Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ’ ὑπολαϐοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει· « Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει. » Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη· « Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. » Ἡ δὲ εἶπεν· « Τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει ; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη ; » Ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὖξαι τοῖς θεοῖς, ὦ μῆτερ, καὶ τῶν δακρύων ἀπόσχου. » Ἡ δὲ εἶπε· « Καὶ τίς σε τῶν θεῶν, ὦ τέκνον, ἐλεήσει ; τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη ; » Cod.
Τούτων δέ τις ὑποτυχὼν ἔφη· « Ὦ οὗτος, ἀλλ’ οὐ νῦν σε ἔδει ταῦτα λέγειν, ὅτε οὐδὲν ὄφελος, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἀπέθανε. » Τῶν δὲ παρόντων τις ὑπολαϐὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. » Τῶν δὲ παρόντων ὑπολαϐών τις ἔφη· « Ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Ἀλλ’ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας· « Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ’ ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης. » Ὑπολαϐὼν δέ τις τῶν ἐκεῖ παρόντων· « Ὦ οὗτός γε, ἔφησε τῷ ἰητῆρι, οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος· Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι ; ἀλλ’ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι. » Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ εἰρωνεύονται μετὰ τὴν τύχην.
Ὁ δὲ λύκος ἔφη· « Εἰ τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ. » Ἡ δὲ εἶπεν· « Εἴθε μή σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλόν σε ὑπήντησα καὶ μηδαμῶς τῇ ὥρᾳ ταύτῃ ζήσαις καὶ πάλιν συναντήσαις μοι. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει. […] Ὁ δὲ λύκος ἔφη· « Εἰ τρεῖς ἀληθεῖς λόγους εἴποις μοι, ἀπολύσω σε. » Ἡ δὲ ἔλεγε· « Εἴθε μηδαμῶς σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλῷ σοι συνήντησα, καὶ εἴθε μοι τῇ ὥρᾳ ταύτῃ ἀπέθνῃσκες, ἵνα μὴ πάλιν συνήντησάς μοι. » Cod. […] Ὁ δὲ πρὸς αὐτὴν ταῦτα οὕτως ἐϐόα· « Εἰ τρεῖς ἀληθεῖς λόγους νῦν μοι προσείπῃς, εὐθὺς ἐγώ σε συντόμως ἀπολύσω. » Εἶτα πρὸς αὐτὸν ἀντέφησεν ἀλώπηξ· « Εἴθε μὴ, λύκε, μηδαμῶς σε συνήντων· εἰ δὲ καὶ συνήντων, τυφλόν σε ὑπήντων· καὶ νῦν μὴ ζήσαις πάλιν τῇ ὥρᾳ ταύτῃ, καὶ μή ποτ’ αὖθις συναντήσαις μοι, λύκε. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει.
Ὁ δὲ εἶπεν· « Μῆτερ, σύ, ἡ διδάσκουσα, ὀρθὰ βάδιζε καὶ βλέπων σε ζηλώσω. » Ὅτι τοὺς μεμψιμοίρους πρέπον ἐστὶν ὀρθὰ βιοῦν καὶ βαδίζειν, καὶ τότε ὅμοια διδάσκειν. […] « Μὴ λοξὰ περιπάτει, καρκῖνος ἔλεγε τῷ τέκνῳ, μηδὲ ταῖς πτέρναις πρόστριϐε τὰς πλευράς σου. » Ἔφη δὲ τῇ μητρὶ ὁ καρκῖνος· « Ἐμὲ διδάσκουσα, μῆτερ, ἃ λέγεις, ὀρθὰ σὺ βάδιζε καὶ βλέπων σε ζηλώσω. » Ὁ μῦθος τοὺς μεμψιμοίρους ἐλέγχει· πρῶτον γὰρ αὐτοὺς ὀρθὰ βιοῦν δεῖ καὶ τόθ’ ἑτέρους διδάσκειν. […] Καρκίνῳ ποτὲ ἡ μήτηρ παρῄνει· « Μὴ λοξά, τέκνον, ἐμπεριπάτει. » Ὁ δὲ πρὸς αὐτὴν λέγει· « Σύ μοι, ὦ μῆτερ, ὑπόδειξον βαδίζειν καὶ περιπατεῖν, ὄρθια βηματίζουσα, ὅπως ὁρῶν σε κἀγὼ παραζηλώσω. » Ὅτι μεγίστην βλάϐην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία.
Θυμωθεὶς οὖν ὁ βοηλάτης εἶπεν αὐτῇ· « Ὦ κακὸν κτῆμα, τί κράζεις, βίᾳ τῶν ἑλκόντων σε βοῶν σιωπώντων ; » Ὅτι τινὲς ἐπ’ ἀλλοτρίοις πόνοις καὶ πλούτῳ καυχώμενοι μέγα φρονοῦσιν ὡς αὐτοὶ χειμασθέντες ἐν αὐτοῖς. […] Τῆς οὖν ἁμάξης τρυζούσης ἀεὶ φερομένης, θυμωθεὶς ὁ τὰς βοῦς ἐλαύνων ἔφη· « Ὦ κακὸν κτῆμα, τί κράζεις, τῶν βίᾳ σε ἑλκόντων βοῶν σιωπώντων ; » Cod. […] Ὁ δὲ βοηλάτης αὐτῇ ταῦτα λέγει· « Ὦ θρασύτατον κτῆμα κακῶν πραγμάτων, ἵνα τί οὕτω σὺ κατακράζεις, βίᾳ τῶν καθελκόντων σε βοῶν σιωπώντων ; » Ὅτι τινὲς ἐπ’ ἀλλοτρίοις πόνοις καυχώμενοι δοκοῦσι μέγα φρονεῖν ἐπ’ αὐτοῖς.
Ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν· « Ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις, ὅτε ἐγὼ ἐν στέγεσί που χρησιμεύω καὶ οἴκοις. » Ἡ δὲ βάτος ἔφη· « Ὦ ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν ἔχοις θελῆσαι γενέσθαι, οὐκ ἐλάτη. » Κρείσσων πενία ἄφοϐος ἢ πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν. […] Ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι « καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα· καὶ πῶς ἐμοὶ συγκρίνῃ ; » Ἡ δὲ βάτος εἶπεν· « Εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις. » Ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ· τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος. […] Ἐπαινοῦσα δὲ αὑτὴν ἡ ἐλάτη ἔλεγεν ὅτι « εὐμήκης εἰμι καὶ ὑψηλὴ καὶ εἰς τὰς κατασκευὰς τῶν νεῶν καὶ εἰς τὰ στέγη [καὶ] τῶν μεγάλων καὶ βασιλικῶν οἰκιῶν χρησιμεύω· σοῦ δέ, ὦ βάτε, οὐδὲν ὄφελος· ἄχρηστος γὰρ ὑπάρχεις παντάπασιν. » Ἡ δὲ βάτος εἶπεν· « Ὦ ἐλάτη, εἰ ἀναμνησθείης τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, τάχ’ ἂν καὶ σὺ βάτος γενέσθαι θελήσειας. » Cod.
Ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα· « Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω. » Ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη· « Διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω, ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται. […] Ὁ δὲ κυνηγός· « Διὰ τοῦτο μᾶλλόν σε ἐγὼ θύσω, ὅτι τοὺς συγγενεῖς σου ἐνεδρεῦσαι θέλεις. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς φίλους προδιδόντες αὐτοὶ ἐν ταῖς ἐνέδραις ἐμπίπτουσιν. […] Ἡ δὲ ἱκέτευε λέγουσα· « Ἔασόν με ζῆν καὶ ἀντ’ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω. » Ὁ δὲ εἶπεν· « Δι’ αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις. » Ὅτι ὁ κατὰ φίλων αὐτοῦ δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.
Ὅρα καὶ χροιὰν ὡς οὐχ ὁμοία τούτων. » Ὁ δὲ γεωργὸς μέγα γελάσας ἔφη· « Οἶδά σε κἀγὼ οὐδ’ ὅλως ἀγνοῶ σε· ἐπιγινώσκω καὶ τίς ὑπάρχεις οἶδα, ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξῃ. » Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν τοῖς κακοῖς ἀνδράσι, μήπως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν. […] Ἰδὲ καὶ τὴν χροιὰν ὡς οὐχ ὁμοία. » Ὁ δὲ ἔφη· « Οὐκ οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετ’ αὐτῶν σε καὶ ἀπολέσω. » Ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σὺν αὐτοῖς ἐμπαρῇς. […] Ἔγωγε σὺν αὐταῖς σε κατέσχον καὶ τὴν ὁμοίαν ψῆφον ἐπιτάξαι σοι μέλλω. » Ὅτι ἐπισφαλὲς τὸ συγκοινωνεῖν κακοῖς καὶ ἐπικίνδυνον.
Τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα περιτιθεῖς, ἃ ἐγώ σοι δέδωκα πλουτῆσαι βουλομένη σε ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἄλλας χεῖρας τὸ χρυσίον ἐξαλλάσσῃ, πάλιν τὴν Τύχην μέμψῃ. » Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι χρὴ ἐπιγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ χάριτας ἀποδιδόναι. […] Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἔφη· « Ὦ οὗτος, τί παρέχεις τῇ Γῇ τὰ ἐμὰ δῶρα, ἅπερ ἐγὼ δέδωκα βουλομένη σε πλουτίσαι ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἑτέρας προφάσεις ἐξαναλώσῃς τὸν βίον, πάλιν τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος ἔμφασιν ἔχει ὅτι χρὴ προγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ ἀπονέμειν τὴν χάριν. […] Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη ; Εἰ γὰρ ὁ καιρὸς μεταϐάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ’ ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.
Ὁ δὲ εἶπεν· « Ἀλλ’ εὖ ἴσθι ὅτι κἀγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ᾔδειν σε ὄνον ὄντα. » Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσιν.
Οἱ δὲ ὑποτυχόντες ἔφασαν· « Ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέπτειν. » Ὁ λόγος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἠναντίωται ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα. […] Οἱ δὲ ἔφασαν· « Αλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων κλέπτειν ἡμᾶς οὐκ ἐᾷς. » Ὁ μῦθος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντιοῦται ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα.
Ὁ δὲ ἔφη πρὸς αὐτήν· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι. » Καὶ ἡ κορώνη ἀπεκρίνατο· « Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ. » Οὕτω πολλοὶ διὰ φόϐον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν. […] Ὁ δὲ πρὸς αὐτὴν ἔφη· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ ὡς κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν. » Καὶ ἡ κορώνη πρὸς αὐτόν· « Διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.
Τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ’ ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· « Ἀλλ’ οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι. » Ὁ λόγος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν. […] Τῆς δὲ μὴ μάτην τοῦτο ποιεῖν λεγούσης· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, καὶ διὰ τοῦτο ἀπ’ ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· « Ἀλλ’ οὐ νῦν σε φυλάττεσθαι δεῖ, ὅτε μηδὲν ὄφελος, ἀλλὰ πρὶν ἢ συλληφθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασιν ἀνόνητος ἡ μετάνοια.
Ὁ δὲ ἐπιστραφείς, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὅπου ἂν ᾖς, φυλάξομαι σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν δέδωκας. » Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. […] Ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· « Ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν ἔδωκας. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.
Ὁ δὲ ἱκέτευεν ἀφεθῆναι λέγων· « Ἔλαφον ἢ ἕτερον ζῷον δεῖ φαγεῖν σε καὶ χορτασθῆναι· ἐγὼ γὰρ οὐδὲ τὸ χεῖλός σου ἀλείψω αἵματι, ἀλλὰ φεῖσαί μου καὶ χάριν σοι ἐν καιρῷ ποτε ἀποδώσω. » Γελάσας δὲ ὁ λέων εἴασε τοῦτον ζῆν καὶ ἀφῆκεν αὐτόν. […] Ὁ μῦς δὲ ἐπιστὰς ἔφη· « Δύναμαι τὴν ἀντιχάριτά σοι ἀποδοῦναι καὶ σῶσαί σε, » καὶ τὰ δεσμὰ περιφαγὼν ἔλυσε τὸν λέοντα, ἐπάξιον δοὺς μισθόν.
Γενόμενος δὲ κατά τινα τόπον ἤκουσε παιδίου κλαυθμυρίζοντος καὶ γραὸς ἀπειλουμένης καὶ λεγούσης αὐτῷ· « Παῦσαι τοῦ κλαίειν, μήπως τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. » Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο ἐπὶ πολλὴν ὥραν ἐκδεχόμενος. […] Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος καὶ γραὸς λεγούσης αὐτῷ· « Παῦσαι τοῦ κλαίειν· εἰ δὲ μή, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. » Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. […] Τόπον δὲ κατά τιν’ αὐτοῦ γενομένου, παιδὸς κλαυθμυρίζοντος φωνὴν ἀκούει καὶ γραῦν λεγούσαν τοῦ κλαίειν αὐτῷ παῦσαι, μήπως ἄρτι δώσω σε φαγεῖν τῷ λύκῳ.
Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐϐόα· « Μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσας αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ χρηστὰς ἀμοιϐὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκφεύγειν. […] Ἀλώπηξ δὲ ἰδοῦσα εἶπεν· « Μὴ τούτῳ δίδου, ἀλλὰ τῷ πρώτῳ, ὅτι ὁ μὲν φύσει ἀγαθός ἐστι· ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου, μή πως πάλιν λαϐών σε τὸ πτερὸν ἐρημώσῃ. » Ὅτι δεῖ χρηστὰς ἀμοιϐὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς πονηροὺς δὲ φρονίμως τροποῦσθαι.
Ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ’ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διεϐλήθης. » [Ὅτι] τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγους ἰατροὺς ὁ παρὼν μῦθος στηλιτεύει. […] Μελλόντων δὲ καὶ σὲ γράψαι, προσπεσὼν αὐτοῖς ἐγὼ καὶ δυσωπήσας ἐξωμοσάμην μὴ εἶναί σε ἀληθῆ ἰατρόν, ἀλλὰ μάτην διεϐλήθης.
Ὁ δὲ ἱερεὺς ἔφη· « Ὅτε μὲν πρὸς τὴν θυσίαν ἀπίδω, πατέρα σε γενέσθαι παίδων παρακαλῶ· ὅτε δὲ τὴν σὴν ὄψιν ἴδω, οὐδ’ ἀνὴρ φαίνῃ. » Cod.
Ἡ δὲ πρὸς αὐτὸν ταῦτα γελῶσα ἔφη· « Ἐγὼ τὸν ταχυδρόμον σε ἐκνικήσω. » Ὁ δὲ ἔφησε· « Τοῦτο οὐκ ἀληθεύεις· ὅμως ἔριζε καὶ γνώσῃ μου τοὺς πόδας. […] Ἡ δὲ ἔφη· « Ἐγώ σε τὸν ταχύπουν νικήσω. » Ὁ δέ· « Λόγῳ μόνῳ λέγεις τοῦτο· ἀλλ’ ἔριζε καὶ γνῶθι. – Τίς δὲ τὸν τόπον ὁρίσει, ἔφη, καὶ βραϐεύσει τὴν νίκην ; — Ἀλώπηξ, ἔφη, ἡ δικαία καὶ σοφωτάτη. » Ἔταξε δὲ τὴν ἀρχὴν τὴς ὥρας τοῦ δρόμου.
Ποταμὸς δι’ αὐτοῦ βύρσαν βοείαν φερομένην ἰδὼν ἠρώτησε· « Τίς καλῇ ; » Τῆς δὲ εἰπούσης· « Σκληρὰ καλοῦμαι, » ἐπικαχλάσας τῷ ῥεύματι εἶπεν· « Ἄλλο τι ζητεῖ καλεῖσθαι· ἐγὼ γὰρ ἤδη ἁπαλήν σε ποιήσω. » Ὅτι τολμηρὸν ἄνδρα καὶ αὐθάδη πολλάκις εἰς γῆν κατήγαγε συμφορὰ βίου.
Ὁ δὲ εἶπεν· « Οὐ δυνατόν με πεζὸν ὄντα καταπολεμῆσαι τοῦτον· ἀλλ’ ἐὰν χαλινὸν δέξῃ καί <με> τοῖς νώτοις σου βαστάσῃς καὶ δῷς ὅπως σε κάμπτω καὶ τρέχοντα κωλύω, ἐλπίζω τότε τὸν σῦν εὐκόλως ἀναιρήσειν. » Ὁ δὲ ἵππος ὑπὸ ὀργῆς τὰς φρένας τυφλωθεὶς παρέδωκεν ἑαυτὸν καὶ ὑπὸ τοῦ δοκοῦντος ὠφελεῖν ἐχειρώθη.
Ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· « Ἀλλ’ εἰ τὸν πρότερόν σε πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς πρώτοις ἐπιϐαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοϐεροὶ γίνονται.
Τοῦ δὲ λέγοντος ὡς ἄκροις τοῖς χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν κατωτέρω ἑστῶτα ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· « Ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας. » Εἰπόντος δὲ ἐκείνου μηδὲ τότε γεγενῆσθαι, ὁ λύκος ἔφη πρὸς αὐτόν· « Ἐὰν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ <ἧττον> κατέδομαι. » Ὁ λόγος δηλοῖ ὅτι οἷς ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ’ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει. […] Λύκος ποτὲ ἄρνα πεπλανημένον εὑρὼν βίᾳ μὲν οὐχ ἥρπαζεν, ἔγκλημα δὲ ἐζήτει, εὐλόγως φαγεῖν θέλων. « Σύ, εἶπεν, πέρυσι μικρὸς ὢν ὕϐρισάς με. » Ὁ δέ· « Πῶς ἐγὼ πέρυσι, ὃς ἐν τούτῳ ἐγεννήθην τῷ χρόνῳ ; – Ἀλλά, φησί, τὴν ἄρουράν μου ἐπιϐόσκῃ. » Ὁ δέ· « Οὐδέπω ἐϐοσκήθην. – Ἀλλ’ ἐκ τῆς πηγῆς ἐξ ἧς ἐγὼ πίνω πίνεις. » Ὁ δὲ ἔφη· « Οὔπω ὕδωρ ἔπιον, ἀλλὰ τῆς μητρός μόνης τὸ γάλα πίνω καὶ τρέφομαι. » Ὁ δὲ συλλαϐὼν καὶ τρώγων εἶπεν· « Ἀλλ’ ἐγὼ ἄδειπνος οὐ μενῶ ἐν τῷ σε πᾶσάν μου ἀφορμὴν λύειν. » Ὅτι γνώμην κακουργοῦ καὶ πονηροῦ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς ὑπάρχῃ.
Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· « Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. » Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.
Τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάριστον, εἴγε πολλὰ ὠφελούμενος παρ’ αὐτοῦ τοὺς ὁμοφύλους ἐκκαλουμένου καὶ παραδιδόντος, αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει, ἔφη· « Ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω, εἰ μηδὲ τῶν ὁμοφύλων ἀπέχῃ. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται, ἀλλὰ καὶ ὑπὸ τούτων οἷς προδίδονται.
Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη· « Οἷον ἄνθος εὐπρεπὲς εἶ, καὶ ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίας. » Τὸ δὲ εἶπεν· « Ἐγὼ μέν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καί, κἂν μηδεὶς ἐκκόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς καὶ ζῇς ἀεὶ οὕτω νέον. » Ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταϐολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.
Ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· « Ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων σε βασιλεῦσαι. » Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος. […] Ἡ δὲ ἀλώπηξ δραμοῦσα ἔλαϐε τὸ κρέας καὶ στραφεῖσα ἔφη αὐτῷ· « Ἔχεις, κόραξ, ἅπαντα· νοῦς δέ σε λείπει. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὑπὸ τῶν κολάκων ἐπαίρεσθαι· πολλάκις γὰρ βλάϐος αὐτῷ ἐκ τούτων γίνεται.
Ὁ δὲ λέων ἔφη· « Ὦ φίλη, τίς σε οὕτως διανέμειν ἐδίδαξεν ; » Ἡ δὲ ἀλώπηξ ἔφη· « Ἡ τοῦ ὄνου συμφορά. » Ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις γίνονται τὰ τῶν πέλας δυστυχήματα. […] Καὶ ὁ λέων πρὸς αὐτήν· « Τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν ; » Ἡ δ’ εἶπεν· « Ἡ τοῦ ὄνου συμφορά. » Ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.
Ὁ λαγωὸς τῇ ἀλώπεκι· « Ὄντως πολλὰ κερδαίνεις ἢ ἔχεις ὅτι ὄνομά σοι κερδώ ἐστιν ; » Ἡ δὲ ἀλώπηξ· « Εἰ ἀπιστεῖς, ἔφη, δεῦρο· ἐγὼ ἑστιῶ σε. » Ὁ δὲ ἠκολούθει καὶ ἦν ἔνδον οὐδὲν ἢ ὁ λαγωὸς δεῖπνος τῇ ἀλώπεκι.
Ἀπαλλαγέντος δὲ τοῦ λέοντος, ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν· « Ἀλλὰ σύ γε δίκαια πέπονθας· τί γὰρ τοῦτον συγκλεῖσαι ἐϐούλου ὃν καὶ μακρόθεν σε ἔδει φεύγειν ; » Οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὑτῶν πλημμελείας ὑπομένουσιν.
Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὀπίσω ἑπόμενον καὶ ῥοπάλῳ παίοντα εἶπεν· « Ἀλλ’ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις. » Οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν περιγινόμενα κέρδη.
Τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, εἶπεν· « Ἀλλ’ οὐ μέλλω κλάειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων ; » Κἀκείνη πρὸς αὐτὸν ἔφη· « Ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσιν.
Στραφεὶς δέ, ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν, ἔφη· « Οὐ τοσοῦτον τὸν πέμψαντά σε μέμφομαι ὅσον τὰ ἐξ ἐμοῦ φυέντα πτερά. » Ὅτι τοῦτον κρεῖσσον λύπη καθέστηκεν, ὅταν τις ὑπὸ τῶν ἰδίων συγγενῶν πάθος κακὸν ὅσον τῶν ἀλλοτρίων καὶ ξένων.
Τοῦ δὲ τότε μὲν ἡσυχάζοντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν ὅτι ἀποθνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος, ὁ δεσπότης αὐτοῦ ἀκούσας ἔφη· « Ἀλλ’ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἦν, ὃς τότε σε παρεκάλουν, ἀλλ’ οὐκ ἔθυον. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἃ μὴ ἑκόντες χαρίσασθαι βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν.
Χάριν δὲ μίαν ἄρτι νῦν ἐξαιτῶ σε, ὅπως ἐκϐάλλῃς ἄκανθαν ἐκ ποδός μου, μὴ μετὰ πόνου ἐγὼ ὁ τάλας θνήξω. » Εὐθὺς δ’ ὁ λύκος τῶν ὀδόντων τοῖς ἄκροις σκόλοπα δάκνων ἐξεῖλε παραυτίκα. […] Χάριν δὲ μίαν αἰτῶ σε, ἐξελεῖν τοῦ ποδός μου πρῶτον τὸν σκόλοπα, ὅπως μὴ μετὰ πόνου θνήξωμαι. » Ὁ δὲ λύκος ἄκροις ὀδοῦσι τὸν σκόλοπα δακὼν ἐξεῖλεν.
Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε ἄξια πέπονθα· τί γάρ, σοῦ σεαυτὸν κατακρημνίσαντος, τοῦ κινδύνου σε ἀπαλλάξαι ἐπειρώμην ; » Πρὸς ἄνδρα ἀχάριστον εἰς τοὺς εὐεργέτας καὶ πρὸς ἀδικοῦντα ὁ μῦθος ἁρμόζει.
Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· « Οὔτε φοϐοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τί σοί ἐστιν ἡ δύναμις ; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι ; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ.
Ἡ δ’ ἀπολογίας καιρὸν αἰτήσασα· « Καὶ τίς σε, ἐφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν ὅσον ἐγώ, πανταχόσε περινοστήσασα, καὶ θεραπείαν ὑπὲρ σοῦ παρ’ ἰατρῶν ζητήσασα καὶ μαθοῦσα ; » Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· « Εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ. » Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· « Οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ καθ’ ἑτέρου μηχανώμενος καθ’ ἑαυτοῦ τὴν μηχανὴν περιτρέπει.
Διόπερ ἀγανακτήσας, παρατηρησάμενος αὐτὸν κοιμώμενον, τοῦ φάρυγγος ἐπιλαϐόμενος ἀνεῖλε καὶ ἰδὼν αὐτὸν ἐκτεταμένον, εἶπεν· « Ὦ οὗτος, οὐ νῦν σε ἐχρῆν ἁπλοῦν εἶναι, ὅτε τέθνηκας, ὅτε δέ σοι παρῄνουν· καὶ οὐκ <ἂν> ἀνῄρησο. » Οὕτος ὁ λόγος εἰκότως ἂν λέγοιτο ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παρὰ τὸν ἑαυτῶν βίον εἰς τοὺς φίλους πονηρευόμενοι μετὰ τὸν θάνατον εὐεργεσίας κατατίθενται.
Αὐτῇ ἔλεγεν ὡς « ἄπειρα κολάζῃ ποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνι ποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα· λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι.
Chambry 46.2 Aliter — Autre version Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· « Ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. » Τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· « Πόθεν σοι ταῦτα, ἐὰν συμϐῇ ὑγιᾶναί σε ; » πρὸς αὐτὴν ἐκεῖνος ἔφη· « Καὶ νομίζεις <ἂν> ἀναστῆναί με, ἵνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν.
Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· « Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. » Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· « Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ ἄν τις ἥκῃ λαϐεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκϐληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα.
Ὁ τοίνυν βάτραχος ἔφη τῷ μυΐ· « Ἐγὼ μὲν ἐν ὕδασι γλυκεροῖς καὶ χλοεροῖς βοτάνοις ἀεὶ τρέφομαι· σὺ δὲ μόνος ἐν οἴκῳ κατοικεῖς μετὰ φόϐου· καὶ ἡνίκα τις τῇ θύρᾳ προσκρούσῃ, ἐν στενῷ τόπῳ εἰσέρχῃ· ἀλλ’ εἰ θέλεις ἀφόϐως μετ’ ἐμοῦ εἶναι καὶ ζῆν ἐν ἀμερίμνῳ διαίτῃ, ἐλθὲ καὶ μάθω σε κολυμϐᾶν. » Ἀπελθὼν οὖν ὁ μῦς συνέδησεν ἑαυτὸν τῷ ποδὶ τοῦ βατράχου.
Τοῦ δὲ εἰπόντος ὡς ἐπ’ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ· ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· « Ἀλλὰ καὶ ασεϐὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμϐαίνων. » Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος· πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεῖς ἐκεῖνος ἔφη· « Ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι. » Ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ’ εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται.
Εἶπεν δὲ αὐτῇ ὁ δρυτόμος· « Ἔχε μοι τὴν χάριν ὅτι ἔσωσά σε. » Ἡ δὲ εἶπεν· « Ἠκροασάμην πάντα· ἵνα δὲ ἐκφύγῃς τὸν ὅρκον, τῇ φωνῇ με ἔσωσας, τῷ δακτύλῳ δὲ ἀπεκτείνας. » Ὅτι οἱ τῶν κολάκων λόγοι πιθανοὶ μέν εἰσι, οἱ δὲ τρόποι σκολιοὶ καὶ δόλου πλήρεις.
Ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ τὰς πηγὰς μηδέν τι κακὸν παρὰ τοῦ λέοντος ὑποστῆναί σε. » Τουτοῖς πεισθεῖσα ἡ δειλαία ἔλαφος αὖθις πρὸς τὸ σπήλαιον εἰσῆλθε τοῦ λέοντος.