Αἱ δρύες κατεμέμφοντο τὸν Δία ὅτι « ἐπεὶ κοπτόμεθα, τί ἡμᾶς μετὰ τῶν λοιπῶν φυτῶν ἐποίησας ; » Ὁ δὲ Ζεὺς εἶπεν· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς κοπῆς· εἰ μὴ γὰρ ὑμεῖς τὰ στελίδια ἐγεννᾶτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Ὅτι αἴτιοι κακῶν ἑαυτοῖς τινες ὄντες τὴν μέμψιν ἀφρόνως τῷ θεῷ ἐπιτιθέασιν. […] Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ. […] Αἱ δρύες ἐμέμφοντο τῷ Διὶ λέγουσαι· « Τίνος χάριν ἡμᾶς ἐποίησας, ἐπεὶ παρὰ τῶν ἀνθρώπων ἐμέλλομεν κόπτεσθαι ; » Ὁ δὲ πρὸς αὐτὰς ἔφη ὅτι « τῆς τομῆς οὐκ ἐγώ, ἀλλ’ ὑμεῖς αἴτιοι· ἂν γὰρ ὑμεῖς τοὺς στελέχους οὐκ ἐϐλαστάνετε, οὐκ ἂν ὑμᾶς ἐξέκοπτε πέλεκυς. » Cod.
Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐπέκειτο, ἔφη· « Ἀλλ’ ἔγωγε ἐπὶ ταύταις ταῖς ὁμολογίαις εἴσειμι ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθέως ἐξελεύσομαι. » Ἀπὸ τούτου συνέϐη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι. […] Διὸ καὶ μὴ ἔχων πόθεν [ἂν] αὐτὴν εἰσαγάγῃ, διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν. […] Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη· « Ἀλλ’ ἔγωγε ἐπὶ ταύταις εἰσέρχομαι ταῖς ὁμολογίαις ὡς Ἔρως μὲ εἰσελεύσεται· ἂν δ’ εἰσέλθῃ, αὐτὴ ἐχελεύσομαι παραυτίκα. » Ἀπὸ δὴ τούτου συνέϐη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.
Τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτήν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξηθεῖσαν συλλαμϐάνειν εἰς μείζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἐγὼ εὐηθέστατος ἂν εἴην, εἰ τὸ ἐν χειρὶ παρεὶς κέρδος, ἄδηλον ἐλπίδα διώκοιμι. » Ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος, κἂν μικρὸν ᾖ, <ἢ> τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ. […] Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν λέγουσα· « Μὴ λάϐῃς με πρὸς τὸ παρόν, ἀλλ’ ἔασον, ἐπειδήπερ σμικρὰ τυγχάνω· ὅτε δὲ αὐξηθῶ καὶ μεγάλη γένωμαι, λάϐῃς με, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν τότε γενήσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε μῶρος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ κέρδος παρείς, κἂν μικρὸν ᾖ, τὸ ἐν ἐλπίσι διώκοιμι, κἂν μέγα ὑπάρχῃ. » Ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν, κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ. […] Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαϐεῖν αὐτήν, ἀλλ’ ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. « Ἀλλ’ ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαϐεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι’ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.
Ὁ δὲ ἐπιστραφείς, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὅπου ἂν ᾖς, φυλάξομαι σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν δέδωκας. » Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. […] Ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· « Ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν ἔδωκας. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. […] Ἔφησε δ’ ὁ μάγειρος πρὸς κύνα οὕτως· « Ὦ κακὲ κύων, οὐκ ἂν ἐμὲ λανθάνοις· ἢν γὰρ ἐμοῦ καρδίαν δοκεῖς λαμϐάνειν, ταύτην ἐγὼ ἔλαϐον διπλῆν ἐκ σοῦ γε. » Ἐκεῖνα μανθάνει τις ἅπερ μαθεῖν φέρει ἡ τύχη.
Καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπῃ ποῦ τύπτει· τοῦ δέ γε τὰς φρένας ἀνθρώπου καὶ τὰς βουλὰς φανερὰς εἶναι καὶ ἔξωθεν, ἀλλὰ μὴ ἔνδον, ὡς ἂν διαγινώσκηται τί βουλεύεται ἕκαστος· τῆς δὲ οἰκίας ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν. […] Ὁ δὲ τοῦ μὲν ἀνθρώπου κατεμέμφετο τὴν τῶν φρενῶν εἰς τὸ ἔνδον ἀπόκρυψιν, δεῖν λέγων τὰς βουλὰς τῶν ἀνθρώπων ἔξωθεν εἶναι καὶ τὰ διανοήματα, ὡς ἂν ἕκαστος εἴδῃ τί ποτε ὁ ἕτερος βούλεται, καὶ οὕτω τὰς παρ’ ἀλλήλων βλάϐας ἐκφεύγωσιν ἢ καὶ τὰς χρείας ἐξ ἑτοίμου ἀποπληρῶσι· τοῦ δὲ ταύρου τὴν τῶν κεράτων θέσιν ἐκάκιζε, ὅτι ἄνω τῶν ὀμμάτων ἐμφύεται, ὀφείλειν εἶναι ταῦτα λέγων περὶ τὰ στέρνα, ἵνα βλέπῃ ποῦ τύπτει τὸν παροξύνοντα· τῆς οἰκίας δὲ κατεγίγνωσκε ὅτι μὴ τροχοὺς ἔχει καὶ μετακινεῖται ὅπου ἂν ὁ δεσπότης θελήσῃ, ἢ δι’ ἀνάπαυσιν ἴσως, ἢ διὰ τὸ φυγεῖν πονηροὺς καὶ κακούργους γείτονας καὶ ἀγνώμονας.
Αἱ δὲ ἔφησαν· « Ἐϐοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι. […] Αἱ δὲ εἶπον· « Ἐϐοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἦτε καὶ τίσιν ἐπολεμεῖτε. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ μαχόμενοι τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσιν.
Τούτων δέ τις ὑποτυχοῦσα ἔφη· « Ὦ αὕτη, ἀλλ’ εἰ <μή> σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν τοῦτο συνεϐούλευσας. » Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους οἳ τὰς συμϐουλίας ποιοῦνται τοῖς πέλας οὐ δι’ εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον. […] Ἔγνω οὖν καὶ τὰς ἄλλας ἀλώπεκας τοῦτ’ αὐτὸ νουθετῆσαι ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος. […] Ὑπολαϐοῦσα δέ τις αὐτῶν εἶπεν· « Ὠ αὕτη, ἀλλ’ εἰ οὔ σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεϐούλευες. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων οὐ δι’ εὔνοιαν τὰς πρὸς τοὺς πέλας ποιοῦνται συμϐουλίας, διὰ δὲ τὸ αὐτοῖς συμφέρον.
Ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαϐε καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει παρατηρούμενος, ὅπως, ἂν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. […] Ὁ δὲ ἔνδον ὢν τοῦ φωλεοῦ ἔφησε τῷ ἀνθρώπῳ· « Ἀπὸ τοῦ νῦν μηκέτι κάμνῃς· φιλία γὰρ ἐν ἡμῖν οὐκέτι προσγενήσεται, διότι ἐγὼ μὲν τὴν οὐρὰν βλέπων λυποῦμαι, σὺ δὲ τὸν τοῦ υἱοῦ τύμϐον ὁρῶν οὐκέτι εἰρηνεύσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐπιλανθάνεταί τις τῶν κακῶν ἀμοίϐην, ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη. […] Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας (καὶ γὰρ ἐκρύϐη ἐπὶ πέτρας ὀ ὄφις) τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων· « Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς, ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει· ὁρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι, καὶ σὺ δὲ πάλιν τὸν τύμϐον τοῦ υἱοῦ σου βλέπων καθ’ ὥραν, οὐκέτι εἰρηνεύσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμοιϐῆς κακῶν ἐπιλανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη. […] Ὁ δὲ ὄφις λεπτὸν συρίξας εἶπεν· « Οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τύμϐον τοῦ σοῦ τέκνου. » Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμύνης ἐπιλανθάνεται ἐφ’ ὅσον βλέπει μνημόσυνον δι’ οὗ ἐλυπήθη. […] Ὁ ὄφις δὲ λεπτὸν συρίσας εἶπεν· « Οὐκ ἔστιν ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ ταύτην τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τοῦ παιδὸς τάφον. » Ὅτι οὐδεὶς μίσους ἢ ἀμύνης ποτὲ ἐπιλανθάνεται, ἐφ’ ὅσον βλέπει μνημόσυνον δι’ ὧν ἐλυπήθη.
Ὅτι εὔκολον ἡ σωτηρία τοῖς μὴ μεγάλως εὐτυχοῦσιν, τὸν δὲ μέγαν ὄντα τῇ δόξῃ σπανίως ἴδοις ἂν ἐκφυγόντα τοὺς κινδύνους. […] Εὔκολον εἰς σωτηρίαν τὸ εὐτελές· οἱ λαμπροὶ δὲ τῇ δόξῃ μόλις ἂν διαφύγοιεν τοὺς κινδύνους.
Μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· « Ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ. » Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει. […] Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ μένε τέως ἐνταῦθα σύ, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες. » Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει. […] Ἑτέρα δὲ αὐτῇ ἀλώπηξ γελῶσα ἔφη· « Οὐκ ἐξελεύσῃ, ἕως ἂν τὴν γαστέρα ποιήσῃς οἵαν ὅτε εἰσῆλτες. » Ὅτι οὐ δεῖ τινα δολίως ἢ ἀπλήστως πλεονεκτεῖν· ἐν ὑστέρῳ γάρ, κἂν μὴ θέλῃ, πάντα κακῶς ἀποδώσει.
Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ’ ἔφη· « Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον. » Ὑπολαϐὼν δὲ ὁ λέων οὕτως ἔφη· « Ἐφ’ ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν· εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι. […] Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει· « Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση <πέλει>. » Ἔφη δ’ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε· « Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, †πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους.† » Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες. […] Ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη· « Ὁρᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες. » Κἀκεῖνος εἶπεν ὑπομειδιάσας· « Εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος. » Ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει.
Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. » Οὕτος καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἷ δι’ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται. […] Ὑπολαϐὼν δὲ ὁ ἱέραξ ἔφη· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, οἵτινες δι’ ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προΐενται. […] Καὶ ὁ ἱέραξ ὑπολαϐὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἱ δι’ ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι.
Παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαϐὼν τὸν Ἑρμῆν, ἧκεν εἰς τὸ προαστεῖον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον. […] Ὁ δὲ ὑποτυχὼν ἔφη· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὅτι, ἂν σὺ θέλῃς, τοῦς ἐμαυτοῦ βόας ἀπολήψομαι. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην. […] Τῆς δὲ τῶν βοῶν ἀπωλείας ἀγγελθείσης τῷ Τειρεσίᾳ, ἐκεῖνος παραλαϐὼν τὸν Ἑρμῆν ἐξῆλθεν, οἰωνόν τινα περὶ τοῦ κλέπτου σκεψόμενος καὶ τούτῳ παρῄνει φράζειν αὐτῷ ὅντινα ἂν τῶν ὀρνίθων θεάσηται.
Ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοϐος γενόμενος, ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανόν, εἶπε· « Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω. » Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν. […] Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν. […] Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διί, ἂν τὸν λαϐόντα μόσχον κλέπτην ὑποδείξῃ, ἔριφον εἰς θυσίαν προσάξειν.
Ἰατρὸς ἐκκομιζομένῳ τινὶ τῶν οἰκείων ἐπακολουθῶν ἔλεγε πρὸς τοὺς προπέμποντας ὡς οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε. […] Ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἀπέθανε. » Τῶν δὲ παρόντων τις ὑπολαϐὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. » Τῶν δὲ παρόντων ὑπολαϐών τις ἔφη· « Ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.
Τῆς δὲ κατηγορούσης αὐτοῦ δυσσέϐειαν, εἴπερ μὴ ἀρκεσθεὶς οἷς ἤδη πεπλημμέληκε, καὶ τὴν μητέρα ἐλωϐήσατο, ἐκεῖνος ὑποτυχὼν εἶπεν· « Ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἐπέπληξάς μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, ὡς καὶ ἐπὶ θάνατον ἀπάγεσθαι. » Ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ ἀρχὰς κολαζόμενον ἐπὶ μεῖζον αὔξεται. […] Τῆς δὲ κατηγορούσης αὐτὸν ὡς δυσσεϐῆ, ἐκεῖνος ἔφη· « Ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἔπληξάς με, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, καὶ ἐπὶ θάνατον ἠγόμην. » Ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ ἀρχὰς μὴ κωλυόμενον ἐπὶ μεῖζον αὔξει. […] Τῆς δὲ βοησάσης καὶ εἰπούσης ὡς ἤδη πεπλημμέληκεν, οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ κατηγοροῦντος αὐτοῦ ὡς μὴ ἀρκεσθέντος τοῖς προτέροις κακοῖς, ἀλλὰ καὶ εἰς τὴν ἰδίαν μητέρα ἠσεϐηκότος, ἔφη ἐκεῖνος· « Αὕτη ἐγένετο τῆς ἐμῆς ἀπωλείας αἰτία· εἰ γὰρ ἡνίκα τὴν τοῦ συμφοιτητοῦ μου δέλτον ἔκλεψα καὶ ἤνεγκα αὐτῇ, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων ἐχώρησα καὶ ἐπὶ τὸν θάνατον ἠγόμην. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ κακὸν κατ’ ἀρχὰς μὴ κολαζόμενον ἐπὶ μεῖζον αὔξεται. […] Ἀλλ’ ὀπίσωθεν [αὐτοῦ] ἡ μήτηρ ἱσταμένη [καὶ] κλαίουσα ἐϐόα· « Τί πέπονθας τοῦτο, [ἐμὸν] ὦ τέκνον ; » Ὁ δ’ ἔφησε πρὸς τὴν μητέρα· « Ἔγγισον δή μοι καὶ δὸς ἀσπασμόν, μῆτερ, τὸν τελευταῖον. » Ἡ δ’ ἐλθοῦσα πλησίον τούτου, ἔδακεν εὐθὺς τὴν ῥίνα ταύτης, καὶ δακὼν ἀπέκοψεν εἰς τέλος, λόγον εἰπὼν τοιόνδε ταύτῃ· « Εἰ γὰρ σύ, μῆτερ, τὸ πρῶτον ἐτύπτησάς με, ὅτε δέλτον σοι ἔφερον, οὐκ ἂν φόνῳ παρεδόθην. » Οὗτος ὁ μῦθος λέγει· Δεῖ τοὺς φρονίμους τὰς ῥίζας ἐκκόπτειν τῶν σφαλμάτων· ἤγουν τὰς ἀρχὰς τῶν ἁμαρτημάτων καὶ τῶν ἄλλων κακῶν, ὅπως τῆς ῥίζης κοπείσης οἱ κλάδοι ξηρανθῶσιν. […] Τῆς δὲ μητρὸς καὶ τῶν ἄλλων κατηγορούντων ὡς οὐ μόνον κέκλοφεν, ἀλλ’ ἤδη καὶ εἰς τὴν μητέρα ἠσέϐηκεν, ἐκεῖνος εἶπεν· « Αὕτη γάρ μοι τῆς ἀπολείας γέγονεν αἴτιος· εἰ γὰρ ὅτε τὴν δέλτον ἐκεκλόφειν, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων χωρήσας νῦν ἠγόμην ἐπὶ τὸν θάνατον. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν μὴ κατ’ ἀρχὰς κολαζομένων ἐπὶ μεῖζον αὐξάνει τὰ κακά.
Ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν· « Ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις, ὅτε ἐγὼ ἐν στέγεσί που χρησιμεύω καὶ οἴκοις. » Ἡ δὲ βάτος ἔφη· « Ὦ ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν ἔχοις θελῆσαι γενέσθαι, οὐκ ἐλάτη. » Κρείσσων πενία ἄφοϐος ἢ πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν. […] Ἐπαινοῦσα δὲ αὑτὴν ἡ ἐλάτη ἔλεγεν ὅτι « εὐμήκης εἰμι καὶ ὑψηλὴ καὶ εἰς τὰς κατασκευὰς τῶν νεῶν καὶ εἰς τὰ στέγη [καὶ] τῶν μεγάλων καὶ βασιλικῶν οἰκιῶν χρησιμεύω· σοῦ δέ, ὦ βάτε, οὐδὲν ὄφελος· ἄχρηστος γὰρ ὑπάρχεις παντάπασιν. » Ἡ δὲ βάτος εἶπεν· « Ὦ ἐλάτη, εἰ ἀναμνησθείης τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, τάχ’ ἂν καὶ σὺ βάτος γενέσθαι θελήσειας. » Cod.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν οὐκ ἐμμένουσι. […] Λύκος τῶν λοιπῶν στρατηγήσας λύκων νόμους ἔταξε πᾶσιν, ἵνα ὅ τι ἂν ἕκαστος κυνηγήσῃ, πάντα εἰς μέσον ἄξῃ καὶ μερίδα ἴσην ἑκάστῳ δώσῃ, ὅπως μὴ οἱ λοιποὶ ἐνδεεῖς ὄντες ἀλλήλους κατεσθίωσιν.
Διόπερ ἀγανακτήσας, παρατηρησάμενος αὐτὸν κοιμώμενον, τοῦ φάρυγγος ἐπιλαϐόμενος ἀνεῖλε καὶ ἰδὼν αὐτὸν ἐκτεταμένον, εἶπεν· « Ὦ οὗτος, οὐ νῦν σε ἐχρῆν ἁπλοῦν εἶναι, ὅτε τέθνηκας, ὅτε δέ σοι παρῄνουν· καὶ οὐκ <ἂν> ἀνῄρησο. » Οὕτος ὁ λόγος εἰκότως ἂν λέγοιτο ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παρὰ τὸν ἑαυτῶν βίον εἰς τοὺς φίλους πονηρευόμενοι μετὰ τὸν θάνατον εὐεργεσίας κατατίθενται. […] Τοῦ δ’ ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν· « Οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.
Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καὶ ἐμὲ ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Οὕτως οἱ παρὰ τὰς εὐθηνείας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταϐολὰς τὰ μέγιστα δυστυχοῦσιν. […] Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις ὅτε με μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Ὁ μῦθος διδάσκει μὴ ἀμελεῖν ἡμᾶς ἐπὶ τῇ τῶν ἀναγκαίων φροντίδι, ἀλλὰ καιρῷ εὐθέτῳ τὰ πρὸς σωτηρίαν μεριμνᾶν.
Ναυαγὸς ἐκϐρασθεὶς εἰς τὸν αἰγιαλὸν ἐκοιμᾶτο διὰ τὸν κόπον· μετὰ μικρὸν δὲ ἐξαναστάς, ὡς ἐθεάσατο τὴν θάλασσαν, ἐμέμφετο αὐτῇ ὅτι γε δελεάζουσα τοὺς ἀνθρώπους τῇ πραότητι τῆς συνόψεως, ἡνίκα ἂν αὐτοὺς προσδέξηται, ἀπαγριουμένη διαφθείρει. […] Ἡ δὲ θάλασσα ἐν γυναικείῳ σχήματι νυκτὸς ἐπιστᾶσα ἔφη· « Τί με μάτην, ὦ ἄνθρωπε, κακίζεις ; οὔκ εἰμι ἐγὼ αἰτία τῆς ταραχῆς ἣν ἑώρακας, ἀλλ’ οἱ ἐκταράσσοντές με ἄνεμοι· ἂν γὰρ χωρὶς τούτων πλεύσῃ μέ τις, καὶ ἡμερωτέραν εὑρήσει τῆς γῆς ἣν σύ βαδίζεις. » Cod.
Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ· « Φαῖνε, λύχνε, καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει. » Ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ τοῖς λαμπροῖς τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηταί τις, ξένα τυγχάνει.
Ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· « Ἀλλ’ εἰ τὸν πρότερόν σε πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς πρώτοις ἐπιϐαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοϐεροὶ γίνονται.
Τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτόν, ἀποθνῄσκειν μέλλων, ἔφη· « Ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τοιοῦτον ἕρμαιον εὕρηκα ἐξ οὗ καὶ ἀπόλλυμαι. » Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἄνδρα ὃς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσεν.
Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· « Ὦ ματαία, τί ταῦτα ἀνατρέφεις ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται ; » Οὕτως ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα εὐεργετῆται.
Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέατος περιγενέσθαι στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν ἐγένετο, εἰ φωνὴν εἶχεν. […] Ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· « Ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων σε βασιλεῦσαι. » Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.
Ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους ὃς ἂν αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν.
Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· « Ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριϐες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.
Τῶν οὖν πονηρῶν οὐ προσήκει θαυμάζειν, ἂν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσῃ.
Ὁ δὲ εἶπεν· « Ἀλλ’ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποϐλέπομαι ὅτι παρ’ ὃν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα. » Ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.
Κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαϐόντες ἀπ’ ἐκείνου καὶ μέχρι νῦν ἔνθα ἂν ἀλλήλων οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ περιιστάμενοι οὐροῦσιν.
Κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη· « Ἀλλ’, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη· ὅσῳ γὰρ ἂν πλέονα τέκνα σχῇς, τοσούτῳ περισσοτέρας δουλείας στενάξεις. » Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν.
Ἡ δὲ κορώνη ἔφη· « Εἰ οὕτω λαλεῖς, ἔχουσα ἀποκεκομμένην τὴν γλῶτταν, τί ἂν ἐποίησας, εἰ μὴ τετρημένην αὐτὴν εἶχες ; » Cod.
Τοῦ δὲ διερωτῶντος εἰ οὕτως ἀξίαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε οὐδὲν ἐπιδέομαι πείρας· οἶδα γὰρ ὅτι τοιοῦτός ἐστιν ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο. » Ὁ λόγος δηλοῖ ὅτι τοιοῦτος εἶναί τις ὑπολαμϐάνεται ὁποίοις ἂν ἥδηται τοῖς ἑταίροις.
Εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν· « Ἀλλ’ ἡμῖν αἱρετώτερόν ἐστιν ὑπ’ ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ἂν ταραχῆς λάϐωνται, δοκοῦσί τινες εἶναι.
Περιειληθέντος δὲ τοῦ δέσμου τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ περιπεσόντες.
Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· « Ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας ; » Ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρῶν αὐθάδων οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν.
Ὁ δὲ μέλλων ὑπ’ αὐτῶν θύεσθαι ἐδεῖτο ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων.
Καὶ πῶς ἂν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων ; » Ὅτι ἐν μιᾷ βουλῇ καὶ γνώμῃ πάντων τῶν στρατευμάτων ὄντων κατὰ τῶν ἐναντίων νίκην ποιοῦνται.
Στὰς δὲ πόρρωθεν πρὸς αὐτὸν ταῦτα λέγει· « Ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας ; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις ; » Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει· Σὺ δέ, ὦ λύκε, δικαίως τοῦτ’ ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι. » [Ὅτι] πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις ὁ μῦθος.
Τῶν δὲ κυνῶν ἔσθ’ ὅτε μὴ δυναμένων καταλαϐεῖν τὸν λύκον καὶ διὰ ταῦτα ὑποστρεφόντων, ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαϐών, οἷα δὴ λύκος, συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν.
Ἡ δὲ μέλλουσα τελευτᾶν στενάξασα πρὸς ἑαυτὴν ἔφη· « Δίκαιά γε πάσχω, ὅτι τὴν σώσασάν με ἄμπελον ἠδίκησα. » Οὗτος ὁ λόγος λεχθείη ἂν κατὰ ἀνδρῶν οἵτινες τοὺς εὐεργέτας ἀδικοῦντες ὑπὸ θεοῦ κολάζονται.
Ἡ δ’· « Ἀλλ’ εἰ τοσαύτας, εἶπε, φρένας ἐκέκτησο, ὁπόσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν κατέϐης, πρὶν ἢ τὴν ἄνοδον σκέψασθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν. […] Ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα ἔφη· « Ὦ ἀνόητε, εἰ τόσας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ ἂν κατέϐης, εἰ μὴ τὴν ἄνοδον ἐσκέψω. » Ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων οὕτω ποιεῖσθαι τὰς τούτων ἐγχειρήσεις. […] Ἡ δὲ ἀλώπηξ τοῦτον ἐκϐλεψαμένη ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει· « Ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ, εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας, οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον ᾔδεις. » Οὕτω τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρῶτον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐπιχειρεῖν.
Ὁ δὲ κναφεὺς ὑπολαϐὼν ἔφη· « Ἀλλ’ οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι· δέδια γὰρ μή πως ἅπερ ἐγὼ λευκαίνω, αὐτὸς ἀσϐόλης πληροῖς. » Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.
Ἂν οὖν τις ταύτην οἵαν εὗρεν ἀφήσῃ, ἐπὶ μικροῦ μένει· ἂν δὲ μάχεσθαι θέλῃ πρὸς ταύτην, οὕτως ἐκ μικροῦ οἰδεῖ καὶ εἰς μέγα προέρχεται. » Cod.
Χειμὼν ἔσκωψε εἰς τὸ ἔαρ καὶ αὐτὸ ὠνείδισεν ὅτι εὐθὺς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδείς, ἀλλ’ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἄρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἢ καὶ ῥόδον τι περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιϐὰς νεὼς καὶ διαϐαίνων πέλαγος, ἂν τύχῃ, παρ’ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμϐρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. « Ἐγώ, ἔφη, ἄρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανόν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν καὶ δεδιέναι καὶ τρέμειν καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἶκοι ἠνάγκασα. – Τοιγαροῦν, ἔφη τὸ ἔαρ, σοῦ μὲν κἂν ἀπαλλαγεῖεν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε ὀνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται. » Cod.
Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα· « Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι ; τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης, πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι. » Ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι.
Τοῦ δὲ μὴ πειθομένου, ἐκεῖνος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκετόν, ἥνικα ἂν μὴ φαίνωνται κάνθαροι. Ὁ μῦθος δηλοῖ μηδενὸς καταφρονεῖν, λογιζομένους ὡς οὐδείς ἐστιν ὃς προπηλακισθεὶς οὐκ ἂν δυνηθείη ἑαυτῷ ἐπαμῦναι.
Ἀνὴρ πένταθλος ἐπὶ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθών, ἀλαζονευόμενος ἔλεγεν ὡς πολλὰ καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας, ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφασκε παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. […] Τούτου ἡ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, ἡ δὲ νέα τὰς πολιάς, ἕως [ἂν] αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἁπάντων.
Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις ; » Ὁ δὲ πρὸς αὐτὴν <ἔφη>· « Καὶ τί ποιήσω ; οὐ γὰρ δύναμαι τῆν ζωὴν ἄλλως ἔχειν. » Ἣ συμϐουλεύει ἐπίληπτον γενέσθαι καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων, ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς.
Ἀγαγοῦσα οὖν αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ κατὰ τὸν νόμον οὐκ ἐχρήσατο διὰ τὴν βασιλείαν, τὸ γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε· καὶ παρῄνει αὐτῷ ὡς ἂν τοῦτο αὐτὸς λάϐῃ.
Τῆς δὲ γυναικὸς αὐτοῦ πυθομένης· « Καὶ ποῦ σοι ταῦτα, ἢν ὑγιάνῃς ; » ἐκεῖνος ἔφη· « Οἴει γὰρ ἂν ἀναστῆναί με ἐντεῦθεν, ἵν’ οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται ἅπερ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.
Ὁ δὲ εἶπε· « Μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους οἳ τὰς φιλίας μέχρις ἑστίασεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν.
Μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν, ἡ Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν· « Ὦ οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σεαυτοῦ ἀϐουλίαν, ἀλλ’ ἐμὲ ᾐτιῶ. » Οὕτω πολλοὶ τῶν ἀνθρώπων δι’ ἑαυτοὺς δυστυχήσαντες τοὺς θεοὺς αἰτιῶνται.
Τοῖς δ’ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· « Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ’ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. » Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· « Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί. » Ὁ μῦθος <ὅτι> οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω].
Ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἀποδύσῃ.
« Τρέφου, » λέγων, « ὦ φίλε, ὅ τι ἂν βούλῃ καὶ μὴ αἰδεσθῇς ἐμὲ τὸν προσφιλῆ σου. »] Ὁ οὖν βάτραχος τὸν μῦν προσεκεκλήκει.
Ἀπαλλαγείσης δὲ αὐτῆς, ὁ ἕτερος καταϐὰς ἀπὸ τοῦ δένδρου, ἐπυνθάνετο τί [ἂν] πρὸς τὸ οὖς ἐλάλει αὐτῷ ἡ ἄρκτος.
Ὁ λόγος δηλοῖ ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν περὶ ἃ ἂν πρότερον πταίσωμεν.
Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγίγνετο, ἀπαλλαττόμενος ἔφη πρὸς αὑτόν· « Ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσι, ἄλλα δὲ ποιοῦσιν. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους τοὺς ἀνθρώπους οἳ τοῖς λόγοις οὐκ ἔχουσι τὰ ἔργα ἀκόλουθα.
Λύκου δ’ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. « Νῦν μὲν γάρ, φησί, λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι. » Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ’ ἡμέρας δ’ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν.
Καὶ ἣ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς αὑτήν· « Δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν φορτίων αὐτοῦ καὶ αὐτὸν ἔφερον. » Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλῦσιν.
Ὁ μῦθος δηλοῖ ὅτι οὕτως πολλοὶ τῶν ἀνθρώπων χρεωφειλέται, μέχρις ἂν κατέχωσι τὰ ἀλλότρια χρήματα, δοκοῦσιν εἶναί τινες· ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ὑπῆρχον πρότερον φαίνονται.
Ἡ δ’ ἀλώπηξ μακρόθεν ἑστῶσα ἔφη· « Ὦ λέον, μὴ ζήτει καρδίαν· αὕτη γὰρ ἀληθῶς καρδίαν οὐκ εἶχεν· εἰ γὰρ καρδίαν εἶχεν, δὶς εἰς χεῖρας λέοντος οὐκ ἂν ἦλθεν. » Cod.