/ 45
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 232 » pp. 160-160

Λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς διατεθεὶς ἐϐέϐλητο τροφὴν ἑαυτῷ περιποιεῖσθαι μὴ δυνάμενος· καὶ δὴ θεασάμενος πρόϐατον, τούτου ἐδεήθη ποτὸν αὐτῷ ὀρέξαι ἐκ τοῦ παραρρέοντος ποταμοῦ· « Ἐὰν γὰρ σύ μοι ποτὸν δῷς, ἐγὼ τὴν τροφὴν ἐμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἐὰν ποτόν σοι ἐπιδώσω ἐγώ, σὺ καὶ τροφῇ μοι χρήσῃ. » Πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα ὁ λόγος εὔκαιρος. […] Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόϐατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραρρέοντος αὐτῷ ποταμοῦ κομίσαι. « Εἰ γὰρ σύ μοι, φησί, δώσεις ποτόν, ἐγὼ τροφὴν ἑμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἀλλ’ ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ. » Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 133 » pp. 113-113

Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λιποθυμοῦντα ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας. […] Ἐπιστραφεὶς δὲ ὁ θύννος καὶ τὸν δελφῖνα λειποψυχοῦντα θεασάμενος ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιον τοῦ θανάτου μοι γεγονότα σὺν ἐμοῖ ἀποθνῄσκοντα. » Ὁ μῦθος δηλοῖ ὅτι ῥᾳδίως φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι τοὺς αἰτίους τούτων δυστυχοῦντας. […] Ὁ δὲ θύννος ἐπιστραφεὶς καὶ λειποψυχοῦντα τὸν δελφῖνα ἑωρακὼς εἶπεν· « Οὐκέτι μοι ὁ θάνατος λυπηρὸς ὁρῶντι τὸν αἴτιον γεγονότα μοι τούτου σὺν ἐμοὶ ἀποθνῄσκοντα. » Ὁ μῦθος δηλοῖ ὅτι ῥᾳδίως τὰς συμφορὰς οἱ ἄνθρωποι φέρουσι, τοὺς τούτων αἰτίους δυστυχοῦντας ὁρῶντες.

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 298 » pp. 211-211

Τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν· « Ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψῃ. » Ὁ λόγος εἴρηται πρὸς τοὺς ἀφορμὴν καθ’ ἑαυτῶν διδόντας ἀδικεῖσθαι. […] Τὸ δὲ παιδίον εἶπεν· « Ἀλλὰ νῦν μοι βοήθησον· ὕστερον δὲ σωθέντα μέμφου. » Ὁ μῦθος δηλοῖ ὅτι μὴ μέμφου, πλὴν ἐλέει· καὶ γὰρ παράπληκτον ποιεῖς τὸν λυπούμενον. […] Τὸ δὲ εἶπεν· « Ἄρτι μοι βοήθει, ἕξεις δὲ καιρὸν ἐλέγχειν, ὅταν σώσῃς με. » Ὅτι τοὺς ἐν κινδύνοις ἀπείρως ἐμπεσόντας δεῖ πρότερον σῴζειν, ἔπειτα διδάσκειν καὶ νουθετεῖν.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 240 » pp. 167-167

Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· « Ἀλλ’ ἔγωγε καὶ βέϐρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι μέλει. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀϐασανίστως παρακολουθήσῃ. […] Ἀποθνῄσκων δ’ ἔφησε τοιοῦτον λόγον· « Ἐσθιόντι, πίνοντι καί λελουμένῳ οὐ μέλει μοι θάνατος, νὴ τοὺς θεούς μου. » Φέρουσί τινες τὸν θάνατον ῥᾳδίως, ὅταν ἐπέλθῃ ἀϐασανίστως τούτοις.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 274 » pp. 179-179

Ὁ δὲ ὄνος εἰς χείρονα δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’ αὐτοῦ πραττόμενα ἔφη μετὰ στεναγμοῦ· « Οὐαί μοι τῷ τάλανι· αἱρετώτερον ἦν μοι παρ’ ἐκείνοις τοῖς δεσπόταις εἶναι, ἐπεὶ οὗτος, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου μέλλει ἀνελεῖν. » Ὁ μῦθος δηλοῖ ὅτι μάλιστα τοὺς πρώτους δεσπότας τότε ποθοῦσιν οἱ οἰκέται, ὅταν πεῖραν λάϐωσιν ἑτέρων. […] Εἰς χείρονα τοίνυν τῶν προτέρων δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’ αὐτοῦ πραττόμενα, μετὰ στεναγμῶν ἔφη· « Οἴμοι τῷ ταλαιπωρῷ, βέλτιον ἦν μοι παρὰ τοῖς προτέροις δεσπόταις μένειν· οὗτος γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου κατεργάσεται. » Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα τοὺς προτέρους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν τῶν δευτέρων λάϐωσι πεῖραν. […] « Οὐαί μοι, ἔφη ἐν στεναγμῷ μεγάλῳ· κρεῖττον ἦν ἐκείνοις τοῖς ἄλλοις δουλεύειν· ὁρῶ γὰρ τοῦτον δεψήσειν μου τὸ δέρμα. » Ποθοῦσι δεσπότας οἱ οἰκέται τοὺς πρώτους, ὅταν πεῖραν καὶ δοκιμὴν λάϐωσι τῶν μετὰ ταῦτα.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 142 » pp. 181-181

Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐϐόα· « Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέϐη τῷ ταλαιπώρῳ ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαϐεῖν, ἰδοῦ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα. » Ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ. […] Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐϐόα· « Λάϐε τοῦ βάρους καὶ κούφισον ὀλίγον· οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν, καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ· εἰ δ’ οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν. » Ὁ δ’ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον, καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει. Τοῦ δὲ κυρίου θέντος πάντα τῷ ἵππῳ, θρηνῶν ἐϐόα· « Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέϐη ἄρτι τῷ ταλαιπώρῳ ; μὴ θελήσας γὰρ μικρὸν λαϐεῖν τοῦ βάρους, ἰδοῦ ἅπαντα βαστάζω καὶ τὸ σάγμα. » [Ὁ μῦθος δηλοῖ ὅτι] τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ. […] Τοῦ δὲ δεσπότου τῷ ἵππῳ ἅπαντα ἐπιθέντος, ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, ὁ ἵππος εἶπεν· Οἴμοι, μικρὸν οὐκ ἤθελον βάρος τοῦ ὄνου ἆραι, ἡ δὲ χρεία τὸ πᾶν μοι ἐπέθηκεν. […] Μακρὰν οὖν στελλομένων πορείαν, ὁ ὄνος ἦν βιαίως ἀχθηφορῶν· διὸ ἔφησε πρὸς τὸν ἵππον· « Συγκάμφθητί μοι, καὶ ἆρον μικρόν τι ἐκ τοῦ φόρτου μου, εἰ μὴ θανεῖν με βούλει παρὰ καιρόν. » Τοῦ ἵππου δὲ μὴ πεισθέντος, ἡ προφήτεια τοῦ ὄνου εἰς ἔργον ἀπέϐη, καὶ ἐθανατώθη ὁ ὄνος κατάκοπος γεγονώς.

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 346 » pp. 415-415

Οὗτος ἐπέρριψεν ὀστοῦν λαλῶν ταῦτα· « Ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονι ἐμοῦ προσκεκρουκότος, ἐπανακλίνεις σαυτὸ ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι καθόλου· ὅταν δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐφιεμένους ἐσθίειν ὁ μῦθος ἐλέγχει. […] Μιᾷ γοῦν τῶν ἡμερῶν παρεσθηκὼς τῷ χαλκεῖ, ἔρριψεν ὁ χαλκεὺς αὐτῷ ὀστοῦν λέγων· « Ὦ ταλαίπωρε κύων, ὑπνῶδες καὶ ὀκνηρέ, τί σοι ποιήσω ; τὸ γὰρ ἀκμόνιον προσκεκρουκώς, εὐθὺς ἐπανακλίνεις σαυτὸν ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι· ὅταν δὲ τοὺς ὀδόντας μου πρὸς τροφὴν κινήσω, εὐθὺς ἕτοιμος τὴν κέρκον μοι ἐπισείεις. » Ὁ μῦθος [δηλοῖ ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς ὁ τῶν ἀλλοτρίων πόνος ἐλέγχει. […] Τότε λοιπὸν εἶπε πρὸς αὐτόν· « Ὦ ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραϐϐάτῳ· ὅταν δ’ ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 129 » pp. 315-315

Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτα τε καὶ ἐϐόα καθ’ ἑαυτήν· « Πατήρ μοι ὑπάρχει ἵππος ὁ ταχυδρόμος, ὃν ἐγὼ ὅλη διόλου ἀπεμιμήθην. » Καὶ δὴ ἐν μιᾷ ἠναγκάζετο τρέχειν ἡ ἡμίονος. […] Ἡμίονος ἐκ κριθῆς παχεῖα γενομένη ἔτρεχε σκιρτῶσα καὶ ἔλεγεν· « Ἵππος ἐστί μοι μήτηρ· ἐγὼ δὲ οὐδὲν αὐτῆς εἰς τὸν δρόμον ἐλάττων <ὑπάρχω> ». […] Ἡμίονος ἐκ πολλῆς κριθῶν τροφῆς παχυνθεῖσα ἐν πεδίῳ σκιρτῶσα ἔλεγεν· « Ἵππος ἐστί μοι μήτηρ καὶ κατ’ οὐδὲν ἐλάττων αὐτῆς κατὰ τὸν δρόμον ὑπάρχω. » Μόλις δὲ ἀπὸ τοῦ δρόμου κατάκοπος γενομένη ἡσύχασεν καὶ τότε πατρὸς οὖσα ὄνου ἀνεμνήσθη.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 338 » pp. 340-340

Ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη ὁ λέων· « Οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν. […] Ἔφη δὲ οὗτος· « Οὐδαμῶς με πλανήσεις, δολία· ἐπεὶ γὰρ τοιοῦτον πικρὸν ἄγγελον ὁ ἄνθρωπος ἔχει, ἐὰν αὐτός μοι ἐπέλθῃ, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὸ τέλος δεῖ προιδεῖν καὶ ἑαυτοὺς περισώζειν. […] Ὁ δὲ τὸ βέλος ἀποστείλας τοῦ τόξου, λαϐὼν ὁ λέων αὖθις ἔφυγε λέγων· « Ὢ τῆς συμφορᾶς, τί συνέϐη τῷ τάλᾳ ; » Τοῦ δὲ θρηνοῦντος, τοῦτ’ ἡ ἀλώπηξ λέγει· « Ἵνα τι οὕτως ἀκράτως δραπετεύεις ; στῆθι, προσμεῖνον, ἵνα σοι ὁμιλήσω. » Ὁ δὲ πρὸς αὐτὴν μέγα στενάξας λέγει· « Εἰ ὁ τοξότης ἄγγελον τοῦτον κτᾶται, [τὸ σιδήριον μετὰ μικροῦ τοῦ ξύλου,] εἰ ἴδω αὐτὸν ὀφθαλμοῖς τοῖς ἰδίοις, τί δ’ ἄρα, εἴπέ μοι, καινὸν οὐ ποιήσει μετὰ μαχαίρας καὶ κόντου ὃν βαστάζει ; » Ὅτι ἐκ τῆς ἀρκῆς χρὴ σκοπεῖν τὰ τέλη ὅπως καὶ αὐτοὶ περισωθῶσι πάνυ.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 297 » pp. 200-200

Τῆς δὲ κατηγορούσης αὐτοῦ δυσσέϐειαν, εἴπερ μὴ ἀρκεσθεὶς οἷς ἤδη πεπλημμέληκε, καὶ τὴν μητέρα ἐλωϐήσατο, ἐκεῖνος ὑποτυχὼν εἶπεν· « Ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἐπέπληξάς μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, ὡς καὶ ἐπὶ θάνατον ἀπάγεσθαι. » Ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ ἀρχὰς κολαζόμενον ἐπὶ μεῖζον αὔξεται. […] Τῆς δὲ βοησάσης καὶ εἰπούσης ὡς ἤδη πεπλημμέληκεν, οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ κατηγοροῦντος αὐτοῦ ὡς μὴ ἀρκεσθέντος τοῖς προτέροις κακοῖς, ἀλλὰ καὶ εἰς τὴν ἰδίαν μητέρα ἠσεϐηκότος, ἔφη ἐκεῖνος· « Αὕτη ἐγένετο τῆς ἐμῆς ἀπωλείας αἰτία· εἰ γὰρ ἡνίκα τὴν τοῦ συμφοιτητοῦ μου δέλτον ἔκλεψα καὶ ἤνεγκα αὐτῇ, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων ἐχώρησα καὶ ἐπὶ τὸν θάνατον ἠγόμην. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ κακὸν κατ’ ἀρχὰς μὴ κολαζόμενον ἐπὶ μεῖζον αὔξεται. […] Ἀλλ’ ὀπίσωθεν [αὐτοῦ] ἡ μήτηρ ἱσταμένη [καὶ] κλαίουσα ἐϐόα· « Τί πέπονθας τοῦτο, [ἐμὸν] ὦ τέκνον ; » Ὁ δ’ ἔφησε πρὸς τὴν μητέρα· « Ἔγγισον δή μοι καὶ δὸς ἀσπασμόν, μῆτερ, τὸν τελευταῖον. » Ἡ δ’ ἐλθοῦσα πλησίον τούτου, ἔδακεν εὐθὺς τὴν ῥίνα ταύτης, καὶ δακὼν ἀπέκοψεν εἰς τέλος, λόγον εἰπὼν τοιόνδε ταύτῃ· « Εἰ γὰρ σύ, μῆτερ, τὸ πρῶτον ἐτύπτησάς με, ὅτε δέλτον σοι ἔφερον, οὐκ ἂν φόνῳ παρεδόθην. » Οὗτος ὁ μῦθος λέγει· Δεῖ τοὺς φρονίμους τὰς ῥίζας ἐκκόπτειν τῶν σφαλμάτων· ἤγουν τὰς ἀρχὰς τῶν ἁμαρτημάτων καὶ τῶν ἄλλων κακῶν, ὅπως τῆς ῥίζης κοπείσης οἱ κλάδοι ξηρανθῶσιν. […] Τῆς δὲ μητρὸς καὶ τῶν ἄλλων κατηγορούντων ὡς οὐ μόνον κέκλοφεν, ἀλλ’ ἤδη καὶ εἰς τὴν μητέρα ἠσέϐηκεν, ἐκεῖνος εἶπεν· « Αὕτη γάρ μοι τῆς ἀπολείας γέγονεν αἴτιος· εἰ γὰρ ὅτε τὴν δέλτον ἐκεκλόφειν, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων χωρήσας νῦν ἠγόμην ἐπὶ τὸν θάνατον. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν μὴ κατ’ ἀρχὰς κολαζομένων ἐπὶ μεῖζον αὐξάνει τὰ κακά.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 147 » pp. 117-117

Ὁ Ζεὺς δέ ποτε αἰτούσῃ τῇ καμήλῳ κέρατα ἔχειν καὶ τοιαῦτα λεγούσῃ· « Λύπη μοι πολλὴ ὑπάρχει διὰ τοῦτο », οὐκ ἐπέδωκεν, ἀλλά γε καὶ τῶν ὤτων ἀπεστέρησε πολλὰ αὐτὸς χολήσας. […] Ὁ Ζεὺς τῇ καμήλῳ κέρατα αἰτούσῃ καὶ λεγούσῃ ὅτι ταῦτά μοι λείπει, οὐ μόνον <οὐ> δέδωκεν, ἀλλὰ καὶ τῶν ὤτων ἐστέρησεν.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 179 » pp. 328-328

Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· « Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. » Ταῦτα καθ’ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. […] Αὐτοῦ δ’ ὁ κύων ἄλλον κύνα ἐκάλει λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη· ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε· τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω, ἵνα αὔριον μὴ πεινάσω καθόλου. » Ταῦτα οὖν λέγων καθ’ ἑαυτὸν ὁ κύων ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον. […] Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. » Ὁ δὲ προσελθὼν καὶ ἰδὼν τὸ μέγα ἐκεῖνο δεῖπνον ἵστατο καὶ διελογίζετο· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐφάνη· ἐξαπίνης γάρ με αὕτη κατέσχε, καὶ εἰς κόρον μέλλω τρυφῆσαι. » Ταῦτα καθ’ ἑαυτὸν στρέφων ὁ κύων καὶ σείων τὴν κέρκον, ἑώρα πρὸς τὸν φίλον τὸν κεκληκότα ἐπὶ τὸ δεῖπνον.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 330 » pp. 215-215

Κἀκεῖνος ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔμοιγέ εἰσι δύο βόες, οἵτινες μηδέν μοι κατεπαγγελλόμενοι πάντα ποιοῦσιν· οἷς ἄμεινόν ἐστιν ἢ ὑμῖν τὸ ποτὸν παρασχεῖν. » Πρὸς ἄνδρα ἀχάριστον ὁ λόγος εὔκαιρος. […] Κἀκεῖνος ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἔμοιγέ εἰσι δύο βόες, οἵτινές μοι μηδὲν κατεπαγγελλόμενοι πάντα ποιοῦσιν, οἷς ἄμεινόν ἐστιν ἢ ὑμῖν ποτὸν παρέχειν. » Οὗτος ὁ λόγος πρὸς ἄνδρα ἀχάριστον.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 200 » pp. 336-336

Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· « Εἰ θέλεις ὑγιᾶναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν, τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα ἄγε εἰς ἐμὰς χεῖρας· ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας. » Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν ταῖς ὕλαις· προσπαίσασα δὲ αὐτῇ καὶ χαίρειν εἰποῦσα ἔφη· « Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων ἐστί μοι· νοσεῖ δὲ καὶ ἔστιν ἐγγὺς τοῦ θνῄσκειν. […] Τί μοι ἔσται πρώτῃ σοι εἰπούσῃ ; Ἀλλ’ εὖξαί μοι σπευδούσῃ, μὴ πάλιν με ζητήσῃ· χρῄζει γάρ με σύμϐουλον ἐν πᾶσιν. […] Ἡ δὲ ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν· « Ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με· εἰ δὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. […] Λέων νοσήσας πρὸς τὴν ἀλώπεκα ἔφη· « Εἰ χαριεῖσθαι μοι θέλεις, τὴν ἔλαφον τοῖς πιθανοῖς σου λόγοις ἐξαπατήσασα κόμιζε· τῶν γὰρ ἐγκάτων αὐτῆς ἐπιθυμῶ καὶ τῆς καρδίας. » Ἡ δὲ πρὸς τὴν ἔλαφον ἀπελθοῦσα· « Ἀγαθῶν μηνυτὴς ἧκον, » ἔφη. […] Ἡ δὲ ταύτην ἰδοῦσα ἔφη· « Μηδαμῶς πλησιάσῃς μοι· ἄλλους ποιεῖ βασιλεῖς, καὶ προσάγαγε λέοντι· ἔγνων γάρ σου τὰ πανουργεύματα. » Ἡ δὲ ἔφη· « Ὦ ἀνόητε, ἄνανδρε πασῶν ἐλάφων καὶ δειλή, πῶς ἀκαίρως τοὺς φιλοῦντας ὑποπτεύεις ; Ὁ γὰρ λέων τῶν ὠτῶν σου λαϐόμενος ἔμελλέν σοι κρύφα κοινολογεῖσθαι καὶ συμϐουλεύειν καὶ τὰς ἐντολὰς αὐτοῦ περὶ τηλικαύτης ἀρχῆς παραδοῦναι.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 83 » pp. 42-42

Ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς· « Τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα. » Οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν, μετά τὴν ἀποϐίωσιν τοῦ πατρὸς αὐτῶν λαϐόντες δικέλλας ὕννας τε κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου. […] Γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαϐεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη· « Παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ’ ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα. » Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποϐίωσιν τοῦ πατρὸς κατέσκαψαν.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 108 » pp. 97-97

Τῆς δὲ ἐρίφου ἀτονησάσης καὶ τοῦ λύκου καταλαϐόντος, στραφεῖσα ἡ ἔριφος πρὸς τὸν λύκον εἶπεν· « Ὅτι μὲν σὸν βρῶμά εἰμι ἀκριϐῶς ἐπίσταμαι, ἀλλὰ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλει μοι ὡς ὀρχῶμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες τοῦ ποιμένος ἀκούσαντες τὸν λύκον κατέλαϐον καὶ ἐδίωκον, κἀκεῖνος φεύγων ἐφώνει· « Ἀξίως πάσχω· ἔδει γάρ με ἀντ’ αὐλητοῦ μακελλάριον εἶναι. » Ὅτι καὶ τοῖς φύσει πονηροῖς ἡ διὰ λόγων ταπείνωσις οἶδε κατάνυξιν ἐμποιεῖν. […] Ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· « Δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τῶν μὲν πρὸς ἃ πεφύκασι ἀμελοῦντες, τὰ δὲ ἑτέρων ἐπιτηδεύειν πειρώμενοι δυστυχίαις περιπίπτουσιν.

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 355 » p. 378

Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· « Μακρόθεν μου κολύμϐα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψαύσῃς, κατακλῶμαι, κἂν ἐγὼ μὴ θέλουσα προσψαύσω. » Ὅτι ἐπισφαλής ἐστι βίος πένητι δυναστοῦ ἅρπαγος πλησίον παροικοῦντι.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 78 » pp. 60-60

Τοῦ δὲ Θανάτου φανέντος καὶ πυνθανομένου δι’ ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ὁ γέρων ἔφη· « Ἵνα τὸν φόρτον μοι ἄρῃς. » Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ λίαν, κἂν καὶ μυρίους κινδύνους ὑποστῇ. […] Τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· « Ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι. » Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 219 » p. 153

Ἀλλά τις γέρων κριὸς εἶπεν· « Πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν μοι ; » Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς δι’ ὅρκων πεισθέντα.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 319 » pp. 210-210

Καί που παιδίον ποίμνια νέμον ὄρει ἀνακέκραγε· « Βοηθεῖτέ μοι, λύκος. » Οἱ δὲ ἀγρῶται τρέχοντες εἰς τὴν ποίμνην τοῦτον ηὕρισκον μὴ ἀληθεύειν ὅλως. […] Καί που παιδίον ποίμνια νέμον ἐφ’ ὑψηλοῦ τόπου ἱστάμενον πολλάκις ἀνέκραγε· « Βοηθεῖτέ μοι, λύκοι. » Οἱ δὲ ἀγρότεροι τρέχοντες ἐν τῇ ποίμνῃ τοῦτον ηὕρισκον μηδαμῶς ἀληθεύοντα.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 190 » pp. 137-137

Εἶπε δὲ πρὸς τὸν βοῦν· « Εἰ βαρῶ σου τὸν τένοντα, ἀναχωρήσω. » Ὁ δὲ ἔφη· « Οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν μένῃς, μελήσει μοι. » [Ὅτι] τοὺς εὐτελεῖς καὶ ἀδόξους [καὶ] μαχομένους τυράννοις ἔλέγχει ὁ μῦθος.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 7 » pp. 276-276

Ὁ δὲ ἰδὼν ἔφη· « Καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν. » Ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 128 » pp. 314-314

Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐϐόα· « Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, εἰς τί βοᾶτε μεγάλα κεκραγότες ὡς ἐπ’ ἀγάθῳ τινὶ προσδοκωμένῳ ; Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ, εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει, τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι. » Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντως χαίρουσιν ἐπ’ αδήλοις.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 152 » pp. 322-322

Καρκίνῳ ποτὲ ἡ μήτηρ παρῄνει· « Μὴ λοξά, τέκνον, ἐμπεριπάτει. » Ὁ δὲ πρὸς αὐτὴν λέγει· « Σύ μοι, ὦ μῆτερ, ὑπόδειξον βαδίζειν καὶ περιπατεῖν, ὄρθια βηματίζουσα, ὅπως ὁρῶν σε κἀγὼ παραζηλώσω. » Ὅτι μεγίστην βλάϐην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 153 » pp. 250-250

Ἣ στενάξασα ἐκ βάθους τῆς καρδίας ἀνεϐόησεν· « Οἴμοι τῇ παναθλίᾳ· τί μοι συνέϐη ; οὓς τοῖς καρποῖς εὐφραίνω, μάστιγας δεινὰς ὑπ’ αὐτῶν νῦν λαμϐάνω. » Ὁ λόγος πρὸς ἀχαρίστους ἀνθρώπους ἀντὶ ἀγαθῶν κακὰ ἀποδιδόντας.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 74 » pp. 49-49

Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διὶ οὕτως, ὅτι, « ἐὰν τὸν κλέπτην τὸν λαϐόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω. » Καὶ δὴ διερχομένου αὐτοῦ εἴς τινα δρυμόν, εὑρίσκει λέοντα κατεσθίοντα τοῦτον τὸν μόσχον. […] Στενάξας οὖν ἔφη· « Βοῦν σοι καὶ ταῦρον, θεέ, προσενέγκω, εἰ τὰς χεῖρας τοῦ κλέπτου βοηθήσεις μοι ἐκφυγεῖν. » Ὅτι ἀϐούλως οὐδὲ εὐχὴν ποιεῖσθαι χρή· ἄδηλον γὰρ τὸ συμϐησόμενον.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 170 » pp. 251-251

Κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· « Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν. » Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 172 » pp. 127-127

Ὁ δὲ πρὸς αὐτὴν ἔφη· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ ὡς κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν. » Καὶ ἡ κορώνη πρὸς αὐτόν· « Διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 14 » pp. 7-7

Ὄρνις δέ ποτε κατακλιθεὶς ἠρρώσθει· εἰς ὃν αἴλουρος προκύψας ἔφη ταῦτα· « Πῶς ἔχεις, φίλε, τί δέ σοι ; ἄν τι χρῄζῃς, Ἀνάγγειλόν μοι καὶ πάντα σοι παρέξω.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 28 » p. 25

Καὶ ἡ ἁλκύων ἐπανελθοῦσα, ὡς ἔγνω τὸ γεγονός, εἶπεν· « Ἀλλ’ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα. » Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσιν πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 119 » pp. 109-109

Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐπέκειτο, ἔφη· « Ἀλλ’ ἔγωγε ἐπὶ ταύταις ταῖς ὁμολογίαις εἴσειμι ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθέως ἐξελεύσομαι. » Ἀπὸ τούτου συνέϐη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 197 » pp. 142-142

Τὸν δ’ ἀπαμειϐομένη ἀλώπηξ ἔφη· « Μέδων, οἱ ἐρχόμενοι, εἶπέ μοι ποῦ γε· οἱ μὲν εἰσερχόμενοι πολλοί, ἐξέρχονται δ’ ὀλίγοι ἐντεῦθεν· οὐκ ἔρχομαι· καλῶς γὰρ οἶμαι· τοῦτο δὲ λέγε. » Οἴδασιν οἱ φρόνιμοι ἐκ τεκμηρίων φεύγειν ὕψαλα πανοῦργα τῶν δυναστῶν. […] Ἡ δὲ πανοῦργος ἀλώπηξ νοήσασα, πόρρωθεν στᾶσα, ἔφη· « Βασιλεῦ, πῶς ἔχεις ; – Κακῶς, εἶπεν· ἀλλὰ τί οὐ προσέρχῃ μοι, ἀλλὰ μακρόθεν ἐρωτᾷς ; δεῦρο, γλυκεῖα, καὶ τοῖς λόγοις σου παρηγόρησον. » Ἡ δὲ ἔφη· « Ὑγίαινε, ἐγὼ δὲ ἄπειμι· πολλῶν γὰρ θηρίων ἴχνη με κωλύει εἰσιόντων μέν, μηδ’ ὅλως δὲ ἐξιόντων. » Ὅτι φρόνιμός ἐστιν ὁ συμφοραῖς ἑτέρων παιδευθεὶς καὶ μὴ προλαϐὼν πταίσας.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 136 » pp. 128-128

Ὁ δ’ ὄφις ἀνεϐόα· « Ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐϐούλου καὶ θάνατον προσάγειν ; Ὅμως πέπονθας ὃ ἐϐούλου μοι πρᾶξαι. » Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 34 » pp. 22-22

Ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος, λέγων· « Δι’ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. » Ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα εἶπε πρὸς αὐτόν· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Ὁ λόγος πρὸς ἐκείνους τοὺς ἀνθρώπους, τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους διὰ λόγων, δι’ ἔργων δὲ φαῦλα ποιοῦντας. […] Εἶπεν δὲ αὐτῇ ὁ δρυτόμος· « Ἔχε μοι τὴν χάριν ὅτι ἔσωσά σε. » Ἡ δὲ εἶπεν· « Ἠκροασάμην πάντα· ἵνα δὲ ἐκφύγῃς τὸν ὅρκον, τῇ φωνῇ με ἔσωσας, τῷ δακτύλῳ δὲ ἀπεκτείνας. » Ὅτι οἱ τῶν κολάκων λόγοι πιθανοὶ μέν εἰσι, οἱ δὲ τρόποι σκολιοὶ καὶ δόλου πλήρεις.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 88 » p. 246

Ἐκείνου δὲ φήσαντος· « Τίς ὁ τὴν θύραν κόπτων ; » ἡ γυνὴ ἀπεκρίνατο· « Ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι. » Κἀκεῖνος· « Μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων. » Ἡ δὲ τὸ στῆθος πατάξασα· « Οἴμοι τῇ δυστήνῳ, φησίν· οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 31 » pp. 19-19

Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν· « Αἶ ἐμέ· καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθόν, χεῖρόν μοι ἐχρήσω. – Ἀλλ’ ἐσφάλης, ὦ φίλη, φησὶν ἡ βάτος, ἐμοῦ ἐπιλαϐέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 46 » pp. 34-34

Chambry 46.2 Aliter — Autre version Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· « Ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. » Τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· « Πόθεν σοι ταῦτα, ἐὰν συμϐῇ ὑγιᾶναί σε ; » πρὸς αὐτὴν ἐκεῖνος ἔφη· « Καὶ νομίζεις <ἂν> ἀναστῆναί με, ἵνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 247 » pp. 168-168

Ἰδὼν γεωργὸς ναῦν ἐν θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, εἶπεν· « Ὦ θάλασσα, στοιχεῖον ἀνηλεὲς καὶ τῶν ἀνθρώπων ἐχθρόν. » Ἡ δὲ θάλασσα γυναικείαν μορφὴν ἀναλαϐομένη ἔφη· « Τί μέμφῃ μοι, ἄνθρωπε, μάτην ; οὔκ εἰμι ἐγὼ αἰτία, ἀλλ’ οἱ ἐκταράσσοντές με ἄνεμοι· εἰ δὲ χωρὶς τούτων πλεύσεις, με ἡμερωτέραν τῆς γῆς εὑρήσεις ἐφ’ ἧς βαδίζεις. » Ὅτι καὶ γαληνοὺς καὶ πραεῖς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες πρὸς ζάλην καὶ ὀργὴν διεγείρουσιν.

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 199 » pp. 140-140

Πρὸς τόνδ’ ἠπείλει δεινῶς ὁ λέων λέγων· « Σπαράξαι σ’ ἔχω, εἰ μὴ τὴν κόρην δῷς μοι. » Τὸν κίνδυνον δὲ μὴ δυνάμενος φεύγειν ὁ γέρων βουλὴν ἐνόμισεν ἀρίστην, καὶ τόνδ’ ἀμειϐόμενος ἔφησε λόγον· « Ὀδόντας καὶ ὄνυχάς σου κόρη δείδει· λοιπὸν ἔκϐαλ’ ὀδόντας καὶ λήψει τήνδε· τίλλε γοῦν τοὺς ὄνυχας ἅμα κὀδόντας. » Χάριν ἔρωτος, βαϐαί, τοῦ πικροτάτου, προσῆλθε λέων γέροντι τῷ φρονίμῳ οὕτως ταπεινῶς πρὸς ὑπέροφρυν πρέσϐυν κόρην γε ζητῶν δίχ’ ὀδόντων κὀνύχων.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 235 » pp. 163-163

Ἡ δὲ εἶπεν· « Δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσῃ ἆραι, ἀναιρῶ τοῦτον. » Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει· ἠγάπα γὰρ τοὺς ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν· τοιοῦτον δὲ δέδωκεν ὡς αὐτὴν ἀποθνῄσκειν ἅμα τῷ πλῆξαι· ζωὴ δὲ αὐτῆς ἐστι [πετομένης] τὸ κέντρον.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 86 » pp. 53-53

Τότε λέγει αὐτοῖς ὁ πατὴρ αὐτῶν· « Οὕτω καὶ ὑμεῖς, ὦ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς· ἐὰν δὲ μένητε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι. » Ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταφρόνητος ἡ διάστασις.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 224 » pp. 158-158

Πάλιν ἀκούει, τῆς νυκτὸς μεσαζούσης, τὴν γραῦν γελῶσαν τὸν παῖδα κολακεύειν· « Τέκνον, » λέγουσα, « τέκνον ἠγαπημένον, τὸν λύκον φονεύσομεν, εἰ μόνον ἔλθῃ. » Ὁ λύκος δ’ ὡς ἤκουσε τοὺς λόγους τούτους, ᾦχετο λέγων· « Ἐν τῇ ἐπαύλει ταύτῃ ἄλλα λέγουσι, μακρᾶς αἴ αἴ μοι ποίνης, ἄλλα πράττουσι· φεῦ, πῶς οἴσω τὴν πεῖναν ; » Λόγος ἁρμόζει πρὸς τοὺς ἀνθρώπους οἳ λόγους οὐκ ἔχουσιν ἴσους τοῖς ἔργοις.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 282 » pp. 187-187

Λύκον δὲ ἰδὼν καὶ τοῦτον δειλιάσας, μήπως, ὡς τρίπους, αὐτῷ γένηται βρῶμα, ἀνεϐόησε καὶ πρὸς αὐτὸν ἐλάλει· « Λύκε μέγιστε, νυνὶ θνῄσκω ἐκ πόνου· καλόν μοι ἔσται τὸ γενέσθαι σοι δεῖπνον ἤπερ τῶν γυπῶν, ὀρνέων καὶ κοράκων.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 185 » pp. 134-134

Αὖθις δὲ ἦλθεν ὁ λύκος μεθ’ ἡμέρας, ἀλλ’ οἴκοι κοιμώμενον εὗρε τὸν κύνα, καὶ κάτω σταθεὶς πρὸς αὐτὸν ἐπεϐόα· « Τὰς συνθήκας, ἔλεγε, ποιεῖ μοι, φίλε. » « Ἂν ἀπὸ τοῦ νῦν, ὁ κύων ἀντεφώνει, πρὸς ἔπαυλιν εὕδοντα ἐφεύρῃς, φίλε, μηδαμῶς ἀναμείνῃς δεσπότου γάμους. » Ὁ αὔριον ὄρνις τοῦ σήμερον κρεῖττον.

/ 45