/ 84
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 133 » pp. 113-113

Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμϐάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐκϐρασθεὶς εἴς τινα ἠϊόνα. […] Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμϐάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐμπεσὼν εἴς τινα νῆσον. […] Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμϐάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ῥύμης ἐκπεσὼν εἴς τινα νῆσον.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 100 » pp. 303-303

Ἡ δὲ ἔφη· « Οὐ τοσοῦτον τὸν κόψαντά με πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ φυέντας σφῆνας. » Ὅτι δεινότερόν ἐστι λύπη, ὅταν τις ὑπὸ τῶν συγγενῶν πάθῃ τι ἢ παρὰ τῶν ἀλλοτρίων. […] Δρῦς ὑπὸ δρυοτόμου ἐτέμνετο· μὴ εὐκόλως δὲ ταύτην ἰσχύοντος ἐκτεμεῖν, διὰ σφηνὸς αὐτὴν ἐκ τῶν ἑαυτῆς σχιδάκων διαιρεῖν ἐμηχανᾶτο. Ἡ δέ· « Οὐ τόσον κατὰ τῆς κοπτούσης <ἀξίνης>, ἔφη, βαρυθυμῶ ὅσον δὴ καθ’ ὑμῶν τῶν ἐξ ἐμοῦ γεννωμένων σφηνῶν. » Ὅτι ἀπαισιώτερον τὸ ὑπὸ τῶν οἰκείων πάσχειν τι δεινὸν ἢ ὑπὸ ἀλλοτρίων. […] Ἡ δὲ εἶπεν· « Οὐ τοσοῦτον τὸν κόψαντα πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηγέντας σφῆνας. » Ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων πάθῃ τι τῶν ἀπαισίων ὅσον ὑπὸ τῶν οἰκείων.

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 239 » pp. 165-165

Οἱ γὰρ ἄοπλοι πεφευγότες ἐν τοίχοις εἰσελήλυθον εἰς ῥαγάδας αὐτίκα· οἱ δὲ ἔνοπλοι καὶ ἀρχηγέται τούτων οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων μὴ δυνάμενοι ἐν ταῖς ὀπαῖς εἰσδῦναι διεφθάρησαν ὑπὸ τῶν γαλῶν πάντες. […] Καὶ οἱ μὲν ἄνοπλοι μύες, ὑπὸ τὰς τρυμαλιὰς ὑπελθόντες, ἐσώθησαν· οἱ δὲ καθωπλισμένοι, μὴ δυνάμενοι εἰς τὰς ὀπὰς εἰσελθεῖν, διεφθάρησαν ὑπὸ τῶν γαλῶν. […] Συγκροτήσαντες δὲ αὖθις πόλεμον καὶ ἡττηθέντες, οἱ μὲν ἄοπλοι μύες ὑπὸ ταῖς ὀπαῖς διέδυσαν· οἱ δὲ ὡπλισμένοι, ὑπὸ τῶν ξύλων εἰσελθόντες κωλυόμενοι, ὑπὸ τῶν γαλῶν διεφθάρησαν. […] Οἱ δὲ μύες βουλόμενοι εἰς τὰς τρυμαλιὰς εἰσελθεῖν, ἔχοντες τὰ ξύλα τῶν ἀχύρων καὶ μὴ δυνάμενοι κρυϐῆναι, διεφθάρησαν ὑπὸ τῶν γαλῶν.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 250 » pp. 170-170

Νοσῶν τις καὶ ἐπερωτώμενος ὑπὸ τοῦ ἰατροῦ πῶς διετέθη, ἔλεγε πλέον τοῦ δέοντος ἱδρωκέναι. […] Τῶν δὲ οἰκείων τινὸς παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου πῶς ἔχοι, ἔφη πρὸς αὐτόν· « Ἐγώ σοι ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα. » Οὕτω πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ὑπὸ τῶν πέλας μακαρίζονται τῇ ἔξωθεν οἰήσει, ἐφ’ οἷς αὐτοὶ παρ’ ἑαυτοῖς τὰ μάλιστα δυσφοροῦσιν. […] Νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐπερωτώμενος πῶς διετέθης, ἔφη πλέον τοῦ δέοντος ἱδρωκέναι. […] Μετὰ ταῦτα δὲ τῶν οἰκείων τινὸς ἐρωτήσαντος αὐτὸν πῶς ἔχεις, « Ἐγώ, ἄδελφε, εἶπεν, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι. » Ὁ μῦθος δηλοῖ ὅτι τινὲς τῶν ἀνθρώπων θέλουσι κατὰ χάριν λέγειν τισὶν ἃ μάλιστα αὐτοὺς βλάπτουσιν. […] Εἶτα τῶν οἰκείων τινὸς αὐτὸν ἐρωτήσαντος ὅπως ἔχει, « Ἐγώ, εἶπεν, ὦ οὗτος, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι. » Ὁ μῦθος δηλοῖ ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 82 » pp. 176-176

Γεωργός τις χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαϐὼν ὑπὸ κόλπον ἔθετο. […] Ὁδοιπόρος χειμῶνος ὁδεύων ὥρᾳ, ὡς ἐθεάσατο ἔχιν ὑπὸ κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλατο καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον θερμαίνειν ἐπειρᾶτο. Ὁ δὲ μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει· ἐπειδὴ δὲ ἐθερμάνθη καὶ ἀνεζωώθη, τὴν αὐτοῦ γαστέρα ἔδακε.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 104 » pp. 77-77

Ἔλαφος διωκομένη ὑπὸ κυνηγῶν ἐκρύπτετο ὑπό τινα ἄμπελον. […] Ἡ δὲ μέλλουσα τελευτᾶν στενάξασα πρὸς ἑαυτὴν ἔφη· « Δίκαιά γε πάσχω, ὅτι τὴν σώσασάν με ἄμπελον ἠδίκησα. » Οὗτος ὁ λόγος λεχθείη ἂν κατὰ ἀνδρῶν οἵτινες τοὺς εὐεργέτας ἀδικοῦντες ὑπὸ θεοῦ κολάζονται. […] Τούτων δὲ σειομένων, οἱ κυνηγοὶ ἐπιστραφέντες καί, ὅπερ ἦν ἀληθές, νομίσαντες τῶν ζῴων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι, βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. Ἡ δὲ θνῄσκουσα τοιαῦτ’ ἔλεγε· « Δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται.

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 169 » pp. 324-324

Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ’ ὑπολαϐοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει· « Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει. » Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη· « Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. » Ἡ δὲ εἶπεν· « Τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει ; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη ; » Ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὖξαι τοῖς θεοῖς, ὦ μῆτερ, καὶ τῶν δακρύων ἀπόσχου. » Ἡ δὲ εἶπε· « Καὶ τίς σε τῶν θεῶν, ὦ τέκνον, ἐλεήσει ; τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη ; » Cod.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 101 » pp. 70-70

Ἡ δὲ φερομένη τοὺς καλάμους ἠρώτα· « Πῶς ὑμεῖς, ἀσθενεῖς ὄντες καὶ λεπτοί, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ ἐκριζοῦσθε ; » Οἱ δὲ εἶπον· « Ὑμεῖς τοῖς ἀνέμοις μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε· ἡμεῖς δὲ παντὶ ἀνέμῳ ὑποπίπτοντες ἀϐλαϐεῖς διαμένομειν. » Ὅτι οὐ δεῖ ἀνθίστασθαι τοῖς κρατοῦσιν [ἐνδόξοις], ἀλλ’ ὑποτάσσεσθαι καὶ ὑπείκειν. […] Ἡ δὲ φερομένη τοὺς ποταμίους καλάμους ἠρώτα· « Πῶς ὑμεῖς ἀσθενεῖς ὄντες ὑπὸ τῶν ἀνέμων οὐ καταϐάλλεσθε ; » Οἱ δὲ εἶπον· « Ἡμεῖς παντὶ ἀνέμῳ ὑποπίπτοντες ἀϐλαϐεῖς διαμένομεν· ὑμεῖς δὲ παντὶ ἀνθιστάμενοι ἀπὸ ῥιζῶν καταϐάλλεσθε. » Cod. […] Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρα τοὺς καλάμους ἀϐλαϐεῖς διαμένοντας, ἐπυνθάνετο αὐτῶν πῶς αὐτὰ μὲν ἰσχυρὰ καὶ ἐμϐριθῆ ὄντα οὕτως κατακλᾶται, οἱ δὲ λεπτοὶ καὶ ἀσθενεῖς ὄντες οὐδὲν πάσχουσι. […] Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδύνατός ἐστι καὶ ῥᾳδίως ὑποκλίνεται πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. […] Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 144 » p. 269

Ὁ δὲ εἶπεν· « Οὐ δυνατόν με πεζὸν ὄντα καταπολεμῆσαι τοῦτον· ἀλλ’ ἐὰν χαλινὸν δέξῃ καί <με> τοῖς νώτοις σου βαστάσῃς καὶ δῷς ὅπως σε κάμπτω καὶ τρέχοντα κωλύω, ἐλπίζω τότε τὸν σῦν εὐκόλως ἀναιρήσειν. » Ὁ δὲ ἵππος ὑπὸ ὀργῆς τὰς φρένας τυφλωθεὶς παρέδωκεν ἑαυτὸν καὶ ὑπὸ τοῦ δοκοῦντος ὠφελεῖν ἐχειρώθη.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 45 » pp. 32-32

Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο· γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμόν, λύκου αὐτῷ ἀπαντήσαντος, φοϐηθεὶς ἀνέϐη ἐπὶ δένδρου τῷ ποταμῷ παρακειμένου καὶ ἐκεῖ ἐκρύπτετο. […] Chambry 45.2 Aliter — Autre version Ἄνθρωπός τις φόνον ποιήσας ἐδιώκετο ὑπὸ τῶν συγγενῶν τοῦ φονευθέντος. […] Chambry 45.3 Aliter — Autre version Ἄνθρωπός τις φόνον ποιήσας καὶ διωκόμενος ὑπὸ τῶν συγγενῶν τοῦ φονευθέντος κατὰ τὸν Νεῖλον ποταμὸν ἐγένετο καὶ λέοντα εὑρὼν ἀνέϐη εἰς δένδρον φοϐηθείς, κἀκεῖσε ἰδὼν δράκοντα καὶ ἡμιθνὴς γενόμενος ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμόν.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 103 » pp. 74-74

Μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· « Δειλαία ἔγωγε, ἥτις ὑφ’ ὧν μὲν προδοθήσεσθαι ἔμελλον, ὑπὸ τούτων ἐσῳζόμην, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι. » Οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται. […] Καὶ μέχρι μὲν ἐν πεδίῳ ἐδιώκετο, ἀκατάληπτος ἦν ἠ ἔλαφος, ἐπεὶ προέθεεν· ἐπεὶ δὲ κατά τινα δρυμὸν καὶ ὑλώδη τόπον παρεγένετο, συνέϐη τοῖς κέρασιν αὐτῆς ἐμπλακῆναι τοῖς κλάδοις, καὶ μὴ δυναμένην τρέχειν συλληφθῆναι ὑπὸ τοῦ λέοντος. Μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη· « Δειλαία ἔγωγε ἥτις ὑφ’ ὧν ᾠόμην προδοθήσεσθαι, ὑπὸ τούτων ἐσῳζόμην καὶ ἔχαιρον, οἷς δὲ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι. » Ὁ μῦθος δηλοῖ ὅτι ὁμοίως πολλάκις τινὲς δοκοῦντες ἔχειν τι χρήσιμον, λανθάνουσιν ἑαυτοὺς βλαπτόμενοι δι’ ἐκείνου.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 286 » p. 265

Τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάριστον, εἴγε πολλὰ ὠφελούμενος παρ’ αὐτοῦ τοὺς ὁμοφύλους ἐκκαλουμένου καὶ παραδιδόντος, αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει, ἔφη· « Ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω, εἰ μηδὲ τῶν ὁμοφύλων ἀπέχῃ. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται, ἀλλὰ καὶ ὑπὸ τούτων οἷς προδίδονται.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 295 » p. 162

Μαντευομένης τινὸς περὶ τοῦ ἑαυτῆς παιδὸς νηπίου ὄντος, οἱ μάντεις προέλεγον ὅτι ὑπὸ κόρακος ἀναιρεθήσεται. Διόπερ φοϐουμένη λάρνακα μεγίστην κατασκευάσασα ἐν ταύτῃ αὐτὸν καθεῖρξε, φυλαττομένη μὴ ὑπὸ κόρακος ἀναιρεθῇ.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 252 » pp. 172-172

Νυκτερὶς ἐπὶ τῆς γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη· μέλλουσα δὲ ἀναιρεῖσθαι παρεκάλει περὶ τῆς σωτηρίας. […] Ὕστερον δὲ πεσοῦσα πάλιν καὶ συλληφθεῖσα ὑπὸ ἑτέρας γαλῆς ἐδεῖτο ὅπως μὴ θύσῃ αὐτήν. […] Νυκτερὶς ἐπὶ γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη, καὶ μέλλουσα ἀναιρεῖσθαι περὶ σωτηρίας ἐδεῖτο.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 108 » pp. 97-97

Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· « Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλ’ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι. » Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον. […] Ἔριφος πλανηθεῖσα τῆς ποίμνης ὑπὸ λύκου ἐδιώκετο. […] Ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ λύκε, ἐπεὶ πέπεισμαι ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 258 » p. 175

Ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημϐρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο.

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 153 » pp. 250-250

Καρύα, παρά τινα ὁδὸν οὖσα καὶ ὑπὸ τῶν παριόντων λίθοις βαλλομένη, στενάξασα πρὸς ἑαυτὴν εἶπεν· « Ἀθλία εἰμὶ ἐγώ, ἥτις κατ’ ἐνιαυτὸν ἐμαυτῇ ὕϐρεις καὶ λύπας παρέχω. » Ὁ λόγος πρὸς τοὺς ἐπὶ τῶν ἰδίων ἀγαθῶν λυπουμένους. […] Ἡ δὲ οἰκτρὸν ἔφη· « Ὦ ἀθλία ἐγώ, ὅτι οὕς τῷ καρπῷ μου εὐφραίνω, ὑπὸ τούτων δεινὰς ἀντιλαμϐάνω χάριτας. » [Ὅτι] τοὺς ἀχαρίστους καὶ κακούργους, τοὺς ἀντὶ ἀγαθῶν κακὰ ἀντιδιδόντας, ὁ μῦθος ἐλέγχει.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 38 » pp. 81-81

Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· « Ὦ πίθηκε, σὺ δὲ τοιαύτην μωρίαν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις ; » Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. […] Τοῦ δὲ ἀμεταμελήτως ἐλθοντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, ᾐτιᾶτο παρ’ αὐτοῦ ἡ ἀλώπηξ ὡς δελεάσασα καὶ ἐνενδρεύσασα αὐτῷ. […] Ὁ δὲ ἀπερισκέπτως προσελθὼν καὶ συλληφθεὶς ὑπὸ τῆς παγίδος, ὡς ἐξαπατήσασαν ἐμέμφετο τὴν ἀλώπεκα.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 296 » pp. 363-363

Υἱόν τις μονογενῆ γέρων δειλὸς ἔχων γενναῖον καὶ κυνηγεῖν ἐφιέμενον, τοῦτον καθ’ ὕπνους εἶδεν ὑπὸ λέοντος θανατωθέντα. […] Υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον, κυνηγεῖν ἐφιέμενον, εἶδε τοῦτον καθ’ ὕπνους ὑπὸ λέοντος ἀναλωθέντα. […] Υἱόν τις ἔχων μονογενῆ ἀνδρεῖον εἶδε καθ’ ὕπνον ὑπὸ λέοντος θνῄσκειν. […] Ἂ ἄ, τί δέ σοι ἐγὼ ἄρτι ποιήσω ; » Ταῦτα δὲ αὐτοῦ τῷ λέοντι εἰπόντος, ὑπεξέτεινε τὴν χεῖρα ὑπὸ βάτου, τοῦ λαϐεῖν κλάδους καὶ τὸν λέοντα καῦσαι.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 232 » pp. 160-160

Λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς διατεθεὶς ἐϐέϐλητο τροφὴν ἑαυτῷ περιποιεῖσθαι μὴ δυνάμενος· καὶ δὴ θεασάμενος πρόϐατον, τούτου ἐδεήθη ποτὸν αὐτῷ ὀρέξαι ἐκ τοῦ παραρρέοντος ποταμοῦ· « Ἐὰν γὰρ σύ μοι ποτὸν δῷς, ἐγὼ τὴν τροφὴν ἐμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἐὰν ποτόν σοι ἐπιδώσω ἐγώ, σὺ καὶ τροφῇ μοι χρήσῃ. » Πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα ὁ λόγος εὔκαιρος. […] Λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων ἐϐέϐλητο.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 73 » pp. 46-46

Ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμϐανεν, ἕως ἀποκαμὼν <ὁ Βορέας> τῷ Ἡλίῳ αὐτὸν παρέδωκε. […] Ὁ δὲ ὑπὸ τοῦ κρύους πανταχόθεν περισυνάγων αὐτὸ καὶ ἰσχυρῶς περιστέλλων ἔκρυψεν, εἰσελθὼν ἔν τινι πέτρας ὀπῇ, τὴν ἑαυτοῦ κεφαλήν, τὴν τοῦ ἀνέμου φεύγων σφοδρότητα· τὸ <δὲ> λοιπὸν σῶμα ἔξω ἀφείς, ἐκκρύψαι αὐτὸ οὐκ ἠδύνατο. Οὕτω δὲ κείμενον ὁ Ἥλιος πρῶτον ὑπὸ τοῦ ψύχους νεκρωθέντα ἀπέθαλπε· ἔπειτα κατὰ μικρὸν τοῦτον περιθερμάνας ἱδρῶσαι πεποίηκε· οὗ γεγονότος, τὸ ἱμάτιον ἀπεκδυσάμενος νικήτην τὸν Ἥλιον ἔδειξεν.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 80 » pp. 52-52

Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὸ μὲν πρῶτον τὰ πρόϐατα κατέφαγεν. […] Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, πρῶτον μὲν τὰ πρόϐατα αὐτοῦ κατέφαγεν, ἔπειτα τὰς αἶγας. […] Ἀνήρ τις ὑπὸ χειμῶνος ἐν τῷ αὐτοῦ προαστείῳ ἀποληφθεὶς καὶ τροφῆς ἀπορῶν πρῶτα μὲν τὰ πρόϐατα κατέφαγεν, εἶτα τὰς αἶγας.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 105 » pp. 76-76

Συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· « Βαρυδαίμων ἔγωγε, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόϐον ἐλάττονος εἰς κίνδυνον μείζονα ἑαυτοὺς ἐμϐάλλουσιν. […] Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐφ’ ᾧ λέων ἦν κατοικούμενος, καὶ ἐνταῦθα εἰσιοῦσα καὶ νομίζουσα κρυϐῆναι συνελήφθη ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη πρὸς ἑαυτὴν ἔφη· « Δειλαία ἔγωγε ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ παρέδωκα. » Οὕτως οἱ τῶν ἀνθρώπων παῖδες διὰ φόϐον ἐλάττονος κινδύνου ἑαυτοὺς εἰς μεῖζον κακὸν ἐμϐάλλουσιν.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 259 » pp. 177-177

Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα μικρὸν προσεπέλαζον, ἀπεκαραδόκουν ὑπολαμϐάνοντες πλοῖον εἶναι οὐκέτι μέγα ὡς τὸ πρότερον. […] Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 249 » pp. 169-169

Μετὰ μικρὸν δὲ χειμῶνος καὶ ψύχους σφοδροῦ γενομένου, ἐπειδὴ εἶδε τὴν χελιδόνα φερομένην ὑπὸ τῶν ὑδάτων νεκράν, ἔφη· « Ὦ αὕτη, σὺ κἀμὲ καὶ σεαυτὴν ἀπώλεσας. » Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν πραττόμενον ἐπικίνδυνόν ἐστι. […] Μετὰ δ’ ὀλίγον χειμὼν ἐπιφοιτήσας καὶ σφοδρὰ πῆξις, ὡς χελιδόνα εἶδε νεκρὰν ῥιγοῦσαν, πτῶμα κειμένην χαλεπὸν ὑπὸ κρύους· « Σὺ κἀμὲ καὶ σαυτὴν ἀπώλεσας, » ἔφη.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 342 » pp. 222-222

Καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· « Ἀλλὰ τοῦτό γε οὐ στυγοῦσά με ποιεῖ, προνοουμένη δέ, ἵνα μηδείς με θύῃ. » Οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις καὶ τὰ ὑπὸ τῶν ἐχθρῶν προσφερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν. […] Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· « Καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ’ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ’ ὅλως εἰς ἱερὸν προσίεται. » Καὶ ἡ σῦς· « Διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 186 » pp. 133-133

Συνέϐη δὲ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι οὐδὲ ἦν, τοῦ δὲ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη. […] Συνέϐη δὲ αὐτὸν ἀπολέσαι ἀμφότερα, τὸ μὲν, διότι οὐδὲ ἦν, ὅτι ὃ κατεῖχεν ὑπὸ τοῦ ῥεύματος κατεσύρη.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 337 » p. 270

Τοῖχος σπαραττόμενος ὑπὸ πάλου βιαίως ἐφώνει· « Τί με σπαράττεις μηδὲν ἠδικηκότα ; » Καὶ ὅς· « Οὐκ ἐγώ, φησίν, αἴτιος τούτου, ἀλλ’ ὁ ὄπισθεν σφοδρῶς με τύπτων. » Cod.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 243 » pp. 112-112

Ὁ δὲ τότε μὲν ἡσύχαζεν· ὕστερον δέ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμϐρου ἐκλυθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαϐεῖν δεόμενος. […] Χειμῶνος δὲ γενομένου καὶ τῆς κόπρου ὑπὸ τῶν ὑδάτων κατακλυσθείσης, ὁ κάνθαρος λιμώττων ἧκε πρὸς τὸν μύρμηκα τροφῆς μεταλαϐεῖν δεόμενος.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 326 » pp. 370-370

Κρατηθεὶς δὲ ὑπὸ τῶν ἐναντίων ἐϐόα· « Ἄνδρες, μὴ κτείνετέ με· οὐδένα γὰρ ἐγὼ ἔκτεινα, οὐδ’ ἐπίσταμαί τι ἄλλο ἢ χρῆσθαι τῇ σάλπιγγι. » Οἱ δὲ πρὸς αὐτὸν εἶπον· « Τούτου ἕνεκα μάλιστα ἄξιος ὑπάρχεις ἀποθανεῖν, ὅτι μὴ δυνάμενος αὐτὸς πολεμεῖν, τοὺς ἄλλους ἐγείρεις εἰς πόλεμον. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσι οἱ τοὺς κακοὺς καὶ δυνάστας ἐγείροντες εἰς τὸ κακοποιεῖν. […] Σαλπιγκτὴς στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων ἐϐόα· « Μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην· οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι. » Οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν τοὺς πάντας πρὸς μάχην ἐγείρεις. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 148 » pp. 249-249

Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι εἶπεν· « Ἀλλ’ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα. » Ὁ λόγος εἴρηται ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντι.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 350 » pp. 39-39

Οὕτως συνέϐη τὰ μὲν λοιπὰ ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. […] Τὰ δὲ λοιπὰ ὄρνεα, ὡς μᾶλλον ὑπομείναντα κατεσθίειν τὸ σπέρμα, ὡς πάντων ὄντος τοῦ λίνου κακῶν αἰτίου, συμϐαίνει λιπαρὰ γενέσθαι καὶ μάλα δικαίως ὑπὸ τῶν ἀνθρώπων συλλαμϐανόμενα δαπανᾶσθαι.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 81 » pp. 51-51

Τότε ὁ πατὴρ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαϐὼν καὶ αὐτὸς ἐπειρᾶτο τοῦ θανατῶσαι τὸν παγκάκιστον ὄφιν. […] Ὁ δὲ πατήρ, ὑπὸ τῆς λύπης πέλεκυν λαϐών, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. […] Ὁ πατὴρ δὲ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαϐὼν ἔμελλε τὸν ὄφιν τῆς τρώγλης ἐξιόντα πατάξειν.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 155 » p. 119

Κἀκεῖνος ἔφη· « Ἡ γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά. » Οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσιν.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 223 » p. 261

Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεύς, εἰ καταλάϐῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· « Ἀλλ’ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ σοῦ διαφθαρῆναι. » Ὁ λόγος δηλοῖ ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 292 » p. 198

Ὄφις ὑπὸ πολλῶν πατούμενος ἀνθρώπων τῷ Διὶ ἐνετύγχανε περὶ τούτου.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 307 » p. 83

Σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος καὶ ὑπὸ πάντων ὑποσημαινομένου, κάμηλος φθονήσασα ἐϐουλήθη τῶν αὐτῶν ἐφικέσθαι.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 36 » p. 41

Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· « Tιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω. » Καὶ ὁ κύων ἔφη· « Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ’ ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω. » Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 290 » p. 197

Οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπὸ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 1 » p. 274

Ὅτι ἀγαθῶν μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθ’ ἑκάστην πλήττεται.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 240 » pp. 167-167

Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· « Ἀλλ’ ἔγωγε καὶ βέϐρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι μέλει. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀϐασανίστως παρακολουθήσῃ.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 268 » p. 188

Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· « Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. » Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 332 » pp. 217-217

Ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἴς τι σπήλαιον, ἐν ᾧ ἦσαν αἶγες ἄγριαι.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 359 » p. 273

Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.

46. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 48 » p. 306

Chambry 48 Ἀνὴρ <δηχθεὶς ὑπὸ μύρμηκος> καὶ Ἑρμῆς — L’homme mordu par une fourmi et Hermès.

47. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 278 » pp. 186-186

Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν ἀτραπὸν διὰ κρημνῶν ἐφέρετο.

48. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 7 » pp. 276-276

Στραφεὶς δέ, ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν, ἔφη· « Οὐ τοσοῦτον τὸν πέμψαντά σε μέμφομαι ὅσον τὰ ἐξ ἐμοῦ φυέντα πτερά. » Ὅτι τοῦτον κρεῖσσον λύπη καθέστηκεν, ὅταν τις ὑπὸ τῶν ἰδίων συγγενῶν πάθος κακὸν ὅσον τῶν ἀλλοτρίων καὶ ξένων.

49. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 10 » p. 5

Ἀθήνησι χρεωφειλέτης ἀνὴρ ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος τὸ μὲν πρῶτον παρεκάλει ἀναϐολὴν αὐτῷ δοῦναι, ἀπορεῖν φάσκων.

50. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 53 » p. 30

Ὅτι ἀγαπητόν ἐστι καὶ ἐνεργοῦντας θεῶν εὐνοίας τυγχάνειν ἢ ἑαυτῶν ἀμελοῦντας ὑπὸ τῶν δαιμόνων περισῴζεσθαι.

51. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 162 » p. 123

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιπόντες καὶ τὰς ἀλλοδαπὰς προκρίνοντες οὔτε ἐν ἐκείναις εὐδοκιμοῦσι διὰ τὸ ξένοι εἶναι καὶ ὑπὸ τῶν πολιτῶν δυσχεραίνονται διὰ τὸ ὐπερπεφρονηκέναι αὐτούς.

52. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 167 » pp. 323-323

Κόραξ ὑπὸ παγίδος κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιϐανωτὸν ἐπιθύσειν.

53. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 215 » p. 152

Λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ ὑπὸ τῶν παρατυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ᾑμαγμένον, ἔφευγε.

54. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 74 » pp. 49-49

Εὗρε δὲ ἐξαίφνης τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον· εἶπεν δὲ τῷ θεῷ ὅτι « καὶ ἕτερον βοῦν σοι ἐπιθύσω, εἰ τὸν κλέπτην ἐκφύγω. » Ὅτι ἀϐούλως οὐ δεῖ εὐχὴν τῷ θεῷ συντάσσεσθαι διὰ τὴν πρὸς ὥραν συμϐαίνουσαν λύπην. […] Ἐξαίφνης οὖν εὗρε τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον.

55. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 228 » pp. 347-347

Ὁ δὲ πόρρωθεν σταθεὶς εἶπεν· « Ἀδίκως ἀφείλου τὸ ἐμόν. » Ὁ δὲ λέων γελάσας ἔφη· « Σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη ; » [Ὅτι] ἅρπαγας καὶ πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους ὁ μῦθος ἐλέγχει.

56. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 28 » p. 25

Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, συνέϐη τὴν θάλασσαν ὑπὸ λαϐροῦ πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι.

57. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 116 » pp. 96-96

Τοῦ δὲ ποταμοῦ ὑπὸ συνεχῶν ὄμϐρων δεινῶς φυσηθέντος, ἤρθη ὁ φραγμὸς καὶ κάτωθεν ἀπῄει.

58. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 106 » pp. 75-75

Ἡ δ’ ἑαυτὴν ὠλοφύρετο ὡς ὑφ’ ἧς μὲν ἐδεδοίκει μηδὲν παθοῦσα, ἣν δ’ οὐκ ᾤετο κακὸν ἐπάξειν, ὑπὸ ταύτης προδεδομένη.

59. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 195 » pp. 257-257

Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· « Ἕνα, ἔφη, ἀλλὰ λέοντα. » Ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν.

60. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 51 » pp. 33-31

Ἀνὴρ πένταθλος ἐπὶ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθών, ἀλαζονευόμενος ἔλεγεν ὡς πολλὰ καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας, ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφασκε παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. […] Οὕτω τε συνέϐη αὐτῷ ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλομένῳ φαλακρὸν γενέσθαι.

61. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 79 » pp. 296-296

Ὁ δὲ οὐκ ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλ’ ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδών, προσπετάσας τοῖς ποσὶν ἧρε τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φακιόλιον.

62. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 88 » p. 246

Κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα ἐπ’ ὤμων ἄρασα ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν.

63. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 356 » pp. 244-244

Σὺ δ’ ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων, παρρησιάζῃ, φησί, καὶ κατακρώζεις ; » Πρόσφορος ὁ μῦθος πρὸς γέροντας εἰς τιμὴν προκριθέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους.

64. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 317 » pp. 208-208

Ποιμὴν ἐλάσας εἴς τινα δρυμῶνα τὰ πρόϐατα, ὑποστρώσας ὑπὸ δρῦν τὸ ἱμάτιον καὶ ἀναϐὰς τὸν καρπὸν κατέσειε.

65. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 20 » pp. 281-281

Τούτων ὁ ἡττηθεὶς κατεκρύϐη ἐν γωνίᾳ· ὁ δὲ ἕτερος ἀνακράξας καὶ ἐπὶ τὸ δῶμα ἀναπετάσας διὰ τὴν νίκην εὐθὺς ἡρπάγη ὑπὸ ἀετοῦ.

66. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 181 » pp. 252-252

Τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς, ἐκείνου ἀνοίξαντος, κατελθεῖν, κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν.

67. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 21 » pp. 23-23

Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων, ἐκεῖνος ἠθύμει σφόδρα, νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων.

68. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 254 » pp. 173-173

Τοῦ δὲ χρυσοῦν αὐτῷ ἀνενεγκόντος καὶ διερωτῶντος εἰ τοῦτον ἀπολώλεκεν, ὑπὸ τοῦ κέρδους ὑποφθὰς ἔφασκεν αὐτὸν εἶναι. […] Τοῦ δὲ ῥεύματος παρασύραντος αὐτόν, ὑπὸ πολλῆς συσχεθεὶς θλίψεως, καθήμενος παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ὠδύρετο.

69. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 135 » pp. 114-114

Ἰατρὸς ὁρῶν ἄρρωστον ὑπὸ νόσου ἐπεμελεῖτο πρὸς ῥῶσιν τοῦ κειμένου.

70. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 138 » pp. 115-115

Καὶ δὴ λαθὼν ἔχιν κοιμωμένην ὑπὸ πόδας ἐπάτησε.

71. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 199 » pp. 140-140

Ῥοπάλοις γε διώκει τοῦτον ὁ γέρων· « Ἔξελθ’ οἴκων ἐμῶν· ἄοπλος ὑπάρχεις. » Ὁ ἐχθροῖς πιστεύων ὅλος φθείρεται ὑπὸ τούτων.

72. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 246 » pp. 384-384

Αὖθις δὲ ὁ μῦς εἰσελθὼν ἀπεπνίγη, ὃς ψυχορραγῶν ἐϐόα τῷ βατράχῳ· « Ἐγὼ μέν, φίλε, ὑπὸ σοῦ ἀποθνῄσκω.

73. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 255 » pp. 65-65

Ὁ δὲ ἕτερος τοῦτο ποιῆσαι μὴ δυνηθείς, ὡς ἔγνω ἑαυτὸν μέλλοντα κυριευθῆναι ὑπὸ τῆς ἄρκτου, πεσὼν ἐπὶ τῆς γῆς προσεποιεῖτο τεθνάναι.

74. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 140 » pp. 105-105

Ἵππος καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους στενούμενοι ἦλθον εἰς ἀνθρώπου τινὸς οἰκίαν.

75. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 166 » pp. 124-124

Ἡ δὲ ἀλώπηξ δραμοῦσα ἔλαϐε τὸ κρέας καὶ στραφεῖσα ἔφη αὐτῷ· « Ἔχεις, κόραξ, ἅπαντα· νοῦς δέ σε λείπει. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὑπὸ τῶν κολάκων ἐπαίρεσθαι· πολλάκις γὰρ βλάϐος αὐτῷ ἐκ τούτων γίνεται.

76. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 244 » pp. 235-235

Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγήν, παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος ἀπεπνίγετο.

77. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 245 » pp. 352-352

Ὁ δὲ τοῦ οἴκου κληθεὶς ὑπὸ τοῦ φίλου ἦλθεν εὐθέως δειπνήσων εἰς ἀρούρας.

78. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 274 » pp. 179-179

Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· « Ἀλλ’ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντα λιμώττειν ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου, ἐὰν ἀποθάνω, οὐδὲ ταφῆς ἀξιωθήσομαι. » Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν καὶ ἑτέρων πεῖραν λάϐωσιν.

79. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 282 » pp. 187-187

Χωλὸς ὄναγρος ὑπὸ σκόλοπος ἐγκεκεντρισμένος ὀδυνηρῶς ἔφερε τὸν πόδα ἀλγῶν καὶ διαϐῆναι τὸν ποταμὸν μὴ δυνάμενος.

80. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 87 » pp. 57-57

Ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ· καθ’ ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσϐῦτιν καὶ τοὺς ὀφθαλμοὺς αὐτῇ χρίων, ἐκείνης μηδαμῶς ἀναϐλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος, αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει.

81. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 142 » pp. 181-181

Τοῦ δὲ ὄνον μηκέτι δυναμένου, ἀλλ’ ὑπὸ τοῦ κόπου ἀποθανόντος, ὁ τοῦ ἵππου δεσπότης οὐ μόνον ἅπερ ὁ ὄνος ἐϐάσταζεν, ἀλλὰ καὶ αὐτὴν <τὴν> τοῦ ὄνου δορὰν τῷ ἵππῳ ἐπέθετο.

82. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 163 » pp. 101-101

Ἶρις, ἡ τῶν θεῶν ἄγγελος, πᾶσι πετεινοῖς ἐκήρυξεν· « Εἴ τις ὑμῶν κρείττων εἰς κάλλος φανῇ, οὗτος πτηνὼν πάντων βασιλεύσει ὑπὸ τοῦ Διός. » Ἐπισυνηγμένων δὲ πάντων ὀρνέων εἰς τὴν τῆς Στυγὸς κρήνην καὶ ἀπολουομένων, κολοιός, υἱὸς κορώνης γέρων, πάντων ὀρνέων τὰ πτερὰ πρὸς ἑαυτὸν ἁρμοσάμενος, ἦλθεν ἀετοῦ κρείσσων.

83. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 3 » pp. 1-1

Chambry 3.4 Aliter — Autre version Φιλίαν ἐσπείσατο πρὸς ἀετὸν ἀλώπηξ, καὶ ὁ μὲν εἶχε τὴν καλιὰν ἐπάνω τοῦ δένδρου, ἡ δὲ ὑπὸ τὴν ῥίζαν.

84. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 200 » pp. 336-336

Ὁ δὲ λέων ἰδὼν αὐτὴν καὶ ὑπὸ τῆς χαρᾶς παρὰ καιρὸν ὁρμήσας ἐπ’ αὐτὴν τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἔνυξεν.

/ 84