστευται δὲ τὰ φύλλα σὺν τῇ ῥίζῃ ἐσθιόμενα
[l. 14] λίθους τε θρύπτειν καὶ οὖρα κινεῖν.
[l. 15] 13.196. μζ΄. Περὶ κρανίας. Κρανίας τοῦ δένδρου καὶ
[l. 16] ὁ καρπὸς στρυφνὸς ἱκανῶς ἐστιν ἐδώδιμος ὑπάρχων, ὥστε
[l. 17] οὐδὲν θαυμαστὸν ἕλκειν καὶ ἰσχυρῶς ἐπέχειν αὐτὸν τὴν γαστέρα,
[l. 18] καθάπερ καὶ τὰ μέσπιλα. καὶ τὰ φύλλα δὲ καὶ οἱ
[p. 12.42]
[l. 1] βλαστοὶ στρυφνοὶ γευόμενοί εἰσι καὶ ξηραίνουσιν ἰσχυρῶς,
[l. 2] ὥστε καὶ τὰ μέγιστα τραύματα κολλᾷν δύνανται καὶ μάλιστα
[l. 3] τῶν σκληρῶν σωμάτων. μικροῖς δὲ τραύμασιν ἢ μαλακοῖς
[l. 4] σώμασιν ἐναντίοι μᾶλλόν εἰσιν, συντείνουσι γὰρ
[l. 5] ταῦτα ξηραίνοντα ἐπιπλέον τοῦ δέοντος.
[l. 6] μη΄. Περὶ κράμβης. Κράμβη ἐδώδιμος ξηραντικῆς ἐστι
[l. 7] δυνάμεως, ἐσθιομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη. οὐ μὴν
[l. 8] ἤδη γέ πως δριμείας ἱκανῶς, ἀλλ’ ὥστε καὶ τραύματα
[l. 9] κολλᾷ καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται, καὶ τὰς φλεγμονὰς
[l. 10] τὰς ἤδη σκιῤῥουμένας τε καὶ δυσλύτους καὶ τῶν ἐρυσιπελάτων
[l. 11] τὰ τοιαῦτα. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ἐπινυκτίδας
[l. 12] καὶ ἕρπητας ἰᾶται. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν αὑτῇ,
[l. 13] καθ’ ὃ καὶ λέπρας θεραπεύει. τὸ δὲ σπέρμα πινόμενον ἕλμινθας
[l. 14] ἀναιρεῖ καὶ μάλιστα τῆς Αἰγυπτίας κράμβης, ὅσῳπερ
[l. 15] καὶ ξηροτέρα τὴν κρᾶσίν ἐστι, καὶ δηλονότι πικρᾶς μετέχει
[l. 16] ποιότητος τὸ σπέρμα, ὥσπερ καὶ τἄλλα πάντα φάρμακα
[l. 17] τὰ πρὸς ἕλμινθας ἁρμόττοντα. κατὰ τὴν αὐτὴν δύναμιν
[l. 18] ἐφήλιδάς τε καὶ φακοὺς ὅσα τε ἄλλα μετρίας δεῖται
[l. 19] ῥύψεως ὀνίνησιν. οἵ τε καυλοὶ τῆς κράμβης καυθέντες ἰσχυρῶς
[p. 12.43]
[l. 1] ξηραίνουσαν ποιοῦσι τέφραν, ὡς ἤδη τι καὶ τῆς καυστικῆς
[l. 2] μετέχειν δυνάμεως. κατὰ τοῦτ’ οὖν αὐτῇ καὶ μιγνύντες
[l. 3] στέαρ παλαιὸν εἴς 2.94. τε τὰ τῶν πλευρῶν ἀλγήματα
[l. 4] χρόνια κᾂν εἴπου τι τοιοῦτον ἕτερον εἴη χρῶνται. διαφορητικὸν
[l. 5] γὰρ ἰσχυρῶς ἀποτελεῖται τὸ φάρμακον.
[l. 6] μθ΄. Περὶ κράμβης ἀγρίας. Κράμβη ἀγρία θερμοτέρα
[l. 7] καὶ ξηροτέρα τῆς ἡμέρου τὴν κρᾶσίν ἐστιν, ὥσπερ καὶ
[l. 8] τὰ ἄλλα σύμπαντα σχεδόν τι τὰ ἄγρια τῶν ὁμογενῶν ἡμέρων
[l. 9] ἰσχυρότερα κατ’ ἀμφοτέρας ἐστὶ τὰς δυνάμεις. ὅθεν
[l. 10] οὐδ’ ἐντὸς τοῦ σώματος ἀλύπως λαμβάνεται ποῤῥωτέρω τῆς
[l. 11] ἀνθρωπίνης κράσεως ἀποκεχωρηκυῖα. δι’ αὐτὸ δὲ τοῦτο καὶ
[l. 12] πικροτέρα γευομένοις ἐστὶ τῆς ἡμέρου. ἔχει μὲν γάρ τι καὶ
[l. 13] ἡ ἥμερος ὑπόπικρον καὶ δριμὺ, ἀλλ’ ἰσχυρὸν ἑκάτερον ἡ ἀγρία,
[l. 14] διὸ καὶ διαφορεῖ καὶ ἀποῤῥύπτει τῆς ἡμέρου σφοδρότερον.
[l. 15] ν΄. Περὶ κράμβης θαλαττίας. Κράμβη θαλαττία πρὸς
[l. 16] τὸ τὴν γαστέρα λαπάττειν, ὑφάλμυρός τε καὶ ὑπόπικρος
[l. 17] οὖσα τὴν γεῦσιν, εἴη ἂν καὶ εἰς τὰς ἔξωθεν τοῦ σώματος
[p. 12.44]
[l. 1] χρείας, εἰς ὅσα περ αἱ τοιαῦται ποιότητες ἁρμόττουσιν
[l. 2] ἐπιτήδειος.
[l. 3] να΄. Περὶ κραταιογόνου. Κραταιογόνου τῆς πόας ὁ
[l. 4] καρπὸς καὶ δριμὺς γευομένοις ἐστὶ καὶ σφοδρῶς χρωμένοις,
[l. 5] κέγχρῳ παραπλήσιος ὑπάρχων.
[l. 6] νβ΄. Περὶ κρήθμου. Κρῆθμον ἁλμυρόν πώς ἐστι
[l. 7] γευομένοις, ἅμα βραχείᾳ πικρότητι, διὸ καὶ ἡ δύναμις αὐτοῦ
[l. 8] ῥυπτική τε ἅμα καὶ ξηραντική. ἀσθενέστερον δ’ ἐστὶ κατ’
[l. 9] ἄμφω τῶν πικρῶν.
[l. 10] 13.197. νγ΄. Περὶ κριθῶν. Κριθαὶ τῆς πρώτης εἰσὶ
[l. 11] τάξεως ἐν τῷ ξηραίνειν τε καὶ ψύχειν, ἔχουσι δέ τι καὶ
[l. 12] ῥυπτικὸν ὀλίγον. εἰσὶ δὲ τοῦ τῶν κυάμων ἀλεύρου τοῦ χωρὶς
[l. 13] τοῦ λέμματος βραχεῖ τινι ξηραντικώτεραι. τὰ δ’ ἄλλα
[l. 14] πάντα παραπλήσια χρωμένοις ἔξωθεν. ἐσθιόμεναι δὲ ταύτῃ
[l. 15] πλεονεκτοῦσι κυάμων, ὅτι τὸ φυσῶδες ἀποτίθενται. κυάμῳ
[l. 16] δὲ ὅπως ἂν ἑψηθῇ παραμένει τὸ φυσῶδες. παχυμερεστέρας
[l. 17] γάρ ἐστιν οὐσίας ἢ κατὰ κριθὴν, διὰ τοῦτο καὶ τροφιμώτερος
[l. 18] αὐτῆς ἐστιν. ἐπεὶ δ’ ὀλίγον ἄμφω τῆς μεσότητος ἀποκεχωρήκασι,
[l. 19] διὰ τοῦτό εἰσι πολύχρηστοι. τὰ γὰρ τοιαῦτα
[p. 12.45]
[l. 1] φάρμακα πολλὰ ἑτέροις μίγνυται, καθάπερ τινὲς ὗλαι, καὶ
[l. 2] διὰ τοῦτο καὶ ὁ κηρὸς καὶ τὸ ἔλαιον οὐκ ὀλίγοις ἐπιπλέκεται
[l. 3] φαρμάκοις. τὰ δ’ ἄλφιτα πολὺ καὶ τῶν κριθῶν αὐτῶν
[l. 4] ἐστι ξηραντικώτερα.
[l. 5] νδ΄. Περὶ κρίμνου. Κρίμνον. τὸ παχυμερὲς οὕτως
[l. 6] ὀνομάζεται τοῦ τε πυρίνου καὶ τοῦ ἐκ τῶν ζειῶν ἀλεύρου.
[l. 7] ἔστι δὲ τροφιμώτερον μὲν ἀλφίτου, δυσπεπτότερον δέ. καλεῖται
[l. 8] δὲ τὸ ἐξ αὐτοῦ ῥόφημα πολτὸς, καὶ ἔστιν ὁ ἀπὸ τῆς
[l. 9] ζειᾶς στατικὸς ἠρέμα τῆς κοιλίας καὶ μᾶλλον εἰ φρυχθείη.
[l. 10] νε΄. Περὶ κρίνου. Κρίνου τὸ μὲν ἄνθος κράσει μικτόν
[l. 11] ἐστιν ἐκ λεπτομεροῦς τέ τινος καὶ γεώδους οὐσίας, ἐξ
[l. 12] ἧσπερ ἔχει καὶ τὴν ἐν τῇ γεύσει πικρότητα, καί τινος ὑδατώδους
[l. 13] εὐκράτου. ὅθεν καὶ τοὔλαιον τὸ ἐξ αὐτοῦ καὶ τὸ
[l. 14] μύρον ἀδήκτου διαφορητικῆς τε καὶ μαλακτικῆς ἐστι δυνάμεως,
[l. 15] ἐξ ὧνπερ καὶ ταῖς ἐν μήτραις σκληρότησιν ἐπιτηδειότατόν
[l. 16] ἐστιν, καὶ ἡ ῥίζα δὲ καὶ τὰ φύλλα καθ’ ἑαυτὰ λειούμενα
[l. 17] ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίως. οὕτω γοῦν
[l. 18] κᾀπὶ τῶν κατακαυμάτων ἁρμόττει. δεῖται γὰρ καὶ ταῦτα
[p. 12.46]
[l. 1] μετρίως ξηραντικῆς τε ἅμα καὶ ῥυπτικῆς δυνάμεως. τὴν μὲν
[l. 2] οὖν ῥίζαν ὀπτήσαντες, εἶθ’ ἅμα ῥοδίνῳ λειώσαντες ἐπιτιθέασι
[l. 3] τοῖς κατακαύμασιν ἄχρι συνουλώσεως. ἔστι γὰρ καὶ
[l. 4] ἄλλως ἁπάντων ἑλκῶν εἰς ἐπούλωσιν ἀγαθὸν φάρμακον. οὐ
[l. 5] μὴν ἀλλὰ καὶ ὑστέρας μαλάττει καὶ καταμήνια προκαλεῖται.
[l. 6] τὰ δὲ φύλλα προσέψοντες ἐπιτιθέασιν καὶ αὐτὰ μέχρι κατουλώσεως
[l. 7] οὐ τοῖς καύμασι μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις
[l. 8] ἕλκεσιν. καὶ ταριχεύουσι δέ τινες ἐν ὄξει καὶ χρῶνται τραυματικοῖς.
[l. 9] πλεῖον δ’ ἐν τῇ ῥίζῃ τῆς ῥυπτικῆς ἐστι δυνάμεως
[l. 10] ἤπερ ἐν τοῖς φύλλοις, οὐ μὴν οὐδ’ ἐν ταύτῃ πολὺ, καθὰ
[l. 11] προείρηται· τῆς πρώτης γάρ εἰσι τάξεως τῶν ῥυπτικῶν φαρμάκων,
[l. 12] ὅθεν ὅταν ἀλφοὺς ἢ ψώραν ἢ λέπραν ἢ ἀχῶρας ἤ
[l. 13] τι τοιοῦτον ἀποῤῥῦψαι βουληθῶμεν, ἐπιμίγνυμεν αὐτῇ τῶν
[l. 14] ἄλλων τι τῶν ἰσχυροτέρων φαρμάκων, οἷόν πέρ ἐστιν καὶ
[l. 15] τὸ μέλι. συμμέτρως δὲ αὐτῇ τοῦτο μιχθὲν καὶ πρὸς τὰς
[l. 16] τῶν νεύρων ἁρμόττει διαιρέσεις καὶ πρὸς τὰ ἄλλα σύμπαντα
[l. 17] ὅσα δεῖται ξηραίνεσθαι σφοδρῶς ἄνευ δήξεως. ἀπεθέμεθα δέ
[p. 12.47]
[l. 1] ποτε καὶ τὸν τῶν φύλλων χυλὸν, ἑψήσαντες σὺν ὄξει καὶ
[l. 2] μέλιτι. πενταπλάσιος δ’ ἦν ὁ χυλὸς ἑκατέρου καὶ ἦν εὐδόκιμον
[l. 3] τὸ φάρμακον εἰς πάντα τὰ ξηραίνεσθαι σφοδρῶς δεόμενα
[l. 4] χωρὶς τοῦ δάκνεσθαι, καθάπερ ὅσα τε τραύματα μεγάλα
[l. 5] καὶ μάλιστα κατὰ τὰς κεφαλὰς γίγνεται τῶν μυῶν,
[l. 6] ὅσα τε πλαδαρὰ καὶ χρόνια καὶ δυσεπούλωτα τῶν ἑλκῶν
[l. 7] ἐστι. ταυτὶ μὲν οὖν ἤδη τῆς περὶ συνθέσεως φαρμάκων
[l. 8] πραγματείας ἐστὶ, 13.198. ἧς ἀπέχεσθαι μὲν ὡς οἷόν τε
[l. 9] πειρῶμαι τό γε νῦν εἶναι, πολλάκις δ’ αὐτῆς τῶν πραγμάτων
[l. 10] ἡ φύσις ἀναγκάζει προσάπτεσθαι, καὶ ἀποχωρεῖν τε χρὴ
[l. 11] ταχέως αὖθις αὐτῶν ἐπανέρχεσθαί τε πρὸς τὰ νῦν ἡμῖν
[l. 12] προκείμενα.
[l. 13] νστ΄. Περὶ κροκοδειλίου. Κροκοδειλίου τὸ σπέρμα
[l. 14] δριμὺ μέν ἐστι καὶ ἀρωματίζον οὐρητικόν τε καὶ καταμηνίων
[l. 15] κινητικὸν, ὥστε καὶ θερμῆς ἂν εἴη δυνάμεως καὶ διαφορητικῆς
[l. 16] καὶ ξηραντικῆς. καὶ ὁ χυλὸς δὲ τοῦ τε καυλοῦ
[l. 17] καὶ τοῦ σπέρματος ὁμοίας ὢν δυνάμεως μὲν ὠφελεῖ τοὺς
[l. 18] νεφριτικούς. ἡ δὲ ῥίζα ταῖς τοῦ θώρακος ἀναπτύσεσιν ἰσχυρῶς
[p. 12.48]
[l. 1] συνεργεῖ, δριμεῖα μὲν ἧττον ὑπάρχουσα τοῦ σπέρματος,
[l. 2] πικρὰ δ’ οὐχ ἧττον οὖσα. ἄγει δὲ καὶ διὰ ῥινῶν αἷμα.
[l. 3] νζ΄. Περὶ· κρόκου. Κρόκος ἔχει μέν τι καὶ στῦφον
[l. 4] ὀλίγον, ὅπερ ἐδείχθη γεῶδες ψυχρόν. ἐπικρατεῖ δ’ ἐν αὐτῷ
[l. 5] θερμαίνουσα ποιότης τε καὶ δύναμις, ὥστε τὴν ὅλην οὐσίαν
[l. 6] αὐτοῦ τῆς δευτέρας μὲν εἶναι τῶν θερμαινόντων τάξεως,
[l. 7] τῆς πρώτης δὲ τῶν ξηραινόντων, καὶ διὰ τοῦτο καὶ πεπτικὸν
[l. 8] ἔχει τι, συντιμωρούσης εἰς τοῦτο καὶ τῆς βραχείας στύψεως.
[l. 9] οἷς γὰρ ἂν μὴ σφοδρῶς θερμαίνουσι φαρμάκοις ὀλίγη
[l. 10] προσῇ στύψις, ἶσον δύναται ταῖς ἐμπλαστικαῖς καλουμέναις
[l. 11] οὐσίαις, ἃς, ὅταν θερμότητι συνυπάρχωσι, μὴ σφόδρα πεπτικὰς
[l. 12] ἐδείκνυμεν ὑπάρχειν.
[l. 13] 2.95. νη΄. Περὶ κρομμύου. Κρόμμυον ἐκ τῆς τετάρτης
[l. 14] ἐστὶ τάξεως τῶν θερμαινόντων. ἡ δ’ οὐσία παχυμερής ἐστιν
[l. 15] αὐτοῦ μᾶλλον, ὅθεν καὶ τὰς αἱμοῤῥοΐδας ἀναστομοῖ προστιθέμενον
[l. 16] καὶ σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ τοὺς ἀλφοὺς
[l. 17] ἀποῤῥύπτει καὶ παρατριβόμενον ἀλωπεκίαις θᾶττον ἀλκυονίου
[l. 18] παρορμᾷ τὰς τρίχας. εἰ δ’ ἀποχωρίσειεν αὐτοῦ τις
[p. 12.49]
[l. 1] τὸν χυλὸν, ὅσον μὲν ὑπόλοιπον ἱκανῶς ἐστι γεώδους οὐσίας
[l. 2] θερμῆς, αὐτὸς δ’ ὁ χυλὸς ὑδατώδους τε καὶ ἀερώδους θερμότητος.
[l. 3] οὕτω οὖν καὶ τοὺς ὑποχεομένους καὶ ἀμβλυώττοντας
[l. 4] ἐπὶ πάχει χυμῶν ὀνίνησιν ὑπαλειφόμενος. ἐκ δὲ τῆς τούτου
[l. 5] κράσεως ὅλον τὸ κρόμμυον φυσῶδές ἐστιν ἐσθιόμενον,
[l. 6] καὶ διὰ τοῦτο ὅσα ξηρότερα τὴν κρᾶσιν ἀφυσότερα.
[l. 7] νθ΄. Περὶ κυάμου. Κύαμος καθ’ ἑκάτερα τῆς μέσης
[l. 8] κράσεώς ἐστιν, ἐγγυτάτω κατὰ τὸ ξηραίνειν καὶ κατὰ τὸ ψύχειν.
[l. 9] μετέχει δέ τινος ἐπ’ ὀλίγον καὶ ῥυπτικῆς δυνάμεως ἡ
[l. 10] σὰρξ αὐτοῦ, καθάπερ τὸ λέμμα τῆς στυπτικῆς, καὶ διὰ τοῦτο
[l. 11] τῶν ἰατρῶν ἔνιοι τὸν κύαμον ὅλον ἑψήσαντες σὺν ὀξυκράτῳ
[l. 12] τοῖς δυσεντερικοῖς καὶ τοῖς κοιλιακοῖς καὶ τοῖς ἐμετικοῖς
[l. 13] ἔδοσαν. ἔστι δὲ ὡς ἔδεσμα μὲν εἴπερ τι καὶ ἄλλο φυσῶδές
[l. 14] τε καὶ δύσπεπτον, ἀναπτύσεσι μέντοι ταῖς ἐκ θώρακός τε
[l. 15] καὶ πνεύμονος ἐπιτήδειον. ὡς φάρμακον δ’ ἔξωθεν ἐπιτιθέμενον
[l. 16] ἀλύπως ξηραίνει. ἐπὶ μέντοι ποδαγρικοῖς ἐχρησάμεθα
[l. 17] πολλάκις αὐτῷ δι’ ὕδατος ἑψήσαντες, εἶτα μίξαντες
[l. 18] ὕειον στέαρ. ἐπὶ δὲ τῶν κατὰ νεῦρα θλασμάτων τε καὶ
[p. 12.50]
[l. 1] ἑλκῶν δι’ ὀξυμέλιτος τὸ ἄλευρον ἐπεθήκαμεν· ἐπὶ δὲ τῶν
[l. 2] ἤδη φλεγμαινόντων ἐκ πληγῆς σὺν ἀλφίτοις. καὶ διδύμων δ’
[l. 3] ἐστὶ καὶ μαστῶν ἀγαθὸν κατάπλασμα, 13.199. φιλεῖ γὰρ ταῦτα
[l. 4] τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα, καὶ μάλιστα,
[l. 5] ὅταν ἐκ γάλακτος ἐν αὐτοῖς τυρωθέντος οἱ μαστοὶ φλεγμαίνωσι.
[l. 6] τοιγαροῦν καὶ τὸ γάλα σβέννυται πρὸς τοῦ τοιούτου
[l. 7] καταπλάσματος, ὥσπερ καὶ τὸ τῶν παίδων ἐφήβαιον
[l. 8] ἐπιπλασσόμενον ἀλεύρῳ κυαμίνῳ μέχρι πλέονος ἄνηβον
[l. 9] διαμένει.
[l. 10] ξ΄. Περὶ κυκλαμίνου. Κυκλάμινος ποικίλος τὴν δύναμίν
[l. 11] ἐστι· καὶ γὰρ καὶ ῥύπτει καὶ τέμνει καὶ ἀναστομοῖ καὶ
[l. 12] ἐπισπᾶται καὶ διαφορεῖ. δῆλον δ’ ἐκ τῶν κατὰ μέρος ἔργων.
[l. 13] ὁ μὲν γὰρ χυλὸς αὐτῆς αἱμοῤῥοΐδας ἀναστομοῖ καὶ
[l. 14] προκαλεῖται βιαίως εἰς ἀπόπατον, ἐν κροκύδι προστιθέμενος.
[l. 15] οὕτω δὲ καὶ ταῖς τὰ φύματα καὶ τὰς χοιράδας ἁπάσας τε
[l. 16] τὰς ἄλλας σκληρότητας διαφορούσαις δυνάμεσι μίγνυται καὶ
[l. 17] τοῖς ὑποχεομένοις ἁρμόττει, μετὰ μέλιτος ὑπαλειφόμενος, καὶ
[l. 18] πρὸς τούτοις ἔτι διὰ ῥινῶν καθαίρει. σφοδρὰ δ’ οὕτως
[l. 19] ἐστὶν ἡ δύναμις αὐτοῦ, ὥστε καὶ τοῦ ἐπιγαστρίου καταχριομένου
[p. 12.51]
[l. 1] κοιλίαν ὑπάγει καὶ ἔμβρυα διαφθείρει, καὶ γὰρ καὶ
[l. 2] ἄλλως φθόριον ἰσχυρὸν ἐν πεσσῷ προστιθέμενος. ἡ δ’ ὅλη
[l. 3] ῥίζα τοῦ χυλοῦ μέν ἐστιν ἀσθενεστέρα, σφοδρὰ δ’ ἐστὶ καὶ
[l. 4] αὐτή. καὶ γὰρ ἔμμηνα κινεῖ πινομένη τε καὶ προστιθεμένη
[l. 5] καὶ ἰκτεριῶντας ὀνίνησιν, οὐ μόνον ἐκκαθαίρουσα τὸ σπλάγχνον,
[l. 6] ἀλλὰ τὴν ἐν ὅλῳ τῷ σώματι χολὴν ἐκκρίνουσα δι’
[l. 7] ἱδρώτων. ὅθεν ἐπὶ τῇ πόσει συνεργεῖν δεῖ παντὶ τρόπῳ τῇ
[l. 8] τῶν ἱδρώτων γενέσει. χρὴ δ’ εἶναι τὸ πινόμενον πλῆθος
[l. 9] αὐτῆς ἄχρι τριῶν δραχμῶν, ἤτοι μετὰ γλυκέος ἢ μελικράτου.
[l. 10] ῥύπτει δὲ καὶ τὸ δέρμα, κατά τε τὰ ἄλλα κᾀν τῷ τὰς ἀλωπεκίας
[l. 11] καὶ τὰς ἐφηλίδας, ἅπαντά τε τὰ ἐξανθήματα θεραπεύειν.
[l. 12] ὀνίνησι δὲ καὶ τοὺς σκληροὺς σπλῆνας ἐπιπλαττομένη
[l. 13] πρόσφατός τε καὶ ξηρά. διδόασι δ’ ἔνιοι τὴν ξηρὰν
[l. 14] ῥίζαν καὶ τοῖς ἀσθματικοῖς. ἡ δ’ ἑτέρα κυκλάμινος, ἣν ἔνιοι
[l. 15] κισσάνθεμον ὀνομάζουσι, διὰ τὸ κισσῷ κατὰ τὸ ἄνθος ἐοικέναι,
[l. 16] τὴν ῥίζαν ἄχρηστον ἔχουσα τὸν καρπὸν ἔχει δραστικὸν
[l. 17] ἱκανῶς, ὥστε καὶ μετ’ οἴνου λευκοῦ κυάθων δυοῖν πινόμενος
[l. 18] ἐπὶ πλείους ἡμέρας ἰᾶται σπλῆνας, κινῶν οὖρα
[p. 12.52]
[l. 1] καὶ τὴν κοιλίαν ὑπάγων, ἐκβάλλει δὲ καὶ τὰ χόρια καὶ τοῖς
[l. 2] ἀσθματικοῖς ἀρήγει. ἡ ποιότης δ’ αὐτοῦ γευομένῳ δριμεῖά
[l. 3] τε καὶ ὑπόγλισχρός ἐστι.
[l. 4] ξα΄. Περὶ κυμίνου. Κυμίνου τῷ σπέρματι μάλιστα
[l. 5] χρώμεθα, καθάπερ ἀνίσου τε καὶ λιβυστικοῦ καὶ κάρου καὶ
[l. 6] πετροσελίνου. ἔστι δὲ καὶ θερμαντικῆς δυνάμεως, ὥσπερ
[l. 7] κᾀκείνων ἕκαστον, οὐρητικῆς τε καὶ ἀφύσου κατὰ τὴν τρίτην
[l. 8] τάξιν ὑπάρχων τῶν θερμαινόντων.
[l. 9] ξβ΄. Περὶ κυνοσβάτου. Κυνόσβατος. τούτου τοῦ θάμνου
[l. 10] ὁ μὲν καρπὸς οὐκ ἀγεννῶς στυπτικός ἐστι, τὰ δὲ φύλλα
[l. 11] μετρίως, ὥστε καὶ ἡ κατὰ μέρος αὐτῶν χρῆσις πρόδηλος.
[l. 12] φυλάττεσθαι δὲ τὸ ἐν τῷ καρπῷ ἐριῶδες, ὡς ἀρτηρίας
[l. 13] κακωτικόν.
[l. 14] ξγ΄. Περὶ κυπαρίσσου. Κυπαρίσσου τὰ φύλλα καὶ οἱ
[l. 15] βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακὰ μεγάλων τραυμάτων
[l. 16] ἐν σκληροῖς σώμασίν ἐστι κολλητικά. ἐξ οὗ δῆλον
[l. 17] ὡς ξηραντικῆς ἐστι δυνάμεως, οὐδὲν ἐπιφανὲς ἐχούσης δριμὺ
[l. 18] καὶ θερμὸν, ὥσπερ οὖν καὶ ἡ γεῦσις μαρτυρεῖ· φαίνεται γὰρ
[l. 19] ἐν αὐτῇ βραχὺ μέν τι τὸ δριμὺ, πλεῖστον δὲ τὸ πικρὸν καὶ
[p. 12.53]
[l. 1] πολὺ πλέον ἔτι τὸ στρυφνὸν ἐν ὅλῳ τῷ φυτῷ. τοσοῦτον
[l. 2] δ’ ἐστὶν ἐν αὐτῇ τὸ δριμὺ καὶ τό θερμὸν,13.200. ὅσον ποδηγεῖν
[l. 3] μὲν τὴν στρυφνότητα πρὸς τὸ βάθος, οὐδεμίαν δ’
[l. 4] αὐτὸ θερμότητα καὶ δῆξιν ἐργάζεσθαι τοῖς σώμασιν. διὰ
[l. 5] τοῦτο τὰς κατὰ τὸ βάθος ὑγρότητας ἐν ταῖς πλαδαραῖς καὶ
[l. 6] σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς ἐκβόσκεται,
[l. 7] τῶν θερμαινόντων καὶ ξηραινόντων ἐκδαπανᾷν μὲν
[l. 8] τὰς περιεχομένας δυνάμεων, ἑτέρας δ’ ἐπισπωμένων τῇ δριμύτητι
[l. 9] καὶ θερμότητι. οὕτω δὲ καὶ τοὺς ἐντεροκηλικοὺς
[l. 10] ὠφελεῖ. καὶ γὰρ ξηραίνει καὶ τόνον ἐντίθησι τοῖς δι’ ὑγρότητα
[l. 11] χαλαροῖς σώμασιν, ὡς ἂν τῆς στύψεως εἰς βάθος καταδυομένης,
[l. 12] τῷ ποδηγεῖσθαι πρὸς τῆς μεμιγμένης αὐτῇ θερμότητος,
[l. 13] εἰς τοσοῦτον ἡκούσης μέτρον, ὡς ποδηγεῖν μὲν δύνασθαι,
[l. 14] δάκνειν δ’ οὐδέπω δύνασθαι. χρῶνται δ’ αὐτῇ τινες
[l. 15] καὶ ἐπ’ ἀνθράκων καὶ ἑρπήτων, ἀλφίτοις μιγνύντες, ὡς ἐκδαπανώσῃ
[l. 16] χωρὶς τοῦ θερμαίνειν τὰς ἐργαζομένας ὑγρότητας
[l. 17] τὰ τοιαῦτα νοσήματα. ἔνιοι δὲ καὶ πρὸς ἐρυσιπέλατα χρῶνται,
[l. 18] μιγνύντες ἀλφίτου μεθ’ ὕδατος ἢ ὀξυκράτου ὑδαροῦς.
[l. 1] ξδ΄. Περὶ κυπέρου. Κυπέρου χρήσιμοι μάλιστ’ εἰσὶν
[l. 2] αἱ ῥίζαι, θερμαίνουσαι καὶ ξηραίνουσαι χωρὶς δήξεως. ὅθεν
[l. 3] τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη δυσεπούλωτα θαυμαστῶς ὀνίνησιν.
[l. 4] ἔχουσι γάρ τι καὶ στυπτικὸν καὶ διὰ τοῦτο καὶ τοῖς
[l. 5] ἐν στόμασιν ἕλκεσίν εἰσιν ἐπιτήδειοι, καὶ μὴν καὶ τμητικήν
[l. 6] τινα δύναμιν αὐταῖς μαρτυρητέον ἐστὶν, ᾗ καὶ λιθιῶσιν ἁρμόττουσιν
[l. 7] καὶ οὖρα καὶ καταμήνια κινοῦσι.
[l. 8] 2.96. ξε΄. Περὶ κύπρου. Κύπρος. τούτου τοῦ δένδρου
[l. 9] τὰ φύλλα καὶ οἱ ἀκρέμονες εἰς χρείαν ἥκουσι, μάλιστα μικτῆς
[l. 10] ὄντα δυνάμεώς τε καὶ κράσεως. ἔχει μὲν γάρ τι καὶ διαφορητικὸν
[l. 11] ἐξ ὑδατώδους οὐσίας θερμῆς συμμέτρως, ἔχει δέ
[l. 12] τι στυπτικὸν ἐκ τῆς ψυχώσεως γεώδους, ὅθεν ἀφεψοῦντες
[l. 13] μὲν αὐτὰ καταντλοῦσι τῷ ὕδατι τὰ πυρίκαυτα. χρῶνται δὲ
[l. 14] καὶ κατὰ τῶν πυρωδῶν φλεγμονῶν καὶ ἀνθράκων· ἔστι γὰρ
[l. 15] ἀλύπως τε καὶ ἀδήκτως ξηραντικά. καὶ μὲν καὶ τοῖς ἐν τῷ
[l. 16] στόματι γιγνομένοις ἕλκεσιν αὐτομάτοις καὶ μάλιστα τοῖς
[l. 17] ἀφθώδεσιν αὐταῖς τε τῶν παίδων ταῖς ἄφθαις ἁρμόττει
[l. 18] διαμασώμενα.
[l. 1] ξστ΄. Περὶ κυτίσου. Κυτίσου τὰ φύλλα διαφορητικῆς
[l. 2] τ’ ἐστὶ δυνάμεως ἐπιμεμιγμένης ὑδατώδει χλιαρᾷ, καθάπερ
[l. 3] καὶ τὰ τῆς μαλάχης.
[l. 4] ξζ΄. Περὶ κωνείου. Κώνειον ὅτι τῆς ἄκρως ψυκτικῆς
[l. 5] ἐστι δυνάμεως ἅπαντες ἴσασι.
[l. 6] ξη΄. Περὶ κώνου. Κώνου ὁ καρπὸς, ὃν δὴ καὶ κόκαλον
[l. 7] ὀνομάζουσι καὶ στρόβιλον, ὅλος μὲν χλωρὸς, ἔχει τι μεθ’
[l. 8] ὑγρότητος πικρὸν καὶ δριμὺ καὶ διὰ τοῦτο καὶ τοῖς ἐμπύοις,
[l. 9] ὅσοι τ’ ἄλλοι 13.201. δέονται τὰ κατὰ θώρακα καὶ πνεύμονα,
[l. 10] ῥᾳδίως ἀναβήττειν τε καὶ ἀναπτύειν ἐπιτήδειός ἐστιν. ὁ δ’
[l. 11] ἐδώδιμος ἐξ αὐτοῦ καρπὸς ἔστι μὲν τροφὴ δύσπεπτός τε
[l. 12] καὶ ἰσχυρὰ, ἔστι δὲ καὶ ὡς φάρμακον ἐκλεαίνειν τραχύτητας
[l. 13] ἐπιτήδειον, καὶ μάλισθ’ ὅταν ἐν ὕδατι βρεχθεὶς ἀπόθηται
[l. 14] κατ’ αὐτὸ πᾶν ὅσον ἔχει δριμύ. τὸ γὰρ λοιπὸν ἅπαν
[l. 15] ἀδηκτότερόν τε καὶ ἐμπλαστικώτερον γίνεται, θερμῆς μὲν
[l. 16] καὶ ψυχρᾶς ποιότητος ἐν τῷ μέσῳ καθεστηκὸς, ἐξ ὑδατώδους
[l. 17] τε καὶ γεώδους οὐσίας κεκραμένον, ἀερώδους δ’ ἥκιστα μετέχον.
[l. 1] α΄. Περὶ λαγώποδος. Λαγώπουν ξηραντικῆς
[l. 2] δυνάμεώς ἐστιν, ὡς τὰ κατὰ γαστέρα ῥεύματα καλῶς
[l. 3] ἐπιξηραίνειν.
[l. 4] β΄. Περὶ λαθυρίδος. Λαθυρίς. καὶ ταύτην τινὲς εἶδος
[l. 5] τιθυμάλλου φασὶν, ὅτι τε παραπλησίως ἐκείνοις ὀπὸν ἔχει
[l. 6] καὶ ὅτι καθαίρει τὸν αὐτὸν ἐκείνοις τρόπον, ὁμοία τε τὴν
[l. 7] ὅλην δύναμιν ἐκείνοις ἐστὶ, πλὴν ὅσον τὸ σπέρμα γλυκὺ
[l. 8] γευομένοις φαίνεται, ὃ δὴ καὶ μάλιστα τὴν καθαρτικὴν ἔχει
[l. 9] δύναμιν.
[l. 10] γ΄. Περὶ λαμψάνης. Λαμψάνη ἐσθιομένη μὲν κακόχυμός
[l. 11] ἐστι, καταπλασσομένη δὲ ῥυπτικὸν ἔχει τι καὶ
[l. 12] διαφορητικόν.
[l. 13] δ΄. Περὶ λαπάθου. Λάπαθον διαφορητικῆς μετρίως
[l. 14] ἐστὶ δυνάμεως, τὸ δὲ ὀξυλάπαθον μικτῆς. ἅμα γὰρ τῇ διαφορητικῇ
[l. 15] καὶ ἀποκρουστικῆς τι μετέχει. τὸ δὲ σπέρμα αὐτῶν
[l. 16] ἔχει τι σαφῶς καὶ στυπτικὸν, ὡς καὶ δυσεντερίας καὶ διαῤῥοίας
[l. 17] ἰᾶσθαι, καὶ μάλιστα τὸ τοῦ ὀξυλαπάθου. τὸ δ’ ἱππολάπαθον
[l. 18] ἐν ἕλεσι μὲν γεννᾶται τοὐπίπαν· ἔστι δὲ τῆς αὐτῆς
[l. 19] μὲν τοῖς εἰρημένοις, ἀσθενεστέρας δὲ δυνάμεως.
[l. 1] ε΄. Περὶ λειμωνίου. Λειμωνίου τὸν καρπὸν αὐστηρὸν
[l. 2] ὑπάρχοντα μετ’ οἴνου διδόασι κοιλιακοῖς τε καὶ δυσεντερικοῖς
[l. 3] καὶ αἱμοπτυϊκοῖς. ὀνίνησι δὲ καὶ ῥοῦν γυναικεῖον. ἀρκεῖ
[l. 4] δὲ πλῆθος ὀξυβάφου.
[l. 5] στ΄. Περὶ λειχῆνος. Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ἔστι
[l. 6] μὲν οἷον βρύον τι, τοῦ γένους δ’ ἂν ὀρθῶς ὀνομάζοιτο τῶν
[l. 7] φυτῶν. ὠνομάσθαι δ’ οὕτω δοκεῖ διὰ τὸ λειχῆνας θεραπεύειν.
[l. 8] ἔστι δὲ ῥυπτικῆς τε ἅμα καὶ μετρίως ψυχούσης δυνάμεως,
[l. 9] ξηραντικῆς μέντοι κατ’ ἄμφω. τὸ μὲν δὴ ῥυπτικόν τε
[l. 10] καὶ ξηραντικὸν ἀπὸ τῆς πέτρας ἴσχει, τὸ δὲ ψυκτικὸν ἀπὸ
[l. 11] τοῦ ὑδατώδους. ἐπὶ γὰρ ταῖς ὑγραῖς καὶ δροσώδεσι πέτραις
[l. 12] φύεται. τὸ δ’ ἐκ τῶν τοιούτων οὐσιῶν συγκείμενον ἀφλέγμαντον
[l. 13] ὑπάρχειν οὐδὲν θαυμαστόν. εἰ δὲ καὶ αἱμοῤῥαγίας
[l. 14] ἵστησι, ὡς Διοσκορίδης φησὶν, οὐκ ἔχω φάναι.
[l. 15] 13.202. ζ΄. Περὶ λεοντοπετάλου. Λεοντοπετάλου τῇ ῥίζᾳ
[l. 16] μάλιστα χρώμεθα διαφορητικῇ καὶ ξηραντικῇ καὶ θερμαντικῇ
[l. 17] κατὰ τὴν τρίτην ὑπαρχούσῃ τάξιν.
[l. 1] η΄. Περὶ λεπιδίου. Λεπίδιον ἐκ τῆς τετάρτης ἐστὶ
[l. 2] τάξως τῶν θερμαινόντων, ὅμοιον τῷ καρδάμῳ κατὰ τὴν
[l. 3] ὀσμὴν καὶ τὴν γεῦσιν καὶ τὴν δύναμιν ὑπάρχον, ἧττον δ’
[l. 4] αὐτοῦ ξηραίνει.
[l. 5] θ΄. Περὶ λευκάδος. Λευκὰς δριμείας ἐστὶ ποιότητος
[l. 6] ἐπικρατούσης, κράσεως δὲ θερμῆς καὶ ξηρᾶς κατὰ τὴν τρίτην
[l. 7] που τάξιν.
[l. 8] ι΄. Περὶ λευκακάνθου. Λευκάκανθον, οἱ δὲ πολυγόνατον,
[l. 9] οἱ δὲ ἰσχιάδα καλοῦσι, πικρὰ ταύτης ἡ ῥίζα, καὶ διὰ
[l. 10] τοῦτο τέμνει τε καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. ἐν δὲ
[l. 11] τῷ θερμαίνειν ἐκ τῆς πρώτης ἐστὶ τάξεως.
[l. 12] ια΄. Περὶ λευκοΐου. Λευκοΐου καὶ σύμπας μὲν ὁ θάμνος
[l. 13] ῥυπτικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ἐπὶ μᾶλλον
[l. 14] δ’ αὐτῆς μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα τῶν
[l. 15] χλωρῶν μᾶλλον, ὥστε καὶ τὰς ἐπ’ ὀφθαλμοῖς οὐλὰς τὰς
[l. 16] παχείας λεπτύνει καὶ καταμήνιά τε τὸ ἀφέψημα αὐτῶν προτρέπει
[l. 17] καὶ χόρια καὶ ἔμβρυα τεθνεῶτα προκαλεῖται, καὶ εἰ
[l. 18] ποθείη δὲ, φθόριόν ἐστι φάρμακον. καὶ γὰρ οὖν καὶ πικρόν
[p. 12.59]
[l. 1] ἐστιν, εἴπερ τι καὶ ἄλλο, καὶ εἴ τις αὐτοῦ τὸ σφοδρὸν τῆς
[l. 2] δυνάμεως ὕδατος ἐπιμιξίᾳ πολλοῦ πραΰνειεν, ἤ τινι τῶν τοιούτων,
[l. 3] ἕξει καὶ πρὸς φλεγμονὴν ἀγαθὸν φάρμακον. οὕτω
[l. 4] γοῦν καὶ τὸ ἀφέψημα αὐτοῦ, εἰ μὴ ἄκρατον εἴη, τὰς ἐν μήτρᾳ
[l. 5] φλεγμονὰς ἰᾶται προσαντλούμενον, καὶ μάλισθ’ ὅσαι
[l. 6] κεχρονίκασι σκιῤῥωδῶς. οὕτω δὲ καὶ μετὰ κηρωτῆς ἕλκη δυσεπούλωτα
[l. 7] θεραπεύει. χρῶνται δ’ αὐτῷ τινες σὺν μέλιτι καὶ
[l. 8] πρὸς ἄφθας. ὁ δὲ καρπὸς τῆς αὐτῆς ὢν δυνάμεως ἐπιτηδειότατός
[l. 9] ἐστι πινόμενος ὅσον δυοῖν δραχμῶν πλῆθος ἢ
[l. 10] προστιθέμενος2.97. σὺν μέλιτι, καταμήνιά τε κινεῖν πεπίστευται
[l. 11] καὶ ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ νεκρὰ δ’ ἐκβάλλειν.
[l. 12] αἱ δὲ ῥίζαι παραπλησίας οὖσαι δυνάμεως, πλὴν
[l. 13] ὅσον παχυμερέστεραί τ’ εἰσὶ καὶ γεωδέστεραι, μετ’ ὄξους ἰῶνται
[l. 14] σπλῆνας σκιῤῥουμένους. ἔνιοι δὲ καὶ τὰς σκιῤῥουμένας
[l. 15] φλεγμονὰς ἰῶνται δι’ αὐτοῦ.
[l. 16] ιβ΄. Περὶ λεύκης. Λεύκη τὸ δένδρον μικτόν πώς ἐστι
[l. 17] τὴν κρᾶσιν ἐξ ὑδατώδους τε χλιαρᾶς καὶ γεώδους λελεπτυσμένης
[l. 18] οὐσίας, ὅθεν καὶ τῆς ῥυπτικῆς μετέχει δυνάμεως.
[l. 1] ιγ΄. Περὶ λιβανωτοῦ. Λιβανωτὸς θερμαντικὸς μέν
[l. 2] ἐστι κατὰ τὴν δευτέραν τάξιν, ξηραντικὸς δὲ κατὰ τὴν πρώτην.
[l. 3] ἔχει δέ τι καὶ ὑποστῦφον ὀλίγον, ἥκιστα δὲ σαφὴς ἡ
[l. 4] στύψις ἐστὶν ἐν τῷ λευκῷ κατὰ τὴν χρόαν. ὁ δὲ φλοιὸς
[l. 5] αὐτοῦ τὴν στυπτικὴν δύναμιν ἐναργῶς κέκτηται, διὸ καὶ ξηραίνει
[l. 6] γενναίως, ὡς ἐν τῇ δευτέρᾳ τάξει συμπληρουμένῃ τῶν
[l. 7] ξηραινόντων 13.203. ὑπάρχων. ἔστι δὲ καὶ παχυμερέστερος τοῦ
[l. 8] λιβανωτοῦ καὶ ἥκιστα δριμύτητος μετέχων. διὰ ταύτας γοῦν
[l. 9] αὐτοῦ τὰς ποιότητάς τε καὶ δυνάμεις ἱκανὴ χρῆσίς ἐστι
[l. 10] παρὰ τοῖς ἰατροῖς, ἐπί τε τῶν αἱμοπτυϊκῶν καὶ στομαχικῶν
[l. 11] καὶ κοιλιακῶν καὶ δυσεντερικῶν, οὐ τοῖς ἔξωθεν μόνοις ἐπιτιθεμένοις
[l. 12] μιγνύντων αὐτὸν, ἀλλὰ καὶ τοῖς εἴσω τοῦ σώματος
[l. 13] μεταλαμβανομένοις. ὁ δὲ θαλλὸς αὐτοῦ ξηροτέρας ἐστὶ
[l. 14] καὶ θερμοτέρας ἢ κατὰ αὐτὸν τὸν λιβανωτὸν δυνάμεως, ὡς
[l. 15] εἰς τὴν τρίτην ἀπόστασιν ἀφικνεῖσθαι. ἔχει δέ τι καὶ ῥυπτικὸν,
[l. 16] ὥστε διὰ τοῦτο καὶ ἀνακαθαίρειν δοκεῖ καὶ πληροῦν
[l. 17] τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη, καθάπερ καὶ ὁ ἐκ τῆς σμύρνης
[l. 18] καὶ ὁ ἐκ τοῦ στύρακος.
[l. 19] ιδ΄. Περὶ λιβανωτίδων. Λιβανωτίδες τρεῖς εἰσι· μία
[p. 12.61]
[l. 1] μὲν ἄκαρπος, αἱ δὲ δύο φέρουσαι καρπὸν, ὁμοίας ἅπασαι
[l. 2] δυνάμεως μαλακτικῆς τε καὶ διαφορητικῆς. ὁ δὲ χυλὸς ὅ τε
[l. 3] τῆς ῥίζης καὶ ὁ τῆς πόας μέλιτι μιγνύμενος ἀμβλυωπίας,
[l. 4] ὅσαι διὰ πάχος ὑγρῶν γίνονται θεραπεύει. τῆς δὲ εἰς τοὺς
[l. 5] στεφάνους χρησίμης λιβανωτίδος, ἣν Ῥωμαῖοι καλοῦσι ῥουσμαρῖνον,
[l. 6] τὸ ἀφέψημα τοὺς ἰκτεριῶντας ὀνίνησι πινόμενον.
[l. 7] μετέχουσι γὰρ αἱ λιβανωτίδες ἅπασαι ῥυπτικῆς τε καὶ τμητικῆς
[l. 8] δυνάμεως.
[l. 9] ιε΄. Περὶ λιγνύος. Λιγνὺς ἅπασα μέν ἐστι ξηραντικὴ,
[l. 10] διὸ καὶ γεώδους ὑπάρχει τῆς οὐσίας, ἔχουσά τι καὶ τοῦ
[l. 11] κατακαύσαντος τὴν ὕλην πυρὸς λείψανον, ἀλλὰ τοῦτο μὲν
[l. 12] ὀλίγον. ἡ δ’ ὅλη φύσις αὐτῆς γεώδης ἐστὶ λεπτομερής. αἱ
[l. 13] κατ’ εἶδος δ’ ἐν αὐτῇ διαφοραὶ παρὰ τὴν καυθεῖσαν ὕλην
[l. 14] γίγνονται, ἐκ μὲν τῆς δριμυτέρας καὶ θερμοτέρας, τοιαύτης
[l. 15] καὶ τῆς λιγνύος ἀποτελουμένης,ἐκ δὲ τῆς γλυκυτέρας ὁμοίας
[l. 16] κᾀνταῦθα τῆς λιγνύος γιγνομένης. αὐτίκα γέ τοι τοῦ λιβανωτοῦ
[l. 17] τῇ λιγνύϊ χρῶνται, μιγνύντες εἰς τὰς ὀφθαλμικὰς δυνάμεις,
[l. 18] ἔτι τὰς ἐπὶ φλεγμαινόντων ἔτι τῶν ὀφθαλμῶν ἁρμοττούσας
[p. 12.62]
[l. 1] καὶ ῥευματιζομένων καὶ ἕλκη ἐχόντων. καὶ γὰρ ἀνακαθαίρεται
[l. 2] ταῦτα καὶ σαρκοῦται πρὸς αὐτῶν, ἔτι τε καὶ
[l. 3] εἰς τὰς καλλιβλεφάρους ὀνομαζομένας δυνάμεις αὐτῷ χρῶνται,
[l. 4] καὶ ἡ τῆς τερμίνθης τε καὶ ἡ τῆς σμύρνης ἄλυπός ἐστι
[l. 5] παραπλησίως τῇ τοῦ λιβανωτοῦ, ἡ δὲ τοῦ στύρακος ἰσχυροτέρα
[l. 6] τούτων, ἔτι δὲ μᾶλλον ἡ τῆς ὑγρᾶς πίττης, καὶ ταύτης
[l. 7] ἔτι μᾶλλον ἡ τῆς κέδρου. χρῶνται δὲ τοῖς δριμυτέροις μὲν ἐπί
[l. 8] τε τῶν πτίλων ὀνομαζομένων βλεφάρων καὶ τῶν περιβεβρωμένων
[l. 9] κανθῶν καὶ ὑγρῶν ὀφθαλμῶν ἄνευ φλεγμονῆς. ταῖς
[l. 10] μαλακωτέραις δὲ καὶ πρὸς ταῦτα μὲν, ἀλλὰ καὶ πρὸς ἃ μικρῷ
[l. 11] πρόσθεν εἴρηται ἁρμόττειν τοῦ λιβανωτοῦ τὴν λιγνύν.
[l. 12] ιστ΄. Περὶ λιβυστικοῦ. Λιβυστικοῦ καὶ ἡ ῥίζα καὶ
[l. 13] τὸ σπέρμα θερμαινόντων εἰς τοσοῦτόν ἐστιν, ὡς ἔμμηνά τε
[l. 14] κινεῖν καὶ οὖρα προτρέπειν, ἔτι δὲ καὶ ἄφυσα.
[l. 15] ιζ΄. Περὶ λινοσπέρμου. Λινόσπερμον ἐσθιόμενον φυσῶδές
[l. 16] ἐστι, κᾂν φρυχθῇ, οὕτως ἄρα περιττωματικῆς ὑγρότητος
[l. 17] ὑπάρχει μεστόν. ἔστι δὲ καὶ θερμὸν ἐν τῇ πρώτῃ που τάξει
[l. 18] καὶ ὑγρότητός τε καὶ ξηρότητος ἐν τῷ μέσῳ που τέτακται.
[l. 1] 13.204. ιη΄. Περὶ λινοζώστιδος. Λινοζώστιδι χρῶνται
[l. 2] μὲν ἅπαντες εἰς τὰς τῆς γαστρὸς καθάρσεις μόνον. οὐ μὴν
[l. 3] ἀλλ’ εἰ καὶ πειραθῆναί τις βούλοιτο καταπλάττων αὐτὴν,
[l. 4] εὑρήσει διαφορητικῆς ἱκανῶς δυνάμεως.
[l. 5] ιθ΄. Περὶ λογχίτιδος. Λογχίτιδος τῆς μὲν τὸ σπέρμα
[l. 6] τρίγωνον ἐχούσης ἐοικὸς λόγχῃ κατὰ τὸ σχῆμα, παραπλησία
[l. 7] μάλιστά πως ἡ ῥίζα τῇ τοῦ δαύκου τετύχηκεν οὖσα, καὶ
[l. 8] διὰ τοῦτο καὶ οὐρητικόν ἐστι φάρμακον. τῆς δὲ τῷ σκολοπενδρίῳ
[l. 9] παραπλησίας τὰ φύλλα χλωρὰ μὲν εἰς κόλλησιν
[l. 10] τραύματος ἐπιτήδεια, ξηρὰ δὲ μετ’ ὄξους πινόμενα σπλῆνας
[l. 11] ἰᾶται σκιῤῥουμένους.
[l. 12] κ΄. Περὶ λυκίου. Λύκιον ἢ πυξάκανθον ἀκανθῶδες
[l. 13] δένδρον, ἐξ οὗ καὶ τὸ καλούμενον γίγνεται λύκιον. τοῦτο
[l. 14] δὴ τὸ ὑγρὸν φάρμακον, ᾧ πρὸς ὑπώπιά τε χρῶνται καὶ πρὸς
[l. 15] τὰς ἐν ἕδρᾳ καὶ στόματι φλεγμονὰς καὶ ἑλκώσεις, ἕρπητάς
[l. 16] τε καὶ σηπεδόνας καὶ τὰ κακοήθη τῶν ἑλκῶν καὶ ὦτα πυοῤῥοοῦντα
[l. 17] καὶ παρατρίμματα καὶ παρωνυχίας. ἔστι γὰρ ξηραντικῆς
[l. 18] δυνάμεως ἐξ ἑτερογενῶν οὐσιῶν συγκείμενον, τῆς μὲν
[p. 12.64]
[l. 1] ἑτέρας λεπτομεροῦς τε καὶ διαφορητικῆς καὶ θερμῆς, τῆς δ’
[l. 2] ἑτέρας γεώδους ψυχρᾶς, ἐξ ἧς ἔχει τὴν στύψιν. ἀλλ’ αὐτὴ
[l. 3] μὲν ἡ ποιότης ὀλίγη παντάπασιν ὑπάρχει τῷ φαρμάκῳ, τὸ
[l. 4] διαφορεῖν δὲ καὶ ξηραίνειν οὐκ ὀλίγον, ἀλλὰ κατὰ τὴν δευτέραν
[l. 5] ἀπόστασιν, ἐν θερμότητι δὲ περὶ τὰ μέσα πως τέτακται
[l. 6] καὶ σύμμετρα. διὸ καὶ πρὸς διαφέροντα πάθη χρῶνται
[l. 7] τῷ φαρμάκῳ, ὡς ῥυπτικῷ μὲν πρὸς τὰ ἐπισκοτοῦντα τῶν
[l. 8] κορῶν, ὡς συνακτικῷ δὲ κοιλιακοῖς τε καὶ δυσεντερικοῖς καὶ
[l. 9] ῥῷ γυναικείῳ προσφέροντες. τοῦτο μὲν οὖν τὸ λύκιον ἐν
[l. 10] Λυκίᾳ τε καὶ Καππαδοκίᾳ πλεῖστον γίγνεται. τὸ δ’ ἕτερον,
[l. 11] τὸ Ἰνδικὸν, ἰσχυρότερόν ἐστιν εἰς ἅπαν.
[l. 12] κα΄. Περὶ λυσιμαχίου. Λυσιμάχιος ἐπικρατοῦσαν
[l. 13] ἔχει τὴν στυπτικὴν ποιότητα, δι’ ἣν καὶ τραύματα κολλᾷ
[l. 14] καὶ τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας ἵστησιν ἐμπλασσόμενος,
[l. 15] καὶ τῶν ἄλλων δὲ αἱμοῤῥαγιῶν ἴσχαιμόν ἐστι φάρμακον,
[l. 16] αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἔτι καὶ μᾶλλον καὶ
[l. 17] πινομένη δυσεντερίας τε καὶ αἵματος ἀναγωγὰς καὶ ῥοῦν
[l. 18] γυναικεῖον ἰᾶται.
[l. 1] 2.98. κβ΄. Περὶ λυχνίδος. Λυχνίδος τῆς εἰς τοὺς στεφάνους
[l. 2] τὸ σπέρμα θερμόν ἐστι κατὰ τὴν δευτέραν που τάξιν
[l. 3] ἢ καὶ τρίτην ἤδη, καὶ δὴ καὶ ξηρὸν κατὰ τὸν αὐτὸν
[l. 4] τρόπον.
[l. 5] κγ΄. Περὶ λωτοῦ ἡμέρου. Λωτὸς ὁ ἥμερος, ὃν ἔνιοι
[l. 6] τρίφυλλον ὀνομάζουσι πεπτικῆς μετρίως ἐστὶ δυνάμεως, οὕτως
[l. 7] δὲ καὶ ξηραντικῆς. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψύξιν
[l. 8] συζυγίᾳ μέσος πώς ἐστιν 13.205. καὶ εὔκρατος. ὁ δ’ ἄγριος
[l. 9] λωτὸς ἐν Λιβύῃ μὲν πλεῖστος γεννᾶται. τὸ σπέρμα δ’ αὐτοῦ
[l. 10] τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ἔχει δέ τι
[l. 11] καὶ ῥυπτικόν. τοῦ δ’ Αἰγυπτίου τὸ σπέρμα καὶ ἀρτοποιοῦται.
[l. 12] κδ΄. Περὶ λωτοῦ τοῦ δένδρου. Λωτὸς τὸ δένδρον
[l. 13] στυπτικῆς μὲν οὐ πολλῆς μετέχει ποιότητος, ἔστι δὲ καὶ λεπτομερὲς
[l. 14] καὶ ξηραντικόν. τὰ γοῦν ῥινήματα τῶν ξύλων αὐτῶν
[l. 15] πρός τε ῥοῦν γυναικεῖον ἁρμόττει καὶ δυσεντερίας καὶ
[l. 16] κοιλιακὰς διαθέσεις. ἐναφέψεται δὲ ποτὲ μὲν ὕδατι, ποτὲ
[l. 17] δὲ οἴνῳ, ὡς ἂν καὶ ἡ χρεία κελεύῃ, καὶ οὐκ ἐνίεται μόνον,
[l. 18] ἀλλὰ καὶ πίνεται. καὶ μὴν καὶ τὸ τὰς ῥεούσας τρίχας ἐπέχειν
[p. 12.66]
[l. 1] αὐτὸν ὅτι στυπτικῆς τινος ἅμα τῷ μετρίως ξηραίνειν
[l. 2] ἐστὶ δυνάμεως οὐ μικρὸν σημεῖον. ἐῤῥέθη γὰρ κᾀν τῷ περὶ
[l. 3] λαδάνου λόγῳ τοιᾶσδε δεῖν εἶναι δυνάμεως τὸ μέλλον ἐφέξειν
[l. 4] ῥεούσας τρίχας.
[l. 5] α΄. Περὶ μάκερος. Μάκερ φλοιός ἐστιν ἐκ
[l. 6] τῆς Ἰνδικῆς κομιζόμενος, ἐν μὲν τῷ γεύεσθαι στρυφνὸς ἱκανῶς,
[l. 7] μετά τινος βραχείας δριμύτητος ἀρωματιζούσης· ὀσμώμενος
[l. 8] δὲ ἡδὺς ὁμοίως τοῖς πλείστοις ἀρώμασι τοῖς Ἰνδικοῖς.
[l. 9] ἔοικεν οὖν καὶ αὐτὸς ἐκ μικτῆς οὐσίας συνεστάναι, τῆς πλείστης
[l. 10] μὲν γεώδους ψυχρᾶς, ὀλίγης δέ τινος θερμῆς τε καὶ λεπτομεροῦς,
[l. 11] ὅθεν ἰσχυρῶς ξηραίνει καὶ στύφει καὶ διὰ τοῦτο κοιλιακαῖς
[l. 12] τε καὶ δυσεντερικαῖς μίγνυται δυνάμεσιν, ἐν μὲν τῇ τρίτῃ
[l. 13] τάξει τῶν ξηραινόντων ὑπάρχων, ἐν δὲ τῇ κατὰ θερμότητα
[l. 14] καὶ ψυχρότητα διαφορᾷ μηδέτερον ἐπιφανῶς ἐργαζόμενος.
[l. 15] β΄. Περὶ μαλαβάθρου. Μαλαβάθρου φύλλον νάρδου
[l. 16] στάχυϊ παραπλήσιόν ἐστι τὴν δύναμιν.
[l. 17] γ΄. Περὶ μαλάχης καὶ ἀλθαίας. Μαλάχη ἡ μὲν ἀγρία
[l. 18] διαφορητικῆς ἀτρέμα καὶ μαλακτικῆς ἐπὶ βραχὺ μετέχει δυνάμεως.
[p. 12.67]
[l. 1] ἡ δὲ κηπευομένη καθ’ ὅσον ὑδατώδους ὑγρότητος
[l. 2] μετείληφε, κατὰ τοσοῦτον καὶ ἀσθενεστέρα τὴν δύναμιν
[l. 3] ὑπάρχει. ὁ δὲ καρπὸς αὐτῆς εἰς τοσοῦτον ἰσχυρότερός ἐστιν,
[l. 4] εἰς ὅσον καὶ ξηρότερος. ἔστι δὲ καὶ ἡ δενδρομαλάχη καλουμένη
[l. 5] τούτου τοῦ γένους, ἀλλὰ διαφορητικωτάτη τῶν εἰρημένων.
[l. 6] ὀνομάζεται δὲ καὶ ἀλθαία.
[l. 7] δ΄. Περὶ μανδραγόρας. Μανδραγόρας ἐπικρατοῦσαν
[l. 8] μὲν ἔχει τὴν ψυκτικὴν δύναμιν, ὡς τῆς τρίτης εἶναι τῶν
[l. 9] ψυχόντων τάξεως. οὐ μὴν ἀλλὰ καὶ θερμότητός τινος μετέχει
[l. 10] καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητος, ὅθεν καὶ κωματώδη
[l. 11] τὴν δύναμίν ἐστι ταῦτα. τῆς ῥίζης δ’ ὁ φλοιὸς ἰσχυρότατος
[l. 12] ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει, τὸ δ’ ἄλλο
[l. 13] τὸ ἔνδον ἀσθενὲς ὑπάρχει.
[l. 14] 13.206. ε΄. Περὶ μαράθρου Μάραθρον θερμαίνει μὲν
[l. 15] ἰσχυρῶς, ὡς ἐκ τῆς τρίτης ἤδη δύνασθαι τάξεως εἶναι· ξηραίνει
[l. 16] δ’ οὐχ ὁμοίως, ἀλλὰ κατὰ τὴν πρώτην ἄν τις αὐτὸ θείη ἐν
[l. 17] τῷδε τάξιν, καὶ διὰ τοῦτο γάλακτος γεννητικόν ἐστιν, οὐκ
[l. 18] ἂν γεννῆσαν, εἴπερ ἐξήραινεν ἰσχυρῶς, ὑποχεομένοις τε βοηθεῖ
[p. 12.68]
[l. 1] κατὰ τὸν αὐτὸν λόγον. ἔστι δὲ καὶ οὐρητικὸν καὶ καταμηνίων
[l. 2] ἀγωγόν. ἔστι δὲ καὶ ἕτερον μάραθρον ἄγριον, ὃ
[l. 3] καλοῦσιν διὰ τὸ μέγεθος ἱππομάραθρον, οὗ ἡ ῥίζα καὶ τὸ
[l. 4] σπέρμα ξηραντικωτέρας ἐστὶ δυνάμεως ἢ κατὰ τὸ ἥμερον·
[l. 5] ὥστε μοι δοκοῦσι καὶ τὴν γαστέρα κατὰ τοῦθ’ ἱστάναι. οὐ
[l. 6] γὰρ δὴ στύψεώς γε σαφοῦς αὐτοῖς μέτεστι. τούτου μὲν οὖν
[l. 7] οὐχ ἡ ῥίζα μόνον, ἀλλὰ καὶ πολὺ μᾶλλον τὸ σπέρμα κάχρυϊ
[l. 8] παραπλήσιον ὑπάρχει καὶ δύναται καὶ λίθους θρύπτειν
[l. 9] καὶ ἰκτεριῶντας ἰᾶσθαι καὶ καταμήνια κινεῖν καὶ οὔρησιν
[l. 10] προτρέπειν, οὐ μὴν ἀθροίζειν γάλα καθάπερ τὸ πρότερον.
[l. 11] ἕτερον δ’ ἐστὶν ἱππομάραθρον, οὗ τὸ σπέρμα στρογγύλον ἐστὶ
[l. 12] καὶ δριμὺ τῷ τοῦ κοριάνου παραπλήσιον, ὅμοιον μὲν τῇ
[l. 13] δυνάμει τῷ τοῦ ἱππομαράθρου, ἀσθενέστερον δέ.
[l. 14] στ΄. Περὶ μαστίχης. Μαστίχη ἡ μὲν λευκὴ καὶ Χία
[l. 15] συνήθως ὀνομαζομένη σύνθετός πώς ἐστιν ἐξ ἐναντίων δυνάμεων
[l. 16] στυπτικῆς καὶ μαλακτικῆς. διὸ καὶ στομάχου καὶ
[l. 17] κοιλίας καὶ ἐντέρων καὶ ἥπατος φλεγμοναῖς ἁρμόττει κατὰ
[l. 18] τὴν δευτέραν ἀπόστασιν θερμαίνουσα καὶ ξηραίνουσα. ἡ δὲ
[p. 12.69]
[l. 1] μέλαινα, ἡ Αἰγυπτία προσαγορευομένη, ξηραίνει τε μᾶλλον
[l. 2] αὐτῆς καὶ ἧττον τῆς στυπτικῆς μετέχει δυνάμεως, ὅθεν ἐπιτηδειοτέρα
[l. 3] πώς ἐστι πρὸς τὰ τῆς διαφορήσεως ἰσχυροτέρας
[l. 4] δεόμενα. ταύτῃ γοῦν καὶ τῶν δοθιήνων ἀγαθόν ἐστι φάρμακον.
[l. 5] τὸ μέντοι μαστίχινον ἔλαιόν τε καὶ μύρον ἐκ μὲν
[l. 6] τῆς Χίας σκευάζουσιν, ἐκ δὲ τῆς Αἰγυπτίας οὐ πάνυ τι.
[l. 7] παραπλησίας δ’ ἐστὶ καὶ αὐτὸ δηλονότι τῇ μαστίχῃ δυνάμεως.
[l. 8] ζ΄. Περὶ μελανθίου. Μελάνθιον θερμαίνει μὲν καὶ
[l. 9] ξηραίνει κατὰ τὴν τρίτην τάξιν. ἔοικε δὲ καὶ λεπτομερὲς
[l. 10] ὑπάρχειν, οὕτω γοῦν καὶ κατάῤῥους ἰᾶται, θερμὸν ἐν ὀθονίῳ
[l. 11] προσφερόμενον, ὡς ὀσμᾶσθαι συνεχῶς. καὶ μὲν δὴ καὶ ἀφυσότατόν
[l. 12] ἐστιν εἴσω τοῦ σώματος λαμβανόμενον, ᾧ δῆλον
[l. 13] ὡς λεπτομεροῦς τέ ἐστι καὶ ἀκριβῶς ὑπὸ θερμότητος εἰργασμένης
[l. 14] οὐσίας. διὰ τοῦτό γέ τοι καὶ πικρόν ἐστιν. ἐδείκνυτο δ’
[l. 15] ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ὡς εἰς ἐσχάτην
[l. 16] λεπτότητα καὶ κατεργασίαν ἀφικνουμένης τῆς γεώδους οὐσίας
[l. 17] ἡ πικρὰ γεννᾶται ποιότης. οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ
[l. 18] τὰς ἕλμινθας ἀναιρεῖν πέφυκεν, οὐ μόνον ἐσθιόμενον, ἀλλὰ
[p. 12.70]
[l. 1] καὶ κατὰ τῆς γαστρὸς ἔξωθεν ἐπιτιθέμενον. ἐδείχθη γὰρ ὡς
[l. 2] καὶ τοῦτο πέφυκε δρᾷν ὁ πικρὸς χυμός. οὐ μὴν οὐδ’ ὅτι
[l. 3] λέπρας καὶ ἥλους καὶ μυρμηκίας ἐκβάλλει θαυμαστόν ἐστι
[l. 4] τῷ μεμνημένῳ τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων. οὕτω δὲ
[l. 5] καὶ ὀρθόπνοιαν ὀνίνησι καὶ καταμήνια προτρέπει τὰ διὰ
[l. 6] πάχος ἢ γλισχρότητα χυμῶν ἐπεσχημένα, καὶ ὅλως ἔνθα τεμεῖν
[l. 7] καὶ ῥύψαι καὶ ξηρᾶναι καὶ θερμῆναι δεόμεθα χρηστότατον
[l. 8] ὑπάρχει τὸ φάρμακον.
[l. 9] 13.207.
2.99. η΄. Περὶ μελιλώτου. Μελίλωτον μικτῆς
[l. 10] ἐστι δυνάμεως. ἔχει μὲν γάρ τι καὶ στυπτικὸν, ἀλλὰ καὶ διαφορεῖ
[l. 11] καὶ συμπέπτει. πλέον γὰρ ἐν αὐτῷ τὸ τῆς θερμῆς
[l. 12] οὐσίας ἐστὶν ἤπερ τὸ τῆς ψυχρᾶς.
[l. 13] θ΄. Περὶ μέλιτος. Μέλι καὶ ξηραίνει καὶ θερμαίνει
[l. 14] κατὰ τὴν δευτέραν τάξιν. ἔστι δ’ ἁπλῆς ὡς ἔνι μάλιστα δυνάμεώς
[l. 15] τε καὶ κράσεως, τῆς ῥυπτικῆς ὀνομαζομένης ἡμῖν
[l. 16] συνήθως ἰδέας ὑπάρχων τῶν φαρμάκων, ἑψηθὲν δὲ ἧττον
[l. 17] γίνεται δριμὺ καὶ ῥυπτικὸν, ὅθεν εἰς τὰς τῶν κόλπων κολλήσεις
[l. 18] αὐτῷ χρῶνται. εἰ δέ τι μέλι πικρόν ἐστιν, ὥσπερ καὶ
[p. 12.71]
[l. 1] τὸ ἐν Σαρδόνι, πρόδηλον ὅτι καὶ τοῦτο μικτῆς ἐστι δυνάμεως,
[l. 2] ὡς εἰ καὶ ἡμῶν τις ἀψίνθιον ἔμιξεν αὐτῷ. καὶ τὸ
[l. 3] σάκχαρ δὲ καλούμενον, ὅπερ ἐξ Ἰνδίας τε καὶ τῆς εὐδαίμονος
[l. 4] Ἀραβίας κομίζεται, περιπήγνυται μὲν, ὥς φασι, καλάμοις,
[l. 5] ἔστι δέ τι καὶ αὐτὸ μέλιτος εἶδος. ἧττον μὲν οὖν ἐστιν
[l. 6] ἢ τὸ παρ’ ἡμῖν γλυκὺ, τὴν δύναμιν δὲ παραπλήσιον αὐτῷ,
[l. 7] καθ’ ὅσον ἀποῤῥύπτει καὶ ξηραίνει καὶ διαφορεῖ, καθ’ ὅσον
[l. 8] οὔτε κακοστόμαχόν ἐστιν, ὡς τὸ παρ’ ἡμῖν, οὔτε διψῶδες
[l. 9] ἀποκεχώρηκε τῆς οὐσίας αὐτοῦ.
[l. 10] ι΄. Περὶ μελισσοφύλλου. Μελισσόφυλλον πρασίῳ μέν
[l. 11] ἐστι παραπλήσιον τὴν δύναμιν, ἀπολείπεται δ’ αὐτοῦ πάμπολυ.
[l. 12] διὰ τοῦτο οὐδὲ κέχρηταί τις αὐτῷ. περιττὸν γὰρ
[l. 13] πρασίου παρόντος οὕτως ἀφθόνου πανταχόθεν τῆς γῆς μελισσοφύλλῳ
[l. 14] χρῆσθαι. εἰ μέντοι ποτὲ μὴ παρείη πράσιον,
[l. 15] ἔνεστιν εἰς ὅσα περ ἐκείνῳ χρῆσθαι γινώσκοντι τὸ τῆς ἐνεργείας
[l. 16] ἐλλιπές.
[l. 17] ια΄. Περὶ μεσπίλου. Μέσπιλον ἐνίοτε τρίκοκκον ὀνομάζουσιν,
[l. 18] ὅτι τρεῖς ἔχει τοὺς πάντας κόκκους ἔνδον αὑτοῦ,
[p. 12.72]
[l. 1] σπέρμα δέ ἐστιν ἕκαστος αὐτῶν τοῦ δένδρου, καθάπερ καὶ
[l. 2] τὰ ἐν τοῖς μήλοις εὑρισκόμενα τῆς μηλέας καὶ τὰ γίγαρτα
[l. 3] τῆς ἀμπέλου καὶ κεγχραμίδες τῆς συκῆς. στρυφνὸς ἱκανῶς ὁ
[l. 4] καρπὸς τοῦ δένδρου καὶ μόγις ἐδώδιμος, ἐφεκτικὸς ἱκανῶς
[l. 5] τῆς γαστρός. ἔστι δὲ κᾀν τοῖς βλαστοῖς αὐτοῦ κᾀν τοῖς
[l. 6] φύλλοις ἡ στρυφνὴ ποιότης οὐκ ὀλίγη.
[l. 7] ιβ΄. Περὶ μηδίου. Μηδίου τὴν ῥίζαν πρὸς τὸν καρπὸν
[l. 8] ὑπεναντίως κεκρᾶσθαι συμβέβηκεν. ἡ μὲν γὰρ αὐστηρά
[l. 9] τ’ ἐστὶ καὶ ῥευμάτων ἐφεκτικὴ τῶν τε ἄλλων καὶ δὴ καὶ
[l. 10] τοῦ καλουμένου ῥοῦ γυναικείου. τὸ δὲ σπέρμα τοσοῦτον δεῖται
[l. 11] τοιοῦτόν τι ποιεῖν, ὥστε καὶ προτρέπει καταμήνια, λεπτομεροῦς
[l. 12] καὶ τμητικῆς ὑπάρχον δυνάμεως.
[l. 13] ιγ΄. Περὶ μήκωνος. Μήκων ἡ μέν τις ῥοιὰς ὀνομάζεται,
[l. 14] διότι ταχέως αὐτῆς ἀποῤῥεῖ τὸ ἄνθος, ἡ δέ τις ἥμερος,
[l. 15] ἐπειδὴ κηπεύεται. καὶ μὴν καὶ δύο ἐπ’ αὐταῖς εἰσιν
[l. 16] ἕτεραι μήκωνες ἄγριαι, ἡ μὲν οἷον ἐγκαθημένην ἔχουσα τὴν
[l. 17] κωδύαν, ἡ δὲ ἐπιμηκεστέραν μὲν 13.208. ταύτης, ὅλη δ’ αὐξανεστέρα
[p. 12.73]
[l. 1] καὶ αὐχμηροτέρα. ταύτης τῆς μήκωνος ὁ ὀπὸς ἀποῤῥεῖ,
[l. 2] διὸ δὴ καί τινες ὀνομάζουσιν αὐτὴν ῥοιάδα. ἡ δὲ δύναμις
[l. 3] ἁπασῶν ψυκτική. ἀλλὰ τῆς μὲν κηπευομένης, ἣν δὴ καὶ
[l. 4] θυλακίτιδα προσαγορεύουσι, μετρίως ἐστὶν ὑπνῶδες τὸ σπέρμα
[l. 5] λευκὸν ὀφθῆναι. ταῦτα ἄρα καὶ τοῖς ἄρτοις ἐπιπάττουσιν
[l. 6] αὐτῶν καὶ σὺν μέλιτι δεύσαντες ἐσθίουσι. τῆς δὲ πρώτης
[l. 7] ῥηθείσης, ἧς ταχέως ἀποῤῥεῖν φαμεν τὸ ἄνθος, ἰσχυρότερον
[l. 8] ψύχει τὸ σπέρμα, ὥστε οὐκ ἂν αὐτῷ μόνῳ χρήσαιτό τις
[l. 9] ἀλύπως, ὥσπερ τῆς κηπευομένης μέλιτι μιγνύων. ὑπνῶδες
[l. 10] δέ ἐστιν ἱκανῶς οὕτω ληφθὲν, ἀλλ’ ὀλίγον ἐπιπάττουσιν
[l. 11] αὐτὴν τοῖς τε διὰ μέλιτος πέμμασι καὶ ἰτρίοις καὶ τοῖς
[l. 12] ἄρτοις. τῆς δὲ τρίτης ῥηθείσης τὸ σπέρμα μέλαν ὑπάρχον
[l. 13] ἤδη φαρμακῶδές ἐστιν ἱκανῶς ψῦχον. ἡ δὲ τετάρτη ῥηθεῖσα
[l. 14] φαρμακωδεστάτη πασῶν ἐστι καὶ κατὰ τὸ σπέρμα καὶ κατὰ
[l. 15] τὰς κωδείας καὶ κατὰ τὰ φύλλα καὶ κατὰ τὸν ὀπόν· ἰσχυρῶς
[l. 16] γὰρ ψύχει μέχρι νάρκης ἄγουσα καὶ νεκρώσεως, ὅθεν
[l. 17] ἰατροῦ τὸ χρήσασθαι καλῶς αὐτῇ, μιγνύντα φαρμάκοις
[l. 18] ἀμβλύνουσι τὸ τῆς ψύξεως ἰσχυρόν. ἔστι γὰρ ἐκ τῆς τετάρτης
[p. 12.74]
[l. 1] ἐσχάτης τε τάξεως τῶν ψυχόντων. ὡς δ’ ἄν τις μάλιστα
[l. 2] μεθόδῳ ποιοῖτο τὴν μίξιν, οὐ τῆς ἐνεστώσης πραγματείας
[l. 3] ἴδιον, ἀλλὰ τῆς περὶ συνθέσεως φαρμάκων, ἣν ἐφεξῆς
[l. 4] τῇδε γράφομεν.
[l. 5] ιδ΄. Περὶ μήκωνος κερατίτιδος. Μήκων κερατῖτις
[l. 6] ὠνόμασται μὲν ἀπὸ τοῦ καρποῦ βραχεῖαν ἐπιστροφὴν ἔχοντος,
[l. 7] ὥσπερ καὶ ἡ τῆλις, ὡς ἐοικέναι βοὸς κέρατι. καλεῖται
[l. 8] δὲ ὑπό τινων παραλία μήκων, ἐπειδὴ τὰ πολλὰ πλησίον τῆς
[l. 9] θαλάττης φύεται. δύναμιν δ’ ἔχει τμητικὴν καὶ ῥυπτικὴν,
[l. 10] ὥστε ἡ μὲν ῥίζα τῆς πόας ἐν ὕδατι καθεψηθεῖσα μέχρι ἡμίσεος
[l. 11] ἡπατικὰς ὠφελεῖ διαθέσεις. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη
[l. 12] τὰ ῥυπαρὰ σφόδρα καὶ κακοήθη τῶν ἑλκῶν ὀνίνησιν. ἀφίστασθαι
[l. 13] δὲ αὐτῶν χρὴ καθαρῶν γενομένων τῶν ἑλκῶν. εἰς
[l. 14] τοσοῦτον γὰρ ῥύπτειν πέφυκεν, ὥστε καὶ αὐτῆς τῆς καθαρᾶς
[l. 15] σαρκὸς ἀποτήκειν τι. διὰ ταύτην γέ τοι τὴν ἰσχὺν οὐ
[l. 16] τὸν ῥύπον μόνον, ἀλλὰ καὶ τὰς ἐσχάρας ἀφαιρεῖ τῶν ἑλκῶν.
[l. 17] ιε΄. Περὶ μήκωνος ἡρακλείας. Μήκων ἡρακλεία, καλεῖται
[l. 18] δὲ καὶ ἀφρώδης, ὅτι σύμπασα λευκή τ’ ἐστὶ καὶ
[p. 12.75]
[l. 1] ἀφρώδης οὖσα σμικρά. καθαρτικὸν δ’ ἔχει φλέγματος τὸ
[l. 2] σπέρμα.
[l. 3] ιστ΄. Περὶ μηλέας. Μηλέα οὐ πᾶσά ἐστι μιᾶς φύσεως,
[l. 4] ὥσπερ οὐδὲ τοῦ καρποῦ. τὰ μὲν γάρ ἐστι γλυκέα τῶν
[l. 5] μήλων, τὰ δ’ αὐστηρὰ, τὰ δὲ στρυφνὰ, τὰ δ’ ὀξέα τὰ δὲ
[l. 6] τελέως ἔκλυτα καὶ ὑδατώδη. καὶ δὴ καὶ κρατεῖ τὸ μὲν ὑδατῶδες
[l. 7] ἐν τούτοις, ὡς εἶναι τὴν κρᾶσιν αὐτῶν ὑγροτέραν τε
[l. 8] καὶ ψυχροτέραν, τὸ γεῶδες ψυχρὸν ἐν τοῖς στρυφνοῖς, ἐν δὲ
[l. 9] τοῖς αὐστηροῖς τοῦτό τε καὶ τὸ ὑδατῶδες ψυχρὸν, ὥσπερ
[l. 10] ἐν τοῖς γλυκέσι τὸ ὑδατῶδες εὔκρατον. οὕτω δὲ καὶ τὰ
[l. 11] φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ τῶν δένδρων ἀλλήλων
[l. 12] διαφέρουσιν, ὥστ’ ἔχοις αὐτοῖς μὲν αὐστηροτέροις τε καὶ
[l. 13] ὀξυτέροις τραύματά τε κολλᾷν καὶ τῶν ἐν γενέσει φλεγμονῶν
[l. 14] ἀναστέλλειν τὸ ἐπιῤῥέον καὶ στόμαχον ἔκλυτον καὶ γαστέρα
[l. 15] ῥωννύναι, τοῖς δ’ ὑδατωδεστέροις τὰς μετρίας φλεγμονὰς
[l. 16] ἀρχομένας τε καὶ ἐπιδιδούσας ἀνιέναι. τῆς θεραπευτικῆς
[l. 17] δ’ ἐστὶν ἤδη ταῦτα μεθόδου, διὸ καὶ θᾶττον ἀπολειπτέον
[l. 18] αὐτά. 13.209. ὅτι δὲ παμπόλλη τις ἅπασι τοῖς μήλοις
[p. 12.76]
[l. 1] ὑγρότης ἐμφέρεται περιττωματικὴ καὶ ψυχρὰ δῆλον κᾀκ τοῦ
[l. 2] μηδενὸς αὐτῶν τὸν χυλὸν διαμένειν, ἀλλ’ ὀξύνεσθαί τε καὶ
[l. 3] φθείρεσθαι πάντας. μόνον γὰρ τῶν κυδωνίων καὶ στρουθίων,
[l. 4] ἃ δὴ διὰ τὴν ἐπικρατοῦσαν στύψιν ἧττόν ἐστιν ὑγρὰ
[l. 5] τῶν ἄλλων, ὁ χυλὸς ἑψηθεὶς μετὰ μέλιτος οἷός τε διαμένειν
[l. 6] ἐστίν. αὐτὸς δὲ καθ’ ἑαυτὸν οὐδ’ οὕτως μόνιμος.
[l. 7] 2.100. ιζ΄. Περὶ μηλέας Περσικῆς. Μηλέα Περσικὴ
[l. 8] καλεῖται συνήθως ὑπὸ πάντων ἤδη Περσικὴ μόνον, αὐτὸ
[l. 9] δὴ τοῦτο παραλιπόντων τὸ μῆλον. τὸ δένδρον ἔν τε τοῖς
[l. 10] βλαστοῖς καὶ τοῖς φύλλοις ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν
[l. 11] ποιότητα καὶ διὰ τοῦτο αὐτοῦ τὰ φύλλα τὰς ἕλμινθας ἀποκτείνει
[l. 12] λειωθέντα καὶ κατὰ τοῦ ὀμφαλοῦ ἐπιτεθέντα. καὶ
[l. 13] ἄλλως δὲ διαφορητικόν ἐστι φάρμακον. ὁ δὲ καρπὸς αὐτοῦ,
[l. 14] τοῦτο δὴ ἐδώδιμον περσικὸν, ὑγρότερόν τ’ ἐστὶ καὶ ψυχρότερον
[l. 15] τὴν κρᾶσιν.
[l. 16] ιη΄. Περὶ μηλέας Ἀρμενικῆς. Μηλέα Ἀρμενική. ταύτης
[l. 17] ἐκλέλειπται τὸ παλαιὸν ὄνομα. καλοῦσι· γὰρ ἅπαντες
[l. 18] καὶ τὸν καρπὸν καὶ τὸ δένδρον πρεκόκκιον. ἔστι δὲ ὑγρός
[p. 12.77]
[l. 1] τε καὶ ψυχρὸς ὁ καρπὸς, ἄμφω κατὰ δευτέραν που μάλιστα
[l. 2] πεπονθὼς ἀπόστασιν.
[l. 3] ιθ΄. Περὶ μηλέας Μηδικῆς. Μηλέα Μηδική. ταύτης ὁ
[l. 4] καρπὸς ,οὐκέτι μῆλον Μηδικὸν, ἀλλὰ κιτρίον ὑπὸ πάντων
[l. 5] ὀνομάζεται, κατὰ μὲν τὸ σπέρμα τὴν ὀξεῖαν ποιότητα καὶ
[l. 6] ξηραντικὴν δύναμιν ἐπικρατοῦσαν ἔχον, ὡς τῆς τρίτης εἶναι
[l. 7] τάξεως ἀπὸ τῶν ξηραινόντων τε καὶ ψυχόντων· κατὰ δὲ τὸν
[l. 8] φλοιὸν ξηραινούσης κᾀνταῦθα μετείληφε κράσεως, ἀλλ’ οὐκ
[l. 9] ὀλίγον ἐχούσης τὸ δριμὺ, διὸ καὶ ξηραίνει τοῦτο κατὰ δευτέραν
[l. 10] ἀπόστασιν. οὐ μὴν ψυχρόν γ’ ἐστὶν, ἀλλ’ ἤτοι σύμμετρον
[l. 11] ἢ βραχύ τι κατωτέρω. ἡ δὲ σὰρξ αὐτοῦ παχύχυμός τέ
[l. 12] ἐστι καὶ φλεγματικὴ καὶ ψυχρά· αὐτὴ μὲν γὰρ ἐσθίεται καθάπερ
[l. 13] καὶ ὁ φλοιός. τὸ δὲ σπέρμα πᾶν ἄβρωτον, τό θ’ ὑγρὸν
[l. 14] καὶ ὀξῶδες, ὑπὲρ οὗ πρώτου διείλεγμαι καὶ ὁ ἐν αὐτῷ πυρὴν
[l. 15] εὑρισκόμενος, ὅσπερ ὄντως ἐστὶ σπέρμα, πικρὸς δ’ οὗτός
[l. 16] ἐστι καὶ δηλονότι διαφορητικὸς καὶ ξηραντικὸς κατὰ τὴν δευτέραν
[l. 17] που τάξιν ἀφεστηκὼς τῶν συμμέτρων. καὶ τὰ φύλλα
[l. 18] δὲ ξηραντικῆς τέ ἐστι καὶ διαφορητικῆς δυνάμεως.
[l. 1] κ΄. Περὶ μήου. Μῆον. αἱ ῥίζαι τούτου χρήσιμοι, θερμαὶ
[l. 2] μὲν κατὰ τὴν τρίτην ἀπόστασιν ὑπάρχουσαι, ξηραὶ δὲ
[l. 3] κατὰ τὴν δευτέραν. διὰ τοῦτο γοῦν οὖρά τε κινῆσαι βουλόμενοι
[l. 4] καὶ καταμήνια προκαλέσασθαι, χρῶνται τῷ φαρμάκῳ.
[l. 5] κεφαλαλγές τ’ ἐστι πλεῖον λαμβανόμενον, ὡς ἂν ἐπὶ
[l. 6] πλέον ὑπάρχον θερμὸν ἢ ξηρόν. ὑγρότητα γὰρ ἀπεπτοτέραν
[l. 7] τε ἔτι καὶ φυσωδεστέραν ἡ ἐν αὐτῇ θερμότης ἀναφέρουσα
[l. 8] πρὸς τὴν κεφαλὴν, οὕτως αὐτὴν ἀδικεῖ.
[l. 9] 13.210. κα΄. Περὶ μίλακος τραχείας. Μῖλαξ ἡ τραχεῖα
[l. 10] κληματώδης ἐστὶν, ὡς ἑλίττεσθαι περὶ τὰ δένδρα πολυειδῶς
[l. 11] ἄνω καὶ κάτω. τὰ δὲ φύλλα καὶ γευσάμενα δριμύ τι
[l. 12] ἔχει καὶ ἄλλως χρώμενα θερμαίνει.
[l. 13] κβ΄. Περὶ μίλακος λείας. Μῖλαξ ἡ λεία παραπλησία
[l. 14] πώς ἐστι τῇ προειρημένῃ κατὰ τὴν δύναμιν.
[l. 15] κγ΄. Περὶ μορέας. Μορέας ὁ καρπὸς ὁ μὲν πέπειρος
[l. 16] ὑπάγει γαστέρα, ὁ δ’ ἄωρος ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς
[l. 17] γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερίας ἁρμόττει
[l. 18] καὶ κοιλιακὰς διαθέσεις καὶ τὰς ἄλλας ὅσαι ῥοώδεις. κόπτεται
[p. 12.79]
[l. 1] δὲ καὶ τοῖς ὄψοις μίγνυται, καθάπερ καὶ ὁ τῆς ῥοῦ
[l. 2] καρπὸς, ἢ εἴ τις ἐθέλει δι’ ὕδατος ἢ οἴνου πίνεται. ὅτι δὲ
[l. 3] ὁ τῶν πεπείρων χυλὸς εἰς τὰ στοματικὰ φάρμακα χρήσιμος
[l. 4] ὑπάρχει διὰ τὴν συνοῦσαν αὐτῷ στύψιν, οὐδεὶς ἀγνοεῖ. καὶ
[l. 5] πρὸς ἄλλα δὲ δηλονότι πολλὰ τῶν κατὰ μέρος, ὅσα μετρίας
[l. 6] δεῖται στύψεως, ἁρμόττει. τὰ δ’ ἄωρα πρὸς τῇ στρυφνότητι
[l. 7] καὶ ὀξύτητος μετέχει. καὶ τὸ σύμπαν δένδρον ἐν ἅπασι τοῖς
[l. 8] αὐτοῦ μέρεσι μικτήν τινα δύναμιν ἔοικεν ἔχειν ἐξ ἐφεκτικῆς
[l. 9] τε καὶ καθαρτικῆς συγκείμενον. ἐπικρατεῖ δὲ ἐν μὲν τῷ φλοιῷ
[l. 10] τῆς ῥίζης ἡ καθαρτικὴ μετά τινος πικρότητος, ὥστε καὶ πλατεῖαν
[l. 11] ἕλμινθα κτείνει· ἐν δὲ τοῖς ἄλλοις μορίοις ἡ ἐφεκτικὴ.
[l. 12] κατὰ δὲ τὰ φύλλα καὶ τοὺς βλαστοὺς, μέση πως ἀμφοῖν
[l. 13] ἐστιν ἡ κρᾶσις.
[l. 14] κδ΄. Περὶ μυάγρου. Μυάγρου τὸ σπέρμα λιπαρόν
[l. 15] ἐστιν, ὥστ’ εἰ καὶ θλασθείη, μεθείη ἐλαιῶδές τι δυνάμεως
[l. 16] ἐμπλαστικῆς ὑπάρχον.
[l. 17] κε΄. Περὶ μυκήτων. Μύκης ψυχρὸν καὶ ὑγρὸν ἱκανῶς
[l. 18] φυτὸν, ὅθεν καὶ δηλητηρίου δυνάμεως ἐγγὺς ἥκει. καί
[p. 12.80]
[l. 1] τινές γε ἐξ αὐτῶν καὶ ἀναιροῦσι, καὶ μάλισθ’ ὅσοι τὴν φύσιν
[l. 2] ἐπίμικτον ἔχουσιν σηπεδονώδει τινὶ ποιότητι.
[l. 3] κστ΄. Περὶ μύλης. Μύλης ἡ ῥίζα μικρῷ βολβῷ παραπλήσιος
[l. 4] ὑπάρχουσα συνακτικῆς ἐστι δυνάμεως, ὥστε καὶ
[l. 5] μετὰ αἰρίνου ἀλεύρου προστιθεμένην αὐτὴν ἀνεστομωμένην
[l. 6] μήτραν ἰᾶσθαί φησι Διοσκορίδης.
[l. 7] κζ΄. Περὶ μυὸς ὠτός. Μυὸς ὠτίς. ἔνιοι δὲ μυὸς
[l. 8] ὦτα. ξηραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, θερμότητα δ’
[l. 9] οὐδεμίαν ἐπιφανῆ κέκτηται.
[l. 10] κη΄. Περὶ μυρίκης. Μυρίκη ῥυπτικῆς καὶ τμητικῆς
[l. 11] ἐστι δυνάμεως, ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶς, ἔχει δέ τινα καὶ
[l. 12] στύψιν. καὶ διὰ ταύτας τὰς ποιότητάς τε καὶ δυνάμεις
[l. 13] σπλῆνα μὲν ἱκανῶς ὀνίνησιν ἐσκιῤῥωμένον σὺν ὄξει, ἢ οἴνῳ
[l. 14] τῶν ῥιζῶν, ἢ τῶν ἀκρεμόνων, ἢ τῶν φύλλων ἀφεψομένων.
[l. 15] ἰᾶται 13.211. δὲ καὶ ὀδονταλγίας. ὁ καρπὸς δὲ καὶ ὁ φλοιὸς
[l. 16] οὐ βραχεῖαν στύψιν προσειλήφασιν, ὥστε καὶ κηκίδος ὀμφακίτιδος
[l. 17] ἐγγὺς ἥκειν, πλὴν ὅσῳ μὲν ἡ στρυφνότης ἐναργής
[l. 18] ἐστιν ἐν τῇ κηκίδι, τῷ δὲ καρπῷ τῆς μυρίκης ἡ κρᾶσις
[p. 12.81]
[l. 1] ἀνώμαλος. ἀναμέμικται γὰρ αὐτοῦ τῇ φύσει πολὺ τὸ ῥυπτικόν
[l. 2] τε καὶ λεπτομερὲς, ὃ μὲν οὐχ ὑπάρχει τῇ κηκίδι. χρήσασθαι
[l. 3] μέντοι τις αὐτῷ δύναται, μὴ παρούσης κηκίδος εἰς
[l. 4] ὅσα περ ἐκείνῃ, κατὰ τὰ αὐτὰ καὶ τῷ φλοιῷ. καὶ ἡ τέφρα
[l. 5] δὲ καυθείσης τῆς μυρίκης ξηραντικῆς ἱκανῶς γίνεται δυνάμεως,
[l. 6] ἐχούσης πλεῖστον μὲν τὸ ῥυπτικόν τε καὶ τμητικὸν,
[l. 7] ὀλίγον δὲ τὸ στυπτικόν.
[l. 8] κθ΄. Περὶ μυριοφύλλου. Μυριόφυλλον ξηραντικῆς
[l. 9] ἐστιν εἰς τοσοῦτο δυνάμεως ὡς κολλᾷν τραύματα.
[l. 10] λ΄. Περὶ μύῤῥιδος. Μύῤῥις, ἔνιοι δὲ μύῤῥαν ὀνομάζουσιν,
[l. 11] εὐώδη καὶ γλυκεῖαν ἔχει τὴν ῥίζαν, ἐπιμηνίων τε κινητικὴ,
[l. 12] καὶ τῶν ἐκ θώρακος2.101. καὶ πνεύμονος ἀνακαθαρτικὴ,
[l. 13] ὥστ’ εἴη ἂν ἐκ τῆς δευτέρας τῶν θερμαινόντων τάξεως,
[l. 14] ἔχουσά τι καὶ λεπτομερές.
[l. 15] λα΄. Περὶ μυῤῥίνης. Μυῤῥίνη. ἐξ ἐναντίων καὶ τοῦτο
[l. 16] τὸ φυτὸν οὐσιῶν σύγκειται. ἐπικρατεῖ δ’ ὅμως ἐν αὐτῷ γεῶδες
[l. 17] ψυχρὸν, ἔχει δὲ καὶ λεπτομερὲς θερμὸν, ὅθεν ἰσχυρῶς ξηραίνει.
[l. 18] ἔστι δὲ καὶ τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ καρπὸς
[p. 12.82]
[l. 1] καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στύψιν. ἡ
[l. 2] μέντοι τῷ στελέχει τε καὶ τοῖς κλάδοις αὐτοῖς ἐπίφυσις ὀχθώδης,
[l. 3] ἣν ἔνιοι μυρτάδα ὀνομάζουσιν, εἰς ὅσον δέ ἐστι ξηροτέρα
[l. 4] τῶν εἰρημένων, εἰς τοσοῦτο καὶ ξηραίνει καὶ στύφει σφοδρότερον.
[l. 5] ἀποτίθενται δ’ αὐτὴν ἔνιοι κόπτοντες, κᾄπειτ’ ἀναλαμβάνοντες
[l. 6] οἴνῳ καὶ τροχίσκους ἀναπλάττοντες. ἔστι δὲ καὶ
[l. 7] τὰ ξηρὰ φύλλα τῶν χλωρῶν ξηραντικώτερα, μέμικται γάρ τις
[l. 8] ὑγρότης δηλονότι τοῖς χλωροῖς. ὁ δὲ χυλὸς οὐκ ἐκ τῶν φύλλων
[l. 9] μόνον ἐκθλίβεται τῶν χλωρῶν, ἀλλὰ καὶ ἐκ τοῦ καρποῦ. στεγνωτικῆς
[l. 10] δ’ ἐστὶν ἅπαντα ταῦτα δυνάμεως, ἔξωθέν τε τοῦ
[l. 11] σώματος ἐπιτιθέμενα καὶ εἴσω λαμβανόμενα, διὰ τὸ μηδεμίαν
[l. 12] ἀναμεμιγμένην ἔχειν ἤδη δηλητήριον ἢ καθαρτικὴν οὐσίαν.
[l. 13] λβ΄. Περὶ μώλυος. Μῶλυ. τινὲς τοῦτο πήγανον ἄγριον
[l. 14] ὀνομάζουσιν, ἔνιοι δὲ ἅρμολαν, Σύροι δὲ βησασὰν, ὥσπερ δὴ
[l. 15] καὶ οἱ Καππαδόκαι μῶλυ, διότι τῇ ῥίζῃ μέν ἐστι μέλαν, ἄνθος
[l. 16] δ’ ἔχει γαλακτῶδες. ἡ δύναμις δ’ αὐτοῦ λεπτομερής τ’ ἐστὶ καὶ
[l. 17] θερμὴ κατὰ τὴν τρίτην ἀπόστασιν, ὅθεν καὶ τέμνει τοὺς παχεῖς
[l. 18] καὶ γλίσχρους χυμοὺς καὶ διαφορεῖ καὶ ἐπ’ οὔρησιν προτρέπει.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΒΙΒΛΙΟΝ Θ.
[l. 1] Προοίμιον. Ὅσον μὲν οὖν ὑπόλοιπον ἐστι τῆς
[l. 2] κατὰ φυτὰ δυνάμεως ἐν τῷδε λεχθήσεται, οὐδὲ τοῦτο ἅπαν,
[l. 3] ἀλλ’ αἱ τῶν δραστικῶν ποιοτήτων ἐνέργειαι μόναι. τὰ γὰρ
[l. 4] ὅλης ἔργα τῆς οὐσίας τῶν φυτῶν ὕστερον αὐτὰ καθ’ αὑτὰ
[l. 5] διέξιμεν. ἀναμνήσαντες οὖν πάλιν κατ’ αὐτὰ τοὺς ἀνεγνωκότας
[l. 6] τὰ πρόσθεν, ὡς καθ’ ἑκάστην δύναμιν ἁπλῆν εἰς τάξεις
[l. 7] τέτταρας ἐποιησάμεθα τὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον
[p. 12.84]
[l. 1] διαίρεσιν, ὅτι τε σαφέσιν ὅροις ἑκάστης τάξεως τὸ πλάτος
[l. 2] ἀφωρισάμεθα καὶ αὐτῆς τῶν δυνάμεων εὑρέσεως ἐδιδάξαμέν
[l. 3] τινα μέθοδον, ἁπάντων τε τούτων ἀποδείξεις ἐποιησάμεθα
[l. 4] καὶ σκοποὺς ἐθέμεθα καὶ κριτήρια καθ’ ἑκάστην δύναμιν
[l. 5] ἴδιά τε καὶ κοινὰ, προσθήσομεν οὕτως ἤδη τὰ λείποντα,
[l. 6] παρακαλέσαντες, εἴ τις οὐχ ὡμίλησε τοῖς ἔμπροσθεν, ἤτοι
[l. 7] καὶ τούτων ἀφίστασθαι παντάπασιν, ἢ εἴπερ ἦν φιλόπονος
[l. 8] ἐξ ἀρχῆς πρότερον ἀναλέξασθαι τὴν πραγματείαν. ἀσαφῆ
[l. 9] τε γὰρ ἅμα καὶ ἀναπόδεικτα πάντ’ αὐτῷ φανεῖται τὰ λεχθησόμενα,
[l. 10] πρὶν ἐν ἐκείνοις γυμνάσασθαι.
[l. 11] α΄. Περὶ νάρδου στάχυος. Νάρδου στάχυς
[l. 12] θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ
[l. 13] κατὰ τὴν δευτέραν συμπληρουμένην. σύγκειται δὲ ἔκ τε στυφούσης
[l. 14] αὐτάρκως οὐσίας καὶ δριμείας θερμῆς οὐ πολλῆς
[l. 15] καί τινος ὑποπίκρου βραχείας. ἐκ τοιούτων δ’ ἡ ῥίζα συγκειμένη
[l. 16] δυνάμεων καὶ πρὸς ἧπαρ καὶ πρὸς στόμαχον εὐλόγως
[l. 17] ἁρμόζει. πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ οὖρα
[l. 18] κινεῖ καὶ δήξεις ἰᾶται στομάχου καὶ τὰ κατὰ τὴν γαστέρα
[l. 19] καὶ τὰ ἔντερα ῥεύματα ξηραίνει καὶ πρὸς τούτοις ἔτι τὰ
[p. 12.85]
[l. 1] κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα. ἰσχυροτέρα δ’ ἐστὶν ἡ
[l. 2] Ἰνδικὴ προσαγορευομένη, μελαντέρα τῆς Συριακῆς καλουμένης
[l. 3] ὑπάρχουσα.
[l. 4] 13.213. β΄. Περὶ νάρδου Κελτικῆς. Νάρδος Κελτικὴ
[l. 5] παραπλησίας πώς ἐστι κατὰ γένος δυνάμεως ταῖς προειρημέναις,
[l. 6] ἀσθενεστέρα δ’ εἰς ἅπαντα πλὴν εἰς οὖρα. θερμοτέρα
[l. 7] μὲν γὰρ ἐκείνων ἐστὶν, ἧττον δὲ στύφει.
[l. 8] γ΄. Περὶ πάρδου ὀρείας. Νάρδος ὀρεία, ἥτις καὶ θυλακῖτις
[l. 9] καὶ πυρῖτις ὀνομάζεται, γεννᾶται μὲν ἐν Κιλικίᾳ
[l. 10] πλείστη, ἔστι δ’ ἀσθενεστέρα τῶν προειρημένων.
[l. 11] δ΄. Περὶ νάρθηκος. Νάρθηκος τὸ μὲν σπέρμα θερμαίνει
[l. 12] καὶ λεπτύνει, τὸ δ’ ἐντὸς ἔτι χλωρὸν, τὸ λεγόμενον
[l. 13] ἐντεριώνη, στυπτικῆς τινος μετέχει ποιότητος, δι’ ἣν αἱμοπτυϊκοῖς
[l. 14] τε καὶ κοιλιακοῖς ἁρμόττει.
[l. 15] ε΄. Περὶ νάπυος. Νᾶπυ θερμαίνει καὶ ξηραίνει κατὰ
[l. 16] τὴν τετάρτην τάξιν.
[l. 17] στ΄. Περὶ ναρκίσσου. Ναρκίσσου ἡ ῥίζα ξηραντικῆς
[l. 18] ἐστι δυνάμεως εἰς τοσοῦτον ὡς κολλᾷν τραύματα μέγιστα,
[p. 12.86]
[l. 1] μέχρι καὶ τῶν περὶ τοὺς τένοντας διακοπῶν. ἔχει δέ τι καὶ
[l. 2] ῥυπτικὸν καὶ ἐπισπαστικόν.
[l. 3] ζ΄. Περὶ νευράδος. Νευρὰς, ἔνιοι δὲ ποτήριον ὀνομάζουσι,
[l. 4] ξηραντικῆς ἀδήκτου δυνάμεώς ἐστιν, ὡς καὶ νεῦρα
[l. 5] διακοπέντα πιστεύεσθαι κολλᾷν. αἱ ῥίζαι δ’ αὐτῆς μάλιστα
[l. 6] τοιαῦται. καὶ μὲν δὴ καὶ τὸ ἀφέψημά τινες αὐτῶν διδόασι
[l. 7] τοῖς τὰ νεῦρα πεπονθόσιν.
[l. 8] η΄. Περὶ νηρίου. Νήριον, ἢ ῥοδοδάφνη, γνώριμος
[l. 9] ἅπασι θάμνος. ἔξωθεν μὲν τοῦ σώματος εἰ καταπλασθείη,
[l. 10] διαφορητικῆς ἐστι δυνάμεως, εἴσω δὲ λαμβανομένη ὀλέθριός
[l. 11] τε καὶ δηλητήριος οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς
[l. 12] πλείστοις τῶν βοσκημάτων.
[l. 13] θ΄. Περὶ νυμφαίας. Νυμφαίας ἥ τε ῥίζα καὶ τὸ
[l. 14] σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἄδηκτον. ἐπέχει τοιγαροῦν
[l. 15] καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ σπέρμα κατά τε τοὺς ὀνειρωγμοὺς
[l. 16] καὶ ἄλλως ἀμετρότερον φερόμενον, ὀνίνησι δὲ καὶ
[l. 17] δυσεντερικούς. ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν νυμφαία σφοδροτέρας
[l. 18] ἐστὶ δυνάμεως, ὥστε ῥοῦν γυναικεῖον ἰᾶσθαι. πίνεται
[p. 12.87]
[l. 1] δὲ καὶ αὕτη καὶ ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν ἐν οἴνῳ
[l. 2] μέλανι αὐστηρῷ. μετέχουσι δέ τι καὶ ῥυπτικῆς δυνάμεως,
[l. 3] ὥστε καὶ ἀλφοὺς ἰῶνται καὶ ἀλωπεκίας. ἀναδεύονται δὲ πρὸς
[l. 4] μὲν τοὺς ἀλφοὺς ὕδατι, πρὸς δὲ τὰς ἀλωπεκίας ὑγρᾷ πίττῃ.
[l. 5] κρείττων2.102. δ’ εἰς ταῦτα ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν,
[l. 6] ὥσπερ ἐς θάτερα ἡ τὴν λευκήν.
[l. 7] 13.214. α΄. Περὶ ξανθίου. Ξανθίον. καλεῖται
[l. 8] δὲ καὶ φασγάνιον, ὁ καρπὸς διαφορητικῆς ἐστι δυνάμεως.
[l. 9] β΄. Περὶ ξυρίδος. Ξυρὶς, ἔνιοι δὲ ξυρίδα, λεπτομεροῦς,
[l. 10] ἑλκτικῆς τε καὶ διαφορητικῆς καὶ δηλονότι καὶ ξηραντικῆς
[l. 11] ἐστι δυνάμεως, ἥ τε ῥίζα καὶ πολὺ μᾶλλον αὐτῆς ὁ
[l. 12] καρπὸς, ὅς γε καὶ οὐρητικός τε καὶ σπληνῶν σκιῤῥουμένων
[l. 13] ἐστὶν ἰατικός.
[l. 14] γ΄. Περὶ ξιφίου. Ξιφίου ἡ ῥίζα, καὶ μάλιστα ἡ ἑτέρα
[l. 15] ἡ ἄνωθεν, ἑλκτικῆς τ’ ἐστὶ καὶ διαφορητικῆς καὶ δηλονότι
[l. 16] καὶ ξηραντικῆς δυνάμεως.
[l. 17] α΄. Περὶ ὄης. Ὄη τὸ δένδρον, ἧς ὁ καρπὸς
[l. 18] ὄα καλεῖται, ὑπὸ δὲ τῶν πολλῶν οὖα μετὰ τοῦ υ,
[p. 12.88]
[l. 1] στυπτικῆς μετέχει ποιότητος, ἀλλ’ ἀσθενεστέρας πολὺ μεσπίλου.
[l. 2] διὸ δὴ καὶ ἡδὺς ἐσθιομένη ἐστὶ καὶ ἧττον ἢ κατὰ μέσπιλον
[l. 3] στεγνωτικὴ τῆς γαστρός.
[l. 4] β΄. Περὶ οἴνου. Οἶνος ἐκ τῆς δευτέρας τάξεώς ἐστι
[l. 5] τῶν θερμαινόντων, ὁ δ’ ἱκανῶς παλαιὸς τῆς τρίτης, ὥσπερ
[l. 6] ὁ γλεῦκος ὀνομαζόμενος τῆς πρώτης τάξεως. ἀνάλογον δὲ
[l. 7] ταῖς θερμότησιν καὶ αἱ ξηρότητες αὐτοῦ.
[l. 8] γ΄. Περὶ ὀλύνθων. Ὄλυνθοι δριμείας εἰσὶ καὶ διαφορητικῆς
[l. 9] δυνάμεως, διὰ τὸν ἐμφερόμενον αὐτοῖς ὀπὸν, παντὸς
[l. 10] τοῦ δένδρου κοινόν. ἑψηθέντες μὲν οὖν τοὺς σκληροὺς
[l. 11] ὄγκους διαφοροῦσιν, ὠμοὶ δὲ καὶ μυρμηκίας καὶ θύμους
[l. 12] ἐκβάλλουσιν.
[l. 13] δ΄. Περὶ ὀλοστίου. Ὀλόστιον ξηραντικῆς ἐστι δυνάμεως
[l. 14] μετὰ τοῦ στύφειν, ὅθεν αὐτὸ καὶ πρὸς τὰ ῥήγματα
[l. 15] ποτίζουσιν
[l. 16] ε΄. Περὶ ὀλύρων. Ὀλύρα μεταξὺ πυροῦ τε καὶ κριθῆς
[l. 17] φύσεώς ἐστι καὶ ὡς τροφὴ καὶ ὡς φάρμακον. ἐξ ἐκείνων
[l. 18] οὖν καὶ περὶ τῆσδε λογίζου.
[l. 1] στ΄. Περὶ ὀνάγρου. Ὄναγρον ἢ ὀνόθηρα ἢ ὀνοθουρίς.
[l. 2] τούτου ἡ ῥίζα ξηραινομένη οἰνῶδές τι ὄζει. ἔστι δὲ καὶ τῇ
[l. 3] δυνάμει κατ’ οἶνον μάλιστα.
[l. 4] 13.215. ζ΄. Περὶ ὀνόσματος. Ὄνοσμα ἢ ὀσμὰς ἢ φλονῖτις
[l. 5] ἢ ὄνωνις ἐκ δριμείας καὶ πικρᾶς οὐσίας σύγκειται. διὸ
[l. 6] καὶ πεπίστευται κτείνειν τε καὶ ἐκβάλλειν ἔμβρυα, τῶν φύλλων
[l. 7] αὐτοῦ σὺν οἴνῳ πινομένων.
[l. 8] η΄. Περὶ ὀνοβρυχίδος. Ὀνοβρυχὶς ἀραιωτικῆς τε καὶ
[l. 9] διαφορητικῆς ἐστι δυνάμεως. ταῦτ’ ἄρα καὶ χλωρᾶς μὲν αὐτῆς
[l. 10] τὰ φύλλα καταπλασσόμενα διαφορεῖ φύματα· ξηρᾶς δὲ
[l. 11] μετ’ οἴνου πινόμενα στραγγουρίας ἰᾶται. καὶ μὲν δὴ καὶ
[l. 12] ἱδρῶτας προκαλεῖται σὺν ἐλαίῳ ἀλειφομένη.
[l. 13] θ΄. Περὶ ὀνώνιδος. Ὄνωνις ῥίζαν ἔχει θερμαντικὴν
[l. 14] ἤδη που κατὰ τὴν τρίτην τάξιν. ὁ δὲ φλοιὸς αὐτῆς μάλιστ’
[l. 15] ἐστὶ χρήσιμος, ἔχων τι καὶ ῥυπτικὸν καὶ τμητικὸν, ὅθεν οὐκ
[l. 16] οὐρητικὸς μόνον ἐστὶν, ἀλλὰ καὶ λίθων θρυπτικός. τῇ δ’
[l. 17] αὐτῇ δυνάμει καὶ τὰς ἐσχάρας ταχέως ἀφίστησιν. χρῶνται
[p. 12.90]
[l. 1] δ’ αὐτῷ καὶ πρὸς ὀδόντων ἀλγήματα καθέψοντες ἐν ὀξυκράτῳ
[l. 2] καὶ διακλύζεσθαι κελεύοντες.
[l. 3] ι΄. Περὶ ὄξους. Ὄξος ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων
[l. 4] δέδεικται μικτῆς οὐσίας ὑπάρχον ψυχρᾶς καὶ θερμῆς
[l. 5] ἀμφοῖν λεπτομερῶν. ἐπικρατεῖ δὲ τῆς θερμῆς ἡ ψυχρά.
[l. 6] ξηραντικὸν δ’ ἱκανῶς ἐστι τὸ φάρμακον, ὡς τρίτης εἶναι
[l. 7] τάξεως ἤδη συμπληρουμένης, ὅτ’ ἂν δ’ ἰσχυρὸν ὑπάρχῃ.
[l. 8] ια΄. Περὶ ὀξυακάνθου. Ὀξυάκανθος. τοῦτο γὰρ τὸ
[l. 9] δένδρον, ὥσπερ ἀχράδι παραπλήσιόν ἐστι τὴν ἰδέαν, οὕτω
[l. 10] καὶ τὴν δύναμιν. καὶ μέν γε καὶ οἱ καρποὶ, ὁ μὲν τῆς ἀχράδος
[l. 11] ἁπλῶς στρυφνὸς, ὁ δὲ τῆς ὀξυακάνθης καὶ λεπτομερής
[l. 12] ἐστι καὶ τμητικὸν ὀλίγον ἔχει. ὁ δὲ καρπὸς τοῦ δένδρου
[l. 13] τῷ μὲν τῆς ἀχράδος οὐκ ἔοικεν, ὅμοιος δ’ ἐστὶ τοῖς μύρτοις,
[l. 14] ἐρυθρός τε καὶ ἀραιὸς ὑπάρχων. ἔχει δὲ καὶ πυρῆνας.
[l. 15] οὐ μόνον δ’ ἐσθιόμενος, ἀλλὰ καὶ πινόμενος ἐφεκτικός ἐστιν
[l. 16] ἁπάντων τῶν ῥοωδῶν παθῶν.
[l. 17] ιβ΄. Περὶ ὀποῦ. Ὀπὸς, ὁ μὲν Κυρηναῖος ἁπάντων
[p. 12.91]
[l. 1] ἐστὶ θερμότατός τε καὶ λεπτομερέστατος καὶ διὰ τοῦτο καὶ
[l. 2] διαφορητικώτατος. οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοί τ’ εἰσὶν
[l. 3] ἱκανῶς καὶ πνευματώδεις. τὸ πλεῖστον γὰρ ἐν αὐτοῖς
[l. 4] ἀερώδους τε καὶ πυρώδους οὐσίας ἐστὶν. εἰσὶ δὲ πάμπολλοι
[l. 5] μὲν ὀποί. ῥίζης γὰρ ἡστινοσοῦν ἢ καυλοῦ τμηθέντος τὸ
[l. 6] ῥέον ἐκ τῆς τομῆς παχὺ καὶ γλίσχρον ὀπός ἐστιν. εἰδικώτερον
[l. 7] δὲ οἷον καθ’ ὑπεροχήν τινα τὸν Κυρηναῖον οὕτως
[l. 8] ὀνομάζουσιν καὶ τὸν Μηδικὸν καὶ τὸν Συριακόν.
[l. 9] ιγ΄. Περὶ ὀριγάνου. Ὀρίγανος ἡ μὲν Ἡρακλεωτικὴ
[l. 10] δραστικωτέρα τῆς ὀνίτιδος, ἀμφοῖν δὲ ἀγρία, ἣν πάνακες
[l. 11] Ἡράκλειον, οἱ δὲ κονύλην καλοῦσιν. ἅπασαι δὲ τμητικῆς τε
[l. 12] καὶ λεπτυντικῆς καὶ 13.216. θερμαντικῆς εἰσι δυνάμεως κατὰ
[l. 13] τὴν τρίτην ἀπόστασιν ἔχουσαι ταῦτα. ἡ δὲ τραγορίγανος
[l. 14] ὀνομαζομένη προσείληφέ τι καὶ στύψεως.
[l. 15] ιδ΄. Περὶ ὀρόβου. Ὄροβος ξηραίνει μὲν κατὰ τὴν δευτέραν
[l. 16] ἀπόστασιν ἐπιτεταμένην, θερμαίνει δὲ κατὰ τὴν πρώτην,
[l. 17] εἰς ὅσον δὲ πικρότητος μετείληφεν, εἰς τοσοῦτον τέμνει
[p. 12.92]
[l. 1] καὶ ῥύπτει καὶ ἐκφράττει. πλέον δὲ ληφθεὶς αἷμα δι’ οὔρων
[l. 2] ἄγει.
[l. 3] ιε΄. Περὶ ὀροβάκχης. Ὀροβάκχη ξηρᾶς καὶ ψυχρᾶς
[l. 4] ἐστι κράσεως κατὰ τὴν πρώτην τάξιν.
[l. 5] 2.103. ιστ΄. Περὶ ὀρύζης. Ὄρυζα ἔχει τι στυπτικὸν,
[l. 6] διὸ καὶ τὴν γαστέρα μετρίως ἐπέχει.
[l. 7] ιζ΄. Περὶ ὄρχεως τοῦ κυνός. Ὄρχις. ὀνομάζεται καὶ
[l. 8] κυνὸς ὄρχις ἡ αὐτὴ βοτάνη. δύναμις δὲ τῆς ῥίζης αὐτοῦ
[l. 9] βολβοειδοῦς οὔσης καὶ διπλῆς ὑγρὰ καὶ θερμή. διὸ καὶ
[l. 10] γευομένοις γλυκύτερος φαίνεται. ἀλλ’ ἡ μὲν μείζων ῥίζα πολλὴν
[l. 11] ἔοικεν ἔχειν ὑγρότητα περιττωματικήν τε καὶ φυσώδη,
[l. 12] διὰ τοῦτο καὶ πρὸς ἀφροδίσια πινομένη προτρέπει. ἡ δ’
[l. 13] ἑτέρα ἡ ἐλάττων ἔμπαλιν κατειργασμένη ἱκανῶς, ὡς εἶναι
[l. 14] τὴν κρᾶσιν αὐτῆς ἐπὶ τὸ θερμότερόν τε καὶ ξηρότερον ῥέπουσαν,
[l. 15] ὅθεν οὐ μόνον οὐ προτρέπει τὰς πρὸς συνουσίας
[l. 16] ὁρμὰς ἥδε ἡ ῥίζα, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ἐπέχει τε καὶ
[l. 17] καταστέλλει. ἐσθίονται δὲ δίκην βολβῶν ὀπτώμεναι.
[l. 1] ιη΄. Περὶ ὄρχεως τοῦ σεραπιάδος. Ὄρχις, ὃν καὶ σεραπιάδα
[l. 2] καλοῦσιν, ξηροτέρας δυνάμεώς ἐστιν ἢ κατὰ τὴν προτέραν,
[l. 3] ὅθεν εἰς τὰ ἀφροδίσια μὲν οὐχ ὁμοίως ἐπιτήδειός
[l. 4] ἐστιν. οἰδήματα δὲ καταπλασσόμενος διαφορεῖ καὶ ἕλκη ῥυπαρὰ
[l. 5] καθαίρει καὶ ἕρπητας ἰᾶται. ξηρανθεῖσα δὲ πολὺ δὴ
[l. 6] μᾶλλον ἔτι ξηραίνει, ὥστε καὶ τὰ σηπεδονώδη καὶ τὰ κακοήθη
[l. 7] τῶν ἑλκῶν ἰᾶται. καὶ γάρ τι καὶ ὑποστῦφον ἔχει καὶ
[l. 8] διὰ τοῦτο κοιλίαν ἐπέχει μετ’ οἴνου πινομένη.
[l. 9] ιθ΄. Περὶ ὀσίριδος. Ὀσίριδος τῆς πόας, ἐξ ἧς καὶ
[l. 10] τὰ κορήματα γίνεται, πικρὰ μὲν ἡ ποιότης, ἐκφρακτικὴ δὲ
[l. 11] ἡ δύναμις, ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ὠφελεῖ.
[l. 12] α΄. Περὶ παγκρατίου. Παγκράτιον. ἡ ῥίζα
[l. 13] τούτου σκίλλῃ κατά τε τὴν γεῦσιν ἔοικεν καὶ κατὰ τὴν δύναμιν,
[l. 14] ὥστε καὶ χρῶνταί. τινες αὐτῷ μὴ παρούσης σκίλλης.
[l. 15] ἐνεργεῖ γὰρ ἅπαντα κατὰ γένος μὲν ὡσαύτως, ἀσθενεστέρα
[l. 16] δὲ μακρῷ.
[l. 17] 13.217. β΄. Περὶ παλιούρου. Παλιούρου τὰ φύλλα καὶ
[l. 18] ἡ ῥίζα στυπτικῆς μὲν οὐκ ἀσαφῶς μετείληφε δυνάμεως, ὡς καὶ
[p. 12.94]
[l. 1] τὴν ῥέουσαν ἐπέχειν γαστέρα, διαφορητικῆς δ’ εἰς τοσοῦτον,
[l. 2] ὡς καὶ τὰ φύματα θεραπεύειν, ὅσα γε μὴ λίαν ὑπάρχει
[l. 3] φλεγμονώδη τε καὶ θερμά. ὁ δὲ καρπὸς τμητικῆς ἐπὶ τοσοῦτο
[l. 4] μετέχει δυνάμεως, ὡς καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν
[l. 5] καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναπτύσεσι
[l. 6] βοηθεῖν.
[l. 7] γ΄. Περὶ παπύρου. Πάπυρος αὐτὴ μὲν καθ’ ἑαυτὴν
[l. 8] οὐδ’ εἰς χρείαν ἰατρικὴν ἥκει. βραχεῖσα δὲ ἢ καυθεῖσα χρησίμη
[l. 9] γίνεται. ὀξυκράτῳ μὲν οὖν ἢ οἴνῳ βραχεῖσα κολλᾷ
[l. 10] τὰ πρόσφατα τῶν ἑλκῶν καὶ μάλιστα ἐν κύκλῳ περικειμένη.
[l. 11] ἀλλ’ ἐνταῦθα μὲν οἷον ὕλη τίς ἐστι δεκτικὴ τῶν ἰωμένων
[l. 12] φαρμάκων. ἐπειδὰν δὲ καυθῇ, φάρμακον ἤδη γίνεται ξηραντικὸν,
[l. 13] ὥσπερ καὶ ἡ τέφρα τοῦ κεκαυμένου χάρτου, πλὴν
[l. 14] ὅσον ἀσθενεστέρα ἐστὶν ἡ τῆς παπύρου.
[l. 15] δ΄. Περὶ πάνακος τοῦ Ἡρακλείου. Πάνακες Ἡράκλειον·
[l. 16] ἐκ τούτου καὶ ὁ καλούμενος ὀποπάναξ γίνεται τῶν
[l. 17] ῥιζῶν αὐτοῦ καὶ τῶν καυλῶν ἐκτεμνομένων. ἔστι δὲ ὁ μὲν
[l. 18] ὀποπάναξ αὐτὸς πολυχρηστότατος, θερμαίνων καὶ μαλάττων
[l. 19] καὶ διαφορῶν. καὶ θείη ἄν τις αὐτὸν κατὰ μὲν τὸ
[p. 12.95]
[l. 1] θερμαίνειν ἐκ τῆς τρίτης τάξεως, κατὰ δὲ τὸ ξηραίνειν ἐκ τῆς
[l. 2] δευτέρας. ὁ δὲ φλοιὸς τῆς ῥίζης ξηραντικόν τε ἅμα καὶ
[l. 3] θερμαντικόν ἐστι φάρμακον, ἀλλ’ ἧττον τοῦ ὀποῦ. καὶ μέντοι
[l. 4] τι καὶ ῥυπτικὸν ἔχει. διὸ καὶ χρώμεθ’ αὐτῷ πρός τε
[l. 5] τὰ γυμνὰ τῶν ὀστῶν καὶ τὰ κακοηθευόμενα τῶν ἑλκῶν.
[l. 6] ἱκανῶς γάρ ἐστι τὰ τοιαῦτα σαρκοῦντα, κᾀν τῷ ῥύπτειν τε
[l. 7] ἅμα καὶ ξηραίνειν καὶ μὴ πάνυ σφοδρῶς θερμαίνειν, ὧν
[l. 8] ἁπάντων δεῖ τῷ μέλλοντι σαρκοῦν, ὡς ἐν τοῖς τῆς θεραπευτικῆς
[l. 9] μεθόδου γράμμασιν ἐπιδείκνυμεν. ὁ δὲ καρπὸς αὐτοῦ,
[l. 10] θερμὸς ὢν καὶ αὐτὸς, ἐμμήνων ἀγωγόν ἐστι φάρμακον.
[l. 11] εἴθισται δ’ οὐκ οἶδ’ ὅπως ἤδη σχεδὸν ἅπασιν οὐ πάνακες,
[l. 12] ἀλλὰ πάνακα προσαγορεύειν τὴν πόαν ταύτην.
[l. 13] ε΄. Περὶ πάνακος τοῦ Ἀσκληπείου. Πάνακες Ἀσκλήπειον.
[l. 14] ἧττόν ἐστι τοῦτο θερμὸν τοῦ προγεγραμμένου πάνακος,
[l. 15] ὅθεν αὐτῷ καὶ τοῖς ἄνθεσι καὶ τῷ καρπῷ πρὸς ἕλκη
[l. 16] καὶ φύματα καὶ φαγεδαίνας χρῶνται μέλιτι μιγνύντες.
[l. 17] στ΄. Περὶ πάνακος τοῦ χειρωνείου. Πάνακες χειρώνειον.
[l. 18] καὶ τοῦτο παραπλησίας ἐστὶ τῷ προγεγραμμένῳ δυνάμεως.
[l. 1] ζ΄. Περὶ παρωνυχίας. Παρωνυχία ὠνόμασται μὲν
[l. 2] ἀπὸ τῆς ἐνεργείας, ἰᾶται γὰρ παρωνυχίας· ὡς δὲ Διοσκορίδης
[l. 3] φησὶ, καὶ κηρία. δύναμις δ’ αὐτοῦ λεπτομερής τ’ ἐστὶ
[l. 4] καὶ ξηραντικὴ καὶ ἄδηκτος. τοιαῦτα γὰρ εἶναι χρὴ ταὶ τὰ
[l. 5] τῆς παρωνυχίας φάρμακα. δῆλον δ’ ὅτι τό γε τοιοῦτον καὶ
[l. 6] διαφορεῖν ἱκανόν ἐστιν ἅπανθ’ ὅσα παθήματα διαφορεῖσθαι
[l. 7] δεῖται. τοιαῦτα γάρ ἐστιν ὅσα τῆς τρίτης 13.218. τάξεως
[l. 8] ὑπάρχοντα κατά τε τὸ θερμαίνειν καὶ ξηραίνειν, ὥσπερ
[l. 9] καὶ τοῦτο λεπτομεροῦς οὐσίας ἐστίν.
[l. 10] η΄. Περὶ πενταφύλλου. Πεντάφυλλον. ἡ ῥίζα ξηραίνει
[l. 11] μὲν ἰσχυρῶς, ἥκιστα δ’ ἐστὶ δριμεῖα. διὸ καὶ πολύχρηστος
[l. 12] ὑπάρχει, καθάπερ καὶ τἄλλα πάνθ’ ὅσα λεπτομεροῦς
[l. 13] ὄντα ξηραίνει χωρὶς δήξεως. ἔστι γὰρ καὶ ἥδε ἡ ῥίζα ξηραντικὴ
[l. 14] μὲν ἐκ τῆς τρίτης ἤδη που τάξεως, ἥκιστα δὲ θερμότητος
[l. 15] ἐπιφανοῦς μετέχουσα.
[l. 16] θ΄. Περὶ πέπλου. Πέπλος, ἔνιοι δὲ μήκωνα ἀφρώδη.
[l. 17] καὶ οὗτος ὁ θαμνίσκος ὀπὸν ἔχει παραπλησίως τοῖς τιθυμάλλοις,
[l. 18] τῇ τε ἄλλῃ καὶ ὅτι καθαίρει, καθάπερ ἐκεῖνοι.
[l. 1] ι΄. Περὶ πεπλίου. Πέπλιον. ὀπὸν ἔχει καὶ οὗτος ὁ
[l. 2] θαμνίσκος, ὥσπερ καὶ οἱ τιθύμαλλοι, καὶ φύεται τὰ πολλὰ
[l. 3] παρὰ τῇ θαλάττῃ, τὴν μὲν ῥίζαν 2.104. ἄχρηστον ἔχων
[l. 4] ὥσπερ καὶ ἡ πέπλος. ὀπὸν δὲ ἰσχυρὸν, οὐ πάνυ τι χρήσιμον
[l. 5] οὐδ’ αὐτόν, ἀλλὰ τό γε σπέρμα χρήσιμον καὶ φυσῶδες
[l. 6] ὁμοίως τῷ τοῦ πέπλου σπέρματι καθαῖρον.
[l. 7] ια΄. Περὶ πεπέρεως. Πεπέρεως ἡ μὲν ῥίζα κόστῳ
[l. 8] μάλιστα κατὰ τὴν δύναμιν ἔοικεν. ὁ δὲ καρπὸς ὁ μὲν ἄρτι
[l. 9] βλαστάνοντος αὐτοῦ τὸ μακρόν ἐστι πέπερι, διὸ καὶ ὑγρότερον
[l. 10] ὑπάρχει τοῦ πεπείρου. σημεῖον δὲ τῆς ὑγρότητος αὐτοῦ
[l. 11] τό τε ῥᾳδίως ἀποτιθέμενον τιτρῶσθαι καὶ τὸ μὴ παραχρῆμα
[l. 12] δάκνειν, ἀλλὰ μετ’ ὀλίγον μὲν ἄρχεσθαι, παραμένειν
[l. 13] δὲ ἐπιπλέον. ὁ δ’ οἷον ὄμφαξ καρπὸς τὸ λευκόν ἐστι
[l. 14] πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος. ἐκεῖνο γὰρ οἷον
[l. 15] ὑπερωπτημένον ἐστὶν ἤδη καὶ ὑπερεξηραμμένον. ἀμφότερα
[l. 16] δὲ ἰσχυρῶς θερμαίνει τε καὶ ξηραίνει.
[l. 17] ιβ΄. Περὶ περσέας. Περσέας τὰ φύλλα στυπτικῆς μετείληφε
[l. 18] συμμέτρως δυνάμεως, ὡς δύνασθαί ποτε καὶ τοῖς
[l. 19] αἱμοῤῥαγοῦσι μορίοις ἐπιτίθεσθαι συμφερόντως.
[l. 1] ιγ΄. Περὶ περικλυμένου. Περικλυμένου χρήσιμος ὅ τε
[l. 2] καρπός ἐστι καὶ τὰ φύλλα, τμητικῆς τε ἅμα καὶ θερμαινούσης
[l. 3] ὑπάρχοντα δυνάμεως εἰς τοσοῦτον, ὥστε καὶ τὸ οὖρον αἱματῶδες
[l. 4] ἐργάζεσθαι, πινόμενα μέχρι πλείονος. ἐν ἀρχῇ μέντοι
[l. 5] οὐρητικὸν μόνον ἐστὶν, ἔξωθεν δὲ μετ’ ἐλαίου συναλειφόμενον
[l. 6] θερμαίνει. ὠφελεῖ δὲ καὶ σπληνώδεις καὶ δυσπνοοῦντας.
[l. 7] ἡ δὲ συμμετρία τῆς πόσεως δραχμῆς μιᾶς πλῆθος σὺν
[l. 8] οἴνῳ. ξηραίνει δὲ καὶ σπέρμα, καί τινές φασιν εἰ ἐπὶ πλέον
[l. 9] πίνοιτο, παντάπασιν ἀγόνους γίνεσθαι τοὺς πίνοντας. ὁρίζουσι
[l. 10] δ’ ἔνιοι καὶ προθεσμίαν ἡμερῶν ἐπὶ τῇ τοιαύτῃ πόσει,
[l. 11] καθάπερ καὶ Διοσκορίδης ἑπτὰ καὶ τριάκοντα λέγων
[l. 12] ἱστορεῖσθαι αὐτάς. οὗτος δὲ καὶ τὸ οὖρον αἱματῶδες γίνεσθαί
[l. 13] φησιν ἀπὸ τῆς ἕκτης τῶν ἡμερῶν.
[l. 14] 13.219. ιδ΄. Περὶ περιστερεῶνος. Περιστερεὼν, ὠνόμασται
[l. 15] μὲν ἀπὸ τοῦ τὰς περιστερὰς διατρίβειν ἐν αὐτῷ.
[l. 16] δύναμιν δ’ εἰς τοσοῦτον ἔχει ξηραντικὴν, ὡς κολλᾷν
[l. 17] τραύματα.
[l. 18] ιε΄. Περὶ πετασίτου. Πετασίτης ἐκ τῆς τρίτης τάξεώς
[p. 12.99]
[l. 1] ἐστι τῶν ξηραινόντων, ὅθεν ἐπί τε τῶν κακοήθων καὶ φαγεδαινικῶν
[l. 2] ἑλκῶν αὐτῇ χρῶνται.
[l. 3] ιστ΄. Περὶ πετροσελίνου. Πετροσελίνου τὸ σπέρμα
[l. 4] μάλιστ’ ἐστὶ χρήσιμον, οὔσης καὶ ὅλης τῆς πόας ἅμα ταῖς
[l. 5] ῥίζαις ὁμοίας μὲν, ἀσθενεστέρας δὲ δυνάμεως. ἔστι δ’ ὥσπερ
[l. 6] ἐν τῇ γεύσει δριμὺ μετὰ πικρότητος, οὕτω κᾀν τοῖς ἔργοις
[l. 7] θερμὸν ἅμα τῷ τέμνειν, καὶ διὰ ταῦτα καταμήνιά τε καὶ
[l. 8] οὖρα προτρέπει δαψιλῶς. ἔστι δὲ καὶ ἄφυσον. εἴη ἂν οὖν
[l. 9] καὶ αὐτὸ τῆς τρίτης τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων.
[l. 10] οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον μόνον ὀνομάζουσιν
[l. 11] τὸ ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι δὲ σμύρνιον μᾶλλον
[l. 12] ἢ πετροσέλινον, οὐ μὴν παραλλάττει γε πολὺ τὴν πετροσελίνου
[l. 13] δύναμιν.
[l. 14] ιζ΄. Περὶ πευκεδάνου. Πευκεδάνου τῇ ῥίζῃ μὲν μάλιστα,
[l. 15] χρώμεθα δὲ καὶ τῷ ὀπῷ καὶ τῷ χυλῷ. ἔστι δὲ πάντα
[l. 16] μὲν ταῦτα τῆς αὐτῆς τῷ εἴδει δυνάμεως. ἰσχυρότερος δ’ αὐτῶν
[l. 17] ὁ ὀπὸς ἱκανῶς θερμαίνων καὶ διαφορῶν, ὅθεν καὶ τοῖς
[l. 18] κατὰ τὰ νεῦρα πάθεσιν ἅπασιν ἁρμόττειν πεπίστευται. καὶ
[p. 12.100]
[l. 1] τὰ κατὰ πνεύμονά τε καὶ θώρακα νοσήματα τὰ διὰ πάχος
[l. 2] ἢ γλισχρότητα χυμῶν γινόμενα. καὶ εἴσω μὲν τοῦ σώματος
[l. 3] λαμβανόμενος, ἀλλὰ καὶ ὀσμώμενος ὠφελεῖ. τῷ δὲ λεπτύνειν
[l. 4] καὶ τέμνειν καὶ ὀδόντων τετρημένων ἐνίοτε παραχρῆμα τὰς
[l. 5] ὀδύνας ἔπαυσεν, ἐντεθεὶς τῷ βρώματι, διότι λεπτομερής τ’
[l. 6] ἐστὶ καὶ θερμαντικός. καὶ μὲν δὴ καὶ σπλῆνας ἐσκιῤῥωμένους
[l. 7] ὠφελεῖ τῷ τέμνειν καὶ διαφορεῖν καὶ λεπτύνειν τοὺς
[l. 8] παχεῖς χυμούς. τῇ δὲ ῥίζῃ πρὸς ταῦτα μὲν ἔστι χρῆσθαι.
[l. 9] καὶ λεπίδας δὲ ὀστῶν ἀφίστησι τάχιστα, διότι ξηραίνει σφοδρῶς,
[l. 10] ἔλαττον δὲ ἢ κατὰ τὸν ὀπὸν θερμαίνουσα. καὶ τοῖς
[l. 11] κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπλαττομένη
[l. 12] ξηρά. αὐτὴ γὰρ καθαίρει καὶ σαρκοῖ καὶ μέχρι τῶν ἐπουλώσεων
[l. 13] ἄγει, θερμαίνουσα μὲν κατὰ τὴν δευτέραν τάξιν
[l. 14] ἤδη που συμπληρουμένην, ξηραίνουσα δὲ κατὰ τὴν τρίτην
[l. 15] ἀρχομένην.
[l. 16] ιη΄. Περὶ πηγάνου. Πήγανον τὸ μὲν ἄγριον ἐκ τῆς
[l. 17] τετάρτης ἐστὶν ἤδη τάξεως τῶν θερμαινόντων, τὸ δ’ ἥμερον
[l. 18] ἐκ τῆς τρίτης. ἔστι δ’ οὐ μόνον δριμὺ γευόμενον, ἀλλὰ καὶ
[p. 12.101]
[l. 1] πικρὸν, ᾧ καὶ τὸ τέμνειν τε καὶ διαφορεῖν ἔχει τοὺς παχεῖς
[l. 2] καὶ γλίσχρους χυμούς. διὰ δὲ τὴν αὐτὴν δύναμιν καὶ
[l. 3] δι’ οὔρων κινεῖ. καὶ μὲν δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον,
[l. 4] καὶ διὰ τοῦτο πρός τε τὰς ἐμπνευματώσεις ἁρμόττει
[l. 5] καὶ τὰς πρὸς ἀφροδίσια προθυμίας ἐπέχει καὶ διαφορεῖ καὶ
[l. 6] ξηραίνει γενναίως. ἔστι γὰρ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων.
[l. 7] ὃ δ’ ἐν τοῖς ἔμπροσθεν λόγοις μῶλυ καὶ βήσασαν
[l. 8] ἔφαμεν ὀνομάζεσθαι, εἴη ἂν καὶ αὐτὸ πήγανον ἄγριον.
[l. 9] 13.220. ιθ΄. Περὶ πίσσης. Πίσσα ἡ μὲν ξηρὰ ξηραίνει
[l. 10] καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν ἀπὸ τῶν
[l. 11] συμμέτρων καὶ πλέον γε ξηραίνειν πέφυκεν ἢ θερμαίνειν. ἡ
[l. 12] δ’ ὑγρὰ τοὔμπαλιν θερμαίνει πλέον ἢ ξηραίνει. ἔχει δέ τι
[l. 13] καὶ λεπτομερὲς, ᾧ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἐμπυϊκοὺς
[l. 14] ὠφελεῖ. πλῆθος δ’ ἐκλαβεῖν ἀρκεῖ κύαθον μέλιτος μιγνύντας,
[l. 15] ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμπεπτικὸν καὶ
[l. 16] διαφορητικὸν, ὥσπερ γε καὶ κατὰ τὴν γεῦσιν ὑπόπικρόν τε
[l. 17] καὶ δριμύ. οὕτως γέ τοι καὶ λεπροὺς ὄνυχας ἐξάγουσιν μιγνύμεναι
[l. 18] κηρῷ καὶ λειχῆνας ἀποῤῥύπτουσι. συμπέπτουσι δὲ
[p. 12.102]
[l. 1] καὶ τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐπεμβαλλόμεναι
[l. 2] τοῖς καταπλάσμασιν, ἰσχυρότερα δ’ εἰς ἅπαντα τὰ
[l. 3] τοιαῦτα ἡ ὑγρά. ἡ δὲ ξηρὰ πίττα πρὸς μὲν ταῦτα χείρων,
[l. 4] εἰς δὲ τὰς κολλήσεις τῶν τραυμάτων ἐπιτηδειοτέρα. δῆλον
[l. 5] οὖν ἐκ τούτων ὡς ὑγρότητος θερμῆς ἀναμέμικταί τι δαψιλὲς
[l. 6] τῇ ὑγρᾷ πίττῃ.
[l. 7] κ΄. Περὶ πισσελαίου. Πισσέλαιον ἐκ τῆς ὑγρᾶς γίνεται
[l. 8] πίττης, ὅμοιον μὲν ὑπάρχον αὐτῇ τῷ γένει, λεπτομερέστερον
[l. 9] δὲ κατὰ τὴν οὐσίαν.
[l. 10] 2.105. κα΄. Περὶ πιστακίου. Πιστάκιον. ἐν Συρίᾳ
[l. 11] πλεῖστον γεννᾶται τοῦτο τὸ φυτόν. ὁ καρπὸς δ’ αὐτοῦ
[l. 12] λεπτομερεστέρας πώς ἐστιν οὐσίας, ὑπόπικρόν τι καὶ ἀρωματίζον
[l. 13] ἐχούσης. ἐκφράττει τοιγαροῦν καὶ διακαθαίρει μάλιστα
[l. 14] μὲν τὰ καθ’ ἧπαρ, ἤδη δὲ καὶ τὰ κατὰ τὸν θώρακα
[l. 15] καὶ πνεύμονα.
[l. 16] κβ΄. Περὶ πιτυΐδων. Πιτυΐδες. ὀνομάζεται δ’ οὕτως
[l. 17] ὁ καρπὸς τῶν πιτύων. ἔνιοι δὲ καταχρώμενοι καὶ τὸν τῆς
[l. 18] πεύκης ὡσαύτως προσαγορεύουσιν, μικτῆς εἰσι δυνάμεως ὡς
[p. 12.103]
[l. 1] ἂν καὶ στύφουσαι καὶ δριμύτητά τινα κεκτημέναι μετὰ πικρότητος.
[l. 2] ὅθεν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν
[l. 3] συναίρονται.
[l. 4] κγ΄. Περὶ πίτυος. Πίτυος ὁ φλοιὸς ἐπικρατοῦσαν
[l. 5] ἔχει τὴν στυπτικὴν δύναμιν εἰς τοσοῦτον ὡς παρατρίμματά
[l. 6] τε καταπλαττόμενα ἰᾶσθαι κάλλιστα καὶ κοιλίαν ἐπέχειν, εἰ
[l. 7] ποθείη. καὶ τὰ κατακαύματα δὲ ἐπουλοῖ. καὶ ὁ τῆς πεύκης
[l. 8] δὲ φλοιὸς ὅμοιος μὲν αὐτῷ, μετριώτερος δὲ κατὰ τὴν δύναμιν.
[l. 9] ἐν δὲ τοῖς φύλλοις ἀμφοτέρων τῶν δένδρων ὡς ἂν
[l. 10] ὑγροτέροις οὖσι πολὺ τοῦ φλοιοῦ δύναμίς ἐστι κολλητικὴ
[l. 11] τραυμάτων. ἐν μέντοι τῷ κώνῳ, κᾂν εἰ παραπλησία τούτοις,
[l. 12] ἀλλ’ ἰσχυροτέρα τε ἡ δύναμίς ἐστιν, ἔν τε τῷ φλοιῷ
[l. 13] καὶ τοῖς φύλλοις, ὡς μηδὲν ἔτι τῶν προειρημένων καλῶς
[l. 14] δύνασθαι ποιεῖν, ἀλλ’ ἤδη τι δακνῶδες ἔχειν ἀνιαρόν. ἡ δὲ
[l. 15] λιγνὺς ἡ ἐκ τῶν εἰρημένων πρὸς πτίλα βλέφαρα καὶ μυδρῶντας
[l. 16] κανθοὺς καὶ περιβεβρωμένους καὶ δακρύοντάς ἐστι
[l. 17] χρήσιμος.
[l. 18] κδ΄. Περὶ πιτυούσης. Πιτυοῦσα. καὶ ταύτην τινὲς
[l. 19] εἶδος εἶναι τιθυμάλλου νομίζουσιν, ὅτι τὸν ὀπὸν ἔχει καθάπερ
[p. 12.104]
[l. 1] ἐκεῖνοι καὶ ὅτι καθαίρει παραπλησίως ἐκείνοις καὶ τὰ
[l. 2] ἄλλα πάντα κατὰ τὴν δύναμιν ἔοικεν αὐτοῖς.
[l. 3] 13.221. κε΄. Περὶ πλατάνου.΄ Πλάτανος ὑγροτέρας
[l. 4] ἐστὶ καὶ ψυχροτέρας οὐσίας οὐ πολλῷ τινι τῶν συμμέτρων.
[l. 5] διὰ τοῦτο καὶ τὰ φύλλα τὰ χλωρὰ λειωθέντα καὶ καταπλασθέντα
[l. 6] τὰς ἐν γενέσει φλεγμονὰς ὀνίνησιν οὐκ ἀσαφῶς.
[l. 7] ὁ δὲ φλοιὸς αὐτοῦ καὶ τὰ σφαιρία ξηραντικωτέρας ἤδη δυνάμεώς
[l. 8] ἐστιν, ὡς τὸν μὲν ἐν ὄξει καθεψόμενον εἰς ὀδόντων
[l. 9] ἀλγήματα παραλαμβάνεσθαι, τὰ δὲ σφαιρία μετὰ στέατος
[l. 10] ἐπὶ τῶν πυρικαύτων ἑλκῶν. εἰσὶ δ’ οἳ καὶ καύσαντες τὸν
[l. 11] φλοιὸν ξηραντικόν τε καὶ ῥυπτικὸν ἀπεργάζονται φάρμακον,
[l. 12] ὡς μεθ’ ὕδατος μὲν ἰᾶσθαι λέπρας, αὐτὸ δὲ καθ’ ἑαυτὸ
[l. 13] ἐπιπλαττόμενον τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη παλαιὰ καὶ
[l. 14] ῥυπαρά. φυλάττεσθαι δὲ τὸν ἐπὶ τοῖς φύλλοις τοῦ δένδρου
[l. 15] χνοῦν· καὶ γὰρ τὴν ἀρτηρίαν εἰσπνευσθεὶς ἀδικεῖ, ξηραίνων
[l. 16] τε καὶ τραχύνων σφοδρῶς, καὶ κακοῖ τὴν φωνὴν, ὥσπερ γε
[l. 17] καὶ τὴν ὄψιν καὶ τὴν ἀκοὴν ὀφθαλμοῖς καὶ ὠσὶν ἐμπεσών.
[l. 18] κστ΄. Περὶ πολυγόνου. Πολύγονον ἔχει μέν τι καὶ
[l. 19] στῦφον, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ὑδατῶδες ψυχρὸν, ὡς εἶναι
[p. 12.105]
[l. 1] κατὰ τὴν δευτέραν τάξιν ἐν τοῖς ψύχουσι φαρμάκοις, ἢ καὶ
[l. 2] τῆς τρίτης που κατὰ τὴν ἀρχήν. ὀνίνησι γοῦν τοὺς ἐγκαιομένους
[l. 3] τὸν στόμαχον ἔξωθεν ἐπιπλασσόμενον ψυχρὸν, ὥσπερ
[l. 4] καὶ τὰ ἐρυσιπέλατα καὶ τὰς θερμὰς φλεγμονάς. ἅτε δὲ
[l. 5] τοιοῦτον ὑπάρχον καὶ ἀποκρούεται ῥεύματα καὶ ταύτῃ δοκεῖ
[l. 6] ξηραντικὸν ὑπάρχειν. διὸ καὶ τῶν ἑρπήτων ἀγαθόν ἐστιν
[l. 7] φάρμακον, ἑλκῶν τε καὶ τῶν ἄλλων, ἐναργέστατα δὲ τῶν
[l. 8] φλεγμονωδῶν τε καὶ ῥευματικῶν. ἔστι δὲ καὶ τῶν ἐναίμων
[l. 9] τραυμάτων κολλητικόν. ὀνίνησι δὲ καὶ τὰ ἐν τοῖς ὠσὶν ἕλκη,
[l. 10] κᾂν πῦον ἱκανὸν ἐν αὐτοῖς ᾖ, καὶ τοῦτο ξηραίνει. διὰ δὲ
[l. 11] τὰς αὐτὰς δυνάμεις καὶ ῥοῦν γυναικεῖον ἵστησι καὶ δυσεντερίαν
[l. 12] καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς καὶ ὁποθενοῦν ἑτέρωθεν
[l. 13] ἀμετροτέρας φοράς. φησὶ δὲ Διοσκορίδης καὶ οὖρα
[l. 14] προκαλεῖσθαι αὐτὸ τοῖς στραγγουριῶσιν διδόμενον, οὐ μὴν
[l. 15] διαιρεῖταί γε τὴν διάθεσιν ἀκριβῶς ἐφ’ ἧς χρὴ διδόναι. ἔστι
[l. 16] δὲ εἰς ἅπαντα τὰ εἰρημένα τὸ ἄῤῥεν τοῦ θήλεος
[l. 17] ἰσχυρότερον.
[l. 18] κζ΄. Περὶ πολυγάλου. Πολύγαλον αὐστηρὰ μετρίως
[p. 12.106]
[l. 1] ἔχει τὰ φύλλα. δοκεῖ δὲ πινόμενα γάλα γεννᾷν, ὥστ’ ἐπικρατοίη
[l. 2] ἂν ἐν αὐτῷ τὸ θερμὸν καὶ ὑγρόν.
[l. 3] κη΄. Περὶ πολυγονάτου. Πολυγόνατον μικτῆς ἐστι
[l. 4] δυνάμεώς τε καὶ ποιότητος. ἔχει γάρ τι καὶ στύψεως καὶ
[l. 5] δριμύτητος καὶ πικρότητος καί τινος ἀηδίας ἀῤῥήτου. ταῦτ’
[l. 6] ἄρα οὐδὲ πολύχρηστόν ἐστιν ἀλλ’ ἢ μόνον ὅτι τὴν ῥίζαν
[l. 7] ἐπιπλάττουσι τραύμασιν ἔνιοι. εἰσὶ δ’ οἳ τοὺς ἐν προσώπῳ
[l. 8] σπίλους ἀποῤῥύπτουσιν δι’ αὐτοῦ.
[l. 9] κθ΄. Περὶ πολεμωνίου. Πολεμώνιον, οἱ δὲ φιλεταίριον,
[l. 10] ἔνιοι δὲ ὥσπερ καὶ Καππαδόκαι χιλιοδύναμιν, λεπτομεροῦς
[l. 11] τ’ ἐστὶ καὶ ξηραντικῆς δυνάμεως, ὅθεν ἔνιοι πρὸς
[l. 12] ἰσχιάδας καὶ δυσεντερίαν καὶ σκιῤῥούμενον σπλῆνα διδόασι
[l. 13] πίνειν τὴν ῥίζαν αὐτοῦ μετ’ οἴνου.
[l. 14] 13.222. λ΄. Περὶ πολίου. Πόλιον πικρὸν γευομένοις
[l. 15] ἐστὶ καὶ μετρίως δριμύ. ἐκφράττει τοιγαροῦν ἅπαντα τὰ
[l. 16] σπλάγχνα καὶ οὖρα καὶ ἔμμηνα κινεῖ, καὶ χλωρὸν μὲν ὑπάρχον
[l. 17] ἔτι κολλᾷ τὰ μεγάλα τραύματα καὶ μάλιστα τὸ θαμνῶδες
[l. 18] εἶδος αὐτοῦ. ξηρὸν δὲ γενόμενον ἰᾶται τὰ κακοήθη
[p. 12.107]
[l. 1] τῶν ἑλκῶν ἐπιπαττόμενον καὶ μᾶλλον τοῦτο δρᾷ τὸ
[l. 2] μικρότερον.
[l. 3] λα΄. Περὶ πολίου μικροῦ. Πόλιον τὸ μικρὸν, ᾧ καὶ
[l. 4] εἰς τὰς ἀντιδότους χρώμεθα· καὶ γὰρ καὶ δριμύτερον καὶ
[l. 5] πικρότερόν ἐστι τοῦτο τοῦ μείζονος, ὡς ἐκ μὲν τῆς τρίτης
[l. 6] τάξεως εἶναι τῶν ξηραινόντων, ἐκ δὲ τῆς δευτέρας συμπεπληρωμένης
[l. 7] τῶν θερμαινόντων.
[l. 8] λβ΄. Περὶ πολυκνήμου. Πολύκνημον ξηραίνει καὶ
[l. 9] θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, ὥστε καὶ διὰ τοῦτο
[l. 10] τραυμάτων ἐστὶ κολλητικόν.
[l. 11] λγ΄. Περὶ ποταμογείτονος. Ποταμογείτων στύφει καὶ
[l. 12] ψύχει παραπλησίως πολυγόνῳ. παχυμερεστέρα δ’ ἐστὶν ἡ
[l. 13] οὐσία αὐτοῦ τῆς πολυγόνου.
[l. 14] 2.106. λδ΄. Περὶ πολυποδίου. Πολυπόδιον τὴν γλυκεῖαν
[l. 15] ἅμα καὶ αὐστηρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα, ὡς
[l. 16] εἶναι δυνάμεως ξηραντικῆς ἱκανῶς ἀδήκτου.
[l. 17] λε΄. Περὶ πρασίου. Πράσιον ὥσπερ τῇ γεύσει πικρόν
[l. 18] ἐστιν, οὕτω καὶ χρωμένοις ὁμολογοῦσαν ἔχει τῷ τοιούτῳ
[p. 12.108]
[l. 1] χυμῷ τὴν ἐνέργειαν, ἐκφράττον καὶ ἧπαρ καὶ σπλῆνα
[l. 2] καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαῖρον, ἔμμηνά τε
[l. 3] προτρέπον. ἀλλὰ καὶ καταπλασσόμενον ῥύπτει τε καὶ διαφορεῖ.
[l. 4] καὶ θείη ἄν τις αὐτὸ κατὰ μὲν τὴν θερμότητα τῆς
[l. 5] δευτέρας που τάξεως ἤδη συμπληρουμένης, κατὰ δὲ τὴν ξηρότητα
[l. 6] τῆς τρίτης, ἤτοι μεσούσης καὶ συμπληρουμένης. τῷ
[l. 7] χυλῷ δ’ αὐτοῦ καὶ πρὸς ὀξυδερκίαν μὲν χρῶνται μετὰ μέλιτος,
[l. 8] οὐ μὴν ἀλλὰ καὶ διὰ ῥινῶν ἰκτέρους καθαίρουσι,
[l. 9] καὶ πρὸς ὤτων ὀδύνας ἤδη κεχρονισμένας αὐτὸ παραλαμβάνουσι,
[l. 10] ἐφ’ ὅσον ἐκφράξαι καὶ διακαθῆραι τόν τε πόρον αὐτὸν
[l. 11] καὶ τὰς τῶν μηνίγγων ἀποφύσεις ἐστὶ χρεία.
[l. 12] λστ΄. Περὶ προπόλεως. Πρόπολις ῥυπτικῆς μέν ἐστιν
[l. 13] οὐκ ἰσχυρᾶς δυνάμεως, ἑλκτικῆς δ’ ἱκανῶς ἰσχυρᾶς. ἔστι
[l. 14] γὰρ λεπτομερὴς τὴν οὐσίαν. θερμαίνει δὲ κατὰ τὴν δευτέραν
[l. 15] ἀπόστασιν ἤδη συμπληρουμένην καὶ τρίτην ἀρχομένην.
[l. 16] λζ΄. Περὶ πταρμικῆς. Πταρμικῆς τὰ μὲν ἄνθη πταρμικῆς
[l. 17] ἐστι δυνάμεως, ὅθεν περ καὶ τῇ πόᾳ τοὔνομα. ὅλον
[l. 18] τὸ θαμνίον ὑπώπιά τε καὶ τὰς ἄλλας ἐκχυμώσεις διαφορεῖ.
[p. 12.109]
[l. 1] ἔστι γὰρ ἡ κρᾶσις 13.223. αὐτοῦ θερμὴ καὶ ξηρὰ, χλωρὰ μὲν
[l. 2] ἔτι κατὰ τὴν δευτέραν τάξιν, εἰ δὲ ξηρανθείη, κατὰ τὴν
[l. 3] τρίτην.
[l. 4] λη΄. Περὶ πτελέας. Πτελέας τοῖς φύλλοις ἐκολλήσαμέν
[l. 5] ποτε πρόσφατον τραῦμα, θαῤῥήσαντες τῷ στυπτικήν τε
[l. 6] ἅμα καὶ ῥυπτικὴν δύναμιν ἐμφέρεσθαι αὐτοῖς. ὁ δὲ φλοιὸς
[l. 7] ἔτι καὶ μᾶλλον ὑπόπικρός τέ ἐστι καὶ στυπτικὸς, ὥστε καὶ
[l. 8] λέπραν ἰᾶται σὺν ὄξει καὶ χλωρὸς δὲ ὢν ἔτι καὶ πρόσφατος,
[l. 9] ἐὰν ὡς ἐπίδεσμος περιελιχθῇ τοῖς τραύμασιν, κολλᾷν
[l. 10] αὐτὰ δύναται. καὶ αἱ ῥίζαι δὲ τῆς αὐτῆς εἰσι δυνάμεως,
[l. 11] ὥστε καὶ τῷ ἀφεψήματι καταντλοῦσίν τινες, ὅσα πωρώσεως
[l. 12] δεῖται κατάγματα.
[l. 13] λθ΄. Περὶ πτέριδος καὶ θηλυπτερίδος. Πτέρις ῥίζαν
[l. 14] μάλιστ’ ἔχει χρήσιμον. ἀναιρεῖ γὰρ ἕλμινθα πλατεῖαν, εἰ τεσσάρων
[l. 15] δραχμῶν ὁλκήν τις αὐτῆς ἐν μελικράτῳ λάβοι. κατὰ
[l. 16] δὲ τὸν αὐτὸν τρόπον ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ
[l. 17] νεκρὰ δ’ ἐκβάλλειν οὐδὲν θαυμαστόν. ἔστι γὰρ πικρὰ βραχύ
[l. 18] τι στύψεως μετέχουσα. διὸ καὶ κατὰ τῶν ἑλκῶν ἐπιτιθεμένη
[p. 12.110]
[l. 1] δυνάμεώς ἐστιν ἰσχυρῶς ξηραντικῆς, οὐ μέντοι δακνώδης.
[l. 2] ὁμοίαν δ’ αὐτῇ καὶ ἡ θηλυπτερὶς ὀνομαζομένη τὴν δύναμιν
[l. 3] ἔχει.
[l. 4] μ΄. Περὶ πυκνοκόμου. Πυκνοκόμου καὶ ἡ ῥίζα καὶ
[l. 5] ὁ καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς ἐστι καὶ ἑλκτικῆς δυνάμεως,
[l. 6] ὄντα καὶ πρὸς τὴν γεῦσιν δριμέα. τὰ μὲν οὖν
[l. 7] φύλλα φύματά τε καὶ δοθιῆνας διαφορεῖ, ὁ δὲ καρπὸς ἰσχυρότερος
[l. 8] ὑπάρχει, καὶ ταῦτα μὲν ἐργάζεσθαι πέφυκε, μιγνύμενός
[l. 9] τινι τῶν διαφορητικῶν καταπλάσματι, οἷόν πέρ ἐστι
[l. 10] καὶ τὸ διὰ τοῦ κριθίνου· καὶ σκόλοπας δὲ καὶ ὅσα τοιαῦτα
[l. 11] πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπισπᾶται. ἡ δὲ ῥίζα πρὸς τὰ
[l. 12] μὲν προειρημένα χείρων ἐστὶ καὶ ἀσθενεστέρα, χολῆς μέντοι
[l. 13] τῆς ξανθῆς καθαρτική.
[l. 14] μα΄. Περὶ πυρέθρου. Πυρέθρου τῇ ῥίζῃ χρώμεθα
[l. 15] μάλιστα καυστικὴν ἐχούσῃ δύναμιν, καθ’ ἣν ὀδόντων τε
[l. 16] ἐψυγμένων ὀδύνας πραΰνει καὶ πρὸ τῶν κατὰ περίοδον ῥιγῶν
[l. 17] ἀνατρίβεται μετ’ ἐλαίου καὶ τοὺς ναρκώδεις καὶ παρειμένους
[l. 18] ὠφελεῖ.
[l. 1] μβ΄. Περὶ πυροῦ. Πυρὸς ὡς τροφὴ μὲν ὁποίας ἐστὶ
[l. 2] φύσεως οὐ τῆς νῦν ἔνεστι πραγματείας, ὡς φάρμακον δ’
[l. 3] ἔξωθεν ἐπιτιθέμενος ἐκ τῆς πρώτης ἐστὶ τάξεως τῶν θερμαινόντων,
[l. 4] οὐ μὴν οὔτε ξηραίνειν οὔθ’ ὑγραίνειν ἐπιφανῶς
[l. 5] πέφυκεν. ἔχει δέ τι καὶ γλίσχρον καὶ ἐμφρακτικόν. τὸ
[l. 6] δ’ ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον
[l. 7] αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα
[l. 8] διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν,
[l. 9] ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προειληφότος τοῦ ἄρτου. δυνάμεως
[l. 10] γὰρ ἐπισπαστικῆς τε καὶ διαφορητικῆς τῶν ἐκ τοῦ
[l. 11] βάθους ἐστὶν ἡ ζύμη.
[l. 12] 13.224. α΄. Περὶ ῥάμνου. Ῥάμνος ξηραίνει
[l. 13] μὲν καὶ διαφορεῖ κατὰ τὴν δευτέραν ἀπόστασιν, ψύχει δὲ κατὰ
[l. 14] τὴν πρώτην συμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην. διὰ
[l. 15] τοῦτο καὶ ἕρπητας ἰᾶται καὶ ἐρυσιπέλατα μὴ σφόδρα θερμά.
[l. 16] χρηστέον δ’ αὐτῆς τοῖς ἁπαλοῖς φύλλοις εἰς ταῦτα.
[l. 17] β΄. Περὶ ῥαφανῖδος. Ῥαφανὶς θερμαίνει μὲν κατὰ
[l. 18] τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν. ἡ δ’
[p. 12.112]
[l. 1] ἀγρία δραστικωτέρα κατ’ ἄμφω· καὶ μὲν δὴ καὶ τὸ σπέρμα
[l. 2] δραστικώτερον αὐτοῦ τοῦ φυτοῦ. διαφορητικὴ δ’ ἐστὶν ἐν
[l. 3] αὐτῷ ἡ δύναμις, ὥστε καὶ πρὸς ὑπώπια καὶ τἄλλα τὰ πελιδνὰ
[l. 4] διὰ τὴν τοιαύτην δύναμιν ὠφέλιμα τετύχηκεν ὄντα.
[l. 5] γ΄. Περὶ ῥήου. Ῥῆον, ἔνιοι δὲ προσαγορεύουσιν αὐτὸ
[l. 6] ῥᾶ, μικτῆς ἐστι κράσεώς τε καὶ δυνάμεως. ἔχει μὲν γάρ τι
[l. 7] καὶ γεῶδες ψυχρὸν, ὡς ἡ στύψις δηλοῦ σύνεστι δέ τις αὐτῷ
[l. 8] καὶ θερμότης, ὑπόδριμυ γὰρ ἐπιπλέον διαμασώμενον φαίνεται.
[l. 9] καὶ μὴν ὡς ἀερώδους τινὸς οὐσίας μετέχει λεπτομεροῦς
[l. 10] δηλοῖ μὲν καὶ ἡ χαυνότης τε καὶ ἡ κουφότης, ἀτὰρ οὐχ ἥκιστα
[l. 11] καὶ τὰ ἔργα. δι’ αὐτὸ γάρ τοι τοῦτο καί τοι στῦφον
[l. 12] ὅμως οὐ σπάσματα μόνον, ἀλλὰ καὶ ῥήγματα καὶ ὀρθόπνοιαν
[l. 13] ὠφελεῖ. οὕτω δὴ καὶ πελιώματα καὶ λειχῆνας ἰᾶται
[l. 14] μετ’ ὄξους ἐπαλειφόμενον. ὅτι δὲ καὶ τὰ τῆς στύψεως ἔργα
[l. 15] γενναῖα, καταμαθεῖν ἔστιν ἐξ ὧν ὀνίνησιν αἱμοπτυϊκοὺς καὶ
[l. 16] κοιλιακοὺς καὶ δυσεντερικούς. οὐ γὰρ ἀντιπράττει τῷ γεώδει
[l. 17] ψυχρῷ τὸ λεπτομερὲς ἀερῶδες. ἀλλ’ οὖν τὸ ποδηγοῦν τε
[l. 18] καὶ πρὸς βάθος ἄγον αἴτιον ἰσχυροτέρας ἐνεργείας γίνεται.
[l. 1] 2.107. δ΄. Περὶ ῥητινῶν. Ῥητίναι πᾶσαι ξηραίνουσι
[l. 2] καὶ θερμαίνουσι. διαφέρουσι δ’ ἀλλήλων τῷ τε πλέον ἢ
[l. 3] ἔλαττον ἔχειν ἔν τε τῇ γεύσει δριμὺ κᾀν τῇ δυνάμει θερμαῖνον
[l. 4] καὶ τῷ τὰς μὲν ἧττον αὐτῶν εἶναι λεπτομερεῖς, τὰς
[l. 5] δὲ μᾶλλον, καὶ τῷ τὰς μὲν στύψεως μετέχειν, τὰς δ’ οὔ.
[l. 6] προκέκριται δ’ εἰκότως ἐξ ἁπασῶν ἡ σχινίνη, μαστίχην δ’
[l. 7] αὐτὴν ὀνομάζουσι. πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν,
[l. 8] ὡς καὶ ταῖς κατὰ τὸν στόμαχον καὶ τὴν γαστέρα καὶ τὸ
[l. 9] ἧπαρ ἀτονίαις καὶ φλεγμοναῖς ἁρμόττειν, ἔτι καὶ τὸ ξηραίνειν
[l. 10] καὶ ἀλύπως αὐτῇ πάρεστιν. ἥκιστα γάρ ἐστι δριμεῖα
[l. 11] καὶ μάλιστα λεπτομερής. τῶν δ’ ἄλλων ἡ τερμινθίνη πρωτεύει,
[l. 12] σαφῆ μὲν οὐχ ὁμοίως τῇ μαστίχῃ τὴν στύψιν ἔχουσα,
[l. 13] πικρότητα δέ τινα κεκτημένη, δι’ ἣν καὶ μᾶλλον τῆς μαστίχης
[l. 14] διαφορεῖ. διὰ δὲ τὴν αὐτὴν ταύτην ποιότητα καὶ τὸ
[l. 15] ῥύπτειν αὐτῇ πάρεστιν ἐπὶ τοσοῦτον, ὥστε καὶ ψώρας ἰᾶσθαι.
[l. 16] καὶ μὲν δὴ καὶ τὰ ἐκ βάθους ἕλκει μᾶλλον τῶν ἄλλων
[l. 17] ῥητινῶν, ὅτι καὶ λεπτομερὴς ἐκείνων μᾶλλόν ἐστι. ἥ γέ
[p. 12.114]
[l. 1] τοι πευκίνη, καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη, δριμύτεραι
[l. 2] μὲν αὐτῆς εἰσιν, οὐ μὴν οὔτε διαφοροῦσι μᾶλλον οὔτ’ ἐπισπῶνται.
[l. 3] μέσαι δ’ αὐτῶν εἰσιν ἡ πιτυΐνη καὶ ἐλατίνη, δριμύτεραι
[l. 4] μὲν οὖσαι τῆς τερμινθίνης, ἧττον δὲ δριμεῖαι τῆς
[l. 5] πευκίνης τε καὶ στροβιλίνης. ἔχει δὲ καὶ μαλακτικὸν ἡ τερμινθίνη
[l. 6] ῥητίνη. δευτέρα δ’ ἐστὶν ἐν τῷ μαλάσσειν ἡ σχινίνη,
[l. 7] καθάπερ ἡ κυπαρισσίνη δριμεῖα.
[l. 8] 13.225. ε΄. Περὶ ῥόδου. Ῥόδων ἡ δύναμις ἐν τοῖς
[l. 9] ἔμπροσθεν εἴρηται διὰ πλειόνων, ὡς ἐξ ὑδατώδους οὐσίας
[l. 10] θερμῆς ἀναμεμιγμένης δύο ποιότησιν ἑτέραις, τῇ τε στυφούσῃ
[l. 11] καὶ τῇ πικρᾷ, σύγκειται. καὶ μὲν δὴ καὶ ὁποία τις
[l. 12] ἑκατέρα τὴν φύσιν ἐστὶν, ἥ τε πικρὰ καὶ ἡ στύφουσα, λέλεκταί
[l. 13] μοι κατὰ τὸ τέταρτον τῶνδε τῶν ὑπομνημάτων. τὸ δὲ
[l. 14] ἄνθος αὐτῶν ἔτι καὶ μᾶλλον αὐτῶν τῶν ῥόδων στυπτικόν
[l. 15] ἐστι καὶ δηλονότι διὰ τοῦτο ξηραντικόν.
[l. 16] στ΄. Περὶ ῥοδίας ῥίζης. Ῥοδία ῥίζα ἡ ἐν Μακεδονίᾳ
[l. 17] γεννωμένη λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως.
[l. 18] ἐν δὲ τῷ θερμαίνειν κατὰ τὴν δευτέραν που θετέον ἀπόστασιν
[l. 19] αὐτὴν, ἢ καὶ τὴν τρίτην ἀρχομένην.
[l. 1] ζ΄. Περὶ ῥοδοδάφνης. Ῥοδοδάφνη κατὰ μὲν τὴν
[l. 2] ὅλην οὐσίαν δηλητήριός ἐστιν οὐκ ἀνθρώπων μόνον, ἀλλὰ
[l. 3] καὶ τῶν πλείστων βοσκημάτων, κατὰ δὲ τὴν κρᾶσιν τῆς
[l. 4] τρίτης μέν ἐστι κράσεως τῶν θερμαινόντων ἀρχομένης, τῆς
[l. 5] πρώτης δὲ τῶν ξηραινόντων.
[l. 6] η΄. Περὶ ῥοιῶν. Ῥοιὰ πᾶσα τῆς στυφούσης μετέχει
[l. 7] ποιότητος, οὐ μὴν ἐπικρατούσης γε πάντων. ἔνιαι μὲν γὰρ
[l. 8] αὐτῶν εἰσιν ὀξεῖαι, τινὲς δὲ γλυκεῖαι πλέον ἢ αὐστηραί. καὶ
[l. 9] δὴ καὶ τὰς ὠφελείας ἑκάστης αὐτῶν κατὰ τὴν ἐπικρατοῦσαν
[l. 10] ἀνάγκη γίνεσθαι ποιότητα. λέλεκται δ’ ἐν τῷ τετάρτῳ
[l. 11] τῶνδε τῶν ὑπομνημάτων ὑπὲρ τοῦ γλυκέος χυμοῦ καὶ αὐστηροῦ
[l. 12] καὶ ὀξέος, ὥστ’ ἐξ ἐκείνων ἔστι σοι καὶ περὶ τῆς
[l. 13] τῶν ῥοιῶν διαφορᾶς συλλογίσασθαι. ἔστι δὲ τὰ μὲν γίγαρτα
[l. 14] τοῦ χυλοῦ στυπτικώτερα καὶ ξηραντικώτερα. τούτων δ’ ἔτι
[l. 15] τὰ λέμματα, καλεῖται δὲ σίδια. παραπλησίας δ’ αὐτοῖς εἰσι
[l. 16] δυνάμεως οἱ κυτῖνοι.
[l. 17] θ΄. Περὶ ῥοός. Ῥοῦς τὸ θαμνῶδες Φυτὸν στύφει
[l. 18] καὶ ξηραίνει, ὥσπερ καὶ οἱ βυρσοδέψαι πρὸς τὸ ξηρᾶναι
[p. 12.116]
[l. 1] καὶ στῦψαι τὰ δέρματα χρῶνται τῷ φυτῷ, καὶ διὰ τοῦτο
[l. 2] ὀνομάζεται βυρσοδεψικὴ τοῖς ἰατροῖς. ὅ τε καρπὸς αὐτῆς
[l. 3] μάλιστα καὶ ὁ χυλὸς εἰς χρείαν ἥκουσιν, ἱκανῶς αὐστηρᾶς
[l. 4] ὄντες ποιότητος. ὁμολογεῖ δὲ καὶ ἡ κατὰ μέρος ἅπασα χρῆσις
[l. 5] τῇ κατὰ τὴν γεῦσιν αἰσθήσει. εἴη ἂν οὖν καὶ τοῦτο
[l. 6] τὸ φάρμακον ξηραντικὸν μὲν ἐκ τῆς τρίτης τάξεως, ψυκτικὸν
[l. 7] δὲ ἐκ τῆς δευτέρας.
[l. 8] ι΄. Περὶ ῥύπου. Ῥύπος ὁ μὲν ἀπὸ τῶν ἐν τοῖς γυμνασίοις
[l. 9] ἀνδριάντων, ἐν οἷς ἂν ἄφθονον ἔλαιον κεῖται, διαφορητικός
[l. 10] τέ ἐστι καὶ μαλακτικός. ὁ δ’ ἐν ταῖς παλαίστραις
[l. 11] ἐφ’ ὅσον τῆς κόνεως μετείληφε, ἐπὶ τοσοῦτον διενήνοχεν.
[l. 12] ὀνομάζουσι δὲ τοῦτον τὸν ῥύπον πάτον. ὁ μὲν δὴ
[l. 13] πρότερος ἀπέπτων φυμάτων ἐστὶ διαφορητικὸς, ὁ δὲ δεύτερος
[l. 14] ἄριστον ἴαμα φλεγμονῆς τιτθῶν ἐστι. καὶ γὰρ τὸ πυρῶδες
[l. 15] αὐτῶν σβέννυσι καὶ τὸ ἐπιῤῥέον ἀναστέλλει καὶ τὸ
[l. 16] περιεχόμενον διαφορεῖ· σύγκειται γὰρ ἐκ κόνεως καὶ ἐλαίου
[l. 17] καὶ ἀνθρωπείου ῥύπου καὶ ἱδρῶτος. ἡ μὲν οὖν κόνις ἐμπλαστικόν
[l. 18] 13.226. τέ ἐστι καὶ ψυκτικὸν καὶ ἀποκρουστικὸν, τὸ δ’
[l. 19] ἔλαιον μαλακτικὸν, ὁ δ’ ἱδρὼς καὶ ὁ ῥύπος διαφορητικά.
[p. 12.117]
[l. 1] ὁ δ’ ἀπὸ τῶν ἀνδριάντων οὔτε τὴν κόνιν ἔχων καὶ τοῦ
[l. 2] χαλκοῦ τινα προσειληφὼς ἰὸν εἰκότως δριμύτερός ἐστιν. ἐμνημονεύσαμεν
[l. 3] δὲ τούτου καὶ νῦν, ὅτι τὸ πλεῖστον ἐν αὐτῷ
[l. 4] τῆς ἐλαιώδους οὐσίας ἐστὶν, ἐκ φυτοῦ τὴν γένεσιν ἐχούσης.
[l. 5] ἀναγκαῖον δ’ ἔσται κᾀν τοῖς ἀπὸ ζώων αὐτοῦ μνημονεῦσαι
[l. 6] διὰ τὸν ἱδρῶτα.
[l. 7] α΄. Περὶ σαγαπηνοῦ. Σαγαπηνὸν ὀπός
[l. 8] ἐστι θερμὸς καὶ λεπτομερὴς, ὡσαύτως τοῖς ἄλλοις ὀποῖς.
[l. 9] ἔχει δέ τι καὶ ῥυπτικὸν, ᾧ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς
[l. 10] ἀποκαθαίρει τε καὶ λεπτύνει. οὐ μὴν ἀλλὰ καὶ ὑποχύσεσι
[l. 11] καὶ ἀμβλυωπίαις ταῖς διὰ πάχος ὑγρῶν γινομέναις ἀγαθόν
[l. 12] ἐστι φάρμακον. αὐτὸ δὲ τὸ φυτὸν ἐξ οὗ γίνεται νάρθηκι
[l. 13] παραπλήσιον ὑπάρχον ἀσθενές τε καὶ ἄχρηστόν ἐστιν, ὀνομάζεται
[l. 14] δὲ δηλονότι πρότερον ἐκεῖνο σαγαπηνόν. ὁ γὰρ ὀπὸς
[l. 15] αὐτοῦ καταχρωμένοις οὕτω προσαγορεύεται, καθάπερ καὶ
[l. 16] ἄλλα πολλὰ δι’ ἐλλιποῦς λέξεως ὀνομάζομεν ἐκ καταχρήσεως.
[l. 17] τελεώτερον γὰρ ἦν λέγειν αὐτὸν οὐ σαγαπηνὸν, ἀλλ’
[l. 18] ὀπὸν σαγαπηνοῦ.
[l. 1] β΄. Περὶ σαμψύχου. Σάμψυχον λεπτομεροῦς ἐστι καὶ
[l. 2] διαφορητικῆς δυνάμεως. ξηραίνει τε γὰρ καὶ θερμαίνει κατὰ
[l. 3] τὴν τρίτην τάξιν.
[l. 4] γ΄ Περὶ σαπρότητος τῶν ξύλων. Σαπρότης ξύλων, καὶ
[l. 5] μάλιστα ὅσα μετέχει στύψεώς τε ἅμα καὶ ῥύψεως, ὥσπερ καὶ
[l. 6] ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ ὑγρὰ τῶν ἑλκῶν.
[l. 7] 2.108. δ΄. Περὶ σαρκοκόλλης. Σαρκοκόλλα δάκρυόν
[l. 8] ἐστι δένδρου περσικοῦ, μικτὴν ἔχουσα δύναμιν ἐξ ἐμπλαστικῆς
[l. 9] τέ τινος οὐσίας καὶ βραχείας πικρᾶς, ὅθεν ἀδήκτως ξηραίνει
[l. 10] καὶ διὰ τοῦτο τραύματα δύναται κολλᾷν.
[l. 11] ε΄. Περὶ σατυρίου. Σατύριον ἢ τρίφυλλον ὑγρόν ἐστι
[l. 12] καὶ θερμὸν τὴν κρᾶσιν, διὸ καὶ γευόμενον φαίνεται γλυκύ.
[l. 13] περιττωματικὴν μέντοι καὶ φυσώδη τὴν ὑγρότητα κέκτηται
[l. 14] καὶ διὰ τοῦτο παρορμᾷ πρὸς ἀφροδίσια. ταῦτα δὲ καὶ ἡ ῥίζα
[l. 15] τῆς βοτάνης δρᾷν πέφυκεν. ὡς δέ τινες γράφουσι, καὶ ὀπισθότονον
[l. 16] ἰᾶται, μετ’ οἴνου μέλανος αὐστηροῦ πινόμενον.
[l. 17] στ΄. Περὶ σελίνου. Σέλινον εἰς τοσοῦτον θερμόν ἐστιν,
[l. 18] ὡς οὖρά τε καὶ καταμήνια κινεῖν. ἔστι δὲ καὶ ἄφυσον καὶ
[p. 12.119]
[l. 1] μᾶλλον τῆς πόας τὸ σπέρμα. καὶ τοῦ ὀρεοσελίνου δὲ καὶ
[l. 2] τοῦ ἱπποσελίνου παραπλήσιος ἡ δύναμις. ἀσθενέστερον δὲ
[l. 3] τὸ ἱπποσέλινον, ὥσπερ ἰσχυρότερον τὸ ὀρεοσέλινον.
[l. 4] ζ΄. Περὶ σέρεως. Σέρις ὑπόπικρόν ἐστι λάχανον καὶ
[l. 5] μᾶλλον τὸ ἄγριον. ὅπερ καὶ δι’ αὐτὸ τοῦτο πικρίδα προσαγορεύουσιν
[l. 6] ἔνιοι, τινὲς δὲ κιχώριον ὀνομάζουσιν. ἔστι δ’
[l. 7] αὐτὴ ξηρᾶς μὲν καὶ ψυχρᾶς κράσεως ἀμφότερα κατὰ τὴν
[l. 8] πρώτην ἀπόστασιν ἔχουσα. ἡ δ’ ἥμερος ἐπὶ μᾶλλον μὲν
[l. 9] ψύχει τῆς ἀγρίας, ἐπιμιξίᾳ δὲ πολλῆς ὀθνίας ὑγρότητος
[l. 10] ἀπόλλυσι τὸ ξηραίνειν. ἀμφότεραι δὲ μετέχουσι τῆς στυφούσης
[l. 11] ποιότητος, ὥσπερ καὶ ἡ χονδρίλη· καὶ γὰρ αὐτὸ
[l. 12] σέρεως εἶδός ἐστιν.
[l. 13] η΄. Περὶ σερίφου. Σέριφον. εἴρηται μὲν περὶ τούτου
[l. 14] κατὰ τὸ ἕκτον βιβλίον ἐν τῷ περὶ ἀψινθίου λόγῳ. παραπλήσιον
[l. 15] μὲν γάρ ἐστιν ἀψινθίῳ κατὰ τὴν ἰδέαν καὶ τὴν
[l. 16] γεῦσιν, ὅμως μὴν διαλλάττει, κατὰ μὲν τὴν γεῦσιν τῷ μήθ’
[l. 17] ὁμοίως ἐκείνῳ στύφειν καὶ μᾶλλον θερμαίνειν τε καὶ πικράζειν
[l. 18] μετά τινος ἁλυκότητος· ἐν δὲ τῇ δυνάμει τῷ κακοστόμαχον
[p. 12.120]
[l. 1] εἶναι καὶ μᾶλλον ἀψινθίου κτείνειν ἕλμινθας, ἔξωθέν
[l. 2] τε ἐπιτιθέμενον καὶ εἴσω τοῦ σώματος λαμβανόμενον. καὶ
[l. 3] δὴ καὶ θερμαίνειν μὲν ἐκ τῆς δευτέρας τάξεως ἐπιτεταμένης
[l. 4] θετέον αὐτὸ, ξηραίνειν δὲ κατὰ τὴν τρίτην.
[l. 5] θ΄. Περὶ σεσέλεως. Σέσελι. καὶ ἡ ῥίζα μὲν, ἔτι δὲ
[l. 6] καὶ ὁ καρπὸς τῶν θερμαινόντων εἰς τοσοῦτόν ἐστιν ὡς
[l. 7] ἱκανῶς οὐρητικὸν ὑπάρχειν φάρμακον. ἔστι δὲ καὶ λεπτομερὲς,
[l. 8] ὡς καὶ πρὸς ἐπιληψίας τε καὶ ὀρθοπνοίας ἁρμόττειν.
[l. 9] ι΄. Περὶ σησάμου. Σήσαμον οὐκ ὀλίγον ἔχει τὸ γλίσχρον
[l. 10] ἐν αὑτῷ καὶ λιπαρὸν, ὅθεν ἐμπλαστικόν τ’ ἐστὶν ἅμα
[l. 11] καὶ μαλακτικὸν καὶ μετρίως θερμόν. τῆς δ’ αὐτῆς δυνάμεώς
[l. 12] ἐστι καὶ τὸ ἔλαιον τὸ ἐξ αὐτοῦ. καὶ τῆς πόας δὲ τὸ ἀφέψημα
[l. 13] παραπλησίας ἐστὶ δυνάμεως.
[l. 14] ια΄. Περὶ σησαμοειδοῦς. Σηταμοειδὲς τὸ μέγα, ὅπερ
[l. 15] καὶ Ἀντικυρικὸς ἐλλέβορος ὠνόμασται διὰ τὸ καθαίρειν
[l. 16] αὐτοῦ τὸ σπέρμα παραπλησίως ἐλλεβόρῳ. τοῦτο καὶ τῇ
[l. 17] ἄλλῃ δυνάμει παραπλήσιόν ἐστιν ἐλλεβόρῳ. καὶ μέντοι καὶ
[l. 18] κατὰ τὸ ῥύπτειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν ὅμοιον
[l. 19] ἐκείνῳ τὴν δύναμίν ἐστιν.
[l. 1] ιβ΄. Περὶ σησαμοειδοῦς τοῦ λευκοῦ. Σησαμοειδοῦς τοῦ
[l. 2] λευκοῦ τὸ σπέρμα μετέχει μέν τινος καὶ δριμείας ποιότητος.
[l. 3] πικρὸν δ’ ἱκανῶς ἐστι. θερμαίνει τοιγαροῦν καὶ ῥήσσει καὶ
[l. 4] ῥύπτει.
[l. 5] ιγ΄. Περὶ σιδηρίτιδος. Σιδηρῖτις ἔχει μέν τι καὶ ῥυπτικὸν,
[l. 6] ἀλλὰ τό γε πλέον αὐτῆς ὑγρόν ἐστι καὶ μετρίως
[l. 7] ψυχρὸν, ὀλίγης δέ τινος μετείληφε στύψεως, ὅθεν ἀφλέγμαντός
[l. 8] τ’ ἐστὶ καὶ κολλητικός. καλοῦσι δ’ ἔνιοι καὶ τὴν Ἀχίλλειον
[l. 9] σιδηρῖτιν ἐμφερῆ μὲν τῇ 13.228. προειρημένῃ κατὰ τὴν
[l. 10] δύναμιν οὖσαν, εἴς γε τὰ νῦν εἰρημένα, πλεονεκτούσης δ’
[l. 11] αὐτῆς τῇ στύψει. διὸ καὶ πρὸς αἱμοῤῥαγίας τε καὶ δυσεντερίας
[l. 12] καὶ τοὺς γυναικείους ἁρμόττει ῥοῦς.
[l. 13] ιδ΄. Περὶ σικύου ἐδωδίμου. Σίκυος ἐδώδιμος ὁ μὲν
[l. 14] ἤδη πέπων λεπτομερεστέρας ἐστὶν οὐσίας, ὁ δὲ μὴ τοιοῦτος
[l. 15] παχυμερεστέρας. οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆς τε καὶ τμητικῆς
[l. 16] μετειλήφασι δυνάμεως, ὅθεν οὐρητικοί τ’ εἰσὶ καὶ λαμπρύνουσι
[l. 17] τὸ σῶμα, καὶ μᾶλλον εἰ ξηράνας τις τὸ σπέρμα, κᾄπειτα
[l. 18] κόψας τε καὶ σήσας ῥύμματι χρῷτο. κρατεῖ δ’ ἐν αὐτοῖς
[p. 12.122]
[l. 1] ὑγρὰ καὶ ψυχρὰ κρᾶσις, οὐ μὴν ἰσχυρῶς, ἀλλ’ ὡς ἐν τῇ
[l. 2] δευτέρᾳ που τάξει τίθεται. εἰ μέντοι τις τὸ σπέρμα ξηραίνειεν
[l. 3] ἢ τὴν ῥίζαν, οὐκέτ’ οὐδὲ τῆς ὑγρᾶς ἐστι φύσεως, ἀλλ’
[l. 4] ἤδη τῆς ξηραινούσης κατὰ τὴν πρώτην που τάξιν, ἢ καὶ
[l. 5] τὴν δευτέραν ἀρχομένην. ἔστι δὲ καὶ τὸ ῥυπτικὸν ἐν τούτοις
[l. 6] πλέον ἢ ἐν τῇ σαρκὶ τοῦ καρποῦ.
[l. 7] ιε΄. Περὶ σικύου ἀγρίου. Σικύου ἀγρίου καὶ ὁ τοῦ
[l. 8] καρποῦ χυλὸς, ὃν ἐλατήριον ὀνομάζουσιν, οὐχ ἥκιστα δὲ καὶ
[l. 9] ὁ τῆς ῥίζης τε καὶ τῶν φύλλων, ἐπιτήδειοι τυγχάνουσιν ὄντες
[l. 10] εἰς τὰς ἰάσεις. τὸ μὲν οὖν ἐλατήριον ἔμμηνα προκαλεῖται
[l. 11] καὶ τὰ κυούμενα διαφθείρει προστιθέμενον, ὥσπερ καὶ
[l. 12] τὰ ἄλλα τὰ πικρά τε ἅμα καὶ λεπτομερῆ, μάλιστα εἰ καὶ
[l. 13] θερμότητός τινος μετέχει, καθάπερ οὖν καὶ τὸ ἐλατήριον.
[l. 14] ἄκρως μὲν γάρ ἐστι πικρὸν, ἐπ’ ὀλίγον δὲ θερμὸν, ὡς ἐκ τῆς
[l. 15] δευτέρας τάξεως εἶναι κατὰ θερμότητα. εὐθὺς δὲ τὸ τοιοῦτον
[l. 16] καὶ διαφορητικῆς ἐστι δυνάμεως· οὕτω γοῦν αὐτῷ καὶ
[l. 17] συναγχικοὺς διαχρίουσιν ἔνιοι μετὰ μέλιτος, ἢ ἐλαίου παλαιοῦ.
[l. 18] ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον μετὰ γάλακτος
[l. 19] ταῖς ῥισίν. οὕτω δὲ χρώμενον καὶ κεφαλαλγίας ἰᾶται.
[p. 12.123]
[l. 1] τὸ μὲν οὖν ἐλατήριον τοιοῦτον, ὁ δὲ τῆς ῥίζης χυλὸς, ὥσπερ
[l. 2] γε καὶ ὁ τῶν φύλλων, ὅμοιοι μὲν ἐλατηρίῳ τὴν δύναμιν,
[l. 3] ἀσθενέστεροι δέ. καὶ αὐτὴ δὲ ἡ ῥίζα παραπλησίας ἐστὶ δυνάμεως.
[l. 4] καὶ γὰρ ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει, ξηραντικώτερος
[l. 5] δ’ αὐτῆς ἐστιν ὁ φλοιός.
[l. 6] 2.109. ιστ΄. Περὶ σιλφίου. Σιλφίου θερμότατος μέν
[l. 7] ἐστιν ὁ ὀπὸς, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς καὶ
[l. 8] ἡ ῥίζα θερμαίνει γενναίως. ἔστι δὲ φυσωδεστέρας οὐσίας
[l. 9] ἅπαντα καὶ κατὰ τοῦτο δύσπεπτα. ἔξωθεν μέντοι κατὰ τοῦ
[l. 10] σώματος ἐπιτιθέμενα δραστηριωδέστερα, καὶ μάλιστα πάντων
[l. 11] ὁ ὀπὸς ἑλκτικῆς ἱκανῶς ὑπάρχων δυνάμεως. καὶ μὲν
[l. 12] δὴ καὶ καθαιρετικὸν καὶ ἀποτηκτικόν τι ἔχει διὰ τὴν προειρημένην
[l. 13] αὐτοῦ κρᾶσιν.
[l. 14] ιζ΄. Περὶ σίσωνος. Σίσων θερμὸς καὶ ὑπόπικρός ἐστι
[l. 15] τὴν γεῦσιν. ὅθεν οὐρητικός τ’ ἐστὶ καὶ πεπτικὸς, ἐμμήνων
[l. 16] τε προκλητικὸς ἐκφρακτικός τε τῶν κατὰ τὰ σπλάγχνα πασῶν
[l. 17] ἐμφράξεων.
[l. 18] ιη΄. Περὶ σίου. Σίον, εἰς ὅσον ἀρωματίζει πως κατὰ
[l. 19] τὴν γεῦσιν, εἰς τοσοῦτον καὶ θερμαινούσης πως μετείληφε
[p. 12.124]
[l. 1] δυνάμεως. ἔστι δὲ διαφορητικόν τε καὶ διουρητικὸν καὶ λίθων
[l. 2] τῶν ἐν νεφροῖς θρυπτικὸν καὶ ἐμμήνων ἀγωγόν.
[l. 3] 13.229. ιθ΄. Περὶ σισάρου ῥίζης. Σισάρου ἡ ῥίζα
[l. 4] ἑφθεῖσα εὐστόμαχός τέ ἐστι καὶ οὐρητικὴ, θερμαίνουσα κατὰ
[l. 5] τὴν δευτέραν τάξιν, ἔχουσα δέ τι καὶ πικρότητος καί τι
[l. 6] στύψεως βραχείας.
[l. 7] κ΄. Περὶ σισυμβρίου. Σισύμβριον λεπτομεροῦς διαφορητικῆς,
[l. 8] θερμαινούσης καὶ ξηραινούσης κατὰ τὴν τρίτην τάξιν
[l. 9] ἐστὶ δυνάμεώς τε καὶ κράσεως. καὶ τὸ σπέρμα δ’ αὐτοῦ
[l. 10] λεπτομερές τε καὶ θερμόν ἐστιν, ὅθεν σὺν οἴνῳ τινὲς αὐτὴν
[l. 11] διδόασι τοῖς τε λύζουσιν καὶ τοῖς στροφουμένοις.
[l. 12] κα΄. Περὶ σισυμβρίου. Σισύμβριον, ὅπερ ἔνιοι καρδαμίνην
[l. 13] ὀνομάζουσιν, ἐπειδὴ καρδαμώμου τι παραπλήσιον
[l. 14] ἔχει κατὰ τὴν γεῦσιν, ὅταν μὲν ξηρὸν ᾖ, τῆς τρίτης ἐστὶ
[l. 15] τάξεως τῶν ξηραινόντων τε ἅμα καὶ θερμαινόντων, ὅταν
[l. 16] δ’ ὑγρόν τε καὶ χλωρὸν, τῆς δευτέρας.
[l. 17] κβ΄. Περὶ σκάνδικος. Σκάνδιξ τῶν ἀγρίων ἐστὶ λαχάνων,
[l. 18] ὑπόδριμύ τε καὶ πικρὸν, ὡς εἶναι ἐν τῷ ξηραίνειν τε
[p. 12.125]
[l. 1] καὶ τῷ θερμαίνειν ἤτοι τῆς δευτέρας τάξεως ἐπιτεταμένης ἢ
[l. 2] τρίτης ἀρχομένης. οὐρητικὸν δ’ ἱκανῶς ἐστι καὶ τῶν σπλάγχνων
[l. 3] ἐκφρακτικὸν, ἐκ τῶν εἰρημένων ποιοτήτων συγκείμενον.
[l. 4] κγ΄. Περὶ σκίλλας Σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως,
[l. 5] οὐ μὴν ἰσχυρῶς γε θερμῆς, ἀλλὰ κατά γε τοῦτο
[l. 6] θείη ἄν τις αὐτὴν ἐν τῇ δευτέρᾳ τάξει τῶν θερμαινόντων.
[l. 7] ἄμεινον δ’ ὀπτῶντας ἢ ἑψοῦντας λαμβάνειν· ἐκλύεται γὰρ
[l. 8] οὕτως αὐτῆς τὸ σφοδρὸν τῆς δυνάμεως.
[l. 9] κδ΄. Περὶ σκολύμου ῥίζης. Σκολύμου ἡ ῥίζα πλῆθος
[l. 10] οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι.
[l. 11] καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν τε μασχαλῶν
[l. 12] καὶ ὅλου τοῦ σώματος. τοῦτο μὲν οὖν ὡς καθαρτικῷ τοιούτου
[l. 13] χυμοῦ τῷ φαρμάκῳ καθ’ ὅλην ὑπάρχει τὴν οὐσίαν.
[l. 14] ἡ δὲ κατὰ τὰς ποιότητας ἐνέργεια θερμὸν μὲν κατὰ τὴν
[l. 15] δευτέραν τάξιν ἤδη πληρουμένην ἢ τρίτην ἀρχομένην ἐνδείκνυται
[l. 16] τὸ φάρμακον, ξηρὸν δὲ κατὰ τὴν δευτέραν.
[l. 17] κε΄. Περὶ σκορδίου. Σκόρδιον. ἐκ πολυειδῶν τοῦτο
[l. 18] καὶ χυμῶν καὶ δυνάμεων σύγκειται. καὶ γὰρ καὶ πικρὸν ἔχει
[p. 12.126]
[l. 1] τι καὶ στρυφνὸν καὶ δριμὺ, καὶ μάλιστά γε σκορόδῳ προσέοικεν
[l. 2] αὐτοῦ τὸ δριμὺ, ὅθεν, οἶμαι, καὶ τὴν προσηγορίαν
[l. 3] ἀπηνέγκατο. διακαθαίρει τοιγαροῦν ἅμα καὶ θερμαίνει τὰ
[l. 4] σπλάγχνα καὶ καταμήνια καὶ οὖρα κινεῖ καὶ σπάσματα καὶ
[l. 5] ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατ’ ἔμφραξιν καὶ ψύξιν
[l. 6] ἰᾶται πινόμενον, κολλᾷ μὲν τὰ μεγάλα τραύματα χλωρὸν
[l. 7] ἐπιπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ, καὶ εἰς οὐλὴν
[l. 8] ἄγει τὰ κακοήθη ξηρὸν ἐπιπασσόμενον.
[l. 9] 13.230. κστ΄. Περὶ σκορόδου. Σκόροδον ξηραίνει καὶ
[l. 10] θερμαίνει κατὰ τὴν τετάρτην ἀπόστασιν. τὸ δ’ ὀφιοσκόροδον
[l. 11] ὀνομαζόμενον ἄγριόν ἐστι σκόροδον ἰσχυρότερον τοῦ
[l. 12] ἡμέρου, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἄγρια.
[l. 13] κζ΄. Περὶ σκορδοπράσου. Σκορδόπρασον ὥσπερ ἐν τῇ
[l. 14] γεύσει τε καὶ τῇ ὀσμῇ μικτὴν σκόρδου τε καὶ πράσου κέκτηται
[l. 15] ποιότητα, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τῇ δυνάμει.
[l. 16] κη΄. Περὶ σκορπιοειδοῦς. Σκορπιοειδὲς θερμαίνει μὲν
[l. 17] κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν.
[l. 1] κθ΄. Περὶ σμίλακος. Σμῖλαξ ἢ τάξος δένδρον ἐστὶ
[l. 2] δηλητηρίου δυνάμεως.
[l. 3] λ΄. Περὶ σμύρνης. Σμύρνα τῆς δευτέρας ἐστὶ τάξεως
[l. 4] τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἐπιπλαττομένη γοῦν
[l. 5] τοῖς ἐν κεφαλῇ τραύμασιν κολλᾷν αὐτὰ δύναται. μετέχει δὲ
[l. 6] καὶ πικρότητος οὐκ ὀλίγης, δι’ ἣν ἔμβρυα καὶ ἕλμινθας
[l. 7] κτείνει τε καὶ ἐκβάλλει. ὑπάρχει δ’ αὐτῇ καὶ τὸ ῥυπτικὸν
[l. 8] ἐντεῦθεν. οὕτω γοῦν καὶ ταῖς ὀφθαλμικαῖς μίγνυται δυνάμεσιν,
[l. 9] ὅσαι πρὸς ἕλκη καὶ οὐλὰς παχείας συντίθενται. κατὰ
[l. 10] δὲ τὴν αὐτὴν αἰτίαν ἐπιμίγνυται τοῖς πρὸς βῆχα χρονίαν
[l. 11] καὶ ἆσθμα διδομένοις φαρμάκοις, οὐ μὴν τραχύνει γε τὴν
[l. 12] ἀρτηρίαν ὡς ἔνια τῶν ῥυπτόντων, ἀλλ’ οὕτως ἔχει μετρίαν
[l. 13] τὴν ῥύψιν, ὥστ’ ἔνιοι καὶ τοῖς ἀρτηριακοῖς ὀνομαζομένοις
[l. 14] φαρμάκοις μιγνύουσιν αὐτὴν ὡς θερμαῖνόν τε καὶ ξηραῖνον
[l. 15] αὐτάρκως φάρμακον, οὐδὲν εὐλαβούμενοι· τὴν ἐκ τῆς πικρότητος
[l. 16] ῥύψιν.
[l. 17] λα΄. Περὶ σμύρνης βοϊκῆς. Σμύρνα βοϊκὴ δύναμιν ἔχει
[l. 18] θερμαντικὴν, διαχυτικὴν, μαλακτικήν.
[l. 1] 2.110. λβ΄. Περὶ σμυρνίου. Σμύρνιον, οἱ δ’ ἱπποσέλινον
[l. 2] ὀνομάζουσιν ἄγριον, ἐκ ταὐτοῦ γένους ἐστὶ καὶ
[l. 3] τοῦτο τῷ σελίνῳ τε καὶ πετροσελίνῳ. καὶ εἴη ἂν σελίνου μὲν
[l. 4] ἰσχυρότερον, πετροσελίνου δὲ ἀσθενέστερον. ἐμμήνων τε οὖν
[l. 5] ἀγωγόν ἐστι καὶ οὐρητικὸν καὶ θερμὸν καὶ ξηρὸν κατὰ τὴν
[l. 6] τρίτην τάξιν. οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον ὀνομάζουσιν ἐν
[l. 7] τῷ Ἀμάνῳ γεννώμενον. ἔστι μέντοι καὶ αὐτὸ σμύρνιον, ἧττον
[l. 8] δ’ ἐστὶν δριμὺ πετροσελίνου καὶ σμυρνίου, καὶ διὰ τοῦτο
[l. 9] καὶ κατὰ τραυμάτων ἐπιτίθεσθαι δύναται τῷ ξηραίνειν ἀλύπως.
[l. 10] ἀλλὰ καὶ διαφορητικόν ἐστι τῶν ἐσκληρυσμένων. ἡ δ’
[l. 11] ἄλλη δύναμις αὐτοῦ παραπλησία σελίνῳ τ’ ἐστὶ καὶ πετροσελίνῳ,
[l. 12] διὸ καὶ τῷ σπέρματι χρώμεθα πρὸς τὰ καταμήνιά
[l. 13] τε καὶ οὖρα καὶ ἄσθματα.
[l. 14] 13.231. λγ΄. Περὶ σόγχου. Σόγχος ἐπειδὰν μὲν τελειωθῇ,
[l. 15] τῶν ἀκανθωδῶν ἐστιν φυτῶν, χλωρὸς δ’ ἔτι καὶ ἁπαλὸς
[l. 16] ἐσθίεται τοῖς ἄλλοις ἀγρίοις λαχάνοις ὡσαύτως. ἡ κρᾶσις
[l. 17] δ’ αὐτοῦ μικτή πώς ἐστι, σύγκειται γὰρ ἐξ ὑδατώδους
[l. 18] τε καὶ γεώδους οὐσίας, ἀμφοῖν ἀτρέμα ψυχρῶν. καὶ γὰρ
[l. 19] στύψεώς τι μετέχει καὶ σαφῶς ἐμψύχει, καταπλασσόμενός τε
[p. 12.129]
[l. 1] καὶ ἐσθιόμενος. ἐπειδὴ δὲ τελέως ξηρανθῇ, γεώδης ἡ κρᾶσις
[l. 2] αὐτοῦ γίνεται μετρίως θερμότητα ἔχουσα.
[l. 3] λδ΄. Περὶ σπαργανίου. Σπαργάνιον ξηραντικῆς καὶ
[l. 4] τοῦτο δυνάμεώς ἐστι.
[l. 5] λε΄. Περὶ σπάρτης. Σπάρτη, ᾧ τὰς ἀμπέλους παρ’
[l. 6] ἡμῖν δεσμοῦσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς ἑλκτικῆς
[l. 7] οὐκ ἀγεννῶς ἐστι δυνάμεως.
[l. 8] λστ΄. Περὶ σταφυλίνου. Σταφυλῖνος ὁ μὲν ἥμερος
[l. 9] ἀσθενέστερος, ὁ δ’ ἄγριος ἰσχυρότερος εἰς ἅπαντα. οὖρα δὲ
[l. 10] κινεῖ καὶ καταμήνια προτρέπει καὶ σύμπασα μὲν ἡ πόα,
[l. 11] μάλιστα δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα. ἔχει δέ τι καὶ ῥυπτικὸν
[l. 12] ἐν ἑαυτῷ, διὸ καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἔνιοι τοῖς
[l. 13] φύλλοις αὐτοῦ χλωροῖς μετὰ μέλιτος καταπλάττουσι ὑπὲρ
[l. 14] τοῦ καθαρὰ ποιῆσαι.
[l. 15] λζ΄. Περὶ στάχυος. Στάχυς, ὁ παραπλήσιος τῷ πρασίῳ
[l. 16] θάμνος, δριμὺς γευόμενός ἐστι καὶ πικρὸς τῆς τρίτης
[l. 17] τάξεως ὑπάρχων τῶν θερμαινόντων, ὥστ’ εὐλόγως οὐ καταμήνια
[p. 12.130]
[l. 1] κινεῖ μόνον, ἀλλὰ καὶ ἀμβλωθρίδιόν ἐστι φάρμακον,
[l. 2] ἐκβάλλει τε χόρια.
[l. 3] λη΄. Περὶ στοιβῆς. Στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα
[l. 4] μάλιστ’ ἐστὶ χρήσιμα, στυπτικὴν ἔχοντα δύναμιν ἄδηκτον.
[l. 5] ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐναργῶς κατὰ τὴν τρίτην που τάξιν
[l. 6] ἀρχομένην, ὅθεν αὐτῶν τὸ ἀφέψημα καὶ δυσεντερικοῖς
[l. 7] ἐνίεται καὶ ὠσὶ πυοροῦσι καὶ κολλητικὸς ὑπάρχει μεγάλων
[l. 8] τραυμάτων. ἐναργέστερον δὲ ταῦτα ποιεῖ μετ’ οἴνου μέλανος
[l. 9] αὐστηροῦ, ξηραίνει γὰρ ἰσχυρῶς ἁπάσας τὰς παρὰ φύσιν
[l. 10] ὑγρότητας. ἔτι δὲ χλωρὰ τὰ φύλλα καταπλασσόμενα δύναμιν
[l. 11] ἐφεκτικὴν αἱμοῤῥαγίας ἔχει καὶ τὰς ἐκ πληγῆς δὲ συγχύσεις
[l. 12] τῶν ὀφθαλμῶν ὀνίνησι καταπλασσόμενος.
[l. 13] λθ΄. Περὶ στοιχάδος. Στοιχάδος ἡ μὲν πρὸς τὴν
[l. 14] γεῦσιν ποιότης πικρά τ’ ἐστὶ καὶ ὑποστύφουσα μετρίως. ἡ
[l. 15] δὲ κρᾶσις σύνθετος ἔκ τε ψυχρᾶς γεώδους οὐσίας ὀλίγης,
[l. 16] ἀφ’ ἧς στύφει, καὶ λελεπτυσμένης ἑτέρας γεώδους πλείονος,
[l. 17] ἀφ’ ἧς πικράζει. διὰ δὲ τὴν ἀμφοτέρων σύνοδον ἐκφράττειν
[l. 18] καὶ λεπτύνειν καὶ ἀποῤῥύπτειν καὶ ῥωννύναι πέφυκε τά τε
[p. 12.131]
[l. 1] σπλάγχνα πάντα καὶ ὅλου τοῦ ζώου τὴν ἕξιν. ἐδείχθη γὰρ
[l. 2] ἐν τοῖς ἔμπροσθεν ὡς ὅσα σύγκειται φάρμακα πρὸς τῶν
[l. 3] τοιούτων οὐσιῶν τὰς εἰρημένας ἐνεργείας ἐνεργεῖ.
[l. 4] 13.232. μ΄. Περὶ στρατιώτητος. Στρατιώτης ὁ μὲν
[l. 5] ἔνυδρος ὑγρὸς καὶ ψυχρὸς τὴν δύναμιν, ὁ δὲ χερσαῖος ἔχει
[l. 6] τι καὶ στύψεως, ὥστε διὰ τοῦτο καὶ τραύματα δύνασθαι
[l. 7] κολλᾷν καὶ τοῖς ἕλκεσιν εἶναι χρήσιμος. ἔνιοι δ’ αὐτῷ καὶ
[l. 8] πρὸς αἱμοῤῥαγίαν χρῶνται καὶ πρὸς σύριγγας.
[l. 9] μα΄. Περὶ στρουθίου. Στρουθίου τῇ ῥίζῃ μάλιστα
[l. 10] χρώμεθα δριμείᾳ μὲν οὔσῃ κατὰ τὴν γεῦσιν, θερμῇ δὲ καὶ
[l. 11] ξηρᾷ κατὰ τὴν κρᾶσιν, ἐκ τῆς τετάρτης δήπου τάξεως. ἔστι
[l. 12] δὲ καὶ ῥυπτικὴ καὶ ἐρεθιστικὴ, διὰ τοῦτο καὶ πταρμοὺς
[l. 13] κινεῖ τοῖς ἄλλοις ὡσαύτως, ὅσα δριμέα τ’ ἐστὶ γευόμενα
[l. 14] καὶ θερμὰ ταῖς κράσεσιν.
[l. 15] μβ΄. Περὶ στύρακος. Στύραξ θερμαίνει, μαλάττει,
[l. 16] συμπέπτει, διὸ καὶ βῆχας καὶ κατάῤῥους καὶ κορύζας καὶ
[l. 17] βράγχους ὀνίνησιν, ἔμμηνά τε προτρέπει πινόμενόν τε
[p. 12.132]
[l. 1] καὶ προστιθέμενον, ἡ δὲ λιγνὺς καυθέντος αὐτοῦ παραπλησία
[l. 2] πώς ἐστι τῇ τοῦ λιβάνου.
[l. 3] μγ΄. Περὶ σύκων. Σῦκα τὰ μὲν ξηρὰ θερμὰ τὴν
[l. 4] δύναμίν ἐστι, κατὰ τὴν πρώτην που τάξιν ἤδη συμπληρουμένην,
[l. 5] ἢ τὴν δευτέραν ἀρχομένην, ἔχει δέ τι καὶ λεπτομερές.
[l. 6] ἐξ ἀμφοῖν τούτων ἱκανὰ συμπέπτειν ἐστὶ τοὺς σκληροὺς
[l. 7] τῶν ὄγκων, εὐθὺς δ’ αὐτοὺς διαφορεῖ. καὶ αὐτὰ μὲν οὖν
[l. 8] καθ’ ἑαυτὰ καταπλασσόμενα τοιαύτης ἐστὶ δυνάμεως. καὶ
[l. 9] τὸ ἀφέψημα δ’ αὐτῶν ὁμοίας ὑπάρχει φύσεως. χρὴ δὲ ὅπου
[l. 10] καὶ συμπέψαι βούλει μᾶλλον, πύρινον ἄλευρον μιγνύειν,
[l. 11] ὅπου δὲ διαφορῆσαι, κρίθινον. ὁ δὲ ἄρτος ἐν τῷ μέσῳ τούτων
[l. 12] ἐστίν. ἀλλὰ μὲν τοιαῦτα τῆς περὶ φαρμάκων συνθέσεώς
[l. 13] ἐστι καὶ τῆς θεραπευτικῆς οἰκειότερα μεθόδου. πρὸς
[l. 14] δὲ τὸ παρὸν ἀρκεῖ καὶ ταῦτα γινώσκειν ὑπὲρ ἰσχάδων. εἰδέναι
[l. 15] δὲ καὶ ὡς αἱ μὲν ῥυπαρώτεραι πέπτειν μᾶλλον, αἱ δριμύτεραι
[l. 16] δ’ ἐν τῷ γεύεσθαι ῥύπτειν τε καὶ διαφορεῖν πεφύκασι,
[l. 17] τὸ δ’ ἐπιπλεῖστον αὐτῶν ἑψηθεισῶν ἐν ὕδατι γιγνόμενον
[l. 18] ὅμοιόν ἐστιν οὐ τὴν σύστασιν μόνον, ἀλλὰ καὶ τὴν
[p. 12.133]
[l. 1] δύναμιν. μέλιτι. τὰ δὲ χλωρὰ σῦκα ἐσθιόμενα διὰ τὴν ἐπιμιξίαν
[l. 2] τῆς ὑγρότητος ἀσθενεστέρας ἐστὶ δυνάμεως, ὑπάγει
[l. 3] μέντοι κοιλίαν ἄμφω, καὶ τὰ ὑγρὰ καὶ τὰ ξηρά. τὰ δὲ τῶν
[l. 4] ἐρινεῶν σῦκα δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως. οὕτω
[l. 5] δὲ καὶ τῶν ἡμέρων οἱ ὄλυνθοι, μετέχουσι γὰρ ἔτι τοῦ τῆς
[l. 6] συκῆς ὀποῦ.
[l. 7] 2.111. μδ΄. Περὶ συκῆς. Συκῆ θερμῆς καὶ λεπτομεροῦς
[l. 8] ἐστι κράσεως, ὡς ὅ τε ὀπὸς αὐτῆς δηλοῖ καὶ τῶν φύλλων
[l. 9] ὁ χυλός. ἰσχυρῶς γὰρ ἑκάτερον αὐτῶν ἐστι θερμὸν, ὥστε
[l. 10] οὐδὲ δάκνει μόνον ἢ ῥύπτει σφοδρῶς, ἀλλὰ καὶ ἑλκοῖ καὶ
[l. 11] ἀναστομοῖ καὶ μυρμηκίας ἐκβάλλει. ἔστι δὲ καὶ καθαρτικόν.
[l. 12] ὁ δὲ τῆς ἀγρίας συκῆς, ἣν ἐρινεὸν ὀνομάζουσιν, ὀπός τε καὶ
[l. 13] χυλὸς ἰσχυρότερος εἰς ἅπαντα τοῦ τῆς ἡμέρου. καὶ αἱ κράδαι
[l. 14] δ’ αὐτῶν οὕτως εἰσὶ θερμαὶ καὶ λεπτομερεῖς τὴν κρᾶσιν
[l. 15] ὥστε καὶ τοῖς βοείοις κρέασι τοῖς σκληροῖς ἑψομένοις
[l. 16] ἐμβαλλόμεναι τακερὰ ποιοῦσιν αὐτά.
[l. 17] 13.233. με΄. Περὶ συμφύτου πετραίου. Σύμφυτον πετραῖον
[l. 18] ἐξ ἐναντίων σύγκειται δυνάμεων. ἔχει μὲν γάρ τι καὶ
[p. 12.134]
[l. 1] τμητικὸν, ᾧ καὶ τὸ περιεχόμενον ἐν θώρακι καὶ πνεύμονι
[l. 2] πῦον ἐκκαθαίρειν πέφυκεν. ἔχει δέ τι καὶ συνακτικὸν, ᾧ
[l. 3] καὶ πρὸς τὰς τοῦ αἵματος ἀναγωγὰς ἐπιβοηθεῖ, καὶ τρίτην
[l. 4] ἐπ’ αὐτοῖς ὑγρότητά τινα θερμὴν οὐκ ἀμέτρως, δι’ ἣν καὶ
[l. 5] γλυκὺ φαίνεται γευομένοις καὶ ἡδὺ πρὸς τὴν ὄσφρησιν. ἄδιψον
[l. 6] δ’ ἐστὶ διαμασώμενον καὶ τὰς ἐν ἀρτηρίᾳ τραχύτητας
[l. 7] ἰᾶται. κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν εἰρημένων δυνάμεων μίξιν
[l. 8] ἅμα τε καὶ διαφορεῖν ἱκανόν ἐστιν καὶ συνάγειν καὶ
[l. 9] σφίγγειν τὰ σώματα. καὶ διὰ τοῦτο καὶ ταῖς ἐντεροκήλαις
[l. 10] ἐπιτίθεται καὶ πρὸς σπάσματα καὶ ῥήγματα σὺν ὀξυμέλιτι
[l. 11] πίνεται. ὅσοι δ’ αὐτὸ καὶ πρὸς δυσεντερίαν καὶ ῥοῦν ἐρυθρὸν,
[l. 12] ἕψοντες ἐν οἴνῳ διδόασιν, ὡς ξηραίνοντί τε καὶ συνάγοντι
[l. 13] χρῶνται, καὶ ὅσοι πρὸς νεφρῖτιν, ὡς ἐκκαθαίροντι
[l. 14] καὶ τέμνοντι.
[l. 15] μστ΄. Περὶ συμφύτου τοῦ μεγάλου. Σύμφυτον ἕτερον
[l. 16] τὸ μέγα παραπλησίας ἐστὶ τῷ προειρημένῳ δυνάμεως,
[l. 17] οὐ μὴν γλυκὺ γευομένοις οὐδὲ εὐῶδες ὀσμωμένοις φαίνεται,
[l. 18] ἀλλὰ κατὰ ταῦτα μὲν ἀποκεχώρηκεν τοῦ προγεγραμμένου·
[p. 12.135]
[l. 1] καθὸ δὲ γλίσχρον τι καὶ δακνῶδες ἔχει, σκίλλῃ παραπλήσιον
[l. 2] ὑπάρχει. χρῶνται δ’ αὐτῷ πρὸς ὅσα τῷ προειρημένῳ.
[l. 3] μζ΄. Περὶ σφονδύλου. Σφονδύλου ὁ μὲν καρπὸς δριμείας
[l. 4] ἐστὶ καὶ τμητικῆς δυνάμεως, ὥστε καὶ πρὸς ἆσθμα καὶ
[l. 5] πρὸς ἐπίληψιν ἀγαθόν ἐστι φάρμακον. ὀνίνησι δὲ καὶ τοὺς
[l. 6] ἰκτερικούς. καὶ ἡ ῥίζα δὲ παραπλησίας ὑπάρχουσα δυνάμεως
[l. 7] ἐπὶ τῶν αὐτῶν ἁρμόττει, προσέτι δὲ καὶ τοὺς ἐκ συρίγγων
[l. 8] τύλους ἀφαιρεῖ. χρὴ δὲ περιξύσαντας ἐντιθέναι. καὶ τοῦ ἄνθους
[l. 9] δὲ ὁ χυλὸς ἀποτίθεται, τοῖς κατὰ τὰ ὦτα χρονιωτέροις
[l. 10] ἕλκεσιν ἁρμόττων.
[l. 11] μη΄. Περὶ σχίνου. Σχῖνος, ὁ θάμνος οὗτος ἐξ ὑδατώδους
[l. 12] οὐσίας ἀτρέμα θερμῆς τῇ δυνάμει καὶ γεώδους ψυχρᾶς,
[l. 13] οὐ πολλῆς σύγκειται, δι’ ἣν καὶ στύφει μετρίως. ξηραίνει
[l. 14] μὲν οὖν κατὰ τὴν δευτέραν τάξιν ἤδη συμπληρουμένην,
[l. 15] ἢ τὴν τρίτην ἀρχομένην. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ
[l. 16] ψυχρότητα διαφορᾷ μέσος πώς ἐστι καὶ σύμμετρος. ὁμοίαν
[l. 17] δὲ ἐν ἅπασιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι· τὴν στύψιν, ἐν ῥίζαις,
[l. 18] ἐν κλάδοις, ἐν ἀκρέμοσιν, ἐν βλαστοῖς, ἐν φύλλοις, ἔτι δὲ
[l. 19] καρπῷ τε καὶ φλοιῷ. καὶ εἰ χυλὸν δ’ ἐκ τῶν φύλλων αὐτοῦ
[p. 12.136]
[l. 1] χλωρῶν ἐκθλίψαις, ὁμοίας μὲν καὶ οὗτός ἐστι τάξεως
[l. 2] στύφων μετρίως, ὅθεν καὶ πίνεται καθ’ ἑαυτήν τε καὶ σὺν
[l. 3] τοῖς ἄλλοις φαρμάκοις, ὅσα δυσεντερίας τε καὶ κοιλιακὰς
[l. 4] διαθέσεις ἰᾶται. καὶ μὲν δὴ καὶ πρὸς τὰς τοῦ αἵματος πτύσεις
[l. 5] καὶ τὰς ἐκ μήτρας αἱμοῤῥαγίας καὶ προπτώσεις ἕδρας
[l. 6] τε καὶ ὑστέρας ἐπιτήδειός ἐστιν ἐγγύς τι τῆς ὑποκυστίδος
[l. 7] ὑπάρχων.
[l. 8] μθ΄. Περὶ σχίνου ἄνθους. Σχίνου ἄνθος θερμαίνει
[l. 9] μετρίως καὶ στύφει μετρίως ἔτι καὶ τῆς λεπτομεροῦς φύσεως
[l. 10] οὐκ ἀπήλλακται. 13.234. τοιγάρτοι διὰ ταῦτα καὶ οὐρητικόν
[l. 11] ἐστι τὸ φάρμακον καὶ καταμηνίων ἀγωγὸν, ἐν πυρίαις τε
[l. 12] καὶ πόμασι παραλαμβανόμενον. ὠφελεῖ δὲ καὶ τὰς καθ’ ἧπαρ
[l. 13] καὶ στόμαχον καὶ κοιλίαν φλεγμονάς. ἔστι δ’ αὐτοῦ στυπτικωτέρα
[l. 14] μὲν ἡ ῥίζα, τὸ δὲ καλούμενον ἄνθος θερμότερον. ἐν
[l. 15] ἅπασι δὲ τοῖς μορίοις αὐτοῦ, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον,
[l. 16] ἐμφαίνεταί τι γευόμενον στύψεως, δι’ ἣν καὶ πρὸς τοῖς αἱμοπτυϊκοῖς
[l. 17] διδομένοις μίγνυται φαρμάκοις.
[l. 18] ν΄. Περὶ σχοίνου λείας, ὀξυσχοίνου καὶ ὁλοσχοίνου.
[l. 19] Σχοίνου ἡ μὲν λεία, ἡ δ’ ὀξύσχοινος, ἡ δ’ ὁλόσχοινος ὀνομάζεται.
[p. 12.137]
[l. 1] ἰσχνοτέρα μὲν καὶ σκληροτέρα ἡ ὀξύσχοινος, παχυτέρα
[l. 2] δὲ καὶ χαυνοτέρα ἡ ὁλόσχοινος. ὁ καρπὸς δὲ τῆς ὁλοσχοίνου
[l. 3] μὲν ὑπνωτικὸς, τῆς δ’ ὀξυσχοίνου δύο εἰσὶν εἴδη· τὸ
[l. 4] μὲν ἄκαρπον, οὗ χρῆσις οὐδεμία πρὸς τὰς ἰάσεις, τὸ δ’
[l. 5] ἕτερον καρποφόρον· ὑπνώδης δὲ καὶ ταύτης ὁ καρπὸς,
[l. 6] ἀλλ’ ἧττον ἢ τῆς ὁλοσχοίνου. ἔστι μὴν οὗτος καὶ κεφαλαλγής.
[l. 7] ἀμφότεροι δὲ εἰ φρυγέντες μετ’ οἴνου πίνοιντο, τὰ κατὰ
[l. 8] τὴν γαστέρα ξηραίνουσι ῥεύματα καὶ ῥοῦν τὸν ἐρυθρὸν ἐπέχουσιν.
[l. 9] ἐξ ὧν δῆλον ὡς ἡ κρᾶσις αὐτῶν ἐστι σύνθετος ἐκ
[l. 10] γεώδους οὐσίας ἀτρέμα ψυχρᾶς καὶ ὑδατώδους ἀτρέμα θερμῆς,
[l. 11] ἵνα ξηραίνειν τε τὰ κάτω δύνωνται καὶ πρὸς τὴν κεφαλὴν
[l. 12] ἀτμοὺς ἀναπέμπειν ἠρέμα ψυχροὺς, οἷς καὶ ὑπνώδεις
[l. 13] ἐργάζονται.
[l. 14] α΄. Περὶ τερμίνθου. Τερμίνθου καὶ ὁ
[l. 15] φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν.
[l. 16] ἀλλὰ καὶ θερμαίνουσι κατὰ τὴν δευτέραν τάξιν, ὥστ’ ἤδη
[l. 17] δῆλον ὡς καὶ ξηραίνουσι πρόσφατοι μὲν ὑπάρχοντες ἔτι καὶ
[l. 18] ὑγροὶ μετρίως, ξηρανθέντες δὲ κατὰ τὴν δευτέραν τάξιν. ὁ
[p. 12.138]
[l. 1] δὲ καρπὸς ὁ ξηρὸς ἐγγὺς καὶ τῆς τρίτης ἐστὶ τάξεως τῶν
[l. 2] ξηραινόντων. ἔστι γὰρ οὕτω θερμὸς ὡς καὶ τοῖς μασωμένοις
[l. 3] εὐθὺς εὔδηλον γίνεσθαι τὴν θερμότητα. ταῦτ’ ἄρα καὶ
[l. 4] οὐρητικά ἐστι καὶ σπλῆνας ὀνίνησι.
[l. 5] β΄. Περὶ τεύτλου. Τεῦτλον νιτρώδους τινὸς μετείληφε
[l. 6] δυνάμεως, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ ῥινῶν
[l. 7] καθαίρει. ἑψηθὲν δὲ τὸ μὲν νιτρῶδές τε καὶ δριμὺ πᾶν ἀποτίθεται,
[l. 8] γίγνεται δ’ ἀφλεγμάντου δυνάμεως καὶ ἀτρέμα διαφορητικῆς.
[l. 9] ἰσχυρότερον δ’ εἴς τε τὸ ῥύπτειν καὶ διαφορεῖν
[l. 10] ἐστι τὸ λευκὸν τεῦτλον, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως
[l. 11] καὶ μᾶλλον κατὰ τὴν ῥίζαν ἤπερ τὰ ἄλλα μόρια.
[l. 12] γ΄. Περὶ τευκρίου. Τεύκριον τμητικῆς καὶ λεπτομεροῦς
[l. 13] ἐστι δυνάμεως, ὅθεν καὶ σπλῆνας ἰᾶται. καὶ θείη ἄν
[l. 14] τις αὐτὴν ἐν τρίτῃ μὲν τάξει τῶν ξηραινόντων, τῇ δευτέρᾳ
[l. 15] δὲ τῶν θερμαινόντων.
[l. 16] 2.112. δ΄. Περὶ τέφρας. Τέφρα. τῶν κεκαυμένων
[l. 17] ξύλων τὸ λείψανον οὕτω προσαγορεύεται, σύνθετον ὑπάρχον
[l. 18] ἐξ ἐναντίων οὐσιῶν τε καὶ ποιοτήτων. ἔχει γὰρ ἐν αὑτῷ
[p. 12.139]
[l. 1] τὸ μέν τι γεῶδες, τὸ δ’ οἷον αἰθαλῶδες ἢ λιγνυῶδες ἢ ὅπως
[l. 2] ἂν ἐθέλῃ τις καλεῖν. 13.235. ταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆ
[l. 3] τ’ ἐστὶ καὶ βρεχομένης ὕδατι τῆς τέφρας καὶ διηθουμένης
[l. 4] συναποφέρεται. ὅσον δ’ ὑπολείπεται γεῶδες, ἀσθενὲς
[l. 5] καὶ ἄδηκτον γίγνεται ἐν τῇ κονίᾳ τὴν θερμὴν δύναμιν ἀποτιθέμενον.
[l. 6] οὐχ ἅπασα δὲ τέφρα τὴν αὐτὴν ἀκριβῶς ἔχει
[l. 7] κρᾶσιν, ἀλλὰ κατὰ τὴν τῆς καυθείσης ὕλης διαφορὰν ὑπαλλάττεται.
[l. 8] Διοσκορίδης δὲ οὐκ οἶδ’ ὅπως στυπτικὴν αὐτὴν
[l. 9] ἔχειν φησὶ τὴν δύναμιν. καίτοι γε ἡ συκίνη πάσης ἀπήλλακται
[l. 10] τοιαύτης ποιότητος, ὅτι καὶ αὐτὸ τὸ δένδρον οὐχ
[l. 11] ὥσπερ δρῦς καὶ πρῖνος καὶ κόμαρος καὶ φηγὸς καὶ σχῖνος
[l. 12] καὶ κισσὸς, ὅσα τ’ ἄλλα τοιαῦτα, τὴν στρυφνὴν ἐπιφαίνει ποιότητα
[l. 13] κατ’ οὐδὲν ἑαυτοῦ μέρος, ἀλλ’ ἔστιν ὀποῦ πλῆρες
[l. 14] ὅλον ἰσχυροῦ καὶ θερμοῦ καὶ δριμέος. ἐκ μὲν δὴ τῶν στρυφνῶν
[l. 15] ξύλων ἡ τέφρα στυπτικὸν οὐκ ὀλίγον ἔχει, καὶ ἔγωγέ
[l. 16] ποτε δι’ αὐτῆς ἐπισχὼν αἱμοῤῥαγίας οἶδα, μηδενὸς ἑτέρου
[l. 17] παρόντος φαρμάκου. τῇ συκίνῃ δ’ οὐκ ἄν τις εἰς τοῦτο χρήσαιτό
[l. 18] ποτε, πολὺ γὰρ αὕτη γε τὸ δριμὺ καὶ τὸ καυστικὸν
[p. 12.140]
[l. 1] ἔχει τῷ ῥυπτικῷ μεμιγμένον καὶ κατ’ ἄμφω διενήνοχε τῆς ἐκ
[l. 2] τῶν δρυΐνων ξύλων, ὅτι τε τὸ αἰθαλῶδες ἐν αὐτῇ πολλῷ
[l. 3] δριμύτερόν ἐστι καὶ ὅτι τὸ οἷον γεῶδες, ἐν ἐκείναις μὲν
[l. 4] ὑποστῦφόν πώς ἐστιν, ἐν ταύτῃ δὲ ῥυπτικὸν, ὥσπερ ἐν τῇ
[l. 5] τῶν τιθυμάλλων. ἔστι δὲ καὶ ἡ τίτανος εἶδός τι τέφρας,
[l. 6] λεπτομερεστέρα μὲν οὖσα τῆς ἐκ τῶν ξύλων, παρ’ ὅσον ἀκριβέστερον
[l. 7] οἱ λίθοι κατοπτᾶσθαι δέονται πρὸς τὸ γενέσθαι
[l. 8] τέφραν, ὅμως μὴν ἔχουσα καὶ αὐτὴ τὸ οἷον ἐμπύρευμα πολύ.
[l. 9] καὶ διὰ τοῦτο πλυθεῖσα ξηραντικὸν ἀδήκτως γίνεται φάρμακον,
[l. 10] καὶ μᾶλλον, εἰ δὶς ἢ καὶ τρὶς πλυθείη. διαφορητικὴ
[l. 11] δ’ ἱκανῶς γίνεται θαλάσσῃ πλυθεῖσα. λεχθήσεται δὲ ὑπὲρ
[l. 12] αὐτῆς κᾀπειδὰν περὶ τῶν μεταλλευομένων ὁ λόγος ἡμῖν
[l. 13] γίγνηται.
[l. 14] ε΄. Περὶ τηλεφίου. Τηλέφιον ξηραντικῆς ἐστι καὶ
[l. 15] ῥυπτικῆς δυνάμεως, οὐ μὴν ἐπιφανῶς γε θερμῆς, ἀλλὰ κατὰ
[l. 16] τοῦτ’ ἄν τις ἴσως αὐτὸ θείη τῆς πρώτης τάξεως. ξηραίνει
[l. 17] μέντοι κατὰ τὴν δευτέραν ἐπιτεταμένην, ἢ τὰ πρῶτα τῆς
[p. 12.141]
[l. 1] τρίτης. καὶ διὰ τοῦτο πρός τε τὰ σηπεδονώδη τῶν ἑλκῶν
[l. 2] ἁρμόττει καὶ λεύκας καὶ ἀλφοὺς ἰᾶται σὺν ὄξει.
[l. 3] στ΄. Περὶ τήλεως. Τῆλις θερμὴ μέν ἐστιν ἐκ τῆς δευτέρας
[l. 4] τάξεως, ξηρὰ δ’ ἐκ τῆς πρώτης, καὶ διὰ τοῦτο τὰς
[l. 5] μὲν ζεούσας φλεγμονὰς παροξύνει, τὰς δ’ ἧττον θερμὰς καὶ
[l. 6] ὅσαι σκιῤῥωδέστεραι διαφοροῦσα θεραπεύει.
[l. 7] ζ΄. Περὶ τιθυμάλλων. Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν
[l. 8] μὲν ἔχουσι τὴν δριμεῖαν καὶ θερμὴν δύναμιν. ὑπάρχει
[l. 9] δ’ αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν αὐτῆς ὁ ὀπὸς,
[l. 10] ἐφεξῆς δὲ ὅ τε καρπὸς καὶ τὰ φύλλα. μετέχει δὲ καὶ ἡ ῥίζα
[l. 11] τῶν εἰρημένων δυνάμεων, ἀλλ’ οὐκ ἐπίσης. αὐτὴ μὲν οὖν
[l. 12] ἑψομένη σὺν ὄξει τὰ τῶν ὀδόντων ἀλγήματα καὶ μάλισθ’
[l. 13] ὅσα βεβρωμένοις αὐτοῖς γίνεται θεραπεύει. οἱ δὲ ὀποὶ σφοδροτέραν
[l. 14] ἔχοντες δύναμιν εἰς μὲν τὸ τρῆμα τῶν ὀδόντων
[l. 15] ἐντίθενται· τῶν δ’ ἄλλων τοῦ σώματος εἰ ἅψαιντο μορίων
[l. 16] εὐθὺς ἐπικαίουσί τε καὶ ἕλκουσι, διόπερ ἔξωθεν αὐτοῖς περιπλάσσεται
[l. 17] κηρός. εἰσὶ γὰρ ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων,
[l. 18] ἣν δὴ τῶν καυστικῶν ἔφαμεν ὑπάρχειν. οὕτως
[p. 12.142]
[l. 1] δὲ καὶ τὰς τρίχας ἀφαιρεῖ περιχριόμενος ὁ ὀπός. ἐπεὶ δὲ
[l. 2] σφοδρότερός ἐστιν, ἐλαίῳ μίγνυται· 13.236. καὶ εἰ πολλάκις
[l. 3] τοῦτο γένοιτο, τελέως αἱ ῥίζαι τῶν τριχῶν ἀπόλλυνται καυθεῖσαι
[l. 4] καὶ ψιλὸν αὐτῶν γίγνεται τὸ σῶμα. κατὰ δὲ τὴν
[l. 5] αὐτὴν δύναμιν ἀκροχορδόνας καὶ μυρμηκίας καὶ πτερύγια καὶ
[l. 6] θύμους ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ καὶ λειχῆνας καὶ ψώρας,
[l. 7] ὅτι καὶ τῆς ῥυπτικῆς αὐτοῖς μέτεστι δυνάμεως διὰ τὴν
[l. 8] πικρότητα καὶ τὰ φαγεδαινικά τε τῶν ἑλκῶν καὶ τὰ ἀνθρακώδη
[l. 9] καὶ τὰ γαγγραινώδη, διότι θερμαίνουσί τε σφοδρῶς
[l. 10] καὶ ῥύπτουσιν, ὠφελεῖν πεφύκασιν, ἄν τις ἐν καιρῷ καὶ μέτρῳ
[l. 11] χρώμενος αὐτοῖς τύχῃ. καὶ γὰρ οὖν καὶ συρίγγων τοὺς
[l. 12] τύλους κατὰ τὴν αὐτὴν δύναμιν ἐξαίρουσιν. ἅπαντα δὲ ταῦτα
[l. 13] κατὰ γένος μὲν ὁμοίως, ἀσθενέστερον δὲ καὶ τὰ φύλλα καὶ
[l. 14] ὁ καρπὸς ἐργάζεσθαι πεφύκασιν. οἷς δὴ καὶ πρὸς τοὺς ἐν
[l. 15] τοῖς στασίμοις ὕδασιν ἰχθύας εἰώθασι χρῆσθαι. τάχιστα γὰρ
[l. 16] ὑπ’ αὐτῶν σκοτωθέντες τε καὶ ἡμίθνητοι γενόμενοι, πρὸς τὴν
[l. 17] ἐπιφάνειαν ἀναφέρονται τοῦ ὕδατος. ἑπτὰ δὲ ὄντων αὐτῶν
[l. 18] ἰσχυρότατος μὲν ὅ τε χαρακίας ὀνομαζόμενος, ὃν δὴ καὶ
[p. 12.143]
[l. 1] ἄῤῥενα προσαγορεύουσιν ἔνιοι καὶ ὁ θῆλυς ὁ μυρσινίτης
[l. 2] καλούμενος καὶ ὁ ἐν ταῖς πέτραις ὁ δενδροειδής. ἐφεξῆς δὲ
[l. 3] ὅ τε τῇ φλόμῳ προσεοικὼς καὶ ὁ κυπαρισσίας, εἶθ’ οὕτως
[l. 4] ὁ παράλιος, εἶτα ὁ ἡλιοσκόπος. κατὰ ἀναλογίαν δὲ τῆς εἰρημένης
[l. 5] αὐτῶν δυνάμεως ἡ τέφρα καὶ ἡ ἀπ’ αὐτῆς κονία.
[l. 6] η΄. Περὶ τραγακάνθης. Τραγάκανθα παραπλησίαν
[l. 7] ἔχει τῷ κόμμι δύναμιν, ἐμπλαστικήν τέ τινα καὶ δριμύτητα
[l. 8] ἀμβλυωτέραν. καὶ δὴ καὶ ξηραίνει παραπλησίως ἐκείνῳ.
[l. 9] θ΄. Περὶ τραγίου. Τραγίου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς
[l. 10] καὶ τὸ δάκρυον ἑλκτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως.
[l. 11] ἔστι δὲ καὶ λεπτομερὲς καὶ θερμὸν τὴν δύναμιν ἐκ
[l. 12] τῆς τρίτης ἤδη που τάξεως κατ’ ἀρχάς. σκόλοπάς τε συνάγει
[l. 13] καὶ λίθους θρύπτει καὶ καταμήνια κινεῖ δραχμῆς ὁλκῇ
[l. 14] πινόμενον. γεννᾶται δ’ ἐν Κρήτῃ μόνῃ τοῦτο τὸ τράγιον
[l. 15] ἐοικὸς σχίνῳ. τὸ δ’ ἕτερον τράγιον τὸ τούτου μικρότερον,
[l. 16] οὗ τὰ φύλλα τῷ σκολοπενδρίῳ προσέοικε, φαίνεται μὲν πολλαχόθι,
[l. 17] στυπτικῆς δ’ οὐκ ὀλίγης μετέχον δυνάμεως, ὡς καὶ
[l. 18] πρὸς τὰ ῥοώδη τῶν παθημάτων ἁρμόττειν.
[l. 1] ι΄. Περὶ τραγοριγάνου. Τραγορίγανος. ἐν τῷ περὶ
[l. 2] ὀριγάνου λόγῳ πρόσθεν εἴρηται.
[l. 3] ια΄. Περὶ τριβόλου. Τρίβολος ἐξ ὑγρᾶς οὐσίας μετρίως
[l. 4] ψυχρᾶς καὶ ξηρᾶς, οὐ μετρίως καὶ ταύτης ψυχρᾶς συνέστηκεν.
[l. 5] ἐπικρατεῖ δ’ ἐν μὲν τῷ χερσαίῳ τὸ γεῶδες ψυχρὸν,
[l. 6] ὅπερ καὶ στῦφον ἐδείξαμεν, ἐν δὲ τῷ ἐνύγρῳ, τὸ ὑδατῶδες
[l. 7] καὶ διὰ τοῦτο ἀμφότερον καὶ πρὸς τὰς γενέσεις τῶν φλεγμονῶν
[l. 8] καὶ ὅλως πρὸς ἁπάσας τὰς ἐπιῤῥοὰς ἁρμόττουσι.
[l. 9] τοῦ δὲ χερσαίου λεπτομερὴς ὁ καρπὸς ὑπάρχων, τοὺς ἐν
[l. 10] νεφροῖς λίθους θρύπτει πινόμενος.
[l. 11] 2.113. ιβ΄. Περὶ τριπολίου. Τριπόλιον. ἡ ῥίζα δριμεῖα
[l. 12] γευομένῳ καὶ θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην
[l. 13] ἀπόστασιν.
[l. 14] 13.237. ιγ΄. Περὶ τριφύλλου. Τρίφυλλον, οἱ δὲ ἀσφάλτιον,
[l. 15] οἱ δ’ ὀξύφυλλον, ἔνιοι δὲ μινυανθὲς, εἰσὶ δ’ οἳ κνίκιον
[l. 16] ὀνομάζουσιν· ἀπὸ μὲν τῶν συμβεβηκότων τῷ θάμνῳ
[l. 17] τὰ πρῶτα τρία, τὰ δὲ ὑπόλοιπα δύο οὐκ οἶδ’ ὁπόθεν. ἔστι
[l. 18] δὲ ἡ δύναμις τοῦ φυτοῦ θερμὴ καὶ ξηρὰ κατὰ τὴν ἄσφαλτον,
[l. 19] ᾗ παραπλήσιόν ἐστι κατὰ τὴν ὀσμὴν, τῆς τρίτης τάξεως κατ’
[p. 12.145]
[l. 1] ἄμφω. καὶ διὰ τοῦτο πινόμενον καὶ πλευρῶν ἀλγήματα ἐπ’
[l. 2] ἐμφράξεσιν ὀνίνησι καὶ οὖρα κινεῖ καὶ καταμήνια.
[l. 3] ιδ΄. Περὶ τριχομανοῦς. Τριχομανὲς ὅσα περ ἀδίαντον
[l. 4] δύναται.
[l. 5] ιε΄. Περὶ τρύχνου ἢ στρύχνου. Τρύχνον, ἔνιοι δὲ
[l. 6] μετὰ τοῦ σίγμα στρύχνον ὀνομάζουσι. τὸ μὲν ἐδώδιμον ἐν
[l. 7] τοῖς κήποις φυόμενον ἅπαντες γινώσκουσι καὶ χρῶνται πρὸς
[l. 8] ὅσα ψῦξαί τε καὶ στῦψαι δέονται. δύναται γὰρ ἄμφω ταῦτα
[l. 9] κατὰ τὴν δευτέραν τάξιν. τῶν δ’ ἄλλων τῶν οὐκ ἐδωδίμων
[l. 10] τὸ μὲν ἁλικάκαβον ὀνομάζεται, πυῤῥὸν ἔχον τὸν καρπὸν
[l. 11] ἐοικότα ῥαγὶ σταφυλῆς κατὰ τὸ σχῆμα καὶ τὸ μέγεθος, ᾧ
[l. 12] καὶ πρὸς τοὺς στεφάνους χρῶνται. τὸ δ’ ἕτερον τὸ θαμνῶδες
[l. 13] τὸ ὑπνωτικὸν καὶ τρίτον ἐστὶν ἐπ’ αὐτοῖς τὸ μανικόν.
[l. 14] τὸ μὲν οὖν ἁλικάκαβον ἐν τῇ τῶν φύλλων δυνάμει παραπλήσιον
[l. 15] ὑπάρχει τῷ κηπευομένῳ τρύχνῳ, τὸν καρπὸν οὐρητικὸν
[l. 16] ἔχον. διὸ καὶ πολλαῖς τῶν συνθέτων δυνάμεων, ὅσαι
[l. 17] πρὸς ἧπαρ ἢ κύστιν ἢ νεφροὺς ἁρμόττουσι, μίγνυται. τοῦ δ’
[l. 18] ὑπνωτικοῦ στρύχνου τῆς ῥίζης ὁ φλοιὸς μετ’ οἴνου πινόμενος
[p. 12.146]
[l. 1] ὑπνωτικὸς ὑπάρχει, δραχμῆς σταθμῷ λαμβανόμενος. ἔστι
[l. 2] δὲ καὶ εἰς τὰ ἄλλα τῷ τοῦ μήκωνος ὀπῷ παραπλήσιος, ἀσθενέστερος
[l. 3] δ’ εἰς τοσοῦτον ὡς τῆς τρίτης εἶναι τάξεως τῶν
[l. 4] ψυχόντων, ἐκείνου κατὰ τὴν τετάρτην τεταγμένου. τὸ σπέρμα
[l. 5] τούτου τοῦ τρύχνου δύναμιν οὐρητικὴν ἔχει. μανιῶδες δ’
[l. 6] ἐστὶ, πλέον τῶν δώδεκα κορύμβων πινόμενον. τὸ δ’ ὑπόλοιπον
[l. 7] τῶν εἰρημένων τρύχνων ἄχρηστόν ἐστιν εἰς τὰς τῶν
[l. 8] ἔνδον ἰάσεις. εἰ μὲν γὰρ τέτταρες δραχμαὶ ληφθεῖεν αὐτῶν,
[l. 9] θάνατον ἐπιφέρουσιν, εἰ δ’ ἐλάττους, μανίαν. ἄλυπος δ’ ἡ
[l. 10] μία, πλὴν οὐδ’ αὐτή τι χρηστὸν ἔχουσα. ἔξωθεν δὲ τοῦ σώματος
[l. 11] ἐπιπλασσομένου ἕλκη κακοήθη καὶ νομώδη θεραπεύει.
[l. 12] ἄριστος δ’ εἰς τοσοῦτον τῆς ῥίζης ὁ φλοιὸς, ξηραίνων μὲν
[l. 13] κατὰ τὴν δευτέραν που τάξιν ἤδη συμπληρουμένην καὶ τρίτην
[l. 14] ἀρχομένην, ψύχων δὲ κατὰ τὴν δευτέραν ἀρχομένην.
[l. 15] α΄. Περὶ ὑακίνθου. Ὑακίνθου ἡ μὲν ῥίζα
[l. 16] βολβοειδὴς ὑπάρχουσα τάξεώς ἐστι τῆς πρώτης μὲν ἐν τῷ
[l. 17] ξηραίνειν, δευτέρας δὲ ἐν τῷ ψύχειν ἤδη που συμπληρουμένης
[l. 18] ἢ καὶ τρίτης ἀρχομένης. ἀνήβους γοῦν ἐπιπλεῖστον
[p. 12.147]
[l. 1] πεπίστευται διαφυλάττειν τοὺς παῖδας ἐν οἴνῳ καταπλασσομένη.
[l. 2] ὁ δὲ καρπὸς ἀτρέμα τε ῥύπτει καὶ στύφει, καὶ διὰ
[l. 3] τοῦτο καὶ αὐτὸς ἰκτερικοῖς δίδοται σὺν οἴνῳ, ξηραίνων μὲν
[l. 4] ἤδη που κατὰ τὴν τρίτην τάξιν, θερμότητος δὲ καὶ ψύξεως
[l. 5] ἐν τῷ μέσῳ καθέστηκε.
[l. 6] 13.238. β΄. Περὶ ὕδνου. Ὕδνα πᾶσι γνώριμα γεωδεστέραν
[l. 7] οὐσίαν ἐπικρατοῦσαν, ἐν τῇ συστάσει κέκτηται βραχέος
[l. 8] τινὸς αὐτῇ μεμιγμένου τοῦ λεπτομεροῦς.
[l. 9] γ΄. Περὶ ὑδροπεπέρεως. Ὑδροπέπερι κέκληται μὲν
[l. 10] ἀπὸ τῶν χωρίων ἐν οἷς φύεται καὶ τῆς κατὰ τὴν γεῦσιν
[l. 11] ὁμοιότητος πρὸς τὸ πέπερι. ἔστι δὲ θερμὸν, ἀλλ’ οὐκ εἰς
[l. 12] ὅσον πέπερι καὶ μέντοι καὶ χλωρὸν ἔτι τὸ βοτάνιον, ἅμα
[l. 13] τῷ καρπῷ καταπλασθὲν, ὑπώπιά τε καὶ τοὺς σκιῤῥουμένους
[l. 14] ὄγκους διαφορεῖ.
[l. 15] δ΄. Περὶ ὑοσκυάμου. Ὑοσκύαμος, ὁ μὲν τὸ μέλαν ἔχων
[l. 16] σπέρμα μανιώδης τε καὶ καρωτικὸς ὑπάρχων. πλησίον δ’
[l. 17] αὐτοῦ τὴν δύναμίν ἐστι καὶ οὗ τὸ σπέρμα μετρίως ξανθόν
[p. 12.148]
[l. 1] ἐστι, φεύγειν δ’ ἀμφοτέρους ὡς ἀχρήστους τε καὶ δηλητηρίους.
[l. 2] ἐπιτηδειότατος δὲ πρὸς τὰς ἰάσεις οὗ καὶ τὸ σπέρμα
[l. 3] καὶ τὸ ἄνθος λευκὸν, ἐκ τῆς τρίτης που τάξεως ὑπάρχων
[l. 4] τῶν ψυχόντων. ἄνθος δὲ τοῦ μὲν τὸ μέλαν ἔχοντος σπέρμα
[l. 5] μετρίως πορφυρίζον, τοῦ δὲ τὸ ὑπόξανθον ἀτρέμα μηλίζον.
[l. 6] ε΄. Περὶ ὑπερικοῦ. Ὑπερικὸν θερμαίνει καὶ ξηραίνει
[l. 7] λεπτομεροῦς οὐσίας ὑπάρχον, ὡς καταμήνιά τε καὶ οὖρα
[l. 8] προκαλεῖσθαι. χρὴ δὲ ὅλον εἰς ταῦτα λαμβάνειν τὸν καρπὸν
[l. 9] οὐ τὸ σπέρμα μόνον, ἀλλὰ μετὰ τῶν φύλλων ἐπιπλασσόμενος
[l. 10] χλωρὸς, εἰς οὐλὴν ἄγειν δύναται τά τ’ ἄλλα καὶ πυρίκαυτα.
[l. 11] ξηρανθέντα δ’ εἰ κόψας ἐπιπάττοις, ἰάσῃ τὰ πλαδαρὰ
[l. 12] καὶ σηπεδονώδη τῶν ἑλκῶν. ἔνιοι δὲ καὶ τοῖς ἰσχιαδικοῖς
[l. 13] πίνειν αὐτὴν διδόασιν.
[l. 14] στ΄. Περὶ ὑπηκόου. Ὑπήκοον ψυκτικῆς ἐστι δυνάμεώς,
[l. 15] ἐκ τῆς τρίτης που τάξεως τῶν ψυχόντων, ὡς μήκωνος
[l. 16] ὀλίγον ἀποδεῖν.
[l. 17] ζ΄. Περὶ ὑπογλώσσου. Ὑπόγλωσσον ὠνόμασται μὲν
[l. 18] οὕτως, ὅτι παραφύσεις ὑπ’ ἄκροις τοῖς κορύμβοις ποιεῖται
[p. 12.149]
[l. 1] γλωσσαρίων. ἔστι δ’ ἡ ῥίζα καὶ ὁ χυλὸς τοῦ θαμνίσκου
[l. 2] μαλακτικῆς δυνάμεως.
[l. 3] η΄. Περὶ ὑσσώπου. Ὕσσωπον θερμαίνει καὶ ξηραίνει
[l. 4] κατὰ τὴν τρίτην τάξιν, ἔστι δὲ καὶ λεπτομερές.
[l. 5] α΄. Περὶ φακῶν. Φακοὶ στύφουσι μὲν
[l. 6] ἰσχυρῶς, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθεστήκασι.
[l. 7] καὶ μέντοι καὶ ξηραίνουσι κατὰ τὴν δευτέραν τάξιν.
[l. 8] αὐτὸ μὲν οὖν αὐτῶν τὸ σῶμα ξηραίνει καὶ ἵστησι γαστέρα,
[l. 9] τὸ δ’ ἀφέψημα προτρέπει, διὸ καὶ ἀποχεῖται τὸ πρότερον
[l. 10] ὕδωρ, ὅταν ἐπισχέσεως ἕνεκα λαμβάνωνται.
[l. 11] 13.239. β΄. Περὶ φακοῦ. Φακὸς ὁ ἐπὶ τῶν τελμάτων
[l. 12] ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως, ἐκ τῆς δευτέρας που τάξεως
[l. 13] ὑπάρχων κατ’ ἄμφω.
[l. 14] 2.114. γ΄. Περὶ φαληρίδος. Φαληρίδος τῆς πόας καὶ
[l. 15] ὁ χυλὸς καὶ τὸ σπέρμα καὶ τὰ φύλλα πινόμενα πρὸς τὰ
[l. 16] τῆς κύστεως ἀλγήματα πεπίστευται βοηθεῖν, ὡς ἐχούσης τι
[l. 17] λεπτομερὲς καὶ θερμόν.
[l. 1] δ΄. Περὶ φαλαγγίτου. Φαλαγγίτης. ὠνόμασται μὲν
[l. 2] οὕτως ἐκ τοῦ βοηθεῖν τοῖς ὑπὸ φαλαγγίων δακνομένοις. ἔστι
[l. 3] δὲ λεπτομεροῦς δυνάμεως ξηραντικῆς, ὅθεν καὶ στροφουμένοις
[l. 4] ἀρήγειν δοκεῖ.
[l. 5] ε΄. Περὶ φλόμου. Φλόμος, ἔνιοι δὲ διὰ τοῦ π γράφουσί
[l. 6] τε καὶ λέγουσιν. ἡ μέν τίς ἐστι τοῖς φύλλοις λευκὴ,
[l. 7] ἡ δὲ μέλαινα. καὶ τῆς λευκῆς ἡ μὲν ἄῤῥην, ἧς τὰ φύλλα
[l. 8] στενώτερα, ἡ δὲ θῆλυς, ἧς μείζω. καὶ πρὸς ταύταις ἑτέρα
[l. 9] φλόμος ἀγρία προσαγορευομένη, χρυσοειδὴς δ’ ἐστὶ καὶ μηλίζουσα
[l. 10] τοῖς ἄνθεσιν. ἄλλη δέ τις ἐπὶ ταύταις, ἣν ἰδίως
[l. 11] φλομίδα καὶ θρυαλλίδα προσαγορεύουσι. τῶν μὲν οὖν πρώτων
[l. 12] δυοῖν ἡ ῥίζα στρυφνὴ γευομένη οὖσα τοῖς ῥοώδεσι
[l. 13] πάθεσιν ἀρήγει. διακλύζονται δ’ αὐτὴν ἔνιοι καὶ πρὸς ὀδόντων
[l. 14] ἀλγήματα. τὰ μέντοι φύλλα διαφορητικῆς ἐστι δυνάμεως.
[l. 15] οὕτω δὲ καὶ τὰ τῶν ἄλλων φύλλα καὶ μάλιστα τῆς
[l. 16] χρυσιζούσης τοῖς ἄνθεσιν, ᾗ καὶ τὰς τρίχας ξανθίζουσιν.
[l. 17] ἁπασῶν γὰρ τὰ φύλλα ξηραντικῆς τε καὶ μετρίως ῥυπτικῆς
[l. 18] ἐστι δυνάμεως.
[l. 1] στ΄. Περὶ φοίνικος. Φοῖνιξ τὸ δένδρον στυπτικῆς
[l. 2] μετέχει δυνάμεως ἐν ἅπασι τοῖς ἑαυτοῦ μέρεσιν. ὁ μὲν οὖν
[l. 3] τῶν κλάδων χυλὸς αὐστηρός ἐστιν ἐξ ὑδατώδους οὐσίας
[l. 4] χλιαρᾶς καὶ γεώδους ψυχρᾶς συγκείμενος. ὁμοίας δὲ τούτου·
[l. 5] φύσεώς ἐστι καὶ ὁ καλούμενος ἐγκέφαλος ἐδώδιμος ὑπάρχων.
[l. 6] ὁ δὲ καρπὸς αὐτοῦ καὶ μάλισθ’ ὁ γλυκὺς οὐκ ὀλίγης μετείληφε
[l. 7] θερμότητος. ἐδώδιμος δ’ ὢν εἰς πολλὴν ἔρχεται χρῆσιν,
[l. 8] οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἵνα τονῶσαί τι καὶ ξηρᾶναι
[l. 9] καὶ συναγαγεῖν καὶ πιλῆσαι καὶ πυκνῶσαι χρῄζομεν, ἀλλὰ
[l. 10] καὶ ὡς σιτίον λαμβανόμενος ἅμα τε τοῖς ἄλλοις καὶ αὐτὸς
[l. 11] καθ’ ἑαυτόν. ὃ δὲ καλοῦσιν ἐλάτην, τὸ ἁπαλὸν ἐκβλάστημα
[l. 12] τοῦ φοίνικος, τὴν αὐτὴν τῷ κατ’ αὐτὴν ἐγκεφάλῳ δύναμιν
[l. 13] ἔχει. τὸ δ’ οἷον ἀμφίεσμα αὐτοῦ στυπτικὴν μὲν καὶ αὐτὸ
[l. 14] κέκτηται ποιότητα, ξηραίνει δ’ ἐπὶ πλέον ἁπάντων τῶν εἰρημένων,
[l. 15] ὡς ἂν καὶ τῇ τῆς οὐσίας συστάσει ξηρότερον αὐτῶν
[l. 16] ὑπάρχον καὶ ἥκιστα μετέχον ὑγρότητος, ὥστε δεόντως ἐπὶ
[l. 17] τῶν σηπεδονωδῶν ἑλκῶν αὐτῷ χρῶνται. καὶ τοῖς συνάγουσι
[l. 18] τὰ κεχαλασμένα τῶν ἄρθρων φαρμάκοις μιγνύουσι καὶ ταῖς
[p. 12.152]
[l. 1] ἡπατικαῖς τε καὶ στομαχικαῖς δυνάμεσιν, ἔξωθέν τε καὶ ἔσωθεν.
[l. 2] ἔστι δὲ καὶ ἡ ῥίζα τοῦ φυτοῦ ξηραντικῆς ἀδήκτως δυνάμεως,
[l. 3] ἔχουσά τι καὶ αὐτὴ στύψεως.
[l. 4] 13.240. ζ΄. Περὶ φορβίου. Φορβίου τῷ σπέρματι πρὸς
[l. 5] λευκώματα χρῶνται μετὰ μέλιτος, ἀλλὰ καὶ σκόλοπας ἐξάγειν
[l. 6] πεπίστευται. καὶ ἡ πόα δὲ ταὐτὸν τούτῳ δοκεῖ δύνασθαι,
[l. 7] ἐξ ὧν δῆλον ὡς λεπτομεροῦς τε καὶ ἑλκτικῆς καὶ ῥυπτικῆς
[l. 8] μετέχει δυνάμεως.
[l. 9] η΄. Περὶ φοῦ. Φοῦ. ἀρωματώδης πώς ἐστιν ἡ τῆσδε
[l. 10] τῆς πόας ῥίζα, νάρδῳ παραπλησία τὴν δύναμιν, ἀλλ’ εἰς
[l. 11] μὲν τὰ πλεῖστα καταδεεστέρα, προτρέπει δ’ οὖρα τῆς μὲν
[l. 12] Ἰνδικῆς καὶ Συριακῆς νάρδου μᾶλλον, ὁμοίως δὲ τῇ Κελτικῇ.
[l. 13] θ΄. Περὶ φύκου. Φῦκος ὑγρὸν ἔτι καὶ χλωρὸν ἐξαιρούμενον
[l. 14] τῆς θαλάττης, καὶ ψύχει καὶ ξηραίνει κατὰ τὴν
[l. 15] δευτέραν τάξιν, ἔχει γάρ τι καὶ στρυφνὸν μετρίως.
[l. 16] ι΄. Περὶ φυλλίτιδος. Φυλλῖτις, στρυφνῆς οὖσα ποιότητος,
[l. 17] οὐκ ἀπὸ τρόπου διαῤῥοίας τε καὶ δυσεντερίας ὀνίνησι
[l. 18] πινομένη.
[l. 1] ια΄. Περὶ φύλλου μαλαβάθρου. Φύλλον μαλαβάθρου
[l. 2] νάρδῳ παραπλήσιόν ἐστι τὴν δύναμιν.
[l. 3] α΄. Περὶ χαλβάνης. Χαλβάνη ὀπός ἐστι
[l. 4] ναρθηκώδους φυτοῦ, μαλακτικῆς τε καὶ διαφορητικῆς ὑπάρχουσα
[l. 5] δυνάμεως. καὶ εἴη ἂν ἐν μὲν τῷ θερμαίνειν ἐκ τῆς
[l. 6] τρίτης που τάξεως ἀρχομένης ἢ τῆς δευτέρας συμπληρουμένης,
[l. 7] ἐν δὲ τῷ ξηραίνειν ἐκ τῆς δευτέρας ἀρχομένης.
[l. 8] β΄. Περὶ χαμαίδρυος. Χαμαίδρυς ἐπικρατοῦσαν ἔχει
[l. 9] τὴν πικρὰν ποιότητα, ἔστι δὲ καὶ δριμεῖά πως. ἐξ ὧν δηλονότι
[l. 10] δεόντως σπλῆνα τήκει καὶ οὖρα καὶ καταμήνια κινεῖ
[l. 11] καὶ πάχος χυμῶν τέμνει, καὶ τὰς ἐν τοῖς σπλάγχνοις ἐμφράξεις
[l. 12] ἐκκαθαίρει. καὶ θείη ἄν τις αὐτὴν ἐν τῇ τρίτῃ τάξει
[l. 13] κατὰ τὸ ξηραίνειν καὶ θερμαίνειν, καὶ πλέον γε κατὰ τὸ
[l. 14] ξηραίνειν ἢ θερμαίνειν.
[l. 15] γ΄. Περὶ χαμαικισσοῦ. Χαμαικισσοῦ τὸ ἄνθος πικρὸν
[l. 16] ἱκανῶς ὑπάρχον ἐκφράττει τὰ καθ’ ἧπαρ. ἔνιοι δὲ καὶ τοῖς
[l. 17] ἰσχιαδικοῖς αὐτὸ διδόασιν.
[l. 1] δ΄. Περὶ χαμελαίας. Χαμελαίας τὴν πικρὰν ἐπικρατοῦσαν
[l. 2] ἔχει ποιότητα. διὸ καὶ τὰ ῥυπαρὰ λίαν ἕλκη καὶ
[l. 3] ὅσα μεγίστας ἐσχάρας ἔχει, μετὰ μέλιτος ἀνακαθαίρειν δύναται.
[l. 4] 13.241. ε΄. Περὶ χαμαιλεύκης. Χαμαιλεύκη θερμὴ τὴν
[l. 5] δύναμίν ἐστι κατὰ τὴν τρίτην που τάξιν καὶ ξηρὰ κατὰ τὴν
[l. 6] πρώτην.
[l. 7] στ΄. Περὶ χαμαιλέοντος. Χαμαιλέοντος ἡ ῥίζα τοῦ
[l. 8] μὲν μέλανος, ἔχει τι δηλητήριον, ὅθεν ἔξωθεν ἡ χρῆσις αὐτοῦ
[l. 9] πρὸς ψώρας καὶ λειχῆνας καὶ ἀλφοὺς καὶ ὅλως ὅσα
[l. 10] ῥύψεως δεῖται καὶ τοῖς μαλακτικοῖς καὶ διαφορητικοῖς μίγνυται
[l. 11] φαρμάκοις. καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἰᾶται καταπλασθεῖσα.
[l. 12] ἔστι γὰρ ξηρὰ κατὰ τὴν τρίτην ἤδη που τάξιν.
[l. 13] ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς δευτέρας συμπληρουμένης. ἡ δὲ
[l. 14] τοῦ λευκοῦ χαμαιλέοντος ῥίζα πρὸς ἕλμινθας πλατείας δίδοται
[l. 15] πλῆθος2.115. ὀξυβάφου μετ’ οἴνου αὐστηροῦ. προσφέρουσι
[l. 16] δ’ αὐτὴν καὶ τοῖς ὑδερικοῖς παραπλησίαν οὖσαν καὶ
[l. 17] αὐτὴν τῇ κράσει τῇ τοῦ μέλανος ῥίζῃ, πλὴν ὅσα πικροτέρα
[l. 18] ἐκείνης ἐστίν.
[l. 1] ζ΄. Περὶ χαμαιπίτυος. Χαμαιπίτυς κατὰ τὴν γεῦσιν
[l. 2] μὲν ἰσχυρότερον ἔχει τὸν πικρὸν χυμὸν τοῦ δριμέος, κατὰ
[l. 3] τὴν ἐνέργειαν δὲ διακαθαίρει καὶ ῥύπτει τὰ σπλάγχνα πλέον
[l. 4] ἢ θερμαίνει. διὰ τοῦτο καὶ τοῖς ἰκτεριῶσι καὶ ὅλως οἷς
[l. 5] ἐμφράττεται ῥᾳδίως τὸ ἧπαρ ἀγαθόν ἐστι φάρμακον. ἄγει
[l. 6] δὲ καὶ καταμήνια πινομένη τε καὶ μετὰ μέλιτος προστιθεμένη.
[l. 7] ἔστι δὲ καὶ οὐρητικὸν φάρμακον. ἔνιοι δὲ καὶ ἰσχιαδικοῖς
[l. 8] αὐτὴν διδόασιν, ἀφέψοντες ἐν μελικράτῳ. χλωρὰ δ’ ἡ
[l. 9] πόα καὶ τὰ μεγάλα τραύματα κολλᾷν δύναται καὶ τὰ σηπεδονώδη
[l. 10] τῶν ἑλκῶν ἰᾶται καὶ τὰς ἐν μαστοῖς σκληρότητας
[l. 11] διαφορεῖ. ἔστι γὰρ ἐν τῷ ξηραίνειν τῆς τρίτης τάξεως, ἐν
[l. 12] δὲ τῷ θερμαίνειν τῆς δευτέρας.
[l. 13] η΄. Περὶ χαμαισύκης. Χαμαισύκη ῥυπτικήν τε ἅμα
[l. 14] καὶ δριμεῖαν ἔχει δύναμιν, ὥστε καὶ ἀκροχορδόνας καὶ μυρμηκίας,
[l. 15] οἵ τε κλῶνες αὐτῆς καταπλαττόμενοι καὶ ὁ ἐξ αὐτῶν
[l. 16] ὀπὸς ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ σὺν μέλιτι καὶ τὰς
[l. 17] ἐν ὀφθαλμοῖς παχείας οὐλάς. ὠφελοῦσι δὲ καὶ τὰς διὰ πάχος
[l. 18] ἀμβλυωπίας, ὥσπερ οὖν καὶ ἀρχὰς ὑποχύσεων.
[l. 1] θ΄. Περὶ χελιδονίου. Χελιδόνιον ῥυπτικῆς ἰσχυρῶς
[l. 2] ἐστι καὶ θερμῆς δυνάμεως· καὶ μέντοι καὶ ὁ χυλὸς αὐτῆς
[l. 3] εἰς ὀξυωπίας ἐστὶ χρήσιμος ἐφ’ ὧν ἀθροίζεται παχύ τι κατὰ
[l. 4] τὴν κόρην, διαψορεῖσθαι δεόμενον. ἐχρήσαντο δ’ ἔνιοι τῇ
[l. 5] ῥίζῃ καὶ πρὸς τοὺς ὑπ’ ἐμφράξεως ἥπατος ἰκτεριῶντας, ἐν
[l. 6] οἴνῳ λευκῷ διδόντες πίνειν σὺν ἀνίσῳ. διαμασωμένη χρήσιμός
[l. 7] ἐστιν ὀδόντων ἀλγήμασι. τὸ δὲ μικρότερον χελιδόνιον,
[l. 8] δριμύτερον ὑπάρχον τοῦ μείζονος, ἑλκοῖ ταχέως τὸ δέρμα
[l. 9] καταπλασσόμενον, ὄνυχάς τε λεπροὺς ἐκβάλλει. καθαίρει δ’
[l. 10] ὁ χυλὸς αὐτοῦ διὰ ῥινῶν ἰσχυρῶς ὑπάρχων δριμὺς, ὥστε
[l. 11] εἴη ἂν καὶ ἥδε ἡ πόα τῆς τετάρτης ἤδη που τάξεως συμπληρουμένης
[l. 12] ἤδη καὶ κατὰ τὸ θερμαίνειν καὶ ξηραίνειν.
[l. 13] 13.242. ι΄. Περὶ χονδρίλης. Χονδρίλη. καὶ ταύτην ἔνιοι
[l. 14] σέριν ὀνομάζουσιν. ἔστι γάρ πω τῆς αὐτῆς ἐκείνης δυνάμεως,
[l. 15] πλὴν ὅσον πλέον ἔχει τὸ ὑπόπικρον ἐν τῇ γεύσει, καὶ διὰ
[l. 16] τοῦτο ξηροτέρα τὴν δύναμίν ἐστιν.
[l. 1] ια΄. Περὶ χόνδρου. Χόνδρος ἐστὶ μὲν δήπου καὶ τροφὴ
[l. 2] βελτίστη, καθάπερ καὶ πυρὸς, ἀλλ’ οὐ τῆς νῦν πραγματείας
[l. 3] ἐστὶ περὶ τροφῆς διαιρεῖσθαι, ὡς φάρμακον δὲ τῆς
[l. 4] ἐμπλαστικῆς ἐστι δυνάμεως. ἐν δὲ τῇ κράσει παραπλήσιός ἐστι
[l. 5] πυρῷ, πλέον ἐκείνου τὸ γλίσχρον ἔχων, ᾧ καὶ τρόφιμος αὐτοῦ
[l. 6] μᾶλλόν ἐστι καὶ οἷον ὕλη τις εἰς ὑποδοχὴν ἐπιτήδειος
[l. 7] ὄξους τε γίγνεται καὶ θαλάττης καὶ ἅλμης, ὅσα τ’ ἄλλα τοιαῦτα
[l. 8] σφοδρῶς ξηραίνοντα· καὶ διὰ τοῦτό τινες ἐκ τῶν ἱκανῶς ξηραινόντων
[l. 9] ἐνόμισαν εἶναι καὶ τοῦτο τὸ σπέρμα. ἔστι δ’ αὐτὸς
[l. 10] ὁ χόνδρος ἐκ τῶν συμπέττειν δυναμένων μᾶλλον, ὥσπερ καὶ
[l. 11] ὁ πυρὸς, ἅπερ ἥκιστα ξηραίνει. διὰ δὲ τὴν τῶν ξηραινόντων
[l. 12] φαρμάκων μίξιν τὸ σύνθετον ἐξ αὐτῶν ξηραντικὸν γινόμενον
[l. 13] ἐξαπατᾷ τοὺς πολλοὺς τῶν ἰατρῶν, ὡς αὐτῷ τῷ
[l. 14] χόνδρῳ τὴν τοῦ ξηραίνειν αἰτίαν ἀνατιθέναι παρέντας τὰ
[l. 15] μιγνύμενα.
[l. 16] ιβ΄. Περὶ χρυσοκόμης. Χρυσοκόμη, καλεῖται δὲ καὶ
[l. 17] χρυσίτης· τὴν δριμεῖαν ἅμα καὶ στύφουσαν ἐπικρατούσας
[l. 18] ἔχει ποιότητας ἡ ῥίζα, διὸ μηδὲ πολύχρηστός ἐστιν. ἥ γε μὴν
[p. 12.158]
[l. 1] χρῆσις αὐτῆς ἐν μελικράτῳ καθεψηθείσης ἐν περιπνευμονίαις
[l. 2] τε καὶ ἡπατικοῖς νοσήμασιν. ἔχει δέ τι καὶ τῆς ἐμμήνου
[l. 3] καθάρσεως προτρεπτικόν.
[l. 4] α΄. Περὶ ψευδοδικτάμνου. Ψευδοδίκταμνον
[l. 5] ἀσθενοῦς δικτάμνου δύναμιν ἔχει.
[l. 6] β΄. Περὶ ψυλλίου. Ψυλλίου τὸ σπέρμα μάλιστ’ ἐστὶ
[l. 7] χρήσιμον, ἐκ τῆς δευτέρας ὑπάρχον τάξεως τῶν ψυχόντων·
[l. 8] ἐκ τῆς κατὰ τὸ ξηραίνειν καὶ ὑγραίνειν συζυγίας μέσον πώς
[l. 9] ἐστι καὶ σύμμετρον.
[l. 10] α΄. Περὶ ὠκίμου. Ὤκιμον ἐκ τῆς δευτέρας
[l. 11] μέν ἐστι τάξεως τῶν θερμαινόντων, ἔχει δ’ ὑγρότητα περιττωματικήν.
[l. 12] ὅθεν οὔτε χρήσιμόν ἐστιν εἴσω τοῦ σώματος
[l. 13] λαμβανόμενον, καταπλασσόμενον δ’ ἔξωθεν εἰς τὸ διαφορεῖν
[l. 14] καὶ συμπέπτειν ἐστὶ χρήσιμον.
[l. 15] β΄. Περὶ ὠκιμοειδοῦς. Ὠκιμοειδές· ἔνιοι δὲ φιλεταίριον
[l. 16] ὀνομάζουσιν· ἄχρηστος μὲν ἡ ῥίζα, τὸ δὲ σπέρμα λεπτομεροῦς
[l. 17] τε καὶ ξηραντικῆς ἀδήκτως ὑπάρχει δυνάμεως.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΒΙΒΛΙΟΝ Ι.
[l. 1] Προοίμιον. Ὅσα μὲν τῶν φυτῶν ἐστι μόρια καὶ
[l. 2] καρποὶ καὶ χυλοὶ καὶ ὀποὶ πρόσθεν εἴρηται· νυνὶ δὲ τῶν
[l. 3] ὑπολοίπων φαρμάκων ὅσα μεταλλεύεται καὶ ὅσα τῆς γῆς
[l. 4] αὐτῆς ἐστιν εἴδη πρόκειται διελθεῖν. ἐφεξῆς δ’ αὐτῷ εἰρήσεταί
[l. 5] τι καὶ περὶ τῶν ἐν τοῖς ζώοις μορίων, οἷς ἐν λόγῳ
[l. 6] φαρμάκων χρώμεθα πρὸς τὰς ἰάσεις. κοινὸν δὲ τινα περὶ
[l. 7] πάντων αὐτῶν λόγον ἄμεινον εἶναί μοι δοκεῖ προτάξαι
[p. 12.160]
[l. 1] σαφηνείας τε ἅμα καὶ τοῦ διηρθρωμένως ἀκούειν ἕνεκα τῶν
[l. 2] εἰρημένων. ἐὰν γὰρ ἕποιτό τις τὰ πάντα τοῖς γεγραφόσιν
[l. 3] ἤτοι τὰς περὶ τῶν φαρμάκων πραγματείας ἢ τὰς περὶ ὕλης
[l. 4] ἢ τὰς περὶ σκευασίας αὐτῶν, ἐν πολλοῖς σφαλήσεται μέγιστα
[l. 5] καὶ παρακούσει τῶν ὑπ’ ἐμοῦ διωρισμένως λεγομένων.
[l. 6] δυοῖν δ’ ὄντων κεφαλαίων τοῦ μέλλοντος λεχθήσεσθαι λόγου
[l. 7] κοινοῦ, τὸ μὲν ἕτερόν ἐστιν εἰ τῶν αὐτοφυῶν φαρμάκων
[l. 8] τὰ κεκαυμένα θερμότερα χρὴ νομίζειν ἢ ψυχρότερα, τὸ
[l. 9] δ’ ἕτερον ὑπὲρ τῶν στυφόντων φαρμάκων, ὧν ἐν εἴδει πρόσθεν
[l. 10] 2.116. ἐδείχθη τὰ αὐστηρὰ καὶ τὰ στρυφνά. λέλεκται
[l. 11] μὲν οὖν ἤδη περὶ τούτων ἐν τῷ τετάρτῳ τῶνδε τῶν βιβλίων,
[l. 12] ἀναμνῆσαι δὲ καὶ νῦν ἄμεινον ὡς ἐναντιωτάτη φαίνεται
[l. 13] ποιότης καὶ δύναμις εἶναι τοῖς στύφουσι φαρμάκοις
[l. 14] πρὸς τὰ δριμέα. στύφει μὲν γὰρ ἀκακία καὶ βαλαύστιον, ὑπόκυστίς
[l. 15] τε καὶ κύτινοι καὶ κηκὶς καὶ ῥῆον καὶ ῥοῦς, ὀμφάκιόν
[l. 16] τε καὶ μέσπιλα, καὶ κρανία καὶ ῥοιᾶς λέμματα καὶ
[l. 17] μύρτα. δριμέα δ’ ἐστὶν εὐφόρβιον καὶ σκόροδα καὶ κρόμμυα
[p. 12.161]
[l. 1] καὶ πράσα καὶ νᾶπυ καὶ πέπερι καὶ γιγγίβερι καὶ σμύρνιον,
[l. 2] ὀρίγανόν τε καὶ γλήχων, καὶ καλαμίνθη καὶ θύμος.
[l. 3] χρὴ τοίνυν ἀναμνησθῆναι μόνον ἡμᾶς ὁποίαν αἴσθησιν ἔχομεν
[l. 4] ἑκάστου τῶν εἰρημένων. ἀκολουθήσει γὰρ εὐθέως ἡ διαφορὰ
[l. 5] τῆς ποιότητος αὐτῶν, ἣν ἐν τῷ τετάρτῳ λόγῳ διῆλθον
[l. 6] ἅμα ταῖς ἄλλαις γευσταῖς ἁπάσαις διαφοραῖς.
[l. 7] 13.244. συνάγει μὲν οὖν καὶ σφίγγει καὶ πιλεῖ τὴν οὐσίαν ἡμῶν τὰ
[l. 8] στύφοντα, καὶ διὰ τοῦτο ἐπιτιθέμενα, καθ’ ὅ τι ἂν ἐθελήσῃς
[l. 9] μέλος ἔξωθεν, εὐθέως ἀποδείκνυσιν αὐτὸ ῥυσόν τε καὶ
[l. 10] προσεσταλμένον. ἔμπαλιν δὲ τούτοις τὰ δριμέα κατὰ τοῦ
[l. 11] δέρματος ἐπιτιθέμενα θερμαίνει τε σαφῶς αὐτὸ καὶ εἰς ὄγκον
[l. 12] συναίρει σὺν ἐρυθρῷ χρώματι, καὶ εἰ χρονίσειεν, ἑλκοῖ.
[l. 13] ταῦτα μὲν οὖν ἐναργῶς φαίνεται τέμνοντά τε καὶ θερμαίνοντα,
[l. 14] καὶ διὰ τοῦθ’ ἕλκοντα πρὸς ἑαυτὰ τὸ ἐκ τῶν πλησιαζόντων
[l. 15] μορίων αἷμα. τὰ στύφοντα δ’ ἀποκρουόμενα τὸ
[l. 16] περιεχόμενον ἐν αὐτοῖς τῷ ψύχειν τε καὶ συνάγειν καὶ πιλεῖν
[l. 17] πέφυκεν. ἡ δύναμίς τε οὖν ἐναντιωτάτη τοῖς στύφουσίν
[l. 18] ἐστι πρὸς τὰ δριμέα, καὶ ἡ κατὰ τὴν γεῦσιν ποιότης οὐδὲν
[p. 12.162]
[l. 1] ὅμοιον ἔχουσα. πῶς οὖν ἔνιοι καὶ τὸ πέπερι καὶ τὰ σκόροδα
[l. 2] καὶ πάντα τὰ δριμέα στύφειν λέγουσιν οὐδ’ ἐπινοῆσαι
[l. 3] δυνατόν. εἰ μὲν γὰρ ὥσπερ ταῦτα στύφειν, οὕτω καὶ ῥοῦν
[l. 4] καὶ βαλαύστιον ὀμφάκιόν τε καὶ μέσπιλον ὅσα τ’ ἄλλα τοιαῦτα
[l. 5] δριμέα προσηγόρευον, ὑπαλλάττοντες τὸ τῶν Ἑλλήνων
[l. 6] ἔθος ἐν τοῖς ὀνόμασιν, ἀγνοεῖν μὲν ἂν αὐτοὺς ὑπολάβοιμεν
[l. 7] τὰς φωνὰς τῶν Ἑλλήνων ἅμα τοῖς ὑπ’ αὐτῶν σημαινομένοις,
[l. 8] οὐ μὴν ἀναισθήτους γε κατὰ τὴν γευστικὴν
[l. 9] εἶναι δύναμιν, ἢ τὴν ὀσφρητικήν· ἐπεὶ δ’ ἑνὶ προσαγορεύουσιν
[l. 10] ὀνόματι πράγματα δύο, καὶ τῇ κατὰ τὴν ὄσφρησιν
[l. 11] αἰσθήσει καὶ τῇ κατὰ τὴν γεῦσιν, οἷς τε φαίνονται πράττοντα
[l. 12] φύσιν ἐναντιωτάτην ἀλλήλοις ἔχοντα, θαυμάσαι προσήκει
[l. 13] τοὺς ἀνθρώπους ἢ ἕνεκεν τῆς ἀναισθησίας ἤ τῆς
[l. 14] ἀνοίας ἢ καὶ ἀμφοτέρου ἅμα. παραπλήσιον γάρ τοι ποιοῦσιν
[l. 15] τῷ λέγοντι τὴν χιόνα τῷ πυρὶ τὴν αὐτὴν αἴσθησιν
[l. 16] ἐργάζεσθαι, καί τις ὑπὸ συνηθείας τῆς εἰς τοσοῦτον ἀλλοκότου
[l. 17] χρήσεως τῶν ὀνομάτων, ἔφη μοί ποτε μηδὲν κωλύειν
[l. 18] φάναι τὴν αὐτὴν ἔχειν ποιότητά τε καὶ δύναμιν τῷ πυρὶ
[l. 19] τὴν χιόνα· καὶ γὰρ καὶ ταύτην ὦφθαι πολλάκις ἀποκαίουσαν
[p. 12.163]
[l. 1] τοὺς πόδας τῶν δι’ αὐτῆς ἐπιπολὺ βαδισάντων· τῶν
[l. 2] μὲν δὴ τοιούτων ἀνθρώπων οὐ σμικροῦ χρόνου χρεία τὸν
[l. 3] ῥύπον ἀποκαθῆραι τῆς ψυχῆς. ὅσοι δ’ οὐχ οὕτως ἠτύχησαν
[l. 4] ὡς ἐν ἀμαθίᾳ τελέᾳ διαβιῶναι, προανεγνωκόσι τὸ τέταρτον
[l. 5] τῶνδε τῶν ὑπομνημάτων, ἀρκεῖ τούτοις ἀναμνήσεως ἕνεκα
[l. 6] τὰ μέχρι δεῦρο λελεγμένα, χάριν τοῦ διηρθρωμένως ἀκούειν
[l. 7] τῶν ὀνομάτων ἐφ’ ἑκάστου τῶν οἰκείων πραγμάτων, ὡς
[l. 8] ἅπαντες Ἕλληνες εἰώθασιν χρῆσθαι. μεταβήσομαι δ’ ἐπὶ τὸ
[l. 9] δεύτερον ἤδη σκέμμα, μηκέθ’ ὑπὲρ ὀνόματός τε καὶ τοῦ κατ’
[l. 10] αὐτὸ σημαινομένου γιγνόμενον, ἀλλὰ περὶ φύσεως πράγματος.
[l. 11] οἱ μὲν γὰρ πλεῖστοι νομίζουσι τὰ καυθέντα πάντα ψυχρότερα
[l. 12] γίγνεσθαι σφῶν αὐτῶν, ἔνιοι δ’ ἔμπαλιν αὐξάνεσθαι
[l. 13] τὴν θερμασίαν οἴονται τῶν καυθέντων ἁπάντων, ἁμαρτάνοντες
[l. 14] ἑκάτεροι. φανίονται γὰρ ἐναργῶς ἔνια μὲν θερμότερα
[l. 15] γινόμενα, κατά τε τὴν γεῦσιν καὶ τὴν ἁφὴν καὶ τὴν ἐν
[l. 16] τῇ χρήσει θεωρουμένην δύναμιν, ὡς ἔμπροσθεν εἶπον ἐπί τε
[l. 17] τῶν δριμέων καὶ τῶν στυφόντων, ἔνια δ’ ἔμπαλιν ἧττον
[l. 18] θερμὰ φαινόμενα μετὰ τὸ καυθῆναι· καὶ τοῦτο διαγινώσκομεν
[l. 19] σαφῶς τῇ τε αἰσθήσει καὶ τῇ χρήσει. λέγω δὲ χρῆσιν,
[p. 12.164]
[l. 1] ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν εἶπον, ὅταν ἐπιτιθέντα τῷ δέρματι
[l. 2] τὰ μὲν ἐρυθρότερά τε καὶ θερμότερα αὐτὰ ποιῇ, τὰ
[l. 3] δὲ ἄναιμά τε καὶ ψυχρὰ, καὶ τὰ μὲν εἰς ὄγκον ἐξαίρῃ, τὰ
[l. 4] δὲ προστέλλῃ. τὰ μὲν οὖν δριμέα πολὺ τῆς θερμότητος
[l. 5] ἀπόλλυσι καυθέντα, τὰ δὲ μὴ τοιαῦτα προσλαμβάνει, τελέως
[l. 6] δὲ ψυχρὸν οὐδὲν τῶν καυθέντων ἐστίν. ἐγκαταλείπεται γὰρ
[l. 7] αὐτοῖς οἷον ἐμπύρευμά τι· καὶ γὰρ προσηγόρευεν οὕτως Ἀριστοτέλης
[l. 8] αὐτὸ, καὶ τοῦτ’ ἔστι τὸ κατὰ τὰς πλύσεις ἀποῤῥυπτόμενον.
[l. 9] ἔστι δὲ τὸ λεπτομερέστατον τῆς τῶν καυθέντων
[l. 10] οὐσίας, οὗ συναπελθόντος τῷ ὕδατι τὸ λοιπὸν τοῦ
[l. 11] καυθέντος οὐσία γεώδης ἐστί. 13.245. τὸ μὲν γὰρ ὑγρὸν ἅπαν
[l. 12] ἡ καῦσις ἐκδαπανᾷ, τὸ δ’ ὑπολειπόμενον γεῶδές ἐστιν ἅμα
[l. 13] τῷ πρὸς Ἀριστοτέλους ἐμπυρεύματι κληθέντι. τοῦτ’ οὖν
[l. 14] ὅταν τις ἀφέληται καὶ χωρίσῃ τῇ πλύσει, τὸ μὲν ὕδωρ, ᾧ
[l. 15] τὸ φάρμακον ἐπλύθη, θερμὴν δύναμιν ἐπεκτήσατο λεπτομερῆ,
[l. 16] τὸ δ’ ὑπόλοιπον γίνεται γεῶδες ψυχρὸν, ξηραίνειν
[l. 17] ἀδήκτως δυνάμενον. εἴρηται μὲν οὖν μοι καὶ περὶ τούτων
[l. 18] ἔμπροσθεν, ἀλλ’ οὐδὲν χεῖρον ἀναμνῆσαι καὶ νῦν, ἵνα τις
[p. 12.165]
[l. 1] ὑπόγυον ἐσχηκὼς τὴν ἀνάμνησιν αὐτῶν ἕπηται τοῖς λεχθησομένοις
[l. 2] ἀκριβέστερον.
[l. 3] Περὶ τῶν γῶν. α΄. Περὶ τῶν τῆς γῆς
[l. 4] διαφορῶν. Δυοῖν σημαινομένων πραγμάτων ἐκ τοῦ τῆς γῆς
[l. 5] ὀνόματος ἀναγκαῖόν ἐστιν διαστεῖλαι πρότερον αὐτὰ σαφηνείας
[l. 6] ἕνεκα τῶν λεχθησομένων. τὸ μὲν οὖν ἕτερον αὐτῶν
[l. 7] σύνηθές ἐστιν ἅπασι τοῖς Ἕλλησιν. ὅταν τε γὰρ σπείρουσιν
[l. 8] πυροὺς ἢ κριθὰς ἤ τι τῶν ἄλλων σπερμάτων, ἃ δημήτρια
[l. 9] καλεῖται, μετρίως ὑγρὰν εἶναι χρῆναί φασι τὴν γῆν. ὅταν τε
[l. 10] φυτεύουσιν ἀμπέλους ἢ συκὰς ἢ ἐλαίας ἤ τι τῶν ἄλλων
[l. 11] δένδρων, φυλάττεσθαι κελεύουσι τήν τ’ ἄνικμον ἐσχάτως καὶ
[l. 12] ξηρὰν τήν θ’ ὑγρὰν καὶ πηλώδη. καὶ γὰρ οὖν ὀνομάζουσι
[l. 13] πηλὸν τὴν γῆν ὑγρῷ φυραθεῖσαν, οἵ τε τὰ γεωργικὰ γράψαντες
[l. 14] ἐν ταῖς τῶν χωρίων διαφοραῖς τά τε μελάγγαια καὶ
[l. 15] ἀργιλώδη καὶ ψαμμώδη διαστελλόμενα λέγουσιν. καλοῦσι δὲ
[l. 16] καὶ λιπαρὰν γῆν, ἐξ ἧς ὁ πηλὸς γίνεται γλίσχρος. ἑτέραν τε
[l. 17] κατὰ τοὐναντίον τῇδε διακειμένην, ἀλιπῆ καὶ ψαθυρὸν, ὡς
[l. 18] ἂν εἴποι τις, ἐργαζομένη τὸν πηλόν. ἓν μὲν δὴ τοῦτο σημαινόμενόν
[p. 12.166]
[l. 1] ἐστι τοῦ τῆς γῆς ὀνόματος ἅπασι σύνηθες. ἕτερον δὲ
[l. 2] μόνον τοῖς φιλοσόφοις, ἐπειδὴ λέγωσι τῶν σωμάτων στοιχεῖα
[l. 3] γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ. τὸ γὰρ ξηρὸν ἐσχάτως
[l. 4] σῶμα καὶ ψυχρὸν ὀνομάζουσι γῆν. κατὰ τούτους οὖν
[l. 5] οὐδὲν μὲν τῶν συνθέτων τούτων σωμάτων ἐστὶν ἡ στοιχειώδης
[l. 6] γῆ, πλεῖστον μέντοι τῆς γῆς ἔχειν αὐτά φασιν, οἷον
[l. 7] τόν τε ἀδάμαντα καὶ τὰς πέτρας, καὶ ὅσῳ γ’ ἂν ὦσι σκληρότερα
[l. 8] τὸ σῶμα, τοσούτῳ μᾶλλον αὐτὰ εἶναί φασι γεωδέστερα
[l. 9] ἔμπαλιν τοῖς γεωργοῖς. οὐ γὰρ τὴν σκληροτέραν σύστασιν
[l. 10] τῶν σωμάτων ὀνομάζουσιν οὗτοι γεωδεστέραν, ἀλλὰ
[l. 11] λίθους μὲν καὶ πέτρας τὰ τοιαῦτα καλοῦσιν ἀνεπιτηδειότατα
[l. 12] πρὸς γεωργίαν. ἀκριβεστάτην δὲ γῆν εἶναί φασι τὴν
[l. 13] ποῤῥωτάτην τῇ συστάσει2.117. τῆς πέτρας, ὅπου γε καὶ τὴν
[l. 14] ἀργιλώδη τε καὶ τὴν ψαμμώδη μέμφονται πρὸς τὰ πλεῖστα.
[l. 15] κατὰ μὲν οὖν τὸ παρὰ τοῖς φιλοσόφοις σημαινόμενον αἱ
[l. 16] τῆς γῆς διαφοραὶ τρισὶν ὁρισθήσονται γένεσιν. ἔστι γὰρ τὸ
[l. 17] μέν τι λίθος αὐτῆς, τὸ δὲ μεταλλευτόν τι σῶμα, τὸ δὲ τρίτον
[l. 18] ἡ γεωργουμένη γῆ, διαφωνίας γεγονυίας παρ’ αὐτοῖς
[p. 12.167]
[l. 1] περὶ τῶν χεομένων μεταλλευτῶν σωμάτων, οἷον χαλκοῦ καὶ
[l. 2] κασσιτέρου καὶ μολύβδου. ταῦτα γὰρ ἔνιοί φασιν οὐ γῆς,
[l. 3] ἀλλ’ ὕδατος ἔχειν τὸ πλέον. οἵ γε μὴν ἄλλοι πάντες ἄνθρωποι
[l. 4] γῆν ὀνομάζουσιν ἐκείνην μόνην τὴν οὐσίαν, ἥτις
[l. 5] ὑγρῷ φυραθεῖσα πηλὸς γίνεται. περὶ ἧς κᾀγὼ νῦν ἔγνωκα
[l. 6] τὰς διαφορὰς εἰπεῖν, ἐκεῖνο μόνον ἔτι προσθεὶς, ὡς ἡ προειρημένη
[l. 7] τομὴ τῶν γεωδῶν σωμάτων εἴς τε λίθους καὶ τὰ
[l. 8] μεταλλευόμενα καὶ τὴν γεωργουμένην γῆν ἄνευ τῶν φυσικῶν
[l. 9] ἰδίως ὀνομαζομένων σωμάτων εἴρηται. τούτων δὲ προσιόντων
[l. 10] καὶ τὰ ξύλα πάντα καὶ καρπῶν μόρια πολλὰ, καθάπερ
[l. 11] καὶ ζώων, ὀνομασθήσεται γεώδη τὴν οὐσίαν εἶναι.
[l. 12] 13.246. καρπῶν μὲν μόρια, πυρῆνες ἐλαιῶν καὶ γίγαρτα σταφυλῶν
[l. 13] καὶ καρύων λέμματα καὶ κώνων, ἕτερά τε πολλὰ
[l. 14] τοιαῦτα, τῶν ζώων δὲ τά τ’ ὀστέα καὶ τὰ κέρατα καὶ οἱ
[l. 15] ὀδόντες. ἀλλὰ περὶ μὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὅσα
[l. 16] γεώδη καὶ σκληρὰ, τὸ μέν πού τι καὶ πρόσθεν εἴρηται, τὸ
[l. 17] δ’ ἂν καὶ νῦν ῥηθείη· περὶ δὲ τῶν ἐν τοῖς ζώοις ἐφεξῆς
[l. 18] εἰρήσεται, πρότερον διελθόντος μου τὰ κατὰ τὴν γῆν εἴδη.
[p. 12.168]
[l. 1] καλεῖν μὲν γὰρ ἔξεστί σοι καὶ διαφορὰς αὐτὰ καὶ εἴδη καὶ
[l. 2] γένη. λέγω δὴ ταῦτα λίθους τε καὶ τὰ μεταλλευτὰ σώματα,
[l. 3] καὶ τὴν εἰς πηλὸν λυομένην γῆν, καὶ πρῶτόν γε τὰς διαφορὰς
[l. 4] ἐρῶ τῆς ὑπὸ πάντων Ἑλλήνων ὀνομαζομένης γῆς, ἥτις
[l. 5] ἔχει κοινὸν ὕδατι πλησιάσασα, διαλύεσθαι παραχρῆμα καὶ
[l. 6] πηλὸν γίνεσθαι. τὸ γὰρ τῆς παρὰ τοῖς φιλοσόφοις οὕτω
[l. 7] καλούμενον οὐ κοινὸν ἅπασιν, ἀλλ’ ἐκείνοις μόνοις σύνηθες
[l. 8] ἔχει τοὶ σημαινόμενον.
[l. 9] β΄. Περὶ τῶν διαφορῶν τῆς συνήθως ὀνομαζομένης
[l. 10] γῆς. Γῆν ἔφην ὀνομάζεσθαι σύνηθες ἅπασιν Ἕλλησιν, ἥτις
[l. 11] ἂν εἰς τὸ ὑγρὸν ἐμβληθεῖσα παραχρῆμα διαλύεταί τε καὶ
[l. 12] πηλὸς γίνεται. ταύτης οὖν ἡ μέν τίς ἐστιν ἣν γεωργοῦσιν οἱ
[l. 13] ἄνθρωποι, διαφορὰς ἔχουσά τινας μὲν κατὰ τὸν ἴδιον λόγον
[l. 14] ἐν τῷ λιπαρά τε εἶναι καὶ γλίσχρος, ἥτις πάντως ἐστὶ
[l. 15] καὶ μέλαινα τὴν χρόαν. ἡ δὲ ψαθυρωτέρα τε καὶ ἀλιπὴς, ἣν
[l. 16] καλοῦσιν ἄργιλον, οὖσα καὶ ἥδε λευκοτέρα πως. ἐναντιώταται
[l. 17] μὲν αὗται διαφοραί· αἱ δ’ ἄλλαι μεταξὺ τούτων, ἤτοι
[l. 18] τῇ ἑτέρᾳ πλησιάζουσαι μᾶλλον ἢ τῇ ἑτέρᾳ, τινὲς δὲ κᾀν τῷ
[p. 12.169]
[l. 1] μέσῳ δοκεῖν ἀκριβῶς εἶναι, τὴν ἴσην ἀμφοῖν ἀφεστηκυῖαι
[l. 2] διάστασιν. αἱ δ’ ἐξ ἐπιμιξίας ἑτερογενῶν σωμάτων διαφοραὶ
[l. 3] τῆς γῆς εἰσι, καθὸ λιθώδεις τε καὶ ψαμμώδεις ὑπάρχουσιν,
[l. 4] καὶ χωρίζουσί γε τῶν τοιούτων τὴν μεμιγμένην οὐσίαν, ἀναδεύσαντες
[l. 5] καὶ ἀναφυράσαντες ὕδατι πολλῷ, μέχρι τοῦ πᾶν
[l. 6] ὑγρὸν ἐργάσασθαι. καθισταμένου γὰρ τούτου τὸ μὲν τῆς
[l. 7] λιθώδους τε καὶ ψαμμώδους ἐμφερόμενον ὑφιζάνει πᾶν, ἐποχεῖται
[l. 8] δὲ ἡ ἀκριβὴς γῆ. τοιοῦτον γάρ τι καὶ κατὰ τὴν Λημνίαν
[l. 9] γίνεται γῆν, ἣν μίλτον ὀνομάζουσιν ἔνιοι Λημνίαν
[l. 10] καί τινες ἄλλοι σφραγῖδα Λημνίαν, διὰ τὴν ἐπιβαλλομένην
[l. 11] αὐτῇ σφραγῖδα τῆς Ἀρτέμιδος ἱεράν. ταύτην γάρ τοι τὴν
[l. 12] γῆν ἡ ἱέρεια λαμβάνουσα μετά τινος ἐπιχωρίου τιμῆς, οὐ
[l. 13] ζώων θυομένων, ἀλλὰ πυρῶν καὶ κριθῶν ἀντιδιδομένων τῷ
[l. 14] χωρίῳ, κομίζει μὲν εἰς τὴν πόλιν ἀναφυράσασα ὕδατι καὶ
[l. 15] πηλὸν ὑγρὸν ἐργασαμένη καὶ τοῦτον ταράξασα σφοδρῶς, εἶτ’
[l. 16] ἐάσασα καταστῆναι, πρῶτον μὲν ἀφαιρεῖ τὸ ἐπιπολῆς ὕδωρ,
[l. 17] εἶθ’ ὑπ’ αὐτῷ τὸ λιπαρὸν τῆς γῆς λαβοῦσα καὶ μόνον ἀπολιποῦσα
[l. 18] τὸ ὑφιζηκὸς λιθῶδές τε καὶ ψαμμῶδες, ὅπερ καὶ
[p. 12.170]
[l. 1] ἄχρηστόν ἐστιν, ἄχρι τοσούτου ξηραίνει τὸν λιπαρὸν πηλὸν,
[l. 2] ἄχρις ἂν εἰς σύστασιν ἀφίκηται μαλακοῦ κηροῦ, καὶ τούτου
[l. 3] λαμβάνουσα μόρια σμικρὰ τὴν ἱερὰν τῆς Ἀρτέμιδος ἐπιβάλλει
[l. 4] σφραγῖδα, κἄπειτα πάλιν ἐν σκιᾷ ξηραίνει, μέχρις ἂν
[l. 5] ἀκριβῶς ἄνικμος ἀποτελεσθῇ, καὶ γένηται τοῦτο δὴ τὸ γινωσκόμενον
[l. 6] ἰατροῖς ἅπασι φάρμακον ἡ Λημνία σφραγίς.
[l. 7] οὕτω γὰρ αὐτὴν ὀνομάζουσιν, ὡς ἔφην, ἔνιοι διὰ τὴν ἐπιβαλλομένην
[l. 8] αὐτῇ σφραγῖδα, καθάπερ γε καὶ διὰ τὴν χρόαν
[l. 9] ἔνιοι Λημνίαν μίλτον. ἔχει μὲν οὖν τὴν χρόαν τὴν αὐτὴν
[l. 10] τῇ μίλτῳ, διαφέρει δ’ αὐτῆς τῷ μὴ μολύνειν ἁπτομένην,
[l. 11] καθάπερ ἐκείνην, καὶ κατά γε τὸν λόφον ἐν τῇ Λήμνῳ τὸν
[l. 12] ὅλον ὄντα κιῤῥὸν τῇ χρόᾳ, καθ’ ὃν οὔτε δένδρον ἐστὶν οὔτε
[l. 13] πέτρα οὔτε φυτὸν, μόνη δ’ ἡ τοιαύτη γῆ. τρεῖς δ’ αὐτῆς εὑρίσκονται
[l. 14] διαφοραί· μία μὲν ἡ προειρημένη τῆς ἱερᾶς γῆς, ἧς
[l. 15] οὐδεὶς ἄλλος ἅπτεται πλὴν τῆς ἱερείας. δευτέρα δ’ ἑτέρα τῆς
[l. 16] ὄντως μίλτου, χρῶνται δ’ οἱ 13.247. τέκτονες αὐτῇ μάλιστα.
[l. 17] τρίτη δ’ ἡ τῆς ῥυπούσης, ᾗ χρῶνται τῶν πλυνόντων ὀθόνας
[p. 12.171]
[l. 1] τε καὶ ἐσθῆτας οἱ βουληθέντες. ἀνεγνωκὼς δὲ ἐγὼ παρά
[l. 2] τε Διοσκορίδῃ καὶ ἄλλοις τισὶ μίγνυσθαι τράγειον αἷμα τῇ
[l. 3] Λημνίᾳ γῇ, κᾀκ τοῦ διὰ μίξεως ταύτης γενομένου πηλοῦ
[l. 4] τὴν ἱέρειαν ἀναπλάττειν τε καὶ σφραγίζειν ἃς ὀνομάζουσι
[l. 5] Λημνίας σφραγῖδας, ὠρέχθην αὐτὸς ἱστορῆσαι τὴν συμμετρίαν
[l. 6] τῆς μίξεως. ὥσπερ οὖν εἰς Κύπρον ἕνεκα τῶν ἐν αὐτῇ
[l. 7] μετάλλων, εἴς τε τὴν κοίλην Συρίαν, μόριον οὖσαν τῆς
[l. 8] Παλαιστίνης, ἕνεκεν ἀσφάλτου καί τινων ἄλλων κατ’ αὐτὴν
[l. 9] ἀξίων ἱστορίας ἐπορεύθην, οὕτως καὶ εἰς Λῆμνον οὐκ
[l. 10] ὤκνησα πλεῦσαι, θεασόμενος ὁπόσον μίγνυται τοῦ αἵματος
[l. 11] τῇ γῇ. καὶ τό γε δεύτερον ἐξ Ἀσίας εἰς Ῥώμην ἀφικέσθαι
[l. 12] πεζῇ πορευόμενος διὰ Θρᾴκης τε καὶ Μακεδονίας, ἔπλευσα
[l. 13] πρότερον ἀπὸ Τρῳάδος Ἀλεξανδρείας εἰς Λῆμνον, ἐπιτυχὼν
[l. 14] εἰς Θεσσαλονίκην ἀναγομένου πλοίου, συνθεμένῳ τῷ ναυκλήρῳ
[l. 15] παραβάλλειν πρότερον τῇ Λήμνῳ· ὁ δὲ προσέσχε
[l. 16] μὲν, οὐ μὴν ᾗ γ’ ἐχρῆν πόλει. τὴν ἀρχὴν γὰρ οὐδ’ ἠπιστάμην
[l. 17] δύο πόλεις εἶναι κατὰ τὴν νῆσον, ἀλλὰ ᾤμην, ὡς Σάμον
[p. 12.172]
[l. 1] καὶ Χίον καὶ Κῶ Ἄνδρον τε καὶ Τῆνον καὶ πάσας
[l. 2] τὰς κατὰ τὸ Αἰγαῖον, οὕτω καὶ τὴν Λῆμνον ὁμώνυμον
[l. 3] ἔχειν πόλιν ὅλῃ τῇ νήσῳ μίαν. ὡς δὲ ἀποβὰς τῆς νεὼς,
[l. 4] ἔγνων Μυρίναν μὲν ὀνομάζεσθαι τὴν πόλιν, εἶναι δ’ οὔτε
[l. 5] κατὰ Φιλοκτήτην οὔτε κατὰ τὸ ἱερὸν τοῦ Ἡφαίστου λόφον
[l. 6] ἐν τῇ χώρᾳ τῆς πόλεως ἐκείνης, ἀλλ’ ἐν ἑτέρᾳ τῇ Ἡφαιστιάδι
[l. 7] καλουμένῃ, καὶ οὐδ’ ἐγγὺς εἶναι τὴν πόλιν ἐκείνην
[l. 8] τῆς Μυρίνης, ὅ τε ναύκληρος οὐκ ἠδύνατό με περιμένειν,
[l. 9] ἀνεβαλλόμην εἰσαῦθις, ὅταν ἀπὸ Ῥώμης εἰς Ἀσίαν ἀφίκωμαι,
[l. 10] θεάσασθαι τὴν Ἡφαιστιάδα. καί μοι τοῦτ’ ἐπράχθη,
[l. 11] καθάπερ ἤλπισά τε καὶ προὐθέμην. ὡς γὰρ ἀπὸ τῆς Ἰταλίας
[l. 12] διαβαλὼν εἰς τὴν Μακεδονίαν καὶ σχεδὸν ὅλην αὐτὴν
[l. 13] ὁδοιπορήσας ἐν Φιλίπποις ἐγενόμην, ἥπερ ἐστὶν ὅμορος τῇ
[l. 14] Θρᾴκῃ πόλις, ἐντεῦθεν ἐπὶ τὴν πλησίον θάλατταν εἴκοσιν
[l. 15] ἐπὶ τοῖς ἑκατὸν ἀπέχουσαν στάδια κατελθὼν, ἔπλευσα πρότερον
[l. 16] μὲν εἰς Θάσον ἐγγύς που διακοσίους σταδίους, ἐκεῖθεν
[l. 17] δὲ εἰς Λῆμνον ἑπτακοσίους, εἶτ’ αὖθις ἀπὸ Λήμνου
[l. 18] τοὺς ἴσους ἑπτακοσίους εἰς Ἀλεξανδρείαν Τρῳάδα. καὶ διὰ
[p. 12.173]
[l. 1] τοῦτ’ ἐξεπίτηδες ἔγραψα περί τε τοῦ πλοῦ καὶ τῶν σταδίων,
[l. 2] ὅπως εἴ τις ἐθέλῃ θεάσασθαι καὶ αὐτὸς ὁμοίως ἐμοὶ
[l. 3] τὴν 2.118. Ἡφαιστιάδα διαγινώσκων τὴν θέσιν αὐτῆς, οὕτως
[l. 4] παρασκευάζοιτο πρὸς τὸν πλοῦν. ἐν γάρ τοι τῇ ὅλῃ
[l. 5] νήσῳ τῇ Λήμνῳ, κατὰ μὲν τὸ πρὸς ταῖς ἀνατολαῖς μέρος
[l. 6] αὐτῆς ἐστιν Ἡφαιστιὰς, κατὰ δὲ τὸ πρὸς ταῖς δυσμαῖς ἡ
[l. 7] Μυρίνα. καὶ τό γε ὑπὸ τοῦ ποιητοῦ λεγόμενον ἐπὶ τοῦ Ἡφαίστου,
[l. 8] κάππεσεν ἐν Λήμνῳ, διὰ τὴν φύσιν τοῦ λόφου δοκεῖ
[l. 9] μοι τὸν μῦθον ἐπίστασθαι. φαίνεται γὰρ ὁμοιότατος κεκαυμένῳ
[l. 10] κατά γε τὴν χρόαν καὶ διὰ τὸ μηδὲν ἐν αὐτῷ φύεσθαι.
[l. 11] εἰς τοῦτον οὖν τὸν λόφον ἥ τε ἱέρεια παραγενομένη,
[l. 12] καθ’ ὃν ἐγὼ καιρὸν ἐπέβην τῆς νήσου, καί τινα πυρῶν τε
[l. 13] καὶ κριθῶν ἀριθμὸν ἐμβάλλουσα τῇ γῇ καὶ ἄλλα τινὰ ποιήσασα
[l. 14] κατὰ τὸν ἐπιχώριον σεβασμὸν, ἐπλήρωσεν μὲν ὅλην
[l. 15] ἅμαξαν τῆς γῆς. κομίσασα δ’ εἰς τὴν πόλιν, ὡς εἶπον ἀρτίως,
[l. 16] ἐσκεύασε τὰς πολυθρυλήτους Λημνίας σφραγῖδας. ἔδοξεν οὖν
[l. 17] μοι πυθέσθαι μή τι πρότερόν ποτε τράγειον ἢ αἴγειον αἷμα
[l. 18] τῇ γῇ ταύτῃ μιγνύμενον ἐν ἱστορίᾳ παρειλήφασιν. ἐφ’ ᾗ
[p. 12.174]
[l. 1] πεύσει πάντες οἱ ἀκούσαντες ἐγέλασαν, οὐχ οἱ τυχόντες ἄνδρες
[l. 2] ὄντες, ἀλλὰ καὶ πάνυ πεπαιδευμένοι τά τ’ ἄλλα καὶ τὴν
[l. 3] ἐπιχώριον ἱστορίαν ἅπασαν. ἀλλὰ καὶ βιβλίον ἔλαβον. παρά
[l. 4] τινος αὐτῶν, γεγραμμένον ὑπό τινος τῶν ἐπιχωρίων ἀνδρῶν
[l. 5] ἔμπροσθεν, ἐν ᾧ τὴν χρῆσιν ἅπασαν ἐδίδασκε τῆς Λημνίας
[l. 6] γῆς, ὅθεν οὐκ ὤκνησα κᾀγὼ πειραθῆναι τοῦ φαρμάκου, δισμυρίας
[l. 7] λαβὼν 13.248. σφραγῖδας. ἐχρῆτο δὲ καὶ αὐτὸς ὁ δοὺς
[l. 8] τὸ βιβλίον, ἐν τοῖς πρώτοις ἀριθμούμενος τῆς Ἡφαιστιάδος,
[l. 9] εἰς πολλὰ τῷ φαρμάκῳ. καὶ γὰρ ἐπὶ τραυμάτων καὶ παλαιῶν
[l. 10] καὶ δυσεπουλώτων ἐχεοδήκτων τε καὶ ὅλως θηριοδήκτων,
[l. 11] ἐπί τε τῶν θανασίμων φαρμάκων, οὐ προδιδοὺς μόνον,
[l. 12] ἀλλὰ καὶ ἐπιδιδοὺς, ἐχρῆτο τῇ σφραγῖδι. ἔφασκε δὲ καὶ
[l. 13] τοῦ διὰ τῶν ἀρκευθίδων φαρμάκου πεῖραν ἔχειν, εἰς ὃ καὶ
[l. 14] τῆς Λημνίας ἐμβάλλεται κινοῦντος ἔμετον, εἴ τις ἔτι κατὰ
[l. 15] τὴν κοιλίαν ὄντος τοῦ θανασίμου φαρμάκου πίοι τὸ ἀλεξητήριον.
[l. 16] ἀλλὰ τούτου μὲν καὶ ἡμεῖς ἔχομεν πεῖραν ἐπί τε
[l. 17] λαγωοῦ θαλαττίου καὶ κανθαρίδων, ὑποπτευσάντων μὲν εἰληφέναι
[p. 12.175]
[l. 1] τι τοιοῦτον τῶν ἀνθρώπων, ἐμεσάντων δ’ αὐτίκα
[l. 2] πᾶν ἐπὶ τῷ διὰ τῆς Λημνίας σφραγῖδος φαρμάκῳ, καὶ μηδὲν
[l. 3] μετὰ ταῦτα παθόντων σύμπτωμα τῶν ἑπομένων λαγωῷ
[l. 4] τε καὶ κανθαρίσι, καίτοι τῆς δόσεως τῶν ὀλεθρίων φαρμάκων
[l. 5] ἐλεγχθείσης. εἰ δὲ καὶ πρὸς τἄλλα θανάσιμα φάρμακα,
[l. 6] ταῦτα δὴ τὰ δηλητήρια καλούμενα, τὴν αὐτὴν δύναμιν ἔχει
[l. 7] τὸ διὰ τῶν ἀρκευθίδων καὶ τῆς Λημνίας φάρμακον, ἐμοὶ
[l. 8] μὲν ἄδηλον. ὁ δ’ ἐκ τῆς Ἡφαιστιάδος ἐπηγγείλατο μέχρι
[l. 9] τοῦ καὶ λυττῶντος κυνὸς ἰᾶσθαι δῆγμα φάσκειν αὐτὴν, πινομένην
[l. 10] δι’ οἴνου κεκραμένου, κατὰ δὲ τοῦ ἕλκους ἐπιτιθεμένην
[l. 11] δι’ ὄξους πάνυ δριμέος. ἀλλὰ δι’ ὄξους μὲν καὶ τὰ
[l. 12] τῶν ἄλλων θηρίων ἔλεγεν αὐτὴν ἰᾶσθαι δήγματα, φύλλων
[l. 13] βοτανῶν ἔξωθεν ἐπιτιθεμένων, ἃς ἐμάθομεν ἀντιπεπονθέναι
[l. 14] σηπεδόσιν. μάλιστα δ’ ἐπῄνει σκόρδιον, εἶτα κενταύριον τὸ
[l. 15] λεπτὸν, εἶτα πράσιον. ἐπί γε μὴν κακοήθων καὶ σηπεδονωδῶν
[l. 16] ἑλκῶν εἴ ποτ’ ἐχρησάμην τῇ Λημνίᾳ, μεγάλως ὠφέλησε.
[l. 17] ἡ δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας.
[p. 12.176]
[l. 1] τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδαρόν τε καὶ ῥυπαρὸν,
[l. 2] ἀνέχεται δι’ ὄξους δριμυτάτου τῆς Λημνίας λελυμένης εἰς
[l. 3] πηλώδη σύστασιν ὁμοίως τοῖς τροχίσκοις, ὧν ἄλλος ἄλλῳ
[l. 4] χρῆται, Πολυείδου λέγω καὶ Πασίωνος καὶ Ἄνδρωνος, καὶ
[l. 5] τούτῳ τῷ νῦν εἰρημένῳ, προσαγορευομένῳ δὲ Βητινῷ. καὶ
[l. 6] γὰρ οὗτοι πάντες ἰσχυρῶς ξηραίνοντες ὠφελοῦσι τὰ κακοήθη
[l. 7] τῶν ἑλκῶν, ἀνιέμενοι ποτὲ μὲν οἴνῳ γλυκεῖ, ποτὲ δὲ σιραίῳ,
[l. 8] ποτὲ δ’ οἰνομέλιτι, ποτὲ δὲ τῶν λευκῶν οἴνων ἐνίοις ἢ τῶν
[l. 9] κιῤῥῶν ἢ ξανθῶν, ὡς ἂν ἡ χρεία κελεύῃ. διορισθήσεται γὰρ
[l. 10] ὑπὲρ τούτων ἐν ἑτέροις. ὡσαύτως δὲ καὶ δι’ ὄξους ἀνίενταί
[l. 11] ποτε, καὶ δι’ οἴνου ἢ ὕδατος ἢ ὀξυμέλιτος, ἢ ὀξυκράτου
[l. 12] τε καὶ μελικράτου. καὶ ἡ Λημνία δὲ γῆ δι’ ἑκάστου τῶν
[l. 13] εἰρημένων ἀνιεμένη φάρμακον ἐπιτήδειόν ἐστιν εἴς τε τὴν
[l. 14] τῶν προσφάτων τραυμάτων κόλλησιν εἴς τε τὴν τῶν χρονίων
[l. 15] ἢ δυσεπουλώτων ἢ κακοήθων ἴασιν. ὡσαύτως δὲ καὶ
[l. 16] ἡ ἄλλη πᾶσα φαρμακώδης γῆ. διελέσθαι γὰρ δεήσει, καθάπερ
[l. 17] ἔμπροσθεν ἀπὸ τῆς στοιχειώδους γῆς, ἐν ᾗ καὶ οἱ λίθοι
[l. 18] περιείχοντο τὴν εἰς πηλὸν λυομένην, οὕτω νῦν ἀπὸ τῆς
[p. 12.177]
[l. 1] γεωργουμένης τὴν φαρμακώδη. καλέσαι γὰρ οὐδὲν χεῖρον οὕτως
[l. 2] ᾗ πρὸς τὰς θεραπείας χρώμεθα, καίτοι καὶ τῆς γεωργουμένης
[l. 3] ἡ λιπαρὰ χρήσιμος εἰς θεραπείαν ἐστὶν ἁπάντων
[l. 4] τῶν ξηρανθῆναι δεομένων μορίων, ὅθεν αὐτῇ κατὰ Ἀλεξάνδρειάν
[l. 5] τε καὶ Αἴγυπτον χρῶνται πολλοὶ μὲν ἰδίᾳ προαιρέσει,
[l. 6] πολλοὶ δ’ ἐξ ὀνειράτων. εἶδον γοῦν ἐπὶ τῆς Ἀλεξανδρείας
[l. 7] ὑδερώδεις τε καὶ σπληνώδεις ἐνίους χρωμένους τῷ
[l. 8] πηλῷ τῆς Αἰγυπτίας γῆς. πολλοὶ δὲ καὶ κνήμας καὶ μηροὺς
[l. 9] καὶ πήχεις καὶ βραχίονας καὶ νῶτα καὶ πλευρὰς καὶ στέρνα
[l. 10] τῷ πηλῷ τῆς γῆς ταύτης χριόμενοι σαφῶς ὠφελοῦντο.
[l. 11] 13.249. κατὰ δὲ τὸν αὐτὸν τρόπον τάς τε παλαιὰς φλεγμονὰς
[l. 12] καὶ τὰ χαῦνα τῶν οἰδημάτων ὀνίνησιν ὁ πηλὸς
[l. 13] οὗτος, ὥστ’ ἐνίους οἶδα καὶ ὅλην τὴν ἕξιν οἰδαλέους ἐξ
[l. 14] αἱμοῤῥοΐδων ἀμέτρου κενώσεως γενομένους, ὠφεληθέντας
[l. 15] ἐναργῶς. καί τινες ἀλγήματα χρόνια κατά τι μόριον ἐστηριγμένα
[l. 16] τῷ πηλῷ τούτῳ τελέως ἐξιάσαντο, ξηραντικὴν
[l. 17] γὰρ ἔχει πᾶσα γῆ δύναμιν. ἐπεὶ καὶ φύσει ξηρὸν αὐτῆς
[l. 18] ἐστι τὸ σῶμα, καὶ ὅτε γε ἀκριβῶς ᾖ πυρώδους ἄμικτος
[p. 12.178]
[l. 1] οὐσίας, ἀδηκτότατα ξηραίνει, συντελεῖ δὲ εἰς τοῦτο αὐτῇ τὸ
[l. 2] πεπλύσθαι.
[l. 3] γ΄. Περὶ πλύσεως γῆς. Πλύνεται δὲ κατὰ τὸν αὐτὸν
[l. 4] τρόπον ἅπασα γῆ τῷ προειρημένῳ περὶ τῆς Λημνίας, ὕδατι
[l. 5] μὲν πρῶτον ἀναφυραθεῖσα μηδεμιᾶς φαρμακώδους ποιότητος
[l. 6] ἔμφασιν ἔχοντι. καταστάντος δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντος
[l. 7] ἄνωθεν τοῦ ὕδατος, εἶτα τοῦ μετ’ αὐτὸ χωρισθέντος
[l. 8] ἀπὸ τῶν ὑφισταμένων κάτω λιθωδῶν τε καὶ ψαμμωδῶν.
[l. 9] εἰ δὲ καὶ γεγυμνασμένην ἔχεις τὴν γευστικὴν αἴσθησιν,
[l. 10] αὐτὸς ἔσῃ κριτὴς ἀκριβὴς ἧς τε δεῖ πλύνειν γῆς ἧς τε μή.
[l. 11] τίνες μὲν γὰρ οὐ δέονται πλύσεως, τινὲς δὲ δὶς ἢ τρὶς δέονται
[l. 12] πλυθῆναι. τὴν μὲν οὖν Λημνίαν ἑτοίμην λαμβάνεις ἅπαξ
[l. 13] πεπλυμένην ὑπὸ τῆς ἱερείας, ἐκ δευτέρου δὲ πλυθῆναι μὴ
[l. 14] δεομένην.
[l. 15] δ΄. Περὶ Σαμίας γῆς. Ἡ Σαμία δ’ οὐδὲ δεῖται πλυθῆναι.
[l. 16] χρώμεθα δ’ αὐτῆς θατέρῳ τῶν εἰδῶν μᾶλλον, ὃ
[l. 17] δὴ καὶ Σάμιον ἀστέρα καλοῦσιν, εἰς τὰς τοῦ αἵματος πτύσεις,
[p. 12.179]
[l. 1] ὁπόθεν ἂν γιγνόμεναι τύχωσιν, ὥσπερ καὶ τῇ Λημνίᾳ
[l. 2] σφραγῖδι. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ὠφελοῦσι καὶ τὰς ἐκ
[l. 3] μήτρας αἱμοῤῥαγίας καὶ τὸν ὀνομαζόμενον ῥοῦν γυναικεῖον,
[l. 4] καὶ μέντοι καὶ τὰς δυσεντερικὰς ἑλκώσεις πρὸ τοῦ σηπεδονώδη
[l. 5] γενέσθαι τὰ ἕλκη, καλεῖν δ’ ἔθος ἐστὶν τοῖς ἰατροῖς
[l. 6] τὰς τοιαύτας διαθέσεις νομὰς ἀπὸ τοῦ νέμεσθαι τὴν σηπεδόνα
[l. 7] πρὸς τὰ πλησιάσαντα μόρια, συνδιαφθείρουσαν αὐτὰ
[l. 8] 2.119. τῷ πρώτῳ κακωθέντι. τῇ γε μὴν Λημνίᾳ κᾀπὶ τοιούτων
[l. 9] ἐχρησάμην ἐνίοτε καὶ σαφῶς ὤνησεν ἐνεθεῖσά τε δι’
[l. 10] ἕδρας καὶ ποθεῖσα, προαποκλυσθέντων τῶν ἑλκῶν, ὡς εἰώθαμεν
[l. 11] πράττειν, μελικράτῳ μὲν ἀκρατεστέρῳ προτέρῳ, δευτέρῳ
[l. 12] δ’ ἅλμῃ. ἐνέθη μὲν οὖν δι’ ἀρνογλώσσου χυλοῦ, δι’
[l. 13] ὀξυκράτου δ’ ὑδαροῦς ἐπόθη. φαίνεται δ’ οὐκ ὀλίγῳ τινὶ
[l. 14] δραστικωτέραν δύναμιν ἔχειν ἡ Λημνία γῆ τῆς Σαμίας, ὅθεν
[l. 15] οὐδὲ τὰ φλεγμῆναι φθάσαντα φέρει τὴν δύναμιν αὐτῆς,
[l. 16] ἀλλὰ τραχύνεται σαφῶς καὶ μάλισθ’ ὅταν ὁ ἄνθρωπος ᾖ
[l. 17] μαλακόσαρκος. ὑπὸ δὲ τῆς Σαμίας οὐ μόνον οὐ παροξύνεταί
[l. 18] τι τῶν οὕτως ἐχόντων μορίων, ἀλλὰ καὶ παρηγορεῖται,
[p. 12.180]
[l. 1] καὶ μάλιστά γε τὰ θερμότερα καὶ χαυνότερα, καθάπερ οἵ
[l. 2] τε τιτθοὶ καὶ οἱ ὄρχεις καὶ οἱ ἀδένες. ἐπιτηδείως δ’ ἂν χρῶ
[l. 3] τηνικαῦτα τῇ τοιαύτῃ γῇ, μετὰ τὸ λειῶσαι δι’ ὕδατος, ἐπιμιγνὺς
[l. 4] ῥοδίνου καλοῦ τοσοῦτον, ὅσον τὸ μιχθὲν οὐκ ἐάσει
[l. 5] ξηρανθῆναι τὸ φάρμακον. ἀγαθὸν δὲ τὸ οὕτως σκευασθέν
[l. 6] ἐστι καὶ πρὸς τὰς ἄλλας φλεγμονὰς ὅσαι θερμαὶ καὶ βουβῶνας
[l. 7] ἀρχομένους καὶ ποδαγρικὰ ῥεύματα καὶ ὅλως ὅπου
[l. 8] ψῦξαι βουλόμεθα μετρίως μετὰ τοῦ παρηγορεῖν, ὥστ’ ἐναργῶς
[l. 9] φαίνεσθαι τῆς Σαμίας τὴν δύναμιν μετρίως ψυκτικήν.
[l. 10] ἔστι δὲ καὶ ἀερωδεστέρα πως αὐτῆς ἡ οὐσία παραβαλλομένη
[l. 11] τῇ Λημνίᾳ, δηλοῖ δ’ ἡ κουφότης. ἐκ τούτων οὖν τῶν γνωρισμάτων
[l. 12] καὶ πᾶσαν ἄλλην φαρμακώδη13.250. γῆν δοκίμαζε.
[l. 13] λέγω δὲ γνωρίσματα τήν τε ἐν τῇ συστάσει κουφότητά τε
[l. 14] καὶ βαρύτητα καὶ τὴν ἐν τῇ γεύσει τραχύτητα καὶ λειότητα
[l. 15] καὶ προσέτι τὸ κολλῶδές τε καὶ ῥυπτικόν. ἐχέκολλος μὲν
[l. 16] γάρ ἐστι καὶ γλίσχρος ὁ Σάμιος ἀστὴρ, ἐχούσης τι καὶ τῆς
[l. 17] Λημνίας σφραγῖδος ὀλίγον τοιοῦτον. ῥυπτικήν τε δύναμιν
[l. 18] ἔχει καὶ μετρίαν Σελινουσία τε γῆ καὶ Χία, διὸ καί τινες
[p. 12.181]
[l. 1] τῶν γυναικῶν ἐπὶ τὸ πρόσωπον αὐταῖς χρῶνται. δέδεικται
[l. 2] δὲ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου τὸ βραχέως ῥυπτικὸν
[l. 3] ἅπαν εἰς σάρκωσιν ἑλκῶν ἐπιτήδειον, ἐὰν δὲ ξηραίνῃ,
[l. 4] καὶ πρὸς ἐπούλωσιν ἀγαθόν· ἐπιτηδειότατα δ’ ἐξ αὐτῶν ἐστι
[l. 5] τοῖς τε ἐπιπολῆς ἕλκεσι καὶ πυρικαύτοις ὅσα πρὸς τῷ ξηραίνειν
[l. 6] ἀδήκτως οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. ὅθεν
[l. 7] ἥ τε Σελινουσία καὶ ἡ Χία γῆ κάλλιστα φάρμακα πρὸς τὰ
[l. 8] πυρίκαυτα τῶν ἑλκῶν ἐστι· δεῖται γὰρ ταῦτα μετριώτατα
[l. 9] ῥυπτόντων φαρμάκων ἄνευ θάλψεως ἢ ψύξεως ἐπιφανοῦς,
[l. 10] ὅπερ ὑπάρχει καὶ τῇ Σελινουσίᾳ καὶ τῇ Χίᾳ καὶ τῇ Σαμίᾳ
[l. 11] γῇ. λέλεκται δὲ ὅτι καὶ ταύτης εἶδός ἐστιν ὁ ἀστὴρ ὀνομαζόμενος,
[l. 12] ὑπερέχων τῆς ἄλλης γῆς τῷ γλίσχρον τι καὶ κολλῶδες
[l. 13] ἔχειν, ὅθεν οὔτε πρὸς τὰ ἄλλα τῶν ἑλκῶν οὔτε πρὸς
[l. 14] τὰ πυρίκαυτα ταῖς ἄλλαις ἐνάμιλλός ἐστιν, ὅσαι τε κολλῶδες
[l. 15] οὐκ ἔχουσιν. ἐμπλαστικωτέραν γὰρ ἐργάζεται τὴν οὐσίαν
[l. 16] τὸ κολλῶδες, ὡς μὴ ῥύπτειν, ὅταν γε δηλονότι μηδεμία δριμύτης
[l. 17] ἄλλη προσῇ τῷ γλίσχρῳ τε καὶ κολλώδει σώματι, καθάπερ
[p. 12.182]
[l. 1] ἐν τοῖς ἰξοῖς ἐστιν. ἥ γε μὴν Χία καὶ ἡ Σελινουσία
[l. 2] γῆ τῆς μὲν Σαμίας λείπονται πρὸς τὰς περὶ τιτθοὺς καὶ
[l. 3] ὄρχεις καὶ βουβῶνας ἀρχομένας φλεγμονάς. ὅμως δ’ οὐκ
[l. 4] ἀνάρμοστοι τυγχάνουσιν οὖσαι, μηδενὸς ἄλλου τῶν ἄκρως
[l. 5] ποιούντων παρόντος. ἡ δὲ Κιμωλία μικτῆς οὖσα δυνάμεως,
[l. 6] ἔχει μέν τι καὶ ψυκτικὸν, ἔχει δέ τι καὶ διαφορητικὸν βραχὺ,
[l. 7] διό πλυθεῖσα μὲν ἀποτίθεται τοῦτο, χωρὶς δὲ τοῦ πλυθῆναι
[l. 8] κατ’ ἀμφοτέρας ἐνεργεῖ τὰς δυνάμεις, καθάπερ καὶ ἄλλα
[l. 9] πολλὰ τῶν συνθέτων φαρμάκων διαφοροῦντά τε καὶ ἀποκρουόμενα.
[l. 10] παρὰ δὲ τὴν τῶν μιγνυμένων ὑγρῶν αὐτῇ φύσιν
[l. 11] ἐναργῶς ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν. τοῖς μὲν γὰρ
[l. 12] ἀποκρουομένοις καὶ ψύχουσι μιχθεῖσα τὸν γενόμενον ἐξ αὐτῆς
[l. 13] τε κᾀκείνων πηλὸν ἐργάζεται ψύχοντά τε καὶ ἀποκρουόμενον,
[l. 14] τοῖς δὲ διαφορητικοῖς διαφοροῦντα καὶ αὐτόν. οὕτω
[l. 15] γοῦν καὶ τοῖς πυρικαύτοις ἁρμόττει, καί τινες τῶν ἰδιωτῶν
[l. 16] ἐπιχρίουσιν αὐτὴν, παραχρῆμα φυράσαντες ὄξει. χρὴ δ’ ἐν τῇ
[l. 17] τοιαύτῃ χρήσει μὴ λίαν εἶναι δριμὺ τὸ ὄξος. εἰ δὲ τοιοῦτον
[l. 18] εἴη, βέλτιον ὕδατος αὐτῷ μιγνύναι. μέμνησό γε μὴν τοῦτο
[p. 12.183]
[l. 1] κοινὸν ἐπὶ πάσης γῆς εἶναι τῆς κούφης. ἅπασαι γὰρ ὀνίνασι
[l. 2] τὰ πυρίκαυτα παραχρῆμα παραχριόμεναι δι’ ὄξους, ἢ
[l. 3] ὀξυκράτου, κωλύουσαι φλυκταινοῦσθαι. προσεπιβλέπειν δ’
[l. 4] ἐν τούτῳ καὶ τὴν φύσιν τοῦ θεραπευομένου σώματος, εἰ
[l. 5] μαλακὸν ἢ σκληρὸν, εἰδὼς ἀεὶ καθόλου τοῦτο, τὰ μὲν μαλακὰ
[l. 6] σώματα μὴ φέρειν τὴν δύναμιν τῶν ἰσχυρῶν φαρμάκων,
[l. 7] τὰ δὲ σκληρὰ φέρειν. οὐ μὴν τῆς γ’ ἐνεστώσης πραγματείας
[l. 8] ἴδια ταῦτα. ῥηθήσεται γὰρ ἐπιπλέον ἔν τε τοῖς περὶ
[l. 9] συνθέσεως φαρμάκων κᾀν τοῖς περὶ τῶν εὐπορίστων. ἡ δὲ
[l. 10] παροῦσα διέξοδος ἀπ’ ἀρχῆς ἐσπούδακε τὰς καθόλου δυνάμεις
[l. 11] τῶν φαρμάκων εὑρεῖν, αἷς προσέχων τις τὸν νοῦν εἰς
[l. 12] τὴν τῶν κατὰ μέρος χρῆσιν εὐπορίαν ἕξει παμπόλλην ἐπιμαθὼν
[l. 13] δηλονότι τὴν μέθοδον τῆς χρήσεως αὐτῶν, ὥστ’
[l. 14] οὐκέτι προσήκει μηκύνειν, ἀλλ’ ὅπερ εἴρηται καὶ πρόσθεν
[l. 15] ἀναμνῆσαι καὶ νῦν αὐτὴν μὲν τὴν ἄμικτον γῆν ἄλλῃ τινὶ
[l. 16] τῶν ἑτερογενῶν οὐσιῶν ξηραντικῆς ἀδήκτως εἶναι δυνάμεως.
[l. 17] ἐπεὶ δ’ ἀδύνατόν ἐστιν ἄμικτον εὑρεῖν ἀκριβῶς τι σῶμα,
[l. 18] 13.251. προσεπισκέπτεσθαι προσήκει τὴν μίξιν τῶν συμβεβηκότων
[p. 12.184]
[l. 1] αὐτῇ κατά τε τὰς ἐν κουφότητι καὶ βαρύτητι διαφορὰς καὶ
[l. 2] τὰς ἐν τῇ γεύσει. στύψεως μὲν γάρ τινος ἔμφασιν ἔχουσα
[l. 3] τοσοῦτον προσείληφε ψύξεως, ὅσον καὶ στύψεως. εἰ δὲ δριμύτητος
[l. 4] ἐμφαίνοιτό τι, τοσοῦτον ἔχει θερμότητος, ὅσον δριμύτητος.
[l. 5] ὡσαύτως δ’ ἐπὶ τῆς κούφης καὶ βαρείας σκοπεῖσθαι.
[l. 6] τῆς μὲν κούφης τοιαύτης γινομένης, ὅταν ἀερώδους
[l. 7] οὐσίας μετέχῃ δαψιλοῦς ἐν τῇ δι’ ὅλης ἑαυτῆς κράσει, τῆς δὲ
[l. 8] βαρείας, ὅσῳ περ ἂν ᾖ μᾶλλον τοιαύτη, τοσούτῳ μᾶλλον εἰλικρινεστέρας
[l. 9] γῆς ὑπαρχούσης. ἴδιον δὲ γῆς ἐστι τὸ μὴ χεῖσθαι
[l. 10] πυρὶ πλησιάζουσαν, ὅπερ ὅ τε μόλυβδος καὶ καττίτερος,
[l. 11] ἄργυρός τε καὶ χρυσὸς ἔχουσιν, ὥσθ’ ὅταν ἀργυρῖτιν
[l. 12] ἢ χρυσῖτιν ἢ σιδηρῖτιν ἀκούσῃς γῆν, ὀνομάζουσι γὰρ οὕτως
[l. 13] ἔνιοι τὰς ἐκ τῶν μετάλλων λαμβανομένας, μὴ νόμιζε δι’ ὅλου
[l. 14] κεκρᾶσθαι τὸν ἄργυρον ἢ τὸν χρυσὸν ἢ τὸν σίδηρον τῇ γῇ·
[l. 15] πλησιάζειν δὲ μορίοις μικροῖς τῆς γῆς ἀναμεμιγμένα μόρια
[l. 16] μικρὰ, κατὰ μὲν τὴν χρυσῖτιν χρυσοῦ, κατὰ δὲ τὴν ἀργυρῖτι
[l. 17] νἀργύρου, κατὰ δὲ τὴν σιδηρῖτιν σιδήρου, καὶ ταῦτ’ ἐν ταῖς
[l. 18] καμίνοις ὑπὸ τοῦ πυρὸς χεόμενα συνέρχεσθαι πρὸς ἄλληλα.
[p. 12.185]
[l. 1] κατὰ δὲ τὸν αὐτὸν τρόπον ἡ τὴν ὕαλον ἔχουσα ψάμμιός
[l. 2] ἐστιν, ἐν ψάμμῳ γὰρ μάλιστα τῆς τοιαύτης οὐσίας εὑρίσκεται
[l. 3] ψήγματα πολλάκις μικρά. καὶ ὅσοι τούτων ἔμπειροι θεασάμενοι
[l. 4] τὰς τοιαύτας ψάμμους γνωρίζουσιν ὁπόσον ἐξ αὐτῶν
[l. 5] ἀθροῖσαι δύνανται τῆς ὑάλου, καὶ χρυσοῦ δὲ ψήγματα
[l. 6] μικρὰ πολλὰ κατά τινας εὑρίσκεται ψάμμους, ἀλλ’ οὐκ ἐξ
[l. 7] ἁπάσης ψάμμου τὸν χρυσὸν ἐξαίρουσι καὶ τὴν ὕαλον οἱ περὶ
[l. 8] ταῦτ’ ἔχοντες, ἐκλεγόμενοι δηλονότι τὰς μετ’ ὀλίγης δαπάνης
[l. 9] ἀθροιζούσας2.120. πλεῖστον, ὡς τό γ’ ἐν ταῖς καμίνοις ἀναλώσαντας
[l. 10] πολλὰ βραχύ τι σχεῖν τῆς διαθροιζομένης οὐσίας
[l. 11] ἀκερδὲς αὐτοῖς εἶναι δοκεῖ. διὰ τοῦτο μὲν οὖν καίτοι γε πολλαῖς
[l. 12] ψάμμοις χρυσοῦ καὶ ὑάλου ψηγμάτων περιεχομένων οὐκ
[l. 13] ἐπὶ πάσας οἱ περὶ ταῦτα δεινοὶ παραγίνονται. κατὰ δὲ τὸν
[l. 14] αὐτὸν λόγον οὐδὲ χαλκὸν ἢ ἄργυρον ἢ σίδηρον ἢ κασσίτερον
[l. 15] ἢ μόλυβδον ἐκ πάσης γῆς ἐκλέγουσιν. οὐ μὴν οὐδ’
[l. 16] ὅταν χωρίσωσιν ἑκάστην τῶν εἰρημένων ἀπὸ τῆς ἀναμεμιγμένης
[l. 17] γῆς, ἡ καταλειπομένη παραπλησία ταῖς ἄλλαις γαῖς
[l. 18] ἐστιν, ἃς συνήθως ἔφην ὀνομάζεσθαι πᾶσιν Ἕλλησιν, ἐχούσαις
[p. 12.186]
[l. 1] γνώρισμα κοινὸν τὸ τέγγεσθαί τε καὶ διαλύεσθαι ῥᾳδίως
[l. 2] εἰς πηλόν. τῆς γὰρ ἐν τοῖς μετάλλοις γῆς ὑπόλειμμα
[l. 3] λιθῶδες γίγνεται, ἄτηκτόν τε καὶ ἄτεγκτον. λέγω δὲ τέγγεσθαι
[l. 4] μὲν τὸ δι’ ὅλης τῆς οὐσίας ὑγραίνεσθαι, βρέχεσθαι δὲ
[l. 5] τὸ κατὰ τὴν ἔξωθεν ἐπιφάνειαν μόνην, οὐ διικνουμένης εἰς
[l. 6] τὸ βάθος αὐτῆς τῆς ὑγρότητος. οὕτως οὖν καὶ ἡ μεταλλευομένη
[l. 7] Καδμεία γεννᾶται, λιθώδης οὖσα καὶ ἄτεγκτος. ἀλλὰ
[l. 8] περὶ μὲν τῶν τοιούτων σωμάτων ἐφεξῆς εἰρήσεται· νυνὶ δ’
[l. 9] ἐπανήξω πάλιν ἐπὶ τὴν φαρμακώδη γῆν, ἥτις, ὅτι μὲν εἰς
[l. 10] πηλὸν λύεται ῥᾳδίως ἐν ὕδατι τεγγομένη, διὰ τοῦτ’ ὀνομάζεται
[l. 11] γῆ, διότι δὲ χρῄζομεν αὐτῆς ὥσπερ καὶ ἄλλων φαρμάκων,
[l. 12] διὰ τοῦτο φαρμακῖτις εἰκότως ἂν λέγοιτο. καίτοι
[l. 13] τήν γ’ ἀμπελῖτιν ὀνομαζομένην γῆν ἔνιοι φαρμακῖτιν ὀνομάζουσιν
[l. 14] μόνην, ἤτοι γ’ ὡς μόνην τοιαύτην οὖσαν ἢ ὡς ἐνεργεστέραν
[l. 15] τὴν φαρμακώδη δύναμιν ἔχουσαν, ὅπερ καὶ ἀληθές
[l. 16] ἐστιν. ὀνομάζεται δ’ ἀμπελῖτις οὐχ ὅτι φυτεύειν ἀμπέλους
[l. 17] ἐν ταύτῃ βέλτιον, ἀλλ’ ὅτι περιχριομένη ταῖς ἀμπέλοις φθείρει
[l. 18] τοὺς γεννωμένους ἐπ’ αὐτῶν σκώληκας, οὓς σκνῖπας ὀνομάζουσιν
[l. 19] οἱ παρ’ ἡμῖν ἀμπελουργοί. γεννῶνται δὲ οὗτοι τοῦ
[p. 12.187]
[l. 1] ἦρος εἰσβάλλοντος, ἡνίκα βλαστάνουσιν οἱ ἄμπελοι καὶ τό γ’
[l. 2] ἐνοιδισκόμενον αὐτῶν μέρος, ὅθεν ὁ βλαστὸς φύεται, ὃ καλοῦσιν
[l. 3] ὀφθαλμόν. 13.252. τούτους οὖν τοὺς ὀφθαλμοὺς διεσθίοντες
[l. 4] οἱ σκνῖπες οὐ μικρὰ βλάπτουσιν τὰς ἀμπέλους,
[l. 5] διὸ καὶ τὰς ῥίζας τῶν ὀφθαλμῶν τούτων περιχρίουσιν οἱ
[l. 6] περὶ ταῦτα δεινοί. κατὰ τοῦτο μὲν οὖν ἀμπελῖτίς τε καὶ φαρμακῖτις
[l. 7] ἡ τοιαύτη γῆ προσαγορεύεται, δηλοῦσα κᾀκ τοῦ
[l. 8] φθείρειν τοὺς σκνῖπας ὅσον αὐτῇ μέτεστι δυνάμεως φαρμακώδους.
[l. 9] ἀφέστηκεν δὲ πολὺ καὶ τῶν ἄλλων εἰδῶν τῆς γῆς,
[l. 10] οἷς χρώμεθα πρὸς τὰς ἰάσεις, ἐγγὺς ἤδη τῆς λιθώδους ἥκουσα.
[l. 11] διὸ καὶ μιγνυμένην αὐτὴν ἐν ταῖς τῶν φαρμάκων γραφαῖς
[l. 12] εὑρήσεις, ἔνθα ξηρᾶναί τι καὶ διαφορῆσαι προσήκει. τὸ
[l. 13] γὰρ ἄδηκτον καὶ μέτριον καὶ παρηγορικὸν οὐκ ἔχει καθάπερ
[l. 14] ἡ Χία τε καὶ Σαμία καὶ Σελινουσία. καὶ περὶ τῆς Κιμωλίας
[l. 15] δὲ προείρηται βραχὺ τούτων οὔσης ἰσχυροτέρας, ἀδήκτου
[l. 16] δ’ ἔτι καὶ αὐτῆς, καὶ μάλιστα εἰ πλυθείη. καὶ ἡ Κρητικὴ
[l. 17] δὲ γῆ παραπλησία πώς ἐστι ταύταις, ἀλλ’ ἱκανῶς ἀσθενὴς
[l. 18] ὑπάρχει, πολὺ τὸ ἀερῶδες ἔχουσα, τὸ μέντοι ῥυπτικὸν
[p. 12.188]
[l. 1] ἔχει, διὸ καὶ οἱ ἄνθρωποι λαμπρύνουσιν αὐτῇ τὰ ῥυπαρὰ
[l. 2] τῶν ἀργυρωμάτων, ὥστ’ ἔχοις ἂν καὶ ταύτην ἐς ὅπερ καὶ
[l. 3] τὰς ἄλλας τὰς ἀδήκτως ῥυπτούσας προειρήκαμεν ἐπιτηδείους
[l. 4] εἶναι. τούτων δ’ ἁπασῶν ἡ Λημνία δύναμιν ἰσχυροτέραν
[l. 5] ἔχει, πρόσεστι γὰρ αὐτῇ τι καὶ στύψεως, ἡ δ’ Ἐρετριὰς ἔτι
[l. 6] καὶ ταύτης ἰσχυροτέραν, οὐ μὴν ὥστ’ ἤδη δάκνειν. ἐὰν δὲ
[l. 7] καὶ πλυθῇ, πάνυ μετρία γίνεται παραπλησίως ταῖς προειρημέναις.
[l. 8] ἐγχωρεῖ δὲ τὴν γῆν ταύτην οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς
[l. 9] ἢ τρὶς πλυθῆναι, καθάπερ καὶ τὴν Κιμωλίαν. καὶ μέντοι καὶ
[l. 10] καίουσιν αὐτὴν ἔνιοι ποιοῦντες δηλονότι λεπτομερεστέραν
[l. 11] τε καὶ δριμυτέραν, ὥστ’ εἰς τὴν διαφορητικὴν μεταπίπτειν
[l. 12] δύναμιν. εἰ δὲ πλυθείη καυθεῖσα, τὸ μὲν δριμὺ καταλιποῦσα
[l. 13] τῷ ὕδατι, τὸ δ’ ἐκ τῆς ὀπτήσεως λεπτομερὲς ἔχουσα, ξηραντικωτέρα
[l. 14] γίνεται. διὸ τῆς ἀκαύστου τῷ κοινῷ λόγῳ γῆς
[l. 15] ἁπάσης ἐπὶ τῶν ἑλκῶν οὔσης χρησίμης, ἔτι μᾶλλον ἡ μετὰ
[l. 16] τὸ καυθῆναι πλυθεῖσα, καὶ πρὸς τὰ δυσσάρκωτά τε καὶ δυσεπούλωτα
[l. 17] χρήσιμός ἐστιν. ὄντων δ’ αὐτῆς δυοῖν εἰδῶν ἡ
[p. 12.189]
[l. 1] τεφρώδης κατὰ τὴν χρόαν ἀμείνων ἐστὶ τῆς πάνυ λευκῆς.
[l. 2] ἔστι δὲ καὶ ἄλλη γῆ πνιγῖτις ὀνομαζομένη, κατὰ μὲν τὴν
[l. 3] ὅλην δύναμιν ἐοικυῖα τῇ Κιμωλίᾳ, κατὰ δὲ τὴν χρόαν ἀφεστηκυῖα.
[l. 4] μέλαινα γάρ ἐστιν ὁμοίως τῇ ἀμπελίτιδι, τὸ δὲ γλίσχρον
[l. 5] καὶ κολλῶδες οὐχ ἧττον ἔχει Σαμίας γῆς, ἀλλ’ ἔστιν
[l. 6] ὅτε καὶ μᾶλλον. ἐδόθη δ’ ἡμῖν ἐν τῷ μεγάλῳ τούτῳ λοιμῷ,
[l. 7] καὶ ἄλλη τις ἐξ Ἀρμενίας τῆς ὁμόρου Καππαδοκίας γῆ ξηραντικωτέρα,
[l. 8] τὴν χρόαν ὠχρά· λίθον δ’ αὐτὴν ὠνόμαζεν, οὐ
[l. 9] γῆν, ὁ δοὺς, καὶ ἔστιν εὐλειοτάτη, καθάπερ καὶ ἡ τίτανος.
[l. 10] ὀνομάζω δ’ οὕτω δηλονότι τὴν κεκαυμένην πέτραν. ἀλλὰ
[l. 11] καὶ ὥσπερ ἐκείνης οὐδὲν ἐμφέρεται ψαμμῶδες, οὕτως οὐδὲ τῆς
[l. 12] Ἀρμενίας. μετὰ γὰρ τὸ θραυσθῆναι τῷ δοίδυκι κατὰ τὴν
[l. 13] θυίαν, οὕτως ἐστὶ λεία καὶ ἄλιθος ὥσπερ ἡ τίτανος καὶ ὁ
[l. 14] Σάμιος ἀστὴρ, οὐ μὴν ὁμοίως γε κούφη τῷ ἀστέρι. διὸ καὶ
[l. 15] πεπύκνωται μᾶλλον αὐτοῦ καὶ ἧττον ἀερώδης ἐστὶν, καὶ διὰ
[l. 16] τοῦτο φαντασίαν ἀποφαίνει τοῖς ἀμελέστερον ὁρῶσι λίθος
[l. 17] εἶναι. διαφέρει δ’ οὐδὲν ὡς πρὸς τὰ παρόντα λίθον ἢ γῆν
[p. 12.190]
[l. 1] αὐτὴν ὀνομάζειν, εἰδότας ἄκρως ξηραίνουσαν. ἐπί τε γὰρ δυσεντεριῶν
[l. 2] καὶ τῶν κατὰ γαστέρα ῥευμάτων, αἵματός τε πτύσεως
[l. 3] καὶ κατάῤῥου καὶ προσέτι τῶν κατὰ τὸ στόμα σηπεδονωδῶν
[l. 4] ἑλκῶν ἁρμόττει μάλιστα. καὶ μέντοι καὶ τοὺς ἀπὸ
[l. 5] κεφαλῆς εἰς θώρακα ῥευματιζομένους ὀνίνησι μεγάλως, ὥστε
[l. 6] καὶ τοὺς διὰ τὴν τοιαύτην αἰτίαν συνεχῶς δυσπνοοῦντας
[l. 7] ἰσχυρῶς ὠφελεῖ. καὶ μέντοι καὶ ὅσοι φθόῃ κάμνουσιν, καὶ τούτους
[l. 8] ὀνίνησιν. 13.253. ξηραίνει γὰρ αὐτῶν τὸ ἕλκος, ὡς μηδὲ
[l. 9] βήττειν ἔτι, πλὴν εἰ κατὰ τὴν δίαιταν ἁμαρτάνοιεν ἀξιολόγως
[l. 10] ἢ τὸ περιέχον ἐξαιφνίδιον εἰς δυσκρασίαν μεταπέσοι. καί
[l. 11] μοι δοκεῖ, καθάπερ ἐπὶ τῶν συρίγγων ἐθεασάμεθα πολλάκις,
[l. 12] οὐ μόνον ἐν ἄλλοις μορίοις, ἀλλὰ καὶ κατὰ τὴν ἕδραν ἄνευ
[l. 13] τοῦ κολλύριον καθεῖναι τὸν ῥύπον ἢ τὸν τύλον ἐξαιροῦν
[l. 14] τῆς σύριγγος, αὐτῷ μόνῳ τῷ ξηραίνοντι φαρμάκῳ προστελλομένας
[l. 15] τε καὶ κλειομένας αὐτὰς, οὕτω κᾀπὶ τοῦ κατὰ τὸν
[l. 16] πνεύμονα συμβαίνειν ἕλκους. φαίνεται γὰρ καὶ τοῦτο διὰ
[l. 17] τῶν ξηραινόντων φαρμάκων ὁμοίως ὀνινάμενον, ὅταν τε μέτριον
[l. 18] ᾖ καὶ μὴ μέγα λίαν, ὥστ’ ἔδοξαν ἔνιοι τῶν ἐχόντων
[p. 12.191]
[l. 1] αὐτὰ τελείως ἀπηλλάχθαι, καὶ τῶν γ’ εἰς τὴν Λιβύην ἀπὸ
[l. 2] Ῥώμης διὰ τοιαύτην αἰτίαν πορευθέντων ἔνιοι τελείως ἐπείσθησαν
[l. 3] ὑγιεῖς εἶναι, καὶ μέχρι γέ τινων ἐτῶν ἀμέμπτως διήγαγον,
[l. 4] εἶθ’ ὕστερόν ποτε πάλιν ἀφυλακτότερον αὐτοῖς διαιτηθεῖσιν
[l. 5] ὑποστροφὴ τοῦ νοσήματος ἐγένετο. τούτους οὖν,
[l. 6] ὡς ἔφην, ἡ ἐκ τῆς Ἀρμενίας βῶλος ἐναργῶς ὠφέλησε καίτοι
[l. 7] γ’ ἐν Ῥώμῃ διατρίβοντας, ἔτι τε μᾶλλον τοὺς δυσπνοοῦντας
[l. 8] συνεχῶς. ἐν δὲ τῷ μεγάλῳ τούτῳ λοιμῷ παραπλησίῳ
[l. 9] τὴν ἰδέαν ὄντι τῷ κατὰ Θουκυδίδην γενομένῳ πάντες οἱ
[l. 10] πιόντες τούτου τοῦ φαρμάκου διὰ ταχέων ἐθεραπεύθησαν,
[l. 11] ὅσους δ’ οὐδὲν ὤνησεν ἀπέθανον2.121. πάντες, οὐδ’ ὑπ’ ἄλλου
[l. 12] τινὸς ὠφελήθησαν, ᾧ καὶ δῆλον ὅτι μόνους τοὺς ἀνιάτως
[l. 13] ἔχοντας οὐκ ὠφέλησε. πίνεται δὲ μετ’ οἴνου λεπτοῦ τὴν
[l. 14] σύστασιν, κεραμένου μετρίως μὲν, εἰ ἀπύρετος εἴη παντάπασιν
[l. 15] ὁ ἄνθρωπος ἢ βραχὺ πυρεταίνοι, πάνυ δ’ ὑδαροῦς, εἰ
[l. 16] πυρέττοι μειζόνως. οὐ μὴν οὐδὲ σφοδροὶ κατὰ τὴν θερμασίαν
[l. 17] εἰσὶν οἱ λοιμώδεις πυρετοί. περὶ δὲ τῶν ξηρανθῆναι
[l. 18] δεομένων ἑλκῶν τί δεῖ καὶ λέγειν ὁπηλίκην ἔχει δύναμιν ἡ
[p. 12.192]
[l. 1] Ἀρμενικὴ βῶλος αὕτη; καλεῖν δ’ ἔξεστί σοι, καθάπερ ἔφην,
[l. 2] καὶ λίθον αὐτὴν, ὡς ὁ δοὺς ὠνόμαζεν, καὶ γῆν, ὡς ἂν ἐγὼ
[l. 3] φαίην, ἐπειδὴ καὶ τέγγεται τοῖς ὑγροῖς.
[l. 4] Περὶ λίθων. α΄. Περὶ ἐνεργουσῶν ποιοτήτων
[l. 5] τῶν λίθων. Τῶν αὐτοφυῶν σωμάτων εἰσὶ καὶ αἱ
[l. 6] λίθοι, διαφέρουσαι τῆς συνήθως ὀνομαζομένης γῆς τῷ μὴ
[l. 7] τέγγεσθαι. δυνάμεις δ’ ἔχουσι τὰς μὲν κατὰ τὴν ἰδιότητα
[l. 8] τῆς ὅλης οὐσίας, τὰς δὲ κατὰ τὰς δραστικὰς ποιότητας. ὅπως
[l. 9] δ’ ἀλλήλων διαφέρει ταῦτα πρόσθεν εἴρηται. νῦν οὖν ὁ λόγος
[l. 10] ἡμῖν ἔστω περὶ τῶν κατὰ τὰς δραστικὰς ποιότητας
[l. 11] ἐνεργουσῶν, ἐν αἷς ἐστι καὶ ἡ τῆς χρήσεως αὐτῆς μέθοδος.
[l. 12] ἐδείκνυντο γὰρ αἱ κατὰ τὴν ἰδιότητα τῆς ὅλης. οὐσίας δυνάμεις
[l. 13] ἀμέθοδοί τ’ εἶναι καὶ ἄλογοι καὶ δι’ ἐμπειρίας μόνης
[l. 14] γινωσκόμεναι. διὰ τί γὰρ ἥδε ἡ λίθος ἁψαμένη τραύματος
[l. 15] αἱμοῤῥαγοῦντος ἐπέχει τὴν φορὰν οὐκ ἴσμεν· διὰ τὶ μέντοι
[l. 16] τὸν αἱματίτην καλούμενον λίθον ἐμβάλλουσιν ὀφθαλμικαῖς
[l. 17] δυνάμεσιν ἴσμεν, ἔστι γὰρ εὕρημα λόγου τὸ τοιοῦτον. ἐὰν
[p. 12.193]
[l. 1] γοῦν ἐπ’ ἀκόνης ὀφθαλμικῆς ἀποτρίψας μεθ’ ὕδατος αὐτὸν
[l. 2] εἰς πάχος μέλιτος ἐθελήσῃς γεύσασθαι, στυφούσης αἰσθήσῃ
[l. 3] δυνάμεως. ἔμαθες δ’ ὅτι τὰς αὐξανομένας ἔτι φλεγμονὰς, καὶ
[l. 4] μάλιστα ἐν νευρώδεσι μορίοις, ἀποκρούεσθαι δεῖ τοῖς στύφουσι
[l. 5] φαρμάκοις. ὅταν δὲ μηκέτ’ ἐπιῤῥέῃ τὸ αἷμα τῷ μέρει,
[l. 6] προσμιγνύναι τοῖς στύφουσιν τὰ διαφοροῦντα, καὶ κατὰ βραχύ
[l. 7] γε μεταβαίνειν ἐπ’ αὐτὰ μόνα. περὶ μὲν οὖν τῶν τοιούτων
[l. 8] δυνάμεων ἐν ταῖς λίθοις ἐροῦμεν, ἀναμνήσαντες πρότερον
[l. 9] ὧν ἐπὶ πλεῖστον διήλθομεν ἐν τοῖς πρὸς τοὺς ἐπιτιμῶντας
[l. 10] τοῖς σολοικίζουσιν τῇ φωνῇ. 13.254. τούτων γὰρ ἔνιοι λίθον
[l. 11] ἀῤῥενικῶς οὐκ ἐπιτρέπουσι λέγειν, ἀλλ’ ἐὰν εἴπῃς, ἔμβαλλον
[l. 12] τὸν λίθον ἐπὶ τὸν κύνα, κεκράγασιν ὡς αὐτοὶ πεπληγμένοι
[l. 13] λίθῳ τὴν κεφαλήν· ὥσπερ γε καὶ ἂν τὸν δρῦν εἴπῃ τις, ὡς
[l. 14] ξύλῳ πεπληγότος ἐκβοῶσιν. ἐὰν οὖν ἐκείνοις τις πειθόμενος
[l. 15] τὰ συνήθη τοῖς ἰατροῖς ὀνόματα μεταῤῥυθμίζῃ, τὴν λίθον
[l. 16] λέγων τὴν αἱματῖτιν καὶ τὴν πυρῖτιν καὶ τὴν γαλακτῖτιν
[l. 17] καὶ τὴν σχιστὴν, ὡς περίεργός τε καὶ παράσημος καταγνωσθήσεται,
[p. 12.194]
[l. 1] πάντων ἐξ ἔθους ἤδη παλαιῶν λεγόντων ἀῤῥενικῶς
[l. 2] τὰς διαφορὰς αὐτῶν, αἱματίτην, πυρίτην, γαλακτῖτην,
[l. 3] μελιτίτην, γαγάτην, σχιστὸν, Φρύγιον, Ἀράβιον, Μεμφίτην.
[l. 4] ἔμπαλιν δὲ τὴν πέτραν λέγουσιν θηλυκῶς, οὐ τὸν πέτρον
[l. 5] ἀῤῥενικῶς. Ἀσίαν οὖν πέτραν ὀνομάζουσιν, οὐκ Ἄσιον πέτρον,
[l. 6] τὸν λίθον Ἄσιον. οὕτως δὲ καὶ Ἀσίας πέτρας ἄνθος,
[l. 7] ἐκ πέτρας δὲ κεκαυμένης φασὶ γίνεσθαι τὴν τίτανον. ὅ γε
[l. 8] μὴν Ταραντῖνος Ἡρακλείδης καὶ ἄλλοι τινὲς οὐκ ἐκ πάσης
[l. 9] λίθου φασὶ γίγνεσθαι τὴν τίτανον, ἀλλ’ ἐκ μόνης γε τῆς
[l. 10] πέτρας, ὀνομάζοντες οὕτως κατ’ ἐξοχὴν τῶν λίθων μίαν τὴν
[l. 11] σκληροτάτην. ἐγὼ γοῦν ἐξεπίτηδες εἴωθα, μεταβάλλων τὰ
[l. 12] ὀνόματα, λέγειν ἑκατέρως ἅπαντα τὰ τοιαῦτα, περὶ ὧν ἀχρήστως
[l. 13] ἐρίζουσιν ἔνιοι, δεικνὺς ἔργῳ μηδὲν βλαπτομένην τὴν
[l. 14] σαφήνειαν τῆς ἑρμηνείας, ὁποτέρως ἄν τις εἴπῃ. θαυμαστὸν
[l. 15] δ’ οὐδὲν τοὺς ἀγνοοῦντας ὅτι τῆς κατὰ φύσιν ἑρμηνείας
[l. 16] ἤτοι μίαν μόνην ἀρετὴν θετέον εἶναι τὴν σαφήνειαν, ἢ πρώτην
[l. 17] γε τῶν ἄλλων ἁπασῶν καὶ ἀρίστην, εἰς τοσούτους λήρους
[p. 12.195]
[l. 1] ἐκτρέπεσθαι. περὶ πρώτων οὖν ἐρῶ λίθων ὅσοι παρατριβόμενοι
[l. 2] θυίαις ἢ ἀκόναις εἰς χυλὸν ἀναλύονται.
[l. 3] β΄. Περὶ αἱματίτου, γαλακτίτου καὶ μελιτίτου. εἷς
[l. 4] δέ τίς ἐστι τῶν τοιούτων καὶ ὁ καλούμενος αἱματίτης, ἀπὸ
[l. 5] τῆς κατὰ τὴν χρόαν ὁμοιότητος οὕτως ὠνομασμένος, ὥσπερ
[l. 6] γε καὶ ὁ γαλακτίτης, ἐπειδὴ κᾀκεῖνος εἰς χυλὸν λυθεὶς ὅμοιος
[l. 7] φαίνεται γάλακτι. παραπλήσιον δ’ αὐτῷ κατὰ τὴν χρόαν
[l. 8] τὸν χυλὸν ἐργαζόμενος ὁ μελιτίτης, ἀπὸ τῆς κατὰ τὴν γεῦσιν
[l. 9] ὁμοιότητος οὕτως ὠνόμασται. δέδεικται δ’ ἐν τῷ τετάρτῳ
[l. 10] τῶνδε τῶν ὑπομνημάτων ὁ μὲν γλυκὺς ἅπας χυλὸς
[l. 11] ὑπὸ συμμέτρου θερμασίας τοιοῦτος γινόμενος, ὁ δὲ στύφων
[l. 12] ὑπὸ ψύξεως. ἕξει τοιγαροῦν ὁ μὲν αἱματίτης λίθος τοσοῦτον
[l. 13] τῆς ψύξεως, ὅσον καὶ τῆς στύψεως, ὁ δὲ μελιτίτης
[l. 14] σύμμετρον θερμότητα, μέσην δ’ ἀμφοῖν κρᾶσιν ὁ γαλακτίτης.
[l. 15] εἰκότως οὖν ἐτόλμησαν οἱ ἰατροὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν
[l. 16] μιγνύναι τὸν αἱματίτην λίθον. καὶ μόνῳ δ’ ἂν αὐτῷ
[l. 17] χρήσαιο τραχέων γεγονότων βλεφάρων, εἰ μὲν ἅμα φλεγμονὴ
[l. 18] τοιαῦτ’ εἴη γεγονότα, δι’ ὠοῦ τὴν ἄνεσιν ποιούμενος, ἢ μᾶλλον
[p. 12.196]
[l. 1] ἔτι διὰ τήλεως ἀφεψήματος· εἰ δὲ χωρὶς φλεγμονῆς, δι’
[l. 2] ὕδατος. ἄρχου δ’ ἀεὶ μὲν ἀπὸ μετρίως ὑγροῦ διὰ τῆς μήλης
[l. 3] ἐγχέων, ὅταν δ’ ὅτι φέρει τὴν δύναμιν αὐτοῦ θεάσῃ, παχύτερον
[l. 4] ἀεὶ καὶ μᾶλλον ἐργάζου. καὶ τελευτῶν οὕτω παχὺ
[l. 5] ποιήσεις ὡς διὰ μήλης πυρῆνος ὑπαλείφεν καθ’ ὑποβολὴν
[l. 6] ἢ ἐκτροπὴν τοῦ βλεφάρου. ὁ δ’ αὐτὸς οὗτος λίθος ὁμοίως
[l. 7] ἐπ’ ἀκόνης ἀποτριβόμενος αἵματος πτύσεσιν ἁρμόττει καὶ
[l. 8] πᾶσιν ἕλκεσιν. ξηρὸς δὲ λειωθεὶς ὡς χνοώδης γενέσθαι καταστέλλει
[l. 9] τὰ ὑπερσαρκοῦντα. χρῆται μὲν οὖν οὐδεὶς αὐτῷ
[l. 10] μόνῳ καθ’ αὑτόν. ἐγὼ δ’ ἐφ’ ὧν εἶπον ἐχρησάμην,
[l. 11] 13.255. ἐκ τῆς κατὰ τὴν γεῦσιν ποιότητος εὑρὼν τὴν δύναμιν, εἶτα
[l. 12] τῇ πείρᾳ βασανίσαι βουληθεὶς εἰ καλῶς ἐτεκμηράμην. καὶ
[l. 13] αὐτὰ δὲ τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη συνουλοῖ μόνος αὐτὸς,
[l. 14] ἀποτριβόμενος μὲν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, ἤτοι
[l. 15] δ’ ἐγχυματιζόμενος ἢ ὑπαλειφόμενος. ἐβασάνισα γὰρ καὶ
[l. 16] τοῦτο τῇ πείρᾳ.
[l. 17] γ΄. Περὶ σχιστοῦ καὶ ἄλλων πολλῶν λίθων. Τούτῳ
[l. 18] δὲ τῷ λίθῳ παραπλησίαν μὲν, ἀσθενεστέραν δὲ τὴν δύναμιν
[p. 12.197]
[l. 1] ὁ σχιστὸς καλούμενος ἔχει, καὶ μετ’ αὐτὸν ὁ γαλακτίτης.
[l. 2] ὁ δὲ μελιτίτης, ὡς ἔφην, ἤδη τι καὶ θερμότητος προσείληφεν.
[l. 3] ἕκαστος οὖν αὐτῶν ὁ ἀποχωρῶν κατὰ βραχὺ τῆς τοῦ αἱματίτου
[l. 4] δυνάμεως ἐπὶ μὲν τῶν ὀφθαλμῶν ὁμοίως εἰς χρῆσιν
[l. 5] ἄγεται, πρᾳότερος δέ ἐστιν· ἀεὶ δὲ τὰ πρᾳότερα φάρμακα
[l. 6] τοῖς μὲν ἔτι φλεγμαίνουσι μορίοις ἐστὶ προσηνέστερα,
[l. 7] τοῖς δ’ ἀποφλεγμήνασιν μορίοις ἀσθενέστερα πρὸς τὸ τέλος
[l. 8] ἐξυγιάσαι. κοινοῦ δὲ τοῦ ξηραίνειν ἅπασι τοῖς λίθοις ὑπάρχοντος,
[l. 9] ὅσοι μὲν αὐτῶν ἢ εἰς χυλὸν λυθέντες ἢ ἄλλως λειωθέντες
[l. 10] οὐδεμίαν ἐν ἀρχῇ κατὰ τὴν γεῦσιν ἔχουσι ποιότητα,
[l. 11] τούτους μὲν ἡγητέον ἀσθενεστάτους τ’ εἶναι καὶ προσηνεστάτους
[l. 12] καὶ ἀδηκτοτάτους. ὅσοι δὲ φαίνονταί τινα σαφῆ
[l. 13] ποιότητα2.122. κατὰ γεῦσιν ἐνδεικνύμενοι, τῆς ποιότητος ἀνάλογον
[l. 14] ἔχουσι τὴν ἰσχύν· εἰ μὲν στύφοιεν, εἰς τὸ καταστεῖλαι
[l. 15] καὶ σφίγξαι καὶ πιλῆσαι καὶ συναγαγεῖν, εἰ δὲ δάκνοιεν, εἰς
[l. 16] τὸ θερμῆναί τε καὶ διαφορῆσαι καὶ τῆξαι, μέσοι δ’ αὐτῶν
[l. 17] εἰσὶν οἱ ῥύπτοντες μόνον ἄνευ τοῦ στύφειν ἢ δάκνειν. ὁ
[l. 18] μὲν οὖν αἱματίτης καὶ ὁ σχιστὸς, ὅ τε γαλακτίτης καὶ ὁ μελιτίτης
[p. 12.198]
[l. 1] εἰς χυλὸν ἀναλύονται, παρατριβόμενοι, καθάπερ εἶπον,
[l. 2] ἀκόναις τε καὶ θυίαις, ὄντων καὶ ἄλλων εἰς χυλὸν λυομένων
[l. 3] λίθων, ὥσπερ οὗτος ὁ κατ’ Αἴγυπτον γεννώμενος, ᾧ χρῶνται
[l. 4] στιλπνοῦντες τὰς ὀθόνας. ἔστι δ’ ἀποιότερος τῶν εἰρημένων,
[l. 5] οὔτε στύψιν οὔτε ῥύψιν οὔτε δῆξιν ἐμφαίνων. ὅθεν
[l. 6] αὐτὸ δὴ τοῦτο μόνον ὑπάρχει τῷ λίθῳ τούτῳ τὸ ξηραίνειν,
[l. 7] καὶ διὰ τοῦτο κηρωτῇ μιγνύντες αὐτὸν εἰς ἐπούλωσιν ἑλκῶν
[l. 8] ἐπὶ τῶν μαλακῶν σωμάτων χρῶνται. μίγνυνται δὲ καὶ ταῖς
[l. 9] ὀφθαλμικαῖς δυνάμεσιν ὁμοίως τοῖς προειρημένοις. ὅσῳ δ’
[l. 10] ἐστὶ μαλακτικώτερος αὐτῶν διὰ τὸ μηδεμίαν ἔχειν δραστικὴν
[l. 11] ποιότητα, τοσούτῳ μετριώτερός τε καὶ ἀναισθητότερος
[l. 12] ὑπάρχει. τοῦτον τὸν λίθον ἔνιοι μὲν μόροξον, ἔνιοι δὲ γραφίδα
[l. 13] καλοῦσιν.
[l. 14] δ΄. Περὶ τοῦ Διοσκουρίδου θυΐτου. Ἁπάντων δὲ τῶν
[l. 15] εἰρημένων λίθων ἰσχυροτέραν ἔχει δύναμιν ὁ ἐκ τῆς Αἰθιοπίας
[l. 16] κομιζόμενος, ὑπόχλωρός πως, ὡς ἴασπις ὀνομαζόμενος.
[l. 17] ἀνιέμενος οὗτος ὁ λίθος εἰς χυλὸν γαλακτώδη κατὰ τὴν χρόαν
[l. 18] δακνώδη τοῖς γενομένοις, καὶ διὰ τοῦτ’ αὐτὴν οὐδεὶς ἔμιξεν
[p. 12.199]
[l. 1] ὀφθαλμικαῖς δυνάμεσιν, οὔτ’ ἀποκρουστικαῖς ῥευμάτων οὔθ’
[l. 2] ἑλκῶν ἰατικαῖς, ἀλλὰ μόνον εἰς τὸ καθῆραί τε καὶ ῥύψαι
[l. 3] τὰ χωρὶς φλεγμονῆς ἐπισκοτοῦντα ταῖς κόραις, ἐξ ὧν εἰσι
[l. 4] καὶ αἱ πρόσφατοι τῶν οὐλῶν, ἃς λεπτύνειν πέφυκεν. ἀποῤῥύπτει
[l. 5] δὲ καὶ τὰ μὴ πάνυ σκληρὰ τῶν πτερυγίων.
[l. 6] ε΄. Περὶ Ἰουδαϊκοῦ. Ἔστι δὲ καὶ ἄλλος λίθος ἰσχυρότερος
[l. 7] τὴν δύναμιν ἐν τῇ Παλαιστίνῃ Συρίᾳ γινόμενος,
[l. 8] λευκὸς μὲν τὴν χρόαν, 13.256. εὔρυθμος δὲ κατὰ τὸ σχῆμα
[l. 9] καὶ γραμμὰς ἔχων ὡς ἀπὸ τόρνου γεγονυίας. ὀνομάζουσι δ’
[l. 10] αὐτὸν ἀπὸ τῆς χώρας ἐν ᾗ γεννᾶσθαι πέφυκεν Ἰουδαϊκὸν,
[l. 11] καὶ χρῶνται πρὸς τοὺς ἐν τῇ κύστει λίθους, ἀνιέντες μὲν
[l. 12] ἐπ’ ἀκόνης, ποτίζοντες δὲ δι’ ὕδατος θερμοῦ κυάθων τριῶν.
[l. 13] ἡμεῖς δ’ ἐφ’ ὧν ἐπειράθημεν οὐδὲν ἤνυσεν ὡς πρὸς τοὺς
[l. 14] ἐν κύστει λίθους, ἐπὶ δὲ τῶν ἐν νεφροῖς συνιμένων ἐστὶ
[l. 15] δραστήριος.
[l. 16] στ΄. Περὶ πυρίτου. Εἷς τῶν ἰσχυρὰν δύναμιν ἐχόντων
[l. 17] ἐστὶν καὶ ὁ πυρίτης ὀνομαζόμενος, ᾧ χρώμεθα μιγνύντες
[l. 18] ἐμπλάστρῳ διαφορητικῷ. προσεμβάλλεται δ’ αὐτῇ καὶ ὁ
[p. 12.200]
[l. 1] σχιστός. ὑπὸ τούτου τοῦ φαρμάκου καὶ πτύον μὲν πολλάκις,
[l. 2] ἀλλὰ καὶ θρομβώδης σύστασις ἐν ταῖς μεταξὺ χώραις
[l. 3] τῶν μυῶν γενομένη διεφορήθη. κεκόφθαι δὲ καὶ λελειῶσθαι
[l. 4] πάνυ σφόδρα χρὴ τοὺς λίθους ἅπαντας ὅταν εἰς χρῆσιν
[l. 5] ἄγωνται, παραπλησίως τοῖς εἰς τὰς ὀφθαλμικὰς δυνάμεις μιγνυμένοις.
[l. 6] εἰ μὴ γὰρ χνοώδεις γεννηθεῖεν ὡς εἰς τὸ βάθος
[l. 7] καταδύεσθαι τῶν σωμάτων οἷς προσφέρονται, παραπλήσιοι
[l. 8] μενοῦσι ταύταις ταῖς θαλαττίαις τε καὶ ποταμίαις ψάμμοις,
[l. 9] αἵτινες καὶ αὐταὶ τὴν μὲν κοινὴν ἁπάντων λίθων δύναμιν
[l. 10] ἔχουσιν. ξηραίνουσι γοῦν τὴν ὕποιδόν τε καὶ ὑδερώδη σάρκα,
[l. 11] κατακλινομένων ἐν αὐταῖς τεθερμασμέναις τῶν καμνόντων.
[l. 12] οὐ μὴν εἰς ἄλλο γέ τι χρώμεθα αὐταῖς, ὥσπερ τοῖς
[l. 13] προειρημένοις εἰς ὀφθαλμικάς τε καὶ σταλτικὰς αἵματος καὶ
[l. 14] ῥοῦ γυναικείου δυνάμεις, ἔτι τε κολλητικὸν ἑλκῶν, ἐπουλωτικόν
[l. 15] τε καὶ σαρκωτικόν. ὅσοι γὰρ αὐτῶν οὐκ εἰσὶ δριμεῖς,
[l. 16] εἰς ταῦτα πάντες εἰσὶ χρήσιμοι, καθάπερ οἱ δριμεῖς, ὧν
[l. 17] ὕστερον ἐμνημόνευσα, πρὸς τὸ ῥύψαι τε καὶ ἀποσμῆξαι
[p. 12.201]
[l. 1] καὶ ἀφελεῖν, λεπτῦναί τε καὶ διαφορῆσαι καὶ σφοδρῶς ξηρᾶναι
[l. 2] καὶ τῆξαι.
[l. 3] ζ΄. Περὶ φρυγίου. Ταύτης τῆς δυνάμεως ἔχεται καὶ ὁ
[l. 4] φρύγιος καλούμενος. ἀεὶ δ’ αὐτῷ κεκαυμένῳ κέχρημαι, καὶ
[l. 5] πρὸς μὲν τὰ σηπεδονώδη τῶν ἑλκῶν ἢ αὐτὸν καθ’ ἑαυτὸν
[l. 6] ἢ δι’ ὄξους ἢ δι’ οἰνομέλιτος ἢ δι’ ὀξυκράτου. πρὸς ὀφθαλμοὺς
[l. 7] δὲ ξηρὸν ποιῶν φάρμακον, ὃ πολλοὶ λαβόντες ἔχουσιν
[l. 8] ἤδη παρ’ ἐμοῦ. μίγνυμι δὲ αὐτῷ καὶ ἄλλα τινά. λεχθήσεται
[l. 9] δὲ περὶ αὐτοῦ κατὰ τὴν περὶ συνθέσεως τῶν φαρμάκων
[l. 10] πραγματείαν. νυνὶ δ’ ἀρκεῖ περὶ τῆς καθόλου δεδηλῶσθαι
[l. 11] δυνάμεως αὐτοῦ. ξηραίνει γὰρ ἰσχυρῶς, ἔχων τι καὶ στύψεως
[l. 12] ἅμα καὶ δήξεως. εἴρηται δέ μοι κᾀν τοῖς ἔμπροσθεν ἄριστά
[l. 13] τε καὶ πολύχρηστα φάρμακα εἶναι πάντα τὰ μεμιγμένα, ἐν
[l. 14] αὑτοῖς ἔχοντα τὰς δύο δυνάμεις, τήν τε ἀποκρουστικὴν καὶ
[l. 15] διαφορητικήν.
[l. 16] η΄. Περὶ ἀγηράτου. Ἔστι δὲ καὶ ὁ ἀγήρατος καλούμενος
[l. 17] λίθος, ᾧ τοὺς σκυτοτόμους ὁρῶμεν χρωμένους, μικτῆς
[l. 18] δ’ ἐστὶ δυνάμεως στυπτικῆς τε καὶ διαφορητικῆς, ἀλλὰ περὶ
[l. 19] μόνης τῆς στυπτικῆς σκεπτέον. ὠφελεῖ μὲν ἐναργῶς γαργαρεῶνας
[p. 12.202]
[l. 1] φλεγμαίνοντας, οὐ μὴν γευομένοις γε σαφῆ στύψιν
[l. 2] ἔχων ἢ δριμύτητα φαίνεται.
[l. 3] θ΄. Περὶ Ἀσσίου. Ἔστι δὲ καὶ ἄλλος λίθος ἐν
[l. 4] Ἀσσῷ γεννώμενος, ὃν καὶ δι’ αὐτὸ τοῦτο καλοῦσιν Ἄσσιον,
[l. 5] οὐ σκληρὸς ὡς αἱ πέτραι· πωροειδὴς γάρ ἐστι κατά
[l. 6] τε χρόαν καὶ σύστασιν, εὔθρυπτός τε καὶ χαῦνος,
[l. 7] 13.257. ἐπιτρέφεται δ’ αὐτῷ παραπλήσιόν τι ἀλεύρῳ λεπτοτάτῳ,
[l. 8] τῷ προσιζάνοντι τοῖς τοίχοις τῶν ἐν τοῖς μύλωσι διαττομένων
[l. 9] ἀλεύρων. καλοῦσι μὲν οὖν τὸ φάρμακον τοῦτο πέτρας
[l. 10] Ἀσίας ἄνθος. ἔστι δὲ λεπτομερὲς, ὡς ἀδήκτως τὰς
[l. 11] πλαδαρὰς σάρκας ἐκτήκειν. ὁμοίαν δ’ αὐτῷ δύναμιν ἔχουσα
[l. 12] καὶ ἡ πέτρα καθ’ ἣν γεννᾶται τῷ σφοδρῷ τῆς ἐνεργείας
[l. 13] ἀπολείπεται. πλεονεκτεῖ γὰρ αὐτῆς τὸ ἄνθος οὐ μόνον τῷ
[l. 14] μᾶλλον ἐκτήκειν καὶ διαφορεῖν καὶ ταριχεύειν, ἀλλὰ καὶ τῷ
[l. 15] χωρὶς δήξεως ἰσχυρῶς ταῦτα ποιεῖν. ἔχει δέ τι καὶ ἁλμυρὸν
[l. 16] ἐν τῇ γεύσει τουτὶ τὸ τῆς Ἀσίας πέτρας ἄνθος, ὡς εἰκάσαι
[l. 17] τὴν γένεσιν ἴσχειν αὐτὸ, δρόσου τινὸς ἐκ θαλάττης ἐφιζούσης
[l. 18] τῇ πέτρᾳ, κᾄπειτα ξηραινομένης ὑπὸ τοῦ ἡλίου.
[l. 1] ι΄. Περὶ γαγάτου καὶ θρᾳκίου. Ἔστι δὲ καὶ ἄλλος
[l. 2] λίθος μέλας τὴν χρόαν, ὅταν ὁμιλήσῃ πυρὶ, παραπλησίαν
[l. 3] ὀσμὴν ἀσφάλτου ποιῶν, ὃν ὁ Διοσκορίδης καὶ ἄλλοι τινὲς
[l. 4] ἐν Λυκίᾳ φασὶν εὑρίσκεσθαι, κατὰ τὸν ποταμὸν ὄνομα Γαγάτην,
[l. 5] ὅθεν περ καὶ αὐτῷ τῷ 2.123. λίθῳ τὴν προσηγορίαν
[l. 6] εἶναι φαμέν. οὐ μὴν ἐγὼ εἶδον ἐκεῖνον τὸν ποταμὸν, καίτοι
[l. 7] παραπλεύσας ὅλην Λυκίαν μικρῷ πλοίῳ τῆς ἱστορίας ἕνεκα
[l. 8] τῶν ἐν αὐτῇ. πλακώδεις δὲ λίθους μελαίνας, εἰ κατὰ πυρὸς
[l. 9] ἐπιτεθεῖεν, ἀσθενῆ φλόγα γεννῶντας ἐκόμισα πολλὰς ἐκ τῆς
[l. 10] κοίλης Συρίας, ἐν τῷ λόφῳ γεννωμένας τῷ περιέχοντι τὴν
[l. 11] νεκρὰν ὀνομαζομένην θάλασσαν, ἐν τοῖς ἀνατολικοῖς αὐτῆς
[l. 12] μέρεσιν, ἔνθα καὶ ἡ ἄσφαλτος γίνεται. καὶ ἦν ἡ ὀσμὴ τῶν
[l. 13] λίθων τῇ ἀσφάλτῳ παραπλησία. ἐχρησάμην δ’ αὐτοῖς εἰς
[l. 14] ἐμφυσήματα χρόνια κατὰ γόνυ γινόμενα δυσθεράπευτα, μιγνὺς
[l. 15] ταῖς πρὸς τοῦτο τὸ σύμπτωμα πεπειρασμέναις δυνάμεσιν,
[l. 16] καὶ σαφῶς ἔδοξεν ἡμῖν ἐναργεστέραν αὐτῶν πεποιηκέναι
[l. 17] τὴν δύναμιν. ἔμιξα δ’ αὐτὸν καὶ τῇ βαρβάρῳ καλουμένῃ
[l. 18] καὶ σαφῶς ἐγένετο ξηραντικώτερον τὸ φάρμακον, ὡς
[l. 19] καὶ κόλπους προστέλλειν, οὐ μόνον ἔναιμα τραύματα κολλᾷν
[p. 12.204]
[l. 1] ἐφ’ ὧν ἡρμοκέναι μάλιστα πεπίστευται. ἔστι δὲ καὶ ἄλλη τις
[l. 2] λίθος, ἧς καὶ Νίκανδρος μέμνηται γράφων οὕτως.
[l. 8] Ἀλλ’ οὐδὲν ἐξ αὐτῆς ὤφελος ἐς ἰατρικὴν οὐδ’ ὁ Νίκανδρος
[l. 9] γράφει παρὰ τὴν δυσωδίαν, ἣ τὰ θηρία θυμιώμενα διώκει.
[l. 10] ια΄. Περὶ μαγνίτιδός τε καὶ ἡρακλείας. Τῶν λίθων
[l. 11] δ’ ἐστὶ μία καὶ ἡ μαγνῖτις τε καὶ Ἡρακλεία καλουμένη,
[l. 12] παραπλησίαν ἔχουσα τῷ αἱματίτῃ τὴν δύναμιν.
[l. 13] ιβ΄. Περὶ Ἀραβίου. Ὅ γε μὴν Ἀράβιος καλούμενος
[l. 14] λίθος, ἐοικὼς ἐλέφαντι, ξηραντικῆς τε καὶ ῥυπτικῆς ἐστι
[l. 15] δυνάμεως.
[l. 16] ιγ΄. Περὶ ἀλαβαστρίτου. Καὶ ὁ ἀλαβαστρίτης δὲ καλούμενος
[p. 12.205]
[l. 1] ὄνυξ εἰς χρείαν ἰατρικὴν ἔρχεται καυθείς. ἔνιοι δὲ
[l. 2] καὶ ποτίζουσι τοὺς στομαχικοὺς αὐτήν.
[l. 3] ιδ΄. Περὶ σμυρίδος. Καὶ ἡ καλουμένη δὲ σμυρὶς, ὅτι
[l. 4] μὲν ἱκανῶς ῥυπτικῆς ἐστι δυνάμεως, δῆλόν ἐστιν κᾀκ τῶν
[l. 5] χρωμένων αὐτῇ 13.258. δακτυλιογλύφων, εἰς τὴν τοιαύτην
[l. 6] χρείαν, ἀλλ’ ὅτι καὶ τοὺς ὀδόντας ἐργάζεται καθαροὺς
[l. 7] ἐπειράθημεν.
[l. 8] ιε΄. Περὶ κισσήρεως. Εἰ δὲ καὶ ἡ κίσσηρις ἐν τοῖς
[l. 9] λίθοις ἀριθμεῖτο καὶ αὕτη τῆς αὐτῆς ἐστι δυνάμεως ὅσον
[l. 10] ἐπὶ τῷ ῥύπτειν, ὥσπερ γε καὶ τὸ ἐκ τῶν κεραμίδων ὄστρακον,
[l. 11] ἔτι τε μᾶλλον αὐτοῦ τὸ ἐκ τῶν κλιβάνων, ἀλλ’ ἥ γε
[l. 12] σμυρὶς ἔχει τι δριμὺ, καὶ διὰ τοῦτο τινὲς αὐτὴν μιγνύουσιν
[l. 13] καυστικαῖς τε καὶ ξηραντικαῖς δυνάμεσιν καὶ ταῖς θεραπευούσαις
[l. 14] οὖλα πλαδαρά. καυθεῖσα δ’ ἡ κίσσηρις οὐκ ἀπολείπεται
[l. 15] σμίρεως εἰς τὰς αὐτὰς χρείας.
[l. 16] ιστ΄. Περὶ λίθων τῶν ἐν τοῖς σπόγγοις. Εἰσὶ δὲ καὶ
[l. 17] οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι λίθοι θρυπτικῆς δυνάμεως,
[l. 18] οὐ μὴν οὕτως ἰσχυρᾶς ὥστε τοὺς ἐν τῇ κύστει λίθους θρύπτειν,
[p. 12.206]
[l. 1] ἀλλ’ οἱ τοῦτο γράψαντες ἐψεύσαντο, τοὺς δ’ ἐν νεφροῖς
[l. 2] ὄντας θρύπτουσιν, ὥσπερ καὶ οἱ ἐκ τῆς Καππαδόκης,
[l. 3] οὓς ἐν τῷ Ἀργαίῳ φασὶ γεννᾶσθαι. λύονται δ’ εἰς
[l. 4] χυλὸν οὗτοι γαλακτώδη κατὰ τὴν χρόαν, ὥστ’ εὔδηλον ὅτι
[l. 5] λεπτυντικῆς εἰσι δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς.
[l. 6] ιζ΄. Περὶ ὀστρακίτου. Τὸν δὲ ὀστρακίτην ὀνομαζόμενον
[l. 7] λίθον ἐπαινούντων ἀκούω τινῶν ὡς ξηραντικὴν ἱκανῶς
[l. 8] ἔχοντα δύναμιν ἐκ στύψεώς τε καὶ δριμύτητος ἐπιμεμιγμένην,
[l. 9] ὥσπερ γε καὶ τὸν γεώδη καλούμενον ἀποκαθαίρειν
[l. 10] τε τὰς κόρας καὶ τιτθῶν καὶ ὄρχεων ἰᾶσθαι φλεγμονὰς,
[l. 11] ἐνιέμενοι ὕδατι. τό γε μὴν τῆς Ναξίας ἀκόνης ἀπότριμμα καὶ
[l. 12] τιτθοὺς παρθένων κωλύει πρὸς ὥρας ἐμφυσᾶσθαι καὶ παίδων
[l. 13] ὄρχεις, ὡς μετέχον δηλονότι καὶ καὶ ψυκτικῆς δυνάμεως.
[l. 14] ιη΄. Περὶ ὀφίτου. Καὶ ὀφίτης δὲ καλούμενος λίθος
[l. 15] καυθεὶς ῥυπτικῆς τε καὶ θρυπτικῆς ἐστι δυνάμεως, ὥσπερ γε
[l. 16] καὶ ἡ ὕαλος. ἱκανῶς γὰρ καὶ αὐτὴ θρύπτει πινομένη μετ’
[l. 17] οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει λίθους, ἀλλ’ οὐκ
[l. 18] ἄν τις αὐτὴν ἐν τοῖς λίθους ἀριθμοίη.
[l. 1] ιη΄. Περὶ χλωροῦ ἰάσπεώς τε καὶ ὀμφατίτεως καὶ ἱερακίτου
[l. 2] καὶ Ἰνδικοῦ. Ἰδιότητα δέ τινες ἐνίοις λίθους μαρτυροῦσι
[l. 3] τοιαύτην, οἵαν ὄντως ἔχει καὶ ὁ χλωρὸς ἴασπις,
[l. 4] ὠφελῶν τόν τε στόμαχον καὶ τὸ τῆς γαστρὸς στόμα περιαπτόμενον.
[l. 5] ἐντιθέασί τε καὶ δακτυλίῳ αὐτὸν ἔνιοι καὶ γλύφουσιν
[l. 6] ἐν αὐτῷ τὸν τὰς ἀκτῖνας ἔχοντα δράκοντα, καθάπερ
[l. 7] καὶ ὁ βασιλεὺς Νεχεψὼς ἔγραψεν ἐν τῇ τεσσαρακαιδεκάτῃ
[l. 8] βίβλῳ. τούτου μὲν οὖν τοῦ λίθου κᾀγὼ πεῖραν ἱκανὴν ἔχω,
[l. 9] καὶ ὁρμάθιόν γέ τι ποιήσας ἐκ λιθιδίων τοιούτων ἐξῆπτον
[l. 10] τοῦ τραχήλου σύμμετρον οὕτως, ὡς ψαύειν τοὺς λίθους τοῦ
[l. 11] στόματος τῆς γαστρός. ἐφαίνοντο δὲ μηδὲν ἧττον ὠφελοῦντες
[l. 12] ἢ εἰ τὴν γλυφὴν οὐκ ἔχοιεν, ἣν ὁ Νεχεψὼς ἔγραψε. τὸν
[l. 13] δ’ ὀμφατίτην λίθον ἀνὴρ ἀξιόπιστος ὄντως ἔφη τοὺς ἐχεοδήκτους
[l. 14] ὠφελεῖν περιαπτόμενον. ἀλλ’ ἔξω τῆς κατὰ μέθοδον
[l. 15] χρήσεως αἱ τοιαῦται δυνάμεις εἰσὶν, ὥσπερ γε καὶ τοῦ ἱερακίτου
[l. 16] τε καὶ Ἰνδικοῦ τὸ ἐκ τῶν αἱμοῤῥοΐδων ἱστῶντος αἷμα.
[l. 17] 13.259. κ΄. Περὶ σαπφύρου. Καὶ γὰρ οὖν καὶ ὁ σάπφυρος
[l. 18] πεπίστευται πινόμενος ὠφελεῖν τοὺς ὑπὸ σκορπίου πληγέντας.
[l. 1] κα΄. Περὶ ἀφροσελίνου. Καὶ ὁ ἀφροσέλινος καλούμενος
[l. 2] καὶ τοὺς ἐπιλήπτους, οὐ μὴν ἡμεῖς ἐπειράθημεν. εἰσὶ
[l. 3] δὲ καὶ ἄλλοι τινὲς λίθοι περιαπτόμενοι πρός τινων, ἔνιοι δὲ
[l. 4] καὶ χαρακτῆράς τινας ἐγγραφομένους ἔχοντες καὶ γράμματα,
[l. 5] καθάπερ καὶ ὁ πρὸς τὰς αἱμοῤῥοΐδας ἥρμοκεν ἱερακίτης, οὗ
[l. 6] καὶ ἡμεῖς ἐπειράθημεν. ἀλλ’ οὐ νῦν περὶ τῶν τοιούτων λέγειν
[l. 7] καιρὸς ἐξ ἐμπειρίας μόνης ἐχόντων τὴν πίστιν, οὐ κατὰ
[l. 8] μέθοδόν τινα λογικὴν εἰς χρῆσιν ἠγμένων. ἄλλος οὖν ὁ περὶ
[l. 9] τούτων ἔσται καιρός τε καὶ τόπος. νυνὶ δ’ ἐπὶ τὸ προκείμενον
[l. 10] ἐξ ἀρχῆς ἡμῖν ἐν ὅλῃ τῇ πραγματείᾳ πάλιν ἀνέλθωμεν.
[l. 11] Περὶ τῶν μεταλλικῶν φαρμάκων. α΄. Περὶ
[l. 12] κοινῶν τῶν μετάλλων λόγων τε καὶ συστάσεων καὶ δυνάμεων.
[l. 13] Μεταλλικὰ φάρμακα προσαγορεύειν ἔθος ἐστὶν τοῖς
[l. 14] ἰατροῖς ὧν ἡ γένεσις ἐν τοῖς μετάλλοις ἐστὶν, ἤτοι γε αὐτοφυὴς
[l. 15] 2.124. ἢ διὰ καμίνου γινομένη. καὶ τρίτα γε πρὸς
[l. 16] αὐτοῖς ἐστιν ὅσα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι συσκευάζουσιν
[l. 17] καθ’ ὁντιναοῦν τρόπον, οἷον ψιμμύθιον, ψωρικὸν,
[l. 18] σάνδικα, φύκον. ἐφεξῆς οὖν ὑπὲρ ἁπάντων εἰρήσεται
[p. 12.209]
[l. 1] κατὰ τὴν τῶν γραμμάτων τάξιν, ἀφ’ ὧν ἄρχεται τῶν ὀνομάτων
[l. 2] ἕκαστον, ἐκεῖνο πρότερον ὑπὲρ ἁπάντων αὐτῶν κοινῇ
[l. 3] προειποῦσιν ἡμῖν, ὥσπερ ἐπί τε τῶν λίθων ἐποιήσαμεν ὀλίγον
[l. 4] ἔμπροσθεν ἐπί τε τούτων ἀνώτερον περὶ τῆς φαρμακώδους
[l. 5] γῆς. ὥσπερ γὰρ ἐκεῖνα, κατὰ τὸν αὐτὸν τρόπον καὶ
[l. 6] τὰ μεταλλικὰ πάντα φάρμακα κοινὸν ἔχει τὸ ξηραίνειν. γεώδης
[l. 7] γὰρ αὐτῶν ἐστιν ἡ οὐσία, κατὰ τὸ τῆς στοιχειώδους γῆς
[l. 8] σημαινόμενον ὀνομάζοντός μου νῦν. ἀλλ’ ὥσπερ ὑφ’ ἡμῶν
[l. 9] ἐκ τῆς κεραμίτιδος γῆς οἱ πίθοι τε καὶ αἱ κεραμίδες αἵ τε
[l. 10] χύτραι καὶ τἄλλα τὰ τοιαῦτα γίνεται, διὰ πυρὸς ἐκφρυγέντος
[l. 11] αὐτῆς τοῦ νοτεροῦ σκληρυνθέντας, τὸν αὐτὸν τρόπον
[l. 12] ἐν τῇ γῇ θερμασίας πολυχρονίου τὴν μικτὴν οὐσίαν
[l. 13] ἐκ γῆς καὶ ὕδατος, ἐνίοτε δὲ καὶ ἀέρος ἑνοῦντός τε καὶ
[l. 14] κεραννύντος, εἶτα ξηραίνοντος, αἱ συστάσεις γίνονται τῶν
[l. 15] μεταλλικῶν φαρμάκων. ἡ δὲ τῶν χωρίων φύσις ἐν οἷς ταῦτα
[l. 16] συνίσταται παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον εἶναι ψυχρὰ τὰ
[l. 17] μὲν μᾶλλον πήγνυσι, τὰ δ’ ἧττον. ὥσπερ οὖν ἐν ταῖς τῆς
[l. 18] γῆς διαφοραῖς πλείστη μὲν ἡ οὐσία τῆς στοιχειώδους γῆς,
[p. 12.210]
[l. 1] ὀλίγη δὲ ἡ τοῦ ἀερώδους, οὕτως ἐν τοῖς μεταλλευτοῖς πολὺ
[l. 2] τῆς πυρώδους ἐγκέκραται. μεταξὺ δ’ αὐτῶν εἰσιν αἱ λίθοι,
[l. 3] διὸ καὶ τὰ πλεῖστα τῶν μεταλλικῶν φαρμάκων πλυνόμενα
[l. 4] τὰ μὲν ἅπαξ ἢ δὶς, τὰ δὲ πλεονάκις, εἰς τὰς ἀδήκτως ξηραινούσας
[l. 5] δυνάμεις γίγνεται χρήσιμα. οὕτω μὲν οὖν οἱ κοινοὶ
[l. 6] λόγοι, οὓς περὶ πάντων αὐτῶν ἀναγκαῖον προεγνῶσθαι· λεχθήσονται
[l. 7] δ’ ἐφεξῆς οἱ καθ’ ἕκαστον ἴδιον κατὰ τὴν τῶν
[l. 8] γραμμάτων τάξιν, ἀφ’ ὧν αἱ προσηγορίαι τῶν φαρμάκων
[l. 9] ἄρχονται.
[l. 10] 13.260. β΄. Περὶ ἁλῶν. Ἅλες. εἰσὶ μὲν καὶ οὗτοι ἐκ
[l. 11] τῆς θαλάσσης γενόμενοι κατὰ τὰς καλουμένας ἅλας, ὧν κᾀν
[l. 12] τοῖς θαλαττίοις φαρμάκοις μνημονεύσομεν. εἰσὶ δὲ καὶ οἱ
[l. 13] ὀρυκτοὶ καλούμενοι τῷ τῶν μεταλλικῶν φαρμάκων περιλαμβανόμενοι
[l. 14] γένει. δύναμιν δ’ ἔχουσι παραπλησίαν ἀλλήλοις
[l. 15] ἅπαντες οἵ τ’ ὀρυκτοὶ καὶ οἱ ἀπὸ τῆς θαλάττης, ὑπὲρ ὧν
[l. 16] εἴρηται μὲν πρόσθεν ἐν τῷ τετάρτῳ γράμματι κατ’ ἐκεῖνον
[l. 17] τὸν λόγον ἡνίκα τὸν ἁλυκόν τε καὶ ἁλμυρὸν χυμὸν ἀπὸ
[l. 18] πικροῦ διωρίζομεν. εἰρήσεται δὲ καὶ νῦν ὡς ὁ μὲν ἐν τοῖς
[l. 19] ἀφρονίτροις πικρός τέ ἐστι καὶ ῥυπτικὸς, ὁ δ’ ἐν τοῖς ἁλσὶ
[p. 12.211]
[l. 1] τοσοῦτον ἀπολείπεται κατὰ τὸ ῥύπτειν, ὅσον πλεονεκτεῖ
[l. 2] κατὰ τὴν στύψιν. ἔστι γὰρ μικτὸς ἐκ δυοῖν ποιοτήτων, ῥυπτικῆς
[l. 3] τε καὶ στυπτικῆς. ὅτι δ’ ἱκανῶς ἀμφότεροι ξηραίνουσιν
[l. 4] ἐδέδεικτο καὶ πρόσθεν. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν
[l. 5] ὁ τοῦ λίτρου.
[l. 6] γ΄. Περὶ ἀρμενιακοῦ. Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν
[l. 7] ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. μίγνυται
[l. 8] τοιγαροῦν ὡς τοιοῦτο καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, καὶ
[l. 9] αὐτὸ δὲ καθ’ αὑτὸ λειώσαντες καὶ χνοῶδες ἐργασάμενοι χρῶνται
[l. 10] ξηρῷ πρὸς αὔξησιν τῶν ἐν τοῖς βλεφάροις τριχῶν, ὅταν
[l. 11] ὑπὸ δριμύτητος χυμῶν τινὲς μὲν ἐκπίπτοντες αὐτῶν, τινὲς
[l. 12] δὲ ἀναυξεῖς καὶ ἄτροφοι γίγνωνται. τὰς γὰρ δριμύτητας ταύτας
[l. 13] ἐπιδαπανῆσαν εἰς τὴν κατὰ φύσιν εὐεξίαν ἐπανάγειν
[l. 14] τὸ μόριον, οὗ τά τ’ ἄλλα καὶ τὸ φύειν καὶ αὔξειν καὶ ῥωννύναι
[l. 15] τὰς τρίχας τῶν βλεφάρων ὑπάρχει. τινὰ μὲν γὰρ αὐτῶν
[l. 16] ἐστιν ἄντικρυς τῶν φαρμάκων ἔργα, τινὰ δὲ διὰ μέσης
[l. 17] τῆς τῶν ζώων σωμάτων διοικούσης φύσεως, καθάπερ καὶ
[l. 18] τὰ τούτων αὐτῶν καλλιβλέφαρα προσαγορεύουσιν· αὐτὰ μὲν
[p. 12.212]
[l. 1] γὰρ ξηραίνει μετρίως τὰ μετρίως βεβλαμμένα μόρια, τὴν
[l. 2] φθείρουσαν τὰς τρίχας ὑγρότητα δαπανῶντα. ταύτης δὲ ἀπολομένης
[l. 3] ἡ φύσις ἐπὶ τὰς ἰδίας ἐνεργείας ἀφικνεῖται τῶν
[l. 4] τέως αὐτὴν ἐμποδιζόντων οὐκέτ’ ἐνόντων.
[l. 5] δ΄. Περὶ ἀῤῥενικοῦ. Ἀῤῥενικὴ ἢ ἀῤῥενικὸν, ἑκατέρως
[l. 6] γὰρ ὀνομάζεται, καυστικῆς ἐστι δυνάμεως, ἄκαυτόν τε καὶ
[l. 7] κεκαυμένον. εὔδηλον δ’ ὅτι καὶ λεπτομερέστερον γίγνεται καυθέν.
[l. 8] χρῶνται δ’ αὐτῷ καὶ εἰς τὰς ψιλώσεις τῶν τριχῶν ὡς
[l. 9] ἀποκαίοντι· εἰ χρονίσειέ γε, καὶ αὐτοῦ τοῦ δέρματος ἅπτεται.
[l. 10] ε΄. Περὶ ἀφρολίτρου. Ἀφρόλιτρον ἀφρονίτρου διαφέρει.
[l. 11] νίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον
[l. 12] ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι. καὶ γὰρ καὶ λευκός
[l. 13] ἐστιν, οὐχ ὥσπερ τὸ τῆς Ἀσίας πέτρας ἄνθος τεφρώδης.
[l. 14] ἀφρόνιτρον δ’ οὐκ ἀλευρῶδες οὐδὲ διαλελυμένον, ἀλλὰ πεπηγός
[l. 15] ἐστιν καὶ συνεστὸς, ᾧ πάντες οἱ ῥυπῶντες ἐν τοῖς
[l. 16] βαλανείοις ὁσημέραι χρῶνται, ῥυπτικὴν ἔχοντι δύναμιν, ὡς
[l. 17] μὴ μόνον ἀποσμῆξαι ῥύπον, ἀλλὰ καὶ κνησμὸν ἰάσασθαι,
[l. 18] διαφορουμένων ὑπ’ αὐτοῦ τῶν ἐργαζομένων αὐτὸν ἰχώρων.
[p. 12.213]
[l. 1] εἰκότως οὖν δι’ αὐτοῦ σκευάζουσιν ἰατροὶ πολλὰ τῶν διαφορούντων
[l. 2] φαρμάκων. ὁ δ’ ἀφρὸς τοῦ νίτρου τῆς αὐτῆς
[l. 3] μέν ἐστι φύσεως καὶ δυνάμεως τῷ νίτρῳ, λεπτομερεστέραν
[l. 4] δ’ ἔχει τὴν οὐσίαν. ἐῤῥέθη γε μὴν ὀλίγον ἔμπροσθεν ἐν τῷ
[l. 5] μεταξὺ κατὰ τὴν δύναμιν εἶναι τὸ ἀφρόλιτρον ἀφρονίτρου
[l. 6] 13.261. τε καὶ ἁλῶν. ἀφρολίτρῳ μὲν γὰρ ἡ ῥυπτικὴ δύναμις
[l. 7] ὑπάρχει μόνη, τοῖς δ’ ἁλσὶ καὶ ἡ στυπτικὴ, πολὺ πλείων
[l. 8] δὲ ἡ ῥυπτική.
[l. 9] στ΄. Περὶ γύψου. Γύψος καὶ αὐτὴ πρὸς τῇ κοινῇ
[l. 10] πάντων τῶν γεωδῶν σωμάτων καὶ λιθωδῶν δυνάμει, καθ’
[l. 11] ἣν ἐλέγετο ξηραίνειν, ἔτι καὶ τοῦτο προσείληφεν, ὅτι ἐμπλαστικῆς
[l. 12] τ’ ἐστὶ δυνάμεως. ἑνοῦται γὰρ αὐτὴ πρὸς αὑτὴν
[l. 13] καὶ πήγνυται καὶ λιθοῦται βρεχεῖσα, διὸ καὶ τοῖς πρὸς αἱμοῤῥαγίαν
[l. 14] ἁρμόττουσι φαρμάκοις ξηροῖς μίγνυται χρησίμως.
[l. 15] αὐτὴ γὰρ μόνη καθ’ αὑτὴν λιθώδης γίγνεται καὶ σκληρὰ
[l. 16] πηγνυμένη, καὶ διὰ τοῦτο ἐπενόησα δεύειν αὐτὴν ὠοῦ τῷ
[l. 17] λεπτῷ καὶ λευκῷ, τῷ πρὸς τὰς ὀφθαλμίας χρησίμῳ, μιγνὺς
[l. 18] ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, ὃ προσίζει τοῖς τοίχοις
[p. 12.214]
[l. 1] κατὰ τοὺς μύλωνας. ἀναλαμβάνειν δὲ χρὴ τὸ οὕτως φυραθὲν
[l. 2] ἁπαλαῖς ταῖς θριξὶν λαγῴαις, ἢ καί τισι τῶν ὁμοίως
[l. 3] μαλακῶν.
[l. 4] ζ΄. Περὶ γύψου κεκαυμένης. Καυθεῖσα δὲ γύψος τὸ
[l. 5] μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτομερεστέρα δὲ καὶ ξηραντικωτέρα
[l. 6] γίγνεται, καὶ μέντοι καὶ ἀποκρουστικὴ, καὶ μάλισθ’
[l. 7] ὅταν ὀξυκράτῳ δευθῇ.
[l. 8] η΄. Περὶ διφρυγοῦς. Διφρυγὲς μικτῆς ἐστι ποιότητος
[l. 9] καὶ δυνάμεως. ἔχει γάρ τι καὶ μετρίως στῦφον ἐν αὑτῷ καὶ
[l. 10] δριμὺ μετρίως, διὸ καὶ 2.125. τῶν κακοήθων ἑλκῶν ἀγαθόν
[l. 11] ἐστι φάρμακον. ἐκόμισα δὲ καὶ τούτου τοῦ φαρμάκου πολύ
[l. 12] τι πλῆθος ἐκ τῶν ἐν Κύπρῳ Σόλων, ἔνθα τὸ μέταλλόν
[l. 13] ἐστιν, ὡς ἀπὸ σταδίων τῆς πόλεως τριάκοντα. ἔῤῥιπτο γὰρ
[l. 14] ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε προκειμένου κατὰ τὸ μέταλλον
[l. 15] οἴκου καὶ τῆς ὑποκειμένης αὐτῷ κώμης. ὁ δὲ προεστὼς ἐπίτροπος
[l. 16] τοῦ μετάλλου τὸ μετὰ τὴν. καδμείαν εὑρισκόμενον
[l. 17] ἄχρηστον ἔλεγεν ὑπάρχειν αὐτὸ, διὸ καὶ ῥίπτεσθαι παραπλησίως
[l. 18] τῇ κατὰ τὰς ἑστίας τέφρᾳ τῶν καόντων ξύλων. πολύχρηστον
[p. 12.215]
[l. 1] δ’ ἱκανῶς ἐγένετό μοι τὸ φάρμακον τοῦτο πρός
[l. 2] τε τὰ κατὰ τὸ στόμα σηπεδονώδη τῶν ἑλκῶν, αὐτό τε καθ’
[l. 3] αὑτὸ καὶ μετὰ μέλιτος ἀπηφρισμένον καὶ πρὸς συνάγχην,
[l. 4] ὅταν ἤδη φθάνῃ διὰ τῶν στυφόντων ἀνεσταλμένον τὸ ἐπιῤῥέον.
[l. 5] καὶ γαργαρεῶνα δὲ ἀποτεμὼν αὐτῷ μόνῳ παραχρῆμά
[l. 6] τε καὶ μέχρι συνουλώσεως ἐχρησάμην, πολλάκις ἐσφραγισμένην
[l. 7] ἀκριβῶς οὐλὴν ἐργαζομένῳ καὶ τούτου τοῦ μορίου καὶ
[l. 8] πάντων τῶν ἑλκωθέντων. οὕτω δὲ καὶ κατὰ τῶν ἐν αἰδοίοις
[l. 9] τε καὶ ἕδρᾳ πάντων ἑλκῶν. ἡ δὲ χρῆσις ὁμοία τοῖς
[l. 10] κατὰ τὸ στόμα. καὶ γὰρ καὶ χαίρει πως τοῖς αὐτοῖς φαρμάκοις
[l. 11] τὰ μέρη θερμὰ καὶ ὑγρὰ παραπλησίως ὄντα. προσάπτεται
[l. 12] δὲ ὁ τοιοῦτος λόγος ἤδη καὶ τῆς περὶ συνθέσεως
[l. 13] φαρμάκων πραγματείας. ἐάσαντες οὖν αὐτὸν ἐπὶ τὸ προσκείμενον
[l. 14] ἴωμεν, αὐτὴν τὴν καθόλου δύναμιν ἑκάστου λέγοντες
[l. 15] φαρμάκου, ὥσπερ καὶ τοῦ διφρυγοῦς εἴπομεν. προσθήσω
[l. 16] δή τι τῷ κατ’ αὐτὸ λόγῳ χρήσιμον οὐ περὶ διφρυγοῦς μόνον
[l. 17] γινώσκειν, ἀλλὰ καὶ περὶ Λημνίας σφραγῖδος καὶ πομφόλυγος
[l. 18] καὶ ὀποβαλσάμου καὶ λυκίου τοῦ Ἰνδικοῦ. τούτων
[p. 12.216]
[l. 1] γὰρ ἔμαθον ἔτι μειράκιον ὢν σκευασίας, ἀδιάγνωστον
[l. 2] 13.262. τὸ σκευασθὲν ἐργαζόμενος τῶν ἀληθινῶν. ἦν δὲ ὁ διδάξας
[l. 3] ἄνθρωπος ἐπὶ μισθῷ μεγάλῳ περιεργότατος οὐκ ἐς ταῦτα
[l. 4] μόνον, ἀλλὰ καὶ ἄλλα παραπλήσια. διὰ τοῦτο τοιγαροῦν ἔς
[l. 5] τε Λῆμνον καὶ Κύπρον καὶ τὴν Παλαιστίνην Συρίαν ἐσπούδασα
[l. 6] πορευθεὶς ἑκάστου· τῶν φαρμάκων τούτων πολὺ πλῆθος
[l. 7] εἰς ὅλον ἐμαυτοῦ παραθέσθαι τὸν βίον, ἀλλὰ καὶ τὸ
[l. 8] λύκιον τὸ Ἰνδικὸν ἀρτίως ἐνηνεγμένον ἐς Φοινίκην ἅμα
[l. 9] τῇ Ἰνδικῇ ἀλόῃ κατ’ ἐκεῖνον τὸν χρόνον εὐτύχησα λαβεῖν,
[l. 10] ἡνίκα τὴν ἀπὸ τῆς Παλαιστίνης ὁδὸν ἐπανῄειν, αὐτῷ τε
[l. 11] τῷ κεκομίσθαι διὰ τῶν καμήλων, σὺν τῷ παντὶ φορτίῳ,
[l. 12] πεισθεὶς Ἰνδικὸν ὑπάρχειν αὐτὸ καὶ τῷ τὸ νοθευόμενον οὐ
[l. 13] δύνασθαι πρὸς τῶν κομιζόντων γινώσκεσθαι, τῆς ὕλης ἐξ ἧς
[l. 14] σκευάζεται κατὰ τοὺς τόπους ἐκείνους μὴ γεννωμένης. ἄμεινον
[l. 15] δ’ ἔδοξέ μοι οὐδαμῶς γράφειν τὰς τῶν νόθων συνθέσεις,
[l. 16] τῶν πονηρῶν ἀνθρώπων ἕρμαιον ἡγουμένων τὰ τοιαῦτα
[l. 17] μανθάνειν. οὐδὲ γὰρ ἀναγκαῖον ἅμα τοῖς διαγνώσεσιν
[l. 18] τῶν ἀληθινῶν καὶ γνησίων τὰς τῶν νόθων συνθέσεις
[p. 12.217]
[l. 1] γινώσκειν, μηδέν γε συντελούσας εἰς τὴν διάγνωσιν αὐτῶν.
[l. 2] ἐβουλόμην δ’ ἂν, εἴ μοι δυνατὸν ἦν, καὶ τὰς παρὰ τοῖς ἐμοῦ
[l. 3] πρεσβυτέροις τῶν παραπεποιημένων φαρμάκων σκευασίας
[l. 4] ἀπαλεῖψαι.
[l. 5] θ΄. Περὶ θείου. Ἅπαν μὲν θεῖον ἑλκτικῆς ἐστι δυνάμεως,
[l. 6] θερμὸν μὲν τῇ κράσει, λεπτομερὲς δὲ κατὰ τὴν οὐσίαν
[l. 7] ὑπάρχον, ὡς καὶ πρὸς πολλὰ τῶν ἰοβόλων ἀνθίστασθαι.
[l. 8] ἔγωγ’ οὖν ἐπί τε τρυγόνος θαλασσίας καὶ δράκοντος
[l. 9] ἐχρησάμην αὐτῷ πολλάκις, ἁλιεῖς τέ τινας διδάξας ἤκουσα
[l. 10] μετὰ χρόνον αὐτῶν ἐπαινούντων μεγάλα τὸ φάρμακον. ἡ
[l. 11] δὲ χρῆσις γίνεται καὶ ξηροῦ κατὰ τοῦ νύγματος ἐπιπαττομένου
[l. 12] τοῦ φαρμάκου καὶ σιάλου μεμιγμένου. καὶ γὰρ καὶ
[l. 13] τοῦτο ἐπινοήσας εὗρον ὑπὸ τῆς πείρας μαρτυρούμενον,
[l. 14] ἐπενόησα δὲ καὶ δι’ οὔρου δευθὲν αὐτὸ ποιήσειν. εὐπόριστα
[l. 15] γὰρ ἁλιεῖς ὅλως ἐδίδασκον φάρμακα, καὶ σὺν ἐλαίῳ δὲ παλαιῷ
[l. 16] καὶ σὺν μέλιτι καὶ σὺν ῥητίνῃ τερμινθίνῃ καλῶς ἂν
[l. 17] ἔφην αὐτοὺς χρήσασθαι. καὶ μέντοι καὶ πάντων τούτων ἡ
[l. 18] πεῖρα τὴν κρίσιν ἐποιήσατο. καὶ ψώρας δὲ καὶ λειχῆνας καὶ
[p. 12.218]
[l. 1] λέπρας οὐκ ὀλιγάκις ἰασάμην τῷ φαρμάκῳ τῷδε, μετὰ ῥητίνῃ
[l. 2] τερμινθίνῃ. ἀποῤῥύπτει γὰρ τὰ τοιαῦτα πάντα πάθη
[l. 3] χωρὶς τοῦ πρὸς τὸ βάθος ἀποκρούεσθαι, πολλῶν ἄλλων
[l. 4] φαρμάκων τῶν ἰωμένων αὐτὰ μικτὴν ἐχόντων δύναμιν ὡς
[l. 5] διαφορεῖν τε καὶ ἀποκρούεσθαι.
[l. 6] ι΄. Περὶ ἰοῦ. Ἰὸς δριμεῖαν ἔχει γευομένοις ποιότητα
[l. 7] διαφορητικός τε καὶ καθαιρετικὸς καὶ τηκτικὸς ὢν οὐχ ἁπαλῆς
[l. 8] μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός. εἴρηται δ’ ἐν τοῖς
[l. 9] ἔμπροσθεν ὡς ἔνιοι πολλὰ τῶν τοιούτων φαρμάκων ἐπουλωτικὰ
[l. 10] καλοῦσιν, ἐπειδὴ λειώσαντες αὐτὸν καὶ χνοώδη ποιήσαντες,
[l. 11] ἅπτονται τῶν ὑπερσαρκούντων ἑλκῶν διὰ μήλης πυρῆνος.
[l. 12] εἶτα καὶ τὴν ὑστεραίαν εὑρίσκουσιν προσεσταλμένα,
[l. 13] καίτοι γε γινώσκοντες ὡς εἰ βραχεῖ πλέον ἐπιθεῖεν, οὐ κατεσταλμένον,
[l. 14] ἀλλὰ καὶ καταβιβρωσκόμενον εὑρήσουσι τὸ ἕλκος·
[l. 15] τήκει γὰρ καὶ διαφορεῖ τὴν σάρκα, τῶν ἐπουλωτικῶν φαρμάκων
[l. 16] 13.263. συναγόντων τε καὶ πιλούντων καὶ σφιγγόντων
[l. 17] καὶ τυλούντων αὐτήν. ἔστι δὲ καὶ τῇ γεύσει δακνώδης, οὐ
[l. 18] μόνον τοῖς ἕλκεσιν ὁ ἰός. εἰ δέ τις μίξειεν ὀλίγον κηρωτῇ
[p. 12.219]
[l. 1] πολλῇ, ῥυπτικὸν ἀδήκτως γίνεται τὸ μικτὸν ἐξ ἀμφοῖν. εἴρηται
[l. 2] δ’ ἔμπροσθεν ὑπὲρ τῆς φύσεως τῶν τοιούτων φαρμάκων,
[l. 3] ὅπως τε παραλογίζονταί τινες ἑαυτοὺς ἐκ τῶν τοιούτων
[l. 4] συνθέσεων, ἤτοι σαρκωτικὴν ἢ ἐπουλωτικὴν δύναμιν
[l. 5] οἷς οὐ χρὴ προσάπτοντες φαρμάκοις, οὐκ αὐτοῖς τοῦτο ποιεῖν
[l. 6] πεφυκόσιν, ἀλλὰ τοῖς ἐξ αὐτῶν συντελοῦσιν συγκειμένοις.
[l. 7] ια΄. Περὶ καδμείας. Καδμεία γίνεται μὲν καὶ κατὰ
[l. 8] τὴν ἐν ταῖς καμίνοις γένεσιν τοῦ χαλκοῦ, τῆς γῆς ὅλης ἐκείνης
[l. 9] ἐξ ἧς ὁ χαλκὸς γεννᾶται κατὰ τὴν καμινείαν ἀναπεμπούσης
[l. 10] εἰς ὕψος οἷον αἴθαλόν τινα ἢ ἄσβολον, ἢ αἰθάλην γε
[l. 11] καὶ ἀσβόλην, ὡς ἂν ἐθέλῃ τις καλεῖν. εἰ δ’ οὐ γῆν, ἀλλὰ
[l. 12] λίθον ἐθέλεις καλεῖν, ἐξ οὗ διακρινομένου κατὰ τὰς καμίνους
[l. 13] τὸ μέν τι χαλκὸς γίνεται, τὸ δὲ καδμεία, τὸ δὲ διφρυγὲς,
[l. 14] διαφερέτω μηδέν. γίγνεται δὲ καὶ ἐν τοῖς ἀργυρίοις μετάλλοις
[l. 15] κατὰ τὴν ὁμοίαν διάκρισιν ἢ γένεσιν ἢ ὅπως ἂν
[l. 16] ἐθέλῃς ὀνομάζειν. ἀλλὰ καὶ τοῦ πυρίτου λίθου καμινευομένου
[l. 17] γίγνεται καδμεία. καὶ χωρὶς δὲ καμίνου καδμεία κατὰ Κύπρον
[l. 18] εὑρίσκεται, καὶ δικαίως ἄν τις τὴν τοιαύτην ὀνομάζοι
[p. 12.220]
[l. 1] λίθον. ἐν γοῦν τοῖς Σόλοις τῆς ἐν ταῖς καμινείαις γεννωμένης
[l. 2] καδμείας ὀλίγιστον ἦν ἔτι καθ’ ὃν ἐγὼ χρόνον ἐπεδήμησα
[l. 3] τῇ νήσῳ. λίθους δὲ λαβὼν παρὰ τοῦ τοῖς μετάλλοις
[l. 4] ἐπιτεταγμένου κατά τε τὰ ὄρη καὶ τοὺς ῥύακας εὑρισκομένους,
[l. 5] οὓς εἰς Ἀσίαν τε καὶ Ἰταλίαν κομίσαντός μου, μέγιστον
[l. 6] δῶρον ἐδόκουν οἱ φίλοι λαμβάνειν, ὡς τῆς ἄλλης καδμείας
[l. 7] ἐκείνην οὖσαν ἀμείνονα. τὴν τοιαύτην μὲν οὖν εἰκότως
[l. 8] ἄν τις ὀνομάζοι λιθώδη καδμείαν, τῆς δὲ καμινευομένης
[l. 9] ἡ μέν τις βοτρυῗτις, ἡ δὲ πλακῖτις ὑπὸ τῶν ἰατρῶν καλεῖται·
[l. 10] βοτρυῗτις μὲν ἡ ἐν τοῖς ὑψηλοτέροις μέρεσι τῶν οἴκων
[l. 11] ἀθροιζομένη κατὰ τὰς καμινείας, πλακῖτις δὲ ἡ ἐν τοῖς ταπεινοτέροις.
[l. 12] καὶ πρόδηλον ὅτι λεπτομερεστέρα μὲν 2.126. ἡ
[l. 13] βοτρυῗτίς ἐστι, παχυμερεστέρα δὲ ἡ πλακῖτις, ἀμφότεραι δὲ
[l. 14] ξηραντικῆς δυνάμεως, ὥσπερ καὶ τἄλλα τὰ μεταλλευόμενά
[l. 15] τε καὶ λιθώδη καὶ γεώδη. πρὸς δὲ τῇ ξηραντικῇ καὶ τὴν
[l. 16] ῥυπτικὴν μετρίως ἔχει. ἥ γε μὴν ἐκ τῶν καμίνων ἐξ ἀνάγκης
[l. 17] ἔχει τι καὶ τῆς τοῦ πυρὸς δυνάμεως. εἰκότως οὖν πλύνοντες
[l. 18] αὐτὴν φάρμακον ἐργάζονται ξηραῖνόν τε καὶ ῥύπτον
[p. 12.221]
[l. 1] μετρίως ἄνευ δήξεως ὡς εἰς τὰ πληρώσεως ἕλκη δεόμενα
[l. 2] κατά τε τοὺς ὀφθαλμοὺς καὶ τὸ πᾶν σῶμα χρήσιμον. τὰ δὲ
[l. 3] λίαν ὑγρὰ τῶν ἑλκῶν ἢ σηπεδονώδη κατὰ μὲν τὰ πάνυ μαλακὰ
[l. 4] τῶν σωμάτων, οἷα τὰ τῶν εὐνούχων τε καὶ παίδων
[l. 5] καὶ γυναικῶν ἐστιν, ὀνίνησιν ἡ τοιαύτη καδμεία· κατὰ δὲ τὰ
[l. 6] σκληρὰ καὶ σύντονα τῶν εὐτονώτερον ξηραινόντων ἐστὶ χρεία
[l. 7] φαρμάκων. ἀεὶ τοίνυν χρὴ μεμνῆσθαι πρὸς τὴν εὔκρατόν τε
[l. 8] καὶ μέσην τῶν ὑπερβολῶν φύσιν ἀναφέρεσθαι τὸν λόγον ἐν
[l. 9] ἅπασι τοῖς ἁπλῶς λεγομένοις, οἷον ὅτε εἴπωμεν ἤτοι πληρωτικὸν
[l. 10] ἑλκῶν ἢ ἐπουλωτικὸν εἶναι φάρμακον, ἢ ἄλλο ὁτιοῦν
[l. 11] ἄλλο ποιοῦν, πρὸς ἣν καὶ ἡμεῖς νῦν ἀναφέροντες ξηραντικὴν
[l. 12] καὶ βραχέως ῥυπτικὴν τῇ καδμείᾳ τὴν δύναμιν εἶναί
[l. 13] φαμεν, ἐν δὲ τῇ κατὰ θερμότητά τε καὶ ψύξιν διαφορᾷ
[l. 14] σύμμετρός πώς ἐστιν οὐδέτερον ἐπιφανῶς ἐργαζομένη.
[l. 15] 13.264. ιβ΄. Περὶ κινναβάρεως. Κιννάβαρι δριμείας μετρίως
[l. 16] δυνάμεώς ἐστιν, ἔχει δέ τι καὶ στύψεως.
[l. 17] ιγ΄. Περὶ κισσήρεως. Κίσσηρις ἐάν τ’ ἐν τοῖς μεταλλευτοῖς
[p. 12.222]
[l. 1] τάξῃς αὐτὴν, ἐγκαλέσουσιν οἱ φιλεγκλήμονες, ἄν τ’ ἐν
[l. 2] τοῖς λίθοις, οὐ συγχωρήσουσι λίθον εἶναι, πολὺ δὲ μᾶλλον
[l. 3] οὐδὲ γῆν, οὐδὲ τῶν ἐκ θαλάττης τι. καὶ μὴν δεῖ ποτε περὶ
[l. 4] αὐτῆς εἰπεῖν, ἐμβαλλομένης εἴς τε τὰ σαρκωτικὰ φάρμακα
[l. 5] καὶ τὰ τῶν ὀδόντων ῥυπτικά. τοῦτο μὲν οὖν ἀκαύτου, τοῦτο
[l. 6] δὲ κεκαυμένης, ἡνίκα καὶ λεπτομερεστέρα γίνεται τοῖς ἄλλοις
[l. 7] τοῖς κεκαυμένοις ἅπασι παραπλησίως, ἀλλ’ ἐν τῇ καύσει
[l. 8] προσλαμβάνει τι δριμὺ, καὶ ἀποτίθεταί γε πάλιν αὐτὸ πλυνομένη.
[l. 9] δόξειε δ’ ἂν τοὺς ὀδόντας λαμπρύνειν οὐ τῇ δυνάμει
[l. 10] μόνον, ἀλλὰ καὶ τῇ τραχύτητι, καθάπερ εἰ καὶ σμύριν
[l. 11] ἢ ὄστρακον ἤ τι τοιοῦτον λειώσας προσφέροις, ἅτινα καὶ
[l. 12] αὐτὰ λαμπρύνει τάχα κατ’ ἄμφω, διότι τε ῥυπτικὸν ἔχει
[l. 13] τι καὶ τῇ τραχύτητι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ κεκαυμένα
[l. 14] κέρατα λαμπρυντικὰ τῶν ὀδόντων ἐστίν.
[l. 15] ιδ΄. Περὶ κονίας τῆς ἐκ τῆς τέφρας. Κονία. τῆς τέφρας
[l. 16] πλυθείσης ἡ κονία γίνεται, τέφραν δὲ τὸ ὑπόλειμμα
[l. 17] τῶν κεκαυμένων σωμάτων ὀνομάζουσιν οἱ Ἕλληνες, ἐάν τε
[l. 18] λιθώδη τὴν φύσιν, ἐάν τε δένδρων ἢ ζώων ᾖ μόρια. κατὰ
[p. 12.223]
[l. 1] τὴν φύσιν οὖν τοῦ πλυνομένου καὶ ἡ κονία γίνεται, τοῦ
[l. 2] μὲν ἐμπύρευμα δριμύτατον ἔχοντος δριμυτάτη, τοῦ δὲ μὴ
[l. 3] τοιούτου μετριωτέρα, διὸ καὶ ταῖς σηπταῖς λεγομέναις δυνάμεσι
[l. 4] μίγνυται καυστικὴν ἔχουσα θερμότητα, τῷ λεπτομερεῖ
[l. 5] τῆς οὐσίας ἀνωδύνως κάουσα.
[l. 6] ιε΄. Περὶ κυανοῦ. Κυανὸς εἴτ’ ἀρσενικῶς εἴτε θηλυκῶς
[l. 7] ἐθέλεις ὀνομάζειν τὸ φάρμακον τοῦτο, δριμείας ἐστὶν
[l. 8] δυνάμεως, καθαιρετικῆς τε καὶ διαφορητικῆς πλέονος ἢ κατὰ
[l. 9] τὸ κιννάβαρι· μετέχει δὲ καὶ στύψεως.
[l. 10] ιστ΄. Περὶ λεπίδος τῆς ἀπὸ χαλκοῦ καὶ σιδήρου καὶ
[l. 11] στομώματος. Λεπὶς ἡ μέν τίς ἐστι. χαλκοῦ πολύχρηστον
[l. 12] φάρμακον, ἡ δέ τις σιδήρου τε καὶ στομώματος. ὀνομάζουσι
[l. 13] δέ τινες καὶ ἡλῖτιν λεπίδα. ξηραίνουσι μὲν οὖν ἰσχυρῶς
[l. 14] ἅπασαι, διαφέρουσι δ’ ἀλλήλων αὐτῷ τε τῷ ξηραίνειν
[l. 15] ἧττόν τε καὶ μᾶλλον καὶ τῷ παχυμερεστέρας ἢ λεπτομερεστέρας
[l. 16] οὐσίας εἶναι καὶ τῷ στύψεως μετέχειν ἧττόν τε καὶ
[l. 17] μᾶλλον. ἡ μὲν οὖν ἡλῖτις ἐν τῷ ξηραίνειν πρωτεύει. καὶ
[p. 12.224]
[l. 1] γὰρ καὶ λεπτομερεστέρα τῶν ἄλλων ἐστὶν, προσειληφυῖά τι
[l. 2] καὶ ἰοῦ, στύψεως δὲ πλείονος ἡ τοῦ σιδήρου μετέχει λεπὶς,
[l. 3] καὶ ταῦτ’ ἔτι μᾶλλον ἡ τοῦ στομώματος, διὸ καὶ πρὸς τὰ
[l. 4] κακοήθη τῶν ἑλκῶν ἀμείνους εἰσὶ τῆς τοῦ χαλκοῦ.
[l. 5] 13.265. καθαιρεῖ δὲ καὶ τήκει σάρκα μᾶλλον ἡ τοῦ χαλκοῦ, ταύτης
[l. 6] δ’ ἔτι μᾶλλον ἡ ἡλῖτις. ἅπασαι δὲ λεπίδες δακνώδεις εἰσὶν
[l. 7] οὐκ ἀγγεννῶς, ᾧ καὶ δῆλον ὡς ἡ τῆς οὐσίας αὐτῶν σύστασις
[l. 8] οὐ πάνυ τι λεπτομερής ἐστιν, ἀλλὰ παχυμερὴς μᾶλλον.
[l. 9] ἀδηκτότερον γὰρ ἀεὶ τῶν τὴν αὐτὴν δύναμιν ἐχόντων ἐστὶ
[l. 10] τὸ λεπτομερέστερον, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐδείχθη.
[l. 11] ιζ΄. Περὶ λιθαργύρου. Λιθάργυρος ξηραίνει μὲν
[l. 12] ὥσπερ καὶ τἄλλα πάντα τὰ μεταλλικά τε καὶ γεώδη καὶ λιθώδη
[l. 13] φάρμακα, μετριώτατά γε μὴν τοῦτο ποιεῖ. καὶ κατὰ
[l. 14] τὰς ἄλλας δὲ ποιότητάς τε καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς
[l. 15] ἐστιν, οὔτε θερμαίνουσα σαφῶς οὔτε ψύχουσα καὶ τοῦ στύφειν
[l. 16] τε καὶ ἀποῤῥύπτειν μετρίως μετέχει. διὸ καὶ τῶν σαρκωτικῶν
[l. 17] φαρμάκων, ἃ μετρίως ἐδείχθη ῥυπτικὰ, λείπεται καὶ
[p. 12.225]
[l. 1] τῶν συναγόντων δὲ καὶ στυφόντων. πρὸς δὲ τὰ κατὰ μηροὺς
[l. 2] παρατρίμματα χρήσιμόν ἐστι φάρμακον, ἐπειδὴ βραχέως
[l. 3] ἀμφοτέρων τῶν εἰρημένων μετέχει δυνάμεων. τῆς μέσης
[l. 4] οὖν τάξεως εἰκότως ἂν ἐν τοῖς μεταλλικοῖς νομίζοιτο. διὸ
[l. 5] καὶ ὡς ὕλῃ χρώμεθα πολλάκις αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν
[l. 6] ἔχουσι δύναμιν ἢ δάκνουσαν ἢ στύφουσαν ἢ ὅ τι ἄλλο ποιοῦσαν,
[l. 7] ὥσπερ κᾀν τοῖς τηκτοῖς τῷ κηρῷ χρώμεθα πρὸς τὰ
[l. 8] πλεῖστα τῶν φαρμάκων ὥσπερ ὕλῃ τινί. διότι καὶ αὐτὸς ἐν
[l. 9] τῷ μέσῳ πως τέτακται τῶν ἰσχυρὰν ἐχόντων δύναμιν.
[l. 10] ιη΄. Περὶ νίτρου. Νίτρον εἴρηται καὶ πρόσθεν ἐν
[l. 11] τῷ μεταξὺ τοῦ ἀφρονίτρου τε καὶ ἁλῶν δυνάμεως εἶναι,
[l. 12] καυθὲν δ’ ἐγγυτέρω γίγνεται τῷ ἀφρονίτρῳ, λεπτομερέστερον
[l. 13] δ’ ἐκ τῆς καύσεως ἀποτελούμενον. ξηραίνει τοιγαροῦν
[l. 14] καὶ διαφορεῖ καὶ, εἰ εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ
[l. 15] λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς πολὺ μᾶλλον τῶν
[l. 16] ἁλῶν. ἀφρόνιτρον δ’ εἰ μὴ μεγάλης ἀνάγκης οὔσης οὐδὲ
[l. 17] καταπίνει τις ὡς ἂν κακοστόμαχον ὂν, ἐπεί τοι μᾶλλόν ἐστι
[l. 18] νίτρου τμητικόν. ἐπὶ γοῦν μυκήτων πνιγόντων ἐχρῆτό τις
[p. 12.226]
[l. 1] ἀγροῖκος αὐτῷ καὶ διὰ παντὸς εὐδοκίμει. νίτρῳ δὲ κεκαυμένῳ
[l. 2] τε καὶ ἀκαύστῳ καὶ ἔτι μᾶλλον αὐτοῦ τῷ ἀφρῷ καὶ
[l. 3] ἡμεῖς ἐπὶ τοιούτων χρώμεθα.
[l. 4] ιθ΄. Περὶ μελαντηρίας. Μελαντηρία τῶν στυφόντων
[l. 5] ἱκανῶς ἐστι φαρμάκων, μετὰ τοῦ καὶ λεπτομερὴς εἶναι σχεδὸν
[l. 6] ἁπάντων τῶν στυφόντων μάλιστα.
[l. 7] κ΄. Περὶ μέλανος γραφικοῦ. Μέλαν ᾧ γράφομεν, ἱκανῶς
[l. 8] καὶ τοῦτο ξηραίνει λυόμενον ὕδατι. καὶ τὰ πυρίκαυτα
[l. 9] δὲ τῶν ἑλκῶν παραχρῆμα2.127. καταχριόμενον ὀνίνησιν. εἰ
[l. 10] δὲ καὶ ὄξους ἔχει, πολὺ μᾶλλον.
[l. 11] 13.266. κα΄. Περὶ μίσυος. Μίσυ. κατὰ τὸ μέταλλον
[l. 12] ἐν Κύπρῳ τὸ προειρημένον ἐν τοῖς τῶν Σόλων ὄρεσι μέγας
[l. 13] τις ἦν οἶκος, οὗ κατὰ τὸν δεξιὸν τοῖχον, ὡς πρὸς ἡμᾶς δὲ
[l. 14] τοὺς εἰσιόντας ἀριστερὸν, εἴσοδος ἦν εἰς αὐτὸ τὸ μέταλλον,
[l. 15] ἐν ᾧ τινας ἐθεασάμην ἐπὶ πλεῖστον ἐκτεταμένας οἷον ζώνας
[l. 16] ἐπ’ ἀλλήλαις τρεῖς, ταπεινοτάτην μὲν τὴν τοῦ σώρεως, ἐπ’
[l. 17] αὐτῇ δὲ τὴν τῆς χαλκίτεως, εἶτα τοῦ μίσυος. ὁ δὲ κατ’ ἐκεῖνον
[p. 12.227]
[l. 1] τὸν καιρὸν ἐπίτροπος τοῦ μετάλλου, δεικνύς μοι ταῦτα,
[l. 2] καθάπερ, ἔφη, νῦν ἥκεις ἐν πενίᾳ τῆς καμινευομένης καδμείας
[l. 3] ὄντων ἡμῶν, οὕτω ἐν πλούτῳ θαυμαστῷ τὰ τρία ταῦτα
[l. 4] ὁρᾷς καθεστηκότα. καὶ τοίνυν καὶ λαβὼν ἐξ αὐτοῦ πάμπολυ
[l. 5] πρῶτον μὲν εἰς τὴν Ἀσίαν, ἐκεῖθεν δ’ εἰς τὴν Ῥώμην
[l. 6] ἐκόμισα καὶ μέχρι νῦν ἔσχον ἐτῶν μεταξὺ γενομένων ὡς λ΄.
[l. 7] καὶ κατά τινα τύχην ἡ προκειμένη πραγματεία μέχρι μὲν
[l. 8] τῆς ὀγδόης βίβλου προῆλθεν, ὡς πρὸ ἐτῶν εἴκοσιν, οὐ προστεθέντος
[l. 9] αὐτῇ τοῦ ἐννάτου τούτου, διὰ τὸ τινὰς μὲν τῶν
[l. 10] λίθων μηδέπω τεθεᾶσθαι. καὶ μέντοι καὶ τὰς μεταξὺ γενομένας
[l. 11] ἀσχολίας ἑτέρων ἕνεκα. νυνὶ δὲ προστεθέντος μου τὸ
[l. 12] ἔννατον τοῦτο βιβλίον, ἐν τῷ μεταξὺ συνέβη τι θέαμα κατὰ
[l. 13] τύχην κάλλιστον, ὅπερ ἐξεπίτηδες ἄν τις αὐτὸς ἐτεχνήσατο.
[l. 14] δεηθεὶς γὰρ εἴς τι φάρμακον σκευαζόμενον μίσυος, ἀνειλόμην
[l. 15] ὡς χειροπληθῆ βῶλον, οὐ πάνυ τι τοιαύτην σύστασιν
[l. 16] ἴσχοντος τοῦ μίσυος, ἀλλὰ κατὰ μικρὰς ἑνώσεις διαλυομένου.
[l. 17] θαυμάσας οὖν τὴν ἀήθη πύκνωσιν αὐτοῦ καὶ θλάσας
[l. 18] τὴν βῶλον, εὗρον ἐπιπολῆς μὲν ἐν κύκλῳ τὸ μίσυ καθάπερ
[p. 12.228]
[l. 1] ἐπάνθισμά τι τοῦ ἔνδον. ἐπ’ αὐτῷ δὲ μεταξὺ χαλκίτεώς τε
[l. 2] καὶ μίσυος οἷον ἡμίῤῥοπός τις ἐκ χαλκίτεως εἰς μίσυ μεταβολή.
[l. 3] τὸ γὰρ ἐξ ἀρχῆς βῶλος ἦν χαλκίτεως. ὅσον δ’ ἐν τῷ
[l. 4] βάθει χαλκῖτις ἀκριβὴς ἦν, ἔτι μηδεμίαν ἀλλοίωσιν ἐσχηκυῖα.
[l. 5] τοῦτ’ οὖν θεασάμενος, ἐννοήσας τε καὶ κατὰ τὸ μέταλλον,
[l. 6] οὕτως ἐπὶ τῇ χαλκίτιδι γεννᾶσθαι τὸ μίσυ, καθάπερ τὸν
[l. 7] ἰὸν ἐπὶ τῷ χαλκῷ, τὸ διασωζόμενον ἔτι παρ’ ἐμοὶ τοῦ σώρεως,
[l. 8] ἐσκοπούμην εἴ τινα μεταβολὴν εἰς χαλκῖτιν λαμβάνοι
[l. 9] καὶ βραχεῖά τις ὑπόφασις ἐφάνη τάχα καὶ αὐτὴ χρόνῳ πολλῷ
[l. 10] δυνησομένη τὴν μεταβολὴν εἰς χαλκῖτιν ἔχειν, ὥστ’ οὐδὲν
[l. 11] θαυμαστὸν ὁμογενοῦς εἶναι δυνάμεως τὰ τρία φάρμακα, τὸ
[l. 12] σῶρυ λέγω καὶ τὴν χαλκῖτιν καὶ τὸ μίσυ, διαφέροντα λεπτομερείᾳ
[l. 13] τε καὶ παχυμερείᾳ. παχυμερέστατον μὲν γὰρ ἐν αὐτοῖς
[l. 14] τὸ σῶρυ, λεπτομερέστατον δὲ τὸ μίσυ, μέσην δ’ ἀμφοῖν
[l. 15] δύναμιν ἡ χαλκῖτις ἔχει. καίονται πάντα τὰ τρία καὶ τὰς
[l. 16] καλουμένας ἐσχάρας ἐργαζόμενα, μετέχει γε μὴν καίτοι καίοντα
[l. 17] στύψεως. ἧττον δ’ ἐν τῷ προσφέρεσθαι ταῖς σκληραῖς
[p. 12.229]
[l. 1] σαρξὶ δάκνει τὸ μίσυ τῆς χαλκίτεως, καίτοι γε οὐχ ἧττον
[l. 2] αὐτῆς ὂν θερμὸν, ἀλλ’ ἐκ τοῦ κατὰ τὴν οὐσίαν λεπτομεροῦς
[l. 3] ἔχει τοῦτο. χυτῶν δ’ ὄντων ἀμφοτέρων ἐν ταῖς ἑψήσεσιν,
[l. 4] καὶ μᾶλλόν γε τῆς χαλκίτεως ἢ τοῦ μίσυος, οὐ τήκεται
[l. 5] τὸ σῶρυ, διὰ τὸ λιθωδεστέραν τε καὶ σφοδροτέραν ἔχειν
[l. 6] τὴν πῆξιν, ὥσπερ αὖ πάλιν τὸ μίσυ τῷ κατειργάσθαι διὰ
[l. 7] τῆς συμφύτου θερμότητος, ξηρότερον ὂν τῆς χαλκίτεως, εἰκότως
[l. 8] δὲ καὶ δυστηκτότερόν ἐστιν.
[l. 9] 13.267. κβ΄. Περὶ μολυβδαίνης. Μολύβδαινα λιθαργύρῳ
[l. 10] παραπλησίαν ἔχει δύναμιν, ἀποκεχωρηκυῖα βραχύ τι
[l. 11] τῆς μέσης κράσεως ἐπὶ τὸ ψυχρότερον, ἀλλ’ οὐδὲ ῥυπτικῆς
[l. 12] μετέχει δυνάμεως, ἔστι δ’ ἄμφω τὰ φάρμακα τηκτὰ καὶ οὐχ
[l. 13] ὥσπερ οἱ λίθοι καὶ ἡ καδμεία καὶ ἡ ψάμμος ἄτηκτα. ταχίστη
[l. 14] δ’ αὐτῶν ἡ τῆξις γίνεται προσλαβόντος ὄξους τοῦ
[l. 15] ἐλαίου. τήκεταί γε μὴν καὶ εἰ ὕδωρ μίξας ἐπιπλεῖστον ἑψήσαις.
[l. 16] ὥσπερ δ’ ἐν Κύπρῳ τὴν ἐν τοῖς ὄρεσιν καὶ ῥύαξι
[l. 17] γεννωμένην καδμείαν ἔλαβον οὖσαν, ὡς ἔφην, εἶδός τι λίθου,
[l. 18] κατὰ τὸν αὐτὸν τρόπον καὶ μολύβδαιναν, ἐῤῥιμμένην
[p. 12.230]
[l. 1] παμπόλλοις ἅμα τοῖς ἄλλοις λίθοις ἐθεασάμην κατὰ τὴν εἰς
[l. 2] Ἐργαστήρια φέρουσαν ὁδὸν ἀπὸ Περγάμου. καλεῖται δ’ Ἐργαστήρια
[l. 3] κώμη τις, ἐν ᾗ καὶ μέταλλά ἐστι, μεταξὺ Περγάμου
[l. 4] καὶ Κυζίκου, σταδίους ἀπέχουσα Περγάμου τετρακοσίους
[l. 5] τεσσαράκοντα.
[l. 6] κγ΄. Περὶ μολύβδου. Μόλυβδος δυνάμεώς ἐστι ψυκτικῆς.
[l. 7] ἔχει γὰρ οὐ μόνον ὑγρὰν οὐσίαν πολλὴν ὑπὸ ψύξεως
[l. 8] πεπηγυῖαν, ἀλλὰ καὶ ἀερώδη, τῆς γεώδους ὀλίγης μετέχων.
[l. 9] ὅτι μὲν οὖν ὑγρὰν οὐσίαν ἔχει πλείστην ὑπὸ ψύξεως πεπηγυῖαν
[l. 10] ἡ γινομένη διὰ ταχέων, ἐπειδὰν ὁμιλήσῃ πυρὶ, χύσις
[l. 11] τε καὶ ῥύσις αὐτῷ γινέσθω σοι τεκμήριον. ὅτι δὲ καὶ ἀερώδη,
[l. 12] σημεῖον τόδ’ ἐστίν. μόλυβδος μόνος μόνος ὧν ἴσμεν αὐξάνεται
[l. 13] καὶ ὄγκῳ καὶ σταθμῷ, κατατιθέμενος ἐν οἴκοις καταγείοις
[l. 14] ἀέρα θολερὸν ἔχουσιν, ὡς εὐρῶτος πληροῦσθαι ταχέως
[l. 15] τὰ κατ’ αὐτοὺς κείμενα· καὶ οἱ τοὺς πόδας δὲ τῶν
[l. 16] ἀνδριάντων συνδοῦντες τοῖς λίθοις μόλυβδοι πολλάκις ὤφθησαν
[l. 17] ηὐξημένοι. καί τινες εἰς τοσοῦτον ᾔρθησαν ὄγκον, ὡς.
[l. 18] ἀποκρεμάννυσθαι τῶν λίθων ὁμοίως κρυστάλλῳ. ταῦτα
[p. 12.231]
[l. 1] μὲν οὖν πιθανὰ πρὸ τῆς πείρας γνωρίσματα τῆς ὑγρότητός
[l. 2] τι καὶ ψύξεως αὐτοῦ. τὰ δ’ ἐπιστημονικά τε καὶ βέβαια
[l. 3] διὰ τῆς πείρας γινώσκεται. θυίαν γοῦν σκευάσας ἐκ μολύβδου,
[l. 4] μετὰ δοίδυκος μολυβδίνου βαλὼν εἰς αὐτὴν, ὅ τι ἂν
[l. 5] ἐθέλοις ὑγρὸν, εἰ τρίβοις, ὡς ἀνεῖναι χυλόν τινα τόν τε δοίδυκα
[l. 6] καὶ τὸν μόλυβδον, τὸ γεννώμενον ἐξ ἀμφοῖν εὑρήσεις
[l. 7] πολὺ ψυχρότερον τὴν δύναμιν ἢ τὸ ὑγρὸν ἐτύγχανεν ὄν.
[l. 8] ἔξεστι δ’ ἐμβάλλειν σοι καὶ ὕδωρ καὶ οἶνον λεπτὸν ὑδατώδη
[l. 9] καὶ ἔλαιον καὶ πᾶν ὁτιοῦν τοιοῦτον. εἰ δὲ καὶ μᾶλλον βούλοιο
[l. 10] τὸν χυλὸν ἐμψυκτικὸν ποιῆσαι, τὸ ἔλαιον ὀμφάκινον
[l. 11] ἢ ῥόδινον ἢ μήλινον ἢ μύρσινον ἔστω. τῷ δὲ γεννωμένῳ
[l. 12] χυλῷ χρώμενος εἴς τε τὰς ἐν ἕδρᾳ μεθ’ ἑλκῶν ἢ στολίδων
[l. 13] ἀνεχομένας φλεγμονὰς, εἴς τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσιν
[l. 14] καὶ τιτθοῖς, ἄριστον ἕξεις φάρμακον. ὁμοίως δὲ καὶ κατὰ
[l. 15] τῶν ἄλλων ἁπάντων ῥευμάτων ἀρχομένων, ὅσα τε βουβῶσιν
[l. 16] ἢ ποσὶν ἢ τοῖς ἄλλοις ἄρθροις ἐγκατασκήπτει, καὶ μέντοι
[l. 17] καὶ τοῖς ἕλκεσι τοῖς κακοήθεσιν, ὡς καὶ πρὸς τὰ καρκινώδη
[p. 12.232]
[l. 1] χρησάμενος αὐτῷ θαυμάσεις τὸ φάρμακον. εἰ δὲ
[l. 2] βούλει διὰ ταχέων πλεῖστον ἀθροῖσαι τοῦ μολύβδου χυλὸν,
[l. 3] ἐν ἡλίῳ πειρῶ τρίβειν ἢ ὁπωσοῦν ἀέρι θερμῷ γεγονότι. πολύχρηστον
[l. 4] δ’ ἔσται σοι τὸ φάρμακον, εἰ καὶ τῶν ψυκτικῶν
[l. 5] χυλῶν ἐμβαλὼν τρίβοις, οἷον ἀειζώου, κοτυληδόνος καὶ σέρεως
[l. 6] καὶ θριδακίνης καὶ χονδρίλης καὶ ψυλλίου καὶ ὄμφακος
[l. 7] καὶ ἀνδράχνης. 13.268. ὅσα δὲ τούτων οὐ μεθίησι ῥᾳδίως
[l. 8] χυλὸν, ὥσπερ καὶ ἡ ἀνδράχνη, μιγνύειν αὐτοῖς τινα
[l. 9] τῶν ἄλλων ὑγρῶν, οἷος καὶ ὁ τῆς ὄμφακός ἐστιν, ὃς καὶ
[l. 10] αὐτὸς καθ’ ἑαυτὸν ἐμβαλλόμενος τῇ προειρημένῃ θυίᾳ, κάλλιστον
[l. 11] ἐμψυκτικὸν ἐργάζεται φάρμακον. ἀλλὰ καὶ πλατυνθεὶς
[l. 12] ὁ μόλυβδος ἄνευ τῶν ἄλλων τινὸς, αὐτὸς καθ’ ἑαυτὸν
[l. 13] μόνος, ὑποστόρεσμα γίνεται ταῖς ψόαις τῶν ἀσκούντων ἀθλητῶν,
[l. 14] ὅταν ὀνειρώττωσιν, φανερῶς ἐμψύχων αὐτούς. καί που
[l. 15] λεπὶς ἐκ μολύβδου λεπτὴ γενομένη καλῶς ἐπιδεθεῖσα κατὰ
[l. 16] γαγγλίου 2.128. τελέως ἠφάνισιν αὐτό. καλῶς δ’ ἐπιδήσει
[l. 17] πᾶς ὁ μεμαθηκὼς ὑφ’ Ἱπποκράτους κατὰ τὸ σῖνος ἐρείδειν
[l. 18] μᾶλλον ἢ ἔνθεν καὶ ἔνθεν. οὐδὲν οὖν θαυμαστόν ἐστιν οὐδὲ
[p. 12.233]
[l. 1] τὸν κεκαυμένον μόλυβδον, ὅταν πλυθῇ, ψυκτικῆς γίνεσθαι
[l. 2] δυνάμεως, πρὸ πλυθῆναι δὲ μικτῆς ἐστιν δηλονότι. καὶ τοῦτο
[l. 3] μὲν οὖν αὐτὸ τὸ φάρμακον ὁ κεκαυμένος μόλυβδος ἀγαθόν
[l. 4] ἐστιν πρὸς τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ὅταν δὲ πλυθῇ,
[l. 5] πολὺ μᾶλλον εἴς τε πλήρωσιν αὐτῶν καὶ συνούλωσιν ἄριστον
[l. 6] γίνεται φάρμακον. ἁρμόττει δὲ καὶ τοῖς χειρωνείοις καλουμένοις
[l. 7] καὶ καρκινώδεσιν ἅπασιν αὐτός τε καθ’ ἑαυτὸν
[l. 8] καί τισι τῶν ἀπουλωτικῶν φαρμάκων μιγνύμενος, οἷόν ἐστι
[l. 9] καὶ τὸ διὰ τῆς καδμείας. χρὴ δὲ λύειν μὲν ἐν ἀρχῇ, εἰ πολὺς
[l. 10] ὁ ἰχὼρ εἴη, καθ’ ἑκάστην ἡμέραν· εἰ δὲ μὴ, διὰ τρίτης
[l. 11] ἢ καὶ διὰ τετάρτης. ἐπικείσθω δὲ ἔξωθεν ἐξ ὕδατος ψυχροῦ
[l. 12] σπόγγος, ὃς ὅταν ξηραίνηται, βρεχέσθω. ταῦτα μὲν οὖν
[l. 13] ἐπὶ πλέον ἢ κατὰ τὴν προκειμένην πραγματείαν εἴρηται, διὰ
[l. 14] τὴν οἰκειότητα τοῦ λόγου προαχθέντος μου. καιρὸς δ’ ἤδη
[l. 15] πρὸς τὰ συνεχῆ μετιέναι.
[l. 16] κδ΄. Περὶ ὀστράκου. Ὄστρακον ξηραντικῆς τ’ ἐστὶ καὶ
[l. 17] ῥυπτικῆς δυνάμεως, μάλιστα δὲ τὸ ἐκ τῶν κλιβάνων, τῷ
[l. 18] κατωπτῆσθαι. διὸ καὶ τῶν ἐμπλάστρων ἣν ὀνομάζουσιν
[p. 12.234]
[l. 1] ἡφαιστιάδα, διὰ τούτου σκευαζομένη κάλλιστον ἐπουλωτικὸν γίνεται
[l. 2] φάρμακον.
[l. 3] κε΄. Περὶ πομφόλυγος καὶ σποδίου. Πομφόλυξ γίνεται
[l. 4] μὲν καὶ κατὰ τὴν τοῦ χαλκοῦ καμινείαν, ὥσπερ καὶ ἡ
[l. 5] καδμεία. γίνεται δὲ καὶ αὐτῆς τῆς καδμείας καμινευομένης καὶ
[l. 6] κατά τε τὴν Κύπρον, ἐπειδὴ τὴν παρασκευὴν οὐκ εἶχεν εἰς
[l. 7] τὴν τοῦ χαλκοῦ καμινείαν ὁ ἐπίτροπος, ἐκέλευσεν ἐξ αὐτῆς
[l. 8] τῆς καδμείας σκευασθῆναι παρόντι καὶ θεωμένῳ πομφόλυγα,
[l. 9] κατὰ σμικρὰ θραύματα τῆς καδμείας ἐπιβαλλομένης τῷ πυρὶ,
[l. 10] προσκειμένῳ αὐτῷ δηλονότι χαλκευτικῆς φύσεως. ὄροφος δ’
[l. 11] ἦν τις στεγανὸς ὑποδεχόμενος τὸν ἀναφερόμενον αἴθαλον,
[l. 12] καμινευομένης τῆς καδμείας, ὃν ἀθροίσας ἔσχον πομφόλυγα.
[l. 13] τὸ δ’ ἀντικαταφερόμενον κάτω καὶ πῖπτον ἐπὶ τοὔδαφος ἡ
[l. 14] καλουμένη σποδός ἐστι, πλείων ἀθροιζομένη κατὰ τὰς τοῦ
[l. 15] χαλκοῦ καμινείας. ἔνιοι δὲ σπόδιον οὐδετέρως αὐτὴν ὀνομάζουσιν,
[l. 16] ᾧ δοκεῖ παραπλησίαν δύναμιν ἔχειν τὸ καλούμενον
[l. 17] ἀντισπόδιον. ἐγὼ δ’ οὐδέποτε ἐχρησάμην αὐτῷ διὰ τὸ δαψιλῆ
[l. 18] ἔχειν ἀεί τις πομφόλυγα. ταύτην γὰρ ἔχων τις οὐδ’
[p. 12.235]
[l. 1] ἂν τῷ σποδίῳ χρήσαιτο, μήτοι γε τῷ ἀντισποδίῳ. φάρμακον
[l. 2] δ’ ἔστιν ὁ πομφόλυξ, εἰ πλυθείη, σχεδὸν ἁπάντων ὅσα
[l. 3] ξηραίνειν ἀδήκτως πέφυκε προφερέστατον, ὅθεν εἴς τε τὰ
[l. 4] καρκινώδη τῶν ἑλκῶν ἐστιν ἐπιτήδειος καὶ τἄλλα τὰ κακοήθη
[l. 5] πάντα. 13.269. μίγνυται τοιγαροῦν εἴς τε τὰ κατὰ τοὺς
[l. 6] ὀφθαλμοὺς ῥεύματα συντιθέμενα κολλύρια καὶ ὅσα φλυκταίνας
[l. 7] τὰς ἐν αὐτοῖς ἢ ἕλκη θεραπεύει, καὶ πρὸς τὰ κατὰ τὴν
[l. 8] ἕδραν τε καὶ αἰδοῖον ἕλκη. καὶ κάλλιστόν ἐστι φάρμακον
[l. 9] ἀδήκτως, ὡς ἔφην, ξηραῖνον. ἀλλ’ οὐ τῇς προκειμένης πραγματείας
[l. 10] τὸ χρονίζειν ἐν τούτοις.
[l. 11] κστ΄. Περὶ σανδαράκης. Σανδαράκη καυστικῆς ἐστι
[l. 12] δυνάμεως, ὥσπερ τὸ ἀῤῥενικὸν ὀνομαζόμενον. εἰκότως οὖν εἴς
[l. 13] τε τὰς διαφορητικὰς δυνάμεις αὐτὴν μιγνύουσιν καὶ τὰς
[l. 14] ῥυπτικάς.
[l. 15] κζ΄. Περὶ σάνδικος. Σάνδιξ ὁποίας ἐστὶν δυνάμεως
[l. 16] τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.
[l. 17] κη΄. Περὶ σκωρίας. Σκωρία πᾶσα ξηραντικὸν ἱκανῶς
[l. 18] ἐστι φάρμακον, ἡ δὲ τοῦ σιδήρου μάλιστα. καὶ λειοτάτην γε
[p. 12.236]
[l. 1] ποιῶν αὐτὴν ἐν ὄξει δριμυτάτῳ, καὶ μετὰ ταῦθ’ ἑψῶν εἴς
[l. 2] τε τὰ πυοῤῥοῦντα τῶν ὤτων χρονίως χρῶμαι φαρμάκῳ ξηραντικωτάτῳ,
[l. 3] ὥστε θαυμάζειν τοὺς ἰδόντας σκευαζόμενον
[l. 4] αὐτὸ καὶ ἀπιστεῖν αὐτῷ πρὸ τῆς πείρας, εἰ ἀναδέχεσθαι
[l. 5] δύναται τὰ ὦτα τοιούτου φαρμάκου. τὴν δὲ τοῦ ἀργυρίου
[l. 6] σκωρίαν ἰδίως προσαγορεύουσιν ἕλκυσμα, καὶ μίγνυται δὲ καὶ
[l. 7] ἐμπλάστροις τισὶ ξηραντικῆς δηλονότι δυνάμεως οὖσιν.
[l. 8] κθ΄. Περὶ στίμμεως. Στίμμι. πρὸς τῇ δυνάμει τῇ ξηραντικῇ
[l. 9] καὶ στύψιν ἔχει τὸ φάρμακον τοῦτο, διὸ καὶ τοῖς
[l. 10] ὀφθαλμικοῖς φαρμάκοις μίγνυται τοῖς τ’ ἀναπλαττομένοις
[l. 11] εἰς τὰ καλούμενα κολλύρια καὶ τοῖς ξηροῖς, ἃ δὴ ξηρὰ κολλύρια
[l. 12] προσαγορεύουσιν.
[l. 13] λ΄. Περὶ στυπτηρίας σχιστῆς καὶ στρογγύλης καὶ
[l. 14] ὑγρᾶς. Στυπτηρία. τούτου τοῦ φαρμάκου καὶ τοὔνομα
[l. 15] παρωνόμασται τῇ στύψει, σφοδροτάτην γὰρ αὐτὴν ἔχει. παχυμεροῦς
[l. 16] δ’ ὄντος αὐτοῦ, λεπτομερεστέρα πώς ἐστιν τῶν
[l. 17] ἄλλων στυπτηριῶν ἡ σχιστὴ καλουμένη. μετ’ αὐτὴν δ’ ἡ
[p. 12.237]
[l. 1] στρογγύλη καὶ ἀστραγαλωτή. παχυμερὴς δ’ ἱκανῶς ἥ θ’
[l. 2] ὑγρὰ καὶ ἡ πλακῖτίς τε καὶ ἡ πλινθῖτις ὀνομαζομένη.
[l. 3] λα΄. Περὶ τιτάνου. Τίτανος, ἡ μὲν ἄσβεστος καίει
[l. 4] σφοδρῶς, ὡς ἐσχάραν ποιεῖν, ἡ σβεσθεῖσα δὲ παραχρῆμα μὲν
[l. 5] ἐσχαροῖ καὶ αὐτὴ, μεθ’ ἡμέραν δὲ μίαν ἢ δευτέραν ἧττον
[l. 6] καίει καὶ ἧττον ἐσχαροῖ, μετὰ δὲ χρόνον οὐδ’ ὅλως ἐσχάρας
[l. 7] ἐργάζεται. θερμαίνει δ’ ἔτι καὶ διατήκει τὰς σάρκας. εἰ
[l. 8] δὲ πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ
[l. 9] τὴν καλουμένην κονίαν, αὐτὴ δ’ ἀδήκτως ξηραίνει. καὶ εἰ
[l. 10] δίς γε ἢ τρὶς ἢ πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίγνεται
[l. 11] καὶ ξηραίνει γενναίως ἄνευ δήξεως.
[l. 12] 13.270. λβ΄. Περὶ ὑδραργύρου. Ὑδράργυρος οὐκ ἔστι
[l. 13] τῶν αὐτοφυῶν φαρμάκων, ἀλλὰ τῶν σκευαζομένων, ὥσπερ
[l. 14] ψιμμύθιόν τε καὶ ὁ ἰὸς καὶ ψωρικὸν καὶ λιθάργυρος. ἔχω
[l. 15] δ’ αὐτῆς οὐδεμίαν πεῖραν οὔθ’ ὡς ἀναιρούσης, εἰ καταποθείη,
[l. 16] οὔτ’ ἔξωθεν ἐπιτιθεμένης.
[l. 1] λγ΄. Περὶ φύκους. Φῦκος ὁποίας ἐστὶ δυνάμεως ἐν
[l. 2] τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.
[l. 3] λδ΄. Περὶ χαλκάνθου. Χάλκανθος. ἱστόρηταί μοι καὶ
[l. 4] περὶ χαλκάνθου κατὰ τύχην εἰς χαλκῖτιν μεταβάλλοντι. ἐκόμισα
[l. 5] γὰρ καὶ τοῦτο τὸ φάρμακον ἐκ τῆς Κύπρου πάμπολυ.
[l. 6] τὸ δ’ ἔξωθεν αὐτοῦ πᾶν, ὡς μετὰ ἔτη σχεδὸν κ΄ χαλκῖτις
[l. 7] ἐγένετο, τοῦ ἔνδον ὄντος ἔτι χαλκάνθου. διὸ καὶ φυλάττω
[l. 8] μέχρι νῦν ἔτι τὸ μεταβάλλον οὕτως ἐπιτηρῶν, ὅπως ἄχρι
[l. 9] τοῦ βάθους ἡ μεταβολὴ προσέρχηται2.129. καθ’ ἕκαστον
[l. 10] ἔτος, ὥσπερ τῆς χαλκίτεως εἰς τὸ μίσυ, ὡς προείρηται. θαυμάσαι
[l. 11] δ’ ἔστιν ἐπὶ τοῦ φαρμάκου τούτου πῶς ἰσχυροτάτῃ
[l. 12] στύψει μέμικται θερμότης οὐκ ἀγεννής. δῆλον οὖν ὅτι ταριχεῦσαι
[l. 13] μάλιστα πάντων δύναται τὰς ὑγρὰς σάρκας ἐκδαπανῶν
[l. 14] μὲν τῇ θερμότητι τὴν ὑγρότητα, τῇ στύψει δὲ συνάγον
[l. 15] καὶ πιλοῦν τὴν οὐσίαν. ἐν τούτῳ γάρ τοι τῷ ἔργῳ
[l. 16] προσεκθλίβει μέν τι καὶ αὐτῆς τῆς ὑγρότητος, σφίγγει δὲ
[l. 17] καὶ ξηραίνει καὶ συνάγει πρὸς ἑαυτὴν ὅλης τῆς σαρκὸς τὴν
[p. 12.239]
[l. 1] οὐσίαν. ἐν δ’ οὖν τῇ Κύπρῳ, καθ’ ὃν ἐγὼ καιρὸν ἐγενόμην
[l. 2] ἐν αὐτῇ, τὸ φάρμακον τοῦτο τόνδε τὸν τρόπον ἐθεασάμην
[l. 3] ἀθροιζόμενον. οἶκος ἦν μέγας μὲν, οὐ μὴν ὑψηλός
[l. 4] γε προκείμενος τῆς εἰς τὸ μέταλλον εἰσόδου. καὶ τούτου τοῦ
[l. 5] οἴκου κατὰ τὸν ἀριστερὸν τοῖχον, ὅστις ἦν τοῖς εἰσιοῦσιν
[l. 6] κατὰ χεῖρα δεξιὰν, ἐξεκεκόλαπτο διῶρυξ εἰς τὸν συνεχῆ λόφον,
[l. 7] εὖρος μὲν ὡς ψαύειν ἀλλήλων τρεῖς ἄνδρας, ὕψος δὲ
[l. 8] ὡς τὸν μακρότατον ἄνθρωπον ὀρθὸν δύνασθαι βαδίζειν. ἡ
[l. 9] δὲ διῶρυξ αὕτη κατάντης μὲν, οὐ μὴν ὀξεῖά γε καὶ κριμνώδης.
[l. 10] ἐπὶ τῷ τέλει δ’ αὐτῆς οὔσης ὡς σταδιαίας λάκκος
[l. 11] ὕδατος χλωροῦ τε καὶ παχέος χλιαροῦ μεστὸς ἦν. ἐν ἁπάσῃ
[l. 12] δὲ τῇ καταβάσει θερμασία παραπλησία τῇ κατὰ τοὺς πρώτους
[l. 13] οἴκους τῶν βαλανείων, οὓς εἰώθασιν προμαλακτήρια
[l. 14] καλεῖν. τὸ δὲ καθ’ ἑκάστην ἡμέραν ἀθροιζόμενον ὕδωρ πλῆθος
[l. 15] ἦν ἀμφορέων Ῥωμαϊκῶν ὡς ὀκτὼ, κατὰ σταγόνας μικρὰς,
[l. 16] ἐν ταῖς τέτταρσιν καὶ εἴκοσιν ὥραις ὅλης τῆς ἡμέρας
[l. 17] καὶ νυκτὸς ἐκ τοῦ διατιτραμένου λόφου καταφερόμενον.
[l. 18] ἀναφέροντες οὖν τὸ ὕδωρ τοῦτο πεδῆταί τινες ἐνέβαλον
[l. 19] πυέλοις τετραγώνοις κατὰ τὸν προκείμενον οἶκον, ἐκ κεραμίων
[p. 12.240]
[l. 1] γεγονυίαις, ἐν αἷς πηγνύμενος ἡμέραις ὀλίγαις ἐγίνετο
[l. 2] χάλκανθος. ἐμοὶ δ’, ὁπότε κατέβην ἐπὶ τὸ πέρας τοῦ ὀρύγματος,
[l. 3] ἔνθα τὸ χλιαρόν τε καὶ χλωρὸν ὕδωρ ἠθροίζετο,
[l. 4] καὶ ἡ ὀδμὴ τοῦ ἀέρος ἐφαίνετο πνιγώδης καὶ δύσφορος, ὄζουσα
[l. 5] χαλκίτεώς τε καὶ ἰοῦ. τοιαύτην δ’ εἶχε ποιότητα καὶ αὐτὸ
[l. 6] τὸ ὕδωρ γευόμενον. ταῦτ’ ἄρα καὶ γυμνοὶ καὶ μετὰ σπουδῆς
[l. 7] τοὺς ἀμφορέας ἀνεκόμιζον οἱ πεδῆται καὶ πλείω χρόνον οὐχ
[l. 8] ὑπέμενον ἐνδιατρίβειν, 13.271. ἀλλὰ ταχέως ἀνέτρεχον, ἑκατέρωθεν
[l. 9] ἐν τοῖς τοίχοις τοῦ ὀρύγματος, λύχνων καιομένων ἐκ
[l. 10] συμμέτρου διαστήματος, οἵτινες οὐδ’ αὐτοὶ χρόνον ἐξήρκουν
[l. 11] μακρὸν, ἀλλ’ ἐσβέννυντο τάχιστα. τὸ δ’ οὖν ὄρυγμα
[l. 12] τοῦτο κατὰ βραχὺ διωρύχθαι παρ’ αὐτῶν ἤκουον σὺν ἔτεσι
[l. 13] πολλοῖς. τουτὶ γὰρ ἔφασαν, ὃ νῦν ὁρᾷς, ἀπὸ τοῦ λόφου
[l. 14] καταφερόμενον εἰς τὸν λάκκον ὕδωρ χλωρὸν ἔλαττον εἴωθεν
[l. 15] αὑτοῦ γίγνεσθαι κατὰ βραχὺ, κᾀπειδὰν ἐγγὺς ᾖ τοῦ παύσασθαι,
[l. 16] πάλιν ὑπορύττουσιν οἱ πεδῆται τὸ συνεχὲς τοῦ λόφου.
[l. 17] καί ποτε πρόσθεν ἔπεσεν ἀθρόως τὸ διορυττόμενον, ὡς ἀποκτεῖναι
[l. 18] μὲν πάντας αὐτοὺς, ὅλην δὲ διαφθεῖραι τὴν ὁδόν.
[p. 12.241]
[l. 1] ὅταν οὖν τοῦτο γένηται, πάλιν ἄλλην ὀπὴν ποιησάμενοι διορύττουσιν,
[l. 2] ἄχρις ἂν ὑπακούσῃ τὸ ὕδωρ. ταῦτά σοι περὶ χαλκάνθου
[l. 3] λέγειν εἶχον, ἴσως μὲν οὖν οὐκ ἀναγκαῖα, γινώσκεσθαι
[l. 4] μέντοι μᾶλλον ἢ ἀγνοεῖσθαι βελτίω. μέμνησο δ’ ὅτι
[l. 5] κατὰ τὴν ἀριστερὰν εἰσιόντων χεῖρα τὸ τοῦ σώρεως καὶ χαλκίτεως
[l. 6] καὶ μίσυος ἔφην ἑωρᾶσθαί μοι μέταλλον, ὥστ’ ἐκ τούτων
[l. 7] ἐπινοῆσαί μοι δύνασθαι τὸ διηθούμενον ὕδωρ ὄμβριον
[l. 8] ἐν τῷ λόφῳ περικλύζειν τε καὶ περιπλύνειν ὅλην ἐκείνην τὴν
[l. 9] γῆν, ἐξ ἧς αὐτοφυῶς μὲν ἐγένετο τὸ σῶρυ καὶ μίσυ καὶ
[l. 10] χαλκῖτις καὶ καμινευόμενος δὲ χαλκὸς καὶ καδμεία καὶ πομφόλυξ
[l. 11] καὶ, σπόδιον καὶ διφρυγές.
[l. 12] λε΄. Περὶ χαλκίτεως. Χαλκῖτις, εἴρηται περὶ αὐτῆς ἐν
[l. 13] τῷ περὶ μίσυος λόγῳ, νῦν οὖν ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς
[l. 14] μεμιγμένας ἔχει τήν τε στυπτικὴν καὶ δριμεῖαν δύναμιν. ἐπικρατεῖ
[l. 15] δ’ ἡ δριμεῖα σφοδρά τις οὖσα μέχρι τοῦ καίειν τε τὴν
[l. 16] σάρκα καὶ τὴν καλουμένην ἐσχάραν ἐργάζεσθαι. καυθὲν δὲ
[l. 17] τὸ φάρμακον τοῦτο δάκνει μὲν ἧττον, ξηραίνει δ’ οὐχ ἧττον,
[l. 18] ἀποτίθεται δὲ καὶ τῆς στύψεως οὐκ ὀλίγον, ὥστε πάντῃ
[p. 12.242]
[l. 1] κρείττων ἐστὶν ἡ κεκαυμένη χαλκῖτις τῆς ἀκαύστου, λεπτομερεστέρα
[l. 2] μὲν, ὥσπερ καὶ τἄλλα τὰ κεκαυμένα, γιγνομένη, δριμύτητα
[l. 3] δ’ οὐ προσλαμβάνουσα, καθάπερ ἄλλα πολλά. μεμάθηκας
[l. 4] δὲ καὶ ὅτι πάντα τὰ κεκαυμένα πλυνόμενα μετριώτερά
[l. 5] τε καὶ ἀδηκτότερα γίγνεται.
[l. 6] λστ΄. Περὶ χαλκοῦ κεκαυμένου. Χαλκὸς κεκαυμένος
[l. 7] ἔχει μέν τι καὶ δριμὺ, καὶ στύψεως δὲ μετέχει, καὶ διὰ τοῦτο,
[l. 8] εἰ πλυθείη, κάλλιστόν ἐστι φάρμακον εἰς συνούλωσιν ἑλκῶν,
[l. 9] ἐργάζεσθαι δὲ τοῦτο δύναται καὶ πρὶν πλυθῆναι, καὶ μάλιστ’.
[l. 10] ἐπὶ τῶν σκληροτέρων σαρκῶν. ταῖς δ’ ἁπαλαῖς ὁ πεπλυμένος
[l. 11] χρησιμώτερος.
[l. 12] λζ΄. Περὶ χαλκοῦ ἄνθους. Χαλκοῦ ἄνθος λεπτομερεστέρας
[l. 13] ἐστὶ τοῦτο δυνάμεως τοῦ τε κεκαυμένου χαλκοῦ καὶ
[l. 14] τῆς λεπίδος. εἰκότως οὖν δι’ αὐτοῦ σκευάζοντες κολλύρια
[l. 15] ῥύπτουσί τε καὶ ἀφαιροῦσιν τῶν βλεφάρων τὰς μεγάλας τραχύτητας,
[l. 16] ἃς συκώσεις ὀνομάζουσιν.
[l. 17] 13.272. λη΄. Περὶ χρυσοκόλλης. Χρυσοκόλλα. καὶ τοῦτο
[l. 18] τὸ φάρμακον ἐκ τῶν τηκόντων σάρκας ἐστὶν, οὐ μὴν ἰσχυρῶς
[p. 12.243]
[l. 1] γε δάκνει, διαφορητική γε μὴν ἱκανῶς ἐστιν καὶ ξηραντική.
[l. 2] ἔνιοι μὲν οὖν τὸ μεταλλευόμενον μόνον οὕτως ὀνομάζουσιν,
[l. 3] ἔνιοι δὲ τὸ σκευαζόμενον ἐν θυίᾳ χαλκῇ καὶ δοίδυκι
[l. 4] χαλκῷ δι’ οὔρου παιδὸς, ὅπερ ἔνιοι κατὰ τὰς διαφορὰς
[l. 5] τῶν ἰῶν ἀριθμοῦσιν. ἄμεινον δὲ θέρους αὐτὸ σκευάζειν,
[l. 6] ἢ πάντως γε ἐν ἀέρι θερμῷ, τρίβοντας τὸ οὖρον ἐν τῇ θυίᾳ.
[l. 7] κάλλιον δὲ ἐρυθρὸν εἶναι τὸ χαλκὸν, ἐξ οὗ κατασκευάζεις
[l. 8] αὐτήν τε τὴν θυίαν καὶ τὸν δοίδυκα. πλέον γὰρ ἀποτρίβεται
[l. 9] περιαγομένου τοῦ δοίδυκος, ὅταν ἁπαλώτερος ὁ χαλκὸς
[l. 10] ᾖ. τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστι κακοήθεσιν ἕλκεσιν,
[l. 11] αὐτό τε καθ’ ἑαυτὸ καὶ μιγνύμενον ἑτέροις, ὡς ἐν τοῖς
[l. 12] περὶ συνθέσεως φαρμάκων εἰρήσεται. νυνὶ δὲ ἀρκεῖ τό γε γινώσκειν
[l. 13] ὡς τῆς μεταλλευτῆς χρυσοκόλλης ὅσον τοι μᾶλλον
[l. 14] ξηραίνει ἧττον δάκνει, τοσοῦτον αὐτῆς ὑπερέχει τῇ λεπτομερείᾳ.
[l. 15] καὶ αὐτὴν μέντοι αὐτὴν χρυσοκόλλην ἐκείνην καύσας
[l. 16] πολὺ λεπτομερεστέραν ἐργάσῃ.
[l. 17] λθ΄. Περὶ ψιμμυθίου. Ψιμμύθιον. καὶ τοῦτο τὸ φάρμακον
[l. 18] μαρτυρεῖ τῇ προειρημένῃ πρὸ τούτου δυνάμει. ὑπὸ
[p. 12.244]
[l. 1] γοῦν ὄξους δριμέος αὐτὸ διαλυόμενον γευόμενον ὅμως οὔτε
[l. 2] δριμὺ οὔτε δακνῶδές ἐστιν οὔτε διαφορητικὸν, ἀλλ’ ἐμπλαστικόν
[l. 3] τε καὶ ἐμψυκτικὸν, ἐναντιωτάτης ὂν ἰῷ δυνάμεως.
[l. 4] καίτοι κᾀκεῖνος ὄξους διαλύοντος τὸν χαλκὸν γίγνεται. καιόμενον
[l. 5] δὲ τὸ ψιμμύθιον εἰς τὴν καλουμένην σάνδικα μεταβαλὸν
[l. 6] λεπτομερέστερόν γε αὐτοῦ φάρμακον, οὐ μὴν ἤδη γέ
[l. 7] πω θερμαῖνον. 2.130. τὸ δέ γε φῦκος, τὴν ψύξιν τοῦ ψιμμυθίου
[l. 8] φυλάττον, λεπτομέρειαν προσείληφε, ὡς δύνασθαι δι’
[l. 9] αὐτὴν εἰς τὸ βάθος καταδύεσθαι τῶν ὁμιλούντων σωμάτων
[l. 10] τὴν δύναμιν αὐτοῦ.
[l. 11] μ΄. Περὶ ψωρικοῦ. Ψωρικόν. λιθαργύρῳ μιγνυμένης
[l. 12] διπλασίας χαλκίτεως γίνεται τὸ φάρμακον, ὄξει μὲν πρῶτα
[l. 13] δριμυτάτῳ λειωθέντων ἀμφοῖν, εἶτ’ εἰς καινὴν χύτραν ἐμβληθέντων,
[l. 14] ἣν καταχώσεις ἡμέρας μ΄. μέσου θέρους ἐν κοπρίᾳ
[l. 15] τοῦτο τὸ φάρμακον ξηραντικώτερόν τε ἅμα καὶ ἀδηκτότερον
[l. 16] γίνεται χαλκίτεως καὶ δηλονότι καὶ λεπτομερέστερον.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΒΙΒΛΙΟΝ Κ.
[l. 1] Οὐδὲν τῶν νῦν λεχθησομένων τοῖς ἀγνοοῦσι
[l. 2] τὰ κατὰ τὴν ἀρχὴν τῆς πραγματείας ἐν τοῖς πρώτοις
[l. 3] πέντε βιβλίοις εἰρημένα μεγάλην ὠφέλειαν οἴσει, τινὰ δ’
[l. 4] ἴσως καὶ βλάψει τὸν χρησόμενον τοῖς ἐν αὐτῷ γεγραμμένοις
[l. 5] φαρμάκοις, οὐκ ἔχοντα μέθοδον. ὡς οὖν ἐκεῖνα μεμαθηκότι
[l. 6] σοι διαλέξομαι, τὸ κεφάλαιον ἀναμνήσας ὅλης τῆς πραγματείας.
[l. 7] ἐδείχθη τὰ φάρμακα κατὰ μὲν τὰς δραστικὰς ὀνομαζομένας
[p. 12.246]
[l. 1] ποιότητας ἐνεργοῦντα θερμότητα καὶ ψυχρότητα
[l. 2] καὶ ξηρότητα καὶ ὑγρότητα, τῇ δὲ τούτων κράσει στρυφνὰ
[l. 3] καὶ αὐστηρὰ καὶ ἁλμυρὰ καὶ ἁλυκὰ καὶ πικρὰ καὶ δριμέα
[l. 4] καὶ γλυκέα γιγνόμενα, καὶ τὰ μὲν ῥυπτικὰ, τὰ δὲ ἀποκρουστικὰ,
[l. 5] τὰ δὲ ἑλκτικὰ, τὰ δὲ μαλακτικὰ, τὰ δὲ καυστικὰ, τὰ
[l. 6] δὲ σηπτικὰ, τὰ δὲ ἐσχαρωτικὰ, καὶ πρός γε τούτοις ἔτι κατ’
[l. 7] ἄλλας ἰδικωτέρας ἐνεργείας, σαρκωτικά τε καὶ συνουλωτικὰ
[l. 8] καὶ κολλητικὰ συρίγγων ἢ ἑλκῶν, ἢ καθαιρετικὰ τῶν ὑπεραυξανόμενον
[l. 9] σαρκῶν. ἐδείχθη δὲ καὶ ὡς ἡ καθόλου δύναμις
[l. 10] ἐκ πείρας μιᾶς ἐνδεικτικῶς εὑρίσκοιτο, καὶ οὐ τῆς τυχούσης
[l. 11] γε πείρας, ἀλλὰ μετὰ τῶν εἰρημένων διορισμῶν γιγνομένης·
[l. 12] εὑρεθείσης δ’ ἅπαξ τῆς καθόλου δυνάμεως οὐδεμιᾶς ἔτι
[l. 13] πείρας εἶναι χρείαν εἴς γε τὰς κατὰ μέρος ἐνεργείας, ὅτι μὴ
[l. 14] πρὸς βεβαίωσιν μόνην ὧν ὁ λόγος εὗρεν. οὕτως οὖν καὶ νῦν
[l. 15] ποιησαίμεθα τὴν κρίσιν τῆς προκειμένης ὕλης, αὕτη δ’ ἐστὶν
[l. 16] ἡ ἐκ τῶν ζώων. ἐν μὲν γὰρ τοῖς μετὰ τὸ πέμπτον ἐφεξῆς
[l. 17] τρισὶ βιβλίοις, ἕκτω καὶ ἑβδόμῳ καὶ ὀγδόω, τὴν περὶ τὰ φυτὰ
[l. 18] διήλθομεν ὕλην, οὐ πᾶσαν δηλονότι τὴν καθ’ ὅλην τὴν
[p. 12.247]
[l. 1] οἰκουμένην, 13.274. ἀλλ’ ὅσης ἡμεῖς ἔχομεν πεῖραν. ἐν δὲ τῷ
[l. 2] πρὸ τοῦδε, τῆς δ’ ὅλης πραγματείας ἐννάτῳ, τὴν περὶ τὰ
[l. 3] γεώδη τε καὶ λιθώδη σώματα. λείπεται δ’ ἡμῖν ἔτι τὴν περὶ
[l. 4] τὰ ζῶα διελεῖν ὕλην· εἶτ’ ἔτι τῶν ἐν θαλάττῃ καὶ λίμναις
[l. 5] ἢ ὅλως ἐν ὕδατι γεννωμένων ἐστὶν ὑπόλοιπον, ἃ μήτε φυτὰ
[l. 6] μήτε γῆ μήτε λίθος ἐστὶ μήτε ζῶον. ὀλίγιστα δὲ τὰ τοιαῦτα
[l. 7] παντάπασίν ἐστι καὶ γεγράψεται τελευταῖα, μετὰ τὸ διελθεῖν
[l. 8] ἡμᾶς τὰ κατὰ τὰ σώματα τῶν ζώων. ἔσται δὲ καὶ
[l. 9] τούτων ἡ τάξις τῆς διδασκαλίας κατὰ τὴν τῶν πρώτων
[l. 10] γραμμάτων τάξιν ἐν ταῖς προσηγορίαις αὐτῶν. ὥσπερ δ’ ἐν
[l. 11] τῇ τῶν φυτῶν ὕλῃ καὶ περὶ τῶν ἐξ αὐτῶν γινομένων χυμῶν
[l. 12] τὸν λόγον ἐποιησάμην, οὕτως καὶ νῦν οὐ μόνον τῶν
[l. 13] στερεῶν μορίων ἐν τοῖς ζώοις ἡ διδασκαλία τῆς δυνάμεως,
[l. 14] ἀλλὰ καὶ τῶν ἐν αὐτοῖς περιεχομένων ἔσται, φλέγματος, χολῆς,
[l. 15] αἵματος, οὔρου, κόπρου καὶ τῶν ὁμοίων. ἐν μὲν οὖν
[l. 16] τοῖς ἔμπροσθεν εἰρημένοις οὐ πολλὰ τῶν κατὰ μέρος ἐν
[l. 17] ταῖς ὑπὸ τῶν ἰατρῶν γεγραμμέναις ὕλαις ἄγνωστά μοι γέγονεν,
[p. 12.248]
[l. 1] ἀλλ’ αὐτὸς ἐσπούδασα διὰ τῆς πείρας γνῶναι τὰς
[l. 2] δυνάμεις αὐτῶν, εἴ τινος δ’ οὐκ ἔγνων, οὐδ’ ἔγραψα περὶ
[l. 3] τούτου τὴν ἀρχὴν, οὐκ ἀξιῶν ἄλλοις πιστεύειν οὐδὲ περὶ
[l. 4] ἑνὸς τοιούτου, διὰ τὸ καταμαθεῖν ἐνίους πολλὰ ψευδομένους.
[l. 5] ἐπὶ δὲ τῆς νῦν προκειμένης ὕλης οὐχ οὕτως ἔχει. πάμπολλα
[l. 6] ὁμολογῶ μορίων τε καὶ ὑγρῶν ἐν τοῖς τῶν ζώων
[l. 7] σώμασι περιεχομένων, ὧν οὐδεμίαν αὐτὸς ἔσχηκα τοιαύτην
[l. 8] πεῖραν, ὁποίαν ἔγραψάν τινες· ἔνια μὲν γὰρ αὐτῶν ἀσελγῆ
[l. 9] τέ ἐστι καὶ βδελυρὰ, τινὰ δὲ καὶ πρὸς τῶν νόμων ἀπηγορευμένα,
[l. 10] περὶ ὧν οὐκ οἶδα πῶς ἔγραψεν ὁ Ξενοκράτης, ἄνθρωπος
[l. 11] οὐ πάλαι γεγονὼς, ἀλλὰ κατὰ τοὺς πάππους ἡμῶν,
[l. 12] τῆς Ῥωμαϊκῆς βασιλείας ἀπηγορευκυίας ἀνθρώπους ἐσθίειν,
[l. 13] ἀλλ’ ἐκεῖνός γε ὡς αὐτὸς πεπειραμένος ἀξιοπίστως πάνυ
[l. 14] γράφει τίνα πάθη θεραπεύειν πέφυκεν ἐγκέφαλος ἐσθιόμενος
[l. 15] ἢ σάρκες ἢ ἧπαρ ἀνθρώπου, τίνα δὲ τὰ τῆς κεφαλῆς
[l. 16] ἢ κνήμης ἢ δακτύλων ὀστᾶ τὰ μὲν καυθέντα, τὰ δ’ ἄκαυστα
[l. 17] πινόμενα, τίνα δ’ αὐτὸ τὸ αἷμα. ταῦτα μὲν οὖν εἰ καὶ
[p. 12.249]
[l. 1] παρὰ τοὺς νόμους, ἀλλ’ οὐκ ἀσελγῆ γε. πόσις δ’ ἱδρῶτός
[l. 2] τε καὶ οὔρου καὶ καταμηνίου γυναικὸς ἀσελγῆ καὶ βδελυρὰ,
[l. 3] καὶ τούτων οὐδὲν ἧττον ἡ κόπρος, ἣν διαχριομένην τε τοῖς
[l. 4] κατὰ τὸ στόμα καὶ τὴν φάρυγγα μορίοις εἴς τε τὴν γαστέρα
[l. 5] καταπινομένην ἔγραψεν ὁ Ξενοκράτης ὅ τί ποτε ποιεῖν δύναται·
[l. 6] γέγραφε δὲ καὶ περὶ τοῦ κατὰ τὰ ὦτα ῥύπου καταπινομένου.
[l. 7] ἐγὼ μὲν οὖν οὐδὲ τοῦτον ἂν ὑπέμεινα καταπιεῖν,
[l. 8] ἐφ’ ᾧ γε μηδέποτε νοσῆσαι. πολὺ δ’ αὐτοῦ βδελυρώτερον
[l. 9] ἡγοῦμαι τὴν κόπρον εἶναι. καὶ μεῖζόν γε ὄνειδός ἐστιν ἀνθρώπῳ
[l. 10] σωφρονοῦντι κοπροφάγον ἀκούειν ἢ αἰσχρουργὸν ἢ
[l. 11] κίναιδον, ἀλλὰ καὶ τῶν αἰσχρουργῶν μᾶλλον βδελυττόμεθα
[l. 12] τοὺς φοινικίζοντας τῶν λεσβιαζόντων, ᾧ φαίνεταί μοι παραπλήσιόν
[l. 13] τι πάσχειν ὁ καὶ καταμηνίου πίνων. οὔτ’ οὖν τούτων
[l. 14] ὑπομείναι τις ἂν εἰς πεῖραν ἐλθεῖν ἄνθρωπος κατὰ φύσιν
[l. 15] ἔχων οὔθ’ ὅσα μετριώτερα μὲν τούτων, ἔτι δ’ ἀσελγῆ,
[l. 16] κόπρῳ καταχρίεσθαί τι τοῦ σώματος μέρος, ἕνεκα τοῦ κατ’
[l. 17] αὐτὸ πάθους, ἢ ἀνθρώπου σπέρματος. γόνον δὲ αὐτὸ καλεῖν
[p. 12.250]
[l. 1] εἴωθεν ὁ Ξενοκράτης, 13.275. καὶ διορίζεταί γε μετὰ πάσης
[l. 2] ἐπιμελείας τίνα μὲν αὐτὸς ὁ γόνος μόνος ὠφελεῖν πέφυκε
[l. 3] καταχριόμενος, τίνα δὲ μετὰ τὴν ὁμιλίαν ἀνδρὸς καὶ γυναικὸς,
[l. 4] ὅταν ἐκπέσῃ τοῦ γυναικείου κόλπου. μεγάλην γάρ τινα
[l. 5] δεῖ γενέσθαι βοηθημάτων πενίαν, ἵνα τις χίμεθλα θεραπεύσῃ
[l. 6] ὑπερεχούσας ἀνδρὸς σπέρμα μὴ μεῖναν ἔνδον, ἀλλ’ ἐκρυὲν τῆς
[l. 7] γυναικὸς ἐπὶ τῇ συνουσίᾳ. πολὺ μὲν δὴ καὶ τὸ τοιοῦτο τῆς
[l. 8] ὕλης εἶδός ἐστιν ἐν τοῖς περὶ τῆς ἀπὸ τῶν ζώων ὠφελείας
[l. 9] ὑπ’ αὐτοῦ γεγραμμένοις. οὐ γὰρ ἀνθρώπου δηλονότι, τίνα
[l. 10] δύναμιν ἔχει πινόμενον οὖρον ἢ καταπινομένοις τε καὶ διαχριομένοις
[l. 11] τοῖς ἐν τὸ στόματι μέρεσι κόπρος, ἀλλὰ καὶ τῶν
[l. 12] ἄλλων ζώων ἑκάστου διηγεῖται, πολὺ δ’ ἄλλο τῶν δυσπορίστων,
[l. 13] οἷον ὅταν ἐλέφαντος ἢ ἵππου Νειλώου μνημονεύῃ.
[l. 14] βασιλίσκον μὲν γὰρ τὸ θηρίον οὐδὲ εἶδον οὐδέποτε, καὶ εἰ
[l. 15] ἀληθῆ τὰ λεγόμενα περὶ αὐτοῦ, κινδυνῶδές ἐστι καὶ τὸ
[l. 16] πλησίον ἀφικέσθαι τῷ ζώῳ τούτῳ. παραπλήσια δὲ τῷ Ξενακράτει
[l. 17] καὶ ἄλλοι τινὲς ἔγραψαν περὶ ζώων, ἐξ ὧν καὶ
[p. 12.251]
[l. 1] αὐτὸς2.131. ὁ Ξενοκράτης ἐξεγράψατο τὰ πλεῖστα. πόθεν
[l. 2] γὰρ ἂν ηὐπόρησε τοσούτων τε καὶ τοιούτων πραγμάτων
[l. 3] αὐτὸς πειραθῆναι; ὁ γοῦν ἡμέτερος γενόμενός ποτε βασιλεὺς
[l. 4] Ἄτταλος ἐλάττονα φαίνεται γράφων, καίτοι φιλοτιμότατα
[l. 5] σχὼν περὶ τὴν τῶν τοιούτων πεῖραν. ἐπαινῶν δέ τις
[l. 6] Ἀτευρίστου τὴν αὐτὴν πραγματείαν, ἔδωκέ μοι καὶ αὐτὴν
[l. 7] διελθεῖν, ὥς γε ἐμοὶ δοκεῖ, χωρὶς αὐτοψίας ἰδίας τοῦ γράψαντος
[l. 8] αὐτὴν γεγονυῖαν. ἐγὼ τοίνυν οὔτε βασιλίσκων οὔτε
[l. 9] ἐλεφάντων οὔθ’ ἵππων Νειλώων οὔτ’ ἄλλου τινὸς οὗ μὴ
[l. 10] πεῖραν αὐτὸς ἔχω μνημονεύσω, τῶν δὲ καλουμένων φίλτρων,
[l. 11] ἀγωγίμων, ὀνειροπομπῶν τε καὶ μισήτρων, αὐτοῖς γὰρ τοῖς
[l. 12] ἐκείνων ὀνόμασιν ἐξεπίτηδες χρῶμαι, τὴν ἀρχὴν ἂν, οὐδ’ εἰ
[l. 13] πεῖραν ἱκανὴν εἶχον, ἐμνημόνευσα διὰ γραμμάτων, ὥσπερ
[l. 14] οὐδὲ τῶν θανασίμων φαρμάκων ἢ τῶν ὡς αὐτοὶ καλοῦσιν
[l. 15] παθοποιῶν. ἐκεῖνα μὲν γὰρ αὐτῶν καὶ γελοῖα, καταδῆσαι
[l. 16] τοὺς ἀντιδίκους, ὡς μηδὲν ἐπὶ τοῦ δικανικοῦ δυνηθῆναι
[l. 17] φθέγξασθαι, ἢ ἐκτρῶσαι ποιῆσαι τὴν κύουσαν, ἢ μηδέποτε
[p. 12.252]
[l. 1] συλλαβεῖν, ὅσα τ’ ἄλλα τοιαῦτα. τὰ μέν γε πλεῖστα εἶναι
[l. 2] τούτων ἐστὶ καὶ πρὸς τῆς πείρας ἀδύνατα ὑπάρχειν, ἔνια
[l. 3] δὲ εἰ καὶ δυνατὰ, βλαβερὰ γοῦν γ’ ἐστὶ τῷ βίῳ τῶν ἀνθρώπων,
[l. 4] ὥστ’ ἐγὼ νὴ τοὺς θεοὺς θαυμάζω κατὰ τίνα τὴν
[l. 5] ἔννοιαν ἧκον ἐπὶ τὸ γράφειν αὐτά τινες. ἃ γὰρ καὶ τοῖς
[l. 6] ζῶσιν ἀδοξίαν φέρει γνωσθέντα, πῶς ταῦτα μετὰ θάνατον
[l. 7] εὐδοξίαν οἴσειν αὑτοῖς ἤλπισαν; εἰ μὲν οὖν βασιλεῖς ὄντες
[l. 8] ἐν ἀνθρώποις ἐπὶ θανάτῳ κατακεκριμένοις ἐποιήσαντο τὴν
[l. 9] πεῖραν αὐτῶν, οὐδὲν ἔπραξαν δεινόν. ἐπεὶ δ’ ἰδιῶται τοιαύτης
[l. 10] ἐξουσίας ἐν ὅλῳ τῷ βίῳ γεγονότες ἐπὶ τὸ γράφειν ἧκον
[l. 11] αὐτὰ, δυοῖν θάτερον, ἢ μὴ πειραθέντες αὐτοὶ γράφουσιν
[l. 12] ὑπὲρ ὧν οὐκ ἴσασιν, ἢ εἴπερ ἐπειράθησαν, ἀσεβέστατοι πάντων
[l. 13] ἀνθρώπων εἰσὶν, ἕνεκα πείρας ὀλέθρια δόντες φάρμακα
[l. 14] τοῖς οὐδὲν ἠδικηκόσιν, ἐνίοτε δὲ καὶ καλοῖς τε καὶ ἀγαθοῖς
[l. 15] ἀνδράσιν. ἰατροὺς γοῦν τις ἑστῶτας ἐπὶ ῥωποπώλαις θεασάμενος
[l. 16] δύο, προσεκόμισεν αὐτοῖς μέλι πιπράσκων δῆθεν.
[l. 17] οἱ δὲ ἐγεύσαντό τε καὶ περὶ τῆς τιμῆς διελέγοντο καὶ ὡς
[l. 18] ὀλίγον αὐτῶν διδόντων, ὁ μὲν σπεύσας ἐχωρήθη, τῶν δ’
[p. 12.253]
[l. 1] ἰατρῶν οὐδέτερος ἐσώθη. 13.276. τὰ τοιαῦτ’ οὖν ἅπαντα τῶν
[l. 2] πραξάντων τοὺς γράψαντας οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον
[l. 3] ἄξιον μισεῖν, ὅσῳ καὶ μεῖόν ἐστιν ἀδίκημα μόνον τι ποιῆσαι
[l. 4] κακὸν ἢ μετὰ πολλῶν. καὶ τῷ μὲν πράξαντι συναπέθανεν
[l. 5] ἡ τῶν κακῶν θεωρημάτων ἐμπειρία, τῶν δὲ γραψάντων
[l. 6] πάντων ἀθάνατός ἐστιν τοῖς πονηροῖς ὅπλα τῆς κακουργίας
[l. 7] παρασκευάζουσα. λέγωμεν οὖν ἡμεῖς ἤδη περὶ τῶν
[l. 8] χρησίμων ἀνθρώποις πραγμάτων, ὅσων πεῖραν ἔχομεν.
[l. 9] Περὶ τῶν ἐν τοῖς ζώοις ὑγρῶν. α. Περὶ
[l. 10] αἵματος. Αἷμα, προσυπακούειν δηλονότι χρὴ τοῦ κατὰ φύσιν
[l. 11] ἔχοντος ζώου, τοῦτο γὰρ καὶ ὄντως ἐστὶν αἷμα. τὸ δὲ μελαγχολικὸν
[l. 12] ἢ πικρόχολον ἢ φλεγματῶδες ἢ ὀῤῥῶδες ἢ σηπεδονῶδες
[l. 13] αἷμα μικτόν ἐστιν ἔκ τε τοῦ κατ’ ἀλήθειαν αἵματος
[l. 14] καὶ τοῦ μεμιγμένου χυμοῦ τε καὶ ἰχῶρος αὐτῷ. καὶ αὐτοῦ
[l. 15] δὲ τοῦ κατὰ φύσιν αἵματος ἐν ἑκάστῳ ζώῳ τὸ μὲν
[l. 16] ὑγρότερόν ἐστι, τὸ δὲ ξηρότερον, καὶ τὸ μὲν μᾶλλον, τὸ δὲ
[l. 17] ἧττον θερμὸν, ψυχρὸν γὰρ οὐδέν ἐστιν αἷμα.
[l. 1] β΄. Περὶ ὑείου αἵματος. Ὕειον μὲν οὖν ὑγρόν ἐστιν
[l. 2] καὶ ἧττον θερμὸν, ἀνθρωπείῳ μάλιστα κατὰ τὴν κρᾶσιν ἐοικὸς,
[l. 3] εἵπερ γε καὶ σάρκες τῶν ὑῶν ἐοίκασι ταῖς τῶν ἀνθρώπων.
[l. 4] ἴσμεν γοῦν ἤδη πολλοὺς ἁλόντας πανδοκέας τε καὶ
[l. 5] μαγείρους ἐν τῷ πιπράσκειν ὡς ὕεια τὰ τῶν ἀνθρώπων
[l. 6] κρέα, καίτοι τῶν ἐσθιόντων αὐτὰ διαφορᾶς οὐδεμιᾶς οὐδεὶς
[l. 7] ᾐσθάνετο. ἀλλὰ καὶ διηγουμένων τινῶν ἤκουσα πιστῶν ἀνθρώπων
[l. 8] ἐδηδοκέναι μὲν ἔν τινι πανδοχείῳ ζωμὸν δαψιλῆ
[l. 9] μετὰ κρεῶν ἡδίστων, ἤδη δὲ ἐμπεπλησμένων, εὑρεῖν ἐν αὐτῷ
[l. 10] δακτύλου μέρος τὸ πρόσω κατ’ αὐτὸν τὸν ὄνυχα, φοβηθέντες
[l. 11] δὲ τοὺς ἐν τῷ πανδοχείῳ μὴ καὶ αὐτοὺς φάγωσιν ὡς
[l. 12] εἰθισμένοι τοῦ πράγματος, αὐτίκα μὲν ἐξελθεῖν, ἐμέσαντες
[l. 13] δὲ τὰ ἐδηδεσμένα τῆς ὁδοιπορίας ἔχεσθαι. καὶ μέντοι καὶ
[l. 14] φωραθῆναι τοὺς κατὰ τὸ πανδοχεῖον οὐ μετὰ πολὺν χρόνον
[l. 15] ἔφασαν ἐφ’ οἷς ἔσφαττον ἀνθρώπους, ὥστ’ εἰκότως
[l. 16] ἄν τις ὑπολάβοι καὶ τὸ αἷμα τῶν ὑῶν ὁμοιότατον εἶναι τῷ
[l. 17] τῶν ἀνθρώπων. ἐκ γὰρ τοιούτου αἵματος ἥ τε πρώτη γένεσίς
[l. 18] ἐστι καἰ ἡ μετὰ ταῦτα τροφὴ ταῖς σαρξὶν, ὥστε καὶ
[p. 12.255]
[l. 1] ὅστις ἀνθρώπειον αἷμά φησιν εἶναι πρός τι νόσημα χρήσιμον,
[l. 2] ἐν ὑείῳ πρότερον ἐπιδειξάσθω, καὶ εἰ μὴ τὴν αὐτὴν,
[l. 3] ἀλλ’ ὁμοίαν ἐνέργειαν. εἰ γὰρ καὶ κατά τι τῆς δυνάμεως ἀπολείποιτο
[l. 4] ἀνθρωπείου αἵματος, παραπλήσιον γοῦν τι δράσει,
[l. 5] δι’ οὗ γνωσθέντος ἐλπίσομεν ὑπ’ ἀνθρωπείου τελεώτερον
[l. 6] ἔσεσθαι τὴν ὠφέλειαν. ὡς ἐάν γε μηδὲ μικρόν τι φαίνηται
[l. 7] τῆς ἐπαγγελίας διασῶζον, οὐδ’ ἐπ’ ἀνθρωπείου λόγον ἔχει
[l. 8] πειρᾶσθαι. τὰ μὲν γὰρ ὅμοια τῶν ὁμοίων εἶναι ποιητικὰ
[l. 9] πεπειράμεθα. περιστερᾶς γοῦν αἷμα παρ’ ἡμῖν ἐν Περγάμῳ,
[l. 10] σχεδὸν δὲ καὶ καθ’ ὅλην τὴν Ἀσίαν, εἰώθασιν οἱ ἀνατρήσαντες
[l. 11] ὀστᾶ κεφαλῆς κατεαγότα κατασχεῖν τῆς παχείας μήνιγγος.
[l. 12] εἶτά τις ἔχων μὲν κατὰ τύχην φάτταν, οὐκ ἔχων δὲ
[l. 13] περιστερὰν, ἐχρήσατο τῷ τῆς φάττης αἵματι καὶ ὅμως ὁ
[l. 14] ἄνθρωπος ἐσώθη. καὶ ἄλλος δὲ τρυγόνος ἐπ’ ἄλλῳ χρησάμενος,
[l. 15] οὐδὲν ἔβλαψε τὸν ἄνθρωπον. 13.277. τοῖς γὰρ ὁμοίοις
[l. 16] ἐπὶ τῶν αὐτῶν χρῆσθαι παθῶν μὴ παρόντων τῶν προπεπειρασμένων
[l. 17] ἕν τι τῶν ὁμολογουμένων ἐστὶ καὶ μαρτυρουμένων
[l. 18] ὑπὸ τῆς ἐμπειρίας. καὶ τά γε πλεῖστα τοῦ τῶν ἀνθρώπων
[l. 19] βίου κατὰ τοῦτον περαίνεται τὸν τρόπον.
[l. 1] γ΄. Περὶ αἵματος περιστερᾶς. Ἐπεὶ δ’ ὡς παραδείγματος
[l. 2] ἐμνημόνευσα τοῦ τῶν περιστερῶν αἵματος, οὐδὲν
[l. 3] ἂν εἴη χεῖρον ἤδη καὶ τοῦτο προχειρίσασθαι τῷ λόγῳ. καὶ
[l. 4] γὰρ καὶ πρὸς ὑποσφάγματα κατὰ τοὺς ὀφθαλμοὺς γινόμενα
[l. 5] χρῶνταί τινες αὐτῷ, παραχρῆμα δηλονότι λαμβάνοντες τὸ
[l. 6] ἐκρέον τοῦ σφαττομένου ζώου. θερμὸν μὲν γὰρ κατὰ τῶν
[l. 7] ὑποσφαγμάτων ἐγχέων αὐτὸ, τὰς κατὰ τὴν ἔκφυσιν τῶν
[l. 8] πτερύγων διῄρει φλέβας, ὅπως ἐξαρκέσειεν αὐτὸ τὸ ζῶον εἰς
[l. 9] πολλὰς χρήσεις. ἕτερος δὲ τῶν ἁπαλῶν νεοττῶν ἐξαίρων τὰ
[l. 10] πτερὰ, μαλακὰ δ’ ἐστὶ ταῦτα καὶ τὰς σύριγγας ὑγροῦ πλήρεις
[l. 11] ἔχει, τοῦτ’ αὐτὸ τὸ ὑγρὸν ἐκθλίβων, ἐνέσταξε τοῖς
[l. 12] ὀφθαλμοῖς. ἑτέροις δὲ ἰατροῖς ἀμφισβήτησις ἐγένετο πότερον
[l. 13] νεοττοῦ χρὴ τὸ αἷμα κατὰ τῆς μήνιγγος ἐπιστάζειν ἢ τελείας
[l. 14] περιστερᾶς, καὶ πότερον ἄῤῥενος ἢ θήλεος. ἐγὼ δ’ ἐν Ῥώμῃ
[l. 15] μυρίους οἶδα τῶν ἀνατρηθέντων ὀστᾶ κεφαλῆς οὐδὲν βλαβέντας
[l. 16] ἐπὶ τῇ τοῦ ῥοδίνου χρήσει, χωρὶς αἵματος περιστερᾶς,
[l. 17] εἶναι δὲ αὐτὸ χρὴ θερμὸν οὕτως ὡς τὸ τῆς περιστερᾶς
[l. 18] αἷμα. καὶ ἴσως γε τῷ συμμέτρῳ τῆς κατὰ τὴν θίξιν θερμασίας
[l. 19] ὠφέλιμόν ἐστιν, οὐκ ἐξαιρέτῳ τινὶ καὶ ἀγνώστῳ δυνάμει.
[p. 12.257]
[l. 1] συνϋπάρχει δ’ αὐτῷ καὶ ἡ κατὰ τὴν δύναμιν εὐκρασία,
[l. 2] ἀλλὰ τί τοῦτο; καὶ γὰρ καὶ τὸ ῥόδινον ἔχει ταύτην μετὰ
[l. 3] τοῦ καὶ στύψεως βραχείας μετέχειν, ὥστε οὐδὲν ἕξεις μεῖζον
[l. 4] ἐπί γε κεφαλῆς ἀνατρηθείσης ῥοδίνῳ 2.132. καλῷ χρώμενος.
[l. 5] ἐδήλωσα δ’ ἔμπροσθεν ὅπως ἐσκευάσθαι χρὴ τὸ ἄμεμπτον
[l. 6] ῥόδινον. ἔστι δὲ καὶ τῶν ὑποσφαγμάτων ἰατικὰ κολλύρια
[l. 7] πάμπολλα καὶ μάλιστα τὴν σμύρναν ἔχοντα πολλὴν, ὁποῖον
[l. 8] καὶ τὸ Δημοκράτους ὀνομαζόμενον διάσμυρνον. ἑξῆς δὲ τούτων
[l. 9] ἐστὶ τὰ διὰ λιβανωτοῦ πολλοῦ καὶ τούτων ἑξῆς τὰ
[l. 10] διὰ κρόκου, καὶ χυλὸς δὲ τήλεως ἀμείνων ἐστὶν αἵματος περιστερᾶς
[l. 11] εἰς τὰ τοιαῦτα. τί ἂν οὖν δέοι περιστερὰς ἢ φάττας
[l. 12] ἢ τρυγόνας ἀναμένειν, εὐποριστότερον μὲν ἁπάντων ἔχοντας
[l. 13] φάρμακον τῆλιν, ἕτοιμα δὲ τὰ εἰρημένα κολλύρια; κατὰ δὲ
[l. 14] τὸν αὐτὸν τρόπον οὐδὲ γλαυκὸς αἵματος δεηθησόμεθα πρὸς
[l. 15] τοὺς δυσπνοοῦντας. ἔνιοί γε μὴν οὐ τὸ αἷμα διδόασι πίνειν,
[l. 16] ἀλλ’ αὐτὴν ἑψήσαντες κελεύουσιν ἐσθίειν ἐν ἁπλῷ ζωμῷ. τὸ
[l. 17] δ’ οὖν αἷμά τινες μὲν ἐπιστάξαντες ὕδατι, τινὲς δὲ οἴνῳ
[p. 12.258]
[l. 1] διδόασιν, καί τις ὑπερεπῄνει τὸ αἷμα τοῦτο παρὰ γυναικὶ
[l. 2] συνεχῶς δυσπνοούσῃ, πυθομένου δέ μου ποίαν οἶδε δύσπνοιαν
[l. 3] ὑπ’ αὐτοῦ τεθεραπευμένην, οὐδ’ ὅτι πλείους εἰσὶν
[l. 4] ἠπίστατο. καὶ τοίνυν ἐχρήσατο μὲν ἐπὶ τῆς γυναικὸς, οὐδὲν
[l. 5] δὲ ὤνησεν,
[l. 6] δ΄. Περὶ αἵματος νυκτερίδος τε καὶ λαγωοῦ καὶ ἀλεκτορίδων
[l. 7] καὶ αἰγῶν καὶ ἀρνῶν καὶ ἐρίφων ἄρκτων τε καὶ
[l. 8] ταύρων καὶ τράγων. καθάπερ οὐδὲ τὸ τῆς νυκτερίδος, ὃ
[l. 9] γεγράφασιν ἔνιοι, καταχριόμενον τοῖς τιτθοῖς τῶν παρθένων
[l. 10] ἄχρι πλείστου προσεσταλμένους αὐτοὺς διαφυλάττει. ἔστι
[l. 11] δὲ καὶ τοῦτο ψεῦδος, ὥσπερ γε καὶ τὸ μὴ φύεσθαι τρίχας
[l. 12] ἐν ταῖς μασχάλαις, ὃ καλῶς ποιῶν ὁ Ξενοκράτης διέβαλεν
[l. 13] ὡς οὐκ ἀληθές. αὐτὸς δ’ ἀξιοῖ μετὰ τὴν ἐκείνου χρῆσιν ἢ
[l. 14] χάλκανθον ἐπιπάττειν ἢ σπέρμα κωνείου. 13.278. καί φησιν
[l. 15] οὕτω πραξάντων ἢ μηδ’ ὅλως φύεσθαι τὰς τρίχας ἢ χνοώδεις
[l. 16] φύεσθαι, ὥσπερ μικρόν τι φάρμακον προσφέρων τὸ
[l. 17] σπέρμα τοῦ κωνείου καὶ οὐχ ἱκανὸν αὐτὸ καθ’ αὑτὸ καταψῦξαι
[l. 18] γενναίως οἷς ἂν ἐπιτεθῇ μορίοις. ἔνιοι δὲ καὶ τοῖς
[p. 12.259]
[l. 1] αἰδοίοις τῶν παίδων ἐπαλείφουσι τὸ τῆς νυκτερίδος αἷμα,
[l. 2] νομίζοντες ἐκ τούτου φυλάξειν ἄνηβα μέχρι πλείστου τὰ
[l. 3] μόρια. καίτοι γ’ ἐχρῆν οὐδὲ μέχρι πλείστου νομίζειν, ἀλλὰ
[l. 4] διὰ παντὸς ἔσεσθαι τοιαῦτα, καθάπερ οἴονται καὶ τὰς μασχάλας.
[l. 5] ἐκ μὲν οὖν τοῦ ψυγῆναι σφοδρῶς τὸ μόριον εὔλογόν
[l. 6] ἐστι γενέσθαι τι τοιοῦτον, οὐ μὴν τό γε τῆς νυκτερίδος
[l. 7] αἷμα ψυχρὸν εἰς τοσοῦτόν ἐστι κατὰ δύναμιν, ὅλως γὰρ
[l. 8] οὐδὲν αἷμα ψυχρόν ἐστιν. ὡς τροφῇ μέντοι πολλάκις αἵματι
[l. 9] χρῶνται πολλοὶ τοῦ τε λαγωοῦ καὶ τῶν ἀλεκτορίδων καὶ
[l. 10] τῶν αἰγῶν, ἀλλὰ τῷ μὲν τοῦ λαγωοῦ καὶ τῶν ἀλεκτορίδων
[l. 11] οὐκ ὀλίγοι καὶ τῶν ἐν ταῖς πόλεσι, τῷ δὲ τῶν αἰγῶν οἱ
[l. 12] κατὰ τοὺς ἀγροὺς ἐμπιπλάντες αὐτῶν τὰς γαστέρας ἅμα τῇ
[l. 13] πιμελῇ, καθάπερ Ὅμηρος ἔφη τοὺς μνηστῆρας. ἀλλὰ νῦν
[l. 14] ἡμῖν ὁ λόγος ἐστὶν οὐ περὶ τῶν ἐν τροφῆς χώρᾳ προσφερομένων,
[l. 15] ἀλλὰ τῶν ὡς φαρμάκων. ἔνια δ’, ὡς καὶ πρόσθεν
[l. 16] εἴρηται, τροφαί τε ἅμα καὶ φάρμακά ἐστιν, ὧν ἐν τῇδε τῇ
[l. 17] πραγματείᾳ καθ’ ὅσον φάρμακά ἐστιν, οὐ καθ’ ὅσον τροφαί.
[l. 18] καὶ γὰρ καὶ ὅσοι τὸ αἷμα τῆς αἰγὸς τοῖς ὑδεριῶσι
[p. 12.260]
[l. 1] μετὰ μέλιτος ἔδοσαν ὡς φάρμακον, οὐχ ὡς τροφὴν αὐτὸ
[l. 2] προσφέρουσιν, καὶ ὅσοι πρὸς δυσεντερίαν ὀπτήσαντες ἢ πρὸς
[l. 3] ῥεῦμα γαστρὸς ἐχρήσαντο. καί μοι δοκεῖ τὸ παχυμερὲς αὐτοῦ
[l. 4] καὶ γεῶδες ἅμα θερμότητι ξηραντικὸν ὑπολαβὼν εἶναι
[l. 5] πρὸς ταύτην τὴν χρῆσιν ἀφικέσθαι τις. εἰς δὲ τὰς μηνίγγων
[l. 6] αἱμοῤῥαγίας ἀλεκτρύονός τε καὶ ἀλεκτορίδος αἷμα γεγραμμένον
[l. 7] ὑπ’ αὐτῶν εὑρὼν, οὔτ’ ἤλπισα δράσειν τι μέγα καὶ τῇ
[l. 8] πείρᾳ κρίνειν ἅμα μὲν ᾐδέσθην, ὡς μὴ περίεργος ἢ μωρὸς
[l. 9] εἶναι δοκοίην, εἰ τοσαῦτά τε καὶ τοιαῦτα φάρμακα δόκιμα
[l. 10] παρελθὼν ἐλπίζοιμι τὸ τῶν ὀρνίθων τούτων αἷμα μᾶλλον
[l. 11] ἀνύσειν, ἅμα δ’ ἐπισφαλοῦς οὔσης τῆς τοιαύτης αἱμοῤῥαγίας
[l. 12] οὐκ ἐδόκει μοι καλῶς ἔχειν ἐπί τι τῶν ἀπειράστων ἀφικνεῖσθαι.
[l. 13] σφαλερὰ γὰρ οὕτως ἡ τοιαύτη πεῖρα καὶ μόνοις βασιλεῦσιν
[l. 14] ἐπὶ πονηρῶν ἀνθρώπων εὐλόγως παραλαμβανομένη.
[l. 15] προκατέγνων δὲ καὶ τοῦ τῶν ἀρνῶν αἵματος, ὃ θεραπεύειν
[l. 16] ἐπιληψίαν ἔνιοί φασι πινόμενον, οὐκοῦν οὐδὲ τοῦτο τῇ πείρᾳ
[l. 17] κρίνειν ἤμελλον. εἰ δέ τις βούλεται πειραθῆναι, σαφῶς οἶδα
[p. 12.261]
[l. 1] καταγινωσκόμενον αὐτῶν τῶν γραψάντων τὰ τοιαῦτα. πάντα
[l. 2] γὰρ ὅσα πινόμενα φάρμακα τοὺς ἐπιληπτικοὺς ὀνίνησι, τῆς
[l. 3] τεμνούσης ἐστὶ δυνάμεως, ἥκιστα δὲ τοιοῦτο τὸ τῶν ἀρνῶν
[l. 4] αἷμα. τὸ δ’ ἐπὶ τοῦ τῶν ἐρίφων αἵματος εἰρημένον ὑπὸ
[l. 5] Ξενοκράτους, ἐνδεχόμενον εἶναι νομίσας ἀνύειν τι διὰ τὴν
[l. 6] τοῦ ὄξους μίξιν ὑπερεθέμην τινὶ πρᾶξαι τῶν ἐν ἀγρῷ διαιτωμένων
[l. 7] ἀνδρὶ φιλογεώργῳ μὲν, πεπαιδευμένῳ δὲ τὴν πρώτην
[l. 8] παιδείαν, καί φησιν αὐτῷ κεχρημένος ἐπὶ δυοῖν αἷμα
[l. 9] πτυσάντων ὠφέλειάν τινα πεπειρᾶσθαι. ἐδόκει δέ μοι μηδέτερος
[l. 10] αὐτῶν ἐξ ὧν διηγεῖτο μήτ’ ἐξ ἀρτηρίας αὐτὸ μήτε
[l. 11] ἐκ λάρυγγος ἢ πνεύμονος ἐπτυκέναι. γράφει γοῦν ὁ Ξενοκράτης
[l. 12] ἐν τῷ πρώτῳ περὶ τῆς ἀπὸ τῶν ζώων ὠφελείας,
[l. 13] ἔνθα περὶ ἐρίφων διαλέγεται, κατὰ λέξιν ᾧδε· πρὸς τοὺς
[l. 14] αἱμοπτυϊκοὺς πάνυ ὠφέλιμον. χρὴ δὲ μήπω πεπηγότι ὅσον
[l. 15] ἡμικοτυλίῳ παραμῖξαι ὄξους δριμέος ἶσον, ἔπειτ’ ἀναζέσαντα
[l. 16] τριχῇ διανέμειν, διδόναι τε καταῤῥοφεῖν ἑκάστης ἡμέρας μέρος
[l. 17] ἓν, ὥστ’ ἔξεστί σοι κατ’ ἀγρόν ποτε τῶν ἄλλων ἀποροῦντι
[l. 18] καὶ τούτῳ χρήσασθαι τὴν πεῖραν ἀκίνδυνον ἔχοντι.
[p. 12.262]
[l. 1] τό γε μὴν τῆς ἄρκτου κατὰ τῶν ἀποστημάτων θερμὸν ἐπιτιθέμενον
[l. 2] ἐγχωρεῖ πεπαίνειν αὐτά. 13.279. προσθήσω δὲ τῷ
[l. 3] λόγῳ καὶ τὸ τῆς αἰγός τε καὶ τράγου καὶ ταύρου. καί σοι
[l. 4] πάρεστιν, εἰ βούλει, παρελθόντι μυρία τῶν εὐπορίστων φαρμάκων
[l. 5] οἷς ἀποστήματα πεπαίνομεν ἄρκτους καὶ ταύρους καὶ
[l. 6] τράγους καταθύειν ἐφ’ ἑκάστῃ δηλονότι χρήσει. οὐ γὰρ δὴ
[l. 7] ἅπαξ γέ τις ἐπιθεὶς κατὰ τοῦ πεπονθότος μορίου τὴν ἐπαγγελίαν
[l. 8] ἀπαιτήσει τοῦ φαρμάκου, οὐ μὴν οὐδὲ ψυχρὸν ἤδη
[l. 9] γεγονὸς ὡς πεπηγέναι.
[l. 10] ε΄. Περὶ αἵματος τῶν χλωρῶν βατράχων. Τοῦ δὲ
[l. 11] τῶν χλωρῶν βατράχων τῶν μικρῶν, οὓς βρέξαντάς τινες
[l. 12] ὀνομάζουσι, τὸ αἷμα διαβεβαιουμένου τινὸς, ἐπειδὰν τῶν
[l. 13] βλεφάρων ἐκτίλας τὰς τρίχας ἐπαλείψῃς, οὐκέτ’ ἀναφύεσθαι,
[l. 14] ψεῦδος εὗρον ὑποβαλὼν τῇ πείρᾳ. μετὰ ταῦτα
[l. 15] δὲ καὶ γεγραμμένον ὑπό τινων εὗρον αὐτὸ, καθάπερ γε
[l. 16] καὶ τὸ τῶν κροτώνων, οὓς κυνοραίστας μᾶλλον ὀνομάζουσιν
[l. 17] οἱ παλαιοί. ἀλλ’ οὐδὲ τοῦτο τὴν ἐπαγγελίαν ἔσωσεν εἰς
[l. 18] πεῖραν ἀχθέν.
[l. 1] στ΄. Περὶ αἵματος κροκοδείλου καὶ τῶν λοιπῶν. Εἰ
[l. 2] δὲ τὸ τοῦ χερσαίου κροκοδείλου ποιητικὸν ὀξυδορκίας ἐστὶν,
[l. 3] οὐδὲ πειράζειν ἔμελλον, ἔχων ὀξυδερκῆ φάρμακα δόκιμα, καθάπερ
[l. 4] οὐδ’ εἰ τὸ τῶν ὀχευόντων ἵππων, ἐσχαρωτικόν τε καὶ
[l. 5] σηπτικὸν, οὐδ’ εἰ τὸ τῶν κατοικιδίων μυῶν ἀποπίπτειν
[l. 6] ποιεῖ ἀκροχορδόνας. ἕτερα γὰρ ἦν μοι πολλὰ καὶ πρὸς
[l. 7] τοῦτό γε τὸ πάθημα, καθάπερ γε καὶ πρὸς τὸ δυσιατότερον
[l. 8] αὐτοῦ τὴν μυρμηκίαν ὀνομαζομένην, ἐφυλαττόμην τε
[l. 9] γοητείας δόξαν ἀπενέγκασθαι, φθανόντων ἤδη τῶν βασκάνων
[l. 10] ἰατρῶν λέγειν ἐκ μαντικῆς τινος, οὐκ ἰατρικῆς θεωρίας τὰς
[l. 11] προῤῥήσεις ἐπὶ τῶν νοσούντων με ποιεῖσθαι.
[l. 12] 2.133. ζ΄. Περὶ γάλακτος. Γάλα. διττὴν ἔχει τοῦτο
[l. 13] χρείαν, τὴν μὲν ἑτέραν ὡς τροφὴν, τὴν δὲ ἑτέραν ὡς φάρμακον.
[l. 14] ἀλλ’ ὡς μὲν τροφή τι δύναται διά τε τῆς θεραπευτικῆς
[l. 15] μεθόδου καὶ κατὰ τὰ ἄλλα δεδήλωται. τὴν δ’ ὡς φαρμάκου
[l. 16] δύναμιν αὐτὴν νῦν ἐρῶ, πρότερόν γε ἀναμνήσας κᾀπὶ
[l. 17] τοῦδε, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ αἵματος, ὡς οὐ
[l. 18] περὶ τοῦ νοσώδους γάλακτος, ἀλλὰ τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ
[p. 12.264]
[l. 1] τῶν ζώων χρὴ ἀκούειν τῶν λεχθησομένων. τὸ τοίνυν
[l. 2] ὑγιεινότατον γάλα, καθάπερ καὶ τὸ αἷμα, καθαρόν ἐστι καὶ
[l. 3] εἰλικρινὲς, οὔτε πικρότητος οὔτ’ ὀξύτητος οὔτε δριμύτητος
[l. 4] οὔθ’ ἁλυκότητος οὔτε δυσωδίας μετέχον, ἀλλ’ ὡς ἂν εἴποι
[l. 5] τις εὐῶδες ἢ ἄνοσμον ἢ εἴπερ ἄρα σμικρᾶς τινος εὐωδίας μετέχον.
[l. 6] εὔδηλον ὅτι καὶ γευόμενόν ἐστιν ἡδὺ, βραχεῖαν ἔχον
[l. 7] γλυκύτητα, καθάπερ καὶ τὸ αἷμα τὸ ὑγιεινὸν, ἐξ οὗ καὶ ἡ
[l. 8] τοῦ γάλακτός ἐστι γένεσις. τὸ δὲ τοιοῦτο γάλα πρὸς τὰ δριμέα
[l. 9] καὶ δάκνοντα ῥεύματα συμφορώτατόν ἐστιν, οὐ μόνον
[l. 10] ἀποπλῦνον αὐτὰ τῶν ἐνοχλουμένων μορίων, ἔστι γὰρ αὐτῷ
[l. 11] τοῦτο καὶ πρὸς τὸ ὕδωρ κοινὸν, ἀλλὰ καὶ περιπλαττόμενον
[l. 12] τοῖς σώμασιν, ὡς μὴ γυμνοῖς αὐτοῖς προσπίπτειν τὸ
[l. 13] ἐπιῤῥέον. οὐ μόνον δὲ κατὰ τοῦτο πλεονεκτεῖ τοῦ ὕδατος,
[l. 14] ἀλλὰ καὶ τῷ περιπλύνειν αὐτὸ, διὰ τὸ περιέχειν ἐν ἑαυτῷ
[l. 15] ῥυπτικὴν ὑγρότητα τὴν ὀνομαζομένην ὀῤῥὸν, ὃς προαποκλύζεται
[l. 16] καὶ προσαποκλύζει τὰ σώματα. τῷ δὲ λοιπῷ παντὶ
[l. 17] παχεῖ ὄντι καὶ λιπαρῷ περιπλάττεται καθ’ ὅνπερ τρόπον
[l. 18] καὶ ἡ πιμελὴ καὶ τὸ στέαρ, ὠοῦ τε τὸ λευκὸν ἥ τ’ ἐκ τοῦ
[l. 19] πεπλυσμένου κηροῦ καὶ ἐλαίου κηρωτή· 13.280. καὶ γὰρ καὶ
[p. 12.265]
[l. 1] ταῦτα τὰς ἀπὸ τῶν δριμέων ἰχώρων πραΰνει δήξεις, ἐκ τοῦ
[l. 2] περιπλάττεσθαι τοῖς σώμασιν ἄδηκτον ἔχοντα φύσιν. εὐτρεπτότατον
[l. 3] δ’ ὂν ἅπαν γάλα, καὶ μάλισθ’ ὅταν ᾖ τὸ περιέχον
[l. 4] θερμὸν, ἀποβάλλει πολὺ τῆς εἰρημένης δυνάμεως, εἰ μὴ
[l. 5] παραχρῆμά τις αὐτῷ χρῷτο θερμῷ τῶν τιτθῶν ἐκχυθέντι.
[l. 6] μάλιστα μὲν οὖν γυναικὸς εὐεκτούσης τε καὶ καλῶς διαιτωμένης
[l. 7] γάλακτι χρηστέον ἐστὶν, οἰκειότατον γὰρ ἀνθρωπείῳ
[l. 8] σώματι τοῦτο, δεύτερον δὲ τῶν ἄλλων ζώων, ὅσα μὴ πολὺ
[l. 9] κεχώρισται τῆς ἀνθρώπου φύσεως. εἴσῃ δὲ τοῦτο ῥᾳδίως ἐκ
[l. 10] τῆς τῶν σαρκῶν ὀσμῆς, ἀηδοῦς μὲν οὔσης τῶν πόῤῥω ταῖς
[l. 11] κράσεσιν ἀφεστηκότων, οἷον κυνὸς, λύκου, λέοντος, παρδάλεως,
[l. 12] ἀλώπεκος, ὑαίνης, ἄρκτου καὶ τῶν ὁμοίων, οὐκ ἀηδοῦς
[l. 13] δὲ τῶν μὴ πόῤῥω, καθάπερ ὑὸς, αἰγὸς, ἵππου, βοὸς,
[l. 14] ὄνου, προβάτου. καὶ τοίνυν καὶ χρῶνται πάντες οἱ ἄνθρωποι
[l. 15] τῇ πείρᾳ διδαχθέντες αἰγείῳ τε καὶ προβατείῳ καὶ
[l. 16] βοείῳ καὶ ὀνείῳ γάλακτι, καὶ τυροὺς δὲ ποιοῦσιν ἐξ αὐτῶν,
[l. 17] ὅτι μὴ τοῦ ὀνείου. λεπτὸν γὰρ πάνυ τοῦτο καὶ μεστὸν ὀῤῥώδους
[l. 18] ὑγρότητος, ὥσπερ γε τὸ βόειον παχύ. μέσον δ’ ἐστὶν
[p. 12.266]
[l. 1] τῇ συστάσει τὸ τῆς αἰγὸς, ἄπεπτον δὲ καὶ ὑδατῶδες ὗς ἔχει
[l. 2] τὸ γάλα. σύγκειται δ’ ἐκ τριῶν οὐσιῶν ἅπαν γάλα, τυρώδους,
[l. 3] ὀῤῥώδους, λιπαρᾶς, ἣν πλείστην ἔχειν φαίνεται τὸ βόειον,
[l. 4] ἐξ ἧς καὶ τὸ καλούμενον βούτυρον ποιοῦσι, πεπτικῆς
[l. 5] τε καὶ χαλαστικῆς ὂν δυνάμεως, διὸ καὶ μάλιστα αὐτῷ χρῶνται
[l. 6] ἐπί τε παρωτίδων καὶ βουβώνων.
[l. 7] η΄. Περὶ ὀῤῥοῦ γάλακτος. Ὁ δὲ ὀῤῥὸς, ὡς εἴρηται,
[l. 8] ῥυπτικὴν ἔχει δύναμιν, ὑπαγωγῆς τε γαστρὸς ἕνεκα λαμβάνεται
[l. 9] καὶ διὰ κλυστήρων ἐνίεται, περιῤῥύπτων τε καὶ περιπλύνων
[l. 10] ἀδήκτως τὰς ἐν τοῖς ἐντέροις δριμύτητας. ἕλκη τε
[l. 11] τὰ δριμεῖς ἰχῶρας ἔχοντα κατακλύζων ἄν τις ἀνθ’ ὕδατος
[l. 12] ὀῤῥῷ κάλλιστα ποιήσειεν. ὅσα τε διαφορητικὰ φάρμακα τῶν
[l. 13] ἐκχυμωμάτων τε καὶ μελασμάτων ἐστὶν καὶ ταῦτα δι’ ὀῤῥοῦ
[l. 14] περιπλύνειν ἄμεινον, οὐ δι’ ὕδατος. οὕτως οὖν αὐτῷ καὶ
[l. 15] πρὸς ὑπώπια καὶ ὑποσφάγματα χρώμεθα, μιγνύντες τοῖς
[l. 16] οἰκείοις πρὸς ταῦτα φαρμάκοις. τὸ δὲ τυρῶδες καὶ παχὺ
[l. 17] τοῦ γάλακτος ἐμπλάττεται μᾶλλον, καὶ κατὰ τοῦτο τὰς δριμύτητας
[l. 18] ἀμβλύνει. ὅταν δὲ προσλάβῃ τινὸς ἑτέρας ξηραντικῆς
[p. 12.267]
[l. 1] δυνάμεως, ἄριστον γίγνεται φάρμακον ἐπί τε δυσεντερικῶν
[l. 2] καὶ πάντων τῶν κατὰ γαστέρα δριμέων ῥευμάτων, προσλαμβάνει
[l. 3] δὲ διὰ τῶν ἐμβαλλομένων αὐτῷ προαφεψημένων
[l. 4] διαπύρων λίθων. εἶναι δὲ χρὴ τούτους οὓς ὀνομάζουσιν κάχληκας,
[l. 5] ἑψῆσθαί τε τὸ γάλα, μέχρις ἂν ἐκδαπανηθῇ τὸ πλεῖστον
[l. 6] ἐξ αὐτοῦ τῆς ὀῤῥώδους ὑγρότητος. ἡμεῖς δὲ καὶ διὰ
[l. 7] σιδηρῶν κυλίνδρων διαπύρων ἐμβαλλομένων αὐτῷ τὴν αὐτὴν
[l. 8] ἢ καὶ βελτίονα δύναμιν ἐργαζόμεθα. μετέχει γὰρ ὁ σίδηρος,
[l. 9] ὡς εἴρηται, στυπτικῆς δυνάμεως, καὶ τούτου γε χάριν
[l. 10] τοὺς κυλίνδρους αὐτὸς παρεσκευασάμην πλείονας ἐπὶ πέρασιν
[l. 11] ὀβελῶν προσκειμένους, ἵνα τις ἐκ τῆς λαβῆς εὐκόλως
[l. 12] ἐπαίρῃ πυρωθέντα τὸν σίδηρον. ὥσπερ δὲ τῶν καυστηρίων,
[l. 13] οὕτω καὶ τούτων τὰς λαβὰς ἐνελίττω ῥάκεσιν. ὅλον δὲ τὸ
[l. 14] γάλα πρός τε τὰ κατ’ ὀφθαλμοὺς ῥεύματα δριμέα κατὰ μόνας
[l. 15] τε καὶ μετὰ τῶν ἁπλῶν κολλυρίων ἐστὶ χρήσιμον, ἔτι
[l. 16] τε πρὸς ὑποσφάγματα καὶ ὑπώπια, καὶ μέντοι καὶ κατὰ τῶν
[l. 17] βλεφάρων ἔξωθεν, ὑπνοῦν μελλόντων τῶν ὀφθαλμιώντων
[l. 18] ἐπιτιθέμενον ἅμα ῥοδίνῳ καὶ ὠῷ, πέττει τὰς φλεγμονὰς
[p. 12.268]
[l. 1] αὐτῶν, γυναικὸς δ’ ἔστω τὸ γάλα τοῦτο, πρόσφατον ἐκ τῶν
[l. 2] τιτθῶν ἐπισταζόμενον. ἐνίεμεν δὲ αὐτὸ καὶ μήτραις ἡλκωμέναις
[l. 3] καὶ κατὰ μόνας μὲν, 13.281. ἀλλὰ καὶ τοῖς ἀδήκτως
[l. 4] θεραπεύουσι φαρμάκοις μιγνύντες οἷς μίγνυται, κᾀπειδὰν τὰ
[l. 5] κατὰ τὴν ἕδραν ἕλκη παρηγορῶμεν, ὀδυνώμενα διὰ δριμεῖς
[l. 6] ἰχῶρας ἢ φλεγμονὰς ἢ στολίδας ἀνεξαμένας. οὕτως δὲ καὶ
[l. 7] πρὸς τὰ κατὰ τὰ αἰδοῖα χρώμεθα καὶ πάνθ’ ἁπλῶς τὰ παρηγορίας
[l. 8] δεόμενα διὰ φλεγμονὴν ἢ δῆξιν ἢ κακοήθειαν. διὰ
[l. 9] τοῦτο οὖν καὶ τοῖς καρκινώδεσιν ἕλκεσιν προσφέρεται μιγνύμενον
[l. 10] ἀνωδύνοις φαρμάκοις, οἷα μάλιστα τὰ διὰ πομφόλυγός
[l. 11] ἐστι. καὶ τί δεῖ λέγειν ὅτι καὶ διάκλυσμα καὶ διακράτημα
[l. 12] τῶν ἐν τῷ στόματι φλεγμαινόντων ἀνωδυνώτατόν
[l. 13] ἐστιν ἀνακογχυλιζόμενον; καὶ φλεγμαίνοντα παρίσθμια κατὰ
[l. 14] σταφυλὴν καὶ ἀντιάδας ἱκανῶς παρηγορεῖ, καὶ διὰ τοῦτο
[l. 15] καὶ συνάγχην, ἁπλῶς δ’ εἰπεῖν, ὡς ἔφην, παρηγορικόν ἐστι
[l. 16] φάρμακον, ἄδηκτον μὲν ἔχον καὶ τὴν ὅλην οὐσίαν, πολὺ δὲ
[l. 17] μᾶλλον ὅταν ἐκδαπανήσωμεν αὐτῆς ἑψήσει μετρίᾳ τὸ πλέον
[l. 18] τῆς ὀῤῥώδους ὑγρότητος. οὕτως γοῦν μοι δοκοῦσιν οἱ ἰατροὶ
[p. 12.269]
[l. 1] καὶ πρὸς τὰ κατὰ διάβρωσιν ἀναιροῦντα θανάσιμα
[l. 2] φάρμακα, προτραπῆναι διδόναι τὸ γάλα, καθάπερ ὅ τε θαλάττιος
[l. 3] λαγωὸς ἀναιρεῖ καὶ ἡ κανθαρίς. ἔνιοι δὲ καὶ τοῖς
[l. 4] ἀκόνιτον ἢ θαψίαν εἰληφόσι διδόασιν. ἀλλὰ ταῦτα μὲν εὐλόγως
[l. 5] ἐπενόησαν, ἕτερα δ’ ἐψεύσαντο φανερῶς, ὥσπερ καὶ
[l. 6] τὸ περὶ τὸ τῆς κυνὸς γάλακτος ὡς κωλύοντος ἀνιέναι τρίχα
[l. 7] ἐκ τῶν βλεφάρων, εἰ ἐξαιρεθεισῶν αὐτῶν ἐπιχρισθείη τῷ
[l. 8] τόπῳ, ὅθεν αἱ ῥίζαι τῶν τριχῶν ἀνεσπάσθησαν. κατὰ δὲ
[l. 9] τὸν αὐτὸν λόγον οἱ γράψαντες εἴργειν αὐτὸ τῆς ἐπὶ
[l. 10] 2.134. τῶν αἰδοίων ἐκφύσεως ταχείας τὰς τρίχας, εἰ περιχρισθείη
[l. 11] πρὶν ἡβᾷν, ἐκβάλλειν τε τὰ νεκρὰ τῶν ἐμβρύων ποθὲν, οὐκ
[l. 12] ἀληθεύουσιν. ἕτερα δέ τινα γοητείας ἐχόμενα γράφουσιν περί
[l. 13] τε τούτων καὶ ἄλλων τινῶν ζώων γάλακτος, ἃ καταρχὰς
[l. 14] εὐθέως ἠρνησάμην αὐτὸς ἐρεῖν, εἰ καὶ πεῖραν αὐτῶν εἶχον
[l. 15] ὡς ἀληθῶς λεγομένων.
[l. 16] θ΄. Περὶ τυροῦ. Τυρός. τῷ περὶ γάλακτος λόγῳ καὶ
[l. 17] περὶ τυροῦ προσθεῖναι προσήκει, διότι γάλα πεπηγός ἐστιν.
[l. 18] οὐ μὴν ἥ γε οὐσία πᾶσα τοῦ γάλακτος πήγνυται κατὰ τοὺς
[p. 12.270]
[l. 1] τυροὺς, ἀλλὰ τὸ παχὺ μόνον, ἀποκρινομένου τε καὶ χωριζομένου
[l. 2] τοῦ λεπτοῦ καὶ ὀῤῥώδους. ἔχειν δ’ ἐῤῥέθη τὸ γάλα
[l. 3] καὶ λιπαράν τινα καὶ οἷον ἐλαιώδη φύσιν ἐν ἑαυτῷ, καὶ
[l. 4] πλείστην ταύτην ἔφην ὑπάρχειν ἐν τῷ βοείῳ, κᾀπειδὰν ἀποχωρισθῇ
[l. 5] τοῦ λοιποῦ γάλακτος, αὐτὸ καθ’ αὑτὸ γενόμενον
[l. 6] τὸ λιπαρὸν τοῦτο βούτυρον ὀνομάζεσθαι, παγὲν δ’ ἅμα τῷ
[l. 7] παντὶ γάλακτι, χωρισθείσης κατὰ τὴν πῆξιν δηλονότι τῆς
[l. 8] ὀῤῥώδους ὑγρότητος, λιπαρὸν ἐργάζονται τὸν τυρόν. καί τινες
[l. 9] οὕτω γίνονται λιπαροὶ τῶν βοείων τυρῶν, ὡς ἐκρεῖν αὐτῶν
[l. 10] ἐλαιῶδές τι. τῷ χρόνῳ δὲ καὶ οὗτοι καὶ οἱ ἄλλοι πάντες
[l. 11] δριμύτεροί σοι φανοῦνται γευομένῳ τε καὶ ὀσμωμένῳ. καί
[l. 12] ποτε τυρόν μοι κομισθέντα βόειον ἀπὸ τῆς ὀσμῆς δριμὺν
[l. 13] εἶναι τεκμηράμενος ἀπέῤῥιψα, κᾀγὼ μὲν ᾤμην ἀνηλῶσθαι
[l. 14] πρὸς τῶν οἰκετῶν αὐτὸν, ὁ δὲ φυλάττειν εἰθισμένος τὰ τοιαῦτα
[l. 15] μετὰ χρόνον συχνὸν ἐκ τοῦ ταμιείου προκομίσας ἠρώτα
[l. 16] τί κελεύοιμι δὴ περὶ αὐτοῦ. καὶ φανέντος ἀβρώτου διὰ
[l. 17] δριμύτητα, πρόβλημα μετὰ παιδιᾶς ἦν ὅπως ἄν τις αὐτὸν
[l. 18] διάθοιτο χρησίμως. ἐν τούτῳ δή τινος ἀρθριτικοῦ κομισθέντος
[p. 12.271]
[l. 1] ἐπὶ δίφρου πρός με, πώρους ἐν τοῖς ἄρθροις ἔχοντος,
[l. 2] ἐπῆλθέ μοι σκέλος ταριχηρὸν ὑὸς, ὃ ἦν ἔνδον, ἑψήσαντα δεῦσαι
[l. 3] τῷ ἀφεψήματι τὸν τυρὸν, ἐν θυίᾳ τε καλῶς ἑνώσαντα
[l. 4] κατὰ τῶν πώρων ἐπιτιθέναι. καὶ τοίνυν ὁ ἀρθριτικὸς ὑπὸ
[l. 5] τοῦ φαρμάκου 13.282. τούτου μεγίστως ὤνητο. διαῤῥηγνυμένου
[l. 6] γὰρ αὐτομάτως αὐτῷ τοῦ δέρματος ἄνευ τομῆς, ἀπέῤῥεεν
[l. 7] ἀλύπως ἑκάστης ἡμέρας μόρια τῶν πώρων. ἐπεὶ δ’ ὅλως
[l. 8] ὁ παρ’ ἐμοὶ τυρὸς ἐξεδεδαπάνητο, τοιοῦτον ἕτερον ἑαυτῷ
[l. 9] πορισάμενος ὁ ἀρθριτικὸς ἐφύλαττεν εἰσαῦθις, ὕστερον δὲ
[l. 10] πάλιν ἐχρήσατο παλαιωθέντι, κᾀπειδὴ καὶ τότε τῆς αὐτῆς
[l. 11] ὠφελείας ἐπειράθην, πολλάκις τοῦ λοιποῦ διετέλεσε χρώμενος
[l. 12] αὐτῷ, καί τινας ἄλλους τῶν ὁμοίως πασχόντων φίλων
[l. 13] ἐδίδαξεν. τοῦτο μὲν οὖν ἐκ τῆς ἡμετέρας ἐπινοίας τῇ
[l. 14] πείρᾳ βεβαιωθὲν ἐγνώσθη, τὸν δὲ πρόσφατον τυρὸν ἐναντίας
[l. 15] ὄντα τῷ παλαιῷ κράσεως, ἐπέθηκά ποτε τραῦμα μέτριον
[l. 16] τῷ μεγέθει ἔχοντι κατ’ ἀγρὸν ἀνθρώπῳ, προλειώσας
[l. 17] δηλονότι. κατ’ αὐτοῦ δ’ ἔξωθεν ἐπέθηκα φύλλα λαπάθου.
[l. 18] δύναιτο δ’ ἂν, εἰ μὴ παρείη ταῦτα, καὶ ἀμπέλου καὶ πλατάνου
[p. 12.272]
[l. 1] καὶ τεύτλου καὶ θριδακίνης ἐπιβάλλεσθαι. αὐτὸς μὲν
[l. 2] οὖν ὁ τυρὸς ἐκόλλησε τὸ τραῦμα ἁπαλός τις ὤν. ἕτερος δὲ
[l. 3] ὁ καλούμενος ἐν Περγάμῳ τε παρ’ ἐμοὶ καὶ κατὰ τὴν ὑπερκειμένην
[l. 4] Ἀσίαν ὀξυγαλάκτινος, ἀγροίκου μέγα τραῦμα σχόντος
[l. 5] ἐκόλλησεν ὁμοίως ἐπιτεθείς. ἀποκρουστικὴν γὰρ ὁ μαλακός
[l. 6] τε καὶ νεοπαγὴς τυρὸς ἔχει δύναμιν ἐμψύχων ἀτρέμα.
[l. 7] ὁ δ’ ὀξυγαλάκτινος καὶ πρὸς ταῦτα καὶ διαφορητικὴν ἐπικτᾶται
[l. 8] βραχεῖαν.
[l. 9] ι΄. Περὶ βουτύρου. Βούτυρος ἢ βούτυρον, ὅπως ἂν
[l. 10] ἐθέλῃς ἀῥῥενικῶς τε καὶ οὐδετέρως ὀνομάζειν αὐτόν. γίνεται
[l. 11] μὲν οὖν ἐκ τοῦ λιπαρωτάτου κατὰ τὸ γάλα, καθότι προείρηται.
[l. 12] θαυμάζω δ’ ὅπως ὁ Διοσκορίδης ἐκ προβατείου φησὶν
[l. 13] αὐτὸν καὶ αὐγείου τὴν γένεσιν ἔχειν. ἐγὼ γὰρ ἐκ τοῦ
[l. 14] βοείου τὸ φάρμακον τοῦτο γιγνόμενον οἶδα, καὶ διὰ τοῦτο
[l. 15] νομίζω καὶ βούτυρον καλεῖσθαι, πεπτικῆς τ’ ἐστὶ δυνάμεως,
[l. 16] ἔχον ὀλίγον τι τῆς διαφορητικῆς, ἐπί τε τῶν μέσων κατά
[l. 17] τε τὴν μαλακότητα καὶ σκληρότητα σώματος. ἀεὶ γὰρ χρὴ
[l. 18] μεμνῆσθαι τοῦ τὰς ἁπλᾶς καὶ ἄνευ προσθήκης καὶ διορισμοῦ
[l. 19] τινος ἀποφάνσεις ἐπὶ τῶν μέσων τῇ κράσει λέγεσθαι
[p. 12.273]
[l. 1] σωμάτων. τῶν μὲν γὰρ σκληρῶν τελέως σωμάτων τοὺς παρὰ
[l. 2] φύσιν ὄγκους διαφορεῖν ἀδύνατόν ἐστι τὸ φάρμακον τοῦτο,
[l. 3] τὰ δὲ μαλακὰ φλεγμαίνοντα καὶ πέττει καὶ διαφορεῖ ῥᾳδίως,
[l. 4] ὥστε καὶ παρωτίδας καὶ βουβῶνας καὶ τὰς ἐν τῷ
[l. 5] στόματι φλεγμονὰς καὶ ἄλλα δὲ μυρία πολλὰ τελέως αὐτῷ
[l. 6] μόνῳ ἰασάμεθα παιδικῶν σωμάτων καὶ γυναικείων πασχόντων.
[l. 7] ἀλλὰ κᾀπὶ τῶν φυόντων ὀδόντας παιδίων διαχριόμενον
[l. 8] συνεχῶς οὐδὲν ἧττον μέλιτος λεπτύνει τὰ οὖλα, δι’ ὧν
[l. 9] ἡ διέξοδος αὐτοῖς γίνεται. καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸ
[l. 10] στόμα φλεγμονώδη πάθη μετὰ τὸ παύσασθαι τὸ ἐπιῤῥέον
[l. 11] διαφορεῖ τε καὶ πέττει. διὸ καὶ τοῖς καταπλάσμασι μίγνυται
[l. 12] τοῖς ἔξωθεν ἐπιτιθεμένοις, κατὰ παρωτίδων τε καὶ ὑποχονδρίων
[l. 13] καὶ βουβώνων. καὶ μέντοι καὶ καταποθὲν εἰς τὴν γαστέρα
[l. 14] καὶ δι’ αὐτῆς ἀναδοθὲν συντελεῖ μεγάλα ταῖς ἐκ πνεύμονος
[l. 15] ἀναπτύσεσιν ἐν πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς
[l. 16] πάθεσιν, μετὰ καὶ τοῦ πέττειν αὐτά. μόνον μὲν οὖν ἐκλειχόμενον
[l. 17] πέπτει μὲν μᾶλλον, ἀνάγει δὲ ἧττον, ἅμα δὲ μέλιτι
[l. 18] καὶ ἀμυγδάλοις πικροῖς ἀνάγει μὲν μᾶλλον, ἧττον δὲ πέττει.
[l. 1] ια΄. Περὶ πιτύας. Πιτύα πᾶσα δριμείας ἐστὶ καὶ
[l. 2] διαφορητικῆς δυνάμεως καὶ δηλονότι ξηραντικῆς· ἕπεται γὰρ
[l. 3] τοῖς εἰρημένοις 13.283. ἐξ ἀνάγκης τοῦτο. ἀλλὰ τὴν μὲν τῶν
[l. 4] λαγωῶν ἐπιλήπτους θεραπεύειν ἔγραψαν, εἰ μετ’ ὄξους πίνοιτο,
[l. 5] καὶ ῥοῦν γυναικεῖον ἰᾶσθαι καὶ γάλα τεθρομβωμένον
[l. 6] ἐν κοιλίᾳ διαλύειν, οὗ καὶ ἡμεῖς ἐπειράθημεν οὐκ ἐπὶ λαγώας
[l. 7] μόνης, ἀλλὰ καὶ τῶν ἄλλων ζώων πιτύας. ἀμείνω δ’
[l. 8] ἁπάντων αὐτῶν ἐστιν ἡ λαγώα. διαλύει δὲ καὶ τὸ θρομβούμενον
[l. 9] αἷμα κατὰ κοιλίαν ὁμοίως ποθεῖσα, μᾶλλον μὲν ἴσως
[l. 10] τῶν ἄλλων ἡ λαγώα, οὐ μὴν μόνη γε, ὥς τινες ἔγραψαν,
[l. 11] ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάσης ἐστὶ πιτύας, ἔνιοι δὲ τὰς
[l. 12] ἐκ θώρακος πτύσεις αἵματος ἐπέχειν φασὶν πινομένην πιτύαν
[l. 13] λαγώαν, ἀλλ’ οὔτ’ ἄλλον χρησάμενον εἶδον οὔτ’ αὐτὸς
[l. 14] ἐτόλμησα χρήσασθαι δριμεῖ φαρμάκῳ πρὸς πάθος δεόμενον
[l. 15] στύψεως. ἱππείαν δὲ πιτύαν ἐπί τε δυσεντερικῶν καὶ
[l. 16] κοιλιακῶν ἔγραψαν ἰδίως ἁρμόττειν.
[l. 17] ιβ΄. Περὶ πιτύας τῆς φώκης. Τὴν δὲ τῆς φώκης ἁρμόττειν
[p. 12.275]
[l. 1] ἐξαιρέτως ἐπαινοῦσιν ὡς καστορίου δύναμιν ἔχουσαν.
[l. 2] ὅσα δὲ διὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργεῖν ἔγραψαν
[l. 3] ἑκάστην τῶν πιτύων, οὐ νῦν λέγειν καιρός.
[l. 4] 2.135. ιγ΄. Περὶ χολῆς. Οὗτος ὁ χυμὸς ἀποδέδεικται
[l. 5] θερμότατος εἶναι τῶν ἐν ἑκάστῳ ζώῳ χυμῶν. ὥσπερ οὖν
[l. 6] τὸ αἷμα καὶ τὰς σάρκας ἀνομοίας ἔχει κεκραμένα τὰ ζῶα,
[l. 7] κατὰ τὸν αὐτὸν λόγον καὶ τὴν χολήν. ἐν μὲν γὰρ τοῖς θερμοτάτοις
[l. 8] ἀναγκαῖόν ἐστι καὶ τὴν χολὴν ὑπὲρ τὰς τῶν ἄλλων
[l. 9] ζώων χολὰς εἶναι, ἐν δὲ τοῖς ἧττον ἐκείνων θερμοῖς ἀνάλογον
[l. 10] ἀπολείπεσθαι καὶ τὸν χυμὸν τοῦτον, ὅσον ἀπολείπεται
[l. 11] κᾀν τοῖς ἄλλοις. ἔμαθες γὰρ εἶναι τοὺς πάντας ἐν ἑκάστῳ
[l. 12] τῶν ἐναίμων ζώων χυμοὺς τέσσαρας, αἷμα καὶ φλέγμα
[l. 13] καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. ἔμαθες δὲ καὶ ὡς ἔθος
[l. 14] ἐστὶν οὐ μόνον τοῖς ἰατροῖς, ἀλλὰ καὶ τοῖς Ἕλλησιν ἅπασιν
[l. 15] τὴν μὲν ξανθὴν χολὴν ἁπλῶς ὀνομάζειν χολὴν, ὡς ὑπακουσομένων
[l. 16] τῶν ἀκουσάντων τὸ τῆς χρόας ὄνομα, τὴν μέλαιναν
[l. 17] δ’ οὐχ ἁπλῶς ὀνομάζειν χολὴν, ἀλλὰ μετὰ προσθήκης
[l. 18] ὅλου τούτου μέλαιναν χολήν. ἀλλὰ καὶ ὡς τὴν ξανθὴν
[p. 12.276]
[l. 1] χολὴν ἐνίοτε καλοῦσιν ὠχρὰν ἐπίστασαι καὶ ὡς κατὰ τὴν
[l. 2] ἐπὶ τῷ ἥπατι κύστιν ἐνίοτε μὲν ὠχρὰν, ἐνίοτε δὲ ξανθὴν ἐν
[l. 3] ταῖς τῶν ζώων ἀνατομαῖς ὁρῶμεν αὐτήν. ἤκουσας δὲ καὶ ὡς
[l. 4] ἡ ξανθὴ θερμοτέρα τῆς ὠχρᾶς ἐστι τοσοῦτον ὅσον καὶ παχυτέρα.
[l. 5] μιγνυμένης γὰρ ὀῤῥώδους ὑγρότητος τῇ ξανθῇ χολῇ
[l. 6] τὴν ὠχρὰν συμβαίνει γίνεσθαι, καθάπερ καὶ τὴν ὠχρὰν θερμαινομένην
[l. 7] ἐπὶ πλέον παχεῖαν μὲν ἀποτελεῖσθαι τῇ συστάσει,
[l. 8] ξανθὴν δὲ τῇ χρόᾳ. καὶ γὰρ οὖν καὶ κατὰ τὰ ζῶα φαίνεται
[l. 9] τοῖς μὲν μᾶλλον θερμοῖς ξανθὴ, τοῖς δ’ ἧττον ὠχρά.
[l. 10] καὶ ὅταν γε τὰ θερμὰ ζῶα πεινήσαντα τύχῃ καὶ διψήσαντα,
[l. 11] πρὸς τὸ μέλαν ἐκτρέπεται χρῶμα, ποτὲ μὲν ἰῶδες ἔχουσα
[l. 12] τοῦτο, ποτὲ δὲ κυανοῦν, ἐνίοτε δὲ τὸ τῆς ἰσάτιδος, ὅπερ
[l. 13] ἐστὶ φαιότερον τοῦ τῆς κράμβης. πρόσεχε τοίνυν καὶ σὺ τῷ
[l. 14] χρώματι τῶν χολῶν, ὅταν σκευάζῃς φάρμακον ἐν ᾧ καὶ χολῆς
[l. 15] τι περιέχεται. μιγνῦσι δὲ τοῖς μὲν ὀνομαζομένοις κυκλίσκοις
[l. 16] τε καὶ τροχίσκοις, οἷος ὅ τε τοῦ Ἄνδρωνός ἐστι καὶ
[l. 17] Πολυείδου καὶ Πασίωνος καὶ ὁ Βιτῖνος, τὴν τοῦ ταύρου
[l. 18] χολήν. ὅταν μὲν γὰρ τῶν εἰς τοὺς ὀφθαλμοὺς χρησίμων
[p. 12.277]
[l. 1] φαρμάκων σκευάζουσιν, ὑαίνης καὶ ἀλεκτρυόνος καὶ πέρδικος
[l. 2] καί τινων ἑτέρων ζώων. ἔστι δὲ ἡ τοῦ 13.284. ταύρου θερμοτέρα
[l. 3] δηλονότι καὶ ξηραντικωτέρα τῆς τῶν εὐνουχισθέντων
[l. 4] βοῶν. ὁμοιοῦται γὰρ ἀεὶ τὸ εὐνουχισθὲν ζῶον τῷ θήλει
[l. 5] τε καὶ νέῳ. ὥσπερ οὖν ταῦτα πλεονεκτεῖ μὲν ὑγρότητι τῶν
[l. 6] τελείων, ἀπολείπεται δὲ θερμότητι, κατὰ τὸν αὐτὸν τρόπον
[l. 7] ὁ εὐνουχισθεὶς βοῦς τῶν ταύρων. καί τινων ταύρων ἐθεασάμην
[l. 8] χολὴν κυανὴν ὑπεροπτηθείσης τῆς ξανθῆς, ἣν οὐκ
[l. 9] ἠξίωσα βαλεῖν εἰς τὸ σκευαζόμενον φάρμακον, ἀλλ’ ἑτέρου
[l. 10] ταύρου τὴν μετρίως ξανθὴν εἱλόμην. ὑπερπεπονήκει γὰρ ὁ
[l. 11] ταῦρος ἐκεῖνος ἑλκόμενος βιαίοις δεσμοῖς, ὥστε εὔδηλον ὅτι
[l. 12] καὶ θυμωθεὶς ἐν τούτῳ τῷ ἔργῳ θερμοτέραν ἔσχε τὴν κρᾶσιν.
[l. 13] εἰκὸς δ’ αὐτὸν ἦν καὶ διψῆσαι καὶ πεινῆσαι βιαίως
[l. 14] συρόμενον, ἐν κεφαλαίῳ δ’ εἰπεῖν, ὥσπερ τὸ οὖρον ἐπὶ μὲν
[l. 15] τῷ συμμέτρῳ πόματι συμμέτρως ὠχρὸν φαίνεται, διψησάντων
[l. 16] δὲ καὶ ἀσιτησάντων καὶ πολλὰ καμόντων ξανθὸν, ἐμπλησθέντων
[l. 17] δὲ καὶ μεθυσθέντων λευκὸν, οὕτω καὶ ἡ χολὴ μεταβάλλει
[l. 18] τὰς χρόας, ἐπὶ μὲν τὸ ξανθότερον ἐν γυμνασίοις
[p. 12.278]
[l. 1] καὶ ἀσιτίαις καὶ δίψεσι, ἐπὶ δὲ τὸ λευκότερον ἐν τοῖς ἐναντίοις.
[l. 2] ἴσθι τοίνυν ἐὰν μὲν ξανθὴν ἱκανῶς ἐμβάλῃς χολὴν
[l. 3] τῷ σκευαζομένῳ φαρμάκῳ, θερμότερον αὐτὸ ποιήσεις, ἐὰν δὲ
[l. 4] ὠχρὰν, μετρίως θερμὸν, ἐὰν δὲ ἔκλυτόν τε καὶ ὑδατώδη,
[l. 5] τοσούτῳ τῆς προσηκούσης κράσεως ἀπολειπόμενον, ὅσῳ καὶ
[l. 6] ἡ χολὴ πρὸς τὸ λευκότερον ἐτράπετο. οὕτως οὖν καὶ τοῖς
[l. 7] τὰς μεμυκυίας αἱμοῤῥοΐδας ἀναστομοῦσι διὰ ταύρου χολῆς
[l. 8] ἐνίοτε μὲν ἀσθενὴς, ἐνίοτε δὲ περαιτέρω τοῦ προσήκοντος
[l. 9] ἐφάνη δριμεῖα. γίνεται μὲν οὖν καὶ παρὰ τὸ χρώμενον τῇ
[l. 10] χολῇ σῶμα διαφορά τις, εὐαίσθητόν τε καὶ δυσαίσθητον
[l. 11] ὑπάρχον εὐπαθές τε καὶ δυσπαθές. ἀλλὰ παρ’ αὐτὴν μὲν,
[l. 12] ὡς ἔφην, τὴν χολὴν οὐ μικρά τίς ἐστιν ἡ παραλλαγή. ὁ γοῦν
[l. 13] αὐτὸς ἄνθρωπος ὑπὸ μὲν τῆς ξανθῆς χολῆς μᾶλλον, ἧττον
[l. 14] δὲ ὑπὸ τῆς ὠχρᾶς δάκνεται. εὔδηλον μὲν οὖν ἔνεστι κᾀκ τοῦ
[l. 15] τὰς αἱμοῤῥοΐδας ἀναστομοῦν, ὅπως ἐστὶ δριμὺς ὁ χυμὸς
[l. 16] οὗτος, ἀλλὰ καὶ τοῖς χρωμένοις αὐτοῖς φαίνεται δάκνων, καὶ
[l. 17] διὰ τοῦτο φυλαττόμεθα πρὸς ἄλλο τι νόσημά τε καὶ σύμπτωμα
[l. 18] χρῆσθαι τῇ ξανθῇ χολῇ καθ’ ἑαυτὴν μόνῃ. καὶ γὰρ
[p. 12.279]
[l. 1] οἱ εἰρημένοι κυκλίσκοι τῆς χολῆς ὀλίγον λαμβάνουσι καὶ τὰ
[l. 2] πρὸς ὀξυδερκίαν συντιθέμενα φάρμακα τὰ μὲν ὑαίνης χολῆς,
[l. 3] τὰ δὲ πέρδικος ἢ ἀλεκτρυόνος ἢ ἄλλου τινὸς λαμβάνονται,
[l. 4] μέλι τε μιγνύμενον ἔχει καὶ μαράθρου χυλὸν ἢ ὀποβάλσαμον.
[l. 5] ἐνίων δὲ ζώων ἐξαιρέτως ἐπῄνηται χολὴ παρὰ τοῖς
[l. 6] ἰατροῖς, ὡς ὀξυδερκές τε ἅμα καὶ ὑποχυμάτων ἀρχὰς διαφοροῦσα,
[l. 7] καθάπερ ἥ τε τοῦ ἰχθύος, ὀνομάζουσι δ’ αὐτὸν
[l. 8] καλλιώνυμον, ὑαίνης τε καὶ τοῦ θαλαττίου σκορπίου καὶ
[l. 9] ἀλεκτορίδος καὶ πέρδικος. ἀσθενεστάτη δ’ ἐστὶν ἡ τῶν ὑῶν
[l. 10] εἰς τοσοῦτον, ὥστε μηδὲ τοῖς ἕλκεσιν ἀφόρητον εἶναι, φαίνεταί
[l. 11] γε μάλιστα πασῶν χολῶν ὑδατωδεστάτη, πλὴν τῶν
[l. 12] ἀγρίων καὶ κατ’ ὄρη διαιτωμένων ὑῶν. ὥσπερ γὰρ ἡ σὰρξ
[l. 13] ὅλη θερμοτέρα τε καὶ ξηροτέρα τούτων ἐστὶν, οὕτω καὶ ἡ
[l. 14] χολή. τῇ δὲ τῶν ἡμέρων ὑῶν χολῇ χρῶνταί τινες ἐπὶ τῶν
[l. 15] ἐν ὠσὶν ἑλκῶν, οὐκ ἀδοκίμῳ φαρμάκῳ, καὶ χρῶ καὶ σὺ μὴ
[l. 16] παρόντος ἄλλου τινὸς τῶν συνθέτων, ἔστι γὰρ μυρία. κατὰ
[l. 17] δὲ τὸ μέγεθος τῆς διαθέσεως καὶ ἄλλη τις ἄλλου ζώου χολὴ
[l. 18] δύναιτ’ ἂν ἁρμόττειν. ὅταν γὰρ ᾖ χρόνιόν τε τὸ ἕλκος ἰχῶρά
[p. 12.280]
[l. 1] τε καὶ πῦον ἔχον πολὺν, καὶ τῶν ξηραντικωτέρων ἀνέξεται
[l. 2] χολῶν, οἵα τῶν τε προβάτων βραχὺ δριμυτέρα τῆς τῶν ὑῶν
[l. 3] καὶ μᾶλλον ταύτης ἡ τῶν αἰγῶν, ᾗ παραπλησία πώς ἐστιν
[l. 4] ἡ τῶν ἄρκτων τε καὶ βοῶν. ἡ δὲ τῶν ταύρων ἰσχυροτέρα
[l. 5] μὲν τούτων, ἀπολειπομένη δὲ τῆς τῶν ὑαινῶν. αὕτη δ’ αὖ
[l. 6] πάλιν αὐτὴ τῇ τε τοῦ καλλιωνύμου13.285. καὶ σκορπίου θαλαττίου
[l. 7] καὶ χελώνης θαλαττίας. τὴν δὲ τῆς ἀγρίας αἰγὸς
[l. 8] χολὴν ἔγραψαν ἔνιοι τοὺς νυκταλωπιῶντας ὠφελεῖν. εἰσὶ δὲ
[l. 9] καὶ αἱ τῶν πτηνῶν ζώων χολαὶ πᾶσαι δριμύτεραί τε καὶ
[l. 10] ξηραντικώτεραι τῶν ἐν τοῖς τετράποσι, τῶν δὲ πτηνῶν αὐτῶν
[l. 11] αἵ τε τῶν ἀλεκτορίδων τε καὶ περδίκων εἰσὶ μὲν ἀμείνους
[l. 12] εἰς ἰατρικὴν χρείαν. αἱ δὲ τῶν ἱεράκων τε καὶ ἀετῶν
[l. 13] δριμεῖαι ἱκανῶς, εἰσὶ δὲ καὶ διαβρωτικαὶ, διὸ καὶ ἰώδεις φαίνονται
[l. 14] κατὰ τὴν χρόαν, ἐνίοτε δὲ καὶ μέλαιναι. ταύτας οὖν
[l. 15] αὐτῶν ἐπιστάμενος τὰς διαφορὰς, ἐπιστάμενος δὲ καὶ τῶν
[l. 16] παθῶν τίνα μὲν δεῖ μᾶλλον ξηραίνεσθαι, τίνα δ’ ἧττον, ἐὰν
[l. 17] μιᾶς ἡστινοσοῦν χολῆς ἀπὸ τῶν ἔργων πειραθείης, ἀπ’ ἐκείνων
[l. 18] ἐπὶ τὰς ἄλλας μεταβαίνειν δυνήσῃ κατὰ μέθοδον, ὥστ’
[l. 19] ἀεὶ τὴν ἁρμόττουσαν τῷ πάθει παραλαμβάνειν. ἅτε γὰρ ἐν
[p. 12.281]
[l. 1] στοχασμῷ κειμένης τῆς καθ’ ἑκάστην δύναμιν σφοδρότητος,
[l. 2] ἀπό τινος ὡρισμένης ἀρχῆς ἐπὶ τὴν ἀπείραστον ὕλην μεταβαίνειν
[l. 3] σε χρὴ, παρὰ 2.136. τοῦ προπεπειραμένου μαθόντα
[l. 4] τὰς ἐν αὐτοῖς ὑπεροχάς. ἐγὼ δὲ καὶ γνωρίσματά σοι σαφῆ
[l. 5] διῆλθον ἀπὸ τῆς χρόας τῶν χολῶν καὶ τῆς κράσεως τῶν ζώων.
[l. 6] ιδ΄. Περὶ ἱδρῶτος. Ἱδρώς. ἕν τι καὶ τοῦτο τῶν ἐν
[l. 7] σώματι τοῦ ζώου γεννωμένων ὑγρῶν, ὕλην τε τὴν αὐτὴν
[l. 8] ἔχον καὶ τρόπον γενέσεως τὸν αὐτὸν τοῖς οὔροις. ἐκ γὰρ τῆς
[l. 9] πινομένης ὑγρότητος ἡ γένεσις ἀμφοτέρων ἐστὶ, θερμαινομένης
[l. 10] τε ἅμα κατὰ τὸ σῶμα καί τι χολώδους οὐσίας προσλαμβανούσης.
[l. 11] ἐπὶ πλέον δ’ ὁ ἱδρὼς κατείργασται, διεξεληλυθὼς
[l. 12] ἄχρι τοῦ δέρματος ἅπαντα τὰ μεταξὺ μόρια. διαφέρειν γε
[l. 13] μὴν ἀναγκαῖον ἀλλήλων ἐστὶ καὶ τοὺς ἱδρῶτας καὶ τὰ οὖρα
[l. 14] παρά τε τὰς τῶν ζώων κράσεις, φύσει τε καὶ κατὰ τὰς ἡλικίας
[l. 15] ὑπηλλαγμένας ἀλλήλων, οὐ σμικρὰ καὶ κατὰ τὴν προηγουμένην
[l. 16] δίαιταν. εὔδηλον δὲ, κᾂν παραλείπηταί ποτε τὸ
[l. 17] κατὰ τὰς ὥρας τοῦ ἔτους καὶ τὴν παροῦσαν κατάστασιν,
[l. 18] ἔτι δὲ καὶ τὰς χώρας, διαφορὰν οὐ σμικρὰν ἐργάζεσθαι τοῖς
[p. 12.282]
[l. 1] σώμασιν τῶν ζώων. ἀλλ’ ἕνεκα τῆς κατὰ τὸν λόγον συντομίας
[l. 2] ἑνὶ κεφαλαίῳ περιλαμβάνειν εἴωθα τὰ τοιαῦτα πάντα
[l. 3] κατὰ τὴν περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν ὑπαλλάττεσθαι λέγων
[l. 4] αὐτά. καὶ γὰρ καὶ τὰς ἐν ταῖς χώραις διαφορὰς κατὰ
[l. 5] θερμασίαν καὶ ψύξιν οὗτος περιλαμβάνει, καθάπερ καὶ τὰς
[l. 6] ὥρας τοῦ ἔτους καὶ τὴν παροῦσαν ἢ τὴν προγεγονυῖαν κατάστασιν.
[l. 7] ὅταν οὖν ὁ λόγος ἤτοι περὶ οὔρων ἢ ἱδρώτων
[l. 8] ἢ αἵματος ἢ πιμελῆς ἢ στέατος ἤ τινος ἄλλου τῶν κατὰ
[l. 9] τὸ σῶμα γίνηται, διαιρουμένων ἡμῶν τὰς ἐν τοῖς ζώοις διαφορὰς,
[l. 10] ἐπὶ τῶν ὑγιαινόντων σωμάτων ἀκούειν χρὴ τοῦ λόγου
[l. 11] τὴν μέσην τῆς ἑαυτῶν οἰκείας κράσεως ἐχόντων κατάστασιν·
[l. 12] οὕτως καὶ ὁ ἱδρὼς, ὅτι μὲν οὖν τῆς ἁλυκῆς τε καὶ
[l. 13] ἁλμυρᾶς ὀνομαζομένης μετέχει ποιότητος, ἡ γεῦσις μαρτυρεῖ.
[l. 14] παραῤῥυεὶς γὰρ εἰς τὸ στόμα πολλάκις ἀκόντων ἱδρὼς ἐνδείκνυται
[l. 15] τὴν εἰρημένην ποιότητα, πολλάκις δὲ αὐτὴ καὶ πικρότητα
[l. 16] σαφῆ συνενδείκνυται. δηλοῖ γε μὴν καὶ ἡ χρόα αὐτοῦ
[l. 17] τὴν φύσιν. ὥσπερ γὰρ τὸ κατὰ φύσιν οὖρον ὠχρὸν μετρίως
[l. 18] ἐστὶν, οὕτω καὶ ὁ ἱδρώς. γνώσῃ δὲ τοῦτο ῥᾳδίως ἐπὶ
[p. 12.283]
[l. 1] τῶν λουομένων, ὅταν ἐλαίου χωρὶς ἀποστλεγγίζωνται. κατὰ
[l. 2] γὰρ τὸ κοῖλον τῆς στλεγγίδος ἀθροίζεται, τήν γε χρόαν ἐνδεικνύμενον
[l. 3] οἵαν εἴρηκα καὶ τὴν γεῦσιν, τὸ μὲν ἁλυκὸν ἔχων
[l. 4] ἐναργῶς, ἀμυδρὸν δὲ τὸ πικρόν. ἀλλὰ περὶ μὲν οὔρου καὶ
[l. 5] πλείω τοῦ προσήκοντος ἔγραψαν οἱ ἰατροὶ, διὰ τὸ δαψιλὲς
[l. 6] ἑκάστης ἡμέρας ἀθροίζεσθαι τοῦτο πᾶσιν ἀνθρώποις
[l. 7] 13.286. ἰδίᾳ τε καὶ δημοσίᾳ. περὶ δὲ τῶν ἱδρώτων ἢ οὐδὲν ἢ τῶν
[l. 8] περιέργων τινὰ μᾶλλον, ἃ γοητείας ἔχεται. καὶ χωρὶς δὲ τῶν
[l. 9] τοιούτων ἀναγεγράφασιν ἔνιοι περιττὰ δι’ ἄλλης ὕλης ἰατρικῆς
[l. 10] γίνεσθαι δυνάμενα. μίγνυται δ’ ἱδρὼς ἐν ταῖς παλαίστραις
[l. 11] ὁ τῶν γυμναζομένων τῷ πάτῳ, κονίσαλον δ’ αὐτὸν
[l. 12] ὀνομάζουσιν ἔνιοι τῶν περιέργως ἀττικιζόντων, συντελοῦν τι
[l. 13] τῷ ψιλῷ πάτῳ πρὸς διαφόρησιν ὄγκων τῶν παρὰ φύσιν.
[l. 14] ἐκεῖνος γὰρ τὸ μὲν ἀποκρουστικὸν πλέον ἔχει, διαφορητικὸν
[l. 15] δ’ ἀμυδρὸν πάνυ. μετὰ δὲ τὸ δέχεσθαι τὸν ἱδρῶτα τῶν γυμναζομένων
[l. 16] ἐπικτᾶται πολὺ τῆς διαφορητικῆς δυνάμεως. ἐπὶ
[l. 17] γοῦν τῶν φλεγμονῶν τῶν τιτθῶν δραστικώτερόν ἐστι βοήθημα
[l. 18] μόνος ὁ τοιοῦτος πάτος ἐπιτιθέμενος. ἐὰν δὲ ξηρότερόν
[p. 12.284]
[l. 1] σοι φάνηται, κύπρινον ἐπαλείφειν, κᾂν πάνυ σφόδρα
[l. 2] ξηρὸς ᾖ, καὶ ἀναμάλαττε τῷ κυπρίνῳ. κάλλιον δὲ μὴ τὸν
[l. 3] ξηρὸν, ἀλλὰ τὸν μαλακὸν αἱρεῖσθαι. μὴ παρόντος δὲ τοῦ
[l. 4] κυπρίνου ῥόδινον καλὸν ἀρκεῖ μιγνύειν. τοῦτο τὸ φάρμακον
[l. 5] καὶ πρὸς τὰς ἐκ τόκων σβέσαι τὸ γάλα προαιρουμένας, ὅταν
[l. 6] οἷον τυρωθῇ κατὰ τοὺς μαστοὺς, χρήσιμον ἱκανῶς ἐστιν. ἐξ
[l. 7] αὐτοῦ δὲ ὁρμώμενος καὶ πρὸς ἄλλα παραπλήσια παθήματα
[l. 8] χρῆσθαι δύνασαι. ἐγὼ γοῦν ποτε καὶ κατὰ βουβῶνος αὐτῷ
[l. 9] χρησάμενος ἐν τάχει παυόμενον ἐθεασάμην τὸν ὄγκον.
[l. 10] ιε΄. Περὶ οὔρου. Οὖρον. εἴρηται μὲν οὖν ἤδη περὶ
[l. 11] τῆς ὅλης φύσεως αὐτοῦ κατὰ τὸν περὶ τῶν ἱδρώτων λόγον.
[l. 12] εἰρήσεται δὲ καὶ νῦν ὅση ταῖς χολαῖς ἐστι διαφορὰ κατὰ τὰ
[l. 13] ζῶα, τοσαύτην καὶ τοῖς οὔροις εἶναι. θερμὰ μὲν ἅπαντα ταῖς
[l. 14] δυνάμεσίν ἐστιν, ἀλλὰ μᾶλλον μὲν τὸ τῶν θερμοτέρων ζώων,
[l. 15] ἧττον δὲ τὸ τῶν ψυχροτέρων. περὶ ἀνθρωπείου οὔρου. ἀνθρώπου
[l. 16] δὲ οὖρον ἁπάντων τῶν ἄλλων οὔρων σχεδόν ἐστιν
[l. 17] ἀσθενέστατον, ὅτι μὴ τῶν ἡμέρων ὑῶν, ὧν ἐκτέμνουσι τοὺς
[l. 18] ὄρχεις. ἐκείνων γὰρ ἥ τε κρᾶσις ὅλου τοῦ σώματος ὁμοία
[l. 19] τῇ τῶν ἀνθρώπων ἐστὶν τό τ’ οὖρον ὡσαύτως ἀσθενές.
[p. 12.285]
[l. 1] ἰσχυρὸν δὲ καὶ τῶν ἐν τοῖς ὄρεσι κάπρων, ὡς καὶ διὰ τῆς
[l. 2] ὀσμῆς φαίνεται δριμυτάτης οὔσης. κᾀπὶ τῶν ἄλλων δὲ ζώων
[l. 3] ἁπάντων ἔνεστί σοι διὰ τῆς ὀσμῆς γνωρίζειν τὴν δύναμιν
[l. 4] αὐτοῦ. τὸ μὲν γὰρ γεύεσθαι τῶν οὔρων ἐκείνων βδελυρώτατον,
[l. 5] ὅπου καὶ τὸ τῶν παίδων οὖρον οὐχ ὑπέμεινέ τις ἀνὴρ
[l. 6] ἀξιόλογος ἤθει καὶ βίῳ πιεῖν, ὁπότε λοιμωδῶς ἐνόσησεν ἐν
[l. 7] Συρίᾳ, καθ’ ἣν πολλοὶ πεπωκότες οὖρόν τινες καὶ παίδων
[l. 8] καὶ ἀνδρῶν ἐδόκουν ἐκ τούτου διασεσῶσθαι. ῥυπτικῆς μὲν
[l. 9] οὖν δυνάμεως εἴπερ τι καὶ ἄλλο τὸ τῶν ἀνθρώπων ἐστὶν
[l. 10] οὖρον, ὡς δηλοῦσι πολλοὶ καὶ οἱ γναφεῖς, τὰ ῥυπαρὰ τῶν
[l. 11] ἀμφιεσμάτων ἐκκαθαίροντές τε καὶ ἀποῤῥύπτοντες ἡμῖν αὐτῷ.
[l. 12] ταύτην δὲ τὴν δύναμιν αὐτοῦ καὶ οἱ ἰατροὶ θεασάμενοι
[l. 13] ψώραν καὶ λέπραν ἀποσμήχουσί τε καὶ καταντλοῦσιν
[l. 14] τῶν ἑλκῶν τὰ πολλῆς ὑγρότητος μεστὰ καὶ ῥύπου καὶ ἀκαθαρσίας,
[l. 15] καὶ πολύ γε μᾶλλον ὅταν ἔχῃ τι σηπεδονῶδες. ἀλλὰ
[l. 16] καὶ τοῖς αἰδοίοις, ὅταν οὕτω πάσχῃ, τὸ οὖρον ἐνίασιν καὶ
[l. 17] τοῖς πυοῤῥοοῦσιν ὠσί. καὶ τοὺς ἀχῶρας δὲ καὶ πίτυρα δι’
[l. 18] αὐτοῦ θεραπεύουσι, καταντλοῦντες τὴν κεφαλήν. ἡμεῖς δὲ
[p. 12.286]
[l. 1] ταῦτα ἐμυσάχθημεν μᾶλλον ποιεῖν, ἑτέρων εὐποροῦντες εἰς
[l. 2] αὐτὰ φαρμάκων. τὰ δ’ ἐν τοῖς δακτύλοις τῶν ποδῶν ἕλκη
[l. 3] καὶ μάλιστα ἐκ προπταισμάτων, ἐπειδὰν ἀφλέγμαντα γένηται,
[l. 4] καὶ αὐτὸς ἰασάμην οὔρῳ πολλάκις ἐπί τε δούλων καὶ ἀγροίκων
[l. 5] ἀνθρώπων, εἰς ὁδοιπορίαν ἀπιόντων χωρὶς ἰατροῦ. μοτὸν
[l. 6] γὰρ αὐτοῖς ἐπιτιθεὶς κατὰ τοῦ ἕλκους, εἶτ’ 13.287. ἔξωθεν
[l. 7] καὶ ὀθονίῳ περιελίξας καὶ δήσας ὁσάκις οὐρεῖν προθυμηθῶσιν,
[l. 8] κατὰ τοῦ δακτύλου φέρεσθαι τὸ οὖρον ἐπιτρέπειν
[l. 9] ἐκέλευσα καὶ μὴ λύειν, ἄχρις ἂν ἀκριβῶς θεραπευθῇ. συνεχώρησα
[l. 10] γὰρ καὶ εἴ τινα ἄλλον ἐπυθόμην ἐν ἀγρῷ χωρὶς
[l. 11] ἰατροῦ καταντλοῦντα τῶν ἑλκῶν τὸ οὖρον, ὅταν ἐν
[l. 12] 2.137. τοῖς κάτω μέρεσιν ᾖ τοῦ θώρακος ἄχρι τῶν ποδῶν ἄκρων,
[l. 13] ὅσα δὲ περὶ κεφαλὴν ἢ κατὰ τὸ πρόσωπον ἕλκη γίγνεται,
[l. 14] ταῦτ’ ἐμυσάχθην οὔρῳ καταντλεῖν ἐᾶσαί τινα. τό γε μὴν δι’
[l. 15] οὔρου παιδὸς σκευαζόμενον φάρμακον, ὃ καλοῦσιν ἔνιοι χρυσοκόλλαν,
[l. 16] ἐπειδὴ πρὸς τὴν τοῦ χρυσοῦ κόλλησιν αὐτῷ χρῶνται,
[l. 17] κάλλιστον εἶναί φημι πρὸς ἕλκη δυσίατα. γίνεται δὲ
[l. 18] θυίας τῷ τῆς φιάλης σχήματι κατασκευασθείσης ἐξ ἐρυθροῦ
[p. 12.287]
[l. 1] χαλκοῦ, δοίδυκα δὲ τῆς αὐτῆς ὕλης ἐχούσης εἰς ἣν ἐνουροῦντος
[l. 2] τοῦ παιδὸς ὁ δοῖδυξ περιάγεται πολλάκις, ὡς ἀπορῖψαί
[l. 3] τι μὴ μόνης τῆς θυίας, ἀλλὰ καὶ ἑαυτοῦ, καὶ γίνεται
[l. 4] τοῦτο πλείοσιν ἡμέραις, ἄχρις ἂν μελιτώδη σύστασιν σχῇ τὸ
[l. 5] οὖρον. ἐν ἡλίῳ δὲ χρὴ πράττεσθαι τοῦτο. ῥᾷον γὰρ ἀποτρίβεται
[l. 6] τοῦ χαλκοῦ κατὰ τὸν τοιοῦτον ἀέρα ἢ εἰ μὴ ἥλιος
[l. 7] εἴη, θερμὸν ἄλλως εἶναι τὸν οἶκον. τούτῳ τῷ φαρμάκῳ μιγνυμένῳ
[l. 8] τοῖς ἐπιτηδείοις εἰς ἴασιν ἑλκῶν κακοήθων χρώμεθα,
[l. 9] καθάπερ εἶπον, ὡς ἀρίστῳ. βδελυρίαν γὰρ οὐδεμίαν ἔχει,
[l. 10] παραπλησίως τῷ οὔρῳ κατὰ τῆς κεφαλῆς καταχεομένῳ καὶ
[l. 11] περὶ τίνων ἄλλων μορίων. τὸ μὲν γὰρ καὶ πίνειν οὔρου, τί
[l. 12] ἄν τις καὶ λέγοι; γεγράφασι μὴν ἔνιοι τῶν ἰατρῶν περὶ τοῦ
[l. 13] κατὰ τὸ οὖρον ὑφισταμένου παχέος τε καὶ λευκοῦ, λέγοντες
[l. 14] αὐτὸ θεραπεύειν ἐρυσιπέλατα. τὰ μὲν οὖν ἔτι πυρώδη καὶ
[l. 15] ὄντως ἐρυσιπέλατα τῶν θερμῶν καὶ δριμέων φάρμακον οὐδὲν
[l. 16] ὠφελῆσαι δύναται. τὰ δ’ ἤδη διὰ τῶν ψυχόντων ἐνεψυγμένα
[l. 17] καὶ τοῦτο καὶ ἄλλα πολλὰ τῶν διαφορητικῶν φαρμάκων
[l. 18] ὀνινάναι δύνανται. τούτῳ μὲν οὖν ἐγχωρεῖ χρῆσθαι
[p. 12.288]
[l. 1] μὴ περὶ πρόσωπον ἢ ἐγγὺς τούτου συστάντος ἐρυσιπέλατος,
[l. 2] ἀλλ’ ἤτοι κατά τι τῶν κώλων ἢ κατὰ τὸν νῶτον ἢ τὴν γαστέρα.
[l. 3] πιεῖν δ’ οὔρου παιδὸς ἕνεκα τῆς καλουμένης ὀρθοπνοίας
[l. 4] οὐκ ἀναγκαῖον, ὄντων γε καὶ ἄλλων φαρμάκων ἃ
[l. 5] βοηθεῖ τῷ πάθει τούτῳ. καὶ μέντοι καὶ πιών τις οὐκ ἀπηλλάγη
[l. 6] τοῦ πάθους, ὥστ’ οὐδ’ ἐξαίρετον ἔχει τι παρὰ τἄλλα.
[l. 7] ιστ΄. Περὶ σιέλου. Σίελον, εἴτε σίαλον, εἴτε πτύελον
[l. 8] ὀνομάζειν θέλει τις, οὔ μοι διαφέρει. γινώσκειν δὲ αὐτοῦ χρὴ
[l. 9] τὴν δύναμιν εἶναι διάφορον ἔν τε τοῖς ζώων εἴδεσι καὶ καθ’
[l. 10] ἕκαστον αὐτῶν ὑγιαῖνον ἢ νοσοῦν ἐδηδοκότος ἢ πεπωκότος ἢ
[l. 11] ἀπότου τε καὶ νενηστευκότος. ὡς γὰρ τὰ οὖρα καὶ αἱ χολαὶ καὶ
[l. 12] ὁ ἱδρὼς, οὕτως καὶ τὸ πτύελον ἀσθενὲς μὲν ἐδηδοκότων ἐστὶν,
[l. 13] ἰσχυρὸν δὲ καὶ δριμὺ τὸ τῶν ὑπερδιψάντων καὶ ὑπερπεινησάντων.
[l. 14] ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν τὸ τῶν εὐπεπτηκότων
[l. 15] μὲν, οὐδέπω δ’ ἐδηδοκότων ἢ πεπωκότων. τούτῳ τοιγαροῦν
[l. 16] τῷ σιέλῳ καὶ αἱ τροφαὶ τῶν παίδων τοὺς λειχῆνας ἰῶνται,
[l. 17] βρέχουσαι τὸν μικρὸν δάκτυλον, εἶτα ἀνατρίβουσαι τὸ πεπονθὸς
[l. 18] δέρμα. καὶ τοῦτο ποιοῦσι πολλάκις, ὡς διασώζεσθαι
[p. 12.289]
[l. 1] κατὰ τὸν μεταξὺ τῶν χρήσεων χρόνον ἐν τῷ λειχῆνι τὴν
[l. 2] ἀπὸ τοῦ σιέλου δύναμιν. ἀλλὰ καὶ πυροὺς μασώμενοι πολλοὶ
[l. 3] τῶν ἀγροίκων δοθιῆσιν ἐπιτιθέασιν. διαφορεῖ τε γὰρ αὐτοὺς
[l. 4] καὶ πέττει ταχέως. καίτοι γε εἰ δι’ ὕδατος δευθεῖεν, οὐχ
[l. 5] ὁμοίως ὠφελοῦσιν. εὔδηλον οὖν ὅτι τὸ σίαλον αὐτὸ τὴν
[l. 6] ἰσχὺν τῆς ὠφελείας παρέχει. κατὰ δὲ τῶν μαλακῶν καὶ παιδικῶν
[l. 7] σωμάτων ἄρτον, οὐ πυροὺς ἐπιτιθέασι μασωμένους.
[l. 8] 13.288. διαφορεῖ δὲ πάντα τὰ οὕτω μασηθέντα καὶ ὑπώπια
[l. 9] καὶ τὰ ἄλλα ἐκχυμώματα, καὶ μᾶλλον ὅταν ὁ ἄρτος ἅμα βραχείᾳ
[l. 10] ῥαφανῖδι μασηθείη. καθ’ ὅλην δὲ τὴν οὐσίαν τὸ πτύελον
[l. 11] ἐναντιώτατόν ἐστι τοῖς ἀναιροῦσιν ἀνθρώπους θηρίοις,
[l. 12] ὥς που καὶ Νίκανδρος ὁ ποιητὴς λέγει. καί μοί τις ἐπαγγειλάμενος
[l. 13] ἐπῳδὴν ἀναιροῦσαν σκορπίους ἐπιδείξειν, ἅπαξ
[l. 14] εἰπὼν αὐτὴν ἐπέπτυσε τῷ σκορπίῳ, κἄπειθ’ ἑξῆς δεύτερον
[l. 15] εἰπὼν αὖθις ἐπέπτυσεν, εἶτα καὶ τὸ τρίτον εἰπόντος τε καὶ
[l. 16] καταπτύσαντος ἀπέθανεν ὁ σκορπίος. ὕστερον δ’ ἐγὼ χωρὶς
[l. 17] τῆς ἐπῳδῆς ἐθεασάμην ἐπὶ τῷ σιάλῳ μόνῳ τὸν σκορπίον
[l. 18] ἀποθανόντα καὶ τοῦτ’ αὐτὸ πάσχοντα ταχέως μὲν ἐπὶ τοῦ
[p. 12.290]
[l. 1] τῶν πεινώντων τε καὶ διψώντων πτυέλου, βραδέως δὲ ἐπὶ
[l. 2] τῶν ἐμπεπλησμένων ἐδεσμάτων τε καὶ πομάτων, ἐπὶ δὲ τῶν
[l. 3] ἄλλων ἀνάλογον.
[l. 4] ιζ΄. Περὶ τῶν ἐν τῷ σώματι γεννωμένων. Γεννᾶται
[l. 5] μὲν ἐν τῷ σώματι καὶ ἄλλα παρὰ φύσιν, ὧν οὐ καλὸν μεμνῆσθαι,
[l. 6] γεννᾶται δὲ καὶ ὁ ἐν κύστει λίθος, ὑπὲρ οὗ τινες
[l. 7] ἔγραψαν, ὡς εἰπεῖν ὅτι θρύπτει λίθους τοὺς ἐν κύστει. τοῦτο
[l. 8] μὲν οὖν ψεῦδός ἐστι κεκριμένον τῇ πείρᾳ. εἰ δὲ καὶ τοὺς ἐν
[l. 9] νεφροῖς λίθους θρύπτει τὴν ἀρχὴν, οὐδ’ ἐπειράθην μὲν, ἔχων
[l. 10] ἕτερα δόκιμα φάρμακα πρὸς τὸ σύμπτωμα τοῦτο. περὶ δὲ
[l. 11] τοῦ πύου καὶ ὅσα τοιαῦτα παρίημι λέγειν τοῖς τὰ τοιαῦτα
[l. 12] δεινοῖς ἅμα γοητείαις τισίν. ἡ μέντοι κόπρος ἕν τι τῶν ἐν
[l. 13] τῷ σώματι γεννωμένων ἐστὶ, κατὰ φύσιν ἐχόντων τῶν ζώων,
[l. 14] ὥσπερ καὶ ὁ ἐν τοῖς ὠσὶ ῥύπος· ὑπὲρ ἑκατέρου τοίνυν ἐφεξῆς
[l. 15] δίειμι.
[l. 16] ιη΄. Περὶ κόπρου. Κόπρος εἴτε κόπρον εἴτ’ ἀποπάτημα
[l. 17] καλεῖν ἐθέλοις οὐ διοίσει. γίγνωσκε δὲ τὴν οὐσίαν ταύτην
[l. 18] διαφορητικωτάτην ἔχειν δύναμιν. ἔστι δ’ ἡ τῶν ἀνθρώπων
[p. 12.291]
[l. 1] διὰ τὴν δυσωδίαν βδελυρά. βοῶν δὲ καὶ αἰγῶν καὶ
[l. 2] χερσαίων κροκοδείλων καὶ κυνῶν, ὅταν ὀστᾶ φάγωσιν, οὔτε
[l. 3] δυσώδης ἐστὶ καὶ πεῖραν ἱκανὴν οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ
[l. 4] τοῖς ἄλλοις τῶν ἔμπροσθεν ἰατρῶν ἔδωκεν. Ἀσκληπιάδης
[l. 5] μέν γε ὁ ἐπικληθεὶς φαρμακείων καὶ τἄλλα μὲν ἅπαντα
[l. 6] σύνθετα φάρμακα συνήθροισεν, ὡς πολλὰς βίβλους πληρῶσαι.
[l. 7] καὶ κόπρῳ δὲ χρῆται πολλάκις ἐπὶ πολλῶν παθῶν ἀναμιγνὺς,
[l. 8] οὐ μόνον τοῖς ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ἀλλὰ
[l. 9] καὶ τοῖς εἴσω τοῦ στόματος λαμβανομένοις.
[l. 10] ιθ΄. Περὶ κυνείας πόπρου. Ἐγὼ γοῦν οἶδα καὶ αὐτὸς
[l. 11] θαυμαστῆς δυνάμεως πειραθεὶς ἀνθρωπείας τε καὶ κυνὸς
[l. 12] κόπρου. λέξω δέ σοι περὶ προτέρας τῆς κυνείας, ᾗ συνεχῶς
[l. 13] ἐχρῆτό τις τῶν ἡμετέρων διδασκάλων, ὀστᾶ διδοὺς ἐσθίειν
[l. 14] κυνὶ μόνα δυεῖν ἐφεξῆς ἡμερῶν, ἐξ ὧν σκληρὰ καὶ λευκὴ
[l. 15] καὶ ἥκιστα δυσώδης ἡ κόπρος γίγνεται. ταύτην οὖν λαμβάνων
[l. 16] ἐξήραινεν, ὡς ὕστερον ὁπότε βούληται χρῆσθαι λειοῦσθαι
[l. 17] ῥᾳδίως. ἐχρῆτο δ’ αὐτῇ πρός τε συνάγχας καὶ δυσεντερίας
[p. 12.292]
[l. 1] καὶ τὰ παλαιότατα τῶν ἑλκῶν. πρὸς μὲν οὖν συνάγχας,
[l. 2] ἀναμιγνὺς τοῖς καὶ ἄλλως ἁρμόττουσιν πρὸς τὸ πάθος
[l. 3] τοῦτο φαρμάκοις· ἐπὶ δὲ δυσεντερικῶν τῷ ἀφεψημένῳ
[l. 4] γάλακτι, τῶν καλουμένων καχλήκων διαπύρων 2.138. ἐμβεβλημένων,
[l. 5] ἢ ὡς ὕστερον ἐγὼ διὰ τὸ εὐπόριστον ἐπὶ τὸν σίδηρον
[l. 6] ἧκον, ἐμβάλλων τοῦτον διάπυρον τῷ γάλακτι καλῶς
[l. 7] προαφεψημένῳ.13.289. καλοῦσι δ’ ἔνιοι τῶν ἰατρῶν οὐκ οἶδ’
[l. 8] ὅπως τὸ τοιοῦτον γάλα σχιστόν. ἐχρῆν γὰρ οὐ τοῦτο καλεῖν
[l. 9] οὕτως, ἀλλ’ ἐφ’ ὧν χωρίζομέν τε καὶ σχίζομεν ἀπὸ τοῦ
[l. 10] τυρώδους τὸν ὀῤῥόν. ἀλλὰ τῆς κυνείας κόπρου ξηρᾶς λειώσας
[l. 11] ὁ ἰατρὸς ἐνέβαλλε τῷ τοὺς κάχληκας ἐναπεσβεσμένους
[l. 12] ἔχοντι γάλακτι λανθανόντως καὶ μόνους τοὺς γνησιωτάτους
[l. 13] μαθητὰς ἐδίδαξε τοῦτο. τούτων μὲν οὖν τῶν δύο χρήσεων
[l. 14] τῆς κυνείας κόπρου πάνυ πολλὴν ἔχω πεῖραν ὡς θαυμαστοῦ
[l. 15] φαρμάκου, καθάπερ καὶ τῆς ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν.
[l. 16] ἐμίγνυε γὰρ οὖν κᾀπ’ ἐκείνων τοῖς δοκίμοις φαρμάκοις τῆς
[l. 17] κυνείας κόπρου βραχὺ, καὶ σαφῶς ἰσχυρότερον ἑαυτοῦ τὸ
[l. 18] φάρμακον ἐγίγνετο, καὶ εἴ που διαφορῆσαί τι καὶ ξηράναι,
[l. 19] κἀκείνοις τοῖς φαρμάκοις ἐμίγνυεν.
[l. 1] κ΄. Περὶ ἀνθρωπείας κόπρου. Τῆς ἀνθρωπείας κόπρου
[l. 2] τοιάνδε τινὰ πεῖραν ἔχω. συνεχῶς τις ὑπὸ τῶν κατὰ
[l. 3] τὴν φάρυγγα φλεγμονῶν ἠνωχλεῖτο σφοδρῶς, ὡς κινδυνεύειν
[l. 4] ἀποπνιγῆναι, καὶ δὴ φλεβοτομεῖσθαι διὰ τὸν κίνδυνον τοῦτον
[l. 5] ἠναγκάζετο. τούτῳ τις ἐντυχὼν ἐπηγγείλατο πεῖραν δώσειν
[l. 6] φαρμάκου καὶ καλεῖν ἑαυτὸν ἠξίου πρὸ τῆς φλεβοτομίας,
[l. 7] ὅταν αὖθίς ποτε φλεγμήνῃ τι τῶν κατὰ τὴν φάρυγγα
[l. 8] μορίων αὐτοῦ. καὶ τοίνυν κληθεὶς, εἶτα διαχρίσας φαρμάκῳ
[l. 9] ταχέως ἐθεράπευσε τὸν ἄνθρωπον. ὡς δὲ καὶ αὖθις ἤδη
[l. 10] ἐνήργησεν, οὐκ ἐπὶ αὐτοῦ μόνου, ἀλλὰ καὶ ἐπ’ ἄλλων τῶν
[l. 11] ὁμοίως πασχόντων ἠξίου δοὺς μισθὸν ὁ συνεχῶς κινδυνεύων
[l. 12] πνιγῆναι μαθεῖν τὸ φάρμακον. ἦν δ’ ἅμα τε πλούσιος καὶ
[l. 13] περὶ χρημάτων δαπάνην ἐλευθέριος. ὡς δὲ περὶ τοῦ μισθοῦ
[l. 14] συνέβησαν, ὁ πιπράσκων τὴν γραφὴν ἀντιπαθείᾳ τινὶ τὴν
[l. 15] ὠφέλειαν ἔφη τὸ φάρμακον ἔχειν. εἶναι δὲ τὴν ἀντιπάθειαν
[l. 16] τὸ μὴ γνῶναι τὸν θεραπευόμενον ἐξ ὧν σύγκειται. ἐκέλευσεν
[l. 17] οὖν ἄλλον ἀνθ’ ἑαυτοῦ μαθησόμενον, ὅστις ἂν αὐτῷ
[l. 18] πιστότατος εἶναι δοκῇ, καὶ τοῦτο αὐτὸν ὀμόσαι βουλόμενον
[p. 12.294]
[l. 1] μηδενὶ δοῦναι τὴν γραφὴν τοῦ φαρμάκου, μέχρις ἂν αὐτὸς
[l. 2] ὁ ἀποδιδόμενος ζῇ. κατὰ τοῦτον μὲν δὴ μετὰ τὸν τοῦ δείξαντος
[l. 3] θάνατον ὁ μαθὼν οὐ μόνον τὸν ἴδιον ἄνθρωπον,
[l. 4] ἀλλὰ καὶ τοὺς ἄλλους ἰᾶται, κᾀμοῦ μηδ’ αἰτήσαντος τοῦ
[l. 5] φαρμάκου τὴν γραφὴν οὗτος ἔδωκεν ἑκών· ἦν δὲ κόπρος
[l. 6] παιδίου ξηρὰ μετὰ μέλιτος Ἀττικοῦ λελειωμένη. διῃτᾶτο δὲ
[l. 7] τὸ παιδίον, οὗ τὴν κόπρον ἔμελλον λήψεσθαι, καθάπερ αὐτὸς
[l. 8] ὁ δοὺς τὸ φάρμακον ἔδειξεν, ἐπὶ θέρμων ἐδωδῇ. τούτων
[l. 9] δὴ τῶν συνήθως ἐσθιομένων μετ’ ἄρτου καλῶς ὠπτημένου
[l. 10] κλιβανίτου συμμέτρων ἁλῶν τε καὶ ζύμης ἔχοντος.
[l. 11] ἐδίδου δὲ καὶ οἶνον παλαιὸν πίνειν. ἅπαντα ταῦτα σύμμετρα
[l. 12] κατὰ τὸν ὄγκον, ὡς ἀκριβῶς εὐπεπτῆσαι τὸ παιδίον.
[l. 13] ἐπὶ μὲν δὴ τῆς πρώτης ἡμέρας τοιαύτῃ διαίτᾳ χρώμενος
[l. 14] οὐδέπω κατὰ τὴν ὑστεραίαν ἀνῃρεῖτο τὴν κόπρον· ἐν ἐκείνῃ
[l. 15] δ’ αὖ πάλιν ὁμοίως διαιτήσας τὸ κατὰ τὴν τρίτην ἐκκριθὲν
[l. 16] ἐλάμβανεν καὶ ξηραίνων ἐχρῆτο παραπλησίως τῇ κυνείᾳ κόπρῳ,
[l. 17] καθότι προείρηται. ἔλεγε δὲ τὸν διδάξαντα διὰ τὴν
[l. 18] δυσωδίαν τῶν ἄλλων ἐδεσμάτων φεύγοντα τοὺς θέρμους
[p. 12.295]
[l. 1] αἱρεῖσθαι, ἑαυτὸν δὲ ἕνεκα πείρας ὀρνιθείου κρέως καὶ περδικείου
[l. 2] δι’ ὕδατος ἢ λιτοῦ ζωμοῦ καλῶς ἑψημένου ἐδηδοκέναι
[l. 3] πολλάκις, ἐνηργηκέναι δὲ τὸ φάρμακον οὐδὲν ἧττον.
[l. 4] ἐγὼ μὲν δή σοι ταῦτα λέγειν ἔχω περὶ κυνείας τε καὶ ἀνθρωπείας
[l. 5] κόπρου.
[l. 6] 13.209. κα΄. Περὶ λυκείας κόπρου. Τὴν δὲ τῶν λύκων
[l. 7] ἐπότιζέ τις κωλικοὺς οὐ μόνον ἐν τοῖς παροξυσμοῖς, ἀλλὰ
[l. 8] καὶ τοῖς διαλείμμασιν, ὅσοι γε χωρὶς φλεγμονῆς ἔπασχον. εἶδον
[l. 9] δέ τινας αὐτῶν οὐκέθ’ ἁλόντας τῷ παθήματι καὶ τοὺς
[l. 10] ἁλόντας οὐκέτ’ οὐδέποτ’ αὖθις ἰσχυρῶς παθόντας, ἀλλ’
[l. 11] οὐδὲ μετ’ ὀλίγον χρόνον. ἐλάμβανε δὲ κᾀκεῖνος τὴν λευκοτέραν
[l. 12] κόπρον τῶν λύκων μᾶλλον, ἥτις ὀστᾶ φαγόντων αὐτῶν
[l. 13] ἀποκρίνεται. ἐθαύμασα δ’ ἐπ’ αὐτῷ, ὅτι καὶ περιαπτόμενον
[l. 14] πολλάκις ἐναργῶς ὠφέλησεν. ἐλάμβανεν οὖν οὗτος τὴν
[l. 15] κόπρον οὐδὲ πεπτωκυῖαν ἐπὶ τὴν γῆν, οὐ χαλεπῶς δὲ γίνεται
[l. 16] τοῦτο. φύσιν γὰρ ἔχει ἐκεῖνο τὸ ζῶον, καθάπερ ὁ κύων,
[l. 17] ἐπαίρων τὸ ἕτερον τῶν ὀπισθίων σκελῶν ἐνουρεῖν καὶ ἀποπατεῖν
[l. 18] πρὸς τι τῶν ἐξεχόντων τῆς γῆς. ἐπ’ ἀκάνθαις τε οὖν
[p. 12.296]
[l. 1] πολλάκις εὑρίσκεται θέρους ἐν ὥρᾳ λυκεία κόπρος ἐπί τε
[l. 2] θάμνοις τισὶ καὶ κλείθροις καὶ βοτάναις εὐαυξέσιν. εὑρίσκεται
[l. 3] δὲ ἐν ταῖς κόπροις αὐτῶν καὶ αὐτῶν τῶν ὀστῶν τι τοῦ
[l. 4] καταβεβρωμένου ζώου διαπεφευγότος, ὥσπερ τὴν μάσησιν,
[l. 5] οὕτω καὶ τὴν πέψιν, ὃ καὶ αὐτὸ κόπτων καὶ λειῶν ἐδίδου
[l. 6] πίνειν τοῖς κωλικοῖς. καὶ εἰ καθαρότητος ἄνθρωπος εἴη
[l. 7] καὶ ἁλῶν καὶ πεπέρεως ἤ τινος τῶν τοιούτων, ἐμίγνυεν.
[l. 8] ἐδίδου δὲ τοὐπίπαν μὲν δι’ οἴνου λεπτοῦ κατὰ τὴν σύστασιν,
[l. 9] ἔστι δ’ ὅτε καὶ δι’ ὕδατος. τὸ δ’ οὖν περιαπτόμενον
[l. 10] τῆς κόπρου ταῖς λαγόσι τοῦ πάσχοντος ἐκέλευσεν ἔχειν ἄρτημα,
[l. 11] μάλιστα μὲν ἐξ ἐρίου γεγονὸς οὐ τοῦ τυχόντος προβάτου.
[l. 12] πολὺ γὰρ εἶναι βέλτιον ὑπὸ τοῦ λύκου διεσπασμένου
[l. 13] ἐπὶ τὸ πρὸς τὴν τοιαύτην χρείαν ἐπιτήδειον ἐσόμενον.
[l. 14] εἰ δὲ μὴ παρείη τὸ τοιοῦτον ἔριον, ἐκ δέρματος ἐλαφείου
[l. 15] τὸν ἱμάντα τὸν περιελιττόμενον ταῖς λαγόσι καὶ αὐτὸ τὸ
[l. 16] περιέξον τὴν κόπρον ἐκέλευσεν εἶναι. ἡμεῖς δὲ καὶ εἰς χυτρίδιον
[l. 17] τηλικοῦτον, ἡλίκος ἐστὶν ὁ μέγιστος κύαμος, ἐμβάλλοντες
[l. 18] τῆς κόπρου περιήψαμεν ἐνίοις ἕνεκα πείρας, ἐθαυμάσαμέν
[p. 12.297]
[l. 1] τε φανερῶς ὠφεληθέντας ἰδόντες τοὺς πλείστους αὐτῶν.
[l. 2] ἐποιοῦμεν δὲ τῷ χυτριδίῳ δύο τινὰ καθάπερ ὦτα, δι’ ὧν
[l. 3] ὅ ἱμὰς διεβάλετο. τοῦτο μὲν δὴ κατὰ τὸ πάρεργον, εἰ μέλλει
[l. 4] τις καὶ τοῖς οὕτω περιαπτομένοις πιστεύειν, λέγω δ’
[l. 5] οὕτως, ὥστ’ οὐσίαν εἶναι τὴν περιαπτομένην, οὐκ ὀνόματα
[l. 6] βάρβαρα, καθάπερ εἰώθασιν ἔνιοι τῶν γοήτων, ἐπείτοι καὶ
[l. 7] ἄλλων οὐσιῶν ἐπειράθην ὁμοίως ἐνεργουσῶν ἐπ’ ἄλλων παθῶν.
[l. 8] ἀλλ’ οὐ νῦν καιρὸς ὑπὲρ αὐτῶν λέγειν, ἴωμεν οὖν
[l. 9] αὖθις ἐπὶ τὸ προκείμενον.
[l. 10] κβ΄. Περὶ αἰγείας κόπρου. Ἀνθρωπείας μὲν γὰρ καὶ
[l. 11] κυνείας καὶ λυκείας ἐμνημόνευσα κόπρου, τῶν δ’ ἄλλων
[l. 12] οὐδέπω, καίτοι πλείους ἔτι τῶν εἰρημένων ὑπολείπονται, τινὲς
[l. 13] μὲν καὶ πάνυ συνεχῆ τὴν χρείαν παρέχουσαι, τινὲς δὲ
[l. 14] σπανιωτέραν. συνεχέστατα μὲν οὖν χρώμεθα ταῖς τῶν αἰγῶν
[l. 15] κόπροις, σπύραθοι δ’ ἰδίως ὀνομάζονται δριμείας καὶ
[l. 16] διαφορητικῆς οὖσαι δυνάμεως, ὡς καὶ τοῖς σκιῤῥουμένοις
[l. 17] ὄγκοις ἁρμόττειν οὐ σπληνὸς μόνον, ἐφ’ ὧν συνεχέστατα
[l. 18] χρῶνται πολλοὶ τῶν ἰατρῶν ταῖς 2.139. τοιαύταις κόπροις,
[p. 12.298]
[l. 1] ἀλλὰ καὶ ἄλλων μερῶν. ἔγωγ’ οὖν ἐπὶ γόνατος ἔχοντος ὄγκον
[l. 2] χρόνιον δύσλυτον ἐχρησάμην αὐτῇ δι’ ὀξυκράτου καταπλάττεσθαι
[l. 3] κελεύσας ἄλευρον κρίθινον ἐπιβαλλομένης τῆς κόπρου,
[l. 4] καὶ θαυμαστῶς ὁ ἄνθρωπος ὤνητο. τῶν δ’ ἀγροίκων
[l. 5] τις ἦν, ἐφ’ ᾧ τοῦτο 13.291. ἐπράχθη. καὶ οὕτως ἤδη καὶ
[l. 6] ἄλλος ἀγροῖκος ἐφ’ ὁμοίων ὄγκων οὐ κατὰ γόνατος μόνον,
[l. 7] ἀλλὰ καὶ κατ’ ἄλλων μορίων ὁμοίως χρησάμενος ὠφελήθη.
[l. 8] δριμύτερον γάρ ἐστι τὸ φάρμακον ἢ ὥστε γυναῖκας ἀστυκὰς
[l. 9] ἢ παιδία θεραπεύειν, ἢ ὅλως τοὺς μαλακοσάρκους. ἀλλὰ περὶ
[l. 10] μὲν τῆς κατὰ μέρος χρήσεως ἁπάντων φαρμάκων ἐν τῷ περὶ
[l. 11] συνθέσεως αὐτῶν εἰρήσεται. καὶ ἐπὶ τῶν ὑδερικῶν τε καὶ
[l. 12] σπληνικῶν τῇ αἰγείᾳ κόπρῳ πολυειδῶς χρώμεθα. καὶ μέντοι
[l. 13] καὶ καυθεῖσα λεπτομερεστέρα μὲν, οὐ μὴν δριμυτέρα γε σαφῶς
[l. 14] γίνεται. διὸ καὶ πρὸς ἀλωπεκίας ἁρμόττει καὶ πάνθ’
[l. 15] ὅσα τῶν ῥυπτόντων δεῖται φαρμάκων, οἷον λέπρας τε καὶ
[l. 16] ψώρας καὶ λειχῆνας, ὅσα τ’ ἄλλα τοιαῦτα. μίγνυται δὲ καὶ
[l. 17] τοῖς διαφορητικοῖς καταπλάσμασιν, οἷα τὰ τῶν παρωτίδων
[p. 12.299]
[l. 1] ἐστὶ καὶ τῶν βουβώνων κεχρονικότων. ἔστι γὰρ ἡ δύναμις
[l. 2] αὐτῆς ἀκαύστου καὶ κικαυμένης ῥυπτική τε καὶ διαφορητικὴ,
[l. 3] καὶ οὐ βραχύ γε τὸ διαφορητικὸν ἔχει. πρὸς γοῦν τὰ τῶν
[l. 4] ἐχιδνῶν δήγματα καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῶν ἄλλων
[l. 5] θηρίων ἰατρός τις τῶν ἐν ἀγροῖς τε καὶ κώμαις ἰατρευόντων
[l. 6] ἐχρῆτο δι’ ὄξους αὐτῇ καὶ διέσωσε πάνυ πολλούς. ὁ
[l. 7] δ’ αὐτὸς οὗτος ἰατρὸς καὶ τοῖς ἰκτερικοῖς ἐδίδου τὰς σπυράθους
[l. 8] δι’ οἴνου πίνειν καὶ πρὸς ῥοῦν γυναικεῖον ἐχρῆτο,
[l. 9] σὺν λιβανωτῷ προστιθείς. καὶ χρὴ γινώσκειν μὲν ἅπαντα
[l. 10] τὰ τοιαῦτα τὸν ἄριστον ἰατρὸν, ἐκλέγεσθαι δὲ τὰ βελτίω,
[l. 11] καὶ μάλιστ’ ἐπὶ τῶν ἀστυκῶν τε καὶ ἀξιολόγων ἀνδρῶν, ἐφ’
[l. 12] ὧν οὐκ ἄν ποτ’ ἐχρησάμην ἐγὼ τοιούτῳ φαρμάκῳ παμπόλλων
[l. 13] ἀμεινόνων εὐπορῶν. ὅμως δ’ οὖν γίγνεταί ποτε καὶ τῶν
[l. 14] τοιούτων ἡ χρεία κατὰ τὰς ὁδοιπορίας καὶ τὰ κυνηγέσια καὶ
[l. 15] τὴν ἐν ἀγρῷ διατριβὴν, ὅταν τι μὴ παρῇ τῶν βελτιόνων, ἢ
[l. 16] καὶ σκληρόσαρκος ὁ ἀγροῖκος ἄνθρωπος ᾖ, παραπλήσιος
[l. 17] ὄνῳ. πολλοὶ γὰρ τῶν τοιούτων κατὰ τοὺς ἀγροὺς εἰσὶν
[l. 18] ἄξιοι τοῦ πίνειν σπύραθα. ὅπερ δὲ κᾀν τοῖς ἔμπροσθεν ἐπ’
[p. 12.300]
[l. 1] οὔρων τε καὶ χολῶν καὶ σιάλων ἐῤῥέθη, τοῦτο καὶ νῦν μέμνησο,
[l. 2] τὴν μὲν καθόλου καὶ κοινὴν δύναμιν ἁπάσαις εἶναι
[l. 3] τὴν αὐτὴν, ἐξηλλάχθαι δὲ κατὰ τὰς τῶν ζώων κράσεις. τῶν
[l. 4] μὲν γὰρ ξηροτέρων τῇ κράσει ζώων καὶ ἡ κόπρος ἐστὶ ξηραντικωτέρα,
[l. 5] καθάπερ γε καὶ τῶν θερμοτέρων θερμαντικωτέρα,
[l. 6] ψύχει δ’ οὐδεμία, καθάπερ οὐδ’ ὑγραίνει. πολλὰ δ’
[l. 7] ἂν εἴη καὶ παρὰ τὴν φύσιν τῶν ἐδηδεσμένων αὐτῶν ἡ διαφορὰ,
[l. 8] καὶ διὰ τοῦτ’ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν ἄλλων
[l. 9] ζώων μείζων ἐστὶν, ὅτι ποικιλωτάτης τῆς τροφῆς χρῆται τὸ
[l. 10] ζῶον τοῦτο. τί γὰρ ὅμοιον ἔχει σκόροδά τε καὶ κρόμμυα
[l. 11] φαγόντες ἢ κολοκύνθην, εἰ οὕτως ἔτυχεν; αἰγὸς δὲ σπύραθοι
[l. 12] βραχὺ μὲν ἄν τι διαφέροιεν ἀλλήλων παρὰ τὰς νομὰς,
[l. 13] οὐ μὴν τοσοῦτόν γε ὅσον αἱ τῶν ἀνθρώπων.
[l. 14] κγ΄. Περὶ βοείας κόπρου. Ὡσαύτως δὲ καὶ τῶν βοῶν
[l. 15] αἱ κόπροι βραχεῖαν ἔχουσι διαφορὰν, οὖσαί γε καὶ αὗται
[l. 16] ξηραντικῆς δυνάμεως. ἔχουσι δὲ καὶ τὴν ἑλκτικὴν, ὡς δηλοῦσιν,
[l. 17] ὠφελοῦσαι τὰ τῶν μελιττῶν τε καὶ σφηκῶν δήγματα.
[p. 12.301]
[l. 1] ταῦτα μὲν οὖν ἐνδέχεται καὶ κατὰ τὴν ἰδιότητα τῆς ὅλης
[l. 2] οὐσίας ὠφελεῖσθαι. τοὺς ὑδερικοὺς δέ τις ἐν Μυσίᾳ τῇ ἐν
[l. 3] Ἑλλησπόντῳ βολβίτῳ καταχρίων ἐν ἡλίῳ κατέκλινε φαρμάκων
[l. 4] ἔμπειρος ἰατρός. ὁ δ’ αὐτὸς οὗτος ἐπετίθει καὶ τοῖς
[l. 5] φλεγμαίνουσι μέρεσι τῶν ἀγροίκων ὑγρὰν λαμβάνων ἦρος,
[l. 6] ὅτε νέμονται τὴν πόαν οἱ βόες. εὔδηλον δ’ ὅτι τῆς ἄλλης
[l. 7] ἥδε πολλῷ μετριωτέρα τὴν δύναμίν ἐστιν. ἄλλην δὲ λέγω
[l. 8] τὴν ἐπὶ τῇ τῶν ἀχύρων ἐδωδῇ. μέση γὰρ αὕτη τῆς τε εἰρημένης
[l. 9] ἐστὶ καὶ τῆς ἐπὶ τῇ τῶν ὀρόβων προσφορᾷ.
[l. 10] 13.292. πρόδηλον οὖν ὅτι καθάπερ ἡ ἐκ τῆς βοτανώδους νομῆς ἐπὶ
[l. 11] τῶν φλεγμονῶν, οὕτως ἥδε τοῖς ὑδερικοῖς ἐστιν ἐπιτήδειος.
[l. 12] εἰδέναι μέντοι χρὴ πάντα τὰ τοιαῦτα φάρμακα σκληροῖς
[l. 13] σώμασιν ἀγροίκων ἀνθρώπων ἁρμόττειν, σκαπανέων τε καὶ
[l. 14] θεριστῶν καὶ τῶν ἰσχυρὸν οὕτως ἔργον διαπραττομένων,
[l. 15] ἐφ’ ᾧ καὶ πρὸς χοιράδας ὁ κατὰ τὴν Μυσίαν ἰατρὸς ἐχρῆτο
[l. 16] καὶ τῶν σκιῤῥωδῶν ὄγκων ἁπάντων σὺν ὄξει καταπλάττων.
[l. 17] κδ΄. Περὶ προβατείου κόπρου. Ὁ δ’ αὐτὸς οὗτος καὶ τῇ
[p. 12.302]
[l. 1] τῶν προβάτων κόπρῳ πρὸς ἀκροχορδόνας ἐχρῆτο καὶ μυρμηκίας
[l. 2] καὶ θύμους καὶ δοθιῆνας σκληροὺς τοὺς καλουμένους
[l. 3] ἥλους, ὄξει δεύων αὐτήν. ἀλλὰ καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν
[l. 4] εἰς οὐλὴν ἦγε, μιγνὺς τῆς κόπρου ταύτης κηρωτῇ ῥοδίνῳ. καὶ
[l. 5] μέντοι καὶ διὰ τῶν αἰγῶν κεκαυμένους ὁμοίως ἐθεράπευε,
[l. 6] μιγνὺς καὶ ταῦτα ὀλίγον τι πάνυ πολλαπλασίῳ τῆς κηρωτῆς
[l. 7] ὄγκῳ. καὶ ὅλως ἦν αὐτῷ σπούδασμα διὰ τῶν ἐν τοῖς
[l. 8] ἀγροῖς εὐπορίστων ἅπαντα θεραπεύειν, ἐν οἷσι δηλονότι καὶ
[l. 9] αἱ βοτάναι καὶ οἱ θάμνοι καὶ τῶν δένδρων εἰσὶν οἱ ἀκρέμονες
[l. 10] καὶ τὰ βλαστήματα καὶ τὰ μαλακὰ φύλλα καὶ οἱ καρποὶ
[l. 11] καὶ οἱ φλοιοὶ, περὶ ὧν ἐν τοῖς εὐπορίστοις ἐπιπλέον
[l. 12] εἰρήσεται.
[l. 13] κε΄. Περὶ κόπρου περιστερᾶς. Τῇ γοῦν κόπρῳ τῶν
[l. 14] νομάδων περιστερῶν, οὕτως γὰρ αὐτὰς ἔνιοι καλοῦσι διαστέλλοντες
[l. 15] ἀπὸ τῶν κατοικιδίων, ὡς θερμαίνοντι φαρμάκῳ
[l. 16] καὶ αὐτὸς ἐγὼ πάνυ συνεχῶς εἰς πολλὰ χρῶμαι, μετὰ μὲν
[l. 17] καρδάμου σπέρματος κεκομμένην τε καὶ διηθημένην ξηρὰν
[l. 18] ἀντὶ νάπυος ἐπὶ τῶν φοινιγμοῦ δεομένων προσφέρων. εὔδηλον
[p. 12.303]
[l. 1] δ’ ὅτι τοὺς κεχρονικότας ἅπαντας ἐν τοῖς τοιοῖσδε λέγω
[l. 2] πάθεσιν ὁποῖόν ἐστιν ἰσχιὰς, ἡμικρανία, σκοτώματά τε καὶ
[l. 3] σκοτόδινοι καὶ κεφαλαῖαι καὶ τὰ κατὰ πλευρὰς ἢ ὠμοπλάτας
[l. 4] ἢ τένοντα ἢ ψόας ἀλγήματα χρόνια, καὶ πρὸς τούτοις
[l. 5] ἔτι νεφρίτιδές τε καὶ κοιλιακαὶ διαθέσεις καὶ ποδαγρικαὶ
[l. 6] ἀρθρίτιδες, ὅταν γε μηδέπω σύστασις ᾖ πώρων ἐν τοῖς ἄρθροις
[l. 7] αὐτῶν. αὕτη μὲν οὖν ἡ κόπρος οὐδὲν ἔχει δυσῶδες
[l. 8] καὶ μάλιστα ξηρανθεῖσα. διὸ καὶ κατὰ πόλεις αὐτῇ χρώμεθα
[l. 9] πολυειδῶς, ἀναμιγνύντες ἄλλοτε ἄλλῳ φαρμάκῳ.
[l. 10] κστ΄. Περὶ ἀλεκτορίδος κόπρου. Τῇ δὲ τῶν ἀλεκτορίδων
[l. 11] ἑωρακὼς τὸν ἐν τῇ Μυσίᾳ χρώμενον ἐπὶ τῶν ὑπὸ
[l. 12] τῆς μυκήτων ἐδωδῆς πνιγομένων ἐχρησάμην καὶ αὐτὸς ἐπί
[l. 13] τινων ἐν τῇ πόλει προσενηνεγμένων αὐτὴν, ἐπὶ πάντων λειουμένην
[l. 14] κυάθοις τρισὶν ἢ τέτρασιν ὀξυκράτου τε καὶ ὀξυμέλιτος,
[l. 15] καὶ προφανῶς ὠφέλησεν διὰ ταχέων. ἤμεσαν γὰρ ὀλίγον
[l. 16] ὕστερον οἱ πνιγόμενοι φλεγματώδη παχύτατον χυμὸν, ἐφ’
[l. 17] ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος. ἔστι δὲ τῆς τῶν
[l. 18] περιστερῶν ἧττον ἡ κόπρος αὕτη θερμή. ὁ δ’ ἐπὶ τῆς Μυσίας
[p. 12.304]
[l. 1] ἰατρὸς καὶ τοῖς χρονίοις κωλικοῖς ἐδίδου πίνειν τῆς
[l. 2] τῶν ἀλεκτορίδων2.140. κόπρου δι’ οἰνομέλιτος· εἰ δὲ μὴ
[l. 3] παρείη τοῦτο, δι’ ὄξους ἢ οἴνου κεκραμένου ὕδατι. μεμνῆσθαι
[l. 4] δέ σε χρὴ τοῦ κοινοῦ περὶ πάντων ζώων λόγου, κατά
[l. 5] τε τὰ περιεχόμενα κατὰ τὰ σώματα αὐτῶν, ὑγρά τε καὶ
[l. 6] στερεὰ, καὶ κατὰ τὰ μόρια παμπόλλην εἶναι τὴν διαφορὰν
[l. 7] τῶν ὀρείων καλουμένων, παρά τε τὰ κατὰ πεδία καὶ ἕλη
[l. 8] καὶ λίμνας καὶ κατὰ τὴν 13.293. οἰκίαν. ἀεὶ γὰρ τὰ γυμναζόμενα
[l. 9] τῶν ἀγυμνάστων ἐστὶ ξηρότερα καὶ τὰ τροφαῖς χρώμενα
[l. 10] ξηροτέραις τε καὶ θερμοτέραις τῶν ὑγροτέραις τε καὶ
[l. 11] ψυχροτέραις χρωμένων. ἐπὶ γοῦν τῶν περιστερῶν διὰ τὸ
[l. 12] συνεχῶς χρῆσθαι τῇ κόπρῳ πάμπολυ λειπομένην εὗρον ἀεὶ
[l. 13] τῶν ἐπὶ ταῖς οἰκίαις τρεφομένων τῆς τῶν ὀρείων νομάδων.
[l. 14] εὗρον δὲ καὶ τὴν τῶν ἀλεκτορίδων ἀσθενεστέραν πολὺ τῶν
[l. 15] ἐγκεκλεισμένων τε καὶ πιτύροις τρεφομένων, ἰσχυρότερον δ’
[l. 16] οὐκ ὀλίγῳ τῶν ἐν τοῖς ἀγροῖς κατὰ τὰς αὐλάς τε καὶ τούτων
[l. 17] ἔξωθεν νεμομένων.
[l. 1] κζ΄. Περὶ κόπρου χηνῶν τε καὶ πελαργῶν. Ἡ δὲ τῶν
[l. 2] χηνῶν κόπρος ἄχρηστός ἐστι διὰ πολλὴν δριμύτητα. λογίζομαι
[l. 3] δὲ καὶ τὴν ἱεράκων τε καὶ ἀετῶν. ἀλλὰ καὶ τὸ δυσπόριστον
[l. 4] ἁπάσης τῆς τοιαύτης ὕλης φευκτέον. ἐξ οὗ καὶ
[l. 5] μᾶλλον ὁρμώμενοί τινες ἰσχυρὰς δυνάμεις μαρτυροῦσι ταῖς
[l. 6] τοιαύταις ὕλαις, ὡς οὐ ῥᾳδίως ἐλεγχθησόμενοι, καθάπερ οἱ
[l. 7] τὴν τῶν πελαργῶν κόπρον ἐπιλήπτους ἰᾶσθαι γράψαντες.
[l. 8] ἀλλ’ αὕτη μέντοι πολλῶν ὄντων ἄλλων ὧν γράφουσιν εὐποριστωτέρα
[l. 9] κατὰ πολὺ τυγχάνουσα περίεργον ὅμως τ’ ἐστὶ
[l. 10] πρὸς τῷ μηδ’ ἀληθὲς εἶναι τὸ γεγραμμένον ὑπ’ αὐτῆς. πεισθεὶς
[l. 11] γοῦν τις ὑπὸ τῶν γραφόντων τὰ τοιαῦτα καὶ πιὼν
[l. 12] τῆς κόπρου ταύτης οὐδὲν ὤνηται. δηλοῦσι γοῦν καὶ πρὸ
[l. 13] τῆς πείρας οἱ γράφοντες αὐτὰ τὸ μοχθηρὸν ὧν ἐπαγγέλλονται.
[l. 14] κατὰ πολλοὺς γὰρ τρόπους δυσπνοούντων ἀνθρώπων
[l. 15] οὔθ’ ὅ τι πᾶσιν ἁρμόττει προστιθέασι κατὰ τὸν λόγον οὔθ’
[l. 16] ὅ τι τοῖσδέ τισιν ἢ τῷδε. τινές γε μὴν τῶν γραψάντων
[l. 17] οὐ δυσπνοίας ἁπλῶς, ἀλλ’ ὀρθοπνοίας λέγουσιν ἰάματα εἶναι
[l. 18] τὰ τοιαῦτα, κόπρον πελαργοῦ καὶ γλαυκὸς αἷμα καὶ οὖρον
[p. 12.306]
[l. 1] ἀνθρώπου καὶ ἄλλα τούτων ἀτοπώτερα μὴ γινώσκοντες,
[l. 2] ὅτι φλεγματώδης καὶ γλίσχρος χυμὸς ἐμφράττων τὰ βρογχία
[l. 3] τοῦ πνεύμονος αἴτιος γίνεται τοῦ πάθους τούτου καὶ ὡς
[l. 4] ἴασις ἐν τῷ κενῶσαι τοῦτό ἐστιν, καὶ ὡς ἡ κένωσις αὐτοῦ
[l. 5] καὶ μετὰ βηχὸς ἀναπτυομένου γίγνεται, καὶ ὡς οὐκ ἐνδέχεται
[l. 6] τοῦτο γίνεσθαι μὴ πολλάκις ποθέντος δριμυτέρου φαρμάκου.
[l. 7] οἱ δέ γε οὕτως εἰσὶ ληρώδεις ἢ γόητες ἢ οὐκ οἶδ’
[l. 8] ὅ τι φῶ, ὡς τῶν ἀτόπων ἕκαστον τούτων πομάτων ποθὲν
[l. 9] ἀπαλλάττειν τῆς δυσπνοίας φασὶ τοὺς κάμνοντας, ὅπερ οὐδ’
[l. 10] εἰ μήλην τις καθεὶς εἰς τὸν πνεύμονα δι’ ἐκείνης ἀφαιρεῖν
[l. 11] ἐδύνατο τὸν ἐμπεπλασμένον χυμὸν, ἐκ μιᾶς ἂν ἐπιβολῆς
[l. 12] ἐπράχθη. κάλλιον οὖν ἦν αὐτοῖς, οὐκ εἰ ποθείη τόδε τι τὸ
[l. 13] αἷμα ἢ τὸ οὖρον τὴν δύσπνοιαν ἰᾶσθαι λέγειν, ἀλλ’ εἰ πίνοιτο.
[l. 14] κάλλιον δὲ ὅτι μὴ πάντῃ τε καὶ πάντως ἰάσεται,
[l. 15] μηδ’ εἰ πίνοιτο συνεχῶς, ἀλλ’ ὅτι πολλοὺς μὲν ἰάσατο, πολλοὺς
[l. 16] δὲ ὠφέλησεν μὲν, οὐ τελέως δ’ ἀπήλλαξε τοῦ νοσήματος.
[l. 17] ἀλλὰ τούτους μὲν ἤδη καταλίπωμεν, ἐπὶ δὲ τὸ συνεχὲς
[l. 18] ἴωμεν τοῦ λόγου. πάσης γάρ τοι κόπρου τὸ δριμὺ καὶ
[p. 12.307]
[l. 1] διαφορητικὸν ἐχούσης παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἑτέραν
[l. 2] ἑτέρας τὴν τοιαύτην ἔχειν δύναμιν, αἳ κατὰ μέρος ἐν αὐταῖς
[l. 3] γίνονται διαφοραὶ, καὶ διὰ τοῦτο τινὰς μὲν τόδε τι τὸ πάθημα,
[l. 4] τινὰς δὲ τόδε τι θεραπεύειν μᾶλλον.
[l. 5] κη΄. Περὶ μυῶν κόπρου. Οὕτω γοῦν καὶ τὰ τῶν
[l. 6] μυῶν ἀποπατήματα γεγράφασιν ἀλωπεκίας θεραπεύειν, καὶ
[l. 7] ἦν τις ἰατρὸς ὃς 13.294. ἐχρῆτο τῷ συνθέτῳ φαρμάκῳ διὰ
[l. 8] μυῶν κόπρου κατεσκευασμένῳ πρὸς τὸ πάθημα τοῦτο. καί
[l. 9] τις ἄλλος βαλάνιον προσθεῖναι παιδίῳ δεομένῳ τῶν οἰκείων
[l. 10] ἐκέλευσεν παρασκευασθῆναι μυῶν κόπρῳ, ἐφ’ ὧν πάντες οἱ
[l. 11] ἀκούσαντες ἐγέλασαν, εἰ τοσούτων ὄντων, ἃ προστιθέμενα
[l. 12] τῇ ἕδρᾳ πρὸς ἔκκρισιν ἐπεγείρει τὸ ἔντερον, ἅπανθ’ ὑπερβὰς
[l. 13] ἐκεῖνος ἐπὶ τὴν τῶν μυῶν ἧκε κόπρον. ἔστι γὰρ ὄντως
[l. 14] αἰδεθῆναι τὰ τοιαῦτα καὶ εἰς πεῖραν ἄγειν ἁπάντων καταγινωσκόντων
[l. 15] ὡς περιέργου τε καὶ γόητος ὃς ἂν ταῦτα
[l. 16] πράττῃ τε καὶ λέγῃ. περὶ μὲν οὖν τῆς τῶν μυῶν κόπρου
[l. 17] καὶ ταῦθ’ ἱκανά.
[l. 18] κθ΄. Περὶ κόπρου τῶν χερσαίων κροκοδείλων καὶ
[p. 12.308]
[l. 1] ψάρων. Τὴν δὲ τῶν χερσαίων κροκοδείλων τούτων τῶν
[l. 2] μικρῶν τε καὶ χαμαιρεπῶν κόπρον ἔντιμον αἱ τρυφῶσαι
[l. 3] πεποιήκασι γυναῖκες, αἷς οὐκ ἀρκέσει τοῖς ἄλλοις φαρμάκοις
[l. 4] τοσούτοις οὖσιν λαμπρόν τε καὶ τετανὸν ἐργάσασθαι τὸ
[l. 5] περὶ τὸ πρόσωπον δέρμα, προστιθέασι δ’ αὐτοῖς καὶ τὴν
[l. 6] τῶν κροκοδείλων κόπρον. ὁμοία δ’ αὐτῇ γίνεται καὶ ἡ τῶν
[l. 7] ψάρων, ὅταν ὄρυζαν μόνην ἐσθίωσιν. εὔδηλον οὖν ὅτι ῥυπτικήν
[l. 8] τε καὶ ξηραντικὴν δύναμιν ἔχουσιν αἱ τοιαῦται κόπροι
[l. 9] μετρίαν ἑκατέραν καὶ πολὺ μετριώτεραί τε καὶ ἀμυδρότεραι
[l. 10] αἱ τῶν ψάρων. ἡ δέ γε τῶν κροκοδείλων κόπρος
[l. 11] ὥσπερ τῶν προσώπων τὴν ἔφηλιν ἀφαιρεῖν πέφυκεν, οὕτω
[l. 12] καὶ ἑλεῖν ἀλφοὺς καὶ λειχῆνας.
[l. 13] λ΄. Περὶ ῥύπου τῶν ἀνθρώπων. Ῥύπος γεννᾶται μὲν
[l. 14] οὐ μόνον ἐπὶ παντὸς τοῦ κατὰ τὸ σῶμα δέρματος, ἀλλὰ
[l. 15] κᾀν τοῖς ὠσὶ, διὰ δὲ βραχύτητα δυσπόριστός ἐστι καὶ κατὰ
[l. 16] τοῦτο περὶ αὐτοῦ γεγράφασιν οὐδὲν, ὅτι μὴ παρωνυχίαις
[l. 17] ἁρμόττειν τὸν ἐκ τοῦ ὠτὸς ῥύπον, ὅνπερ δὴ καὶ μόνον οἷόν
[l. 18] τε λαβεῖν ἐστι καθ’ ἑαυτόν. ὁ γὰρ ἐπιτρεφόμενος ἅπαντι τῷ
[l. 19] δέρματι κατά τε τὰ βαλανεῖα καὶ τὰς παλαίστρας ἀποῤῥύπτεται,
[p. 12.309]
[l. 1] συντελῶν τι καὶ αὐτὸς τῷ καλουμένῳ πάτῳ, περὶ
[l. 2] οὗ προείρηται. δηλοῖ δ’ αὐτοῦ καὶ ἡ γένεσις τὴν φύσιν. εἰ
[l. 3] γὰρ τοῦ κατὰ τὴν ἄδηλον διαπνοὴν ἐκκενουμένου τὸ παχυμερὲς
[l. 4] καὶ γεῶδες ὑπόλειμμα ῥύπος γίγνεται, ξηραντικῆς
[l. 5] ἐστι δυνάμεως, ἔχον τι καὶ θερμότητος. ὅ γε μὴν ἐπιτρεφόμενος
[l. 6] τοῖς τῶν προβάτων ἐρίοις ῥύπος, ἐξ οὗ τὸν καλούμενον
[l. 7] οἴσυπον ποιοῦσιν, πεπτικῆς ἐστι δυνάμεως παραπλησίως
[l. 8] τῷ βουτύρῳ; βραχύ τι δὲ καὶ διαφορητικὸν ἔχει.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΚΡΑΣΕΩΕ ΚΑΙ ΣΥΝΑΜΕΩΣ
ΒΙΒΛΙΟΝ Λ.
[l. 1] Προοίμιον. Τὰ πλεῖστα τῶν ἐν τοῖς ζώοις μορίων
[l. 2] κοινὰ πᾶσιν αὐτοῖς ἐστιν, οὐδὲν μὴν οὕτω κοινὸν ὡς
[l. 3] ἡ σάρξ. πᾶν γὰρ ζῶον ἔχει ταύτην. ἔναιμον μὲν ἄνθρωπός
[l. 4] τε καὶ τετράποδα πάντα καὶ ὄρνιθες, ὄφεις τε καὶ σαῦροι
[l. 5] καὶ χελῶναι καὶ ἄλλα τοιαῦτα· χωρὶς δ’ αἵματος τά τ’
[l. 6] ὄστρεα πάντα καὶ τῶν ἐνύδρων οὐκ ὀλίγα, καθάπερ καὶ τῶν
[p. 12.311]
[l. 1] ἐν αὐτῇ τῇ γῇ. καὶ τὸ ἐσθιόμενον τῶν ζώων ἡ σάρξ ἐστι
[l. 2] μάλιστα. καὶ γὰρ καὶ τῶν σπλάγχνων ὁ πλεῖστος ὄγκος ἐκ
[l. 3] τῶν κατ’ αὐτὰς γίνεται σαρκῶν. ἔνιοι δὲ τῶν ἰατρῶν τὴν
[l. 4] μὲν ἐν τούτοις σάρκα παρέγχυμα καλοῦσιν, διότι τῶν φλεβῶν
[l. 5] ἐκχεόμενον τὸ αἷμα περιπήγνυται πᾶσι τοῖς ἀγγείοις,
[l. 6] ὡς ἐκεῖνοι νομίζουσιν, τὴν δ’ ἐν τοῖς μυσὶ μόνην ὀνομάζουσι
[l. 7] σάρκα. περὶ μὲν δὴ τῶν ὀνομάτων, ὡς ἀεί φαμεν, ἐρίζειν
[l. 8] οὐ χρὴ, τὴν δὲ τῶν πραγμάτων αὐτῶν ἐπιστήμην ἀσκητέον,
[l. 9] ἧς καὶ ἡμεῖς ἀντιποιούμενοι διὰ παντὸς, ὅσα περὶ τῶν καθ’
[l. 10] ἕκαστον ζῶον μορίων ἰδίων καὶ κοινῶν ἐπιστάμεθα, τὰ μὲν
[l. 11] ἐκ τῆς πείρας, τὰ δ’ ἐκ τοῦ λόγου διδαχθέντες, ἐφεξῆς ἐροῦμεν
[l. 12] ἅπαντα τὴν ἀρχὴν ἀπὸ τῆς ἰδίως ὀνομαζομένης σαρκὸς
[l. 13] ποιησάμενοι.
[l. 14] 13.296. α΄. Περὶ σαρκὸς ἐχίδνης. Οὐχ ἅπασαι
[l. 15] τῶν ζώων αἱ σάρκες ἄνθρωπον τρέφουσιν, ἀλλ’ ἐνίων εἰσὶ
[l. 16] καὶ θανάσιμοι τῶν φαρμακωδῶν οὐδὲν ἧττον, ἃ καλοῦσι
[l. 17] δηλητήρια, καὶ τῶν τρεφουσῶν δὲ ἡμᾶς σαρκῶν ἔνιαι μὲν
[l. 18] αὐτὸ τοῦτο μόνον εἰσὶ τροφαὶ, τινὲς δὲ πρὸς τῷ τρέφειν
[p. 12.312]
[l. 1] ἔχουσι καὶ τὴν ὡς φαρμάκου δύναμιν, ἐπειδὴ κατὰ τὸ ξηραίνειν
[l. 2] ἢ ὑγραίνειν καὶ θερμαίνειν ἢ ψύχειν, ἀλλοιοῦσι τὸ
[l. 3] σῶμα. τὰς γοῦν τῶν ἐχιδνῶν θερμαινούσας τε καὶ ξηραινούσας
[l. 4] ἐναργῶς ἔστιν ἰδεῖν ἀρτυομένας, ὥσπερ αἱ ἐγχέλεις ἐλαίῳ
[l. 5] καὶ ἁλσὶ καὶ ἀνήθῳ καὶ πράσῳ καὶ ὕδατι δηλονότι μετὰ
[l. 6] τοῦ συμμέτρου. ὅτι δὲ καθαίρουσιν διὰ τοῦ δέρματος ἅπαν
[l. 7] τὸ σῶμα γνῶναί σοι πάρεστι κᾀξ ὧν ἐπειράθην ἐγὼ ἔτι
[l. 8] νέος γενόμενος ἐπὶ τῆς ἡμετέρας Ἀσίας, ὧν ἕκαστον ἐφεξῆς
[l. 9] ἤδη δίειμι. ἄνθρωπος νοσῶν τὸ καλούμενον πάθος ἐλέφαντα
[l. 10] μέχρι μέν τινος ὁμοδίαιτος ἦν τοῖς συνήθεσιν, ἐπεὶ
[l. 11] δ’ ἐκ τῆς πρὸς αὐτὸν κοινωνίας τε καὶ ὁμιλίας ἐκοινώνησαν
[l. 12] μὲν ἔνιοι τοῦ πάθους, αὐτὸς δὲ δυσώδης ἦν ἤδη καὶ εἰδεχθὴς,
[l. 13] καλύβην αὐτῷ πηξάμενοι πλησίον τῆς κώμης ἐπὶ
[l. 14] χθαμαλοῦ τοῦ λόφου παρά τινι πηγῇ ἱδρύουσιν ἐν αὐτῇ
[l. 15] τὸν ἄνθρωπον φέροντες τροφὰς αὐτῷ ἐφ’ ἡμέρας τοσαύτας
[l. 16] ὅσον ἀποζῆν ἱκανῶς. περὶ δὲ κυνὸς ἐπιτολὴν θερισταῖς πλησίον
[l. 17] αὐτοῦ θερίζουσιν ἐκομίσθη τις οἶνος ἐν κεραμίῳ μάλ’
[p. 12.313]
[l. 1] εὐώδης. ὁ μὲν κομίσας ἐγγὺς τῶν θεριζόντων καταθεὶς ἐχωρίσθη·
[l. 2] τοῖς δ’ ὡς ἧκεν ὁ καιρὸς τοῦ πίνειν, ἔθος μὲν ἦν
[l. 3] αὐτοῖς ἐκχέουσι κρατῆρα μεθ’ ὕδατος συμμέτρου κεραννύναι
[l. 4] τὸν οἶνον, ὡς δὲ ἀνελομένου νεανίσκου τὸ κεράμιον, ἐξαιροῦντά
[l. 5] τε τὸν οἶνον εἰς τὸν κρατῆρα, συνεξέπεσεν ἔχιδνα
[l. 6] νεκρά. δείσαντες οὖν οἱ θερισταὶ μή τι πάθοιεν ἐκ τοῦ πόματος,
[l. 7] αὐτοὶ μὲν ὕδατος ἔπιον, ὡς δ’ ἀπηλλάττοντο, χαρίζονται
[l. 8] δῆθεν ὑπὸ φιλανθρωπίας τῷ τὸν ἐλέφαντα νοσοῦντι
[l. 9] τὸν ὅλον οἶνον, ἄμεινον αὐτῷ κρίναντες εἶναι τεθνάναι
[l. 10] μᾶλλον ἢ ζῇν τοιούτῳ. ὁ δ’ ἐκ τούτου πίνων ὑγιὴς ἐγένετο
[l. 11] θαυμαστόν τινα τρόπον. ὅλον γὰρ αὐτοῦ τὸ τοῦ δέρματος
[l. 12] ὀχθῶδες ἀπέπεσεν ὡς τῶν μαλακοστράκων ζώων τὸ σκέπασμα.
[l. 13] ὅσον δ’ ὑπόλοιπον ἦν ἔτι μαλακὸν ἱκανῶς ἐφαίνετο
[l. 14] καθάπερ τὸ τῶν καράβων τε καὶ καρκίνων, ὅταν ἀποπέσῃ
[l. 15] τὸ πέριξ ὄστρακον. ἕτερον τοιοῦτον ἐξ ὁμοίας περιπτώσεως
[l. 16] ἐγένετο κατὰ τὴν ἐν Ἀσίᾳ Μυσίαν, οὐ πόῤῥω τῆς ἡμετέρας
[l. 17] πόλεως. ἄνθρωπος ἐλέφαντι κάμνων ἐπὶ χρῆσιν ὥρμησεν
[l. 18] ὑδάτων θερμῶν αὐτοφυῶν ὠφελείας ἐλπίδι. παλλακὶς δ’
[p. 12.314]
[l. 1] ἦν αὐτῷ δούλη νέα τε καὶ καλὴ πολλοὺς ἐραστὰς ἔχουσα,
[l. 2] ταύτῃ καὶ ἄλλα μέν τινα τῶν κατὰ τὴν οἰκίαν, ἀτὰρ οὖν
[l. 3] καὶ τὰ κατὰ τὸ ταμεῖον ἐπίστευεν ὁ κάμνων. ὡς δὲ καταχθέντων
[l. 4] αὐτῶν, ἡνίκ’ ἐχρῆτο τοῖς ὕδασιν, ἐν οἰκίᾳ παρακείμενον
[l. 5] ἐχούσῃ χωρίον αὐχμηρὸν ἐχιδνῶν μεστὸν, ἐμπεσοῦσά
[l. 6] τις αὐτῶν εἰς οἴνου κεράμιον ἀμελῶς κείμενον ἐναπέθανεν,
[l. 7] ἕρμαιον ἡγησαμένη τὸ κατὰ τύχην ἐκβὰν ἡ παλλακὴ τῷ
[l. 8] δεσπότῃ τὸν ποτὸν ἐκ τούτου προσέφερεν. ὁ δὲ πίνων αὐτὸ
[l. 9] τῷ κατὰ τὴν καλύβην ὡσαύτως ὑγιάσθη. δύο μὲν ἤδη σοι
[l. 10] ταῦτα διδάγματα τῆς κατὰ τὴν περίπτωσιν πείρας, ἕτερον
[l. 11] δ’ ἐπ’ αὐτοῖς τρίτον ἐξ ἡμετέρας μιμήσεως. ἐπειδὴ γάρ τις
[l. 12] νοσῶν τοῦτο τὸ νόσημα φιλοσοφώτερος ἢ κατὰ τοὺς πολλοὺς
[l. 13] ἐδυσχέραινέ τε δεινῶς καὶ τεθνάναι βέλτιον ἢ ζῇν
[l. 14] ἔφασκεν εἶναι, διακειμένῳ οὕτως ἀθλίως ἐδήλωσα τὰς προειρημένας
[l. 15] δύο 13.297. περιπτώσεις αὐτῶν. ὁ δ’ , αὐτός τε γὰρ
[l. 16] ἦν ἔμπειρος οἰωνῶν ἐχρήσατό τε φίλῳ θαυμαστῶς κατορθοῦντι
[l. 17] τὸ μάθημα, καθίσας ἐπ’ ὄρνισιν ἅμ’ ἐκείνῳ προὐτράπη
[p. 12.315]
[l. 1] τε μιμήσασθαι τὰ διὰ τῆς πείρας ἐγνωσμένα καὶ πίνων
[l. 2] οἶνον οὕτω φαρμαχθέντα λεπρώδης ἐγένετο. χρόνῳ δ’
[l. 3] ὕστερον ἰασάμεθα καὶ τὴν λέπραν αὐτοῦ τοῖς συνήθεσι
[l. 4] φαρμάκοις. τέταρτος ἐπὶ τούτῳ τέχνην πεποιημένος ἐχίδνας
[l. 5] ζώσας συλλαμβάνειν ἐν ἀρχῇ μὲν ἦν τοῦ πάθους ἐκείνου,
[l. 6] προὔκειτο δ’ ἡμῖν ὅπως ἰαθῇ τάχιστα. φλέβα τε οὖν αὐτοῦ
[l. 7] τεμόντες καὶ καθήραντες φαρμάκῳ μέλαιναν κενοῦντι, χρήσασθαι
[l. 8] ταῖς ἀγρευομέναις ἐχίδναις συνεβουλεύσαμεν, ἐν λοπάδι
[l. 9] σκευάζοντι, καθάπερ τὰς ἐγχέλεις. οὗτος μὲν οὖν οὕτως
[l. 10] ἐθεραπεύθη, διαπνεύσαντος αὐτῷ τοῦ πάθους. ἄλλος
[l. 11] δέ τις ἀνὴρ πλούσιος οὐχ ἡμεδαπὸς οὗτός γε, ἀλλ’ ἐκ μέσης
[l. 12] Θρᾴκης ἧκεν, ὀνείρατος προτρέψαντος αὐτὸν εἰς τὸ Πέργαμον,
[l. 13] εἶτα τοῦ θεοῦ προστάξαντος ὄναρ αὐτῷ πίνειν τε
[l. 14] τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου καθ’ ἑκάστην ἡμέραν καὶ
[l. 15] χρίειν ἔξωθεν τὸ σῶμα, μετέπεσεν τὸ πάθος οὐ μετὰ πολλὰς
[l. 16] ἡμέρας εἰς λέπραν, ἐθεραπεύθη τε πάλιν οἷς ὁ θεὸς
[l. 17] ἐκέλευεν φαρμάκοις καὶ τοῦτο τὸ νόσημα. ἡ μὲν δὴ τῶν
[l. 18] ἐχιδνῶν σὰρξ εἰς τοσοῦτον ἥκει τῆς ξηραντικῆς δυνάμεως·
[p. 12.316]
[l. 1] ἐπεὶ δ’ ἔνιοι τῶν φαγόντων αὐτὴν ἑάλωσαν δίψει σφοδροτάτῳ
[l. 2] καὶ διὰ τοῦτο προσαγορεύουσι τὰς ἐχίδνας διψάδας.
[l. 3] εἰσὶ δ’ οἳ καὶ τοὺς δηχθέντας ὑπ’ αὐτῶν φασιν οὐκ ἐμπίπλασθαι
[l. 4] πίνοντας, ἀλλὰ διαῤῥήγνυσθαι πρότερον ἢ παύσασθαι
[l. 5] διψῶντας. διὰ τοῦτο τῶν ἐν Ῥώμῃ τὰς ἐχίδνας θηρευόντων,
[l. 6] οὓς ὀνομάζουσι Μαρσοὺς, ἐπυθόμην εἴ τι σημεῖον
[l. 7] ἔχοιέν με διδάξαι διακριτικὸν ἑκατέρου τοῦ γένους τῶν ἐχιδνῶν·
[l. 8] οἱ δ’ οὐδὲν ὅλως ἔφασαν εἶναι γένος ἐχιδνῶν διψάδων,
[l. 9] ἀλλὰ τὰς παρὰ θαλάττῃ καὶ τόποις ἁλμυρίδα πολλὴν
[l. 10] ἔχουσι διαιτωμένας ἁλμυρὰν ἴσχειν τὴν σάρκα, διὸ καὶ κατὰ
[l. 11] Λιβύην πολλὰς γίγνεσθαι τοιαύτας, ἐν Ἰταλίᾳ δ’ οὐκ εἶναι
[l. 12] διὰ τὴν ὑγρότητα τῆς χώρας. ταῦτα μὲν οὖν ἤκουσα τῶν
[l. 13] Μαρσῶν λεγόντων, οὐ μὴν ἔχω βεβαίως εἰπεῖν εἴτ’ ἀληθεύσουσι
[l. 14] τὸ σύμπαν εἴτε καὶ ψεύδονται κατά τι. τὸ μὲν γὰρ
[l. 15] ἐν οἷς εἰρήκασι χωρίοις γίνεσθαί τινας ἐχίδνας 2.142. ἁλυκὴν
[l. 16] ἐχούσας τὴν σάρκα πιθανώτατον εἶναί μοι δοκεῖ. συμμεταβαλλούσας
[l. 17] γὰρ οἶδα ταῖς τροφαῖς τὰς τῶν ζώων σάρκας,
[l. 18] οὐ μὴν ὡς οὐδέν ἐστι γένος ἐχιδνῶν διψάδων ἀποφήνασθαι
[p. 12.317]
[l. 1] δύναμαι. τὸ δ’ οὖν ἀσφαλέστατόν ἐστι φυλάττεσθαι
[l. 2] τὰς ἐν τοῖς τοιούτοις χωρίοις ἐχίδνας θηρεύειν εἰς ἐδωδὴν ἢ
[l. 3] φαρμάκου κατασκευὴν, ὁποῖόν ἐστι καὶ τουτὶ τὸ ἔνδοξον, ὃ
[l. 4] καλοῦσιν ἅπαντες σχεδὸν ἰατροὶ θηριακήν. ἐπεὶ δ’ ἔθος ἡμῖν
[l. 5] ἐστιν, ὅταν τοὺς καλουμένους ἀρτίσκους θηριακοὺς σκευάζωμεν,
[l. 6] ἀφαιρεῖν οὐ μόνον τὴν κεφαλὴν αὐτῶν, ἀλλὰ καὶ
[l. 7] τὴν οὐρὰν, ἐνενόησα πολλάκις εὐλόγως ἴσως μὲν τὴν κεφαλὴν
[l. 8] ὅλην, διὰ τὸν ἐν τῷ στόματι περιεχόμενον ἰὸν, ἀλόγως
[l. 9] δὲ τὴν οὐρὰν ἀφαιρεῖσθαι. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὅτι
[l. 10] διὰ τὰ περιττώματα τῆς τροφῆς τά θ’ ὑγρὰ καὶ τὰ ξηρὰ
[l. 11] πρακτέον οὕτως ἐστίν. ἀποκτείναντες γὰρ αὐτὰς, εἶτ’ ἐκδείραντές
[l. 12] τε καὶ ἀναπτύξαντες, ἐξαιροῦμέν τε καὶ ἀποῤῥίπτομεν
[l. 13] ἅπαντα τὰ ἔνδον, ὡς μόνην καταλείπεσθαι τὴν τῶν
[l. 14] σαρκῶν οὐσίαν ἅμα ταῖς διαπεφυκυίαις αὐτῶν ἀρτηρίαις τε
[l. 15] καὶ φλεψὶν, ἐλάχιστον ἐχούσαις ὄγκον ὡς πρὸς τὴν ὅλην
[l. 16] σάρκα, καὶ μηδὲ φαινόμενον, ἐὰν μὴ πάνυ τις ἐπιμελῶς κατασκέψηται.
[l. 17] τοὺς μὲν οὖν ἀρτίσκους, οὓς δὴ καὶ θηριακοὺς
[l. 18] ὀνομάζουσι, σκευάζομεν οὕτως. κεκαθαρμένας αὐτὰς λαβόντες,
[l. 19] εἶθ’ ἕψοντες ἐν ὕδατι, μέχρις ἂν ἀκριβῶς ἡμῖν εἶναι δόξωσιν
[p. 12.318]
[l. 1] ἑφθαί. 13.298. συνεμβάλλομεν δ’ εὐθέως ἐξ ἀρχῆς ἀνήθου
[l. 2] τῷ ὕδατι καὶ μετὰ τὴν ἕψησιν ἀπὸ τῶν σαρκῶν διακρίνομεν
[l. 3] τὰς ἀκάνθας, εἶτα μίγνυμεν ἄρτῳ λελειωμένῳ τὴν
[l. 4] σάρκα. τὸν δ’ ἄρτον τοῦτον οὐ τὸν ἐπιτυχόντα λαμβάνομεν,
[l. 5] ἀλλ’ ὡς ἔνι μάλιστα καθαρώτατόν τε καὶ καλῶς ὠπτημένον
[l. 6] ἐν κλιβάνῳ, συμμέτρων ἁλῶν ἔχοντα καὶ ζύμης. προαναξηραίνομεν
[l. 7] δὲ αὐτὸν ἐν οἴκῳ ξηρῷ καὶ ἀνίκμῳ, μέχρις
[l. 8] ἂν οὕτω γένηται ξηρὸς ὡς ἐν ὅλμῳ κοπῆναι δύνασθαι.
[l. 9] οὐ μὴν κόπτοντές γε μίγνυμεν, ἀλλὰ διαβρέχοντες τῷ ὕδατι,
[l. 10] καθὸ τὰς ἐχίδνας ἑψήσαμεν. αὐτὴν δὲ τὴν σάρκα πρὶν μιγνύναι
[l. 11] τῷ ἄρτῳ, τρίβομεν ἐν θυίᾳ τῶν μαγείρων, ἄχρις ἂν
[l. 12] ἀκριβῶς γένηται λεία. καὶ μετὰ ταῦτα μικροὺς ἀρτίσκους
[l. 13] λεπτοὺς πλάσαντες, εἶτα ξηράναντες ἐν οἴκῳ θερμῷ καὶ ξηρῷ
[l. 14] φυλάττομεν ἀποτιθέμενοι πάλιν ἐν οἴκῳ τοιούτῳ. τούτους
[l. 15] μὲν οὖν εἰσβάλλοντος τοῦ θέρους σκευάζομεν, ἡνίκα
[l. 16] μάλιστα βελτίστη τῶν ἐχιδνῶν ἐστιν ἡ σάρξ. χρώμεθα δ’
[l. 17] ὕστερον κόπτοντές τε καὶ διάττοντες, εἶτ’ αὖθις λειοῦντες
[l. 18] ἀναμιγνύντες τε τοῖς ἐσκευασμένοις εἰς ἡδονὴν ἁλσὶν, ἐμβάλλομεν
[p. 12.319]
[l. 1] δ’ αὐτῶν καὶ τῇ θηριακῇ. γίγνονται δὲ καὶ οἱ διὰ
[l. 2] τῶν ὀπτηθεισῶν ἐχιδνῶν ἅλες ὑπὸ τὸν αὐτὸν καιρὸν εἶς
[l. 3] χύτραν καινὴν ἐμβαλλόντων ἡμῶν τὰς ἐχίδνας ζώσας, ἅμα
[l. 4] τοῖς ὑπεστορεσμένοις τε καὶ περικειμένοις αὐταῖς φαρμάκοις,
[l. 5] ἃ λέγειν ἅπαντα νῦν οὐκ ἔστι τῆς ἐνεστώσης πραγματείας.
[l. 6] ἴσως γάρ τις ἡμῖν εὐλόγως ἐγκαλέσει καὶ περὶ τῶν ἀρτίσκων
[l. 7] τῆς κατασκευῆς ὡς οὐκ ἐν καιρῷ διελθοῦσιν. ἀλλὰ
[l. 8] ταῦτα μὲν ἐπειδὴ φθάνει λελέχθαι, φυλαττέσθω, κᾂν δοκῇ
[l. 9] μὴ πάνυ τι τῆς προκειμένης εἶναι πραγματείας ἴδια. τὰ δ’
[l. 10] ἑξῆς κατὰ τὸ προσῆκον μέτρον λεγέσθω. προσῆκον δ’ ἐστὶ
[l. 11] περὶ τῆς καθόλου δυνάμεως ἀναμνῆσαι τὴν σάρκα τῶν ἐχιδνῶν,
[l. 12] εἰπόντα εἶναι ξηραντικήν τε καὶ διαφορητικὴν ἰσχυρῶς,
[l. 13] ἄμα τῷ θερμαίνειν μετρίως. ἐπείγεται δ’, ὡς ἔοικεν, ἡ
[l. 14] δύναμις αὐτῆς ἐπὶ τὸ δέρμα, διὰ τούτου κινοῦσα τὰ κατὰ
[l. 15] τὸ σῶμα περιττώματα. φθειρῶν τε οὖν πλῆθος οὐκ ὀλίγον
[l. 16] γεννᾶται τοῖς ἔχουσι κακοχυμίαν ἐν τοῖς σώμασι δαψιλῆ καὶ
[l. 17] τοῦ δέρματος ἀφίσταταί τε καὶ ἀποπίπτει καθάπερ τι λέπος
[l. 18] ἡ ἐπιδερμὶς ὀνομαζομένη, καθ’ ἣν ἴσχονται μᾶλλον τῶν
[p. 12.320]
[l. 1] εἰς τὸ δέρμα φερομένων χυμῶν οἱ παχεῖς καὶ γεώδεις, ὑφ’
[l. 2] ὧν αἵ τε ψῶραι καὶ αἱ λέπραι καὶ οἱ ἐλέφαντες γίνονται.
[l. 3] ταῦτα μὲν οὖν εἶχόν σοι λέγειν περὶ τῶν τῆς ἐχίδνης σαρκῶν,
[l. 4] ἐφεξῆς δὲ πάλιν ἀναλήψομαι τὸν λόγον. αἱ μὲν τῶν
[l. 5] θερμοτέρων φύσει ζώων σάρκες οὐ μόνον τρέφουσιν ἡμᾶς,
[l. 6] ἀλλὰ καὶ θερμαίνουσιν, αἱ δὲ τῶν ψυχροτέρων ψύχουσιν.
[l. 7] οὕτως δὲ καὶ αἱ μὲν τῶν ξηροτέρων ξηραίνουσιν, αἱ δὲ τῶν
[l. 8] ὑγροτέρων ὑγραίνουσιν. μεμνημένος οὖν ὧν ἔμαθες ἐν τοῖς
[l. 9] περὶ κράσεων, ὅταν γνωρίσῃς τι τῶν ζώων εἶναι τῇ κράσει
[l. 10] ξηρότερον, ὥσπερ εἰ τύχοι τὸν ἄγριον ὗν τοῦ ἡμέρου, γίνωσκε
[l. 11] τούτου καὶ τὴν σάρκα ξηραντικωτέραν εἶναι καὶ κατὰ
[l. 12] τὰς ἄλλας διαφορὰς τῶν κράσεων ὡσαύτως, οἷον ὅτι συὸς
[l. 13] μὲν πρόβατον ξηρότερον, τούτου δ’ αἴξ, τούτου δὲ βοῦς, καὶ
[l. 14] τούτου λέων. οὕτω δὲ καὶ κατὰ θερμότητα λέων μὲν κυνὸς
[l. 15] θερμότερος, κύων δὲ ταύρου, ταῦρος δὲ τοῦ τοὺς ὄρχεις
[l. 16] ἐκτετμημένου βοός. ἀνάλογον οὖν τῇ κατὰ τὴν κρᾶσιν
[l. 17] ὑπεροχῇ τῶν ἄλλων ζώων καὶ αἱ σάρκες αὐτῶν διοίσουσιν.
[l. 18] καὶ διὰ τοῦτο ξηραίνειν μὲν ἐθέλων τὸ σῶμα τῶν ξηροτέρων
[l. 19] τῇ κράσει ζώων δώσεις τὴν σάρκα, θερμαίνειν δὲ βουλόμενος
[p. 12.321]
[l. 1] τῶν θερμοτέρων, καὶ ψυχρότερον μὲν ἐπιχειρῶν ἐργάζεσθαι
[l. 2] τῶν ψυχροτέρων, ὑγρότερον δὲ τῶν ὑγροτέρων. οὐ
[l. 3] σμικρὰ δὲ διαφορὰ τῶν σαρκῶν ἐστι κᾀν τῷ τεταριχεῦσθαί
[l. 4] τινας αὐτῶν. ὅλῳ γὰρ παντὶ διαλλάττουσιν, ὡς πολλάκις
[l. 5] ὑγροτάτου τῇ κράσει ζώου ταριχευθεῖσαν σάρκα ξηραντικωτέραν
[l. 6] εἶναι μακρῷ τῆς φύσεως ξηρᾶς. 13.299. ἀταριχεύτου
[l. 7] καὶ ἡ ὀπτηθεῖσα δὲ ξηροτέρα τῆς ἑψηθείσης ἐστὶν
[l. 8] ἐν ὕδατι. ἔγραψαν δὲ καὶ ἄλλων ζώων ἔνιοι σάρκας ὠφελεῖν
[l. 9] ἐσθιομένας τε καὶ κατὰ πεπονθότων μερῶν ἐπιτιθεμένας,
[l. 10] οἷον τὴν τοῦ χερσαίου ἐχίνου σκελετευθεῖσαν, εἰ ποθείη
[l. 11] ἐλεφαντιῶσιν καὶ καχέκταις καὶ σπασμώδεσιν καὶ νεφριτικοῖς,
[l. 12] ἔτι τε τοῖς τὸν ἀνασάρκα προσαγορευόμενον ὕδερον ἔχουσιν.
[l. 13] εἰ δὲ ταῦτα ποιεῖν πέφυκεν, εἴη ἂν ἡ δύναμις αὐτῆς ἰσχυρῶς
[l. 14] διαφορητική τε καὶ ξηραντικὴ, ὥσπερ καὶ ἡ τῆς σκελετευθείσης
[l. 15] γαλῆς, ἥπερ οὖν ὀνίνησι τοὺς ἐπιληπτικοὺς πινομένη.
[l. 16] τῶν δὲ ταριχευθέντων αἰλούρων τὴν σάρκα λειωθεῖσαν
[l. 17] ἐπιτιθεμένην ἐξάγειν σκόλοπάς φασιν, ὡς ἑλκτικὴν ἔχουσαν
[p. 12.322]
[l. 1] δύναμιν δηλονότι, τῶν δὲ μυάκων ἁρμόττειν ἕλκεσιν ὑπὸ
[l. 2] κυνὸς δάκνοντος γεγονόσιν. ἐγὼ δ’ οὐδεμίαν ἐξαίρετον εὑρίσκω
[l. 3] δύναμιν, ἧς δεῖται τὰ τοιαῦτα τῶν ἑλκῶν, ὥσπερ τὰ
[l. 4] ὑπὸ τοῦ λυττῶντος κυνὸς δακόντος γενόμενα. καὶ ἡ τῶν
[l. 5] κοχλιῶν δὲ σὰρξ κοπεῖσα πρότερον ἐν ὅλμῳ καὶ μετὰ ταῦτα
[l. 6] λειωθεῖσα ξηραντικωτάτη γίνεται πάντων τῶν ὑγρότητα
[l. 7] περιττὴν ἐχόντων μορίων, ὥστε καὶ τοῖς ὑδερικοῖς ἁρμόττειν.
[l. 8] ἡ δὲ ἐξ αὐτῶν ὑγρότης, μόνη καθ’ ἑαυτὴν ἄνευ τῆς
[l. 9] σαρκὸς λαμβανομένη, καλεῖται ὑπὸ τῶν πολλῶν μύξα κοχλίου,
[l. 10] μιγνυμένη δὲ λιβανωτῷ ἢ ἀλόῃ ἢ σμύρνῃ ἤ τισι
[l. 11] τούτων ἢ πᾶσιν ἄχρι τοῦ κηρωτῆς πάχος ἔχειν, ἐχέκολλόν
[l. 12] τε γίνεται φάρμακον καὶ ξηραίνει καλῶς τοὺς ὑποπύους μύξους
[l. 13] τῶν ὤτων. ἔστι δὲ καὶ ἀνακόλλημα ξηραντικὸν τῶν
[l. 14] εἰς ὀφθαλμοὺς ῥευμάτων, ἐπιτιθεμένη κατὰ τὸ μέτωπον.
[l. 15] ἔνιοι δὲ καὶ πρὸς σκόλοπας χρῶνται, λειοῦντες ὅλους μετὰ
[l. 16] τῶν ὀστράκων, εἰσὶ δ’ οἳ καὶ πρὸς καταμηνίων ἐπίσχεσιν.
[l. 17] αὐτὰς δὲ τὰς σάρκας μόνας κᾀγώ ποτε κατ’ ἀγρὸν ἐπὶ
[l. 18] τραύματος ἅμα νεύρου τρώσει τε καὶ θλάσει γεγονότος ἐπέθηκα
[p. 12.323]
[l. 1] λειώσας, καὶ τό τε τραῦμα καλῶς ἐκολλήθη καὶ τὸ
[l. 2] νεῦρον οὐκ ἐφλέγμηνε. ἦν δὲ σκληρὸς καὶ ἀγροῖκος ἄνθρωπος,
[l. 3] ἔμιξά γε μὴν λειουμέναις αὐταῖς ἄχνην ἀλεύρου,
[l. 4] 2.143. λαβὼν ἀπὸ τοῦ πλησιάζοντος τῇ μύλῃ τοίχου. γεγράφασι δέ
[l. 5] τινες τῶν πρὸ ἡμῶν ἰατρῶν σμύρναν ἢ λιβανωτὸν μιγνύειν
[l. 6] αὐτοῖς δεῖν ἐπὶ τῆς τοιαύτης χρήσεως, ἀλλ’ οὐδετέραν εἶχον
[l. 7] τούτων ἔξωθεν τῆς πόλεως ἐπὶ τῆς ἀγροικίας. δύναιτο δ’
[l. 8] ἄν τις καὶ ῥητίνης φρικτῆς λείας μιγνύειν εἰ παρείη. ὁπόταν
[l. 9] μέντοι πολὺ τῆς μύξης τῶν κοχλιῶν ἐθέλεις λαβεῖν μόνης,
[l. 10] κατακέντησον αὐτῶν τὴν σάρκα γραφείῳ. χρὴ δὲ μὴ πρὸ
[l. 11] πολλῶν ἡμερῶν αὐτοὺς θηρεῦσαι, καταξηραίνονται γὰρ ἐν
[l. 12] τῷ χρόνῳ. πρόσφατοι δ’ ὄντες πολὺ τῆς γλίσχρας ὑγρότητος
[l. 13] ἔχουσιν, ἣν κατακεντούμενοι τῷ γραφείῳ προϊᾶσιν. ἡ
[l. 14] δ’ ὑγρότης αὕτη καὶ τῶν ἐν τοῖς βλεφάροις τριχῶν παρὰ
[l. 15] φύσιν ἀνακόλλημα γίνεται.
[l. 16] β΄. Περὶ πιμελῆς καὶ στέατος. Πιμελὴ καὶ στέαρ.
[l. 17] κοινότατα καὶ ταῦτα τῶν ἐν τοῖς ζώοις μορίων ἐστί. τὰ
[l. 18] γὰρ εὐτροφοῦντα πάντα πιμελὴν ἢ στέαρ ἴσχει, τὰ δὲ
[p. 12.324]
[l. 1] ἰσχνὰ καὶ ἄτροφα πολλάκις μὲν οὐδ’ ὅλως ἔχειν φαίνεται,
[l. 2] πολλάκις δ’ οὕτως ὀλίγην τε καὶ ξηρὰν, ὡς δύσχρηστον εἶναι.
[l. 3] διαφέρει δὲ πιμελῆς στέαρ τῷ πάχει, διὸ καὶ τοῖς γεωδεστέραν
[l. 4] ἔχουσιν τὴν ὅλην φύσιν ζώοις τὸ στέαρ γίνεται καθάπερ
[l. 5] τοῖς ὑγροτέραν ἡ πιμελή. διὰ τοῦτο τοιγαροῦν ἡ μὲν
[l. 6] πιμελὴ τήκεται ῥαδίως ὑπὸ τοῦ πυρὸς, οὐ ῥᾳδίως δὲ πήγνυται
[l. 7] τακεῖσα. τὸ δὲ στέαρ οὔτε τήκεται ῥᾳδίως, κᾂν τακῇ,
[l. 8] πήγνυται τάχιστα καὶ φαίνεται πολὺ σκληρότερον τῆς πιμελῆς.
[l. 9] ὗς μὲν οὖν εὐτροφῶν πιμελὴν πλείστην ἔχει διὰ τὴν
[l. 10] φυσικὴν τῆς κράσεως ὑγρότητα, 13.300. βόες δὲ καὶ αἶγες
[l. 11] ὅσα τε ἄλλα κερασφόρα διὰ τὴν ξηρότητα τὸ στέαρ πλεῖστον
[l. 12] γεννᾷ. σὺ δ’ εἰ βούλει τὴν ἐλαιώδη καὶ λιπαρὰν οὐσίαν
[l. 13] ἅπασαν ἐν τοῖς ζώοις κάλει στέαρ, ὥσπερ οἱ πλεῖστοι
[l. 14] τῶν ἰατρῶν. ἔξεστι δέ σοι καὶ πιμελὴν ὀνομάζειν ἅπαν τοῦτο
[l. 15] τὸ γένος. οὐ μὴν ἔξεστί γέ σοι βουλομένῳ μὴ ψεύδεσθαι τὸ
[l. 16] στέαρ τῶν αἰγῶν ὑγρότερον εἶναι φάναι τοῦ τῶν ὑῶν.
[l. 17] ὑγρότατον γὰρ τοῦτο σχεδὸν ἁπάντων τῶν ἄλλων ἐστὶ, καὶ
[p. 12.325]
[l. 1] διὰ τοῦτο κατὰ τὴν ἐνέργειαν ἐγγὺς ἐλαίου τὴν δύναμιν,
[l. 2] μαλακτικώτερόν γε μὴν ἐλαίου καὶ πεπτικώτερόν ἐστι. καὶ
[l. 3] διὰ τοῦτο τοῖς πρὸς φλεγμονὰς ἁρμόττουσιν καταπλάσμασι
[l. 4] μίγνυται. τοῖς δὲ δακνομένοις τὰ κατὰ τὸ ἀπευθυσμένον ἢ
[l. 5] τὸ κῶλον ἐνίεμεν αἴγειον μᾶλλον ἢ ὕειον στέαρ, οὐχ ὅτι
[l. 6] μᾶλλον ἀμβλυτικόν ἐστι δριμύτητος, ὅσον γὰρ ἐπὶ τῇ φύσει
[l. 7] μᾶλλον ἀμβλύνει τὸ ὕειον καὶ διὰ τοῦτο μίγνυται καὶ
[l. 8] τοῖς ἕλκη θεραπεύουσι φαρμάκοις, οἷόν πέρ ἐστι καὶ τὸ καλούμενον
[l. 9] πάρυγρον. ἀλλ’ ὅτι τὸ μὲν αἴγειον πήγνυται ῥᾳδίως
[l. 10] διὰ πάχος, ἀποῤῥεῖ δὲ τὸ ὕειον ὁμοίως τῷ ἐλαίῳ διὰ
[l. 11] τοῦτ’ ἐνίεμεν αὐτὸ μᾶλλον ἐπὶ τῶν δυσεντερικῶν τε καὶ
[l. 12] τεινεσμωδῶν, ὅταν παρηγορῆσαι τὴν δῆξιν αὐτῶν βουληθῶμεν.
[l. 13] καὶ διὰ λεπτομέρειαν δ’ ἔνια μᾶλλον ἀμβλύνει δριμύτητας,
[l. 14] ὅταν ἐν τῷ βάθει τῶν δακνομένων σωμάτων τὸ λυποῦν
[l. 15] ᾖ. ἧττον μὲν γὰρ τὸ παχυμερὲς, μᾶλλον δὲ τὸ λεπτομερὲς
[l. 16] ὅλα διεξέρχεται τὰ σώματα καὶ πᾶσι κεράννυται τοῖς
[l. 17] δάκνουσιν ἰχῶρσιν αὐτό. κατὰ τοῦτο γοῦν καὶ τὸ χήνειον
[p. 12.326]
[l. 1] στέαρ τὰ κατὰ βάθος τῶν σωμάτων δάκνοντα μᾶλλον
[l. 2] ἀμβλύνει. ἔστι δὲ καὶ θερμότερον τοῦ ὑείου. μεταξύ γε μὴν
[l. 3] αὐτῶν ἐστι τὸ τῶν ἀλεκτρυόνων, θερμότερον δ’ ἀεὶ καὶ ξηρότερον
[l. 4] τὸ τῶν ἀῤῥένων ζώων ἐστίν. αὐτῶν δὲ τούτων τὸ
[l. 5] τῶν ἐκτεμνομένων τοὺς ὄρχεις ἧττον θερμόν τε καὶ ξηρόν.
[l. 6] ὁμοιοῦται γὰρ ἀεὶ τὸ εὐνουχισθὲν ἄῤῥεν τοῖς ὁμογενέσι θήλεσι.
[l. 7] κεφάλαιον δ’ ἐστὶ τοῦ λόγου τόδε κοινὸν, οὗ μεμνῆσθαι
[l. 8] χρὴ, τὸ κατὰ τὴν τῶν ζώων κρᾶσιν ἀεὶ τὰς διαφορὰς
[l. 9] γίνεσθαι τῆς ἐν αὐτοῖς πιμελῆς ἢ στέατος ἢ ὅπως ἂν
[l. 10] ὀνομάζειν ἐθέλῃς ὅλον τὸ γένος τοῦτο τοῦ κατὰ τὰ ζῶα
[l. 11] σώματος ἐλαιώδους τε καὶ λιπαροῦ. ἐπεὶ τοίνυν ὗς ἀπολείπεται
[l. 12] κατὰ θερμότητά τε καὶ ξηρότητα σχεδὸν ἁπάντων
[l. 13] τῶν τετραπόδων ζώων, διὰ τοῦτο καὶ πιμελὴν ἧττόν τε θερμὴν
[l. 14] ἔχει καὶ μᾶλλον ὑγράν. ἁπάσης μὲν οὖν πιμελῆς δύναμίς
[l. 15] ἐστιν ὑγραντική τε καὶ θερμαντικὴ τῶν ἀνθρωπίνων
[l. 16] σωμάτων. τούτου γὰρ μεμνῆσθαι χρὴ διὰ παντὸς, εἰρημένου
[l. 17] κατὰ τὴν ἀρχὴν τῆσδε τῆς πραγματείας· αἱ δὲ καθ’
[l. 18] ἕκαστον αὐτῶν διαφοραὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττόν εἰσιν.
[p. 12.327]
[l. 1] τοῦ μὲν γὰρ ὑὸς ὡς πρὸς ἡμᾶς ἡ πιμελὴ τὸ μὲν ὑγραίνειν
[l. 2] ἔχει δαψιλῶς, τὸ θερμαίνειν δ’ οὐχ ὁμοίως ὥσπερ τοὔλαιον,
[l. 3] ἀλλ’ ἔστι κατὰ τὴν ἐν ἡμῖν θερμότητα καὶ ἡ τοῦ λίπους
[l. 4] τῶν ὑῶν. ἡ δὲ τῶν ταύρων πολὺ θερμοτέρα καὶ ξηροτέρα
[l. 5] τῆς τῶν ὑῶν, μεμνημένων ἡμῶν πάλιν κἀνταῦθα τὸ μὲν
[l. 6] ἄῤῥεν τοῦ θήλεος ἀεὶ ξηρότερον εἶναι καὶ θερμότερον, τὸ
[l. 7] δ’ εὐνουχισθὲν ἄῤῥεν ὁμοιοῦσθαι τῷ θήλει, καθάπερ γε καὶ
[l. 8] τὸ νέον ἅπαν. αὐτῶν δὲ τῶν νέων τὸ θῆλυ τοῦ ἄῤῥενος
[l. 9] ὑγρότερόν τε εἶναι καὶ ἧττον θερμόν. οὕτως οὖν καὶ τὸ
[l. 10] μόσχειον στέαρ ἀπολείπεται τοῦ τῶν ταύρων θερμότητί τε
[l. 11] καὶ ξηρότητι καὶ τὸ τῶν ἐρίφων τοῦ τῶν αἰγῶν, ἀπολείπεται
[l. 12] δὲ καὶ τὸ τῶν αἰγῶν τοῦ τῶν τράγων, αὐτῶν δὴ πάλιν
[l. 13] τὸ τῶν ταύρων τοῦ τῶν λεόντων· διαφορητικώτατον γὰρ
[l. 14] ἐκεῖνο σχεδὸν ἁπάντων τῶν ἐν τοῖς τετράποσι. καὶ γὰρ καὶ
[l. 15] θερμότατον αὐτῶν ἐστι καὶ λεπτομερέστατον, ὥστε εἰ μίξαις
[l. 16] αὐτὸ τοῖς πρὸς ἕλκη καὶ φλεγμονὰς ἁρμόττουσι φαρμάκοις,
[l. 17] οὐ μόνον οὐδὲν ὀνήσεις, ἀλλὰ καὶ βλάψεις δριμύτερον τοῦ
[l. 18] προσήκοντος ἐργασάμενος. ὄγκοις δὲ χρονίοις ἐσκληρυσμένοις
[p. 12.328]
[l. 1] 13.301. καὶ νεύρων ἀγκύλαις καὶ ἁπλῶς ὅσα σκιῤῥώδη, προσφορώτατόν
[l. 2] ἐστιν ἐφ’ ὧν ἀπρακτότατον φαίνεται τὸ τῶν
[l. 3] ὑῶν. τὸ δὲ τῶν ταύρων ἶσόν πως ἑκατέρου διέστηκεν, ὅσῳ
[l. 4] θερμότερόν τέ ἐστι καὶ ξηρότερον τοῦ τῶν ὑῶν, τοσούτῳ
[l. 5] καὶ τοῦ τῶν λεόντων ἀπολειπόμενον. ὡς ἂν οὖν ἐν τῷ μέσῳ
[l. 6] τεταγμένον, εἰκότως ἑκατέρῳ τῷ γένει μίγνυται τῶν φαρμάκων,
[l. 7] τοῖς τε τὰ σκιῤῥώδη θεραπεύουσι. καὶ τοῖς τὰ φλεγμαίνοντα
[l. 8] πέπτουσιν, ὁποῖόν ἐστιν τὸ τετραφάρμακον ὀνομαζόμενον
[l. 9] ἐκ κηροῦ καὶ ῥητίνης καὶ πίττης καὶ στέατος
[l. 10] συγκειμένου. εἰς γάρ τοι τοῦτο, κᾂν ταύρειον βάλῃς κᾂν
[l. 11] μόσχειον κᾂν τράγειον κᾂν αἴγειον κᾂν ὕειον, ἐκπυπτικόν
[l. 12] τε καὶ πεπτικὸν ἐργάσῃ φάρμακον. ἀλλὰ τὸ μὲν ὕειον ἐμβληθὲν
[l. 13] ἐπὶ παίδων ἁρμόζει καὶ γυναικῶν καὶ συνελόντι φάναι
[l. 14] τῶν ἁπαλοσάρκων, τὸ δὲ τοῦ ταύρου σκαπανεῦσι καὶ θερισταῖς
[l. 15] καὶ πᾶσι τοῖς σκληρὰς ἔχουσι σάρκας ἢ διὰ τὴν
[l. 16] φυσικὴν κρᾶσιν ἢ διὰ τὴν ἰδέαν τοῦ βίου χρήσιμον ὑπάρχει.
[l. 17] χρονίζον δ’ ἅπαν στέαρ ἑαυτοῦ γίνεται θερμότερόν τε
[l. 18] καὶ λεπτομερέστερον, ὥστε καὶ διαφορητικώτερον. ὑπάρχει δὲ
[p. 12.329]
[l. 1] τοῦτο σχεδὸν ἅπασι τοῖς χρονίζουσιν, ὅσα γε μὴ φθάνει
[l. 2] σαπῆναι. καὶ γὰρ οἶνος καὶ μέλι καὶ ὄξος καὶ τυρὸς καὶ
[l. 3] βούτυρον καὶ οἴσυπος ἔλαιόν τε πᾶν, εἴτε σχίνινον εἴτε κίκινον
[l. 4] εἴτε ῥαφάνινον εἴτ’ αὐτὸ τὸ ἐκ τῶν ἐλαιῶν εἴη, χρονίζοντα
[l. 5] λεπτότερά τε καὶ λεπτομερέστερα γίνεται καὶ διὰ
[l. 6] τοῦτο δριμύτερά τε γευομένοις φαίνεται διαφορητικώτερόν
[l. 7] τε χρωμένοις, ἐπὶ τῶν σκληρυνομένων τε καὶ δυσλύτων
[l. 8] ἁπάντων παθῶν. ἐγὼ μὲν οὖν εἴρηκα δριμύτερον γευομένοις
[l. 9] φαίνεσθαι. τινὲς δὲ τῶν διαφθειρόντων τὰ σημαινόμενα
[l. 10] τῶν ὀνομάτων οὐ δριμέα καλοῦσιν, ἀλλὰ στύφοντα
[l. 11] τὰ τοιαῦτα πάντα, μέχρι τοῦ πεπέρεως, ὡς οὐδὲν διαφέρον
[l. 12] ἢ στῦφον εἰπεῖν ἢ δριμύ. καὶ 2.144. εἰ αὖθις αὐτοὺς ἔροιο
[l. 13] περί τε κηκίδων καὶ μύρτων καὶ μεσπίλων καὶ σιδίων ῥοιᾶς,
[l. 14] ὀμφακίου τε καὶ ῥοῦ, καὶ ταῦτα στύφειν φασὶ, καίτοι γε
[l. 15] ἐναντιωτάτην αἴσθησιν ἔχομεν ἐπ’ αὐτῶν τῆς γινομένης ἡμῖν
[l. 16] ἀπὸ πεπέρεως καὶ πυρέθρου καὶ νάπυος, εὐφορβίου τε καὶ
[l. 17] κρομμύου καὶ σκορόδου καὶ ἀδάρκης. εἰ μὲν οὖν ὡς τὸ τῆς
[l. 18] στύψεως ὄνομα κοινὸν ἐπιφέρουσιν, κατ’ ἀμφοτέρων τῶν
[l. 19] γιγνομένων ἡμῖν ἐν τῇ γεύσει παθῶν, οὕτω καὶ αὐτὰ τὰ
[p. 12.330]
[l. 1] πάθη μίαν ἔχειν οἴονται φύσιν, ἀλλ’ ὅτι μᾶλλον ἢ ἀνθρώπους
[l. 2] αὐτοὺς εἶναι νομιστέον ἰδίας αἰσθήσεις ἔχοντας μόνους.
[l. 3] εἰ δ’ ὄμφακα μὲν καὶ ῥοῦν καὶ κηκῖδα βαλαύστιόν τε καὶ
[l. 4] ὑποκυστίδα, συνάγειν τε καὶ σφίγγειν ἡμῶν ὁμολογοῦσι τὴν
[l. 5] οὐσίαν, διακρίνειν τε καὶ δάκνειν καὶ διεξέρχεσθαι τὸ πέπερι
[l. 6] καὶ νᾶπυ καὶ πύρεθρον, ἀκύρως μὲν ὀνομάζουσι στύφοντα
[l. 7] τὰ δάκνοντα καὶ θερμαίνοντα, τῆς γνώσεως μέντοι τῶν φαρμάκων
[l. 8] αὐτῶν οὐχ ἡμαρτήκασιν. εἰ δὲ δεῖ στοχασάμενον εἰπεῖν
[l. 9] πότερον ἐν τοῖς ὀνόμασιν ἢ ἐν τοῖς πράγμασι σφάλλονται,
[l. 10] φαίην ἂν ἔγωγε μᾶλλον ἐν τοῖς ὀνόμασιν ἐσφάλθαι
[l. 11] τοὺς ἄνδρας, καὶ μάλιστα τοὺς ἀήθεις Ἑλλάδος φωνῆς,
[l. 12] οἷός ἐστιν ὁ Ἀναζαρβεὺς Διοσκορίδης, πολλὰ μὲν καλῶς εἴρηκε
[l. 13] τῶν περὶ τῆς ἰατρικῆς ὕλης ἱστορουμένων, ἀγνοῶν δὲ
[l. 14] τὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων. οὗτος οὖν, ὅταν
[l. 15] λέγει στυπτικώτερον στέαρ εἶναι τὸ τῶν αἰγῶν τοῦ τῶν ὑῶν,
[l. 16] εἰ μὲν οὖν τὸ δριμύτερον διὰ τοῦ στυπτικωτέρου βούλεται
[l. 17] δηλῶσαι, ἐκδεξόμεθα τὸν λόγον ὡς ἀληθῆ· εἰ δὲ τὸ τοιαύτην
[l. 18] ἔχον ποιότητά τε καὶ δύναμιν, οἷον ῥοῦς καὶ ῥῆον ὑπόκυστίς
[p. 12.331]
[l. 1] τε καὶ βαλαύστιον, οὐκ ἀληθῆ φήσομεν εἶναι τὸν λόγον.
[l. 2] ἐπειδὴ δὲ καὶ τὸ τῶν ἐχιδνῶν στέαρ, ὅταν ἐκ ῥιζῶν
[l. 3] τις ἀνασπάσας τὰς ἐν ταῖς μασχάλαις τρίχας ἐπαλείφῃ, φασὶ
[l. 4] μὴ καὶ ταύτας φύεσθαι, κάλλιον ἔδοξέ μοι καὶ τούτου πειραθῆναι,
[l. 5] καὶ πράξας ὡς ἐκέλευσαν εὗρον ψευδομένους αὐτοὺς,
[l. 6] ὥσπερ καὶ ὅτι 13.302. τὰς ἀρχὰς τῶν ὑποχύσεων ἰᾶται.
[l. 7] τὸ δὲ τῶν ἄρκτων στέαρ ἀλωπεκίαις ἁρμόττείν ἀληθῶς
[l. 8] ἔγραψαν, ἔχομεν δ’ αὐτοῦ δοκιμώτερα φάρμακα πρὸς τὸ πάθος.
[l. 9] ἀλλὰ τό γε μὴν τῶν ἀλωπέκων ὅταν ὠταλγίας φῶσι
[l. 10] θεραπεύειν, ἄνευ τοῦ διορίσασθαι ποίας λέγουσιν ὠταλγίας,
[l. 11] ὡς οὐδὲ γινώσκουσιν διηρθρωμένως αὐτοῖς ἃ λέγουσιν, οὐδ’
[l. 12] ὅλως χρὴ προσέχειν τὸν νοῦν. ἄλλοι δὲ ἰχθύων ἐπαινοῦσι
[l. 13] στέαρ, ὡς πρὸς τὰς ὑποχύσεις ἢ ὅπερ ἂν ἐθέλωσι πάθος
[l. 14] ὀνομάζειν. ἕτεροι δ’ οὐχ ἁπλῶς ἰχθύων, ἀλλὰ ποταμίων γράφουσιν,
[l. 15] ἄλλοι δὲ μᾶλλον θαλαττίων, ἵνα δοκῶσί τι πλέον
[l. 16] ἐπίστασθαι τῶν πολλῶν.
[l. 17] γ΄. Περὶ μυελοῦ. Μυελὸς μαλακτικῆς τῶν σκληρυνομένων
[l. 18] τε καὶ σκιῤῥουμένων σωμάτων ἐστὶ δυνάμεως, εἴτε
[p. 12.332]
[l. 1] μύες εἴτε τένοντες εἴτε σύνδεσμοι τοῦτο πάσχοιεν εἴτε καὶ
[l. 2] σπλάγχνα. καλλίστου δ’ ἐπειράθην ἀεὶ τοῦ τῶν ἐλάφων,
[l. 3] ἐφεξῆς δ’ αὐτῶν τοῦ τῶν νέων βοῶν, οὓς δὴ καὶ μόσχους
[l. 4] καλοῦσι, καὶ διὰ τοῦτο καὶ τὸν μυελὸν αὐτῶν ὀνομάζουσι
[l. 5] μόσχειον. ὁ δὲ τῶν τράγων καὶ τῶν ταύρων δριμύτερος αὐτῶν
[l. 6] ἐστι καὶ ξηραντικώτερος, ὥστ’ οὐ δύναται διαλύειν σκληρότητας
[l. 7] σκιῤῥώδεις, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ πέμπτῳ γράμματι
[l. 8] περὶ τούτων εἰρημένων. ἐκ δ’ οὖν τοῦ μοσχείου γε
[l. 9] καὶ ἐλαφείου μυελοῦ καὶ πεσσοὶ μαλακτικοὶ τῶν κατὰ τὰς
[l. 10] μήτρας συντίθενται καὶ κατ’ αὐτῆς ἔξωθεν τῆς μήτρας ἐπιτίθεται
[l. 11] φάρμακα διὰ μυελοῦ σκευαζόμενα, δύναμιν ἔχοντα
[l. 12] μαλακτικήν. λαμβάνεται δ’ οὐ μόνος ὁ ἐκ τῶν ὀστῶν μυελὸς,
[l. 13] ὅσπερ δὴ καὶ ὄντως ἐστὶ μυελὸς, ἀλλὰ καὶ ἐκ τῆς ῥάχεως,
[l. 14] ὃν καὶ αὐτὸν ὀνομάζουσι μυελὸν νωτιαῖον, ὄντα σκληρότερόν
[l. 15] τε καὶ αὐχμηρότερον τοῦ λοιποῦ. μαλακώτερος γάρ
[l. 16] ἐστιν ἐκεῖνος καὶ λιπαρώτερος, καὶ διὰ τοῦτ’ ἐγὼ τὸν ἐκ τῆς
[l. 17] ῥάχεως ἰδίᾳ καθ’ ἑαυτὸν ἄνευ τούτου κατατίθεμαι. φροντίζω
[l. 18] δὲ τοῦ μήτε σαπῆναι μήτ’ εὐρῶτα σχεῖν ἑκάτερον τῶν
[l. 19] μυελῶν. ἐν χειμῶνί τε οὖν πρῶτον αὐτοὺς λαμβάνω, καθάπερ
[p. 12.333]
[l. 1] καὶ τὸ στέαρ, εἶτ’ ἐν οἴκῳ ξηραίνων ὑπερώῳ τε καὶ ἀνίκμῳ
[l. 2] μετὰ φύλλων δάφνης ξηρῶν ἀποτίθεμαι. τὰ γὰρ ὑγρὰ καὶ
[l. 3] πρόσφατα φύλλα πολὺ τῆς ἑαυτῶν μεταδίδωσι ποιότητος,
[l. 4] ὥστε δριμυτέρους γενέσθαι τοὺς μυελούς. εἰ δέ ποτε καὶ θερμοῦ
[l. 5] καὶ νοτίου τοῦ περιέχοντος ὄντος ἀποθέσθαι βουληθείης
[l. 6] μυελοὺς ἢ στέαρ, ἔστω σοι παρεσκευασμένος οἶκος μήτε θερμὸς,
[l. 7] οἷοι μάλιστά εἰσιν οἱ πρὸς μεσημβρίαν ἐστραμμένοι, σήπεται
[l. 8] γὰρ ἐν τοῖς τοιούτοις μήτε κατάγειος ὑγρὸς, εὐρωτιᾷ
[l. 9] γὰρ ἐν τοῖς τοιούτοις, ἀλλ’ ὑπερῶός τε καὶ πρὸς ἄρκτον
[l. 10] ἐστραμμένος, ἀναπεπταμένας ἔχων μικρὰς θυρίδας ὡς δέχεσθαι
[l. 11] τοὺς ἀρκτικοὺς ἀνέμους δι’ ἡμέρας τε καὶ νυκτός.
[l. 12] δ΄. Περὶ κεφαλῶν μαινίδων. Κεφαλῶν μαινίδων ταριχηρῶν
[l. 13] καίων τις ἐχρῆτο πρὸς τὰς ἐν ἕδρᾳ ῥαγάδας, ὁ δ’ αὐτὸς
[l. 14] οὗτος καὶ πρὸς γαργαρεῶνα χρονίως ἐσκιῤῥωμένον. ἔοικεν
[l. 15] οὖν ἡ δύναμις αὐτῶν ξηραντική τις εἶναι, μὴ πάνυ δριμεῖα.
[l. 16] τοῦτο γὰρ ἐνίοις ὑπάρχει τῶν κεκαυμένων, ὡς τό γε ξηραίνειν
[l. 17] κοινὸν ἅπασιν.
[l. 1] ε΄. Περὶ κεφαλῆς λαγωῶν. Ἕτερος δὲ κεφαλὴν ὅλην
[l. 2] λαγωοῦ καίων ἐχρῆτο πρὸς ἀλωπεκίας μετὰ στέατος ἀρκτείου.
[l. 3] 13.303. στ΄. Περὶ κεφαλῆς σαύρων. Τὴν δὲ τῆς σαύρας
[l. 4] κεφαλὴν λειωθεῖσαν ἔνιοι γράφουσι σκόλοπας ἐξάγειν καὶ
[l. 5] μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἥλους.
[l. 6] ζ΄. Περὶ ἐγκεφάλου λαγωοῦ. Ἐγκέφαλον λαγωοῦ παρατριβόμενόν
[l. 7] τε καὶ ἐσθιόμενον ἐπὶ τῶν ὀδοντιώντων παίδων
[l. 8] ἐμάθομεν ὠφέλιμον ὑπάρχειν, ἡψημένης δηλονότι τῆς
[l. 9] κεφαλῆς ὅλης ὥσπερ εἴωθα, οὐ μὴν ἐξαίρετός γε ἡ δύναμις
[l. 10] αὐτοῦ, ἀλλὰ παραπλησία μέλιτι καὶ βουτύρῳ καὶ τοῖς ἄλλοις,
[l. 11] ὅσα πρὸς ὀδόντας φυομένων παιδίων ἁρμόττει. τινὲς δὲ καὶ
[l. 12] φόβοις βοηθεῖν ἐσθιόμενον τὸν ἐγκέφαλον τοῦτον ἔγραψαν.
[l. 13] η΄. Περὶ κεράτων ἐλάφου καὶ αἰγῶν. Κέρασιν ἐλάφου
[l. 14] καὶ αἰγὸς κεκαυμένοις μάλιστα χρῶνται, καθάπερ καὶ
[l. 15] ἡμεῖς ἐχρησάμεθα πολλάκις εἴς τε τὸ λαμπρύνειν τοὺς ὀδόντας
[l. 16] καὶ προστέλλειν τὰ οὖλα τὰ πλαδαρά. τὸ δὲ τῆς ἐλάφου
[l. 17] τινὲς τῶν γραψάντων τὰ τοιαῦτα μάλιστ’ ἐπαινοῦσιν,
[l. 18] ὡς εἰ μετὰ τὸ καυθῆναι πλυθείη καὶ δυσεντερίαν καὶ πτύσιν
[p. 12.335]
[l. 1] αἵματος, ἔτι τε τὰς καλουμένας κοιλιακὰς διαθέσεις ἐκθεραπεύειν,
[l. 2] ἰκτερικοῖς τε διδόμενον ὠφέλιμον, ἐπὶ πάντων δὲ τούτων
[l. 3] κελεύουσι διδόναι κοχλιάρια δύο, μεμίχασι δὲ αὐτό τινες,
[l. 4] ὡς εἴρηται, κεκαυμένον τε καὶ πεπλυμένον καὶ τοῖς ξηραίνουσι
[l. 5] κολλυρίοις τὰ ἐν ὀφθαλμοῖς ῥεύματα. ἔστι γὰρ δηλονότι
[l. 6] πάντων τῶν τοιούτων ἡ δύναμις ξηραντικὴ, καθάπερ
[l. 7] καὶ εἴρηται.
[l. 8] 2.145. θ΄. Περὶ πνεύμονος ἀρνείου καὶ χοιρείου καὶ
[l. 9] ἀλώπεκος. Πνεύμων ἄρνειός τε καὶ χοίρειος τὰ ἐξ ὑποδημάτων
[l. 10] παρατρίμματα θεραπεύειν πεπίστευται. ὁ δὲ τῆς ἀλώπεκος
[l. 11] σκελετευθεὶς εἰ πίνοιτο, τοὺς ἀσθματικοὺς ὠφελεῖ.
[l. 12] ι΄. Περὶ ἥπατος κυνὸς λυττῶντος. Ἧπαρ τὸ μὲν
[l. 13] λυττῶντος κυνὸς ἔγραψάν τινες, εἰ ὀπτηθὲν βρωθείη, τοῖς
[l. 14] ὑπ’ αὐτοῦ δεδηγμένοις γίγνεσθαι βοήθημα, καί τινας μὲν οἶδα
[l. 15] τῶν προσενεγκαμένων αὐτὸ ζῇν, ἀλλ’ οὐκ ἐκείνῳ μόνῳ, χρησαμένους
[l. 16] δ’ ἐφεξῆς καὶ τοῖς ἄλλοις φαρμάκοις, ὧν πεῖραν
[l. 17] ἔχομεν ἐπὶ τῶν λυσσοδήκτων. ἤκουσα δέ τινας αὐτῷ μόνῳ
[l. 18] πιστεύσαντας ὕστερον ἀποθανόντας.
[l. 1] ια΄. Περὶ ἥπατος αἰγὸς καὶ τράγου. Τὸ δὲ τῆς αἰγὸς
[l. 2] ἧπαρ ὀπτῶντές τινες, εἶτα λαμβάνοντες τὸν ἀποῤῥέοντα
[l. 3] ἰχῶρα πρὸς νυκτάλωπας χρῶνται, καὶ τὸν ἀτμὸν δ’ αὐτοῦ
[l. 4] δέχεσθαι τοῖς ὀφθαλμοῖς ἀνεῳγόσι κελεύουσιν ἑψομένου. καὶ
[l. 5] μέντοι καὶ ὀπτὸν ἐσθιόμενον πρὸς ταῦτα τὰ παθήματά
[l. 6] φασιν ἁρμόττειν, ἐλέγχειν τε τοὺς ἐπιλήπτους, εἰ βρωθείη.
[l. 7] ταὐτὸ δὲ δύνασθαι καὶ τὸ τράγειον ἧπαρ.
[l. 8] ιβ΄. Περὶ ἥπατος σαύρας. Ἧπαρ σαύρας ἐντεθὲν
[l. 9] ὀδοῦσι βεβρωμένοις ἔγραψάν τινες ἀνωδυνίαν ἐργάζεσθαι.
[l. 10] 13.304. ιγ΄. Περὶ κοιλίας αἰθυίας. Κοιλίαν αἰθυίας
[l. 11] ἐπαινοῦσί τινες ὡς πεπτικὸν φάρμακον, εἴ τις ἢ παραχρῆμα
[l. 12] λαμβάνων ἑφθὴν ἢ σκελετεύων προσφέροιτο. πειραθέντες δ’
[l. 13] ἡμεῖς αὐτοῦ ματαίαν εὕρομεν τὴν ὑπόσχεσιν, ὥσπερ καὶ τοῦ
[l. 14] τῶν ἀλεκτορίδων ἔνδον χιτῶνος, ὃν καὶ αὐτὸν ἔνιοι σκελετεύοντες
[l. 15] ὠφελεῖν φασιν, εἰ ποθείη τοὺς στομαχικούς.
[l. 16] ιδ΄. Περὶ ἥπατος λύκου. Τὸ δὲ ἧπαρ τοῦ λύκου πολλάκις
[l. 17] μὲν ἔβαλλον εἰς τὸ δι’ εὐπατορίου φάρμακον ἡπατικὸν,
[p. 12.337]
[l. 1] οὐ μὴν ὑπεροχῆς τινος ἐπειράθην ἀξιολόγου, παραβάλλων
[l. 2] αὐτῷ τὸ χωρὶς τούτου σκευαζόμενον.
[l. 3] ιε΄. Περὶ καστορίου. Ὄρχεις κάστορος ὀνομάζουσι
[l. 4] καστόριον. ἔνδοξον δὲ καὶ πολύχρηστον φάρμακον, ὡς καὶ
[l. 5] βιβλίον ὅλον Ἀρχιγένει γεγράφθαι περὶ καστορίου χρήσεως.
[l. 6] ἐκεῖνος μὲν οὖν τὰς κατὰ μέρος αὐτοῦ δυνάμεις διῆλθεν,
[l. 7] ἐγὼ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων φαρμάκων, οὕτω κᾀπὶ τούτου
[l. 8] τὴν καθόλου δύναμιν ἐρῶ, πρὸς ἣν ἀποβλέπων τις εὑρίσκειν
[l. 9] ἑαυτῷ δυνήσεται τὰς κατὰ μέρος. ὅτι μὲν δὴ θερμαίνει
[l. 10] πρόδηλον. εἰ γὰρ ἐθελήσαις λεῖον ἀκριβῶς ἐργασάμενος
[l. 11] αὐτὸ, δεύσας ἐλαίῳ, χρῖσαί τε καὶ ἀνατρῖψαι τι αὐτῷ
[l. 12] μόριον, ἐναργῶς αἰσθήσῃ θερμαινόμενον αὐτό. τὰ δὲ θερμαίνοντα
[l. 13] πάντα διαφοροῦντά τι τῆς πλησιαζούσης οὐσίας
[l. 14] εὐθέως αὐτὴν καὶ ξηραίνει, πλὴν εἰ μή τι φύσει ὑγρὸν εἴη,
[l. 15] καθάπερ ἔλαιόν τε καὶ ὕδωρ, ἐπίκτητόν τε ποιότητα θερμὴν,
[l. 16] οὐ δύναμιν, προσλάβοι, καθάπερ αὐτὰ ταῦτα πυρὶ πλησιάσαντα
[l. 17] καὶ ἡλίῳ θερινῷ. τοῦ τοίνυν καστορίου καὶ ἡ
[p. 12.338]
[l. 1] σύστασις οὖσα ξηρὰ προσειληφυῖά τε τὸ θερμαίνειν εἰκότως
[l. 2] ξηραίνει. τοῦτο μὲν οὖν κοινὸν αὐτῷ καὶ ἄλλοις φαρμάκοις
[l. 3] παμπόλλοις ἐστί· λεπτομερὲς δ’ ἱκανῶς ὑπάρχει καὶ κατὰ
[l. 4] τοῦτο πλέον ἑτέρων δύναται, θερμαινόντων τε καὶ ξηραινόντων
[l. 5] ὁμοίως αὐτῷ. τὰ γάρ τοι λεπτομερῆ φάρμακα δραστικώτερα
[l. 6] τῶν παχυμερῶν ἐστι, κᾂν ἴσην ἔχῃ τὴν δύναμιν
[l. 7] ἐκ τοῦ διεξέρχεσθαι καὶ κατὰ βάθους ἰέναι τῶν ὁμιλούντων
[l. 8] σωμάτων, καὶ μάλισθ’ ὅταν ᾖ ταῦτα πυκνὰ, καθάπερ
[l. 9] τὰ νευρώδη. φανερῶς γοῦν ὑπὸ τοῦ καστορίου τὰ τοιαῦτα
[l. 10] μεγάλως ὠφελεῖται διὰ τὴν εἰρημένην αἰτίαν. ἀγνοοῦσι δὲ
[l. 11] οἱ πλεῖστοι τῶν ἰατρῶν, ἐν τῇ τοῦ καστορίου χρήσει προσέχοντες
[l. 12] τὸν νοῦν αὐτῷ μόνῳ τῶ τρέμειν ἢ σπᾶσθαί τι μόριον,
[l. 13] ἢ ἀναίσθητον ἢ ἀκίνητον εἶναι, ἢ δυσαίσθητον ἢ δυσκίνητον,
[l. 14] μὴ γινώσκοντες ἑπόμενα τοιαῦτα συμπτώματα διαθέσεσι
[l. 15] σώματος ἀνομοίαις. ἀλλὰ σύ γε παρ’ Ἱπποκράτους μαθὼν
[l. 16] ἐπὶ πληρώσει τε καὶ κενώσει γίγνεσθαι σπασμὸν, ἔνθα
[l. 17] μὲν χρὴ κενῶσαι τὰ παρὰ φύσιν ἐν τοῖς νεύροις περιεχόμενα,
[l. 18] καὶ πίνειν δίδου καὶ κατὰ τοῦ δέρματος ἔξωθεν ἐπιτίθει
[p. 12.339]
[l. 1] καστόριον. ἔνθα δὲ δι’ ὑπερβάλλουσαν ξηρότητα γίγνεται
[l. 2] σπασμὸς, ἐναντιώτατον εἶναι γίγνωσκε τὸ φάρμακον τοῦτο.
[l. 3] κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοῖς τρέμουσι διὰ πλήθους
[l. 4] ὠφελιμώτατόν ἐστιν, ἐναντιώτατον δὲ τοῖς διὰ κένωσιν εἰς
[l. 5] τὸ τοιοῦτον πάθος ἐμπίπτουσιν. ἀνάλογον δὲ τοῖς εἰρημένοις
[l. 6] πάθεσι καὶ τοῦ λύζειν ἐν τῷ στομάχῳ γιγνομένου τὴν
[l. 7] διάθεσιν εὗρον καὶ διορισάμενος. εἰ μὲν ὑπὸ πλήθους τοῦτο
[l. 8] πάσχοιεν οἱ κάμνοντες, ἐπὶ τὴν τοῦ καστορίου χρῆσιν ἧκε,
[l. 9] διὰ ξηρότητα δὲ καὶ κένωσιν ἢ δι’ ὑγρῶν 13.305. δριμέων
[l. 10] δῆξιν εἰ συσταίη, φεῦγε τὸ φάρμακον. ὑπονοήσειε μὲν οὖν
[l. 11] τις αὐτὸ τῇ τε ὀσμῇ καὶ τῇ γεύσει προσέχων ἀλλοτριωτάτην
[l. 12] ἔχειν ἀνθρώπου σώματι τὴν οὐσίαν. ἐν μέντοι τῇ χρήσει
[l. 13] φαίνεται μηδὲν ἐργαζόμενον ὧν τὰ τοιαῦτα ποιεῖ, τὰ
[l. 14] μὲν στόμαχον κακοῦντα, τὰ δὲ γαστέρα, τὰ δὲ κεφαλὴν, τὰ
[l. 15] δὲ ἄλλο τι. τουτὶ δὲ τὸ φάρμακον εἴθ’ ὑγρῷ σώματι προσφέροις
[l. 16] δεομένῳ ξηρότητος εἴτε ψυχρῷ θερμότητος, εἴθ’
[l. 17] ὑγρῷ καὶ ψυχρῷ θερμότητος καὶ ξηρότητος χρῄζοντι, μεγάλην
[l. 18] μὲν ὠφέλειαν ἐπιδείκνυται, βλάβην δ’ οὐδεμίαν οὐδενὶ
[p. 12.340]
[l. 1] προστρίβεται μορίῳ, καὶ μάλισθ’ ὅταν ἀπύρετος ὁ ἄνθρωπος
[l. 2] ᾖ, καὶ τῶν πυρεσσόντων δὲ μὴ πάνυ θερμῶς, ἀλλ’ ὡς
[l. 3] ἂν εἴποι τις χλιαρὸν πυρετὸν, οἷος ἐν καταφοραῖς μάλιστα
[l. 4] καὶ ληθάργοις γίγνεται. πολλοῖς μὲν πάνυ τὸ καστόριον
[l. 5] ἐδώκαμεν, ἅμα μὲν πέπερι λευκῷ κοχλιαρίου πλῆθος ἑκατέρου
[l. 6] διὰ μελικράτου ποτίζοντες, ἐβλάβη δ’ οὐδεὶς οὐδὲν, ἀλλὰ
[l. 7] καταμηνίων ἐπεχομένων προκενώσας ἀπὸ σφυροῦ μετρίως,
[l. 8] εἶτα διδοὺς καστόριον μετὰ γλήχωνος ἢ καλαμίνθης, ἐπειράθην
[l. 9] ἀεὶ τοῦ φαρμάκου κινοῦντος κάθαρσιν, ἄνευ τοῦ βλαβῆναί
[l. 10] τι τὴν ἄνθρωπον. ἐκβάλλει δὲ καὶ χόρια κατεσχημένα.
[l. 11] ταῦτα μὲν οὖν ἅπαντα διὰ μελικράτου πινόμενον ἐργάζεται.
[l. 12] τοὺς δὲ ἐμπνευματουμένους τὴν γαστέρα δυσιάτως ἢ
[l. 13] στροφουμένους ἢ λύζοντας, ἐπὶ ψυχροῖς καὶ γλίσχροις χυμοῖς
[l. 14] ἢ παχεῖ καὶ φυσώδει πνεύματι, δι’ ὀξυκράτου πινόμενον
[l. 15] ὀνίνησιν· ὅσα δὲ εἴσω τοῦ σώματος λαμβανόμενον ὠφελεῖ,
[l. 16] ταῦτα καὶ κατὰ τοῦ δέρματος ἐπιτιθέμενον ἅμα σικυωνίῳ
[l. 17] ἢ παλαιῷ ἐλαίῳ. τὰ δὲ πλείονος θερμότητος δεόμενα
[l. 18] καὶ ἀνατρίβειν προσήκει δι’ ἑαυτοῦ. ὠφελεῖ δὲ καὶ εἴ τις
[p. 12.341]
[l. 1] ἐπ’ ἄνθραξιν αὐτὸ θυμιῶν ἀρύῃ διὰ τῆς εἰσπνοῆς, καὶ μάλιστα
[l. 2] τὰ κατὰ τὸν πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ
[l. 3] πάθη. τά γε μὴν ληθαργικὰ καὶ καταφορικὰ πάντα
[l. 4] πάθη μετὰ πυρετῶν ἄμεινον οὐ τῶν εἰρημένων ἐλαίων τινὶ
[l. 5] δεύοντας θεραπεύειν, ἀλλὰ διὰ ῥοδίνου μᾶλλον ἐπιτιθέναι
[l. 6] τῇ κεφαλῇ καὶ τῷ αὐχένι.
[l. 7] 2.146. ιστ΄. Περὶ νεφρῶν σκίγκων. Τὰ περὶ τοὺς νεφροὺς
[l. 8] τῶν σκίγκων ὡς ἐντατικὰ αἰδοίων πίνεται καὶ ἀντιπεπονθέναι
[l. 9] γε αὐτοῖς δοκεῖ, μάλιστα θρίδακος σπέρμα μεθ’
[l. 10] ὕδατος πινόμενον. ἔνιοι δὲ καὶ τὸ τῶν φακῶν ἀφέψημα μετὰ
[l. 11] μέλιτος πινόμενον παύειν φασὶ τὰς ἐντάσεις.
[l. 12] ιζ΄. Περὶ ὀνύχων αἰγείων καὶ ὀνείων. Ὄνυχας αἰγῶν
[l. 13] ἔνιοι καυθέντας, εἶτα τὴν τέφραν ὄξει δεύοντες ἀλωπεκίας
[l. 14] καταχρίουσιν, ὥστ’ εἴη ἂν καὶ ἡ τοιαύτη τέφρα λεπτυντικῆς
[l. 15] δυνάμιως. ἔνιοι τοὺς τῶν ὄνων ὄνυχας καυθέντας ἐπιλήπτους
[l. 16] φασὶ θεραπεύειν, εἰ πίνοιντο συνεχῶς, ἐλαίῳ δὲ φυραθέντας
[l. 17] χοιράδας διαφορεῖν· ἐπιπαττομένην δὲ τὴν αὐτὴν τέφραν
[l. 18] ξηρὰν ἰᾶσθαι τὰ χίμεθλα.
[l. 1] ιη΄. Περὶ ὀστῶν κεκαυμένων. Ὀστᾶ κεκαυμένα διαφορητικῆς
[l. 2] καὶ ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, μάλιστα δέ
[l. 3] φασιν ἔνιοι τὰ τῶν ἀνθρώπων δύνασθαι τοῦτο. τόν γε μὴν
[l. 4] ὕειον ἀστράγαλον κεκαυμένον, εἶτα πινόμενον, ἐμπνευματώσεις
[l. 5] καὶ στρόφους ἔφασαν θεραπεύειν. ἔγνων δέ τινας τῶν
[l. 6] καθ’ ἡμᾶς ἀνθρώπων ὀστᾶ κεκαυμένα ποτίζοντας, μὴ γινωσκόντων
[l. 7] τῶν πινόντων ὅ τι πίνοιεν, ὅπως μὴ μυσάττοιντο,
[l. 8] πολλῶν ἐπιληψίαν τε καὶ ἀρθρῖτιν ἐκτεθεραπευκέναι.
[l. 9] 13.306. ιθ΄. Περὶ γήρως ὄφεως. Γῆρας ὄφεως ἔγραψάν
[l. 10] τινες ἀναζεσθὲν ἐν ὄξει θεραπεύειν ὀδονταλγίας.
[l. 11] κ΄. Περὶ δέρματος προβάτου. Δέρμα προβάτου νεωστὶ
[l. 12] ἐκδεδαρμένου περιτεθὲν τοῖς μεμαστιγωμένοις ὁπωσοῦν
[l. 13] ἐναργῶς ὠφελεῖ πάντων ἑτέρων μᾶλλον, ὡς ἐν ἡμέρᾳ μιᾷ
[l. 14] καὶ νυκτὶ θεραπεύειν αὐτούς· συμπέπτει τε γὰρ καὶ διαφορεῖ
[l. 15] τὰ ὕφαιμα.
[l. 16] κα΄. Περὶ ἵππων λειχήνων. Λειχῆνας ἵππων λειωθέντας
[l. 17] σὺν ὄξει γεγράφασί τινες ἐπιληψίας θεραπεύειν, ἔνιοι δὲ
[l. 18] καὶ πρὸς παντὸς θηρίου δῆγμα συμβουλεύουσι χρῆσθαι.
[l. 1] κβ΄. Περὶ ἀράχνης ὑφάσματος. Ἀράχνης ὕφασμα
[l. 2] γράφουσί τινες ἀφλέγμαντα φυλάττειν τὰ ἐπιπολῆς ἕλκη.
[l. 3] κγ΄. Περὶ δερμάτων παλαιῶν. Δέρματα παλαιὰ τὰ
[l. 4] ἀπὸ τῶν καττυμάτων καυθέντα πρὸς τὰ ἐκ τῶν ὑποδημάτων
[l. 5] ἐκθλίμματα γεγράφασιν ἁρμόττειν, ὡς δῆθεν ἀντιπαθείᾳ
[l. 6] τινὶ τοῦτο ποιοῦντα. φλεγμαίνοντα μὲν οὖν οὐκ ὠφελεῖται,
[l. 7] παυσαμένης δὲ τῆς φλεγμονῆς εἰκότως ὠφελεῖται ξηραινόμενα·
[l. 8] ξηραντικὴ γὰρ ἡ τοιαύτη τέφρα. καὶ ἡμεῖς ἐχρησάμεθά
[l. 9] ποτε κατὰ ἀγρὸν αὐτῇ πρός τι τοιοῦτον ἐκ παρατρίμματος
[l. 10] ἕλκος. θεραπεύει δ’ εἰκότως ἡ τοιαύτη τέφρα
[l. 11] καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν καὶ τὰ καλούμενα παρατρίμματα
[l. 12] κατὰ τοὺς μηροὺς γινόμενα.
[l. 13] κδ΄. Περὶ ὀστρείων. Ὄστρεια καλοῦσιν ἔνιοι πάντα
[l. 14] τὰ ὀστρακόδερμα πρὸς Ἀριστοτέλους ὀνομασθέντα. τὸ δ’
[l. 15] ὑπὸ τῶν πολλῶν ὄστρεον ὀνομαζόμενον, ἐν τῇ δευτέρᾳ συλλαβῇ
[l. 16] χωρὶς τοῦ ι λεγόμενον, εἶδος ἕν τι τῶν ὀστρείων τίθενται,
[l. 17] περιλαμβάνοντες ἐν τῷ παντὶ γένει καὶ κήρυκας καὶ
[p. 12.344]
[l. 1] πορφύρας καὶ χήμας καὶ πίνας ἅπαντά τε τὰ παραπλήσια,
[l. 2] ἐφ’ ὧν ἐφεξῆς ἐρῶ.
[l. 3] κε΄. Περὶ κηρύκων καὶ πορφυρῶν. Κηρύκων καὶ πορφυρῶν
[l. 4] τὸ ὄστρακον, ἐπειδὴ σκληρότατόν ἐστιν, οὐδέποτ’
[l. 5] αὐτῷ χωρὶς καύσεως κέχρημαι. καυθὲν μέντοι ξηραντικῆς
[l. 6] ἐστι δυνάμεως, ἀκριβῶς δ’ αὐτὸ χρὴ λειοῦν, ὡς χνοῶδες γίνεσθαι,
[l. 7] κόψαντα δηλονότι τι καὶ σήσαντα πρότερον. ἔστω
[l. 8] δέ σοι τοῦτο κοινὸν ἐπὶ πάντων τῶν λιθώδη καὶ ὀστρακώδη
[l. 9] τὴν οὐσίαν ἐχόντων. εἰ μὴ γὰρ ἀκριβῶς λειωθείη, παραπλήσια
[l. 10] ταῖς ψάμμοις ἐστί. καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειωθέντων
[l. 11] αὐτῶν τὸ γινόμενον ἄλευρον ἕλκεσι κακοήθεσιν ἁρμόττει.
[l. 12] κοινὸν δὲ καὶ τοῦτ’ αὐτὸ πάντων ἐστὶ τῶν ξηραινόντων
[l. 13] ἰσχυρῶς, ἄνευ τοῦ δάκνειν ἐπιφανῶς· ἐρεθίζοντα γὰρ
[l. 14] ἐκεῖνα ῥευμάτων αἴτια γίνεται. καὶ ἄλλο δέ τι κοινὸν ὑπάρχει
[l. 15] τοῖς τοιούτοις ἅπασι, μετ’ ὀξυκράτου γὰρ ἢ ὄξους ἢ οἰνομέλιτος
[l. 16] ἢ ὀξυμέλιτος ἐπιτήδεια τοῖς σηπεδονώδεσιν ἕλκεσι γίγνεται.
[l. 17] διὰ τοῦτο καὶ οἱ λίθοι πάντες εἰς τοιαύτην ἀγόμενοι
[l. 18] χρείαν οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, ἅπαντες δ’ αὖ ὠφελοῦσι.
[l. 1] 13.307. κστ΄. Περὶ ὀστρέων. Ὀστρέων τὸ ὄστρακον
[l. 2] καυθὲν ὁμοίας ἐστὶ δυνάμεως τῷ τῶν κηρύκων ὀστράκῳ,
[l. 3] καὶ μᾶλλον ἔτι λεπτομερεστέρας, ἀσφαλέστερον δ’ εἰπεῖν,
[l. 4] ἧττον παχυμεροῦς. ἅπαντα γὰρ γεώδη καὶ σκληρὰν τὴν τοῦ
[l. 5] σώματος ἔχοντα σύστασίν τε καὶ πῆξιν ἱκανῶς ἐστι παχυμερῆ,
[l. 6] διὸ καὶ λειοῦν ἐπιμελῶς αὐτὰ προσήκει. ὅταν οὖν ποτ’
[l. 7] εἴπωμεν ἕτερον ἑτέρου τούτων εἶναι λεπτομερέστερον, οὕτως
[l. 8] ἀκούειν χρὴ τῆς λέξεως, ὡς εἰ καὶ τὸν Ὀδυσσέα φαίημεν
[l. 9] εἶναι τοῦ Θερσίτου μείζονα, μικρῶν ἀμφοτέρων ὄντων, ἢ
[l. 10] τὸν Αἴαντα τοῦ Ἀχιλλέως μικρότερον, ἀμφοῖν καὶ τούτων
[l. 11] μεγάλων ὄντων. ἔχει δ’, ὡς εἴρηται καὶ πρόσθεν, ἅπαντα τὰ
[l. 12] τοιαῦτα τῆς συνακτικῆς τι δυνάμεως ἐν ἑαυτοῖς, δι’ ἣν καὶ
[l. 13] πιληθείσης αὐτῶν τῆς οὐσίας σκληρὰ καὶ γεώδη γέγονεν, ὃ
[l. 14] διὰ τῆς καύσεως ἀποβαλόντα τὴν ἐναντίαν ἐπικτᾶται δύναμιν,
[l. 15] ἣν διαφορητικὴν ὀνομάζομεν. εἰ δὲ πλύναις αὐτὰ καὶ
[l. 16] καύσαις, τὸ μὲν οἷον ἐμπύρευμα πᾶν ἐναποτίθεται τῷ ὕδατι,
[l. 17] καὶ τοῦτό γ’ ἐργάζεται θερμαῖνον λεπτομερῶς, ὡς καὶ σήπειν
[l. 18] ἐνίοτε. τὸ δὲ ὑπόλοιπον ἄδηκτον γίγνεται γεῶδες, ὃ
[p. 12.346]
[l. 1] μάλιστά ἐστιν ἐπὶ τῶν ὑγρῶν ἑλκῶν χρήσιμον, εἰς πλήρωσίν
[l. 2] τε καὶ συνούλωσιν. τῷ δ’ οὖν ὀστράκῳ τῶν ὀνομαζομένων
[l. 3] ἰδίως ὀστρέων κεκαυμένῳ χρῶμαι πρὸς τὰς ἐκ ῥευμάτων
[l. 4] χρονίας καὶ δυσσαρκώτους κοιλότητας, ὅσαι συραγγώδεις
[l. 5] εἰσὶ καὶ βαθεῖαι, περιτεθεὶς ἔξωθεν αὐτὸ μετὰ παλαιοῦ
[l. 6] στέατος ὑείου. καλεῖται δ’ ὑπὸ τῶν πολλῶν ἀξούγγιον
[l. 7] τοῦτο. καὶ εἴς γε τὸν κόλπον αὐτὸν ἐμβάλλω τι τῶν
[l. 8] τὰ τοιαῦτα σαρκούντων, οἷόν ἐστι καὶ τὸ κεκαυμένον διφρυγὲς,
[l. 9] ὃ καλοῦσι σπεκάριον. ὁμοίας δὲ κατὰ γένος ἐστὶ
[l. 10] δυνάμεως καὶ τὰ τῶν ἄλλων ὀστρακοδέρμων ὄστρακα καυθέντα,
[l. 11] μάλιστα δ’, ὡς ἔφην, τὸ τῶν ὀστρέων, εἶτα τῶν κηρύκων
[l. 12] τε καὶ πορφυρῶν. μίγνυταί τε οὖν ἐμπλαστικαῖς δυνάμεσι
[l. 13] διαφορητικαῖς ἡ τοιαύτη τέφρα καὶ μετὰ στέατος
[l. 14] ἅπαντος διαφορεῖ. τῷ δ’ εἶναι διαφορητικώτερον τὸ παλαιὸν
[l. 15] ἐκείνῳ μᾶλλον μίγνυται. δριμύτερον δὲ τοῦ προσήκοντος
[l. 16] 2.147. γίνεται τὸ φάρμακον, εἰ τῶν δριμέων τι μίξειας αὐτῷ
[l. 17] στεάτων, ὑπὲρ ὧν ἔμπροσθεν διωρισάμην. ἀλλὰ καὶ λαμπρύνει
[l. 18] τοὺς ὀδόντας ἡ τῶν τοιούτων ἁπάντων τέφρα, οὐ
[p. 12.347]
[l. 1] μόνῳ τῷ ῥυπτικῷ τῆς δυνάμεως, ἀλλὰ καὶ τῷ τῆς οὐσίας
[l. 2] τραχεῖ, καθάπερ ἡ κίσσηρίς τε καὶ τὸ τῶν κλιβάνων ὄστρακον.
[l. 3] ἐν μὲν οὖν τῇ τοιαύτῃ χρήσει πάνυ σφόδρα λειοῦν οὐκ
[l. 4] ἀναγκαῖόν ἐστι τὰ οὕτω καυθέντα, τοῖς δὲ κακοήθεσιν ἕλκεσιν
[l. 5] ἐπὶ πάντων ἀκριβῶς προλειώσεις. καὶ τὰ ὑπερσαρκοῦντα
[l. 6] δὲ μετρίως καθαιρεῖ καὶ προστέλλει. μετά γε μὴν
[l. 7] ἁλῶν πάντα τὰ τοιαῦτα καυθέντα ποιεῖ μὲν καὶ τὸ τῶν
[l. 8] ὀδόντων σμῆγμα δραστικώτερον, ὡς τὰ πλαδαρὰ τῶν οὔλων
[l. 9] ξηραίνειν, ἀλλὰ καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὠφελεῖ.
[l. 10] κζ΄. Περὶ σηπίας. Ἱκανῶς τὸ σηπίας ὄστρακον χαῦνόν
[l. 11] ἐστιν, οὐχ ὥσπερ τὰ τῶν ὀστρείων λιθώδη. τὸ μὲν οὖν
[l. 12] ῥύπτειν, ὥσπερ καὶ τἄλλα τῶν ὀστρακοδέρμων ὄστρακα,
[l. 13] κοινὸν αὐτῷ πρὸς ἐκεῖνα, καθάπερ γε καὶ τὸ ξηραίνειν. τὸ
[l. 14] δὲ τῆς οὐσίας λεπτομερὲς ἐξαίρετον αὐτῷ παρὰ τἄλλα ὑπάρχει,
[l. 15] διὸ καὶ καυθέντι χρώμεθα πρὸς ἀλφοὺς ἔφηλίν τε καὶ
[l. 16] φακοὺς καὶ ψώρας. ἀλλὰ καὶ τοῖς ὀρυκτοῖς ἁλσὶ μιχθὲν
[l. 17] ἀποτήκει τὰ κατ’ ὀφθαλμοὺς γινόμενα πτερύγια. καὶ πρὶν
[l. 18] καυθῆναι δὲ ὀπτώμενόν τε καὶ λειούμενον ὀδόντας τε λαμπρύνει
[p. 12.348]
[l. 1] καὶ ξηραίνει τὰ 13.308. ἕλκη. τῷ συμμέτρῳ αὐτοῦ τῆς
[l. 2] τραχύτητος καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μεγάλας τραχύτητας,
[l. 3] ἃς καλοῦσιν συκώσεις, εἰώθαμεν χρῆσθαι, διαγλύφοντες ἐξ
[l. 4] αὐτοῦ παραπλήσιόν τι κολλυρίῳ κατὰ τὸ σχῆμα καὶ ἀνατρίβοντες
[l. 5] αὐτὰς ὡς αἱμάξαι. τούτου γὰρ γενομένου καὶ τὰ
[l. 6] καθαιρετικὰ τῶν κολλυρίων ἄμεινον ἐπ’ αὐτῶν ἐνεργεῖ.
[l. 7] κη΄. Περὶ πωμάτων πορφυρῶν. Πώματα πορφυρῶν
[l. 8] δι’ ὄξους ποθέντα σπλῆνας οἰδαλέους ἔγραψάν τινες ἰᾶσθαι,
[l. 9] θυμιώμενα δὲ τὰς πνιγομένας ὑστερικῶς ὠφελεῖν ἐκβάλλειν
[l. 10] τε τὰ κατεχόμενα χόρια.
[l. 11] κθ΄. Περὶ ἐρίων οἰσυπηρῶν. Ἔρια τὰ μὲν ἔτι ῥυπαρὰ,
[l. 12] καὶ διὰ τοῦτο καλούμενα πρός τινων οἰσυπηρὰ, χρησίμως
[l. 13] δέχεται τὰς κατὰ τῶν τεθλασμένων ἢ ὁπωσοῦν πεπληγότων
[l. 14] μορίων ἐπιβροχὰς, συνεργαζόμενα πρὸς τὴν ἐξ αὐτῶν
[l. 15] ὠφέλειαν διὰ τὸν οἴσυπον. τὰ δὲ πεπλυμένα καὶ μηκέτι
[l. 16] ἔχοντα τὸν οἴσυπον ὕλη τις ἐπιτήδειος γίνεται πρὸς τὸ δέξασθαι
[l. 17] τὰς ἐπιβρεχομένας ὑγρότητας. καυθέντα δὲ δύναμιν
[p. 12.349]
[l. 1] ἔχει δριμεῖάν τε καὶ θερμὴν ἅμα λεπτομερείᾳ, ὥστε καὶ τὰς
[l. 2] πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκειν τάχιστα. βάλλεται
[l. 3] δὲ καὶ εἰς φάρμακον ξηραντικὸν, καῖε δ’ αὐτὰ καθάπερ
[l. 4] καὶ τῶν ἄλλων τὰ πλεῖστα, χύτραν καινὴν πληρῶν, εἶτα
[l. 5] πωμάζων ὀπὰς πλέονας ἔχοντι πώματι.
[l. 6] λ΄. Περὶ τριχῶν κεκαυμένων. Τρίχες κεκαυμέναι παραπλησίως
[l. 7] τοῖς κεκαυμένοις ἐρίοις θερμαντικῆς τε καὶ ξηραντικῆς
[l. 8] ἱκανῶς εἰσι δυνάμεως.
[l. 9] λα΄. Περὶ τῆς τῶν ὠῶν δυνάμεως. Ἀκόλουθον ἂν
[l. 10] εἴη τῇ περὶ τῶν μορίων διδασκαλίᾳ καὶ περὶ τῶν ὠῶν εἰπεῖν,
[l. 11] ἀλλαχόθι γὰρ αὐτῶν οὐκ ἔχω μνημονεῦσαι. μέρη μὲν
[l. 12] οὖν τῶν ζώων οὐκ ἔστι τὰ ὠὰ, καθάπερ οὐδὲ τῶν δένδρων
[l. 13] ὁ καρπὸς, οὐδὲ τῶν κυουσῶν τὰ ἔμβρυα, τοῖς δ’ ἐπιφυομένοις
[l. 14] ἀνάλογον ἔχει. φαίνεται δὲ τῶν ἐπιφυομένων τὰ μὲν
[l. 15] οἰκεῖα πάντῃ ταῖς φύσεσιν τῶν φυτῶν ἢ ζώων εἶναι, τὰ δ’
[l. 16] οὐ πάντῃ τοιαῦτα, καθάπερ ὁ ἰξὸς ὁ ἐπιφυόμενος ταῖς
[l. 17] δρυσὶν, οὐδ’ ἁπλῶς εἴ τι τοῖς δένδροις ἑτερογενὲς ἐπιφύεται
[l. 18] δένδρον ἢ θάμνος ἢ καρπὸς ἢ πόα ἢ ὅλως ἐκβλάστημά τι,
[p. 12.350]
[l. 1] καθάπερ οἱ μύκητες. ἐκ δ’ οὖν τῶν οἰκείων ἐστὶ καὶ τὸ
[l. 2] ἔριον ἐπὶ τῶν προβάτων καὶ αἱ τρίχες ἐπὶ τῶν ἄλλων ζώων,
[l. 3] καὶ τὰ κέρατα δὲ τὰ ἀποπίπτοντα καὶ πάλιν φυόμενα, καθάπερ
[l. 4] ἐπὶ τῶν ἀῤῥένων ἐλάφων, ἐκ τούτου τοῦ γένους
[l. 5] ἐστί. τὰ δὲ κυούμενα τοῖς καρποῖς ἀνάλογον ἔχει, διαδοχῆς
[l. 6] ἕνεκα τοῦ γένους ὑπὸ τῆς φύσεως γινόμενα. τούτων ἕν τι
[l. 7] καὶ τὸ ὠόν ἐστιν, ἕνεκα τῆς τοῦ γένους διαμονῆς γεγονός.
[l. 8] ἔστι δὲ καὶ ὡς τροφὴ χρήσιμον, ἀλλὰ νῦν οὐ πρόκειται περὶ
[l. 9] τροφῆς λέγειν. ὅσα τοίνυν ὡς φάρμακα ἐνεργεῖ, ταῦτ’ εἰρήσεται
[l. 10] κατὰ τόνδε τὸν λόγον, ἐξ ὀλίγων τῶν κατὰ μέρος χρήσεων
[l. 11] εὑρισκόντων ἡμῶν τὴν δύναμιν αὐτοῦ, κατά τε τὰ μόρια
[l. 12] καὶ τὴν ὅλην οὐσίαν, ἐμάθομεν γὰρ ὅπως εὑρεθείσης τῆς
[l. 13] καθόλου δυνάμεως ἑκάστου τῶν ὄντων ἐπὶ πολλὰς κατὰ
[l. 14] μέρος χρήσεις ἄγειν αὐτὴν δυνάμεθα. προμεμαθήκαμεν δὲ καὶ
[l. 15] ὅπως ἐκ μιᾶς 13.309. ἢ δευτέρας πείρας ἐστὶ περὶ τῆς καθόλου
[l. 16] δυνάμεως συλλογίσασθαι. τὸ μὲν οὖν λευκὸν καὶ λεπτὸν
[l. 17] τῶν ὠῶν, ᾧ καὶ πρὸς τὰς ὀφθαλμίας χρώμεθα, τῶν
[l. 18] ἀδηκτοτάτων ἐστὶ φαρμάκων, οὐδ’ ἀποτυχίαν εἶχον ἐκ δυσκρασίας
[p. 12.351]
[l. 1] τοιαύτης, οἵαν ἔχει τὸ γάλα πολλάκις, ὡς ἔμπροσθεν
[l. 2] ἐδείκνυμεν ἐπὶ τῶν ἠπεπτηκότων ζώων ἢ ὑπερπεπεινηκότων ἢ
[l. 3] ὑπερδεδιψηκότων ἢ μοχθηροῖς ἐδέσμασι κεχρημένων, ἃ δὴ καὶ
[l. 4] μᾶλλον ἐπὶ γυναικῶν εἴωθε γίνεσθαι διὰ τὴν τῆς διαίτης πλημμέλειαν.
[l. 5] τὰ δ’ ὠὰ μίαν μόνην ἐπιδέχεται μοχθηρίαν τὴν ἐκ
[l. 6] τῆς παλαιότητος, ἣν ῥᾷστον φυλάττεσθαι τοῖς προσφάτοις
[l. 7] χρώμενον. ἔστι δὲ συνηθέστατον ἡμῖν εὐποριστώτατόν τε τὸ
[l. 8] τῶν ἀλεκτορίδων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα μὴ δεόμενοι
[l. 9] τῶν ἄλλων, καίτοι τὴν αὐτὴν ἐχόντων φύσιν. τῇ κράσει δ’
[l. 10] ἐστὶ ψυχρότερον τοῦ συμμέτρου. χρηστέον οὖν τῷ λευκῷ
[l. 11] τῶν ὠῶν οὐ μόνον ἐπὶ τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ ἐπὶ τῶν
[l. 12] ἄλλων ἁπάντων ὅσα τῶν ἀδηκτοτάτων δεῖται φαρμάκων,
[l. 13] ὡς τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον ἕλκη κακοήθη πάντα. μίγνυται
[l. 14] δὲ χρησίμως καὶ τοῖς τὰς ἐκ μηνίγγων αἱμοῤῥαγίας
[l. 15] ἐπέχουσι φαρμάκοις, ἅπερ ἐστὶν ἀδήκτως ἐμπλαττόμενά τε
[l. 16] καὶ στύφοντα. καὶ πρὸς τὰ κακοήθη δὲ τῶν ἑλκῶν μίγνυται
[l. 17] τοῖς ξηραίνειν ἀδήκτως ταῦτα πεφυκόσιν, ὁποῖόν ἐστι
[p. 12.352]
[l. 1] φάρμακον ὅ τε πεπλυμένος πομφόλυξ καὶ τῶν μεταλλικῶν
[l. 2] ἔνια πλυθέντα, περὶ ὧν προείρηται κατὰ τὸν ἴδιον λόγον.
[l. 3] ἔστι δὲ καὶ ἡ λέκιθος τῶν ὠῶν ὁμοίας φύσεως, καὶ διὰ
[l. 4] τοῦτο μίγνυται κηρωταῖς ἀδήκτοις ἑψηθέντων ἢ ὀπτηθέντων
[l. 5] τῶν ὠῶν. εὔδηλον δ’ ὅτι διοίσουσιν ἀλλήλων αὗται
[l. 6] βραχεῖαν διαφορὰν διὰ τὸ ξηραντικώτερα μὲν ἠρέμα γίγνεσθαι
[l. 7] τὴν ὄπτησιν, ὅσον δὲ προσέλαβε τῆς δυνάμεως ταύτης
[l. 8] τοσοῦτον ἀπολλύναι τοῦ παρηγορικοῦ. μίγνυται δὲ καὶ καταπλάσμασιν
[l. 9] ἀφλεγμάντοις, ὥσπερ ἐν ἕδρᾳ τοῖς διὰ μελιλώτου.
[l. 10] ὠμῷ δ’ ὅλῳ ὠῷ χρώμεθα, μιγνύντες ῥόδινον ἐπὶ
[l. 11] τῶν κατὰ βλέφαρα καὶ ὦτα καὶ τιτθοὺς φλεγμονῶν, ὅσαι
[l. 12] τε πληγέντων αὐτῶν ἢ καὶ ἄλλως γίγνονται καὶ κατὰ τῶν
[l. 13] νευρωδῶν δὲ σωμάτων, οἷον ἀγκῶνός τε καὶ τῶν κατὰ τοὺς
[l. 14] δακτύλους τενόντων ἢ ἄρθρων ἐν ποσί τε καὶ χερσίν. ἐν
[l. 15] ὄξει δ’ ἑψηθὲν ὠὸν βρωθείη, ξηραίνει τὰ κατὰ2.148. γαστέρα
[l. 16] ῥεύματα. καὶ εἰ μίξειας δ’ αὐτῷ τι τῶν πρὸς δυσεντερίαν ἢ
[l. 17] κοιλιακὴν διάθεσιν ἁρμοττόντων, εἴτ’ ἐπ’ ἀκάπνου τε καὶ
[l. 18] μετρίου πυρὸς, ὁποῖόν ἐστι τὸ ἐκ τῶν ἀνθράκων, ταγηνίσας
[p. 12.353]
[l. 1] δοίης φαγεῖν, οὐ σμικρότατα τοὺς κάμνοντας ὠφελήσεις.
[l. 2] ἐπιτηδειότατα δὲ πρὸς τὴν τοιαύτην μίξιν ἐστὶν ὀμφάκιόν
[l. 3] τε καὶ ῥοῦς ὅ τε τοῖς ὄψοις ἐπιπαττόμενος, ἐρυθρὸς ὀνομαζόμενος,
[l. 4] ὅ τε χυλὸς αὐτοῦ κηκίς τε καὶ σίδια καὶ τέφρα
[l. 5] τῶν ὀπτηθέντων ὅλων κοχλιῶν. ἐπιτήδεια δὲ καὶ γίγαρτα
[l. 6] σταφυλῶν καὶ μύρτα καὶ μέσπιλα καὶ κράνα. φαρμακωδέστερα
[l. 7] δὲ τούτων βαλαύστιόν τε καὶ ὑποκυστὶς καὶ κύτινοι.
[l. 8] καὶ πρὸς κατακαύματα δὲ παραχρῆμα ὠμὸν ἐπιτιθέμενον
[l. 9] ὠφέλιμόν ἐστιν, εἴτε τις ἀναλαβὼν ἐρίῳ μαλακῷ τὸ λευκὸν
[l. 10] αὐτοῦ μόνον, εἴτε καὶ σὺν λεκίθῳ πᾶν ἀναδεύσας ἐπιθείη.
[l. 11] καὶ γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει. τοιούτῳ δ’
[l. 12] ὄντι χρώμεθα αὐτῷ καὶ πρὸς τὰ κατὰ τοῦ μετώπου τῶν
[l. 13] καλουμένων ἀνακολλημάτων ἐπιτιθέμενα καὶ τὰς ἐκ τῶν
[l. 14] βλεφάρων δὲ τρίχας ἀνακολλῶμεν, ἐπιμιγνύντες τι τῶν ἐπιτηδείων,
[l. 15] οἷός πέρ ἐστι καὶ ὁ λιβανωτὸς, καὶ μάλισθ’ ὅταν
[l. 16] ᾖ λιπαρὸς καὶ μὴ παλαιὸς καὶ ξηρός. ἀλλ’ ἔν γε τοῖς τοιούτοις
[l. 17] ἡ γλισχρότης τοῦ λευκοῦ τῶν ὠῶν ἐστι χρήσιμος,
[l. 18] οὐχ ἡ κρᾶσις, εἰ μὴ καθ’ ὅσον οὐδὲν ἐναντιοῦται τῷ προσφερομένῳ
[p. 12.354]
[l. 1] φαρμάκῳ, χρήσιμον εἶναί τις αὐτὴν λέγοι. 13.310. τινὰ
[l. 2] γὰρ τῶν γλίσχρων ἐναντιοῦται, καθάπερ ὁ ἰξὸς δριμὺς καὶ
[l. 3] θερμὸς ὢν εἰς τὰ μὴ δεόμενα θερμαίνεσθαι. καὶ λέλεκταί
[l. 4] γε πολλάκις ὡς τὰ μηδεμίαν ἰσχυρὰν ἔχοντα δύναμιν φάρμακα
[l. 5] μίγνυται τοῖς τὰς τοιαύτας ἔχουσιν δυνάμεις ὡς ὕλη
[l. 6] καὶ διὰ τοῦτ’ ἔστι πολύχρηστα τοῖς ἰσχυρῶς ἐνεργοῦσιν ὑπηρετοῦντα.
[l. 7] τοιοῦτον ὑπάρχον καὶ τὸ ὠὸν, ἅμα δὲ καὶ κατὰ
[l. 8] τὴν τῆς ἑψήσεως ἢ ὀπτήσεως ποσότητα προσεπικτώμενον
[l. 9] οὐ σμικρὰν διαφορὰν, πολύχρηστον γίνεται. τοῖς μὲν γὰρ
[l. 10] ξηραίνουσι τὰς ὑγρότητας φαρμάκοις ἑψηθέν τε καὶ ὀπτηθὲν
[l. 11] καὶ ταγηνισθὲν μίγνυται, τοῖς δὲ τὰ κατὰ θώρακα καὶ
[l. 12] πνεύμονα τέμνουσιν τὸ καλούμενον ῥοφητὸν, ὃ μέχρι τοσούτου
[l. 13] προσήκει δι’ ὕδατος ἕψειν, ὡς γενέσθαι θερμόν. κατὰ
[l. 14] δὲ τὴν αὐτὴν φύσιν ἐπὶ τῶν τετραχυσμένων τὴν φάρυγγα
[l. 15] διὰ κραυγὴν ἢ χυμοῦ δριμύτητα παραλαμβάνεται, περιπλαττόμενον
[l. 16] μὲν τοῖς πεπονθόσι μέρεσι καὶ προσμένον ὥσπερ
[l. 17] τι κατάπλασμα, τῷ δὲ τῆς οὐσίας ἀδήκτῳ παρηγοροῦν τε
[l. 18] ἅμα καὶ ἐκθεραπεῦον αὐτά. τῷ δ’ αὐτῷ λόγῳ καὶ τὰς
[p. 12.355]
[l. 1] κατὰ τὸν στόμαχον καὶ γαστέρα καὶ ἔντερα καὶ κύστιν ἰᾶται
[l. 2] τραχύτητας.
[l. 3] λβ΄. Περὶ ἐχίνων κεκαυμένων. Ἐχίνων ἀμφοτέρων,
[l. 4] τοῦ τε θαλαττίου καὶ τοῦ χερσαίου, τὸ σῶμα πᾶν καιόμενον
[l. 5] ἐργάζεται τέφραν, ῥυπτικῆς τε καὶ διαφορητικῆς καὶ καθαιρετικῆς
[l. 6] δυνάμεως. ἔνιοι γοῦν αὐτῷ πρός τε τὰ ὑπερσαρκήσαντα
[l. 7] καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν ἐχρήσαντο.
[l. 8] λγ΄. Περὶ κοχλιῶν. Κοχλίαι δὲ ὅλοι, μετὰ τῶν ὀστράκων
[l. 9] καιόμενοι μιγνυμένης αὐτοῖς κηκίδος ὀμφακίτιδος καὶ
[l. 10] πεπέρεως λευκοῦ, μεγάλα ὠφελοῦσι δυσεντερίας, ἐφ’ ὧν οὐδέπω
[l. 11] σηπεδονώδη τὰ ἕλκη. προσήκει δ’ εἶναι τοῦ μὲν πεπέρεως
[l. 12] ἓν μέρος, τῆς δὲ κηκίδος δύο, τέσσαρα δὲ τῆς τέφρας
[l. 13] τῶν κοχλιῶν. ἀκριβῶς λεῖα ποιήσας ταῦτα, τοῖς τ’ ὄψοις
[l. 14] ἐπίπαττε καὶ δίδου πίνειν δι’ ὕδατος ἢ οἴνου λευκοῦ τε καὶ
[l. 15] αὐστηροῦ. χωρὶς δὲ τοῦ μιχθῆναι κηκίδι, κοχλιῶν ἡ τέφρα
[l. 16] ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, ἐχούσης τι διὰ τὴν καῦσιν
[l. 17] καὶ θερμοῦ. ἄκαυστοι δ’ οἱ κοχλίαι λειωθέντες ἅμα τοῖς
[l. 18] ὀστράκοις ἐπιτίθενται κατά τε τῆς γαστρὸς ὅλης ἐπὶ τῶν
[p. 12.356]
[l. 1] ὑδερικῶν, κατά τε τῶν ἐν τοῖς ἄρθροις ὄγκων ἐπὶ τῶν ἀρθριτικῶν.
[l. 2] καὶ γίνεται μὲν ἡ πρόθεσις αὐτῶν δυσαφαίρετος, ἱκανῶς
[l. 3] δὲ ξηραίνει. καὶ μέντοι καὶ προσκεῖσθαι διὰ παντὸς ἐᾷν
[l. 4] αὐτοὺς προσῆκεν, ἄχρις ἂν ἀποπέσωσιν αὐτόματα. τοῦτο δὲ
[l. 5] ποιητέον κᾀπὶ τῶν δυσλύτων ἐκ πληγῆς ὄγκων καὶ περὶ
[l. 6] θλάσεως γενομένης ἐν ὠσί. ξηραίνουσι γὰρ ἱκανῶς ἅπαντας
[l. 7] αὐτοὺς, κᾂν γλίσχρον καὶ παχὺ κατὰ βάθους ὑγρὸν
[l. 8] περιέχηται.
[l. 9] λδ΄. Περὶ καρκίνων κεκαυμένων. Ἥ γε μὴν τῶν ποταμίων
[l. 10] καρκίνων τέφρα ξηραντικὴ μέν ἐστιν ὁμοίως τοῖς
[l. 11] προειρημένοις, ἰδιότητι δὲ τῆς ὅλης οὐσίας θαυμαστῶς ἐπὶ
[l. 12] τῶν λυσσοδήκτων ἐνεργεῖ, καὶ μόνη μὲν, ἀλλὰ καὶ μετὰ γεντιανῆς
[l. 13] τε καὶ λιβανωτοῦ πολὺ μᾶλλον. εἶναι δὲ χρὴ τοῦ
[l. 14] μὲν λιβανωτοῦ μοῖραν μίαν, πέντε δὲ τῆς γεντιανῆς καὶ τῶν
[l. 15] καρκίνων δέκα. καὶ ἄλλως μὲν οὖν καυθεῖσιν αὐτοῖς ἐχρησάμεθά
[l. 16] ποτε σπανίως, ὡς τὸ πολὺ δὲ καθ’ ὃν Αἰσχρίων
[l. 17] ὁ ἐμπειρικὸς ἐχρήσατο φαρμάκων ἐμπειρικώτατος γέρων, πολίτης
[l. 18] τε καὶ διδάσκαλος ἡμέτερος.13.311. ἦν δὲ λοπὰς ἐρυθροῦ
[p. 12.357]
[l. 1] χαλκοῦ, καθ’ ἧς ἐπιτιθεὶς ζῶντας τοὺς καρκίνους ἔκαε
[l. 2] ἄχρις οὗ τεφρωθῶσιν, ὡς εὐκόλως λειοῦσθαι. οὗτος ὁ Αἰσχρίων
[l. 3] εἶχεν ἀεὶ παρεσκευασμένον ἕτοιμον ἐπὶ τῆς οἰκίας
[l. 4] τὸ φάρμακον, ὥρᾳ θέρους κάων τοὺς καρκίνους, μετὰ τὴν
[l. 5] τοῦ κυνὸς ἐπιτολὴν, ἡνίκα λέοντι ἥλιος ἦν, ἡ σελήνη δὲ ὀκτωκαιδεκαταία.
[l. 6] πίνειν τε καθ’ ἑκάστην ἡμέραν ἐδίδου τὸ
[l. 7] φάρμακον τοῦτο τοῖς λυσσοδήκτοις, ἄχρι τῆς τεσσαρακοστῆς
[l. 8] ἐπιπάσσων ὕδατι κοχλιάριον εὐμέγεθες. εἰ δ’ οὐκ ἐξ ἀρχῆς,
[l. 9] ἀλλὰ μεθ’ ἡμέρας τινὰς τοῦ δηχθῆναι προὐνοεῖτο τοῦ δεδηγμένου,
[l. 10] δύο κοχλιάρια καθ’ ἑκάστην ἡμέραν ἐπέπαττεν. ἐχρῆτο
[l. 11] δὲ καὶ κατ’ αὐτοῦ τραύματος τῷ διὰ τῆς Βρυτίας πίττης,
[l. 12] ὀποπάνακός τε καὶ ὄξους, ἐμπλαστικῷ φαρμάκῳ, μίαν λαμβάνοντι
[l. 13] πίττης λίτραν, ἕνα δὲ ὄξους δριμυτάτου ξέστην Ἰταλικὸν,
[l. 14] ὀποπάνακος δὲ τρεῖς οὐγγίας. ταῦτα καίτοι τῆς προκειμένης
[l. 15] οὐκ ὄντα πραγματείας, ἔγραψα διὰ τὸ θαῤῥεῖν τῷ
[l. 16] φαρμάκῳ, μηδενὸς μηδέποτε ἀποθανόντος τῶν ὡς εἴρηται
[l. 17] χρησαμένων αὐτῷ. ποιήσομαι δὲ καὶ κατὰ μόνας ἑτέραν.
[p. 12.358]
[l. 1] πραγματείαν περὶ τῶν ἰδιότητι τῆς ὅλης οὐσίας ἐνεργούντων,
[l. 2] ἐν οἷς ἐστι καὶ τὰ τοιαῦτα πάντα. συγγινώσκειν οὖν χρὴ
[l. 3] τῷ τῆς γραφῆς ἀκαίρῳ καὶ νῦν καὶ κατ’ ἄλλα χωρία τῆσδε
[l. 4] τῆς πραγματείας ἐνίοτε γεγονότι, διὰ τὴν ἐκ τῶν λεγομένων
[l. 5] ὠφέλειαν μεγίστην οὖσαν, ἣν διασώζεσθαι βούλομαι τοῖς μεθ’
[l. 6] ἡμᾶς ἀνθρώποις, εἰ καὶ μεταξὺ θάνατος γενόμενος ἀποκωλύσει
[l. 7] με γράψαι τὰς ἐφεξῆς τῆσδε τῆς πραγματείας. ἁπάντων
[l. 8] δὲ τῶν τοιούτων τὰς αἰτίας λέγειν βουλόμενος ὁ διδάσκαλος
[l. 9] ἡμῶν Πέλοψ εἰκότως ἔφη τὸν καρκίνον, ἔνυδρον ζῶον ὑπάρχοντα,
[l. 10] ὠφελεῖν τοὺς λυσσοδήκτους, οἷς φόβος ἐστὶν ἁλῶναι
[l. 11] πάθει ξηροτάτῳ τῇ λύττῃ, διὸ καὶ τὸ ὕδωρ φοβοῦνται. ποταμίους
[l. 12] δὲ τοὺς καρκίνους, οὐ θαλαττίους, ἔφασκεν ἁρμόττειν,
[l. 13] ἐπειδὴ διὰ τὴν ἐπιμιξίαν τῶν ἁλῶν, ξηραντικωτάτων
[l. 14] ὄντων, τὰ θαλάττια ζῶα τὴν πρὸς τὴν λύτταν ἐναντιότητα
[l. 15] μὴ διαφυλάξειεν ἀκριβῆ. καί τινος εἰπόντος αὐτῷ, διὰ τί
[l. 16] οὖν οὐχὶ καὶ πάντα τὰ ἐν ὕδατι ποτίμῳ ζῶα παραπλησίως
[l. 17] τοῖς καρκίνοις ὠφελεῖ; ὅτι, 2.149. ἔφη, τὴν ὁμοίαν σκευασίαν
[p. 12.359]
[l. 1] τοῖς καρκίνοις οὐ δύναται δέξασθαι. τούτων γὰρ καυθέντων
[l. 2] τὴν τέφραν, ξηραντικὴν γινομένην, ἐκδαπανᾷν τε ἅμα καὶ
[l. 3] διαφορεῖν τὸν ἰὸν τῶν δακνόντων κυνῶν. ταῦτα μὲν οὖν ὁ
[l. 4] Πέλοψ ἔλεγεν, ἐπαγγελλόμενός τε καὶ φιλοτιμούμενος ἐπίστασθαι
[l. 5] τὰς αἰτίας αὐτῶν ἁπάντων. ἐγὼ δὲ ἐὰν μὴ πρότερον
[l. 6] ἐμαυτὸν πείσω γινώσκειν ἀκριβῶς τι, τοὺς πέλας οὐκ
[l. 7] ἐπιχειρῶ πείθειν. οὐκοῦν οὐδὲ τὸν τοῦ Πέλοπος λόγον ὡς
[l. 8] ἀληθῆ προσηκάμην, ἀντιλογίας ἔχοντα συχνὰς, ἀλλὰ καὶ τοὺς
[l. 9] καρκίνους ἡγοῦμαι κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελεῖν.
[l. 10] διὰ δὲ τὸ μηδένα τεθνάναι τῶν χρησαμένων αὐτοῖς,
[l. 11] τοῖς γε μὴν σώμασιν ὅλοις ἐβουλήθην ἤδη δεδηλῶσθαί μοι
[l. 12] τοῦτο, κᾂν μὴ τῆς ἐνεστώσης πραγματείας οἰκεῖον ᾖ. τοῦτο
[l. 13] γὰρ οὐκ ἦν τὸ προκείμενον.
[l. 14] λε΄. Περὶ χελιδόνων κεκαυμένων. Οὐδ’ ἐφ’ ὧν εἶπον
[l. 15] μόνων ζώων, ἀλλὰ καὶ τῶν χελιδόνων ἐχρήσαντο πολλοὶ
[l. 16] καίοντες καὶ τῇ τέφρᾳ μέλι μιγνύντες, εἶτα διαχρίοντες τοὺς
[l. 17] συναγχικούς. καὶ ὅλως ὅσα κατὰ φάρυγγα καὶ γαργαρεῶνα
[l. 18] σὺν ὄγκοις γίγνεται πάθη. χρῶνται δ’ ἔνιοι καὶ πρὸς ὀξυδερκίαν
[p. 12.360]
[l. 1] τῇ τέφρᾳ ταύτῃ. σκελετεύοντες δὲ αὐτὰς ἄλλοι διδόασι
[l. 2] πίνειν δραχμῆς πλῆθος.
[l. 3] 13.312. λστ΄. Περὶ τεττίγων. Καὶ τοῖς τέττιξι δὲ ξηροῖς
[l. 4] χρῶνταί τινες ἐπὶ τῶν κωλικῶν διαθέσεων, μετὰ πεπέρεως
[l. 5] ἴσων τὸν ἀριθμὸν κόκκων, καὶ διδόασιν ἢ τρεῖς ἢ πέντε
[l. 6] ἢ ἑπτὰ, κατά τε τὰ διαλείμματα καὶ τοὺς παροξυσμούς.
[l. 7] ὀπτῶντες δ’ αὐτοὺς ἄλλοι διδόασιν ἐσθίειν τοῖς πεπονθόσι
[l. 8] κύστιν.
[l. 9] λζ΄. Περὶ κορύδων. Ὅ γε μὴν κόρυδος τὸ πτηνὸν ζῶον
[l. 10] τουτὶ τὸ μικρὸν, ὃ καὶ κατὰ τὰς ὁδοὺς πολλάκις ὁρῶμεν,
[l. 11] ἑψόμενον ἐν τῷ ζωμῷ τοὺς κωλικοὺς ὠφελεῖ. χρὴ δὲ συνεχῶς
[l. 12] καὶ πολλάκις ἐσθίειν αὐτὸ μετὰ τοῦ ζωμοῦ. ἔχει δὲ ἐπὶ
[l. 13] τῆς κεφαλῆς τοῦτο τὸ ζῶον ὥσπερ τινὰ λόφον ἐκ τῶν τριχῶν
[l. 14] αὐτοφυῆ, δι’ ὃν καὶ ὁ μῦθος ὃν Ἀριστοφάνης ὁ κωμικὸς
[l. 15] ἔγραψεν ἐπλάσθη. λέγει δὲ περὶ αὐτοῦ τόνδε τὸν τρόπον·
[l. 16] ἀμαθὴς γὰρ ἔφυς καὶ πολυπράγμων, οὐδ’ Αἴσωπον
[l. 17] μεμάθηκας, ὃς ἔφασκε λέγων κόρυδον πρώτην πάντων ὀρνίθων
[l. 18] γενέσθαι, πρότερον τῆς γῆς, κᾄπειτα νόσῳ τὸν πατέρα
[l. 19] αὐτῆς ἀποθνήσκειν, γῆν δ’ οὐκ εἶναι, αὐτὸν δὲ προκεῖσθαι
[p. 12.361]
[l. 1] πεμπταῖον, τὴν δ’ ἀποροῦσαν ὑπ’ ἀμηχανίας τὸν πατέρα
[l. 2] αὐτῆς ἐν τῇ κεφαλῇ κατορύξαι. τοῦτο δέ φασι καὶ τὸν Θεόκριτον
[l. 3] αἰνίττεσθαι λέγοντα,
[l. 5] δηλοῦν γὰρ αὐτὸν τὰς τὸν τύμβον ἐπὶ τῆς κεφαλῆς ἐχούσας.
[l. 6] προσέθηκα δὲ ταῦτα τῷ λόγῳ, διὰ τὸ βούλεσθαι σαφῶς
[l. 7] δηλῶσαι τὸ ζῶον τὸν κόρυδον, ὁποίαν τινὰ τὴν ἐπὶ
[l. 8] τῆς κεφαλῆς ἀνάστασιν ἔχει τῶν τριχῶν, ἐπειδὴ τῆς ὠφελείας
[l. 9] αὐτοῦ πρὸς τοὺς κωλικοὺς ἐπειράθην, καὶ βούλομαι
[l. 10] καλῶς γνωρίσαι τοῖς οὐκ εἰδόσιν αὐτὸ, ἐπειδὴ τοῖς πυργήτοις
[l. 11] ὀνομαζομένοις ἔοικεν, ἀλλὰ τῷ τε λόφῳ διακρίνεται καὶ
[l. 12] βραχύ τι μείζων ἐστὶν αὐτοῦ. καὶ γάρ τοι καὶ ἡ κορυδαλὶς
[l. 13] καλουμένη βοτάνη καὶ αὐτοῖς κωλικοῖς ἁρμόττει. καί σοι καὶ
[l. 14] τοῦτο κατὰ τὸ πάρεργον ἐγνώσθω.
[l. 15] λη΄. Περὶ ἀλεκτορίδων. Ὅ γε μὴν τῶν ἀλεκτορίδων
[l. 16] ἁπλοῦς ζωμὸς ἐπικεραστικῆς ἐστι δυνάμεως, ὥσπερ ὁ τῶν
[l. 17] παλαιῶν ἀλεκτρυόνων ὑπακτικῆς. ἕψειν δὲ αὐτοὺς χρὴ μεθ’
[l. 18] ἁλῶν ἐπὶ πλεῖστον. ἀλλὰ τούτων μὲν αὐτοὶ πεῖραν ἔχομεν.
[l. 1] λθ΄. Περὶ γαλῆς. Γαλῆν δὲ οὐδέποτε ἐκαύσαμεν, ἐφ’
[l. 2] ἧς γεγράφασι τὴν τέφραν καταχριομένην μετ’ ὄξους ὠφελεῖν
[l. 3] ποδαγρικούς τε καὶ ἀρθριτικοὺς, ὡς ἱκανῶς διαφορεῖν πεφυκυῖαν,
[l. 4] σκελετευθεῖσαν δὲ πινομένην ἐπιλήπτους, κατὰ τὴν
[l. 5] αὐτὴν δηλονότι δύναμιν. ἔνιοι δὲ καὶ πάντως ἀλεξιφάρμακον
[l. 6] εἶναι θηρίου, καὶ μάλιστα τὴν κοιλίαν αὐτῆς.
[l. 7] μ΄. Περὶ κεκαυμένων βατράχων. Τῶν γε μὴν κεκαυμένων
[l. 8] βατράχων τὴν τέφραν αἱμοῤῥαγίας ἴαμά φασιν ὑπάρχειν
[l. 9] ἐπιπαττομένην, ἀλωπεκίας δὲ ἰᾶσθαι μετὰ πίττης ὑγρᾶς.
[l. 10] μα΄. Περὶ ἱπποκάμπου. Καὶ τὸν ἱππόκαμπον δὲ τὸ
[l. 11] θαλάττιον ζῶον ὅλον καυθὲν ἔγραψάν τινες ἀλωπεκίας ὠφελεῖν,
[l. 12] καὶ αὐτὸ δηλονότι ξηραντικῆς τε καὶ λεπτομεροῦς δυνάμεως
[l. 13] ὑπάρχειν ἢ τὴν τέφραν αὐτοῦ. μιγνύουσι δ’ αὐτὴν
[l. 14] τινὲς μὲν ἀμαρακίνῳ μύρῳ, τινὲς δ’ ὑγρᾷ πίττῃ, τινὲς δὲ
[l. 15] παλαιῷ στέατι ὑός.
[l. 16] 13.313. μβ΄. Περὶ ταριχηρῶν τελλινῶν. Καὶ τὰς ταριχηρὰς
[l. 17] δὲ τελλίνας καυθείσας καυστικὴν ἐργάζεσθαι τέφραν
[l. 18] εἰς τοσοῦτόν φασιν, ὥστε μετὰ κεδρίας μιγνυμένην αὐτὴν,
[p. 12.363]
[l. 1] ὅταν ἐκ τῶν ῥιζῶν ἐξέλωμεν τὰς τρίχας τῶν βλεφάρων, ἐνσταζομένην
[l. 2] τῷ χωρίῳ κωλύειν αὖθις αὐτὰς ἀναφύεσθαι.
[l. 3] Περὶ γῆς ἐντέρων. Χωρὶς δὲ καύσεως ἢ ἑψήσεως ὅλων τῶν
[l. 4] ζώων ἐπιτιθεμένων τοῖς πεπονθόσι μορίοις ἢ εἴσω τοῦ σώματος
[l. 5] λαμβανομένων ἐπειράθησαν, ἢ ὡς πεπειραμένοι γεγράφασιν
[l. 6] ἔνιοι τῶν ἰατρῶν γῆς μὲν ἔντερα λειωθέντα, νεύροις
[l. 7] διῃρημένοις ἐπιτιθέμενα, παραχρῆμα θαυμαστῶς ὀνινάναι,
[l. 8] τὰ δ’ αὐτὰ ταῦτα πάντα σὺν γλυκεῖ πινόμενα φάρμακον
[l. 9] οὐρητικὸν εἶναι.
[l. 10] μγ΄. Περὶ κόρεων. Γεγράφασι δὲ καὶ περὶ κόρεων,
[l. 11] ὡς εἰ μετ’ ὄξους ποθεῖεν, ἐκβαλλόντων βδέλλας καταπεπομένας.
[l. 12] ἀλλ’ ἡμεῖς γε διὰ σκορόδων ἐδωδῆς ἐκβάλλοντες αὐτὰς
[l. 13] ἀεὶ κόρεων οὐκ ἐδεήθημεν.
[l. 14] μδ΄. Περὶ κανθαρίδων. Κανθαρίδων γε μὴν ἱκανὴν
[l. 15] πεῖραν ἔχομεν ἐπὶ τῶν ψωρωδῶν ὀνύχων, οἷς ἐπιτιθέμεναι
[l. 16] μετὰ τῶν ἐπιτηδείων κηρωτῶν ἢ ἐμπλαστῶν φαρμάκων ἐξάγουσιν
[l. 17] αὐτοὺς, ὡς ἐκπίπτειν ὅλους. ἐμίξαμεν δὲ καὶ ταῖς
[l. 18] πρὸς ψώρας καὶ λέπρας ἁρμοζούσαις δυνάμεσι καί τισι τῶν
[p. 12.364]
[l. 1] σηπτῶν, ἐνίοτε δὲ καὶ τῶν τοὺς καλουμένους ἥλους ἐκβαλλόντων.
[l. 2] εἷς δέ τις τῶν ἡμετέρων διδασκάλων ἐνέβαλλεν αὐτῶν
[l. 3] ὀλίγον εἰς οὐρητικὸν φάρμακον. ἔνιοι δὲ μόνα τὰ πτερὰ
[l. 4] καὶ τοὺς 2.150. πόδας ἐμβάλλουσιν, ἃ δὴ καὶ ἀλεξητήριά
[l. 5] φασιν εἶναι τοῖς τὰ τώματα πιοῦσιν αὐτῶν. ἔνιοι δὲ ἔμπαλιν,
[l. 6] ἡμεῖς δὲ ὅλας ἐμβάλλομεν. ἐπιτηδειότεραι δ’ εἰσὶ πρὸς
[l. 7] ἅπερ ἔφην λέγων πεπειράσθαι τῶν κανθαρίδων ἐκ τῶν πυρῶν
[l. 8] ὅσαι μηλίνας ἐγκαρσίας ζώνας ἔχουσιν ἐν τοῖς πτεροῖς,
[l. 9] καὶ μᾶλλον, ἐὰν ἐμβαλὼν αὐτὰς εἰς ἀγγεῖον καινὸν κεράμιον,
[l. 10] εἶτα περιτιθεὶς τῷ στόματι τοῦ ἀγγείου τῶν ἀραιῶν
[l. 11] ὀθονίων τι κρατῇς οὕτω τὸ ἀγγεῖον, ὡς ἐστράφθαι τὴν
[l. 12] ὀθόνην κάτω, δεχομένην τὸν ἀναφερόμενον ἀτμὸν τοῦ ὄξους
[l. 13] ἄχρις ἂν ἀποθάνωσιν αἱ κανθαρίδες.
[l. 14] με΄. Περὶ βουπρήστεως. Οὕτω δὲ καὶ τὰς βουπρήστεις
[l. 15] ἀποτίθεσθαι προσῆκεν. εἰσὶ δὲ καὶ αὗται γένος τι ζώου,
[l. 16] παραπλήσιον κανθαρίσι κατὰ τὴν ἰδέαν καὶ τὴν δύναμιν.
[l. 17] μστ΄. Περὶ πιτυοκάμπης. Καὶ μὴν καὶ ἐπὶ ταῖς
[l. 18] πίτυσι κάμπαι, καλούμεναι δὲ εἰκότως πιτυοκάμπαι, τοιαύτης
[l. 19] εἰσὶ δυνάμεως.
[l. 1] μζ΄. Περὶ σαλαμάνδρας. Καὶ τῆς σαλαμάνδρας δὲ
[l. 2] καυθείσης τὴν τέφραν ἔνιοι μιγνύουσι σηπταῖς τε καὶ λεπρικαῖς
[l. 3] καὶ ψωρικαῖς δυνάμεσι.
[l. 4] 13.314. μη΄. Περὶ νάρκης. Καὶ τὴν νάρκην δ’ ὅλην,
[l. 5] λέγω δὲ δηλονότι τὸ θαλάττιον ζῶον, ἔγραψαν ἔνιοι κεφαλαλγίας
[l. 6] ἰᾶσθαι προσφερομένην τῇ κεφαλῇ καὶ τὴν ἐξεστραμμένην
[l. 7] ἕδραν ἐντρέπειν. ἀλλ’ ἐγὼ πειραθεὶς ἀμφοῖν οὐδέτερον
[l. 8] ἐργαζομένην εὗρον. ἐννοήσας οὖν αὐτὴν ἔτι ζῶσαν προστιθέναι
[l. 9] τινὶ κεφαλὴν ὀδυνωμένῳ, δύνασθαι γὰρ ἀνώδυνον
[l. 10] εἶναι φάρμακον, ὁμοίως τοῖς ἄλλοις ὅσα ναρκοῖ τὴν αἴσθησιν
[l. 11] εὗρον οὕτως ἔχειν. οἴομαι δὲ καὶ τὸν πρῶτον χρησάμενον
[l. 12] ἔκ τινος τοιαύτης ἐπινοίας ὁρμηθέντα χρῆσθαι.
[l. 13] μθ΄. Περὶ δράκοντος θαλαττίου καὶ τρίγλης. Ζῶντα
[l. 14] δ’ ἀναπτυχθέντα καὶ παραχρῆμα προσενεχθέντα τοῖς πεπονθόσι
[l. 15] μορίοις ὠφελεῖν ἔγραψαν ζῶα ταυτὶ, δράκοντα μὲν θαλάττιον
[l. 16] ἐπὶ τῆς ἰδίας πληγῆς ἐπιτιθέμενον, ὡσαύτως δὲ καὶ
[l. 17] τρίγλην ἐπὶ τὴν τοῦ δράκοντος, μῦς δὲ τοὺς κατ’ οἶκον ἐπὶ
[l. 18] τὴν τοῦ σκορπίου, καθάπερ καὶ τὴν σαῦραν, μυγαλὴν δ’ ἐπὶ
[p. 12.366]
[l. 1] τὴν ἑαυτῆς καὶ σαῦραν τὴν Χαλκιδικὴν, ἣν καὶ δι’ οἴνου
[l. 2] ποτίζουσιν, ὡς θεραπεύουσαν τὸ ἑαυτῆς δῆγμα. καὶ σκορπίον
[l. 3] δὲ τὴν ἑαυτοῦ πληγὴν ἐκθεραπεύειν ἐπιτιθέμενον λεῖον·
[l. 4] ὡσαύτως δὲ καὶ ὀπτὸν ἐσθιόμενον. ἁρμόττειν δ’ αὐτόν φασι
[l. 5] καὶ τοῖς ὑπ’ ἐχίδνης δηχθεῖσιν, ἀσκαλαβώτην δὲ τοῖς ὑπὸ
[l. 6] σκορπίου. λέγουσι δὲ κᾀν τοῖς κατ’ Αἴγυπτον χωρίοις σκελετευθέντα
[l. 7] τὸν καλούμενον ἀσείρακον τοῖς ὑπὸ σκορπίου πληγεῖσι
[l. 8] δίδοσθαι καὶ τὸ καλούμενον κύβιον ἐπὶ κυνὸς δήγματος
[l. 9] ὠφελίμως παραλαμβάνεσθαι κατὰ τοῦ τραύματος ἐπιτιθέμενον,
[l. 10] ἄλλα τε πολλὰ τοιαῦτα, περὶ ὧν ἐπιπλέον ἐροῦμεν
[l. 11] ἐν τοῖς κατὰ ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργοῦσιν. ἐν
[l. 12] ἐλαίῳ δ’ ἑψηθέντων ὅλων ζώων ἐχρήσαντο τῷ ἐλαίῳ τινὲς
[l. 13] τῶν καθ’ ἡμᾶς ἰατρῶν. ἔνιοι δὲ τῶν ἔμπροσθεν, ἕνεκα
[l. 14] μὲν ψιλώσεως τριχῶν πιτυοκάμπαις τε καὶ ταῖς θαλαττίαις
[l. 15] ἀκαλήφαις καὶ λαγωῷ τῷ θαλαττίῳ καὶ σκολοπένδρᾳ τῇ
[l. 16] θαλαττίᾳ· πρὸς ὠταλγίαν δὲ σίλφαις ἐνεψηθείσαις τῷ ἐλαίῳ
[l. 17] καὶ τοῖς καλουμένοις ὀνίσκοις. ἔστι δὲ ζῶα σφαιρούμενα κατὰ
[l. 18] τὴν εἰς ἑαυτὸν σύνοδον, ἅπερ ὀνομάζουσί τινες τῶν παρ’ ἡμῖν
[p. 12.367]
[l. 1] κυάμους, ἐπειδὴ παραπλήσιοι τοῖς ἐδωδίμοις κυάμοις εἰσὶν,
[l. 2] ὅταν ἑαυτοὺς σφαιρώσωσι φαιοὶ κατὰ τὴν χρόαν ὄντες. ἐπὶ
[l. 3] δὲ τῆς ἀγροικίας ἔστιν ἰδεῖν πλείστους τούτους γεννωμένους
[l. 4] ὑπὸ ταῖς ὑδρίαις, αἷς ἀπὸ τῶν κρηνῶν κομίζουσι τὸ ὕδωρ
[l. 5] οἱ ἀγροῖκοι, κατατίθενται δ’ αὐτὰς πλησίον τῆς ἑστίας, καί
[l. 6] τινας τῶν κατὰ ἀγρὸν ἰατρευόντων εἶδον ἀεὶ χρωμένους τῷ
[l. 7] ἐξ αὐτῶν ἐλαίῳ πρὸς τὰ τῶν ὤτων ἀλγήματα πάντα, μὴ
[l. 8] διοριζομένους κατὰ τίνα γέγονε διάθεσιν· ὅθεν εἰκότως ἐνίοτε
[l. 9] μὲν ἐπιτυγχάνουσιν, ἐνίοτε δὲ καὶ βλάπτουσι. καὶ τί θαυμαστὸν,
[l. 10] ὅπου καὶ τῶν ἐνδόξων ἰατρῶν ἔνιοι χωρὶς διορισμοῦ
[l. 11] περὶ τῶν τοιούτων ἔγραψαν; τοιαῦτα γοῦν ἐστι καὶ τὰ τῶν
[l. 12] εὐπορίστων φαρμάκων Ἀπολλωνίου βιβλία. οὗτος τοίνυν καὶ
[l. 13] τὰ τῆς γῆς ἔντερα γέγραφεν ἐν ἐλαίῳ καθεψηθέντα τῶν
[l. 14] ὤτων ἀλγήματα πραΰνειν, ἔνιοι δὲ στέατι χηνὸς ἀξιοῦσι
[l. 15] μίξαντας οὕτω χρῆσθαι.
[l. 16] 13.315. ν΄. Περὶ ἀλωπέκων καὶ ὑαινῶν. Περὶ δὲ τῶν
[l. 17] ὅλων ἐν ἐλαίῳ καθεψομένων ἀλωπέκων, οὕτως γάρ τινες
[l. 18] ἀρθριτικοὺς θεραπεύουσιν, οἱ μὲν ζώσας ἐμβάλλοντες μεγίστῳ
[l. 19] λέβητι τὰς ἀλώπεκας, οἱ δὲ καὶ τεθνεώσας, ἀναγκαῖον εἰπεῖν
[p. 12.368]
[l. 1] ἐπιπλέον, ἐπειδὴ πολλοὺς ἔδοξαν κατ’ ἀρχὰς μὲν ἀπηλλαχέναι
[l. 2] τοῦ πάθους, οὐ μετὰ πολὺν δὲ χρόνον ὠφεληκέναι
[l. 3] μόνον. ἐπανῆλθε γὰρ αὐτοῖς τὸ πάθος, οὐ μὴν οὕτω γε
[l. 4] σφοδρὸν ὡς ἔμπροσθεν ἦν. ἔστι δὴ τὸ κατὰ τὰς ἀλώπεκας
[l. 5] οὐδέν τι διαφορητικώτερον τοῦ κατὰ τὴν ὕαιναν, ἧς ὁμοίως
[l. 6] ἑψομένης ἐν ἐλαίῳ διαφορητικώτατον γίνεται τοὔλαιον. εἴρηται
[l. 7] δὲ πολλάκις ὡς τοῖς τοιούτοις φαρμάκοις ὑπάρχει τὰ
[l. 8] διὰ βάθους ἐν τῷ σώματι περιεχόμενα πρὸς τὴν ἐπιφάνειαν
[l. 9] ἕλκειν καὶ κατὰ τοῦτο τὰς ὀδύνας ἐνίοτε παύειν. οὐ γὰρ
[l. 10] δὴ διὰ παντός γε τοῦτ’ αὐτοῖς ἕπεται μόνον, ἐκείνων τῶν
[l. 11] ὀδυνῶν παυομένων ὑπὸ τῶν τοιούτων φαρμάκων, ἐφ’ ὧν
[l. 12] ἐν τῷ βάθει περιέχεται χυμὸς ὀδύνης ποιητικὸς, ἢ διὰ τὸ
[l. 13] πάχος τῆς οὐσίας ἢ διὰ ψύξιν ἢ δριμύτητα σφοδρὰν ἢ καὶ
[l. 14] πνεῦμα φυσῶδες, οὐκ ἔχον διέξοδον. οἱ τοίνυν ταῖς ἀλώπεξι
[l. 15] χρώμενοι καὶ αὐτοὶ διαφορητικὸν εἰργάζοντο τοὔλαιον, εἶτα
[l. 16] πυέλους αὐτῷ πληροῦντες ἐνεβίβαζον αὐταῖς ὅλους τοὺς
[l. 17] ἀρθριτικοὺς, ἐνδιατρίβειν χρόνῳ συχνῷ κελεύοντες, ἐκ τούτου
[p. 12.369]
[l. 1] τε συνέβαινεν οὐ μόνον τοὺς περὶ τοῖς ἄρθροις ὄγκους
[l. 2] αὐτῶν, ἀλλὰ καὶ τὸ σύμπαν σῶμα κενοῦσθαι. πληθωρικῶς
[l. 3] οὖν ὅλου τοῦ σώματος αὐτοῖς προδιακειμένου θαυμαστὸν
[l. 4] οὐδὲν ἦν ὠφέλειαν τῇ κενώσει γενέσθαι, μηδενὸς μὴν ἐπιῤῥέοντος
[l. 5] τοῖς πεπονθόσι μέρεσι διὰ τὸ κενοῦσθαι τὸ σύμπαν
[l. 6] σῶμα, τῶν ἐν αὐτοῖς περιεχομένων χυμῶν διαφορουμένων.
[l. 7] ὥσπερ δ’ ἔμπροσθεν ἀπαθοῦς ὄντος αὐτοῖς τοῦ σώματος
[l. 8] ἡ μοχθηρὰ δίαιτα τὸ πάθος εἰργάσατο, κατὰ τὸν
[l. 9] αὐτὸν τρόπον ἢ καὶ μᾶλλον ἔτι διὰ τῆς ὁμοίας διαίτης εἰκὸς
[l. 10] ἦν αὖθις αὐτοὺς ὡσαύτως διατεθήσεσθαι τοῖς πεπονηκόσιν
[l. 11] ἄρθροις.
[l. 12] α΄. Περὶ τῶν ἐν θαλάττῃ καὶ ἁλμυροῖς
[l. 13] ὕδασι γεννωμένων. Μόνα ταῦτα ἔτι λείποντα τῇ συμπάσῃ
[l. 14] πραγματείᾳ καιρὸν ἐπιτήδειον ἔχει τόνδε. τὰ μὲν γὰρ ἐν
[l. 15] θαλάττῃ 2.151. τε καὶ ὕδατι γεννώμενα ζῶα κατὰ τὸν ἔμπροσθεν
[l. 16] εἴρηται λόγον περὶ τῶν ζώων. ὅσα δὲ γεννᾶται μὲν
[l. 17] ἐν ὕδασιν ἢ ἐξ ὑδάτων, οὐκ ἔστι δὲ ταῦτα ζῶα, νῦν
[l. 18] εἰρήσεται.
[l. 1] β΄. Περὶ ἀδαρκίου. Ἀδάρκιον, ἔνιοι δὲ ἀῤῥενικῶς
[l. 2] ἄδαρκόν, ἄλλοι δὲ θηλυκῶς ἀδάρκην καλοῦσι κατὰ μὲν τὴν
[l. 3] οὐσίαν οἷος ἀφρός τίς ἐστι πεπηγὼς, ὕδατος ἁλμυροῦ περιπηγνύμενος
[l. 4] φορυτῷ τε καὶ καλάμοις. δριμύτατον δ’ ἐστὶ
[l. 5] καὶ θερμαντικώτατον τοῦτο, διὸ καὶ καθ’ αὑτὸ μὲν ἄχρηστόν
[l. 6] ἐστι, μίγνυται δὲ τοῖς ἀμβλύνουσι τὴν δύναμιν αὐτοῦ
[l. 7] καὶ οὕτω γίγνεται πολύχρηστον ἐπὶ τῶν θερμανθῆναι δεομένων
[l. 8] διαθέσεων ἔξωθεν προσαγόμενον. εἴσω γὰρ τοῦ σώματος
[l. 9] οὐχ οἷόν τε λαβεῖν αὐτὸ διὰ τὸ σφοδρὸν τῆς δυνάμεως.
[l. 10] γ΄. Περὶ ἀλκυονίων. Ἀλκυόνια ῥύπτει μὲν ἅπαντα
[l. 11] καὶ διαφορεῖ, δριμεῖαν ἔχοντα ποιότητα καὶ θερμὴν δύναμιν,
[l. 12] ἀλλὰ τὸ μᾶλλόν τε 13.316. καὶ ἧττον ἐν αὐτοῖς ἐστιν
[l. 13] οὐκ ὀλίγον, ἔν τε τούτοις αὐτοῖς οἷς εἴρηκα καὶ προσέτι
[l. 14] κατὰ τὸ λεπτομερὲς τῆς ὅλης οὐσίας. ἔστι δ’ αὐτῶν ἓν μὲν
[l. 15] πυκνὸν καὶ βαρὺ καὶ μοχθηρὸν κατὰ τὴν ὀσμὴν, ὄζει γὰρ
[l. 16] ἰχθύων σαπρῶν, ἐοικὸς κατὰ σχῆμα σπόγγῳ. δεύτερον δ’
[l. 17] ἄλλο προμηκέστερον τῷ σχήματι κοῦφον καὶ ἀραιὸν, ὀσμὴν
[l. 18] φυκίοις ὁμοίαν ἔχον. ἄλλο δὲ τρίτον σκώληκι μέν ἐστι τὸ
[p. 12.371]
[l. 1] σχῆμα παραπλήσιον, πορφυρίζει δὲ τῇ χρόᾳ καὶ τῇ συστάσει
[l. 2] μαλακόν ἐστιν. ὀνομάζουσι δ’ αὐτὸ Μιλήσιον. ἐφ’ οἷς
[l. 3] ἄλλο τέταρτον, ὁμοίως μὲν τῷ δευτέρῳ λελεγμένῳ κοῦφόν
[l. 4] τε καὶ ἀραιὸν, ἐοικὸς δὲ ἐρίοις οἰσυπηροῖς. τὸ δὲ πέμπτον
[l. 5] ἔξωθεν μὲν ἐπιφανείᾳ λείᾳ περιγράφεται, τὴν δ’ ἐντὸς οὐσίαν
[l. 6] ἔχει τραχεῖαν, οὐδεμίαν μὲν ἔχον ὀσμὴν, ἐν τῇ γεύσει
[l. 7] δὲ δριμὺ φαινόμενον· ἔστι γὰρ δήπου καὶ θερμότατον ἁπάντων
[l. 8] τῶν ἀλκυονίων, ὡς τρίχας ἀποκάειν δύνασθαι. διὸ τῶν
[l. 9] μὲν πρώτων δύο λειχῆνας καὶ ἀλφοὺς καὶ μέντοι καὶ ψώρας
[l. 10] καὶ λέπρας ὠφελούντων, ἔτι τε λαμπρυνόντων τὸ δέρμα
[l. 11] διὰ τὸ σύμμετρον τῆς δυνάμεως, δύναται ταὐτὸ ποιεῖν τουτὶ
[l. 12] τὸ ἔσχατον εἰρημένον. οὐ γὰρ ἀποῤῥύπτει μόνον ἐκεῖνα,
[l. 13] ὥσπερ τὴν ἔξωθεν ἐπιφάνειαν, ἀλλ’ ἀποδέρει τε καὶ ἐκδέρει
[l. 14] προσερχόμενον εἰς τὸ βάθος τοῦ δέρματος ὡς ἕλκη
[l. 15] ποιεῖν. τὸ δὲ τρίτον εἰρημένον ἁπάντων ἐστὶ λεπτομερέστατον,
[l. 16] διὸ καὶ καυθὲν ἀλωπεκίας ἰᾶται μετ’ οἴνου καταχριόμενον
[l. 17] πυῤῥοῦ μὲν τὴν χρόαν, λεπτοῦ δὲ τῇ συστάσει. τὸ
[l. 18] τέταρτον δὲ τούτων ἐστὶν ὁμοειδὲς κατὰ τὴν δύναμιν, ἀσθενέστερον
[l. 19] δ’ οὐκ ὀλίγον.
[l. 1] δ΄. Περὶ ἁλῶν. Ἅλες τῆς αὐτῆς κατὰ γένος δυνάμεως
[l. 2] οἴ τ’ ὀρυκτοὶ καὶ οἱ θαλάττιοι. διαφέρουσι δὲ τῷ μᾶλλον
[l. 3] πεπιλῆσθαι τὴν οὐσίαν τῶν ἐκ τῆς γῆς ἁλῶν, διὸ καὶ
[l. 4] τὸ παχυμερές τε καὶ στῦφον ἐν τούτοις μᾶλλόν ἐστιν. οἱ μὲν
[l. 5] οὖν θαλάττιοι τήκονται παραχρῆμα περιχυθέντος ὕδατος
[l. 6] αὐτοῖς, οἱ δ’ ἐκ τῆς γῆς οὐ πάσχουσι τοῦτο. τοῖς θαλαττίοις
[l. 7] δ’ ὁμοειδεῖς εἰσι καὶ οἱ κατὰ λίμνας τινὰς, ἐχούσας
[l. 8] ἁλμυρίδα, γεννώμενοι τοῦ θέρους, ἐξοπτωμένου τοῦ ὕδατος
[l. 9] ἐξ αὐτῶν, ὥσπερ καὶ οἱ Τραγάσιοι πλησίον Σμινθίου. συνίσταται
[l. 10] γὰρ ἐνταῦθα πρὸς τῶν αὐτοφυῶν ὑδάτων θερμῶν
[l. 11] ἱκανῶς ὄντων ὕδωρ δαψιλὲς λιμνάζον οὐκ ἐν πολλῷ χωρίῳ,
[l. 12] καὶ τοῦτο τοῦ θέρους ὅλον ἐκδαπανᾶται ξηραινόμενον
[l. 13] ὑπὸ τοῦ ἡλίου, τοῦ τόπου δ’ ἁλμυρίδα σύμφυτον ἔχοντος,
[l. 14] τὸ ὑπολειπόμενον αὐτοῦ πᾶν ἅλες γίνονται, τὴν ἐπωνυμίαν
[l. 15] ἀπό τε τοῦ χωρίου καὶ τῶν ὑδάτων λαμβάνοντες. καὶ γὰρ
[l. 16] αὐτὰ τὰ αὐτοφυῆ κατ’ ἐκεῖνον τὸν τόπον ὕδατα Τραγάσια
[l. 17] καλεῖται, ξηραντικωτάτης ὄντα δυνάμεως, καὶ χρῶνταί
[l. 18] γε πρὸς τοῦτ’ αὐτοῖς οἱ κατ’ ἐκεῖνον τὸν τόπον ἰατροί.
[p. 12.373]
[l. 1] λέλεκται δὲ καὶ περὶ τῶν Σοδομηνῶν τῶν ἐν τῇ νεκρᾷ θαλάσσῃ
[l. 2] καλουμένῃ γεννωμένων ἐν τῷ τετάρτῳ γράμματι, καὶ
[l. 3] εἴ τις ἐκεῖνο τὸ βιβλίον ἀνέγνωκεν ἐπιμελῶς, ἀναμνήσεως αὐτῷ
[l. 4] μόνον δεήσει νῦν, ὥστε ῥηθείσης τῆς γευστῆς ποιότητος
[l. 5] αὐτὸν ἐπίστασθαι τὴν δύναμιν τοῦ φαρμάκου. τῆς οὖν ἁλυκῆς
[l. 6] ποιότητος διαφορούσης τε ἅμα καὶ συναγούσης τὴν
[l. 7] πλησιάζουσαν οὐσίαν, τὸ καλούμενον ἀφρόνιτρον ἐν τούτῳ
[l. 8] τὴν διαφορὰν ἔχει, καθόσον ἕνα μόνον ἐν τούτῳ τὸν ἐπικρατοῦντα
[l. 9] χυμὸν ἐναργῶς ἔστιν ἰδεῖν, ὃν ὀνομάζουσι πικρὸν,
[l. 10] διαφορητικὴν ἔχοντα δύναμιν, συνακτικὴν δ’ οὐκ ἔχοντα,
[l. 11] καθάπερ οἱ ἅλες. οὗτοι γὰρ ὅσον μὲν ὑγρόν ἐστιν ἐν τοῖς
[l. 12] σώμασι, τοῦτο πᾶν ἐκβόσκονται· τὸ δ’ ὑπόλοιπον τῆς στερεᾶς
[l. 13] οὐσίας συνάγουσι τῇ στύψει, διὸ καὶ ταριχεύουσι
[l. 14] 13.317. καὶ ἄσηπτα φυλάσσουσι τὰ σώματα τῶν σηπομένων, ὑγρότητα
[l. 15] περιττωματικὴν ἐχόντων ἀδιάλυτόν τε καὶ ἄσφιγκτον
[l. 16] τὴν οὐσίαν. οἷς τοίνυν σώμασι μηδ’ ὅλως ἐστὶν ὑγρότης
[l. 17] περιττὴ, καθάπερ τῷ καλλίστῳ μέλιτι, καὶ πεπίληται τὸ
[l. 18] στερεὸν σῶμα, καθάπερ τοῖς λίθοις, ἀδύνατον τούτοις σαπῆναι,
[p. 12.374]
[l. 1] διόπερ καὶ ἡ τῶν ἁλῶν χρῆσις οὐκ ἐπὶ τούτων εὐδόκιμος,
[l. 2] ἀλλ’ ὑφ’ ὧν ὕποπτος ἡ σῆψις.
[l. 3] ε΄. Περὶ ἁλῶν κεκαυμένων. Ἅλες κεκαυμένοι τὸ μὲν
[l. 4] διαφορητικὸν μᾶλλον ἔχουσι τῶν ἀκαύστων, εἰς ὅσον αὐτῶν
[l. 5] λεπτομερέστερον γίγνεται τὸ σῶμα, τὴν ἀπὸ τοῦ πυρὸς λαμβάνον
[l. 6] δύναμιν, ὡς κᾀπὶ τῶν ἄλλων ἐδείχθη τῶν κεκαυμένων
[l. 7] συμβαίνειν, οὐ μὴν ὁμοίως γε τοῖς ἀκαύστοις συνάγειν
[l. 8] καὶ πιλοῦν τὴν στερεὰν οὐσίαν ἔτι δύνανται.
[l. 9] στ΄. Περὶ νίτρου. Νίτρον. ἐδείχθη καὶ τοῦτο τὸ
[l. 10] φάρμακον ἐν τῷ μεταξὺ δύναμιν ἔχον ἁλῶν τε καὶ
[l. 11] ἀφρονίτρου.
[l. 12] ζ΄. Περὶ ἁλὸς ἄνθους. Ἁλὸς ἄνθος, ἔνιοι μὲν ὡς
[l. 13] ἓν ὄνομα τὸ ἁλόσανθον, ἔνιοι δὲ καὶ διαιροῦντες ἁλὸς ἄνθος
[l. 14] ὀνομάζουσιν. ἔστι δ’ ὑγρὸν τοῦτο τὸ φάρμακον λεπτομερέστερον
[l. 15] καὶ τῶν κεκαυμένων ἁλῶν, δριμύ τε τῇ ποιότητι
[l. 16] καὶ διαφορητικὸν ἱκανῶς τῇ δυνάμει.
[l. 17] η΄. Περὶ ἁλὸς ἄχνης. Ἁλὸς ἄχνη, ἀφρῶδές ἐστιν
[l. 18] ἐπάνθισμα τῶν ἁλῶν λεπτομερεστέρας πολὺ φύσεως ὑπάρχον
[p. 12.375]
[l. 1] αὐτῶν τῶν ἁλῶν, ὥστε καὶ λεπτύνειν καὶ διαφορεῖν
[l. 2] πολὺ μᾶλλον αὐτῶν δύναται, τὸ δ’ ὑπόλοιπον τῆς οὐσίας
[l. 3] συνάγειν καθάπερ οἱ ἅλες οὐ δύναται.
[l. 4] θ΄. Περὶ ἀσφάλτου. Ἄσφαλτον. ἕν τι καὶ τοῦτο
[l. 5] τῶν ἐν ὕδατι θαλαττίῳ γεννωμένων καὶ ἄλλῳ τινὶ τῶν
[l. 6] ὁμοίων θαλάττῃ, καθάπερ ἐν Ἀπολλωνίᾳ τε τῇ κατ’ Ἤπειρον
[l. 7] καὶ τἄλλα χωρία τοιαῦτα, πολλοῖς ὕδασιν αὐτοφυέσιν
[l. 8] οἷον ἀφρὸς, ἐποχούμενον 2.152. εὑρίσκεται τὸ φάρμακον
[l. 9] τοῦτο μαλακὸν μὲν ὄν, ὁπότ’ ἐπινήχεται, μετὰ δὲ ταῦτα ξηραινόμενον,
[l. 10] ὡς σκληρὸν γίνεσθαι μᾶλλον τῆς ξηρᾶς πίττης.
[l. 11] ι΄. Περὶ ἀσφάλτου γεννωμένου ἐν τῇ νεκρᾷ θαλάσσῃ.
[l. 12] Καλλίστη δ’ ἄσφαλτος γεννᾶται κατὰ τὴν νεκρὰν ὀνομαζομένην
[l. 13] θάλασσαν. ἔστι δ’ αὐτὴ λίμνη τις ἁλμυρὰ κατὰ τὴν
[l. 14] κοίλην Συρίαν. ἡ δὲ δύναμις τοῦ φαρμάκου ξηραντική τ’
[l. 15] ἐστὶ καὶ θερμαντικὴ κατὰ τὴν δευτέραν που τάξιν. εἰκότως
[l. 16] οὖν αὐτῷ χρῶνται πρός γε 13.318. τὰς κολλήσεις τῶν
[l. 17] ἐναίμων τραυμάτων πρὸς τἄλλα, ὅσα ξηραίνειν δεόμενα
[l. 18] μετὰ τοῦ θερμῆναι μετρίως.
[l. 1] ια΄. Περὶ σπόγγου. Σπόγγος ὁ μὲν κεκαυμένος δριμείας
[l. 2] ἐστὶ καὶ διαφορητικῆς δυνάμεως. ἐχρῆτο δ’ αὐτῷ τις
[l. 3] τῶν ἡμετέρων διδασκάλων καὶ πρὸς τὰς ἐν ταῖς χειρουργίαις
[l. 4] αἱμοῤῥαγίας, ἕτοιμον ἔχων ξηρὸν μὲν καὶ ἄνικμον, δεδευμένον
[l. 5] δὲ μάλιστα μὲν ἀσφάλτῳ, μὴ παρούσης δὲ ταύτης
[l. 6] πίττῃ, προσετίθει δ’ αὐτὸν τοῖς αἱμοῤῥαγοῦσι χωρίοις, ἔτι
[l. 7] καιόμενον, ὡς ἐσχαροῦσθαί τε ἅμα τὸ μόριον καὶ οἷον πῶμά
[l. 8] τι λαμβάνειν αὐτὸ τὸ σῶμα τοῦ καυθέντος σπόγγου.
[l. 9] καινὸς δ’ ὁ σπόγγος αὐτὸς καθ’ ἑαυτὸν οὐχ ὡς ἔριον ἢ
[l. 10] μοτὸς τιλτὸς, ὕλη μόνον ἐστὶ τῶν ἐπιβρεχομένων ὑγρῶν,
[l. 11] ἀλλὰ καὶ ξηραίνει σαφῶς. εἴσῃ δὲ χρησάμενος ἐπὶ τραύματος
[l. 12] αὐτῷ μόνῳ μεθ’ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου κατὰ τὰς
[l. 13] τῶν σωμάτων διαφορὰς, ὡς προείρηται, κολλήσει γὰρ αὐτὰ
[l. 14] παραπλησίως τοῖς ἐναίμοις ὀνομαζομένοις φαρμάκοις. εἰ δὲ
[l. 15] μὴ καινὸς, ἀλλ’ ἀπὸ χρήσεως εἴη, γνώσῃ σαφῶς ὅσον ἀπολείπεται
[l. 16] τοῦ καινοῦ κατὰ τραυμάτων ἐπιτιθέμενος εἴτ’ οὖν
[l. 17] ὕδατι βεβρεγμένος εἴτ’ οἴνῳ εἴτ’ ὀξυκράτῳ. καὶ οὐδὲν θαυμαστὸν
[l. 18] ἐπὶ τοῦ καινοῦ σπόγγου, διασωζομένης ἔτι τῆς δυνάμεως
[p. 12.377]
[l. 1] ἣν ἐκ τῆς θαλάττης εἶχε, ξηραίνεσθαι μετρίως τὰ σώματα.
[l. 2] ταῦτα δὲ δύναται ποιεῖν, ὅταν ἔτι διασώζῃ τὴν ἀπὸ
[l. 3] τῆς θαλάττης ὀσμὴν, ὡς ἔν γε τῷ χρόνῳ, κᾂν μηδέπω πρὸς
[l. 4] χρῆσιν ἠγμένος ᾖ, τήν τ’ ὀσμὴν ἀπόλλυσι καὶ ξηραίνειν
[l. 5] ὁμοίως οὐ δύναται.
[l. 6] ιβ΄. Περὶ γάρου. Γάρος δυνάμεώς ἐστι θερμῆς ἱκανῶς
[l. 7] καὶ ξηρᾶς, καὶ διὰ τοῦτο πρὸς τὰ σηπεδονώδη τῶν
[l. 8] ἑλκῶν ἐχρήσαντό τινες αὐτῷ τῶν ἰατρῶν, ἐνιᾶσί τε τοῖς
[l. 9] δυσεντερικοῖς τε καὶ ἰσχιαδικοῖς.
[l. 10] ιγ΄. Περὶ ἅλμης. Ἅλμη τῶν ταριχηρῶν ἰχθύων ὁμοίως
[l. 11] τῷ γάρῳ πρός τε τὰς σηπεδόνας ἁρμόζει καὶ πρὸς ἰσχιάδας
[l. 12] καὶ δυσεντερίαν ἐνιεμένη, τῇ δὲ δριμύτητι τοὺς μὲν τὸ ἰσχίον
[l. 13] ἐνοχλοῦντας χυμοὺς ἐπισπᾶται καὶ διὰ τῶν ἐντέρων ἐκκενοῖ,
[l. 14] τὰ δὲ σηπεδονώδη τῶν ἑλκῶν ἐν τῇ δυσεντερίᾳ περικλύζει
[l. 15] τε καὶ ξηραίνει. μάλιστα δὲ τῇ τῶν ταριχηρῶν σιλούρων
[l. 16] καὶ τῇ τῶν μαινίδων ἅλμῃ πρὸς τὰ τοιαῦτα κέχρηνταί τινες
[l. 17] ἰατροὶ, καὶ ἡμεῖς δ’ ἐπὶ τῶν ἐν στόματι σηπεδονωδῶν ἑλκῶν
[l. 18] ἐχρησάμεθα.