/ 61
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 117 » p. 93

Ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαϐὼν δὲ παρ’ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ. Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ εὐηθὴς εἶ παρ’ ἐμοῦ τι ἀποίσεσθαι οἰόμενος, ἥτις οὐ διδόναι, ἀλλὰ λαμϐάνειν παρὰ πάντων εἴωθα. » Ὁ λόγος δηλοῖ ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδανεῖν προσδοκῶντες.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 57 » p. 311

Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν· « Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος· » τὸν δὲ Δία εἰπεῖν· « Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς· λόγον γὰρ ἔχεις λαϐών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. » Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο.

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 325 » pp. 213-213

Πολλοῦ δὲ τοῦ νείκους ἀναφθέντος, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν· « Ἀλλ’, ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι. » Οὕτω παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται δοκεῖν τι εἶναι. […] Πολλῆς δὲ φιλονεικίας παρὰ τῶν ἀμφοτέρων γεγονυίας, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν· « Ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 109 » pp. 88-88

Ἑρμῆς βουλόμενος γνῶναι ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. […] Διόπερ ἐπυνθάνετο ὁ Ἑρμῆς πόσου, καὶ ὁ ἀγαλματογλύφος ἔφη· « Ἀλλ’ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. » Πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίᾳ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα ὁ λόγος ἁρμόζει. […] Εἰπόντος δὲ πλείονος, ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, καὶ νομίσας ὡς, ἐπειδὴ ἄγγελός ἐστι θεῶν καὶ κερδῷος, πολὺν αὐτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 124 » pp. 312-312

Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί. […] Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα ἐγκατακλείσας ἀφῆκεν παρὰ ἀνθρώπῳ τινί.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 279 » pp. 184-184

Οὕτω καὶ οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐφικνεῖσθαι καὶ τὰ μέγιστα δυστυχοῦσιν. […] Οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες καὶ ἃ ἔχουσι δυστυχοῦσι.

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 243 » pp. 112-112

Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καὶ ἐμὲ ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Οὕτως οἱ παρὰ τὰς εὐθηνείας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταϐολὰς τὰ μέγιστα δυστυχοῦσιν. […] Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐταλάνιζεν ὡς ἐπιπονώτατον, εἴγε παρ’ ὅλον τὸν καιρὸν μοχθεῖ παρὰ πάντα τὰ ζῷα.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 137 » pp. 396-396

Ὅτι οἱ εὐτελεῖς καὶ φθονεροὶ ζηλοῦντες τοῦ παρὰ τὴν ἑαυτῶν φύσιν καὶ τῶν κατὰ φύσιν στεροῦνται. […] Ὅτι οἱ φθονεροὶ ζητοῦντες τὰ παρὰ τὴν φύσιν ὑστεροῦνται καὶ τῶν κατὰ φύσιν.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 289 » pp. 362-362

Δράκοντος ἡ οὐρὰ τῇ κεφαλῇ ἐστασίασεν, ἀξιοῦσα ἡγεῖσθαι παρὰ μέρος καὶ μὴ διὰ πάντος ἀκολουθεῖν ἐκείνῃ. Λαϐοῦσα δὲ τὴν ἡγεμονίαν ἑαυτήν τε κακῶς ἀπήλλαττε ἀνοίᾳ πορευομένη καὶ τὴν κεφαλὴν κατέξαινε τυφλοῖς καὶ κωφοῖς μέρεσιν ἀναγκαζομένην παρὰ φύσιν ἕπεσθαι.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 254 » pp. 173-173

Τοῦ δὲ ῥεύματος παρασύραντος αὐτόν, ὑπὸ πολλῆς συσχεθεὶς θλίψεως, καθήμενος παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ὠδύρετο. […] Ξυλευόμενός τις παρὰ ποταμῷ τὸν οἰκεῖον ἀπέϐαλε πέλεκυν. Ἀμηχανῶν τοίνυν παρὰ τὴν ὄχθην καθίσας ὠδύρετο. […] Ὁ δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμϐάντα αὐτοῖς διεξελήλυθεν· ὧν εἱς τις τὰ ἴσα διαπράξασθαι ἐϐουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα κλαίων ἐκάθητο. […] Ἀλλ’ εἷς ἐκ τούτων ἔρχεται παραυτίκα πέλεκυν κρατῶν, τὸν ποταμὸν ἐμϐαίνει, καὶ τὴν ἀξίνην ῥίψας ἐπιτηδείως, κλαίων ἐκαθέζετο παρὰ ταῖς ὄχθαις.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 173 » p. 54

Γεωργοῦ παῖς κοχλίας ὤπτα· ἀκούσας δὲ αὐτῶν τριζόντων ἔφη· « Ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, αὐτοὶ ᾄδετε. » Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 100 » pp. 303-303

Ἡ δὲ ἔφη· « Οὐ τοσοῦτον τὸν κόψαντά με πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ φυέντας σφῆνας. » Ὅτι δεινότερόν ἐστι λύπη, ὅταν τις ὑπὸ τῶν συγγενῶν πάθῃ τι ἢ παρὰ τῶν ἀλλοτρίων. […] Ἡ δὲ ἐθρήνει ὀλολύζουσα οὕτως· « Οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην τὴν κόπτουσάν με ταῖς χερσὶ τῶν ἀνθρώπων ὡς τοὺς ἐξ ἐμοῦ γεγενημένους σφῆνας. » Ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι παρὰ τῶν ξένων· ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμϐῇ μικρὸν αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 21 » pp. 23-23

Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐλυπεῖτο σφόδρα, νομίζων διὰ τὸ εἶναι αὐτὸν ἀλλόφυλον, τούτου χάριν διώκεσθαι παρὰ τῶν ἀλεωκτρυόνων. […] Ὡς δὲ μετὰ μικρὸν κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας, τῆς λύπης ἀπολυθεὶς εἶπεν· « Ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι, ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλήλοις. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς παρὰ τῶν ἀλλοτρίων ὕϐρεις, ὅταν αὐτοὺς ἴδωσι μηδὲ τῶν οἰκείων ἀπεχομένους.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 107 » pp. 98-98

Κἀκεῖνος τοὺς ὀδόντας τρίζων εἶπεν· « Ὁ τόπος με λοιδορεῖ· σὺ μὴ καυχῶ. » Ὅτι καὶ καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἐνδόξους. […] Ὁ δὲ στενάξας ἐκ βάθους τῆς καρδίας τρίζων ὀδόντας πρὸς τὸν ἄρνον ἐϐόα· « Αὐτὸς ὁ τόπος κατακρατεῖ με κάτω· μὴ μάλα καυχῶ, ἀτυχέστατον ζῷον. » Ὅτι καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἀνθρώπων.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 221 » p. 157

Ἡ δὲ ἀπεκρίνατο πρὸς αὐτόν· « Ἀλλ’ οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ κακοῦργοι, ὅταν παρὰ τοῖς εἰδόσι πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 131 » p. 111

Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο.

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 340 » pp. 243-243

Καὶ δή ποτε ὕαινα ἄρσην <πρὸς> ὕαιναν θήλειαν παρὰ φύσιν διετέθη.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 359 » p. 273

Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα· « Τὶ δή [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων], μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης καὶ τὸ αἷμα <αὐτῶν> χανδόθεν πινούσης ; Ὁ δ’· « Οὐκ ἄχαρίς εἰμι μερόπων γένει· στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως], τρίϐομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους. » Ἡ δέ· « Ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος <δὴ> μόρος, ὅτε καὶ τύχῃ συμϐαίνει <μοι ἁλῶναι>.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 274 » pp. 179-179

Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· « Ἀλλ’ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντα λιμώττειν ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου, ἐὰν ἀποθάνω, οὐδὲ ταφῆς ἀξιωθήσομαι. » Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν καὶ ἑτέρων πεῖραν λάϐωσιν. […] Εἰς χείρονα τοίνυν τῶν προτέρων δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’ αὐτοῦ πραττόμενα, μετὰ στεναγμῶν ἔφη· « Οἴμοι τῷ ταλαιπωρῷ, βέλτιον ἦν μοι παρὰ τοῖς προτέροις δεσπόταις μένειν· οὗτος γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου κατεργάσεται. » Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα τοὺς προτέρους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν τῶν δευτέρων λάϐωσι πεῖραν.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 120 » p. 107

Βουλόμενος δὲ γνῶναι εἰ τὴν τύχην μεταλλάξασα μετεϐάλετο καὶ τὴν γλισχρότητα, φερομένης αὐτῆς ἐν φορείῳ κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 205 » p. 148

Ὁ μὲν οὖν παρὰ τὸν ψόφον ἐξαναστὰς ἔφυγεν.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 264 » p. 237

Ὁ δὲ καταλιπὼν τοὺς ἄλλους παρὰ τῷ ἀργοτάτῳ καὶ ἀδηφάγῳ ἔστη.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 165 » p. 131

Περιειληθέντος δὲ τοῦ δέσμου τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ περιπεσόντες.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 175 » p. 233

Τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 209 » p. 151

Ὁ δὲ εἶπεν· « Ἀλλ’ εὖ ἴσθι ὅτι κἀγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ᾔδειν σε ὄνον ὄντα. » Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσιν.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 29 » p. 232

Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν· « Μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον δι’ ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν, » ἐκείνη ἀπαγομένη ἔλεγεν· « Ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν. » Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 146 » pp. 220-220

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ μεγάλα τῶν πραγμάτων παρὰ μικρὸν κωλύονται καὶ οὐ τελοῦνται.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 170 » pp. 251-251

. † » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς πένητας οἵτινες ἐξερχόμενοὶ συνάξαι διατροφὰς συλλαμϐάνονται παρὰ δυναστῶν καὶ κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ’ αὐτῶν τετυφλωμένων ὄντων καὶ ἀσυνέτων.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 267 » pp. 182-182

Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· « Ὦ κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ’ ἀνθρώπων προσκυνεῖσθαι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσιν.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 24 » p. 11

Ἐκϐαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ἐπὶ τὴν ἠιόνα, ὡς ἐθεάσατο σπαίροντας, ἔφη· « Ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε. » Πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 99 » pp. 302-302

Αἱ δρύες ἐμέμφοντο τῷ Διὶ λέγουσαι· « Τίνος χάριν ἡμᾶς ἐποίησας, ἐπεὶ παρὰ τῶν ἀνθρώπων ἐμέλλομεν κόπτεσθαι ; » Ὁ δὲ πρὸς αὐτὰς ἔφη ὅτι « τῆς τομῆς οὐκ ἐγώ, ἀλλ’ ὑμεῖς αἴτιοι· ἂν γὰρ ὑμεῖς τοὺς στελέχους οὐκ ἐϐλαστάνετε, οὐκ ἂν ὑμᾶς ἐξέκοπτε πέλεκυς. » Cod.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 22 » pp. 21-21

Καὶ ἰδοῦ θύννος, διωκόμενος παρὰ μεγίστου ἰχθύος, ἀναπηδήσας εἰσῆλθε ἐν τῷ πλοίῳ αὐτῶν.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 276 » pp. 91-91

Ὁ μὲν ἐν αὐλῇ παρὰ φάτναις δεσμώτης ἔτρωγε κριθάς, χόρτον, ὥσπερ εἰώθει· κύων δὲ χαρίεις ὤν, εὐρύθμως παίζων τὸν δεσπότην περιέσκαιρε ποικίλως· ἐκεῖνος δ’ αὐτὸν κατεῖχε ἐν τοῖς κόλποις.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 347 » p. 271

Χειμὼν ἔσκωψε εἰς τὸ ἔαρ καὶ αὐτὸ ὠνείδισεν ὅτι εὐθὺς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδείς, ἀλλ’ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἄρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἢ καὶ ῥόδον τι περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιϐὰς νεὼς καὶ διαϐαίνων πέλαγος, ἂν τύχῃ, παρ’ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμϐρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. « Ἐγώ, ἔφη, ἄρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανόν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν καὶ δεδιέναι καὶ τρέμειν καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἶκοι ἠνάγκασα. – Τοιγαροῦν, ἔφη τὸ ἔαρ, σοῦ μὲν κἂν ἀπαλλαγεῖεν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε ὀνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται. » Cod.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 106 » pp. 75-75

Καὶ ἐπειδὴ ἐλιποψύχει, εἶπε πρὸς αὑτήν· « Ἀλλ’ ἐγὼ ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν ἐφ’ ἣν κατέφυγον. » Οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκεται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπισφαλῆ.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 118 » p. 90

Καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτοὺς ὅτι γε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐϐοήθουν, ἀλλὰ καὶ ᾖδον.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 79 » pp. 296-296

Ὁ δὲ τοῦτον ἀμειϐόμενος τῆς ἐλευθερίας, ἐπεὶ τοῦτον εἶδεν παρὰ σαθρὸν τοιχίον καθήμενον, κατελθὼν ἦρεν τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάρος.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 206 » p. 258

Ὁ τοίνυν λύκος λαϐόνενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ’ οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μηδ’ εἰς ἐπίσκεψιν ἀφιγμένης.

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 207 » pp. 150-150

Συνέϐη δὲ αὐτὸν μετ’ οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι· ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγετῶν κάλῳ ἐδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη· « Σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ’ ἐμοῦ ἀμοιϐὴν κομιεῖσθαι· νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις. » Ὁ λόγος δηλοῖ ὅτι καιρῶν μεταϐολαῖς οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 291 » pp. 196-196

Διόπερ ἀγανακτήσας, παρατηρησάμενος αὐτὸν κοιμώμενον, τοῦ φάρυγγος ἐπιλαϐόμενος ἀνεῖλε καὶ ἰδὼν αὐτὸν ἐκτεταμένον, εἶπεν· « Ὦ οὗτος, οὐ νῦν σε ἐχρῆν ἁπλοῦν εἶναι, ὅτε τέθνηκας, ὅτε δέ σοι παρῄνουν· καὶ οὐκ <ἂν> ἀνῄρησο. » Οὕτος ὁ λόγος εἰκότως ἂν λέγοιτο ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παρὰ τὸν ἑαυτῶν βίον εἰς τοὺς φίλους πονηρευόμενοι μετὰ τὸν θάνατον εὐεργεσίας κατατίθενται.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 308 » pp. 218-218

Συμϐαίνει δὲ κατά τινα θείαν τύχην τὸ μὲν ἐπιμελούμενον ἡδέως καὶ στερρῶς ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸ δὲ ὀλιγωρούμενον ἐκτελειοῦσθαι.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 330 » pp. 215-215

Σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἧκον πρὸς γεωργὸν καὶ παρὰ τούτου ποτὸν ᾔτουν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος, οἱ μὲν πέρδικες περισκάψειν τὰς ἀμπέλους καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν, οἱ δὲ κύκλῳ περιστάντες τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 200 » pp. 336-336

Ὄμνυμι γάρ σοι εἰς τὰ φύλλα πάντα καὶ πηγὰς μηδὲν κακὸν παθεῖν παρὰ τοῦ λέοντος· ἐγὼ δὲ μόνῃ σοι δουλεύσω. » Οὕτως ἀπατήσασα τὴν δειλαίαν ἔπεισε δεύτερον ἐλθεῖν. […] Ὁ δὲ λέων ἰδὼν αὐτὴν καὶ ὑπὸ τῆς χαρᾶς παρὰ καιρὸν ὁρμήσας ἐπ’ αὐτὴν τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἔνυξεν. […] Ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ τὰς πηγὰς μηδέν τι κακὸν παρὰ τοῦ λέοντος ὑποστῆναί σε. » Τουτοῖς πεισθεῖσα ἡ δειλαία ἔλαφος αὖθις πρὸς τὸ σπήλαιον εἰσῆλθε τοῦ λέοντος.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 32 » pp. 15-15

Μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών· « Οὐδὲν τρώγεις. » Ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι παρὰ τοῦ μυὸς ἔφη· « Ὄμφακές εἰσιν. » Ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθεσθαι τῷ λόγῳ ὁ μῦθος ἐλέγχει.

46. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 59 » pp. 284-284

Ὁ δὲ ἄνθρωπος αὐτῷ ἐλάκει· « Δυνατώτερον ζῷον ὁ ἄνθρωπος παρὰ τὸν λέοντα. » Ὁ δὲ λέων· « Δυνατώτερον ζῷον ὁ λέων. » Καὶ ὁδευόντων αὐτῶν, ἐδείκνυεν ὁ ἄνθρωπος τὰς γεγλυμμένας στήλας ἃς οἱ ἄνθρωποι ἔγλυφον καὶ ἐποίουν λέοντας ὑποτασσομένους καὶ ὑποκάτω ὄντας ἀνθρώπων.

47. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 108 » pp. 97-97

Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· « Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. » Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.

48. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 154 » pp. 118-118

Σωτηρίας χάριν οὐδένα δεῖ λόγον παρὰ τὰ χρήματα τοὺς φρονίμους ἔχειν.

49. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 46 » pp. 34-34

Chambry 46.2 Aliter — Autre version Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· « Ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. » Τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· « Πόθεν σοι ταῦτα, ἐὰν συμϐῇ ὑγιᾶναί σε ; » πρὸς αὐτὴν ἐκεῖνος ἔφη· « Καὶ νομίζεις <ἂν> ἀναστῆναί με, ἵνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν.

50. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 50 » pp. 36-36

Ὁ δέ γε θεὸς τὴν κακότεχνον αὐτοῦ γνοὺς ἐπίνοιαν, εἶπεν. « Ὁπότερον, ὦ οὗτος, βούλει ποιῆσαι, ποίησον· παρὰ σοὶ γὰρ κεῖται τοῦτο πρᾶξαι ἤτοι ζῶν ὃ κατέχεις ἢ νεκρὸν ὑποδεῖξαι. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ θεῖον ἀπαραλόγιστον καὶ ἀλάθητον.

51. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 115 » pp. 68-68

Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς περιτρεπομένης, ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυϐερνήτου περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει.

52. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 225 » pp. 156-156

Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ὦ οὗτος, οὐκ ἀγαπᾷς ἐκ λύκου στόματος σῴαν τὴν κεφαλὴν ἐξενεγκών, ἀλλὰ καὶ μισθὸν ἀπαιτεῖς ; » Ὁ λόγος δηλοῖ ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσίας ἀμοιϐὴ τὸ μὴ προσαδικεῖσθαι ὑπ’ αὐτῶν.

53. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 262 » pp. 174-174

Φρέατος ἔγγιστα καὶ παρὰ τὸ χεῖλος αὐτοῦ τις ἄνθρωπος πεσὼν ὕπνωσεν.

54. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 135 » pp. 114-114

Τούτων δέ τις ὑποτυχὼν ἔφη· « Ὦ οὗτος, ἀλλ’ οὐ νῦν σε ἔδει ταῦτα λέγειν, ὅτε οὐδὲν ὄφελος, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

55. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 231 » pp. 159-159

Ὁ λόγος δηλοῖ ὅτι πολλάκις ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.

56. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 255 » pp. 65-65

Καὶ δὴ ἄρκτου αὐτοῖς συναντησάσης, ὁ μὲν εἷς φοϐηθεὶς ἐπί τι δένδρον ἀναϐὰς ἐκρύϐη ἐν αὐτῷ· ὁ δὲ ἕτερος περιγενέσθαι αὐτῆς μὴ δυνηθεὶς μόνος, ὡς εἶδεν αὑτὸν κυριευόμενον παρὰ τῆς ἄρκτου, πεσὼν ἐπὶ τὴν γῆν προσεποιεῖτο τεθνάναι.

57. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 239 » pp. 165-165

Εἶπον δ’ οἱ μύες καθ’ ἑαυτοὺς τοιαῦτα· « Οὐ παρὰ λόγον ἡμᾶς γαλαῖ ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα ὥσπερ αὕται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. » Καὶ παραυτίκα συμϐούλιον λαϐόντες κατεστήσαντο τοὺς παμμεγέθεις μύας ὡς ἀρχηγέτας καὶ στρατηγοὺς τῶν ἄλλων.

58. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 251 » pp. 171-171

Καὶ ἀπὸ τῶν τότε ἡ αἴθυια παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐνεδρεύει, μήπως ἡ θάλασσα τὸν χαλκὸν ἐξαγάγῃ· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοϐουμένη, ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῶν ἐσθήτων ἐπιλαμϐάνεται τῶν παριόντων, ζητοῦσα τὸ ἴδιον ἱμάτιον ἐπιγνῶναι.

59. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 142 » pp. 181-181

Μακρὰν οὖν στελλομένων πορείαν, ὁ ὄνος ἦν βιαίως ἀχθηφορῶν· διὸ ἔφησε πρὸς τὸν ἵππον· « Συγκάμφθητί μοι, καὶ ἆρον μικρόν τι ἐκ τοῦ φόρτου μου, εἰ μὴ θανεῖν με βούλει παρὰ καιρόν. » Τοῦ ἵππου δὲ μὴ πεισθέντος, ἡ προφήτεια τοῦ ὄνου εἰς ἔργον ἀπέϐη, καὶ ἐθανατώθη ὁ ὄνος κατάκοπος γεγονώς.

60. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 163 » pp. 101-101

Πρόσταγμα παρὰ τοῦ Διὸς ἐξῆλθεν ἐν τῷ ποταμῷ διέλθωσι καὶ λουθῶσι καὶ θεάσῃ αὐτῶν τὴν καλλονήν.

61. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 40 » pp. 9-9

Τράγος δὲ δίψῃ συνεχόμενος, ὡς ἐγένετο παρὰ τὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο εἰ καλὸν εἴη τὸ ὕδωρ.

/ 61