/ 47
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 46 » pp. 34-34

Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμϐην ποιήσειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. […] Chambry 46.2 Aliter — Autre version Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· « Ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. » Τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· « Πόθεν σοι ταῦτα, ἐὰν συμϐῇ ὑγιᾶναί σε ; » πρὸς αὐτὴν ἐκεῖνος ἔφη· « Καὶ νομίζεις <ἂν> ἀναστῆναί με, ἵνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν. […] Chambry 46.3 Aliter — Autre version Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς ὡς, ἐὰν τὴν ὑγείαν αὐτῷ παράσχωσι, ἑκατὸν εἰς θυσίαν βόας προσάξει.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 74 » pp. 49-49

Ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοϐος γενόμενος, ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανόν, εἶπε· « Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω. » Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν. […] Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διὶ οὕτως, ὅτι, « ἐὰν τὸν κλέπτην τὸν λαϐόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω. » Καὶ δὴ διερχομένου αὐτοῦ εἴς τινα δρυμόν, εὑρίσκει λέοντα κατεσθίοντα τοῦτον τὸν μόσχον. Ἔμφοϐος οὖν γενόμενος καὶ μεγάλως δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· « Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δοῦναι, ἐὰν τὸν κλέπτην εὕρω, νυνὶ δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς χεῖρας τοῦ κλέπτου ἐκφύγω. […] Ἔμφοϐος οὖν γενόμενος καὶ μέγα δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· « Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δώσειν, ἒν τὸν κλέπτην εὕρω· νῦν <δὲ> ταῦρον σοι θύσειν ὑπισχνοῦμαι, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω. » Ὁ μῦθος πρὸς ἄνδρας δυστυχεῖς οἵτινες ἀποροῦντες μὲν εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 86 » pp. 53-53

Τῶν δὲ ῥᾳδίως κατακλώντων, ἔφη· « Ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε· ἐὰν δὲ στασιάζητε, εὐάλωτοι. » Ὁ λόγος δηλοῖ ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταγώνιστος ἡ στάσις. […] Τότε λέγει αὐτοῖς ὁ πατὴρ αὐτῶν· « Οὕτω καὶ ὑμεῖς, ὦ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς· ἐὰν δὲ μένητε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι. » Ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταφρόνητος ἡ διάστασις. […] Πρὸς οὓς ὁ πατὴρ ἔφη· « Οὕτω καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν ὁμοῦ ἦτε ἐν ἅπασι, οὐδεὶς ὑμᾶς βλάψαι δυνήσεται, εἰ δὲ διχονοεῖτε, ἕκαστον ἰδίως πᾶς τις εὐχερῶς καταλάψαι δυνήσεται. » Cod. […] Ὁ δὲ ἔφη πρὸς αὐτούς· « Βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαι τὰς ῥάϐδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει. » Ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 160 » p. 130

Παρ’ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων ὅτι τοσοῦτον προέχουσι τῇ ἰσχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· « Ἀλλ’, ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν ὑμῖν παράσχωμαι, οὐδὲ ὑμεῖς βαστάζειν δυνήσεσθε. » Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων τὸ μηδὲν ἐπὶ τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσιν.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 190 » pp. 137-137

Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ’ οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιϐλαϐὴς ἢ ὠφέλιμός ἐστι. […] Εἶπε δὲ πρὸς τὸν βοῦν· « Εἰ βαρῶ σου τὸν τένοντα, ἀναχωρήσω. » Ὁ δὲ ἔφη· « Οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν μένῃς, μελήσει μοι. » [Ὅτι] τοὺς εὐτελεῖς καὶ ἀδόξους [καὶ] μαχομένους τυράννοις ἔλέγχει ὁ μῦθος.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 309 » p. 78

Τῶν δὲ πλέοντων ἕτερος περιρρηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετ’ οἰμωγῆς καὶ στεναγμοῦ χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. […] Καὶ στερρὸς ὁ κυϐερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· « Ἀλλ’, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου. » Ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάϐλητον ἐννοουμένους.

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 50 » pp. 36-36

Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαϐὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἀντικρὺς ἐπηρώτα πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄψυχον, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζωὸν τὸ στρουθίον ἐπιδείξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. […] Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ ἀντικρὺ αὐτοῦ στὰς ἐν τῷ ἱερῷ, ἐπηρώτησεν αὐτόν· « Τί ἔχω εἰς τὰς χεῖράς μου ἔμπνουν ἢ ἄπνουν ; » βουλόμενος [ὅτι], ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδεῖξαι· εἰ δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 345 » pp. 225-225

Ἰδὼν δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη πρὸς αὐτόν· « Μὴ λυποῦ, λαϐὼν δὲ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ. » Ὁ λόγος δηλοῖ ὅτι τὸ μηδέν ἑστιν ἡ κτῆσις, ἐὰν μὴ καὶ ἡ χρῆσις παρῇ. […] Ὁ μῦθος δηλοῖ ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ. […] Ἰδὼν δέ τις αὐτὸν οὕτως πάσχοντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη· « Μὴ λυποῦ· λαϐὼν γὰρ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἔχαιρες αὐτῷ. » Ὁ μῦθος δηλοῖ ὅτι εἰς οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ. […] Λίθον οὖν ἀντὶ χρυσοῦ λαϐὼν θὲς καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι· τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν· ὡς ὁρῶ γάρ, οὐδ’, ὅτε ὁ χρυσὸς ἦν, ἐν χρήσει ἦσθα τοῦ κτήματος. » Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῇ.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 185 » pp. 134-134

Ὁ δὲ αὐτοῦ ἐδεήθη πρὸς τὸ παρὸν μεθεῖναι αὐτόν, λέγων· « Νῦν μὲν λεπτός εἰμι καὶ ἰσχνός· μέλλουσι δέ μου οἱ δεσπόται γάμους ἄγειν· ἐὰν οὖν ἀφῇς με νῦν, ὕστερον λιπαρώτερον καταθοινήσῃ με. » Ὁ δὲ πεισθεὶς τότε μὲν ἀπέλυσε· μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθών, ὡς ἐθεάσατο αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον, ἐκάλει πρὸς αὑτὸν, ὑπομιμνῄσκων τῶν ὁμολογιῶν. Ὁ δὲ ὑποτυχὼν ἔφη· « Ἀλλ’, ὦ λύκε, ἐὰν αὖθίς με πρὸ τῆς ἐπαύλεως κοιμώμενον ἴδῃς, μηκέτι γάμους ἀναμείνῃς. » Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσι, ταῦτα εἰς ὕστερον φυλάσσονται. […] Ὁ δὲ κύων ἐδέετο αὐτοῦ ὅπως μὴ θύσῃ αὐτόν, λέγων· « Νῦν, ὦ κύριέ μου, μὴ φάγῃς με, ὅτι λεπτός εἰμι καὶ ἰσχνὸς καὶ πτωχός· μικρὸν δὲ ἀνάμεινόν με· μέλλουσι γὰρ οἱ ἐμοὶ δεσπόται γάμους ποιῆσαι, καὶ ἐὰν ἄρτι ἐάσῃς με, φαγὼν περισσότερον, λιπαρώτερος γενήσομαι καὶ τότε κρείττων τίς σοι φανήσομαι. » Ὁ δὲ πεισθεὶς τοῖς λόγοις αὐτοῦ τότε μὲν κατέλιπεν αὐτόν· μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθὼν ἐζήτει αὐτὸν καὶ εὑρίσκει αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον. […] Ὑπολαϐὼν δὲ ὁ κύων ἔφη αὐτῷ· « Ὦ λύκε, ἐὰν ἀπὸ τοῦ νῦν πρὸ τῆς ἐπαύλεως ἴδῃς με, μηκέτι γάμους ἀναμείνῃς. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσιν, ὕστερον ταῦτα φυλάττονται.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 90 » pp. 58-58

Γυνὴ χήρα ὄρνιν ἔχουσα καθ’ ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν ὑπέλαϐεν ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραϐάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. […] Ὑπέλαϐε δὲ ἡ γυνὴ ὅτι, ἐὰν πλείονας κριθὰς δώσει τῇ ὄρνιθι, τέξεται δὶς τῆς ἡμέρας.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 178 » pp. 64-64

Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι. » Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται. […] Καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ· « Ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαϐὼν ἄρτον, τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος. » Ὁ δὲ γελάσας ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δέον ἐστὶν ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσωμαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 328 » pp. 224-224

Ἀλώπεκος δὲ αὐτὸν ἐρομένης τὴν αἰτίαν δι’ ἥν, μηδενὸς αὐτῷ μήτε κυνηγέτου μήτε κινδύνου ἐφεστῶτος, τοὺς ὀδόντας θήγει, ἔφη· « Ἀλλ’ ἔγωγε οὐ ματαίως τοῦτο ποιῶ· ἐὰν γάρ με κίνδυνος καταλάϐῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχοληθήσομαι, ἑτοίμοις δὲ οὖσι χρήσομαι. » Ὁ λόγος διδάσκει δεῖν πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖσθαι. […] Ἀλώπεκος δὲ αὐτὸν ἐρωτησάσης τὴν αἰτίαν, ὅτι, μηδεμιᾶς ἀνάγκης οὔσης, μήτε κυνηγοῦ, μήτε κινδύνου ἐφεστῶτος, τοὺς ὀδόντας τί θήγεις ; ἔφη· Ἀλλ οὐ ματαίως τοῦτο ποιῶ· ἐὰν γάρ με κίνδυνος καταλάϐῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχοληθήσομαι, ἑτοίμοις δὲ οὖσι χρήσομαι.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 342 » pp. 222-222

Τῆς δὲ ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦσιν αὐτὴν ἀνατεμεῖν, ἡ κύων ἔλεγε καὶ κατ’ αὐτὸ τοῦτο αὐτὴν ἀγνωμονεῖν, εἴγε Ἀφροδίτη μισεῖ, ὥστε καὶ ἐὰν φάγῃ τις ὑὸς κρέα, τοῦτον οὐκ ἐᾷ εἰς τὸ ἱερὸν αὐτῆς εἰσιέναι.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 355 » p. 378

Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· « Μακρόθεν μου κολύμϐα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψαύσῃς, κατακλῶμαι, κἂν ἐγὼ μὴ θέλουσα προσψαύσω. » Ὅτι ἐπισφαλής ἐστι βίος πένητι δυναστοῦ ἅρπαγος πλησίον παροικοῦντι.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 150 » pp. 84-84

Ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομήν, καὶ αὐτῷ οἴσει. […] Χειμῶνος δὲ ἐπιστάντος, ὁ εἷς ἔφη τῷ ἑτέρῳ· « Βούλομαι εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκεῖ τὸν χειμῶνα μόνος ὢν διαγίνωμαι, καὶ, ἐὰν πολλὴν εὕρω τὴν νομὴν, καὶ σὲ προσλαμϐάνωμαι. » Παραγενόμενος δὲ ἐν τῇ χέρσῳ καὶ καταλαϐὼν πολλὴν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 338 » pp. 340-340

Ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη ὁ λέων· « Οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν. […] Ἔφη δὲ οὗτος· « Οὐδαμῶς με πλανήσεις, δολία· ἐπεὶ γὰρ τοιοῦτον πικρὸν ἄγγελον ὁ ἄνθρωπος ἔχει, ἐὰν αὐτός μοι ἐπέλθῃ, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὸ τέλος δεῖ προιδεῖν καὶ ἑαυτοὺς περισώζειν.

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 144 » p. 269

Ὁ δὲ εἶπεν· « Οὐ δυνατόν με πεζὸν ὄντα καταπολεμῆσαι τοῦτον· ἀλλ’ ἐὰν χαλινὸν δέξῃ καί <με> τοῖς νώτοις σου βαστάσῃς καὶ δῷς ὅπως σε κάμπτω καὶ τρέχοντα κωλύω, ἐλπίζω τότε τὸν σῦν εὐκόλως ἀναιρήσειν. » Ὁ δὲ ἵππος ὑπὸ ὀργῆς τὰς φρένας τυφλωθεὶς παρέδωκεν ἑαυτὸν καὶ ὑπὸ τοῦ δοκοῦντος ὠφελεῖν ἐχειρώθη.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 36 » p. 41

Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· « Tιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω. » Καὶ ὁ κύων ἔφη· « Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ’ ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω. » Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 132 » p. 110

Ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος, ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· « Ἀλλ’, ὦ οὗτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων· ἐὰν γὰρ πάντα ἀναλώσας πένης γένῃ, ἐμὲ αἰτιάσῃ. » Οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀϐουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 199 » pp. 140-140

Ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. […] Ὁ λέων οὖν ἠπείλει αὐτῷ· ὁ δὲ μὴ δυνάμενος διὰ τὸν φόϐον ἀναϐάλλεσθαι, ἐπενόησεν ἐμφρόνως καί φησι πρὸς τὸν λέοντα· « Οὐ δύναμαί σοι δοῦναι τὴν ἐμὴν θυγατέρα, ἐὰν μὴ τοὺς ὀδόντας καὶ τοὺς ὄνυχάς σου ἐκτίλλῃς· ταῦτα γὰρ ἡ κόρη δέδοικεν. » Ὁ δὲ εὐθέως διὰ τὸν ἔρωτα ἑκάτερα ῥᾳδίως ἐξέϐαλε, καὶ ἀπελθὼν κατὰ τὸ σύνηθες ἐζήτει τὴν κόρην.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 261 » pp. 178-178

Ὁδοιπόρος πολλὴν ὁδὸν ἀνύων ηὔξατο, ἐὰν εὕρῃ τι, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθήσειν. […] Ὁδοιπόρος πολλὴν ἀνύων ὁδὸν ηὔξατο λέγων ὅτι, « ὦ Ἑρμῆ, ἐὰν εὕρω τι, σοὶ τὸ ἥμισυ ἀναθήσω. » Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλα ἦσαν καὶ φοίνικες, ταύτην ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 284 » pp. 193-193

Τοῦ δὲ ὀρνιθοθήρα προσδραμόντος καὶ συλλαϐόντος αὐτόν, ἔφη· « Ὦ οὗτος, ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις. » Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεποὶ ὦσιν. […] Καὶ ὁ κορύδαλος· « Ὦ οὗτος, ἔφη, ἐὰν τοιαύτας πόλεις κτίζῃς, <οὐ> πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις. » Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεποὶ ὦσιν.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 9 » pp. 277-277

Διὰ γὰρ τοῦτο τὰς ἐρήμους οἰκήσω. » Ὅτι, ἐὰν λυπηθῇ τις ἔκ τινος τύχης, καὶ τὸν τόπον ἐκφεύγει οὗ ἐλυπήθη.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 140 » pp. 105-105

Ὁ δ’ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. […] Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 329 » p. 269

Κἀκείνου εἰπόντος μὴ ἄλλως δύνασθαι αὐτῷ βοηθεῖν, ἐὰν μὴ χαλινόν τε ὑπομείνῃ καὶ αὐτὸν ἐπιϐάτην δέξηται, ὁ ἵππος πάντα ὑπέστη.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 19 » p. 8

Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· « ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται. » Ὁ λόγος δηλοῖ ὁτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 271 » p. 191

Λέοντος δὲ περιτυχόντος αὐτοῖς, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι, ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγείληται.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 175 » p. 233

Τοῦ δὲ τότε μὲν ἡσυχάζοντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν ὅτι ἀποθνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος, ὁ δεσπότης αὐτοῦ ἀκούσας ἔφη· « Ἀλλ’ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἦν, ὃς τότε σε παρεκάλουν, ἀλλ’ οὐκ ἔθυον. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἃ μὴ ἑκόντες χαρίσασθαι βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 232 » pp. 160-160

Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόϐατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραρρέοντος αὐτῷ ποταμοῦ κομίσαι. « Εἰ γὰρ σύ μοι, φησί, δώσεις ποτόν, ἐγὼ τροφὴν ἑμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἀλλ’ ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ. » Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 14 » pp. 7-7

Αἱ δὲ ὑποτυχοῦσαι· « Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς. » Οὕτως καὶ τῶν ἀθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 27 » pp. 26-26

Ὁ δὲ ἀπεκρίνατο· « Ἀλλ’ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. » Οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιαγάγωσιν.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 69 » pp. 289-289

. – Καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω ; » Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 109 » pp. 88-88

Διόπερ ἐπυνθάνετο ὁ Ἑρμῆς πόσου, καὶ ὁ ἀγαλματογλύφος ἔφη· « Ἀλλ’ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. » Πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίᾳ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα ὁ λόγος ἁρμόζει.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 217 » pp. 342-342

Ἀλλ’ ἐὰν πείθησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν καὶ ἕξομεν πάντα κοινὰ εἰς κόρον ἐσθίοντες. » Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες πρότερον τοὺς κύνας διέφθειραν.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 51 » pp. 33-31

Τῶ δὲ παρόντων τις ὑπολαϐὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστιν, ἰδοῦ Ῥόδος, καὶ ἀποπήδησον. » Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ πεῖρα τοῦ πράγματος, πᾶς λόγος ἀργός ἐστι. […] Τῶν δὲ παρόντων τις ὑπολαϐών ἔφη· « Ὦ οὗτος, εἰ ἀληθὲς τοῦτ’ ἔστιν, οὐδὲν δεῖ σοι μαρτύρων· ἰδοῦ Ῥόδος, ἰδοῦ καὶ πήδημα. » Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ἡ τοῦ πράγματος ἀπόδειξις ᾖ, πᾶς λόγος περιττός ἐστι.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 293 » pp. 47-47

Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Ὁ μῦθος οὗτος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀπαιτηθῇ ταῦτα, οὕτως ἄχθεται ὥσπερ ἐὰν οἴκοθεν ταῦτα ἐδίδου.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 266 » pp. 180-180

Ἡσθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος κατά τινα ποταμὸν ἐγένετο, ᾠήθη ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται, καὶ δὴ ἑκὼν ὤλισθε.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 111 » pp. 89-89

Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολήψομαι βοῦς. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 115 » pp. 68-68

Τοῦ δὲ τὴν πρώραν εἰπόντος· « Ἀλλ’ ἔμοιγε οὐκ ἔστι λυπηρόν, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάϐης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 125 » pp. 100-100

Ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταῦρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασιν μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανερὸν δὲ ᾖ τί ἕκαστος κατὰ νοῦν ἔχει, τρίτον δὲ ἔλεγεν ὡς ἔδει τὴν Ἀθηνᾶν τὸν οἶκον τροχοῖς ἐπιθεῖναι, ἵνα, ἐὰν πονηρός τις παροικισθῇ γείτων, ῥᾳδίως μεταϐαίνῃ.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 231 » pp. 159-159

Λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο πρόϐατον ἐπὶ γῆς βεϐλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ φόϐον πέπτωκε, προσελθὼν παρεθάρσυνεν αὐτό, λέγων ὡς, ἐὰν αὐτῷ τρεῖς λόγους ἀληθεῖς εἴπῃ, ἀπολύσει αὐτό.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 55 » pp. 28-28

Ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς λέγων ὅτι « ἐὰν ὑγιάνω, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. » Οἱ δὲ πειράζειν αὐτὸν βουλόμενοι ῥᾴδιον ὑγιῆ αὐτὸν ἀποκατέστησαν.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 274 » pp. 179-179

Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· « Ἀλλ’ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντα λιμώττειν ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου, ἐὰν ἀποθάνω, οὐδὲ ταφῆς ἀξιωθήσομαι. » Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν καὶ ἑτέρων πεῖραν λάϐωσιν.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 224 » pp. 158-158

Ὡς δὲ ἐγένετο κατά τινα ἔπαυλιν, ἀκούσας γραὸς κλαυθμυριζομένῳ παιδὶ διαπειλούσης, ἐὰν μὴ παύσηται, βαλεῖν αὐτὸν λύκῳ, προσέμενεν οἰόμενος ἀληθεύειν αὐτήν.

46. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 103 » pp. 74-74

Ἔφη δέ· « Ὦ μάταιος ἐγώ, ὃς ἐκ μὲν τῶν ποδῶν ἐσώθην οἷς ἐμεμφόμην, ἐκ δὲ τῶν κεράτων προεδόθην οἷς ἐκαυχώμην. » Ὅτι περὶ πράγματός τινος, ἐὰν διακρίνῃς καλὸν εἶναι, μὴ ἔχῃς βέϐαιον περὶ τούτου· πολλάκις γὰρ σφάλλουσιν αἱ ἐλπίδες εἰς ἃς ἐπερειδόμεθα.

47. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 40 » pp. 9-9

Καὶ ἡ ἀλώπηξ ὑποτυχοῦσα εἶπε· « Χρήσιμον οἶδα, ἐὰν μόνον θελήσῃς τὴν ἀμφοτέρων σωτηρίαν.

/ 47