Λύκοι ἐπιϐουλεύοντες ποίμνῃ προϐάτων, ἐπειδὴ οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάττοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. Καὶ πέμψαντες πρέσϐεις ἐξῄτουν παρ’ αὐτῶν τοὺς κύνας, λέγοντες ὡς ἐκεῖνοι τῆς ἔχθρας αἴτιοί εἰσιν, καί, εἰ ἐγχειρίσουσιν αὐτούς, εἰρήνη μεταξὺ αὐτῶν γενήσεται.
Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων μὴ πάνυ τι αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. Τῶν δὲ συγχωρησάντων αὐτῷ, ἀρξάμενος ἔλεγε· « Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐϐάδιζον· γενομένων δὲ αὐτῶν κατά τινα ποταμόν, ἡ μὲν χελιδὼν ἔπτη, ἡ δὲ ἔγχελυς κατέδυ· » καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. Ἐρομένων δὲ αὐτῶν· « Ἡ οὖν Δήμητρα τί ἔπαθεν ; » ἔφη· « Κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε. » Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.
Καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, εἶπεν· « Ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι γε οὐ λήσετε. » Ὁ λόγος δηλοῖ ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέϐεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται. […] Καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, εἷς ἐξ αὐτῶν ἀφελόμενος μέρος τι τοῦ κρέατος εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. […] Καὶ ὁ μάγειρος αἰσθόμενος τὴν κακοτεχνίαν αὐτῶν, ἔφη· « Ἀλλὰ κἂν ἐμὲ λάθητε, τῷ ἐπιορκουμένῳ θεῷ οὐκ ἀγνοηθήσεσθε. » Ὁ μῦθος δηλοῖ ὅτι, κἂν ἀνθρώπους διακρουσώμεθα ἐπιορκοῦντες, ἀλλὰ θεὸν οὐδαμῶς· ἀλάθητον γὰρ τὸ θεῖον. […] Ὁ δὲ μάγειρος, αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν· « Ἀλλὰ κἂν ἐμὲ λάθητε, τόν γ’ ἐπιορκούμενον θεὸν οὔκουν λήσετε. » Ὁ μῦθος δηλοῖ ὅτι, κἂν ἀνθρώπους ἐπιορκοῦντες λάθωμεν, ἀλλὰ τόν γε θεὸν οὐ λήσομεν.
Μία δὲ ἐξ αὐτῶν ὑπελείφθη, ἡδύ τι βοσκομένη. […] Μιᾶς δὲ ἐξ αὐτῶν ἐν πόᾳ τινὶ δροσερᾷ καταλειφθείσης, ὁ ποιμὴν κατ’ ἐκείνης λίθον ἀφῆκε, καὶ εὐστόχως βαλὼν τὸ κέρας συνέτριψεν· ὅθεν καὶ ἐδυσώπει τὴν πεπονθυῖαν ἀνέκφραστον τῷ κυρίῳ διατηρῆσαι τὸ δράμα. […] Μία δ’ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης.
Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες πληγὰς παρ’ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε τὰ πρόϐατα· ὅτε δὲ ἐσθίουσιν, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιρρίπτουσιν. […] Λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον· « Ἴνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους ; οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ· ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ· ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις, κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους, καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως· ἀλλ’ οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε, ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας. Τὸ δὲ θαυμαστότερον ἁπάντων τούτων, κατεσθιόντων αὐτῶν ἐπὶ τραπέζαις, μόνα τὰ ὀστᾶ προσρίπτουσιν ἐκ μόρου.
Μάνδρας ἔσω πρόϐατα ποιμὴν εἰσάγων μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ <ὁ> κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν· « Πῶς τὰ πρόϐατα τῆς ποίμνης θέλων σῶσαι τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ ; » Ὅτι μεγίστην βλάϐην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις. […] Ποιμὴν εἰς μάνδραν τὰ πρόϐατα εἰσάγων ἔμελλε μετ’ αὐτῶν εἰσαγαγεῖν λύκον.
Ἔνθα δὴ λῃσταῖς περιπεσὼν ἀπήχθη, καὶ ὑπ’ αὐτῶν πωλούμενος εὗρε δράχμας χιλίας. […] Περιπεσὼν δὲ ἐκεῖσε λῃσταῖς συνελήφθη ὑπ’ αὐτῶν. […] Ἐκεῖ δὲ δὴ πειραταῖς περιτυχὼν ὑπ’ αὐτῶν συνελήφθη. […] Ὡς δ’ οὐκ ἐπιστεύετο, ἀπαχθεὶς ὑπ’ αὐτῶν ἀπημπολήθη χιλίων δραχμῶν.
Ἤριζον δὲ τίς πρῶτος αὐτῶν πίῃ· ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. Ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους ὃς ἂν αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν.
Ὄνος ἀκούσας τεττίγων ᾀδόντων [ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ] καὶ ζηλώσας αὐτῶν τὴν εὐφωνίαν ἐπυνθάνετο τί σιτούμενοι τοιαύτην φωνὴν ἀφιᾶσι. […] Ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ καὶ ζηλώσας αὐτῶν τὴν φωνὴν ἐπελάθετο καὶ τῆς οἰκείας φωνῆς.
Ἐμπαγέντων δὲ αὐτῶν τῶν ποδῶν, ὡς οὐκ ἐδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν· « Ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα. » Οὕτω πολλοῖς ἡ λιχνεία πολλῶν αἰτία κακῶν γίνεται. […] Ἐμπαγέντων δὲ τῶν ποδῶν αὐτῶν, ἀναπτῆναι οὐκ εἶχον.
Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα· « Τὶ δή [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων], μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης καὶ τὸ αἷμα <αὐτῶν> χανδόθεν πινούσης ; Ὁ δ’· « Οὐκ ἄχαρίς εἰμι μερόπων γένει· στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως], τρίϐομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους. » Ἡ δέ· « Ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος <δὴ> μόρος, ὅτε καὶ τύχῃ συμϐαίνει <μοι ἁλῶναι>.
Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρα τοὺς καλάμους ἀϐλαϐεῖς διαμένοντας, ἐπυνθάνετο αὐτῶν πῶς αὐτὰ μὲν ἰσχυρὰ καὶ ἐμϐριθῆ ὄντα οὕτως κατακλᾶται, οἱ δὲ λεπτοὶ καὶ ἀσθενεῖς ὄντες οὐδὲν πάσχουσι. […] Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πρὸς τὸν καιρὸν καὶ τοὺς κρείττονας αὐτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων. […] Ὁ μῦθος δηλοῖ ὅτι τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων. […] Κάλαμοι παρεπεφύτευντο κυπαρίττοις, καὶ αἱ κυπάριττοι, τὸ αὐτῶν ἀνεκρίζωτον διὰ τὸ εὖ κλίνειν ἀνέμοις ἐνορώμεναι, σφοδρῶς ἐπέκειντο τοῖς καλάμοις, « Πῶς ἡμεῖς, λέγουσαι, τὴν ἐκρίζωσιν ἀθρόαν δεινῶς ὑφιστάμεθα, ὑμεῖς δὲ καὶ ἅπασαι διαδρᾶναι τὸν κίνδυνον εὐκρινῶς μεμαθήκατε ; » Τί οὖν οἱ κάλαμοι ; « Ταῖς ὑπερτερούσαις ἡμῶν δυναστείαις μὴ ἀντιϐαίνειν μεμαθηκυῖαι, ἀλλὰ ταύταις ῥᾳδίως τὸν τράχηλον ὑποκλίνουσαι, τὴν αἰτίαν τοῦ ἀφανισμοῦ διαδιδράσκομεν ἔκρίζωσιν. » Ὅτι τοῖς κρατοῦσιν οὐ δεῖ ἀνθίστασθαι, ἀλλὰ μᾶλλον ὑπείκειν.
Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο· ὑπούλοις δὲ λόγοις διαϐαλὼν ἐχώρισεν ἀπ’ ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο.
Ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’ αὐτῶν ἐχειροτονήθη. […] Chambry 38.2 Aliter — Autre version Ἐν συνόδῳ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’ αὐτῶν ἐχειροτονήθη. […] Chambry 38.3 Aliter — Autre version Ἐν συνόδῳ ποτὲ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’ αὐτῶν ἐχειροτονήθη.
Ὁ δὲ συνιδὼν τὴν εὐήθειαν αὐτῶν ξύλον εἰς τὴν λίμνην καθῆκε. […] Καὶ ὁ Ζεὺς ἀγανακτήσας καθ’ αὐτῶν ὕδρον αὐτοῖς ἔπεμψεν, ὑφ’ οὗ συλλαμϐανόμενοι κατησθίοντο. […] Πολέμῳ ἐμφυλίῳ βάτραχοι πολεμοῦντες ἀλλήλοις ᾐτήσαντο τὸν Δία βασιλέα δοθῆναι αὐτοῖς τοῦ δι’ ἐκείνου τὰ αὐτῶν διοικεῖσθαι.
Ὁ δὲ μέλλων ὑπ’ αὐτῶν θύεσθαι ἐδέετο ὅπως αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμον ἑαυτὸν τοῖς ἀνθρώποις εἶναι νύκτωρ αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείροντα. […] Ὁ δὲ μέλλων ὑπ’ αὐτῶν θύεσθαι ἐδεῖτο ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων.
Ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἀποδύσῃ. […] Βορρᾶς χειμέριος ἔριν ἐποιήσατο πρὸς τὸν Ἥλιον, ποῖος ἐξ αὐτῶν ὁδοιποροῦντός τινος τὸ ἱμάτιον ἀποδύσει. […] Βορρᾶς κἤλιος ἤριζον πρὸς ἀλλήλους ὅστις ἐξ αὐτῶν τινα τῶν ὀδευόντων πρῶτος ἐκδύσει αὐτοῦ τὸν χιτωνίσκον.
Μικρὸν δὲ αὐτῶν τῆς ὁδοῦ προϊόντων, ὁ ὀνηλάτης ὁρῶν τὸν ὄνον ἀντέχειν μὴ δυνάμενον, ἀφελόμενος αὐτοῦ τὸ φορτίον τῇ ἡμιόνῳ ἐπέθηκεν. Ἔτι δὲ αὐτῶν πόρρω προϐαινόντων, ὁρῶν ἔτι μᾶλλον ἀποκάμνοντα, πάλιν ἀπὸ τοῦ γόμου μετετίθει, μέχρι τὰ πάντα λαϐὼν καὶ ἀφελόμενος ἀπ’ αὐτοῦ τῇ ἡμιόνῳ ἐπέθηκε.
Καὶ ἰδοῦ θύννος, διωκόμενος παρὰ μεγίστου ἰχθύος, ἀναπηδήσας εἰσῆλθε ἐν τῷ πλοίῳ αὐτῶν. […] Εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο.
Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπ’ αὐτῶν μαρτυρεῖσθαι, ἐϐουλήθη τῶν αὐτῶν ἐφικέσθαι· καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος δένδρου, καὶ στᾶσα μεγάλα ἐκεκράγει.
Ὁ δὲ πατὴρ αὐτῶν παραινῶν αὐτοῖς οὐκ ἠδύνατο αὐτοὺς διαλλάττεσθαι ἐν λόγοις. […] Καὶ δὴ καθημένων αὐτῶν, προσέταξε ῥάϐδους αὐτῷ κομίσαι. […] Τότε λέγει αὐτοῖς ὁ πατὴρ αὐτῶν· « Οὕτω καὶ ὑμεῖς, ὦ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς· ἐὰν δὲ μένητε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι. » Ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταφρόνητος ἡ διάστασις.
Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ’ ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ καὶ σὲ τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε.
Πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθίσας, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ἠϊόνος σαγήνην βάλλοντας, παρετηρεῖτο τὰ ὑπ’ αὐτῶν πραττόμενα. […] Πίθηξ ἔν τινι ὑψηλῷ δένδρῳ καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρετήρει τὰ ὑπ’ αὐτῶν γινόμενα.
Γεωργοῦ παῖς κοχλίας ὤπτα· ἀκούσας δὲ αὐτῶν τριζόντων ἔφη· « Ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, αὐτοὶ ᾄδετε. » Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον.
Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸν δὲ νεϐρὸν ἐν μέσῳ κείμενον, ἀραμένη αὐτόν, διὰ μέσων αὐτῶν ἀπηλλάττετο. […] Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τούτους μὲν παρειμένους καὶ τὴν νεϐρὸν ἐν μέσῳ κειμένην, προσέδραμεν καὶ ταύτην ἐκ μέσου αὐτῶν ἀραμένη ἀπῆλθεν. […] Δεινῶς οὖν ὑπ’ ἀλλήλων διατεθέντων, καὶ ἐκ τῆς πολλῆς μάχης ἀμφοτέρων σκοτισθέντων, καὶ ἡμιθανῶν κειμένων, ἀλώπηξ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸ δὲ νεϐρὸν ἐν μέσῳ κείμενον, εἰσελθοῦσα διὰ μέσου αὐτῶν, ἀραμένη τοῦτο, δρομαίως ᾤχετο.
Ὅρα καὶ χροιὰν ὡς οὐχ ὁμοία τούτων. » Ὁ δὲ γεωργὸς μέγα γελάσας ἔφη· « Οἶδά σε κἀγὼ οὐδ’ ὅλως ἀγνοῶ σε· ἐπιγινώσκω καὶ τίς ὑπάρχεις οἶδα, ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξῃ. » Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν τοῖς κακοῖς ἀνδράσι, μήπως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν. […] Σὺν τούτοις οὖν καὶ πελαργὸς κατελήφθη τῇ πάγῃ, ὃς θἄτερον τῶν ποδῶν ἐν αὐτῇ συνθλασθεὶς πολλὰ καθικέτευε τὸν γεωργὸν ἐλευθερῶσαι αὐτόν, λέγων τοιαῦτα· « Ὦ γεωργέ, ἐλέησόν με τὸν συντεθλασμένον φέροντα τὸν πόδα καὶ ἀπόλυσόν με· οὐ γὰρ ἐγὼ γέρανος, οὐδὲ χήν, ἀλλὰ πελαργός, εὐγενέστατος ὄρνις εἰμὶ γονεῦσι δουλεύων, ὥραν καὶ χρόαν οὐχ ὁμοίαν τούτοις κεκτημένος. » Ὁ δὲ γεωργὸς γελάσας ἔφη· « Οἶδα κἀγὼ ὅτι πελαργὸς εἶ, ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξει σὺν αὐτοῖς. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοῖς χείροσι συναναστρέφεσθαι, μή πως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν. […] Ἰδὲ καὶ τὴν χροιὰν ὡς οὐχ ὁμοία. » Ὁ δὲ ἔφη· « Οὐκ οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετ’ αὐτῶν σε καὶ ἀπολέσω. » Ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σὺν αὐτοῖς ἐμπαρῇς.
Ὁ δὲ ἄνθρωπος αὐτῷ ἐλάκει· « Δυνατώτερον ζῷον ὁ ἄνθρωπος παρὰ τὸν λέοντα. » Ὁ δὲ λέων· « Δυνατώτερον ζῷον ὁ λέων. » Καὶ ὁδευόντων αὐτῶν, ἐδείκνυεν ὁ ἄνθρωπος τὰς γεγλυμμένας στήλας ἃς οἱ ἄνθρωποι ἔγλυφον καὶ ἐποίουν λέοντας ὑποτασσομένους καὶ ὑποκάτω ὄντας ἀνθρώπων. […] Ἕκαστος δὲ αὐτῶν τοῖς λόγοις ἐκαυχῶντο.
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους τοὺς αὑτῶν ἐχθροὺς ὁρῶντες καὶ διὰ τοῦτο καταθρασυνόμενοι λανθάνουσιν ὑπ’ αὐτῶν ἀναλισκόμενοι. […] Οὕτως καὶ οἱ τῶν ἀνθρώπων παῖδες τεταπεινωμένους τοὺς ἐχθροὺς ὁρῶντες καὶ αὐτοὶ θρασυνόμενοι λανθάνονται ὑπ’ αὐτῶν ἁλισκόμενοι.
Γενομένων δὲ αὐτῶν κατὰ Σούνιον (ἐστὶ δὲ τοῦτο Ἀθηναίων ἀκρωτήριον) συνέϐη χειμῶνα σφοδρὸν γενέσθαι. […] Γενομένων δ’ αὐτῶν κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμῶνα σφοδρὸν συνέϐη γενέσθαι.
Οὕτως συνέϐη τὰ μὲν λοιπὰ ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. […] Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν· « Ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθ’ ἡμῶν. » Ἡ μὲν οὖν χελιδὼν ἀρίστην γνώμην ἔχουσα ἀκίνδυνος ἐγένετο ἐν ταῖς πόλεσι διατρίϐουσα, καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ’ ἀνθρώποις οὐδὲν ὑπ’ αὐτῶν πάσχει κακόν.
Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνόν, ᾧ λίμνη ὑπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας αὑτοὺς εἰς τὰ βαθῆ τῆς λίμνης ἐδίδοσαν. […] Βέλτιον οὖν ἦν ἑαυτοὺς θανατῶσαι καὶ μὴ κακίστῳ ζῆν οὕτως ἐν <τῷ> φόϐῳ. » Ταῦτα δὲ αὐτῶν πρὸς ἀλλήλους εἰπόντων, ἀπεκίνησαν πρὸς λίμνην πεπτωκέναι. […] Εἷς δὲ λαγωὸς στρατηγέτης τυγχάνων ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐϐόα· « Στῆτε, ἀδελφοί, μηδὲν κακὸν ποιοῦντες· ἰδοῦ καὶ γένος ἄλλον ἡμᾶς δειμαίνει. » Τοῦτο οὕτως λέγει· οἱ πτωχοὶ καὶ ἀδύνατοι ἀνθρώποι αἱροῦνται μᾶλλον θανεῖν ἢ καταφρονεῖσθαι· ἐπὰν δέ τινας ἴδωσιν αὐτῶν ἐπιδεομένους, οὐκέτι μέμνηνται τοῦ θανάτου.
Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ’ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται.
Σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος καὶ ὑπὸ πάντων ὑποσημαινομένου, κάμηλος φθονήσασα ἐϐουλήθη τῶν αὐτῶν ἐφικέσθαι.
Τὰς ὑαίνας φασί, παρ’ ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι.
Ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαϐὼν δὲ παρ’ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ.
Λύκοι πρέσϐεις ἔστειλαν τοῖς προϐάτοις εἰρήνην ποιῆσαι μετ’ αὐτῶν διηνεκῆ, εἰ τοὺς κύνας λάϐωσι καὶ διαφθείρωσι.
Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτάς, ἡνίκα ἂν τύπτωσί τινα, τὸ κέντρον ἀποϐαλεῖν, μετὰ δὲ τοῦτο καὶ τῆς σωτηρίας στερίσκεσθαι. […] Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· « Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. » Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· « Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ ἄν τις ἥκῃ λαϐεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκϐληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα.
Ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ πυνθανομένων αὐτῶν ποῦ εἴη ὁ ὄνος, ἔφασαν τεθνηκέναι μὲν αὐτόν, πληγὰς δὲ τοσαύτας λαμϐάνειν ὅσας ποτὲ οὐδὲ ζῶν ὑπέμεινεν.
Ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος, τουττο γὰρ σημαίνειν τὸν οἰωνόν, ἕτερος ὑποτυχὼν εἶπε· « Καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται ; » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄϐουλοι καὶ εἰς τὰς τῶν πέλας συμϐουλίας ἀδόκιμοί εἰσιν.
Λαγωοί ποτε παρατασσόμενοι ἀετοὺς πολεμῆσαι παρεκάλουν ἐλθεῖν εἰς συμμαχίαν αὐτῶν ἀλώπεκας.
Ὅτι οὐ χρὴ θαυμάζειν διὰ τοὺς ἀδίκους καὶ πονηροὺς ὅτι τάχιον οὐκ ἀπολαμϐάνουσιν ὑπὲρ τῶν ἀδικιῶν αὐτῶν.
Τοῦ δὲ ὀνηλάτου πόρρωθεν ἑστῶτος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο καὶ πρὸς ἑαυτὸν ἔφη· « Ἄθλιοι ἡμεῖς, οἵ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα, τούτους δὲ καὶ προσιόντας προσγελῶσιν. » Ὁ λόγος δηλοῖ ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ αὐτῶν τῶν προσώπων καὶ ἐξ ἀπροόπτου δῆλοί εἰσιν.
Τυπτόμενος δὲ ὑπ’ αὐτῶν καὶ κερατιζόμενος ἔφη· « Ἀλλ’ οὐχ ὑμᾶς φοϐούμενος ἀνέχομαι, τὸν δὲ πρὸ τοῦ στομίου ἑστῶτα [λέοντα]. » Οὕτω πολλοὶ διὰ φόϐον τῶν κρειττόνων καὶ τὰς ἐκ τῶν ἡττόνων ὕϐρεις ὑπομένουσιν.
Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταϐαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. […] Καθεζομένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταϐαλοῦσα τὸ σῶμα καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν.
Οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὰς ὀπὰς καταφεύγοντες ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὐτῶν συλλαμϐανόμενοι κατησθίοντο. […] Αἱ δὲ γαλαῖ ὥρμησαν κατ’ αὐτῶν.
Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· « ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται. » Ὁ λόγος δηλοῖ ὁτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.
Ὅτι Ἄραϐες ὑπὲρ πᾶν ἔθνος ψευσταὶ καὶ ἀπατεῶνές εἰσιν· ἐν γλώσσῃ γὰρ αὐτῶν οὐκ ἔστιν ἀλήθεια.
Προμηθεὺς πλάσας ποτὲ ἀνθρώπους δύο πήρας ἐξ αὐτῶν ἀπεκρέμασε, τὴν μὲν ἀλλοτρίων κακῶν, τὴν δὲ ἰδίων, καὶ τὴν μὲν τῶν ὀθνείων ἔμπροσθεν ἔταξε, τὴν δὲ ἑτέραν ὄπισθεν ἀπήρτησεν.
Ἐπὶ πολὺ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν.
Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐϐόα· « Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, εἰς τί βοᾶτε μεγάλα κεκραγότες ὡς ἐπ’ ἀγάθῳ τινὶ προσδοκωμένῳ ; Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ, εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει, τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι. » Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντως χαίρουσιν ἐπ’ αδήλοις.
Ἣ στενάξασα ἐκ βάθους τῆς καρδίας ἀνεϐόησεν· « Οἴμοι τῇ παναθλίᾳ· τί μοι συνέϐη ; οὓς τοῖς καρποῖς εὐφραίνω, μάστιγας δεινὰς ὑπ’ αὐτῶν νῦν λαμϐάνω. » Ὁ λόγος πρὸς ἀχαρίστους ἀνθρώπους ἀντὶ ἀγαθῶν κακὰ ἀποδιδόντας.
Καὶ ὃς ἀπελαθεὶς ὑπ’ αὐτῶν ἧκε πάλιν πρὸς τοὺς κολοιούς.
Γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον ἐν ᾧ ἦσαν αἶγες ἄγριαι, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἐνήλατό τε αὐταῖς καὶ ὠγκᾶτο ἐκφοϐεῖν βουλόμενος.
Ἡ δὲ ἔφη πρὸς αὐτόν· « Ἀλλ’ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου. » Οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπ’ ἐνίων ὡς φαῦλοι διαϐάλλωνται, κατ’ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσιν.
Γενομένων δὲ αὐτῶν πελαγίων, συνέϐη χειμῶνα ἐξαίσιον γενέσθαι καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι.
Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν.
Τῶν ἀλόγων ζῴων βουλομένων βασιλέα ἑλέσθαι τινὰ ἐξ αὐτῶν, κάμηλος καὶ ἐλέφας ἐψηφίζοντο, ὁ μὲν διὰ τὸ μέγεθος, ὁ δὲ διὰ τὴν ἰσχύν.
. † » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς πένητας οἵτινες ἐξερχόμενοὶ συνάξαι διατροφὰς συλλαμϐάνονται παρὰ δυναστῶν καὶ κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ’ αὐτῶν τετυφλωμένων ὄντων καὶ ἀσυνέτων.
Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαϐῶν ἐργαλεῖα, παραγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν.
Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. » Ἡ δὲ εἶπεν· « Τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει ; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη ; » Ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει.
Μέλλοντος οὖν τοῦ Διὸς χειροτονεῖν βασιλέα τούτοις τὸν κολοιὸν διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον αὐτῶν τὸ ἴδιον πτερὸν ἔλαϐε, καὶ ὁ κολοιὸς πάλιν ἦν κολοιός. […] Πρόσταγμα παρὰ τοῦ Διὸς ἐξῆλθεν ἐν τῷ ποταμῷ διέλθωσι καὶ λουθῶσι καὶ θεάσῃ αὐτῶν τὴν καλλονήν.
Ταξαμένων δὲ αὐτῶν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτόν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ.
Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιούς· κἀκεῖνοι οὐ γνωρίζοντες αὐτὸν διὰ τὸ χρῶμα τῆς μετ’ αὐτῶν διαίτης ἀπεῖρξαν αὐτόν.
Ὑπολαϐοῦσα δέ τις αὐτῶν εἶπεν· « Ὠ αὕτη, ἀλλ’ εἰ οὔ σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεϐούλευες. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων οὐ δι’ εὔνοιαν τὰς πρὸς τοὺς πέλας ποιοῦνται συμϐουλίας, διὰ δὲ τὸ αὐτοῖς συμφέρον.
Ὁ τοίνυν λύκος λαϐόνενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ’ οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μηδ’ εἰς ἐπίσκεψιν ἀφιγμένης.
Λύκος τῶν λοιπῶν λύκων ἐκστρατηγήσας πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας, ἵνα τις αὐτῶν τιποτοῦν κυνηγήσας μέσον ἀγάγῃ καὶ μοιράσῃ τοῖς πᾶσι.
Σὺ δ’ ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων, παρρησιάζῃ, φησί, καὶ κατακρώζεις ; » Πρόσφορος ὁ μῦθος πρὸς γέροντας εἰς τιμὴν προκριθέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους.
Βάτραχοι δύο, ξηρανθείσης αὐτῶν τῆς λίμνης, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι.
Ὁ δὲ εἶπεν· « Ἠρεμοῦσι πάντες, πλήν γε ὅτι ὁ Θάνατος καὶ ὁ Ἅιδης ἠπείλουν πᾶσι τοῖς ἰατροῖς τὰ ἀνήκεστα, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν· ἔγραφον δὲ αὐτῶν τὰ ὀνόματα ἐπὶ τιμωρίᾳ.
Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠϐουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο.
Ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς· « Τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα. » Οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν, μετά τὴν ἀποϐίωσιν τοῦ πατρὸς αὐτῶν λαϐόντες δικέλλας ὕννας τε κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου.
Εἷς δὲ αὐτῶν εἶπεν ὡς « θέλων τι μέγα ποιῆσαι καὶ πνοῆς ἧς εἶχες ἐστέρησαι δικαίως. » Ὅτι πονηρὰ γνώμη καὶ αὐτὴν τὴν φύσιν ἀλλοιοῖ καὶ βλάπτει.
Μικρὸν δὲ διαλιπών, ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε οὐκέτι ἄχθομαι ὑπ’ αὐτῶν τυπτόμενος· ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς τῶν πέλας ὕϐρεις οἱ φρόνιμοι, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.
Τοῦ δὲ τὴν πρώραν εἰπόντος· « Ἀλλ’ ἔμοιγε οὐκ ἔστι λυπηρόν, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάϐης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους.
Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ὦ οὗτος, οὐκ ἀγαπᾷς ἐκ λύκου στόματος σῴαν τὴν κεφαλὴν ἐξενεγκών, ἀλλὰ καὶ μισθὸν ἀπαιτεῖς ; » Ὁ λόγος δηλοῖ ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσίας ἀμοιϐὴ τὸ μὴ προσαδικεῖσθαι ὑπ’ αὐτῶν.
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ἐν ταῖς φιλονεικίαις τῶν φρονιμωτέρων αὐτῶν παρακούσαντες ἑαυτοὺς κατέϐλαψαν.
Εἷς δέ τις ἐξ αὐτῶν γηραιὸς ἐξεῖπε· « Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι λυπηθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις, γινώσκοντας τὰς τοῦ βίου τύχας.
Ἐπεὶ δὲ ὁ δεσπότης αὐτῶν θύειν τοῖς θεοῖς ἐϐεϐούλευτο, τὸν μὲν ἐργάτην βοῦν ἀπέλυσεν εἰς νομάς, τὴν δὲ δάμαλιν σχοινίοις δήσας πρὸς τὸν βωμὸν εἷλκεν ἄκουσαν.
Ὁ δὲ λιποψυχῶν ἔφη μετὰ στεναγμοῦ· « Ἄθλιος ἐγώ, ὃς ἕτερον θηρεῦσαι βουλόμενος αὐτὸς ἠγρεύθην εἰς θάνατον. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιϐουλεύοντες λανθάνουσι πολλάκις καὶ μεταστρέφεται ἐπ’ αὐτοὺς ἡ κακία αὐτῶν.
Πολλὴν δὲ αὐτῶν συλλαϐόντων, ὁ λέων προσέταξε τῷ ὄνῳ διελεῖν αὐτοῖς.
Ἀποτεμνομένων δὲ αὐτῶν τὴν ποίμνην καὶ τοῦ ποιμένος ἐπὶ βοηθείᾳ τοὺς κωμήτας ἐπικαλουμένου, ἐκεινοῖ ὑπολαϐόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον· καὶ οὕτως αὐτῷ συνέϐη τῶν προϐάτων στερηθῆναι.
Τοῦ δὲ εἰπόντος ὡς ἐπ’ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ· ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· « Ἀλλὰ καὶ ασεϐὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμϐαίνων. » Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος· πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεῖς ἐκεῖνος ἔφη· « Ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι. » Ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ’ εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται.
Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴγε περιττοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι· « Ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας τῶν πάλαι σὺν σοὶ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς. » Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους ὅτι, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.
Ἐξῆλθε δὲ φήμη εἰς τὰ θηρία ἀσθενεῖν τὸν βασιλέα αὐτῶν· ἓν δὲ ἕκαστον εἰσήρχετο πρὸς ἐπίσκεψιν· ὁ δὲ ἀκόπως λαμϐάνων κατήσθιεν.
Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· « Ὁ ἄνθρωπος οὗτος, καθῶς λέγει, ἀλήθειαν λέγει· ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθόν, ἐὰν καλῶς ἀναϐλέψω· εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ.
Ἡ μὲν οὖν αὐτῶν τῷ χρόνῳ προέκοπτεν, ἡ δὲ τῇ νεότητι ἤκμαζεν.
Εἷς δέ τις ἐξ αὐτῶν τοῦτον ἐπιφθονήσας ἐϐουλήθη καὶ αὐτὸς τὸ ἴσον παραγενόμενος ἐκεῖσε διαπράξασθαι.