/ 65
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 301 » pp. 265-265

Ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα· « Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω. » Ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη· « Διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω, ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται. […] Ἡ δ’ ἱκέτευεν αὐτὸν λέγουσα οὕτως· « Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, κἀγὼ δέ σοι πέρδικας <πολλὰς> προσάξω. » Ὁ δ’ ἀνηλεῶς ἔφη πρὸς ταύτην τάδε· « Σὺ <δὴ> ταῖς πέρδιξι προσαγγεῖλαι θέλεις εἰς χεῖρας ἐμάς τινα μὴ πλησιάσαι. » Ὁ μῦθος πρὸς τὸ μηδ’ ὅλως πιστεύειν τοῖς ἐχθροῖς.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 210 » pp. 149-149

Ὁ δὲ λέων ἔφη· « Ὦ φίλη, τίς σε οὕτως διανέμειν ἐδίδαξεν ; » Ἡ δὲ ἀλώπηξ ἔφη· « Ἡ τοῦ ὄνου συμφορά. » Ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις γίνονται τὰ τῶν πέλας δυστυχήματα. […] Καὶ ὁ λέων πρὸς αὐτήν· « Τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν ; » Ἡ δ’ εἶπεν· « Ἡ τοῦ ὄνου συμφορά. » Ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα. […] Ὁ δὲ λέων ἔφησε πρὸς ταύτην οὕτως· « Τίς σ’ ἐδίδαξε μερίζειν οὕτως, φίλη ; » « Ἡ συμφορὰ τοῦ ὄνου τοῦ μακαρίτου. » Ὁ λόγος δηλοῖ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις τυγχάνουσι τὰ τῶν πέλας δυστυχήματα.

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 293 » pp. 47-47

Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχων καὶ τοῦ οἴνου, [ἐπειδὴ προειστιᾶτο,] καὶ διαϐασανιζόμενον ἔλεγεν· « Ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα. » Ἡ δὲ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἀπέχθεται ὡς οἴκοθεν προιέμενος. […] Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Ὁ μῦθος οὗτος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀπαιτηθῇ ταῦτα, οὕτως ἄχθεται ὥσπερ ἐὰν οἴκοθεν ταῦτα ἐδίδου. […] Τῆς δὲ εὐωχίας προϊούσης, καὶ ἐξογκωθείσης τῆς γαστρὸς τοῦ παιδὸς ἀπὸ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἀλλ’ ἃ κατέφαγες. » Ὁ μῦθος δηλοῖ πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις τὰ ἀλλότρια ἑτοίμως ἀπολαμϐάνων, ὅταν ταῦτα ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 345 » pp. 225-225

Ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαϐὼν λίθον, θὲς ἀντ’ αὐτοῦ καὶ νόμιζε τὸ χρυσίον εἶναι· ὡς γὰρ ὁρῶ, οὐδὲ ὅτε ἦν, ἔχρῃζες αὐτοῦ. […] Ἰδὼν δέ τις αὐτὸν οὕτως πάσχοντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη· « Μὴ λυποῦ· λαϐὼν γὰρ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἔχαιρες αὐτῷ. » Ὁ μῦθος δηλοῖ ὅτι εἰς οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ. […] Τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδὼν καὶ τὴν αἰτίαν πυθόμενος· « Μὴ οὕτως, εἶπεν, ὦ οὗτος, ἀθύμει· οὐδὲ γὰρ ἔχων τὸν χρυσὸν εἶχες.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 40 » pp. 9-9

Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας ἀθετήσασαν, ἐπιστραφεῖσα εἶπε τῷ τράγῳ· « Ὦ οὗτος, εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον <ἂν> κατεϐηϐήκεις πρὶν τὴν ἄνοδον ἐσκέψω. » Οὕτως καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν. […] Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας παραϐαίνουσαν, ἐπιστραφεῖσα εἶπεν· « Ὦ οὗτος, ἀλλ’ εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον δὴ <ἂν> κατεϐεϐήκεις πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω. » Οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἰθ’ οὕτως αὐτοῖς ἐπιχειρεῖν. […] Καὶ οὕτως ἐξέϐη τοῦ φρέατος. […] Εἰ γὰρ ὄρθιος σταθεὶς τοὺς ἐμπροσθίους τῶν ποδῶν τῷ τοίχῳ προσερείσεις, καὶ τὰ κέρατα ὁμοίως εἰς τοὔμπροσθεν κλινεῖς, ἀναδραμοῦσα διὰ τῶν σῶν αὐτὴ νώτων καὶ κεράτων, καὶ ἔξω τοῦ φρέατος ἐκεῖθεν πηδήσασα, καὶ σὲ μετὰ τοῦτο ἀνασπάσω ἐντεῦθεν. » Τοῦ δὲ τράγου πρὸς τοῦτο ἑτοίμως ὑπηρετησαμένου, ἐκείνη τοῦ φρέατος οὕτως ἐκπηδήσασα ἐσκίρτα περὶ τὸ στόμιον ἡδομένη. […] Ἡ δ’· « Ἀλλ’ εἰ τοσαύτας, εἶπε, φρένας ἐκέκτησο, ὁπόσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν κατέϐης, πρὶν ἢ τὴν ἄνοδον σκέψασθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 27 » pp. 26-26

Ὁ δὲ ἀπεκρίνατο· « Ἀλλ’ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. » Οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιαγάγωσιν. […] Καὶ ὃς ἀπεκρίνατο· « Ἀλλ’ εἰ μὴ οὕτως ὁ ποταμὸς ταράττεται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσιν περιάγωσιν.

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 130 » pp. 316-316

Ἀθηνᾶ δὲ αὐτῷ ἐπιφανεῖσα εἶπε· « Πέπαυσο δέ, ἄδελφε, τοῦτό ἐστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον· ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται. » Ὅτι πᾶσι φανερὸν καθέστηκεν ὡς αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάϐης ὑπάρχουσιν. […] Ἂν οὖν τις ταύτην οἵαν εὗρεν ἀφήσῃ, ἐπὶ μικροῦ μένει· ἂν δὲ μάχεσθαι θέλῃ πρὸς ταύτην, οὕτως ἐκ μικροῦ οἰδεῖ καὶ εἰς μέγα προέρχεται. » Cod.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 176 » pp. 92-92

Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν ἐξιὼν παρ’ ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς αὐτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν. » Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν. […] Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ κἀκεῖνον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν καθ’ ἑκάστην μοχθεῖ, ἐκεῖνος δὲ μηδὲν πονῶν τοῖς αὐτοῦ τρέφεται πόνοις, ὑπολαϐὼν αὐτὸς εἶπε· « Μὴ ἐμέ, ἀλλὰ τὸν δεσπότην μέμφου, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλὰ πόνους ἀλλοτρίους ἐσθίειν. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν νέων οἱ μηδὲν ἐπιστάμενοι οὐ μεμπτοί εἰσιν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 252 » pp. 172-172

Τῆς δὲ λεγούσης ὡς οὐ δύναται αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πάντας πολεμεῖ πτηνούς, ἔφησεν αὑτὴν μὴ ὄρνεον εἶναι, ἀλλὰ μῦν, καὶ οὕτως ἀφείθη. […] Τῆς δὲ φαμένης μὴ δύνασθαι αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πᾶσι τοῖς πτηνοῖς πολεμεῖν, αὐτὴ ἔλεγεν οὐκ ὄρνις, ἀλλὰ μῦς εἶναι, καὶ οὕτως ἀφείθη.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 177 » p. 135

Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ’ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 213 » pp. 341-341

Τὸν δὲ νεϐρὸς ἐξ ὕλης ἰδὼν ἔφησεν· « Οἴμοι τῷ ταλαιπώρῳ· τί γὰρ μεμηνὼς οὕτως οὐχὶ ποιήσει, ὃς ὑπῆρχε οὐδὲ σωφρονῶν φορητός. » Ὁ λόγος πρὸς ἄνδρα φύσει ὀργιλὸν καὶ αἱμοϐόρον.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 281 » pp. 360-360

Τὸν δ’ εἶδεν ἀλώπηξ, κερτομοῦσα δ’ εἰρήκει· « Πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις ; » Ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 336 » pp. 373-373

Τέττιξ δὲ τούτους οὕτως ἰδὼν ποιοῦντας, αὐτὸς λιμώττων καὶ μέλλων τεθνηκέναι, δραμὼν παρ’ αὐτοὺς ἐδωδὴν ἐπεζήτει. […] Ἰδὼν δὲ τέττιξ τούτους οὕτως ποιοῦντας, αὐτὸς λιμώττων καὶ μέλλων ἀποθνῄσκειν, δραμὼν εὐθέως τροφὴν αὐτοὺς ἐζήτει.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 318 » pp. 365-365

Κύων δὲ ἰδὼν πρὸς αὐτὸν οὕτως λέγει· « Πῶς ἄγων τοῦτον ἔνδοθεν εἰς τὴν μάνδραν ποίμνια βούλει σοι τοῦ ζωογονεῖσθαι ; » Ὅτι μεγίστην βλάϐην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 272 » p. 189

Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· « Ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριϐες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 358 » p. 272

Καὶ δὴ συλλαϐών· « Τίς εἶ σύ, ἀνεϐόα, ὅτι πάντα μου μέλη κατεϐοσκήσω εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων ; » Ἡ δὲ ἐϐόα· « Οὕτως ζῶμεν, μὴ κτείνῃς· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι. » Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· « Ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα οὐδ’ ὅλως πρέπει καθόλου που φυῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 359 » p. 273

Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα· « Τὶ δή [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων], μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης καὶ τὸ αἷμα <αὐτῶν> χανδόθεν πινούσης ; Ὁ δ’· « Οὐκ ἄχαρίς εἰμι μερόπων γένει· στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως], τρίϐομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους. » Ἡ δέ· « Ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος <δὴ> μόρος, ὅτε καὶ τύχῃ συμϐαίνει <μοι ἁλῶναι>.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 76 » pp. 50-50

Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ, καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. […] Καὶ ἐγένετο οὕτως, τῆς θεᾶς ἰλασθείσης, ὡς ὁ μῦθος ληρεῖ.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 264 » p. 237

Τοῦ δὲ διερωτῶντος εἰ οὕτως ἀξίαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε οὐδὲν ἐπιδέομαι πείρας· οἶδα γὰρ ὅτι τοιοῦτός ἐστιν ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο. » Ὁ λόγος δηλοῖ ὅτι τοιοῦτος εἶναί τις ὑπολαμϐάνεται ὁποίοις ἂν ἥδηται τοῖς ἑταίροις.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 271 » p. 191

Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέλαϐεν, εἶθ’ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 139 » pp. 318-318

Ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ, ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφη· « Ὢ τῆς συμφορᾶς· τί τῷ τάλᾳ συνέϐη· ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης, νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν. » Ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ· πολλοὶ γὰρ ἐν γήρᾳ ἀνηλώθησαν κόπῳ.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 309 » p. 78

Καὶ στερρὸς ὁ κυϐερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· « Ἀλλ’, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου. » Ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάϐλητον ἐννοουμένους.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 172 » pp. 127-127

Ὁ δὲ ἔφη πρὸς αὐτήν· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι. » Καὶ ἡ κορώνη ἀπεκρίνατο· « Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ. » Οὕτω πολλοὶ διὰ φόϐον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 325 » pp. 213-213

Πολλῆς δὲ φιλονεικίας παρὰ τῶν ἀμφοτέρων γεγονυίας, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν· « Ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 70 » pp. 45-45

Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· « Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας ; » Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 238 » pp. 351-351

Τί δέ, ὦ μῆτερ, οὕτω φοϐῇ τοὺς κύνας ; » Ἡ δὲ πρὸς αὐτὸν οὕτως ἔφη γελῶσα· « Ὅτι μὲν ἐγὼ ταῦτα πάντα κατέχω εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον· ἐπὰν δὲ κυνὸς ὑλακὴν ἐπακούσω, εὐθὺς σκοτοῦμαι καὶ τῇ φυγῇ κινοῦμαι. » Ὁ μῦθος δηλοῖ ὅτι ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιρρώννυσιν.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 311 » pp. 205-205

Τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα· « Ἄθλιαι ἡμεῖς, εἴγε αὐταί, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτω σφόδρα κόπτονται καὶ κλαίουσιν, » ἐκείνη ὑποτοχοῦσα εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε, τέκνον, εἰ οὕτως οἰκτρῶς αὗται θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι καὶ ἀλλοτρίας συμφορὰς ἐργολαϐεῖν.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 192 » pp. 138-138

Βέλτιον οὖν ἦν ἑαυτοὺς θανατῶσαι καὶ μὴ κακίστῳ ζῆν οὕτως ἐν <τῷ> φόϐῳ. » Ταῦτα δὲ αὐτῶν πρὸς ἀλλήλους εἰπόντων, ἀπεκίνησαν πρὸς λίμνην πεπτωκέναι. […] Εἷς δὲ λαγωὸς στρατηγέτης τυγχάνων ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐϐόα· « Στῆτε, ἀδελφοί, μηδὲν κακὸν ποιοῦντες· ἰδοῦ καὶ γένος ἄλλον ἡμᾶς δειμαίνει. » Τοῦτο οὕτως λέγει· οἱ πτωχοὶ καὶ ἀδύνατοι ἀνθρώποι αἱροῦνται μᾶλλον θανεῖν ἢ καταφρονεῖσθαι· ἐπὰν δέ τινας ἴδωσιν αὐτῶν ἐπιδεομένους, οὐκέτι μέμνηνται τοῦ θανάτου.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 136 » pp. 128-128

Ὁ δ’ ὄφις ἀνεϐόα· « Ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐϐούλου καὶ θάνατον προσάγειν ; Ὅμως πέπονθας ὃ ἐϐούλου μοι πρᾶξαι. » Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 184 » pp. 254-254

Ἔφησε δ’ ὁ μάγειρος πρὸς κύνα οὕτως· « Ὦ κακὲ κύων, οὐκ ἂν ἐμὲ λανθάνοις· ἢν γὰρ ἐμοῦ καρδίαν δοκεῖς λαμϐάνειν, ταύτην ἐγὼ ἔλαϐον διπλῆν ἐκ σοῦ γε. » Ἐκεῖνα μανθάνει τις ἅπερ μαθεῖν φέρει ἡ τύχη.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 333 » pp. 294-294

Ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει· « Ἀλλ’ ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων, καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη· σὺ δ’, ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων. » Ὅτι κρεῖσσόν ἐστι περίϐλεπτόν τινα εἶναι ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 163 » pp. 101-101

Ὁ μῦθος δηλοῖ ὅτι οὕτως πολλοὶ τῶν ἀνθρώπων χρεωφειλέται, μέχρις ἂν κατέχωσι τὰ ἀλλότρια χρήματα, δοκοῦσιν εἶναί τινες· ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ὑπῆρχον πρότερον φαίνονται. […] Ὅτι δεῖ τὸν καθένα οἷος καὶ ὑπάρχει οὕτως καὶ φαίνεσθαι καὶ μὴ, πένης ὤν, φαίνεσθαι πλούσιος.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 178 » pp. 64-64

Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι. » Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 195 » pp. 257-257

Ὁ δὲ <σκύμνος> πρὸς αὐτὴν οὕτως ἀντέφη· « Ἕνα μὲν σκύμνον ἡ <ἐμὴ> μήτηρ τίκτει, ἀλλὰ λέοντά <γε>, ὡς νῦν ἐμὲ βλέπεις. » Πρὸς τοὺς ὀλίγα πράττοντας, συνετῶς δέ.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 310 » pp. 204-204

Τοῦ δὲ λέγοντος· « Ὀλίγον ἀνιάσει, μετὰ δὲ ταῦτα οὐκέτι ὀσφρανθήσει, » αὐτὸς πρὸς αὐτὸν οὕτως ἐϐόα λέγων· « Τί διὰ τὴν σὴν ἥνπερ κτᾶσαι νῦν τέχνην ἡμεῖς ἅπαντες διώξομεν ὀσφρήσεις ; » Ὅτι οὐ χρὴ ἡμᾶς συγκοινωνεῖν ταῖς ματαίαις συμϐουλίαις.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 206 » p. 258

Ἡ δ’ ἀπολογίας καιρὸν αἰτήσασα· « Καὶ τίς σε, ἐφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν ὅσον ἐγώ, πανταχόσε περινοστήσασα, καὶ θεραπείαν ὑπὲρ σοῦ παρ’ ἰατρῶν ζητήσασα καὶ μαθοῦσα ; » Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· « Εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ. » Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· « Οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ καθ’ ἑτέρου μηχανώμενος καθ’ ἑαυτοῦ τὴν μηχανὴν περιτρέπει.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 20 » pp. 281-281

Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας διῆγεν οὕτως ἐν ἀδείᾳ τυγχάνων λαϐὼν εὔκλειαν κατὰ τοῦ πολεμίου τοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτον καὶ καυχωμένου ὡς ὄντος νικηφόρου.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 59 » pp. 284-284

Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ’ ἔφη· « Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον. » Ὑπολαϐὼν δὲ ὁ λέων οὕτως ἔφη· « Ἐφ’ ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν· εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι.

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 100 » pp. 303-303

Ἡ δὲ ἐθρήνει ὀλολύζουσα οὕτως· « Οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην τὴν κόπτουσάν με ταῖς χερσὶ τῶν ἀνθρώπων ὡς τοὺς ἐξ ἐμοῦ γεγενημένους σφῆνας. » Ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι παρὰ τῶν ξένων· ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμϐῇ μικρὸν αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 154 » pp. 118-118

Καὶ δή, εἴ ποτέ τις αὐτὸν θεασάμενος διώκει ἐκτέμνειν βουλόμενος, εἰδὼς οὗ χάριν διώκεται, μέχρι μέν τινος φεύγει τῇ τῶν ποδῶν ταχύτητι συγχρώμενος, πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι· ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτως τῆς σωτηρίας τυγχάνει.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 294 » pp. 199-199

Ὁ δὲ τοῦ παιδὸς τὸ ἄκακον νοήσας ταῦτα πρὸς αὐτὸν οὕτως ἐϐόα, λέγων· « Ἄπελθε, ὦ παῖ, καὶ σῴζου μετ’ εἰρήνης, μὴ θηρεύσας με ἀπολέσῃς ἁπάσας. » Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 326 » pp. 370-370

Ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων, ὅστις κρατηθεὶς ἐϐόα τοῖς παροῦσι· « Μὴ κτείνετέ με εἰκῆ καὶ μάτην, ἄνδρες, ἐπείπερ ἐγὼ οὐκ ἔκτεινα οὐδένα· πλὴν γὰρ τούτου τοῦ χαλκοῦ οὐ κτῶμαι ἄλλο. » Οἱ δὲ πρὸς αὐτὸν ταῦτα οὕτως ἐϐόων· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ ἄρτι, ὅτι μηδὲν δυνάμενος ἐν πολέμῳ τοῖς πᾶσι κράζεις πρὸς μάχην ἐπεγείρων. » Ὁ μῦθος δηλοῖ ὅτι πλεῖστον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιῆσαι.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 327 » pp. 214-214

Ἐκ δευτέρου δὲ ἔφη· « Χονδρολιϐάνου ὀσμῆς πεπλήρωμαι. » Ἐκ τρίτου <δὲ> πάλιν λέγει· « Ψηφῖδος χαλκῆς κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ αὐτοῦ ἔφη αὐτῷ· « Τέκνον, ὡς ὁρῶ, οὐ μόνον τὸ βλέπειν στερίσκῃ, ἀλλὰ καὶ τὰς ἀκοὰς καὶ τὰς ὀσφρήσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως ἔνιοι τῶν ἀλαζόνων ἀνθρώπων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 212 » pp. 143-143

Καὶ δὴ καλέσας οἴκοι ἔφησεν οὕτως· « Δεῦρ’, εἰ βούλει, σήμερον συνευφρανθῶμεν. » Ταῦρον γὰρ ἐϐούλετο φαγεῖν ὁ λέων.

46. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 270 » pp. 82-82

Ὁ δὲ θνῄσκων ἐϐόα· « Ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπ’ ἐκείνων ἀπόλλυνται.

47. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 338 » pp. 340-340

Ὁ δὲ τὸ βέλος ἀποστείλας τοῦ τόξου, λαϐὼν ὁ λέων αὖθις ἔφυγε λέγων· « Ὢ τῆς συμφορᾶς, τί συνέϐη τῷ τάλᾳ ; » Τοῦ δὲ θρηνοῦντος, τοῦτ’ ἡ ἀλώπηξ λέγει· « Ἵνα τι οὕτως ἀκράτως δραπετεύεις ; στῆθι, προσμεῖνον, ἵνα σοι ὁμιλήσω. » Ὁ δὲ πρὸς αὐτὴν μέγα στενάξας λέγει· « Εἰ ὁ τοξότης ἄγγελον τοῦτον κτᾶται, [τὸ σιδήριον μετὰ μικροῦ τοῦ ξύλου,] εἰ ἴδω αὐτὸν ὀφθαλμοῖς τοῖς ἰδίοις, τί δ’ ἄρα, εἴπέ μοι, καινὸν οὐ ποιήσει μετὰ μαχαίρας καὶ κόντου ὃν βαστάζει ; » Ὅτι ἐκ τῆς ἀρκῆς χρὴ σκοπεῖν τὰ τέλη ὅπως καὶ αὐτοὶ περισωθῶσι πάνυ.

48. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 125 » pp. 100-100

Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον ὅ μὴ πάντως περὶ τι ψόγον ἐπιδέχεται.

49. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 199 » pp. 140-140

Πρὸς τόνδ’ ἠπείλει δεινῶς ὁ λέων λέγων· « Σπαράξαι σ’ ἔχω, εἰ μὴ τὴν κόρην δῷς μοι. » Τὸν κίνδυνον δὲ μὴ δυνάμενος φεύγειν ὁ γέρων βουλὴν ἐνόμισεν ἀρίστην, καὶ τόνδ’ ἀμειϐόμενος ἔφησε λόγον· « Ὀδόντας καὶ ὄνυχάς σου κόρη δείδει· λοιπὸν ἔκϐαλ’ ὀδόντας καὶ λήψει τήνδε· τίλλε γοῦν τοὺς ὄνυχας ἅμα κὀδόντας. » Χάριν ἔρωτος, βαϐαί, τοῦ πικροτάτου, προσῆλθε λέων γέροντι τῷ φρονίμῳ οὕτως ταπεινῶς πρὸς ὑπέροφρυν πρέσϐυν κόρην γε ζητῶν δίχ’ ὀδόντων κὀνύχων.

50. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 222 » pp. 155-155

Λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως· ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει· « Πέρυσιν αὐτὸς πολλὰ καθύϐρισάς με. » Ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐϐόα· « Ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ. » Ὁ δὲ πρὸς αὐτόν· « Τὴν ἄρουραν μου νέμεις. » Ὁ δ’ ἀρνὸς ἔφη· « Ἀκμὴν τροφὴν οὐκ εἶδον. » Πάλιν ὁ λύκος· « Ἐκ τῆς πηγῆς μου πίνεις. » Ὁ δ’· « Οὐ πέπωκα ὕδωρ, » αὐτῷ προσεῖπε· « τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου, καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει. » Ὁ δὲ συλλαϐὼν καὶ φαγὼν αὐτὸν εἶπεν· « Ἀλλ’ ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν. » Ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ.

51. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 231 » pp. 159-159

Ὁ δὲ πρὸς αὐτὴν ταῦτα οὕτως ἐϐόα· « Εἰ τρεῖς ἀληθεῖς λόγους νῦν μοι προσείπῃς, εὐθὺς ἐγώ σε συντόμως ἀπολύσω. » Εἶτα πρὸς αὐτὸν ἀντέφησεν ἀλώπηξ· « Εἴθε μὴ, λύκε, μηδαμῶς σε συνήντων· εἰ δὲ καὶ συνήντων, τυφλόν σε ὑπήντων· καὶ νῦν μὴ ζήσαις πάλιν τῇ ὥρᾳ ταύτῃ, καὶ μή ποτ’ αὖθις συναντήσαις μοι, λύκε. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει.

52. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 235 » pp. 163-163

Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· « Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. » Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· « Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ ἄν τις ἥκῃ λαϐεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκϐληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα.

53. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 166 » pp. 124-124

Τοῦτον δ’ ἀλώπηξ ἄνω θεασαμένη κάτωθεν ἕστη προσφέρουσα ἐπαίνους· « Ὄρνεον καλὸν καὶ εὐμέγεθες λίαν χερσὶ κρατούμενον βασιλικαῖς πρέπεις. » Ταῦτα λέγουσα προσάγει καὶ « τὸ εἶναι σὲ βασιλέα ἁπάντων τῶν ὀρνέων, εἰ οὐκ ἦς σιωπηρὸν καὶ φωνῆς δίχα· <τοῦτό γ’> εἰκάζω, ἄλαλος οὕτως πέλεις. » Ἀλλὰ χαυνωθεὶς ὁ κόραξ τοῖς ἐπαίνοις ῥίψας τὸ κρέας ἐκέκραγε μεγάλως.

54. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 101 » pp. 70-70

Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρα τοὺς καλάμους ἀϐλαϐεῖς διαμένοντας, ἐπυνθάνετο αὐτῶν πῶς αὐτὰ μὲν ἰσχυρὰ καὶ ἐμϐριθῆ ὄντα οὕτως κατακλᾶται, οἱ δὲ λεπτοὶ καὶ ἀσθενεῖς ὄντες οὐδὲν πάσχουσι.

55. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 319 » pp. 210-210

Ἀποτεμνομένων δὲ αὐτῶν τὴν ποίμνην καὶ τοῦ ποιμένος ἐπὶ βοηθείᾳ τοὺς κωμήτας ἐπικαλουμένου, ἐκεινοῖ ὑπολαϐόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον· καὶ οὕτως αὐτῷ συνέϐη τῶν προϐάτων στερηθῆναι.

56. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 74 » pp. 49-49

Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διὶ οὕτως, ὅτι, « ἐὰν τὸν κλέπτην τὸν λαϐόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω. » Καὶ δὴ διερχομένου αὐτοῦ εἴς τινα δρυμόν, εὑρίσκει λέοντα κατεσθίοντα τοῦτον τὸν μόσχον.

57. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 86 » pp. 53-53

Ὁ δὲ ἔφη πρὸς αὐτούς· « Βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαι τὰς ῥάϐδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει. » Ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.

58. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 282 » pp. 187-187

Τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαϐαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ’ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ.

59. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 296 » pp. 363-363

Ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.

60. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 103 » pp. 74-74

οὕτως· Πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες γίνονται, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται.

61. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 185 » pp. 134-134

Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως· « Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ· πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι· ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν, καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν. » Ὁ δ’ αἱμοϐόρος καὶ μωρὸς ὄντως λύκος πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα.

62. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 60 » pp. 35-35

Λέγει δὲ πάλιν πρὸς αὐτὸν ὁ σάτυρος· « Τί τοῦτο ποιεῖς ; » Λέγει αὐτῷ· « Καταψύχω τὸ ἔδεσμα, ἐπεὶ λίαν ἐστὶ ζεστόν. » Κἀκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀποστήσομαί σου ἐγὼ τῆς φιλίας, ἐπεὶ γὰρ οὕτως ποιεῖς· ἐκ τοῦ στόματός σου προσφέρεις ψυχρὸν καὶ θερμόν. » Τοιγαροῦν καὶ ἡμᾶς περιφεύγειν δεῖ ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις.

63. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 197 » pp. 142-142

Πολλῶν οὖν θηρίων οὕτως ἀναλωθέντων, ἡ ἀλώπηξ τὸ τέχνασμα τούτου γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου ἠρώτα αὐτόν· « Πῶς ἔχεις ; » Τοῦ δὲ εἰπόντος· « Κακῶς, » καὶ ἐρωτήσαντος· « Διὰ τί, ὦ συντέκνισα, οὐκ εἰσέρχῃ εἴσω ; » ἡ ἀλώπηξ ἔφη· « Ὅτι ὁρῶ, κύριέ μου, πολλὰ μὲν εἰσιόντα τῶν θηρίων, ὀλίγα δὲ ἐξιόντα. » Cod.

64. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 87 » pp. 57-57

Ὅτε γὰρ ἐνόσουν τοὺς ὀφθαλμούς, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ὑπῆρχον ἐν τῇ οἰκίᾳ μου, καὶ ταῦτα ἑώρων· νῦν δὲ οὐ δύναμαι ταῦτα βλέπειν. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων λανθάνουσι διὰ πλεονεξίαν καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

65. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 4 » pp. 3-3

Ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν λογιζομένους ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος ὡς προπηλακισθεὶς μὴ δύνασθαί ποτε ἑαυτὸν ἐκδικῆσαι.

/ 65