/ 351
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 102 » pp. 304-304

Ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν· « Ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις, ὅτε ἐγὼ ἐν στέγεσί που χρησιμεύω καὶ οἴκοις. » Ἡ δὲ βάτος ἔφη· « Ὦ ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν ἔχοις θελῆσαι γενέσθαι, οὐκ ἐλάτη. » Κρείσσων πενία ἄφοϐος ἢ πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν. […] Ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. Ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι « καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα· καὶ πῶς ἐμοὶ συγκρίνῃ ; » Ἡ δὲ βάτος εἶπεν· « Εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις. » Ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ· τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος. […] Ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. Ἐπαινοῦσα δὲ αὑτὴν ἡ ἐλάτη ἔλεγεν ὅτι « εὐμήκης εἰμι καὶ ὑψηλὴ καὶ εἰς τὰς κατασκευὰς τῶν νεῶν καὶ εἰς τὰ στέγη [καὶ] τῶν μεγάλων καὶ βασιλικῶν οἰκιῶν χρησιμεύω· σοῦ δέ, ὦ βάτε, οὐδὲν ὄφελος· ἄχρηστος γὰρ ὑπάρχεις παντάπασιν. » Ἡ δὲ βάτος εἶπεν· « Ὦ ἐλάτη, εἰ ἀναμνησθείης τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, τάχ’ ἂν καὶ σὺ βάτος γενέσθαι θελήσειας. » Cod.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 269 » pp. 357-357

Ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου, καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέϐη τὸν ἵππον, πανταχόσε τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε, καὶ ὁ ἵππος πληγεὶς ἔκειτο. […] Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατ’ ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους τὴν πενίαν ἀγαπᾶν. […] Ὄνος τὸν ἵππον ἐμακάριζε διὰ τὴν τροφὴν καὶ τὴν θεραπείαν· ἑαυτὸν δὲ ἐταλάνιζε καὶ τὴν ἑαυτοῦ τύχην, ὅτι ἀχθοφορεῖ καὶ ὀλίγη αὐτῷ ἐστιν ἡ τροφή, ὁ δὲ ἵππος κεκοσμημένος τῷ χαλινῷ καὶ προμετωπιδίοις, καὶ κοῦφος αὐτῷ ὁ δρόμος. Ταῦτα τοῦ ὄνου λογιζομένου, ἐπέστη πολέμου καιρός· καὶ ὁ στρατιώτης μετὰ τῶν ὅπλων ἐπέϐη τοῦ ἵππου, καὶ μέσον τῶν πολεμίων εἰσίει· καὶ ὁ ἵππος μέσος τοῖς ξίφεσιν ἔκειτο τραυματίας καὶ ψυχορραγῶν. Μετεϐάλλετο δὲ τὴν γνώμην ὁ ὄνος καὶ τὸν ἵππον ἠλέησεν.

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 192 » pp. 138-138

Οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας πλέως· καὶ γὰρ καὶ ὑπ’ ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται· βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ ἢ διὰ βίου τρέμειν. […] Οἱ λαγωοὶ πάντες εἰς ἓν συνελθόντες εἶπον· « Ἀϐίωτός ἐστιν ἡμῶν ὁ βίος· καὶ γὰρ ἀετοὶ καὶ κύνες καὶ ἄνδρες ἡμᾶς καταπονοῦσιν· βέλτιον οὖν ἐστιν ἡμᾶς ῥῖψαι ἑαυτοὺς ἐν τῇ πλησίον λίμνῃ καὶ διαφθαρῆναι. » Ταῦτα εἰπόντες ἀπῄεσαν. […] Εἷς δέ τις γερὼν λαγωὸς ἔφη· « Στῆτε, καὶ μὴ ἀπογνῶμεν ἑαυτῶν· εἰσὶ γάρ, ὡς ὁρᾶτε, καὶ ὑπὲρ ἡμᾶς ἄλλοι δειλότεροι. » Ὁτι τοῖς δυστυχοῦσιν οὐ τὴν τυχοῦσαν παραμυθίαν φέρει τὸ καὶ ἑτέρους χείρονα παθόντας ὁρᾶν. […] Οἱ λαγωοὶ συναχθέντες ἑαυτοῖς εἶπον· « Ἀϐίωτός ἐστιν ἡμῶν ὁ βίος· καὶ γὰρ ἀετοὶ καὶ κύνες τε καὶ ἄνδρες ὡς οὐδὲν πάντες καταπονοῦσιν ἡμᾶς. Βέλτιόν ἐστιν ἡμᾶς ῥῖψαι ἐν τῇ λίμνῃ καὶ πνιγῆναι. » Ταῦτ’ οὖν εἰπόντες ἀπῄεσαν ἐν λίμνῃ.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 285 » pp. 194-194

Τοῦ δὲ δεομένου μεθεῖναι αὐτὸν καὶ λέγοντος ὡς οὐ μόνον αὐτὸς ἀϐλαϐής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος, τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμϐάνων κατεσθίει, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· « Ἀλλ’ εἰ τὰ μάλιστα μὴ φαῦλος σὺ εἶ, δι’ αὐτὸ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ πονηρῶν κεκάθικας. » Ἀταρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας περιφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς ἐκείνων κακίας κοινωνεῖν δόξωμεν. […] Πελαργὸς δέ τις τοῖς γεράνοις συνῆν τῆς μὲν διατριϐῆς κοινωνῶν, τῆς δὲ ϐλάϐης ὁ γεωργός, βρόχους στήσας, μετὰ τῶν γεράνων εἷλε καὶ τὸν πελαργόν, καὶ δίκην ὑπεῖχεν ὧν οὐδὲν προηδίκησε. […] Ἰδὲ καὶ τὴν χροιὰν ὡς οὐχ ὁμοία. » Ὁ δὲ ἔφη· « Οὐκ οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετ’ αὐτῶν σε καὶ ἀπολέσω. » Ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σὺν αὐτοῖς ἐμπαρῇς. […] Σὺν αὐταῖς οὖν εἰλήφει καὶ πελαργόν. […] Ἔγωγε σὺν αὐταῖς σε κατέσχον καὶ τὴν ὁμοίαν ψῆφον ἐπιτάξαι σοι μέλλω. » Ὅτι ἐπισφαλὲς τὸ συγκοινωνεῖν κακοῖς καὶ ἐπικίνδυνον.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 107 » pp. 98-98

Ὁ δὲ λύκος ἔφη· « Ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων. […] Ὁ δὲ λύκος ἔφη· « Ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων. […] Ἔριφος ἑστὼς ἐπί τινος δώματος λύκον τινὰ παριόντα καὶ τὴν πορείαν ἐκεῖθεν ποιούμενον ἐλοιδόρει καὶ αἱμοϐόρον ἐκάλει καὶ ὠμόφαγον. Ὁ δὲ ἔφη· « Οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος ἐν ᾧ ἵστασαι. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ χρόνος δίδωσι τοῖς ἥττοσι θράσος κατὰ τῶν ἀμεινόνων. […] Κἀκεῖνος τοὺς ὀδόντας τρίζων εἶπεν· « Ὁ τόπος με λοιδορεῖ· σὺ μὴ καυχῶ. » Ὅτι καὶ καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἐνδόξους.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 347 » p. 271

Chambry 347 Χειμὼν καὶ ἔαρ — L’hiver et le printemps. Χειμὼν ἔσκωψε εἰς τὸ ἔαρ καὶ αὐτὸ ὠνείδισεν ὅτι εὐθὺς φανέντος ἡσυχίαν ἄγει ἔτι οὐδείς, ἀλλ’ ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται, ὅτῳ ἄρα φίλον δρέπεσθαι ἀνθέων καὶ κρίνων, ἢ καὶ ῥόδον τι περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν, καὶ παραθέσθαι [ἢ] παρὰ τὴν κόμην· ὁ δὲ ἐπιϐὰς νεὼς καὶ διαϐαίνων πέλαγος, ἂν τύχῃ, παρ’ ἄλλους ἤδη ἀνθρώπους ἔρχεται· καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμϐρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι. « Ἐγώ, ἔφη, ἄρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα, καὶ οὐδὲ εἰς οὐρανόν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν ἐπιτάττω βλέπειν καὶ δεδιέναι καὶ τρέμειν καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἶκοι ἠνάγκασα. – Τοιγαροῦν, ἔφη τὸ ἔαρ, σοῦ μὲν κἂν ἀπαλλαγεῖεν ἄνθρωποι ἀσμένως· ἐμοῦ δὲ αὐτοῖς καλὸν καὶ αὐτὸ εἶναι δοκεῖ τοὔνομα, καὶ νὴ μὰ Δία γε ὀνομάτων κάλλιστον, ὥστε καὶ ἀπόντος μέμνηνται καὶ φανέντος ἐπαγάλλονται. » Cod.

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 166 » pp. 124-124

Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέατος περιγενέσθαι στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν ἐγένετο, εἰ φωνὴν εἶχεν. Ὁ δὲ παραστῆσαι αὐτῇ θέλων ὅτι καὶ φωνὴν ἔχει, ἀποϐαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. Ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· « Ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων σε βασιλεῦσαι. » Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος. […] Ἀλώπηξ δὲ τοῦτον θεασαμένη καὶ βουληθεῖσα τοῦ κρέατος περιγενέσθαι, στᾶσα κάτωθεν, ἐπῄνει αὐτὸν ὡς εὐμεγέθες καὶ καλὸν ὄρνεον λέγουσα καὶ θηρευτικὸν καὶ εὔμορφον καὶ ὅτι « ἁρμόζει σοι βασιλέα εἶναι ὀρνέων, καὶ τοῦτο ἐκ παντὸς ἐγένετο ἄν, εἰ φωνὴν εἶχες· ἀλλ’ ὢ ποῖον ὄρνεον καὶ ἄλαλον ὑπάρχεις. » Ὁ δὲ κόραξ ταῦτα ἀκούσας καὶ χαυνωθεὶς τοῖς ἐπαίνοις εὐθέως ῥίψας τὸ κρέας μεγάλα ἐκεκράγει. […] Κόραξ τυρὸν ἔδακνεν· ἡ δὲ πανοῦργος ἀλώπηξ τὸν τυρὸν ἐξέλθουσα φαγεῖν ἐπαίνῳ τὸν κόρακα ἐξηπάτα φάσκουσα ὡς « πάντων ὀρνέων εὐπρεπείᾳ διαφέρεις ἔν τε πτεροῖς καὶ αὐχένι, καὶ στῆθος ἔχεις ἀετοῦ καὶ ὄνυχας· ἀλλ’ ὁ τοιοῦτος ὄρνις ἄφωνος εἶ καὶ κωφός. » Κόραξ δὲ τοῖς ἐπαίνοις χαυνωθεὶς τὸν τυρόν τε τοῦ στόματος ἐκϐαλὼν ἐκεκράγει μεγάλα.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 195 » pp. 257-257

Chambry 195.3 Aliter — Λέαινα καὶ ζῴα. […] Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες· « Εἰπὲ δὲ καὶ σὺ τὸ πόσους παῖδας τίκτεις. » Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· « Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ. » Ὁ μῦθος δηλοῖ ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες. […] Λέαινα, πάντων τῶν τετραπόδων καυχωμένων εἰς παίδων πλῆθος, ἐπεὶ καὶ τῇ λεαίνῃ ἔφασκον βοῶντες· « Εἰπὲ καὶ σὺ τὸ πόσους τίκτεις παῖδας, » ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· « Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάντως. » Ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει διαπρέπων ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες. […] Chambry 195.5 Aliter — Λέαινα καὶ ὗς. Φασὶν ὗν καυχωμένην ἀγέλην παίδων ἔχουσαν εἰπεῖν τῇ λεαίνῃ· « Πόσους παῖδας σὺ γεννᾷς ; » Ἡ δὲ εἶπεν· « Ἕνα μέν, ἀλλὰ γενναῖον. » Ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ ἢ καὶ φρονήσει διαφέρων ἢ πολλοὶ δειλοὶ καὶ ἄνανδροι ἢ καὶ ἄφρονες.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 238 » pp. 351-351

Μόσχος δέ ποτε πρὸς τὴν ἔλαφον εἶπε· « Σὺ τῷ μεγέθει μείζων κυνῶν ὑπάρχεις καὶ ταχινή τε καὶ πρὸς δρόμον ὀξεῖα· κέρατα δὲ σὺ πρὸς ἄμυναν κατέχεις. […] Chambry 238.2 Aliter — Νεϐρὸς καὶ ἔλαφος. Νεϐρός ποτε πρὸς τὸν ἔλαφον εἶπε· « Πάτερ, σὺ καὶ μείζων καὶ ταχύτερος κυνῶν πέφυκας, καὶ κέρατα πρὸς τούτοις ὑπερφυᾶ φέρεις εἰς ἄμυναν. […] Μόσχος πρὸς τὴν ἔλαφον εἶπεν· « Σὺ καὶ μεγέθει μείζων εἶ τῶν κυνῶν καὶ ταχύτητι διαφέρεις καὶ κέρατα πρὸς ἄμυναν ἔχεις. Τί οὖν τοσοῦτον φοϐῇ τοὺς κύνας ; » Καὶ ἡ ἔλαφος ἔφη· « Ὅτι μὲν ταῦτα πάντα ἔχω, οἶδα· ὑλακῆς δὲ εἰ ἀκούσω, τὸν λογισμὸν σκοτοῦμαι καὶ ὅλη τῆς φυγῆς γίνομαι. » Ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία λόγου παραίνεσις ἐπιρρώννυσι, κἂν καὶ εὐμήκεις καὶ στερεοὶ τῷ σώματι φαίνωνται.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 245 » pp. 352-352

Ἔδειξε δὲ αὐτῷ σῖτον καὶ ἄλευρα καὶ ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας. Οὗτος δὲ ἐτέρφθη καὶ διεχύθη. Ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου σύρων. […] Ὡς δὲ πάλιν ἤμελλον ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, ἕτερος ἦλθεν ἄλλο τι ἆραι· οἱ δὲ ἔνδον ἐκρύπτοντο. Ὁ δὲ ἀρουραῖος μῦς, καίπερ τοσαῦτα πεινῶν, εἶπε· « Χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόϐως καὶ λιτῶς ζήσω. » Ὅτι λιτῶς διάγειν καὶ ζῆν ἀταράχως <μᾶλλον> συμφέρει ἢ ἐν φόϐῳ καὶ κινδύνῳ δαψιλῶς τρυφᾶν.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 140 » pp. 105-105

Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη ὅπως σκέπῃ αὐτόν. […] Τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. Οὕτω τε συνέϐη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλάζονάς τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη, ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι. […] Ὁ δὲ δεξάμενος αὐτοὺς καὶ πῦρ ἀνάψας ἔθαλψεν. […] Διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν ἀντημείψαντο αὐτῷ χάριτας, μερίσαντες αὐτῷ καὶ χαρισάμενοι τῶν ἐτῶν ἐφ’ ὧν ἔζων· ὁ μὲν ἵππος εὐθὺς τοὺς πρώτους χρόνους· διὰ τοῦτο ἕκαστος θερμὸς καὶ γαυρός ἐστι τῇ γνώμη· ὁ δὲ βοῦς μετ’ αὐτὸν τοὺς μέσους χρόνους· διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός ἐστι πλοῦτον ἀθροίζων· τρίτος δὲ ὁ κύων τοὺς τελευταίους χρόνους· διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι τῇ γνώμῃ, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾷ καὶ σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ καθάπτεται.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 125 » pp. 100-100

Chambry 125 Chambry 125.1 Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ καὶ Μῶμος — Zeus, Prométhée, Athéna et Momos. […] Chambry 125.2 Aliter — Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ καὶ Μῶμος. Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ ἔριν ἐποιήσαντο τίς κάλλιόν τι ποιήσει. […] Καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπῃ ποῦ τύπτει· τοῦ δέ γε τὰς φρένας ἀνθρώπου καὶ τὰς βουλὰς φανερὰς εἶναι καὶ ἔξωθεν, ἀλλὰ μὴ ἔνδον, ὡς ἂν διαγινώσκηται τί βουλεύεται ἕκαστος· τῆς δὲ οἰκίας ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν. […] Ὁ δὲ τοῦ μὲν ἀνθρώπου κατεμέμφετο τὴν τῶν φρενῶν εἰς τὸ ἔνδον ἀπόκρυψιν, δεῖν λέγων τὰς βουλὰς τῶν ἀνθρώπων ἔξωθεν εἶναι καὶ τὰ διανοήματα, ὡς ἂν ἕκαστος εἴδῃ τί ποτε ὁ ἕτερος βούλεται, καὶ οὕτω τὰς παρ’ ἀλλήλων βλάϐας ἐκφεύγωσιν ἢ καὶ τὰς χρείας ἐξ ἑτοίμου ἀποπληρῶσι· τοῦ δὲ ταύρου τὴν τῶν κεράτων θέσιν ἐκάκιζε, ὅτι ἄνω τῶν ὀμμάτων ἐμφύεται, ὀφείλειν εἶναι ταῦτα λέγων περὶ τὰ στέρνα, ἵνα βλέπῃ ποῦ τύπτει τὸν παροξύνοντα· τῆς οἰκίας δὲ κατεγίγνωσκε ὅτι μὴ τροχοὺς ἔχει καὶ μετακινεῖται ὅπου ἂν ὁ δεσπότης θελήσῃ, ἢ δι’ ἀνάπαυσιν ἴσως, ἢ διὰ τὸ φυγεῖν πονηροὺς καὶ κακούργους γείτονας καὶ ἀγνώμονας.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 345 » pp. 225-225

Ὁ δέ, ὡς ἐπανελθὼν εὗρε τὸν τόπον κενόν, ἔκλαιε καὶ τὰς τρίχας ἐσπάρασσεν. […] Μετὰ μικρὸν δὲ ἐλθὼν ὁ ἴδιος δεσπότης καὶ μὴ εὑρὼν αὐτὸ ἤρξατο κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. Ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαϐὼν λίθον, θὲς ἀντ’ αὐτοῦ καὶ νόμιζε τὸ χρυσίον εἶναι· ὡς γὰρ ὁρῶ, οὐδὲ ὅτε ἦν, ἔχρῃζες αὐτοῦ. […] Εἷς δέ τις παρατηρήσας τὰς ἀφίξεις καὶ καταλαϐὼν τὸ χρυσίον ἀφείλατο. […] Μετὰ δὲ ταῦτα κἀκεῖνος ἐλθὼν καὶ κενὸν τὸν τόπον ἰδὼν θρηνεῖν ἤρξατο καὶ τίλλειν τὰς τρίχας.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 40 » pp. 9-9

Θέλησον οὖν τοὺς ἐμπροσθίους πόδας ἐρεῖσαι τῷ τοίχῳ, ὀρθῶσαι δὲ τὰ κέρατα, ἀναδραμοῦσα δὲ ἐγὼ καὶ σὲ ἀνασπάσω. » Τοῦ δὲ πρὸς τὴν παραίνεσιν αὐτῆς ἑτοίμως ἐπακούσαντος, ἡ ἀλώπηξ ἀναλομένη διὰ τῶν σκελῶν αὐτοῦ καὶ τῶν ὤμων καὶ τῶν κεράτων ἐπὶ τὸ στόμα τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. […] Ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους σου πόδας ἐπὶ τὸν τοῖχον προσερεῖσαι, ἐγκλίνεσθαι δὲ καὶ τὰ κέρατα, ἀναδραμοῦσα ἐγὼ διὰ τοῦ σοῦ νώτου πρώτη, καὶ σὲ ἀνασπάσω ἐνθένδε. » Ὁ δὲ τράγος τὴν παραίνεσιν τῆς ἀλώπεκος ἀκούσας καὶ ὑπερετήσας, ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τῶν νώτων αὐτοῦ ἀνέϐη καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα. […] Ὁ δὲ τράγος ἔφη· « Πῶς ; » Ἡ ἀλώπηξ εἶπε· « Τοὺς ἐμπροσθίους σου πόδας τῷ τοίχῳ προσέρεισον καὶ στῆθι ὀρθός, ἔγκλινον δὲ καὶ τὰ κέρατα. Ἀναδραμοῦσα τοίνυν ἐγὼ διὰ τοῦ σοῦ νώτου καὶ ἀρθεῖσα ἄνωθεν, εὐθέως καὶ παραχρῆμα καὶ σὲ ἀνελκύσω ἔξω. » Τοῦ δὲ πρὸς ταῦτα ἑτοίμως τὴν παραίνεσιν ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὰ νῶτα ἀνέϐη, καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, καὶ γενναίως ἐκτιναχθεῖσα, ἐπὶ τοῦ στόματος τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. […] Πιὼν δὲ καὶ χορτασθεὶς οὐκ ἠδύνατο ἀνελθεῖν καὶ μετενόει καὶ βοηθὸν ἐζήτει.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 261 » pp. 178-178

Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλά τε ἦν καὶ φοίνικες, ταῦτα ἀνείλατο οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δέ, ὡς εὗρε τὰ ἐνόντα, ταῦτα καταφαγὼν καὶ λαϐὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ διανενέμημαι. » Πρὸς ἄνδρα φιλάργυρον διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον ὁ λόγος εὔκαιρος. […] Καταφαγὼν δὲ ταῦτα καὶ λαϐὼν τῶν ἀμυγδάλων τὰ λέπη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ἐπί τινος βωμοῦ ἔθηκεν εἰπών· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ ἀνέθηκα. » Ὁ λόγος πρὸς ἄνδρα φιλάργυρον, τὸν καὶ θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον. […] Περιτυχὼν δὲ πήρᾳ μεστῇ φοινίκων καὶ ἀμυγδάλων, καὶ ταύτην ἀνελόμενος, ἐκείνους μὲν ἔφαγε, τὰ δὲ τῶν φοινίκων ὀστᾶ καὶ τὰ τῶν ἀμυγδάλων κελύφη ἐπί τινος ἀνέθηκε βωμοῦ, φήσας· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· τοῦ γὰρ εὑρεθέντος τὰ ἐκτὸς καὶ ἐντὸς πρὸς σὲ διανενέμημαι. » Ὁ μῦθος πρὸς ἄνδρα φιλάργυρον καὶ τοὺς θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον. […] Ὁ δὲ πήραν εὕρηκε μεστὴν φοινίκων καὶ ἀμυγδάλων ὅλην πεπληρωμένην.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 351 » pp. 377-377

Chambry 351 Chambry 351.1 Χελιδὼν <κομπάζουσα> καὶ κορώνη — L’hirondelle vantarde et la corneille. Ἡ χελιδὼν ἔφη πρὸς τὴν κορώνην· « Ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ <εἰμί>, » καὶ προσέθηκε καὶ τὸν Τηρέα καὶ τὴν βίαν καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. […] Χελιδὼν πρὸς τὴν κορώνην ἐκόμπαζε λέγουσα· « Ἐγὼ παρθένος καὶ Ἀθηναίων βασιλέως θυγάτηρ εἰμί, » καὶ προσέθηκε τὸν Τηρέα καὶ τὴν παρ’ αὐτοῦ βίαν καὶ τὴν τῆς γλώττης ἀποκοπήν.

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 142 » pp. 181-181

Ὅτι τοῖς μικροῖς οἱ μεγάλοι κοινωνοῦντες καὶ συμπονοῦντες ἐν τῷ βίῳ ἀμφότεροι περισῴζονται. […] Μακρὰν οὖν στελλομένων πορείαν, ὁ ὄνος ἦν βιαίως ἀχθηφορῶν· διὸ ἔφησε πρὸς τὸν ἵππον· « Συγκάμφθητί μοι, καὶ ἆρον μικρόν τι ἐκ τοῦ φόρτου μου, εἰ μὴ θανεῖν με βούλει παρὰ καιρόν. » Τοῦ ἵππου δὲ μὴ πεισθέντος, ἡ προφήτεια τοῦ ὄνου εἰς ἔργον ἀπέϐη, καὶ ἐθανατώθη ὁ ὄνος κατάκοπος γεγονώς. Ἅπαν τοίνυν τὸ βάρος μετὰ καὶ τῆς τοῦ τεθνηκότος δορᾶς ὁ ἵππος ἦρε καὶ μὴ βουλόμενος· ὅθεν καὶ ἀπεκλαίετο λέγων· « Οἴμοι ὁ ἄθλιος, τί πέπονθα ; μικρᾶς γάρ τινος βοηθείας τὸν ὄνον μὴ ἀξιώσας, ἑαυτῷ μεγάλης ἀχθηφορίας παραίτιος γέγονα· πείσομαι δή ποτε καὶ αὐτὸς τὸ τοῦ ὄνου καὶ ἄωρος ἐξ ἀμετρίας στερηθησόμενος τῆς ζωῆς. » Ὅτι οἱ ἔνδοξοι τοῖς ταπεινοῖς κοινωνοῦντες ἐν βίῳ σῴζουσί τε καὶ σῴζονται. […] Ὁ δὲ ὀνηλάτης ἀπορῶν ὅ τι ποιήσει, οὐ μόνον τοῦ ὄνου τὸν γόμον τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπεσώρευσε. Καὶ ἣ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς αὑτήν· « Δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν φορτίων αὐτοῦ καὶ αὐτὸν ἔφερον. » Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλῦσιν.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 353 » pp. 226-226

Καὶ δὴ προθεσμίαν στήσαντες καὶ τόπον ἀπηλλάγησαν. […] – Τίς δὲ τὸν ὅρον ἀποτάξει, ἀντέφη, καὶ τὰ τῆς νίκης τίς ἡμῖν ἐπιδώσει ; » Τὸ δὲ φρόνιμον τῶν ζωνῴ, ἡ ἀλώπηξ συνετάξατο τὴν ἀρχὴν καὶ τὸ τέλος, ἅμα δείξασα τὸν δρόμον καὶ τὸν τόπον. […] Ὁ μῦθος δηλοῖ ὅτι πολλαὶ φύσεις ἀνθρώπων εἰσὶν εὐφυεῖς, ἀλλ’ ἐκ ῥᾳθυμίας καὶ ὄκνου ἀπόλλυνται· ἐκ δὲ σπουδῆς καὶ μακροθυμίας πολλοὶ περιεγένοντο τῆς φύσεως. […] Ἡ δὲ ἔφη· « Ἐγώ σε τὸν ταχύπουν νικήσω. » Ὁ δέ· « Λόγῳ μόνῳ λέγεις τοῦτο· ἀλλ’ ἔριζε καὶ γνῶθι. – Τίς δὲ τὸν τόπον ὁρίσει, ἔφη, καὶ βραϐεύσει τὴν νίκην ; — Ἀλώπηξ, ἔφη, ἡ δικαία καὶ σοφωτάτη. » Ἔταξε δὲ τὴν ἀρχὴν τὴς ὥρας τοῦ δρόμου. […] Ἐλθὼν δὲ ἐπὶ τὸν ὡρισμένον τόπον εὗρε τὴν χελώνην νικήσασαν. » Ὅτι πολλαὶ φύσεις ἀνθρώπων εὐφυεῖς εἰσιν, ἀλλ’ ἐκ τῆς ῥᾳθυμίας ἀπώλοντο, ἐκ δὲ νήψεως καὶ σπουδῆς καὶ μακροθυμίας τινὲς καὶ φύσεως ἀργῆς περιεγένοντο.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 171 » pp. 125-125

Chambry 171 Chambry 171.1 Κορώνη καὶ κόραξ — La corneille et le corbeau. Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπ’ αὐτῶν μαρτυρεῖσθαι, ἐϐουλήθη τῶν αὐτῶν ἐφικέσθαι· καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος δένδρου, καὶ στᾶσα μεγάλα ἐκεκράγει. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν. […] Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ δι’ οἰωνῶν τοῖς ἀνθρώποις μαντεύεσθαι, καὶ διὰ τοῦτο μαρτυρουμένῳ ὡς προλέγοντι τὸ μέλλον, θεασαμένη τινὰς ὁδοιπόρους παριόντας, ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως ἔκραξεν. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, ὑποτυχών τις ἔφη· « Ἀπίωμεν, ὦ οὗτοι· κορώνη γάρ ἐστιν, ἥτις κέκραγε καὶ οἰωνισμὸν οὐκ ἔχει. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἁμιλλώμενοι, πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 163 » pp. 101-101

Κολοιὸς δέ, συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. […] Ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. […] Ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. […] Ὁ δὲ κολοιὸς καὶ αὐτὸς ἀπελθὼν λουθῆναι ἤθελεν ὁμοιωθῆναι καὶ τοῖς λοιποῖς καὶ εὐειδέσιν ὀρνέοις· ἐκ τῶν πιπτόντων ὀρνέων τὰ πτερὰ περισωρεύσας περιεϐάλλετο ἑαυτόν, ἵνα φαίνῃ καὶ αὐτὸς τῷ Διὶ ὡς τὰ λοιπὰ ὄρνεα. […] Ὅτι δεῖ τὸν καθένα οἷος καὶ ὑπάρχει οὕτως καὶ φαίνεσθαι καὶ μὴ, πένης ὤν, φαίνεσθαι πλούσιος.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 336 » pp. 373-373

Τέττιξ δὲ τούτους οὕτως ἰδὼν ποιοῦντας, αὐτὸς λιμώττων καὶ μέλλων τεθνηκέναι, δραμὼν παρ’ αὐτοὺς ἐδωδὴν ἐπεζήτει. Τῶν δὲ φησάντων· « Τῷ θέρει πῶς οὐκ ἔσχες, ἀλλ’ ἐρρᾳθύμεις, καὶ προσαιτεῖς ἀρτίως ; » τέττιξ ἀντεῖπεν· « Ἀλλ’ ἐτερπόμην τότε, αὐλῶν καὶ τέρπων ὅλους τοὺς ὁδοιπόρους. » Οἱ δὲ αὐτίκα ταῦτα ἀκηκοότες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐϐόων· « Χειμῶνος ὀρχοῦ, εἴπερ ηὔλεις ἐν θέρει· ἀλλ’ ἐν θέρει σὺ τὸν σῖτον ἀποτίθει καὶ μὴ λυρίζων ἡδύνῃς ὁδοιπόρους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἢ ὀκνεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνήσας κινδύνῳ περιπέσῃ. […] Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· « Διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν ; » Ὁ δὲ εἶπεν· « Οὐκ ἐσχόλαζον, ἀλλ’ ᾖδον μουσικῶς. » Οἱ δὲ γελάσαντες εἶπον· « Ἀλλ’ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ. […] Τέττιξ δὲ ἐπὶ τρώγλης ἐνδύνας ἐξέπνεε τῇ πείνῃ, λιμῷ κατεχόμενος καὶ ψύχει πολλῷ· ἐδέετο δὲ τοῦ μύρμηκος τροφῆς μεταδοῦναι, ὅπως καὶ αὐτὸς γευσάμενός τινος σωθείη. Ὁ μύρμηξ δὲ πρὸς αὐτόν· « Ποῦ, φησίν, ἦς τῷ θέρει ; πῶς δ’ οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ ; » Ὁ δὲ τέττιξ· « ᾞδον καὶ ἔτερπον τοὺς ὀδοιποροῦντας. » Ὁ δὲ μύρμηξ γέλωτα πολὺν καταχέας ἔφη· « Οὐκοῦν χειμῶνος ὀρχοῦ. » Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν κρεῖττον τοῦ φροντίζειν τῶν ἀναγκαίων τροφῶν, καὶ μὴ ἀπασχολεῖσθαι εἰς τέρψιν καὶ κωμασίαν.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 297 » pp. 200-200

Ληφθεὶς δέ ποτε ἐπ’ αὐτοφώρῳ καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. Τῆς δὲ ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, εἶπε βούλεσθαί τι αὐτῇ εἰπεῖν πρὸς τὸ οὖς· καὶ ἐπεὶ τάχιστα αὐτῷ προσῆλθε, τοῦ ὠτίου ἐπιλαϐόμενος, κατέδακεν αὐτό. […] Τῆς δὲ οὐ μόνον αὐτὸν οὐκ ἐπιπληξάσης, ἀλλὰ καὶ ἐπαινεσάσης αὐτόν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ, καὶ ἔτι μᾶλλον ἐκείνη ἀπεδέξατο. […] Ληφθεὶς δέ ποτε καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. […] Ληφθεὶς οὖν ποτε ἐπ’ αὐτοφώρῳ καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 147 » pp. 117-117

Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο. Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι. […] Ὁ μῦθος δηλοῖ ὅτι ὁ ἔχων τι ἀρκείσθω ἐπ’ ἐκείνῳ καὶ πλείω μὴ ζητείτω, ἵνα μὴ καὶ ὃ ἔχει ἀπολέσῃ. […] Ὁ Ζεὺς τῇ καμήλῳ κέρατα αἰτούσῃ καὶ λεγούσῃ ὅτι ταῦτά μοι λείπει, οὐ μόνον <οὐ> δέδωκεν, ἀλλὰ καὶ τῶν ὤτων ἐστέρησεν. Ὅτι, ὃ ἔχει τις, εἰς ἐκεῖνο ἀρκείσθω καὶ μὴ πλεονεκτείτω.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 144 » p. 269

Chambry 144 Ἵππος καὶ σῦς ἄγριος. […] Σῦς δὲ αὐτὸν ἄγριος ἔϐλαπτε, τὴν χλόην ἣν ἐνέμετο κόπτων καὶ κατορύσσων καὶ τὸ ὕδωρ ταράσσων ἔνθα ἔπινε. Διὰ τοῦτο ὁ μῶρος ἵππος πρὸς ἄμυναν τοῦ ἠδικηκότος συὸς διεγερθεὶς φιλίαν ἐσπείσατο μετὰ ἀνδρὸς ποικίλου, βοηθεῖν δὲ ἔλεγεν αὐτῷ καὶ ἐκδικεῖν κατὰ τοῦ βλάπτοντος ἐχθροῦ. […] Ὁ δὲ εἶπεν· « Οὐ δυνατόν με πεζὸν ὄντα καταπολεμῆσαι τοῦτον· ἀλλ’ ἐὰν χαλινὸν δέξῃ καί <με> τοῖς νώτοις σου βαστάσῃς καὶ δῷς ὅπως σε κάμπτω καὶ τρέχοντα κωλύω, ἐλπίζω τότε τὸν σῦν εὐκόλως ἀναιρήσειν. » Ὁ δὲ ἵππος ὑπὸ ὀργῆς τὰς φρένας τυφλωθεὶς παρέδωκεν ἑαυτὸν καὶ ὑπὸ τοῦ δοκοῦντος ὠφελεῖν ἐχειρώθη. Ὅτι θυμὸς οἶδεν δουλῶσαι καὶ ταπεινῶσαι ἄνδρα γενναῖον καὶ πρὸς ἄμυναν [γενέσθαι] τοῦ ἀδικηκότος <ὡρμημένον>.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 244 » pp. 235-235

Ὁ μῦθος δηλοῖ ὅτι καὶ τὰ ἄλογα ζῷα αἴσθησιν ἔχει καὶ ἀλλήλοις ὠφελεῖ. […] Ἰξευτὴς δέ τις παρασταθεὶς καὶ συνθεὶς τοὺς καλάμους τὴν περιστερὰν συλλαϐεῖν ἐϐουλήθη. […] Περιστερὰ δὲ ἐν τῷ πέρα ἑστηκυῖα εἰς δένδρον καθεζομένη ἐθεάσατο αὐτὸν καὶ κόψασα κλάδον ἀπὸ τοῦ δένδρου ἔρριψεν εἰς τὴν πηγήν· καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου ἐσώθη δι’ αὐτοῦ. […] Ὁ δὲ ἀλγήσας ἔρριψε τοὺς καλάμους καὶ ἐποίησε φυγεῖν τὴν περιστεράν. […] Ὁ δὲ ἀλγήσας τούς τε καλάμους ἔρριψε καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 78 » pp. 60-60

Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐϐάδιζε, καὶ διὰ τὸν πολὺν κόπον ἀποθέμενος ἐν τόπῳ τινὶ τὸν φόρτον, τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου παριόντος καὶ πυνθανομένου τὴν αἰτίαν δι’ ἣν αὐτὸν ἐκάλει, δειλιάσας ὁ γέρων ἔφη· « Ἴνα μου τὸν φόρτον ἄρῃς. » Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ καὶ πτωχός ἐστι. […] Κοπιάσας δὲ καὶ τὸ φορτίον ἀποθέμενος, οἰμώξας τὸν Θάνατον ἐπεκαλεῖτο. […] Κεκοπιακὼς δὲ καὶ ἀποθέμενος τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος καὶ πυνθανομένου δι’ ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ὁ γέρων ἔφη· « Ἵνα τὸν φόρτον μοι ἄρῃς. » Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ λίαν, κἂν καὶ μυρίους κινδύνους ὑποστῇ.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 247 » pp. 168-168

Ἡ δὲ ὁμοιωθεῖσα γυναικὶ ἔφη πρὸς αὐτόν· « Ἀλλ’, ὦ οὗτος, μὴ ἐμὲ μέμφου, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ μὲν γὰρ φύσει τουαύτη εἰμὶ ὁποίαν καὶ νῦν με ὁρᾷς· οἱ δὲ αἰφνίδιόν με ἐπέρχονται καὶ κυματοῦσι καὶ ἐξαγριοῦσιν. » Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας. […] Chambry 247.2 Aliter — Γεωργὸς καὶ θάλασσα. […] Ἰδὼν γεωργὸς ναῦν ἐν θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, εἶπεν· « Ὦ θάλασσα, στοιχεῖον ἀνηλεὲς καὶ τῶν ἀνθρώπων ἐχθρόν. » Ἡ δὲ θάλασσα γυναικείαν μορφὴν ἀναλαϐομένη ἔφη· « Τί μέμφῃ μοι, ἄνθρωπε, μάτην ; οὔκ εἰμι ἐγὼ αἰτία, ἀλλ’ οἱ ἐκταράσσοντές με ἄνεμοι· εἰ δὲ χωρὶς τούτων πλεύσεις, με ἡμερωτέραν τῆς γῆς εὑρήσεις ἐφ’ ἧς βαδίζεις. » Ὅτι καὶ γαληνοὺς καὶ πραεῖς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες πρὸς ζάλην καὶ ὀργὴν διεγείρουσιν. […] Γεωργὸς ἰδὼν ναῦν ἐν τῇ θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, τῇ θαλάσσῃ κατεμέμφετο καὶ ὡς στοιχείῳ ἀνημέρῳ καὶ ἀπανθρώπῳ. Ἡ δὲ θάλασσα ἐν γυναικείῳ σχήματι νυκτὸς ἐπιστᾶσα ἔφη· « Τί με μάτην, ὦ ἄνθρωπε, κακίζεις ; οὔκ εἰμι ἐγὼ αἰτία τῆς ταραχῆς ἣν ἑώρακας, ἀλλ’ οἱ ἐκταράσσοντές με ἄνεμοι· ἂν γὰρ χωρὶς τούτων πλεύσῃ μέ τις, καὶ ἡμερωτέραν εὑρήσει τῆς γῆς ἣν σύ βαδίζεις. » Cod.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 306 » pp. 73-73

Περιτραπείσης δὲ τῆς νηὸς καὶ πάντων διακολυμϐώντων, καὶ ὁ πίθηκος ἐνήχετο. […] Καὶ ὃς ὑπολαϐὼν αὐτὸν ἄνθρωπον λέγειν, ἔφασκε καὶ φίλον αὐτῷ καὶ συνήθη τοῦτον. […] Τῆς δὲ νεὼς περιτραπείσης καὶ πάντων διακολυμϐώντων, ἐνήχετο καὶ ὁ πίθηκος. […] Τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν ἐνταῦθα τετυχηκέναι γονέων, ἐπανήρετο εἰ καὶ τὸν Πειραῖα ἐπίσταται. Ὑπολαϐὼν δὲ ὁ πίθηκος περὶ ἀνθρώπου αὐτὸν λέγειν, ἔφη καὶ μάλα φίλον εἶναι αὐτῷ καὶ συνήθη.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 325 » pp. 213-213

Chambry 325 Chambry 325.1 Ῥοιὰ καὶ μηλέα καὶ ἐλαία καὶ βάτος — Le grenadier, le pommier, l’olivier et la ronce. Ῥοιὰ καὶ μηλέα καὶ ἐλαία περὶ εὐκαρπίας ἤριζον. […] Chambry 325.2 Aliter — Ῥοιὰ καὶ μηλέα καὶ βάτος. Ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον. […] Ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον· πολλῶν δ’ ἀμπισϐητήσεων μέταξυ γενομένων, βὰτος ἐκ τοῦ πλησίον ἀκούσασα φραγμοῦ· « Παυσώμεθα, εἶπεν, ὦ φίλαι, ποτὲ μαχόμεναι. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς τῶν ἀμεινόνων στάσεσι καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 201 » pp. 147-147

Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τούτους μὲν παρειμένους καὶ τὴν νεϐρὸν ἐν μέσῳ κειμένην, προσέδραμεν καὶ ταύτην ἐκ μέσου αὐτῶν ἀραμένη ἀπῆλθεν. […] Ἢ· ὅτι πολλοὶ μόχθον καὶ κόπον ἑτέρων ποιοῦνται ἴδιον κέρδος. […] Ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεϐρὸν ἐν τῷ μέσῳ κείμενον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα καὶ τοῦτον ἁρπάσασα, φεύγουσα ᾤχετο. […] Δεινῶς οὖν ὑπ’ ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο ἡμιθανεῖς. Ἀλώπηξ δὲ περιιοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα τὸ βρῶμα κείμενον ἐν μέσῳ, ἄρασα τοῦτο δρομαίως ᾦχετο.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 274 » pp. 179-179

Πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ καὶ πολλῷ πλείονα ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ τελευταῖον ὁ Ζεὺς παρεσκεύασεν αὐτὸν βυρσοδέψῃ πραθῆναι. […] Τοῦ δὲ Διὸς ἐπακούσαντος καὶ κελεύσαντος αὐτὸν κεραμεῖ πραθῆναι, πάλιν ἐδυσφόρει, πλέον ἢ πρότερον ἀχθοφορῶν καὶ τόν τε πηλὸν καὶ τοὺς κεράμους κομίζων. Πάλιν οὖν ἀμεῖψαι τὸν δεσπότην ἱκέτευε, καὶ βυρσοδέψῃ ἀπεμπολεῖται. […] Ὁ ὄνος πάλιν δυσφορῶν μετ’ ὀλίγον, καὶ γὰρ ἦν ἀχθηφορῶν πηλὸν καὶ ξύλα, εἰς ἄλλον πάλιν πραθῆναι παρεκάλει. Ὠνεῖται τοῦτον ὁ τὰς βύρσας ἐργάζων, ἐκδέρων τοὺς βόας, ὁρῶντος τοῦ ὄνου, καὶ πάντα ἄλλα, ὡς ἔθος δή, τὰ ζῷα, καὶ σὺν ἀσϐέστῳ καὶ στίψει ξέων τούτους.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 246 » pp. 384-384

Ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς ὄνυξιν ἣρπασεν· βάτραχος δὲ δεσμώτης ἐπηκολούθει, δεῖπνον καὶ αὐτὸς τῷ ἰκτίνῳ γενόμενος. […] Ὁ τοίνυν βάτραχος ἔφη τῷ μυΐ· « Ἐγὼ μὲν ἐν ὕδασι γλυκεροῖς καὶ χλοεροῖς βοτάνοις ἀεὶ τρέφομαι· σὺ δὲ μόνος ἐν οἴκῳ κατοικεῖς μετὰ φόϐου· καὶ ἡνίκα τις τῇ θύρᾳ προσκρούσῃ, ἐν στενῷ τόπῳ εἰσέρχῃ· ἀλλ’ εἰ θέλεις ἀφόϐως μετ’ ἐμοῦ εἶναι καὶ ζῆν ἐν ἀμερίμνῳ διαίτῃ, ἐλθὲ καὶ μάθω σε κολυμϐᾶν. » Ἀπελθὼν οὖν ὁ μῦς συνέδησεν ἑαυτὸν τῷ ποδὶ τοῦ βατράχου. Ὁ οὖν βάτραχος εἰσιὼν ἐν τῷ βυθῷ ἀναϐρυάζων καὶ κράζων κεκὲξ ἔπνιξε τὸν μῦν. […] Τοῦτον ἰκτῖνος ἰδὼν καὶ κατελθὼν ἧρε τοῖς ὄνυξι καὶ συνηκολούθει δεδεμένος καὶ ὁ βάτραχος ὅμοια παθὼν καὶ αὐτὸς ἃ ἐδίδασκεν. Ὅστις καθ’ ἑτέρου δόλια μηχανᾶται καὶ ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 200 » pp. 336-336

Εἰ δὲ ἐμοῦ τῆς γραὸς ἀκούσῃς, συμϐουλεύω καὶ σὲ ἐλθεῖν καὶ προσμένειν τελευτῶντι αὐτῷ. » Οὕτως εἶπεν ἡ ἀλώπηξ. […] Ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξεν· λιμὸς γὰρ αὐτὸν εἶχε καὶ λύπη· καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι ποιῆσαι καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. […] Εὗρε δὲ αὐτὴν καταψυχομένην, καὶ ἔστη ἀναιδῶς. […] Ἀλλ’ ἐλθὲ καὶ μηδὲν πτοηθῇς καὶ γενοῦ ὡς πρόϐατον. […] Διασπάσας οὖν ταύτην ὁ λέων δεῖπνον εἶχεν τὰ ὀστᾶ αὐτῆς καὶ μυελοὺς καὶ τὰ ἔγκατα.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 276 » pp. 91-91

Chambry 276 Chambry 276.1 Ὄνος καὶ κυνίδιον siue Κύων καὶ δεσπότης — L’âne et le petit chien ou Le chien et son maître. Ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων· καὶ δή, εἴ ποτε ἔξω ἐδείπνει, διεκόμιζέ τι αὐτῷ, καὶ προσιόντι καὶ σαίνοντι παρέϐαλλεν. Ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτιζεν αὐτόν. Καὶ ὃς ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι. […] Δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας σκύμνον θεωρῶν ἐν ἁϐρότητι πάσῃ, φάτνης ὀνείης δεσμὰ καὶ καλοὺς ῥήξας ἐς μέσον αὐλῆς ἦλθ’ ἄμετρα λακτίζων· σαίνων δὲ οὐρᾷ καὶ θέλων περισκαίρειν, τὴν μὲν τράπεζαν ἐς μέσον βαλὼν θλάσεν, ἅπαντα δ’ εὐθὺς ἠλόησε τά σκεύη, δειπνοῦντα δ’ εὐθὺς ἦλθε δεσπότην κύσων νώτοις ἐπεμϐάς.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 317 » pp. 208-208

Τὰ δὲ πρόϐατα ἐσθίοντα τὰς βαλάνους ἔλαθε καὶ τὰ ἱμάτια συγκαταφαγόντα. […] Τὰ δὲ πρόϐατα ἐσθίοντα τοὺς βαλάνους συγκατέφαγον καὶ τὸ ἱμάτιον. Ὡς δὲ καταϐὰς ὁ ποιμὴν [καὶ] τὸ γεγονὸς ἐθεάσατο, εἶπεν· « Ὦ κάκιστα <ζῷα>, ὑμεῖς τοῖς λοιποῖς ἔρια παρέχετε καὶ ἐσθῆτας· ἐμοῦ δὲ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλασθε. » Ὁ μῦθος δηλοῖ δι’ ἄγνοιαν πολλοὺς τοὺς μηδὲ προσήκοντας εὐεργετεῖν καὶ κατὰ τῶν οἰκείων φαῦλα ἐργάζεσθαι. […] Τὰ δὲ πρόϐατα ἐσθίοντα τοὺς βαλάνους ἔλαθον καὶ τὰ ἱμάτια συγκαταφαγόντα. Ὁ δὲ ποιμὴν καταϐάς, ὡς εἶδε τὸ γεγονός· « Ὦ κάκιστα, ἔφη, ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρέχετε, ἐμοῦ δὲ τρέφοντος ὑμᾶς καὶ τὸ ἱμάτιον ἀφείλεσθε. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ πολλοὶ τῶν ἀνθρώπων δι’ ἄνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 82 » pp. 176-176

Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαϐὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνῄσκων δὲ ἔλεγε· « Δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας. » Ὁ λόγος δηλοῖ ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται. […] Chambry 82.2 Aliter — Ὁδοιπόρος καὶ ἔχις. […] Ὁ δὲ μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει· ἐπειδὴ δὲ ἐθερμάνθη καὶ ἀνεζωώθη, τὴν αὐτοῦ γαστέρα ἔδακε. Καὶ ὃς ἀποθνῄσκειν μέλλων ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν ; » Ὁ λόγος δηλοῖ ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιϐὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται. […] Ἔχιδναν ἐκ τοῦ ψύχους ἐκπνέουσαν εἶδε γεωργὸς καὶ λαϐὼν ἔϐαλεν ἐν τῷ κόλπῳ καὶ ἔθαλψεν.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 16 » pp. 279-279

Ἡ δὲ αἶξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεϐούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βόθρῳ καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίϐη. […] Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ καὶ τῆς ὑγείας τυχεῖν. […] Ὁ δὲ πόμα τούτῳ δι’ αἰγὸς πνεύμονος κατασκευασθὲν κεράσαι ὠρίσατο καὶ οὕτω τῆς ὑγείας τυχεῖν. Θύσαντες τοίνυν τὴν ἀθλίαν καὶ αὐτεπίϐουλον αἶγα, τὸν ὄνον ἰάτρευον.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 262 » pp. 174-174

Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἐϐόα· « Ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μή πως κάτωθεν τοῦ φρέατος πέσῃς, καὶ ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις σφαλλόμενοι καὶ πράττοντες κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τὴν τύχην. […] Ἐπιστᾶσα δ’ ἡ Τύχη αὐτῷ ἐϐόα· « Ἀνάστα, ὦ παῖ, καὶ ἄπελθε ἐντεῦθεν, μήπως, σοῦ τῷ φρέατι προσπεπτωκότος, ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις σφαλλόμενοι πράττοντες κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τύχην. […] Chambry 262.4 Aliter — Ἄνθρωπος καὶ Τύχη. […] Ἡ δὲ Τύχη ἐπιστᾶσα αὐτῷ εἶπεν· « Ἔγειραι καὶ ἀλλαχοῦ κοιμήθητι μή πως, ἐν τῷ φρέατι σοῦ πεσόντος, ἐμὲ τὴν Τύχην ἅπαντες καταμέμψωνται. » Ὅτι πολλάκις σφαλλόμενοι καὶ κακῶς πράσσοντες κινδύνοις περιπεσόντες εἱμαρμένην καὶ τύχην καταμεμφόμεθα. […] Ἡ δὲ Τύχη ἐπιστᾶσα ἔφη αὐτῷ· « Ἐγέρθητι καὶ ἀλλαχοῦ κοιμήθητι, ἄνθρωπε, μή πως, πεσόντος σοῦ ἐν τῷ φρέατι καὶ ἀποπνιγέντος, ἐμοὶ τῇ Τύχῃ οἱ ἄνθρωποι μέμψωνται. » Cod.

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 352 » pp. 230-230

Τοῦ δὲ πείθοντος καὶ λέγοντος ἀδύνατον εἶναι, καὶ ἔτι αὐτῆς ἐπικειμένης καὶ ἀξιούσης, ἄρας αὐτὴν καὶ μετέωρος ἀναϐὰς ἀφῆκεν ἐπί τινος πέτρας, ὅθεν κατενεχθεῖσα ἀπερράγη καὶ τέθνηκεν. […] Ὁ δὲ ἐκκακήσας ἦρεν αὐτὴν καὶ μετέωρος ἀρθεὶς ἀφῆκεν πέτεσθαι. Ἡ δὲ κατενεχθεῖσα ἐπί τινος πέτρας ἀπερράγη καὶ ἀπέθανεν. […] Λαϐὼν οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀναγαγοῦσα ἀφῆκεν· ἡ δὲ καταπεσοῦσα συνετρίϐη. […] Λαϐὼν οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκὼν, εἶτ’ ἀφῆκεν.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 76 » pp. 50-50

Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ, καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. […] Γαλῆ ἠράσθη ποτὲ ἀνδρὸς εὐπρεποῦς καὶ τὴν Ἀθηνᾶν ἐδυσώπει ταύτην μεταμεῖψαι εἰς γυναῖκα καὶ ἐρασθῆναι αὐτῆς καὶ τὸν ἄνδρα ἐκεῖνον· ὃ δὴ καὶ ἔπραξεν ἡ θεά. […] Ἡ δὲ τὰ νυμφικὰ ῥίψασα καὶ τῇ φύσει ἀκολουθήσασα τὸν μῦν κατεδίωκεν. […] Γαλῆ ἠράσθη ποτὲ ἀνδρὸς εὐπρεποῦς καὶ τὴν Ἀθηνᾶν ἐδυσώπει ταύτην μεταμεῖψαι εἰς γυναῖκα καὶ τὸν ἐρώμενον καὶ ἄκοντα ταύτης ἐπιθυμῆσαι. […] Τοῦ δὲ γάμου ἔτι ἐμμένοντος, μῦν ἡ νύμφη ἐμϐλέψασα τῆς ὀπῆς διακύψαντα, τῶν νυμφικῶν στολῶν ἐπελάθετο καὶ τῶν οἰκείων ἐθῶν ἐπεδράττετο, καὶ γαλῆ ἦν ἡ γαλῆ, τὸν μῦν μὲν κατατρέχουσα, τῶν δὲ ὑμεναίων ἐπιλελησμένη.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 282 » pp. 187-187

Τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαϐαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ’ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. […] Λυθεὶς δὲ πόνου, καὶ χάσκοντος τοῦ λύκου. τοῦτον λακτίσας καὶ τοὺς ὀδόντας θλάσας, χείλη, μέτωπον, κάραν καὶ τὰς ὀσφρήσεις, ἀπεπήδησε καὶ οἴκαδε ἀπῄει. […] Λύκον δὲ ἰδὼν καὶ φοϐηθεὶς εἶπεν· « Ὦ λύκε, ἀποθνῄσκω ἐκ πόνου· καλὸν δέ μοί ἐστι σοῦ δεῖπνον γενέσθαι ἢ γυπῶν καὶ κοράκων. […] Ὁ δὲ λυθεὶς τοῦ πόνου, τὸν λύκον ἔτι χάσκοντα λακτίσας φεύγει, ῥῖνα καὶ μέτωπον καὶ ὀδόντας συγκλάσας.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 92 » pp. 300-300

Δάμαλις ἀγύμναστος βοῦν ἀροτριῶντα ἐταλάνιζε τοῦ κόπου, λέγουσα· « Ὢ πόσα κάμνεις καὶ ταλαιπωρεῖς. » Ὁ βοῦς δὲ ἐσίγα καὶ τὴν αὔλακα ἔτεμνεν. […] Ὁ δὲ βοῦς εἶπεν αὐτῷ· « Εἰς τοῦτο μὴ κάμνων ἐτηρήθης καί σου τὸν τράχηλον μάχαιρα, οὐ ζυγὸς τρίψει. » Ὅτι τῷ ἐργαζομένῳ καὶ πονοῦντι ἔπαινος πρόσεστι, τῷ δὲ ἀργῷ κίνδυνος καὶ μάστιγες. […] Τότε οὖν ὁ βοῦς εἰρήκει αὐτῷ· « Οἶμαι ὅτι εἰς τοῦτο διετηοήθης ἀεργός, ἵνα ἐς ὕστερον ἀντὶ δουλείας ζυγοῦ τὴν μάχαιραν ὑπηρετήσῃς, τῇ χρονίᾳ ἀνέσει καλῶς ἐκτραφείς. » Ὅτι τῷ ἐνεργοῦντι καὶ ἐργαζομένῳ ἔπαινοι, τῷ ἀεργῷ δὲ κίνδυνοι καὶ μάστιγες. […] Ἐπιστραφεὶς δὲ ὁ βοῦς καὶ γελάσας εἶπεν· « Ὦ τάλαινα, ταῦτά σοι ἡ ἄνεσις προεξένησεν, κἀμοῦ μὲν ὁ ζυγός, σοῦ δὲ ἡ μάχαιρα τρίψει τὸν τράχηλον. » Cod. […] Οἱ βοῦς δ’ ὡς εἶδον ταύτην ἀφελκομένην ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐϐόων· « Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα· ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει μάχαιρα, φημί, καὶ καταθύσει πάλιν. » Ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι κίνδυνος καὶ μάστιξ.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 20 » pp. 281-281

Καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύϐη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφ’ ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐϐόησε. […] Ὅτι οὐ δεῖ τινα ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ μέγα καυχᾶσθαι· πολλοὺς γὰρ ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν [· αὐτοὺς δὲ πολλάκις καὶ ἀπώλεσεν]. […] Τοῦτον οὖν ἀετὸς καταπτὰς ἀφήρπασε καὶ ἐπεθοινήσατο. Ἔμεινεν οὖν ὁ δειλότερός τε καὶ ἀσθενέστερος ταῖς θηλείαις ἔκτοτε ἄμαχός τε καὶ ἄφθονος. Ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ οὐ δεῖ τινα μέγα καυχᾶσθαι.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 85 » pp. 299-299

Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ’ ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ καὶ σὲ τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. Ὡς δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. Γευσάμενος δὲ τὸν πέλεκυν ἔρριψε καὶ τὸ φυτὸν ἐτίμα ὡς ἱερὸν καὶ ἐπεμελεῖτο. […] Ὡς δὲ ῥαγάδα εὐθέως πεποιήκει, σμῆνος μελισσῶν καὶ μέλι εὐθὺς εὗρεν· οὗ γευσάμενος τὸν πέλεκυν προσρίπτει καὶ τοῦ δένδρου εὐθέως ἐπεμελεῖτο πλεῖον τῶν δένδρων ὧν εἰχε τῶν ἐγκάρπων.

46. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 239 » pp. 165-165

Εἶπον δ’ οἱ μύες καθ’ ἑαυτοὺς τοιαῦτα· « Οὐ παρὰ λόγον ἡμᾶς γαλαῖ ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα ὥσπερ αὕται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. » Καὶ παραυτίκα συμϐούλιον λαϐόντες κατεστήσαντο τοὺς παμμεγέθεις μύας ὡς ἀρχηγέτας καὶ στρατηγοὺς τῶν ἄλλων. […] Οἱ δὲ μύες βουλευσάμενοι ὅτι διὰ τὸ μὴ ἔχειν στρατηγοὺς ἡττῶνται, τοὺς μεγάλους μύας στρατηγοὺς προχειρισάμενοι καὶ καθοπλίσαντες τοῖς μείζοσι ξύλοις τῶν ἀχύρων ἀντὶ δοράτων, συγκροτοῦσι τὸν πόλεμον καὶ πάλιν ἡττῶνται. […] Ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως ἡ εὐτέλεια ὑπὲρ τὴν δόξαν καὶ τὴν λαμπρότητα τοῦ βίου κρείττων. […] Οἱ δὲ μύες, δόρατα καὶ ἅρματα ἐξ ἀχύρου λαϐόντες, συνεκρότησαν τὸν πόλεμον. […] Οἱ δὲ μύες βουλόμενοι εἰς τὰς τρυμαλιὰς εἰσελθεῖν, ἔχοντες τὰ ξύλα τῶν ἀχύρων καὶ μὴ δυνάμενοι κρυϐῆναι, διεφθάρησαν ὑπὸ τῶν γαλῶν.

47. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 277 » p. 264

Chambry 277 Ὄνος καὶ κύων συνοδοιποροῦντες — L’âne et le chien voyageant de compagnie. Ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. Εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὁ ὄνος λαϐὼν καὶ ἀναρρήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. Περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα χόρτου τε, φημί, καὶ κριθῆς καὶ ἀχύρου. Ἀηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· « Ὑπόϐαθι, φίλτατε, μικρόν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμϐάνων. » Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· « Βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον. » Cod.

48. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 38 » pp. 81-81

Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· « Ὦ πίθηκε, σὺ δὲ τοιαύτην μωρίαν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις ; » Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. […] Τοῦ δὲ ἀμεταμελήτως ἐλθοντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, ᾐτιᾶτο παρ’ αὐτοῦ ἡ ἀλώπηξ ὡς δελεάσασα καὶ ἐνενδρεύσασα αὐτῷ. Ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη· « Ὦ πίθηκε, σὺ τοιαύτην μωρίαν ἔχων, τῶν ἀλόγων ζῴων βασιλεύεις ; » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. […] Ἀλώπηξ δ’ αὐτῷ φθονήσασα, ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαϐοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι, καὶ προὐτρέπετο αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι. Ὁ δὲ ἀπερισκέπτως προσελθὼν καὶ συλληφθεὶς ὑπὸ τῆς παγίδος, ὡς ἐξαπατήσασαν ἐμέμφετο τὴν ἀλώπεκα.

49. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 308 » pp. 218-218

Τοὺς πιθήκους φασὶ δύο τίκτειν καὶ τὸ μὲν ἓν τῶν γεννημάτων στέργειν καὶ μετ’ ἐπιμελείας τρέφειν, τὸ δὲ ἕτερον μισεῖν καὶ ἀμελεῖν. Συμϐαίνει δὲ κατά τινα θείαν τύχην τὸ μὲν ἐπιμελούμενον ἡδέως καὶ στερρῶς ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸ δὲ ὀλιγωρούμενον ἐκτελειοῦσθαι. […] Καὶ ὃ μὲν στέργει, ἀεὶ ἐν τοῖς κόλποις περιφέρουσα καὶ τιθεῖσα ἔνθεν κἀκεῖθεν καὶ τοῦτο καταφιλοῦσα ἀποπνίγει· ὃ δὲ μισεῖ, διώκει. […] Ὅτι τοιοῦτον ἦθός τινες τῶν ἀνθρώπων ἔχουσιν, οἷς ἀεὶ μᾶλλον ἐχθραίνειν ἐστὶ καλὸν ἢ φιλεῖν· [ὅπερ καὶ περὶ γονέων πολλάκις πρὸς οἰκεῖα γίνεται τέκνα, ὡς δῆθεν φίλων αὐτὰ τῆς σωτηρίας ἐμποδίζουσιν· ὅσα δὲ δῆθεν μισοῦσι, αὐτὰ εὐκόλως πρὸς σωτηρίαν ἀπέρχονται καὶ τὸ τῶν μονάχων σχῆμα περιϐάλλονται.] […] Δύο τέκνων μητέρα τὸν πίθηκον εἶναι ἀκήκοα· ἀμφοτέροις οὖν κληρονομίαν χαρίζεσθαι, τῷ μὲν τὸ μῖσος, τῷ δὲ τὴν οἰκείαν ἀγάπην, δι’ ἧς καὶ ἀποκτείνει τὸ πεφιλημένον, συχνῶς περιπτυσσομένη καὶ περιλείχουσα.

50. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 289 » pp. 362-362

Οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. Τὰ δὲ λοιπὰ μέλη ἔλεγον· « Πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῷα ; » Ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη. Ἡ οὐρὰ δὲ ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα, ἕως, εἰς βάραθρον πετρῶν ἐνεχθεῖσης, <ὁ ὄφις> τὴν ῥάχιν καὶ πᾶν τὸ σῶμα ἐπλήγη. Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν λέγουσα· « Σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς γὰρ κακῆς ἔριδος ἐπειράθην. » Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ μῦθος ἐλέγχει. […] Λαϐοῦσα δὲ τὴν ἡγεμονίαν ἑαυτήν τε κακῶς ἀπήλλαττε ἀνοίᾳ πορευομένη καὶ τὴν κεφαλὴν κατέξαινε τυφλοῖς καὶ κωφοῖς μέρεσιν ἀναγκαζομένην παρὰ φύσιν ἕπεσθαι.

51. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 181 » pp. 252-252

Chambry 181 Chambry 181.1 Κύων καὶ ἀλεκτρυὼν καὶ ἀλώπηξ — Le chien, le coq et le renard. […] Τῆς δὲ νυκτὸς καταλαϐούσης, ἐν τόπῳ ἀλσώδει ἐλθόντες, ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δένδρον ἀναϐὰς ἐν τοῖς κλάδοις ἐκάθισεν· ὁ δὲ κύων κάτωθεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε, καὶ τῆς νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαϐούσης, ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει. Ἀλώπηξ δὲ τούτου ἀκούσασα καὶ βουλομένη αὐτὸν καταθοινήσασθαι, ἐλθοῦσα καὶ στᾶσα κάτωθεν τοῦ δένδρου ἐϐόα πρὸς αὐτόν· « Ἀγαθὸν ὄρνεον εἶ καὶ χρηστὸν τοῖς ἀνθρώποις· κατάϐηθι δὲ ὅπως ᾄσωμεν τὰς νυκτερινὰς ᾠδὰς καὶ συνευφρανθῶμεν ἀμφότεροι. » Ὁ δὲ ἀλέκτωρ ὑπολαϐὼν ἔφη αὐτῇ· « Ἄπελθε, φίλε, κάτωθεν πρὸς τὴν ῥίζαν τοῦ δένδρου καὶ φώνησον τὸν παραμονάριον, ὅπως κρούσῃ τὸ ξύλον. » Τῆς δὲ ἀλώπεκος ἀπελθούσης τοῦ φωνῆσαι αὐτόν, ὁ κύων ἄφνω πηδήσας καὶ τὴν ἀλώπεκα δραξάμενος, διεσπάραξεν αὐτήν. Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὁπόταν τι κακὸν αὐτοῖς ἐπέλθῃ, ῥᾴδίως πρὸς αὐτὸ ἀντιπαρατάσσονται. […] Τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι.

52. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 275 » p. 190

Chambry 275 Ὄνος καὶ κόραξ καὶ λύκος — L’âne, le corbeau et le loup. […] Κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτό τε καὶ ἐσκίρτα. Τοῦ δὲ ὀνηλάτου πόρρωθεν ἑστῶτος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο καὶ πρὸς ἑαυτὸν ἔφη· « Ἄθλιοι ἡμεῖς, οἵ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα, τούτους δὲ καὶ προσιόντας προσγελῶσιν. » Ὁ λόγος δηλοῖ ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ αὐτῶν τῶν προσώπων καὶ ἐξ ἀπροόπτου δῆλοί εἰσιν.

53. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 94 » pp. 85-85

Καὶ δή ποτε τοῦ ποιμένος συλλαμϐάνοντος αὐτόν, ἐκεκράγει τε καὶ ἀντέτεινε. Τῶν δὲ προϐάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· « Ἡμᾶς μὲν συνεχῶς συλλαμϐάνει καὶ οὐ κράζομεν, » ἔφη πρὸς ταῦτα· « Ἀλλ’ οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα. » Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλα περὶ σωτηρίας. […] Chambry 94.2 Aliter — Δέλφαξ καὶ αλώπηξ. Ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόϐατον καὶ δέλφακα ἤλαυνεν εἰς ἄστυ. […] Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα ὅτι τοῦ μὲν προϐάτου ἔρια τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως θῦσαί με θέλει καὶ φαγεῖν. » Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται ἑαυτούς.

54. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 51 » pp. 33-31

Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· « Ἀλλ’, ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστι, οὐδὲν δεῖ σοι μαρτύρων· αὐτοῦ γὰρ καὶ Ῥόδος καὶ πήδημα. » Ὁ λόγος δηλοῖ ὅτι ὧν πρόχειρος ἡ δι’ ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι. […] Πρὸς τοῦτο δὲ καὶ μάρτυρας τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. […] Τούτου ἡ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, ἡ δὲ νέα τὰς πολιάς, ἕως [ἂν] αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἁπάντων. […] Ἔτιλλεν οὖν ἡ μὲν γραῦς τὸ μελάγχρουν τῶν τριχῶν ἐκείνου τῆς κεφαλῆς καὶ τοῦ πώγωνος· ἡ τρυφερὰ δὲ πάλιν ἐθέριζε τὰς λευκάς. Οὕτω τοίνυν ποιοῦσαι ἀμφότεραι φαλακρὸν τὸν τρισάθλιον καὶ βρεφύλλιον ἀπειργάσαντο, οἷος δὴ καὶ ἦν ταῖς φρεσίν.

55. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 185 » pp. 134-134

Λύκος δὲ θεασάμενος καὶ συλλαϐὼν οἷός τε ἦν καταφαγεῖν. Ὁ δὲ αὐτοῦ ἐδεήθη πρὸς τὸ παρὸν μεθεῖναι αὐτόν, λέγων· « Νῦν μὲν λεπτός εἰμι καὶ ἰσχνός· μέλλουσι δέ μου οἱ δεσπόται γάμους ἄγειν· ἐὰν οὖν ἀφῇς με νῦν, ὕστερον λιπαρώτερον καταθοινήσῃ με. » Ὁ δὲ πεισθεὶς τότε μὲν ἀπέλυσε· μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθών, ὡς ἐθεάσατο αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον, ἐκάλει πρὸς αὑτὸν, ὑπομιμνῄσκων τῶν ὁμολογιῶν. […] Ὁ δὲ κύων ἐδέετο αὐτοῦ ὅπως μὴ θύσῃ αὐτόν, λέγων· « Νῦν, ὦ κύριέ μου, μὴ φάγῃς με, ὅτι λεπτός εἰμι καὶ ἰσχνὸς καὶ πτωχός· μικρὸν δὲ ἀνάμεινόν με· μέλλουσι γὰρ οἱ ἐμοὶ δεσπόται γάμους ποιῆσαι, καὶ ἐὰν ἄρτι ἐάσῃς με, φαγὼν περισσότερον, λιπαρώτερος γενήσομαι καὶ τότε κρείττων τίς σοι φανήσομαι. » Ὁ δὲ πεισθεὶς τοῖς λόγοις αὐτοῦ τότε μὲν κατέλιπεν αὐτόν· μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθὼν ἐζήτει αὐτὸν καὶ εὑρίσκει αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον. […] Λύκου δ’ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. « Νῦν μὲν γάρ, φησί, λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι. » Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ’ ἡμέρας δ’ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. […] Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως· « Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ· πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι· ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν, καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν. » Ὁ δ’ αἱμοϐόρος καὶ μωρὸς ὄντως λύκος πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα.

56. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 197 » pp. 142-142

Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο νοσεῖν· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν ἐπὶ τὴν ἐπίσκεψιν ζῷα συλλαμϐάνων κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄποθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ πῶς ἔχοι. […] Καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. […] Πολλῶν οὖν ζῴων ἀναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα τοῦτο γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου, ἐπυνθάνετο πῶς ἔχει. […] Καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν.

57. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 23 » pp. 13-13

Ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄλλης ὕλης μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐϐαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῷ συμϐεϐηκότι δυσφοροῦντες ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφεισαν. Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· « Ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως παθεῖν τι καὶ λυπηρόν. » Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάϐλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς πράγμασιν ἀεὶ ἐπαγάλλεσθαι, λογιζομένους ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι. […] Βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. […] Βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ἐσκίρτων, πολλὴν εἶναι τὴν ἄγραν νομίζοντες. Ὡς δ’ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ’ ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προυπειλήφασιν.

58. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 284 » pp. 193-193

Τοῦ δὲ εἰπόντος πόλιν κτίζειν καὶ μικρὸν ὑποχωρήσαντος, πεισθεὶς τοῖς λόγοις προσῆλθε, καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν ἐμπεσὼν εἰς τοὺ βρόχους. Τοῦ δὲ ὀρνιθοθήρα προσδραμόντος καὶ συλλαϐόντος αὐτόν, ἔφη· « Ὦ οὗτος, ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις. » Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεποὶ ὦσιν. […] Κορύδαλος δὲ τοῦτον θεασάμενος ἠρώτα, μακρόθεν ἑστώς· « Τί ἐργάζῃ ; » Τοῦ δὲ εἰπόντος· « Πόλιν κτίζω, » καὶ μικρὸν ὑποχωρήσαντος καὶ κρυϐέντος, ὁ κορύδαλος πεισθεὶς τοῖς λόγοις τοῦ ἀνδρὸς προσῆλθε τῷ τόπῳ, καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρόχους. […] Κορύδαλος δ’ ἠρώτα τοῦτον μακρόθεν ἱστάμενός γε καὶ παραϐλέπων τοῦτον. […] Ὁ δὲ προσῆλθε πιστεύσας τῷ ἀνθρώπῳ, καὶ δάκνων τὸ δέλεαρ, παγίς που πίπτει.

59. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 61 » pp. 285-285

Ὡς οὖν ταῦτα ἔπραττε, καὶ οὐδὲν ἧττον ἐν πενίᾳ διῆγε, θυμωθείς, ἄρας αὐτὸν τῶν σκελῶν, ἔρριψεν εἰς τὸ ἔδαφος. […] Ὡς οὖν ταῦτ’ ἔπραττε καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς, ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. […] Ὡς οὖν αὐτὸν ἐν τούτῳ ἐθεράπευε καὶ πλέον ἐν πενίᾳ διῆγε, ἐθυμώθη, καὶ ἄρας αὐτὸν ἐκ τῶν σκελῶν ἔρριψεν αὐτὸν ἐν τῷ ἐδάφει καὶ προσέκρουε τὴν αὐτοῦ κεφαλὴν τοῖς λίθοις. […] Τούτῳ καθ’ ἑκάστην ἔθυε καὶ ηὔχετο ἀγαθοποιῆσαι αὐτόν. Ὡς δὲ χρόνῳ πολλῷ τοῦτο ποιῶν μᾶλλον ἐπένετο, θυμωθεὶς καὶ τοῦ σκέλους ἄρας χαμαὶ ἀπέκρουσεν.

60. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 251 » pp. 171-171

Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. […] Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. […] Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. […] Νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἅμα κοινωνοὶ ἐγένοντο πρὸς ἐμπορίαν. […] Πᾶς ὅπερ ἀποϐάλλει, καὶ ζητεῖ τοῦτο.

61. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 32 » pp. 15-15

Chambry 32 Chambry 32.1 Ἀλώπηξ καὶ βότρυς — Le renard et les raisins. […] Ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· « Ὄμφακές εἰσιν. » Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι’ ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται. […] Πολλὰ δὲ καμοῦσα καὶ ὅλως ψαῦσαι τούτων μὴ δυνηθεῖσα παρεμυθεῖτο τὴν ἑαυτῆς ἀτυχίαν καὶ ἔλεγεν· « Ὄμφακες εἰσιν ἔτι καὶ ἄμαχοι τοῖς ὀδοῦσι. » Ὅτι ἐν τοῖς ἀδυνάτοις τινὲς αἰδούμενοι ἑτέρας κενὰς προφασίζονται ἀφορμάς. […] Chambry 32.6 Aliter — Ἀλώπηξ πρὸς ὄμφακας καὶ μῦς. […] Μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών· « Οὐδὲν τρώγεις. » Ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι παρὰ τοῦ μυὸς ἔφη· « Ὄμφακές εἰσιν. » Ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθεσθαι τῷ λόγῳ ὁ μῦθος ἐλέγχει.

62. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 86 » pp. 53-53

Ἐνεχθεισῶν δὲ τῶν ῥάϐδων, λαϐὼν ταύτας, ἐποίησεν αὐτὰς δέσμην μίαν, καὶ ἐκέλευσεν τοὺς παῖδας ἕνα ἕκαστον λαϐεῖν τὴν δέσμην καὶ συνθλάσαι. […] Τότε λέγει αὐτοῖς ὁ πατὴρ αὐτῶν· « Οὕτω καὶ ὑμεῖς, ὦ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς· ἐὰν δὲ μένητε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι. » Ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταφρόνητος ἡ διάστασις. […] Ἔφη δέ· « Ὦ παῖδες ἐμοί, καὶ αὐτοί, εἰ μὲν ἀλλήλοις ὁμοφρονῆτε, οὐδεὶς ὑμᾶς βλάψει, εἰ δὲ τῇ γνώμῃ ἀλλήλων χωρισθῆτε, ἀπολεῖσθε πάντες ὡς ἡ μία ῥάϐδος. » Ὅτι ἡ ὁμόνοια ὅπλον μέγα καὶ ἀκίνδυνόν ἐστι καὶ κτῆμα πρὸς ἀνάπαυσιν βίου. […] Ὁ δὲ πάλιν ἐπέδωκε αὐτοῖς ῥάϐδους πολλὰς κατεάξαι καὶ οὐκ ἠδυνήθησαν κατεάξαι αὐτάς. Ὁ δὲ ἔφη πρὸς αὐτούς· « Βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαι τὰς ῥάϐδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει. » Ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.

63. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 296 » pp. 363-363

Φοϐηθεὶς δὲ μὴ ὕπαρ γένηται καὶ ἀληθεύσῃ ὁ ὄνειρος, οἴκημα κάλλιστον καὶ μετέωρον κατασκευάσας, ἐκεῖσε τὸν υἱὸν παρεφύλαττε. Ἐζωγράφησε δὲ καὶ τὸ οἴκημα πρὸς τέρψιν παντοίοις ζῴοις, ἐν οἷς καὶ λέων ἐμορφώθη. […] Φοϐηθεὶς δὲ μή πως ὁ ὄνειρος ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε, κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. Ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῷα, ἐν οἷς ἦν καὶ λέων. […] Ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.

64. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 133 » pp. 113-113

Ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς αὐτῷ συνεξώσθη. Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λιποθυμοῦντα ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας. […] Ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς σὺν αὐτῷ εἰς τὴν νῆσον ἐξῆλθεν. Ἐπιστραφεὶς δὲ ὁ θύννος καὶ τὸν δελφῖνα λειποψυχοῦντα θεασάμενος ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιον τοῦ θανάτου μοι γεγονότα σὺν ἐμοῖ ἀποθνῄσκοντα. » Ὁ μῦθος δηλοῖ ὅτι ῥᾳδίως φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι τοὺς αἰτίους τούτων δυστυχοῦντας. […] Ὑπὸ δὲ τῆς ὁμοίας ῥύμης καὶ ὁ δελφὶν αὐτῷ συνεξώκειλεν.

65. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 134 » pp. 317-317

Μετὰ χρόνον δέ τινα ἀναστὰς ὁ νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις βαίνων. […] Πρὸ ὀλίγου δὲ ὁ Θάνατος καὶ ὁ Ἅιδης δεινῶς ἠπείλουν τοὺς ἰατροὺς πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν, καὶ κατεγράφοντο πάντας. Ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ’ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διεϐλήθης. » [Ὅτι] τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγους ἰατροὺς ὁ παρὼν μῦθος στηλιτεύει. […] Μετὰ δὲ τινα χρόνον ὁ ἀρρωστῶν ἀναστὰς καὶ συναντήσας τῷ ἰατρῷ, ἀσπασίως ὁ ἰατρὸς προσηγόρευσε καὶ πῶς ἔχουσιν οἱ περὶ τὸν Ἅιδην ἠρώτα. […] Μελλόντων δὲ καὶ σὲ γράψαι, προσπεσὼν αὐτοῖς ἐγὼ καὶ δυσωπήσας ἐξωμοσάμην μὴ εἶναί σε ἀληθῆ ἰατρόν, ἀλλὰ μάτην διεϐλήθης.

66. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 225 » pp. 156-156

Κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὴν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε καὶ τὸν ὡμολογημένον μισθὸν ἀπῄτει. […] Οὗτος γελάσας καὶ τοὺς ὀδόντας θήξας· « Ἀρκεῖ σοι, εἶπε, μισθὸς τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν. » Ὁ μῦθος πρὸς ἄνδρας δολίους οἵτινες ἐκ κινδύνων διασωθέντες τοῦτο παρέχουσι τοῖς εὐργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς. […] Ὅστις γελάσας καὶ τοὺς ὀδόντας θήξας· « Ἀρκεῖ σοι μισθός, ἔφη, τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν. » Ὁ μῦθος πρὸς ἄνδρας οἵτινες ἀπὸ κινδύνου διασωθέντες τοῖς εὐεργέταις τοιαύτας ἀπονέμουσι χάριτας. […] Ὁ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν βαλὼν τὸ ὀστοῦν ἀνασπάσει καὶ τοῦ πόνου λύσει. Ὁ δὲ βαλὼν τὸν μακρὸν αὐχένα αὐτοῦ τὸ ὀστοῦν βίᾳ ἐξέσπασε, καὶ τοὺς μισθοὺς ᾖτει.

67. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 254 » pp. 173-173

Τῶν δέ τις ἐποφθαλμιάσας ἐϐουλήθη καὶ αὐτὸς τῶν ἴσων περιγενέσθαι. […] Ὁ δὲ Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην καὶ τὸ ἀληθὲς πάσας αὐτῷ ἐχαρίσατο. […] Ἑρμῆς δὲ μαθὼν τὴν αἰτίαν καὶ οἰκτείρας τὸν ἄνθρωπον, καταδὺς εἰς τὸν ποταμὸν χρυσοῦν ἀνήνεγκε πέλεκυν, καὶ εἰ οὗτός ἐστιν ὃν ἀπώλεσεν ἤρετο. […] Ὁ δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμϐάντα αὐτοῖς διεξελήλυθεν· ὧν εἱς τις τὰ ἴσα διαπράξασθαι ἐϐουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα κλαίων ἐκάθητο. Ἐπιφανεὶς οὖν ὁ Ἑρμῆς κἀκείνῳ καὶ τὴν αἰτίαν μαθὼν τοῦ θρήνου, καταϐὰς ὁμοίως χρυσῆν ἀξίνην ἐξήνεγκε καὶ ἤρετο εἰ ταύτην ἀπέϐαλε.

68. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 210 » pp. 149-149

Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν εἰς ἀλλήλους σπεισάμενοι ἐξῆλθον εἰς ἄγραν. […] Τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος, καὶ ἐκλέξασθαι αὐτῷ παραινοῦντος, ὁ λέων ἀγανακτήσας ἁλλόμενος κατεθοινήσατο καὶ τῇ ἀλώπεκι μερίσαι προσέταξεν. Ἡ δε πάντα εἰς μίαν μερίδα συναθροίσασα καὶ μικρὰ ἑαυτῇ ὑπολιπομένη παρῄνει αὐτῷ ἑλέσθαι. […] Ἡ δὲ ἅπαντα εἰς μίαν μερίδα συνῆξε, καταλιποῦσα μικρὰν καὶ οὐδαμινὴν μερίδα ἑαυτῇ. […] Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν.

69. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 137 » pp. 396-396

Ἵππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τήν πρώτην. Ὅτι οἱ εὐτελεῖς καὶ φθονεροὶ ζηλοῦντες τοῦ παρὰ τὴν ἑαυτῶν φύσιν καὶ τῶν κατὰ φύσιν στεροῦνται. […] Ἀκούσας δὲ <εὖ> χρεμετίζοντος ἵππου, εὐθὺς αὐτίκα φωνὴν αὐτοῦ μιμεῖται, ὅστις συνεχῶς τὴν φωνὴν ταύτην λέγων οὐκ ἠδυνήθη τοῦ μαθεῖν ταύτην ὅλως· χρεμετίζων γὰρ ὅμως οὐκ ἐδυνήθη τὴν φωνὴν <τὴν> τοῦ ἵππου καταλαϐέσθαι, καὶ τῆς ἰδίας φωνῆς ἀπεστερήθη. Ὅτι οἱ φθονεροὶ ζητοῦντες τὰ παρὰ τὴν φύσιν ὑστεροῦνται καὶ τῶν κατὰ φύσιν.

70. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 332 » pp. 217-217

Chambry 332 Chambry 332.1 Ταῦρος καὶ αἶγες ἄγριαι — Le taureau et les chèvres sauvages. […] Τυπτόμενος δὲ ὑπ’ αὐτῶν καὶ κερατιζόμενος ἔφη· « Ἀλλ’ οὐχ ὑμᾶς φοϐούμενος ἀνέχομαι, τὸν δὲ πρὸ τοῦ στομίου ἑστῶτα [λέοντα]. » Οὕτω πολλοὶ διὰ φόϐον τῶν κρειττόνων καὶ τὰς ἐκ τῶν ἡττόνων ὕϐρεις ὑπομένουσιν. […] Chambry 332.2 Aliter — Ταῦρος καὶ τράγος. […] Ὁ δὲ εἶπεν· « Οὐ σέ, ἀλλὰ τὸν λέοντα φοϐοῦμαι· ἐπεὶ παρελθέτω, καὶ τότε γνώσῃ τίς ἡ δύναμις ταύρου καὶ τράγου. » Ὅτι πολλάκις καὶ δυνατοὺς ἄνδρας αἱ συμφοραὶ ταπεινοῦσιν <ὥστε> τὰς ἐξ εὐτελῶν καὶ δειλῶν ὑπομένειν αἰκίας.

71. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 359 » p. 273

Chambry 359 Ψύλλα καὶ βοῦς — La puce et le bœuf. Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα· « Τὶ δή [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων], μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης καὶ τὸ αἷμα <αὐτῶν> χανδόθεν πινούσης ; Ὁ δ’· « Οὐκ ἄχαρίς εἰμι μερόπων γένει· στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως], τρίϐομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους. » Ἡ δέ· « Ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος <δὴ> μόρος, ὅτε καὶ τύχῃ συμϐαίνει <μοι ἁλῶναι>. Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.

72. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 146 » pp. 220-220

Chambry 146 Chambry 146.1 Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος — Le chameau, l’éléphant et le singe. Τῶν ἀλόγων ζῴων βουλευομένων βασιλέα ἑλέσθαι, κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν, καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάντων προκρίνεσθαι. […] Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ καὶ τῶν μεγίστων πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται. […] Πίθηκος δὲ ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, ὅτι χολὴν καὶ ἄμυναν <οὐ> τρέφει κατὰ τῶν ἐπταικότων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστίν, αὐτοῦ βασιλεύοντος, μὴ χοιρίδια ἡμῖν ἐπιθῆται. Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ μεγάλα τῶν πραγμάτων παρὰ μικρὸν κωλύονται καὶ οὐ τελοῦνται.

73. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 216 » p. 343

Chambry 216 Λύκοι καὶ κύνες <ἀλλήλοις πολεμοῦντες> – Les loups et les chiens en guerre. Λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα. […] Ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων ἕν ἐστιν· οἱ ἡμέτεροι δὲ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται. Ἀλλὰ καὶ ἡ χροιὰ πάντων οὐκ ἔστι μία καὶ ἴση, ἀλλ’ οἱ μὲν μέλανες, οἱ δὲ πυρροί, οἱ δὲ λευκοὶ καὶ τεφρώδεις. Καὶ πῶς ἂν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων ; » Ὅτι ἐν μιᾷ βουλῇ καὶ γνώμῃ πάντων τῶν στρατευμάτων ὄντων κατὰ τῶν ἐναντίων νίκην ποιοῦνται.

74. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 60 » pp. 35-35

Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα. […] Κἀκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλ’ ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς. » Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις. […] Χειμῶνος δὲ καταλαϐόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι αὐτοῦ ἀπέπνει. […] Χειμῶνος δὲ καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος τὰς χεῖρας αὐτοῦ προσφέρων τῷ στόματι ἀπέπνει. […] Κἀκεῖνος αὐτῷ θερμὰ μὲν φαγεῖν δέδωκε καὶ θερμὰ πιεῖν καὶ πυρὶ κατέθαλπεν.

75. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 136 » pp. 128-128

Chambry 136 Chambry 136.1 Ἰκτῖνος καὶ ὄφις — Le milan et le serpent. […] Ὁ δὲ ἐπιστραφεὶς καὶ δακὼν καὶ ἀμφότεροι <ἐκ> τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει· ὁ δὲ ὄφις ἔφη αὐτῷ· « Τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠϐούλου ; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν. » Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά. […] Ὁ δ’ <ὄφις> ἐπιστραφεὶς καὶ δακὼν τοῦτον, εὐθὺς τέθνηκεν. Ὁ δ’ ὄφις ἀνεϐόα· « Ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐϐούλου καὶ θάνατον προσάγειν ; Ὅμως πέπονθας ὃ ἐϐούλου μοι πρᾶξαι. » Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά. […] Ὁ δὲ ὄφις ἐπιστραφεὶς καὶ πλήξας τοῦτον, ἀμφοτέρους εἰς γῆν ἀφ’ ὕψους πεσεῖν συμϐέϐηκε.

76. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 186 » pp. 133-133

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πλειόνων ἐπιθυμοῦντες καὶ ἃ ἔχουσιν ἀπόλλουσιν. […] Κύων κρέας ἔφερεν εἰς τὸ ποιῆσαι δεῖπνον· σκιὰν δὲ τὴν αὐτοῦ ἰδὼν εἰς ποταμὸν ἑστῶσαν, κρέας φέρουσαν κἀκείνην ὡς καὶ αὐτός, ῥίψας τὸ οἰκεῖον ἐγύρευε τὸ ξένον· καὶ ῥεῦμα τούτου προσέσυρε τὸ κρέας· τὸ δ’ ἄλλο ἠφάνισται, καὶ γὰρ οὐκ ἦν γε· ἀμφότερα γὰρ παρέσυρε τὸ ῥεῦμα. Τοῦτο παρίστησι σαφῶς ὡς ὁ λιχνεύων τὸ μέγιστον χαίνει καὶ τὸ ἧττον, καὶ ὁ θέλων πλεῖστα ἐσθίειν χαίνει καὶ τὰ μικρὰ. […] Κύων ἐκ μαγειρείου κρέας κλέψας ποταμὸν διεπέρα· τὴν δὲ σκιὰν τοῦ κρέατος μείζω ἰδών, εἰς τὸ ὕδωρ ἐφῆκε τὸ κρέας καὶ τῇ σκιᾷ ἐπέδραμεν· κἀκείνης μὲν ἠστόχησε, προσαπώλεσε δὲ καὶ τὸ κρέας ὃ εἶχεν. Ὅτι ὁ τοῦ ἀπλήστου ἀνδρὸς βίος ταῖς ματαίαις ἐλπίσι καὶ ἀϐεϐαίοις ἀναλοῦται.

77. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 207 » pp. 150-150

Ὁ δὲ ἐξαναστὰς καὶ συλλαϐὼν αὐτὸν οἷός τε ἦν καταθοινήσασθαι. Τοῦ δὲ δεηθέντος μεθεῖναι αὐτὸν καὶ λέγοντος ὅτι σωθεὶς χάριτας αὐτῷ ἀποδώσει, γελάσας ἀπέλυσεν αὐτόν. […] Ὁ δὲ ἱκέτευεν ἀφεθῆναι λέγων· « Ἔλαφον ἢ ἕτερον ζῷον δεῖ φαγεῖν σε καὶ χορτασθῆναι· ἐγὼ γὰρ οὐδὲ τὸ χεῖλός σου ἀλείψω αἵματι, ἀλλὰ φεῖσαί μου καὶ χάριν σοι ἐν καιρῷ ποτε ἀποδώσω. » Γελάσας δὲ ὁ λέων εἴασε τοῦτον ζῆν καὶ ἀφῆκεν αὐτόν. Χρόνῳ δέ τινι <παγίδι> ἐμπεσὼν ἠγρεύθη ὁ λέων καὶ δεθεὶς ἀπέγνω τῆς ἑαυτοῦ σωτηρίας. Ὁ μῦς δὲ ἐπιστὰς ἔφη· « Δύναμαι τὴν ἀντιχάριτά σοι ἀποδοῦναι καὶ σῶσαί σε, » καὶ τὰ δεσμὰ περιφαγὼν ἔλυσε τὸν λέοντα, ἐπάξιον δοὺς μισθόν.

78. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 291 » pp. 196-196

Καὶ ὁ μὲν καρκῖνος ἁπλῶς τῷ ὄφει καὶ εὐνοϊκῶς προσεφέρετο· ὁ δὲ ἀεὶ ὕπουλός τε καὶ πονηρὸς ἦν. Τοῦ δὲ καρκίνου συνεχῶς αὐτῷ παραινοῦντος ἐξαπλοῦσθαι τὰ πρὸς αὐτὸν καὶ τὴν αὐτοῦ διάϐεσιν μιμεῖσθαι, ἐκεῖνος οὐκ ἐπείθετο. Διόπερ ἀγανακτήσας, παρατηρησάμενος αὐτὸν κοιμώμενον, τοῦ φάρυγγος ἐπιλαϐόμενος ἀνεῖλε καὶ ἰδὼν αὐτὸν ἐκτεταμένον, εἶπεν· « Ὦ οὗτος, οὐ νῦν σε ἐχρῆν ἁπλοῦν εἶναι, ὅτε τέθνηκας, ὅτε δέ σοι παρῄνουν· καὶ οὐκ <ἂν> ἀνῄρησο. » Οὕτος ὁ λόγος εἰκότως ἂν λέγοιτο ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παρὰ τὸν ἑαυτῶν βίον εἰς τοὺς φίλους πονηρευόμενοι μετὰ τὸν θάνατον εὐεργεσίας κατατίθενται. […] Ἐπιτηρήσας δ’ ὁ καρκῖνος αὐτὸν ὑπνοῦντα καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαϐόμενος καὶ ὅσον οἷόν τε πιέσας, φονεύει. Τοῦ δ’ ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν· « Οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.

79. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 266 » pp. 180-180

Ὁ δ’ ὑποστρέψας καὶ πάλιν λαϐὼν ἅλας, κατεπεπτώκει εἰς ποτάμια ῥεῖθρα, καὶ ἐκλυθέντων πάλιν τῶν ἁλατίων, ἐξανέστησεν ἑαυτὸν παραυτίκα. […] Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἐν ᾧ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει. […] Ὁ δὲ ὄνος ἄκων ὀλισθήσας εἰς ὕδωρ ἔπεσε, καὶ, λυθέντων τῶν ἁλῶν, ἠλαφρύνθη, εὐκόλως δὲ ἠγέρθη καὶ περιεπάτει ἀκόπως. Ὁ δὲ ἔμπορος πάλιν ἑτέρους ἦλθεν ἀγοράσων καὶ πλεῖον ἢ πρότερον τὸν ὄνον φορτώσας ἦγεν. […] Ὅτι πολλάκις ἐν ᾧ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει.

80. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 294 » pp. 199-199

Καὶ ὃς τὸ κέντρον ἐπάρας εἶπεν· « Εἶθε γὰρ τοῦτο ἐποίησας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας ἀπολέσῃς. » Οὗτος ὁ λόγος διδάσκει μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ τοῖς πονηροῖς κατὰ ταὐτὰ προσφέρεσθαι. […] Ὁ δὲ τοῦ παιδὸς τὸ ἄκακον νοήσας ταῦτα πρὸς αὐτὸν οὕτως ἐϐόα, λέγων· « Ἄπελθε, ὦ παῖ, καὶ σῴζου μετ’ εἰρήνης, μὴ θηρεύσας με ἀπολέσῃς ἁπάσας. » Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν. […] Παῖς τις συνάγων ἀκρίδας εἷλε καὶ σκορπίον ἀντὶ ἀκρίδος. […] Ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος, τὸ κέντρον ὀξύνας, εἶπεν· « Ἄπελθε, παῖ, καὶ σῴζου, μὴ κἀμὲ θηρεύων πάσας ἃς ἔχεις ἀπολέσῃς. » Ὁ μῦθος δηλοῖ ὄτι προσέχειν δεῖ τοὺς δυναμένους πάντας βλάπτειν. […] Ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν ἰδὼν τὸ οὐραῖον στήσας καὶ τὸ κέντρον ὀξύνας εἶπεν· « Ἄπελθε καὶ σῴζου, ὦ παῖ, μὴ κἀμὲ θηρεύων καὶ πάσας ἃς ἔχεις ἀπολέσῃς. » Ὅτι καλὸν τὸ γινώσκειν τὰ ἐναντία, καὶ τὸ μὲν καλὸν τιμᾶν, τὸ δὲ κακὸν φεύγειν, ἐκ πείρας δὲ πάντα.

81. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 327 » pp. 214-214

Τοῦ δὲ εἰπόντος ψηφῖδα, ἔφη· « Ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀποϐέϐλησαι. » Οὕτως ἔνιοι τῶν ἀλαζόνων, [μέχρις οὗ] τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐξελέγχονται. […] Ἐκ δευτέρου δὲ ἔφη· « Χονδρολιϐάνου ὀσμῆς πεπλήρωμαι. » Ἐκ τρίτου <δὲ> πάλιν λέγει· « Ψηφῖδος χαλκῆς κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ αὐτοῦ ἔφη αὐτῷ· « Τέκνον, ὡς ὁρῶ, οὐ μόνον τὸ βλέπειν στερίσκῃ, ἀλλὰ καὶ τὰς ἀκοὰς καὶ τὰς ὀσφρήσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως ἔνιοι τῶν ἀλαζόνων ἀνθρώπων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. […] Φησὶν οὖν ποτε τῇ μητρί· « Συκαμινέαν, μῆτερ, ὁρῶ. » Εἶτα αὖθίς φησι· « Λιϐάνου ὀσμῆς πεπλήρωμαι. » Κἀκ τρίτου πάλιν· « Χαλκῆς, φησί, ψηφῖδος κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ ὑπολαϐοῦσα εἶπεν· « Ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. » Ὁ μῦθος δηλοῖ ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. […] Πηρὸν ἀσπάλαξ καὶ τυφλὸν ζῷον. […] Εἷς δὲ αὐτῶν εἶπεν ὡς « θέλων τι μέγα ποιῆσαι καὶ πνοῆς ἧς εἶχες ἐστέρησαι δικαίως. » Ὅτι πονηρὰ γνώμη καὶ αὐτὴν τὴν φύσιν ἀλλοιοῖ καὶ βλάπτει.

82. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 18 » p. 301

Chambry 18 Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη — L’esclave laide et Aphrodite. Αἰσχρᾶς καὶ κακοτρόπου δούλης ἤρα δεσπότης. Ἡ δὲ χρυσίον λαμϐάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε· τῇ δὲ Ἀφροδίτῃ ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν ποιούσῃ. Ἡ δὲ καθ’ ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, « ἀλλ’ ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή. » Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι’ αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνην μείζονα].

83. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 324 » p. 369

Chambry 324 Ῥόδον καὶ ἀμάραντον — La rose et l’amarante. Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη· « Οἷον ἄνθος εὐπρεπὲς εἶ, καὶ ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίας. » Τὸ δὲ εἶπεν· « Ἐγὼ μέν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καί, κἂν μηδεὶς ἐκκόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς καὶ ζῇς ἀεὶ οὕτω νέον. » Ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταϐολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.

84. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 152 » pp. 322-322

Chambry 152 Chambry 152.1 Καρκῖνος καὶ μήτηρ — L’écrevisse et sa mère. […] Ὁ δὲ εἶπεν· « Μῆτερ, σύ, ἡ διδάσκουσα, ὀρθὰ βάδιζε καὶ βλέπων σε ζηλώσω. » Ὅτι τοὺς μεμψιμοίρους πρέπον ἐστὶν ὀρθὰ βιοῦν καὶ βαδίζειν, καὶ τότε ὅμοια διδάσκειν. […] « Μὴ λοξὰ περιπάτει, καρκῖνος ἔλεγε τῷ τέκνῳ, μηδὲ ταῖς πτέρναις πρόστριϐε τὰς πλευράς σου. » Ἔφη δὲ τῇ μητρὶ ὁ καρκῖνος· « Ἐμὲ διδάσκουσα, μῆτερ, ἃ λέγεις, ὀρθὰ σὺ βάδιζε καὶ βλέπων σε ζηλώσω. » Ὁ μῦθος τοὺς μεμψιμοίρους ἐλέγχει· πρῶτον γὰρ αὐτοὺς ὀρθὰ βιοῦν δεῖ καὶ τόθ’ ἑτέρους διδάσκειν. […] Καρκίνῳ ποτὲ ἡ μήτηρ παρῄνει· « Μὴ λοξά, τέκνον, ἐμπεριπάτει. » Ὁ δὲ πρὸς αὐτὴν λέγει· « Σύ μοι, ὦ μῆτερ, ὑπόδειξον βαδίζειν καὶ περιπατεῖν, ὄρθια βηματίζουσα, ὅπως ὁρῶν σε κἀγὼ παραζηλώσω. » Ὅτι μεγίστην βλάϐην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία.

85. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 67 » pp. 69-69

Ἐνέμοντο δὲ ὁ μὲν βαθείαν καὶ τῆς ὁδοῦ πόρρω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταϐῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάϐῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας, ἕως οὗ συνέϐη ἅμαξαν τῇδε παριοῦσαν θλᾶσαι αὐτόν. […] Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων καὶ ἐνέμοντο ὁ μὲν εἰς βαθείᾳ λίμνῃ καὶ τῆς ὁδοῦ πόρρω, ὁ δὲ ἕτερος μικρὸν ἔχων ὕδωρ καὶ πλησίον ὁδοῦ. Ὁ μὲν οὖν ἐν τῇ βαθείᾳ λίμνῃ οἰκῶν βάτραχος παρῄνει τὸν ἕτερον μεταϐῆναι πρὸς αὐτόν, ἵνα μετ’ αὐτοῦ διάγῃ καὶ ἀσφαλεστέρας διαίτης μεταλαμϐάνῃ. […] Οὕτως καὶ οἱ ἐν τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίϐοντες φθάνουσιν ἀπολλύμενοι.

86. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 77 » pp. 59-59

Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον καὶ εὑροῦσα τὴν ῥίνην εἰς τὸ μέσον κειμένην, ταύτην κατεμασᾶτο καὶ ἀνέλειχε. Ἐκτριϐομένης δὲ τῆς γλώσσης αὐτῇ, ὥστε καὶ αἷμα φέρεσθαι, ἐτέρπετο, ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, καὶ ἐπέμενε λοιπόν, μέχρι παντελῶς ἀπέϐαλε τὴν γλῶσσαν. […] Χαλκέως τινὸς οἶκον αἴλουρος εἰσελθοῦσα καὶ τὰ ἐκείνου πάντα ἐργαλεῖα ἐρευνήσασα, ἐνέτυχε καὶ τῇ αὐτοῦ ῥίνῃ. […] Ἐξερχομένου δὲ ἐκ τῆς γλώττης αὐτῆς αἷματος, ἡδύνετο αὐτὴ καὶ οὐκ ᾐσθάνετο, ἕως οὗ ἐφθάρη ἡ γλῶσσα αὐτῆς. Ὁ μῦθος δηλοῖ ὅτι καὶ θνῄσκοντες οἱ φιλόνεικοι οὐκ αἰσθάνονται.

87. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 109 » pp. 88-88

Chambry 109 Chambry 109.1 Ἑρμῆς καὶ ἀγαλματοποιός — Hermès et le statuaire. […] Εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ αὑτοῦ ἄγαλμα ὑπέλαϐεν ὅτι αὐτόν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ ποιοῦνται οἱ ἄνθρωποι. Διόπερ ἐπυνθάνετο ὁ Ἑρμῆς πόσου, καὶ ὁ ἀγαλματογλύφος ἔφη· « Ἀλλ’ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. » Πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίᾳ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα ὁ λόγος ἁρμόζει. […] Εἰπόντος δὲ πλείονος, ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, καὶ νομίσας ὡς, ἐπειδὴ ἄγγελός ἐστι θεῶν καὶ κερδῷος, πολὺν αὐτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ. Ὁ δ’ ἀγαλματοποιὸς ἔφη· « Ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι. » Ὁ μῦθος πρὸς ἄνδρα κενόδοξον οὐδεμίᾳ παρ’ ἄλλοις ὄντα τιμῇ.

88. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 249 » pp. 169-169

Chambry 249 Chambry 249.1 Νέος ἄσωτος καὶ χελιδών — Le jeune prodigue et l’hirondelle. […] Ὕστερον δὲ χειμῶνος ἐπιλαϐόντος καὶ σφοδροῦ τοῦ κρύους γενομένου, περιιών, ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν ἐρριγωμένην, ἔφη πρὸς αὐτήν· « Ὦ αὕτη, σὺ κἀμὲ καὶ σὲ ἀπώλεσας. » Ὁ λόγος δηλοῖ ὅτι πάντα τὰ παρὰ καιρὸν δρώμενα ἐπισφαλῆ τυγχάνουσιν. […] Νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου μόνου καταλειφθέντος αὐτῷ, εἶδε χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν καὶ θέρος εἶναι νομίσας, μηκέτι δεόμενος τοῦ ἱματίου, τοῦτο φέρων ἐπώλησε. Μετὰ μικρὸν δὲ χειμῶνος καὶ ψύχους σφοδροῦ γενομένου, ἐπειδὴ εἶδε τὴν χελιδόνα φερομένην ὑπὸ τῶν ὑδάτων νεκράν, ἔφη· « Ὦ αὕτη, σὺ κἀμὲ καὶ σεαυτὴν ἀπώλεσας. » Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν πραττόμενον ἐπικίνδυνόν ἐστι. […] Μετὰ δ’ ὀλίγον χειμὼν ἐπιφοιτήσας καὶ σφοδρὰ πῆξις, ὡς χελιδόνα εἶδε νεκρὰν ῥιγοῦσαν, πτῶμα κειμένην χαλεπὸν ὑπὸ κρύους· « Σὺ κἀμὲ καὶ σαυτὴν ἀπώλεσας, » ἔφη.

89. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 288 » pp. 87-87

Ὡς δ’ εὗρεν αὐτὴν μεμεστωμένην κόπρῳ, κατηφὴς ἐγένετο καὶ τεθλιμμένος. Πολλ’ ἐλπίσας καὶ τοῦ μικροῦ ἐστερήθη. […] Ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρεῖν καὶ τοῦ μικροῦ κέρδους ἐστερήθη. Ὅτι τοῖς παροῦσιν ἀρκείσθω τις καὶ τὴν ἀπληστίαν φευγέτω. […] Συνέϐη δὲ αὐτῷ μὴ μόνον ὧν προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποϐαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν.

90. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 211 » p. 259

Chambry 211 Λέων καὶ Προμηθεὺς καὶ ἐλέφας — Le lion, Prométhée et l’éléphant. Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον· « ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοϐοῦμαι. » Καὶ ὁ Προμηθεὺς ἔφη· « Τί με μάτην αἰτιᾷ ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. » Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα· « Τί πάσχεις ; ἔφη, καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς ; » Καὶ ὁ ἐλέφας, κατὰ τυχὴν περιπτάντος αὐτῷ κώνωπος· « Ὁρᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομϐοῦν ; ἢν εἰσδύνῃ μου <τῇ> τῆς ἀκοῆς ὁδῷ, τέθνηκα. » Καὶ ὁ λέων· « Τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών ; » Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλεφαντα φοϐεῖν.

91. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 252 » pp. 172-172

Ὕστερον δὲ πεσοῦσα πάλιν καὶ συλληφθεῖσα ὑπὸ ἑτέρας γαλῆς ἐδεῖτο ὅπως μὴ θύσῃ αὐτήν. Τῆς δὲ εἰπούσης ἅπασι τοῖς μυσὶ διεχθραίνειν, ἔλεγεν ἑαυτὴν μὴ μῦν εἶναι, ἀλλὰ νυκτερίδα, καὶ πάλιν ἀπελύθη. […] Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ μὴ ἀεὶ τοῖς αὐτοῖς ἐπιμένειν λογιζομένους ὅτι οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις καὶ τοὺς σφοδροὺς τῶν κινδύνων ἐκφεύγουσιν. […] Ὕστερον δὲ πάλιν πεσοῦσα καὶ ὑφ’ ἑτέρας συλληφθεῖσα γαλῆς μὴ βρωθῆναι ἐδεῖτο. Τῆς δὲ εἰπούσης ἅπασιν ἐχθραίνειν μυσίν, αὐτὴ μὴ μῦς, ἀλλὰ νυκτερὶς ἔλεγεν εἶναι, καὶ πάλιν ἀπελύθη.

92. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 300 » pp. 94-94

Χρόνου δὲ προελθόντος, ἧκεν ὡς τὴν τοῦ κηπουροῦ καὶ ταύτην ἠρώτα πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. Τῆς δὲ εἰπούσης πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμὼν γένηται καὶ ὄμϐρος, ἵνα τὰ λάχανα ἀρδευθῇ, μετ’ οὐ πολὺ παρεγένετο πρὸς τὴν τοῦ κεραμέως καὶ αὐτῆς ἐπυνθάνετο πῶς ἔχοι. […] Ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην, τά τε ἄλλα ὡμίλει, καὶ πῶς ἔχοι διηρώτα. Ἡ δέ· « Τὰ μὲν ἄλλα, μῆτερ, ἔφη, καλῶς· εὔχου δ’ ὑετῶν ἡμῖν γενέσθαι φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο. » Ἐκεῖθεν δ’ ἐξελθοῦσα καὶ πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. Τοῖς δ’ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· « Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ’ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. » Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· « Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί. » Ὁ μῦθος <ὅτι> οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω].

93. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 312 » pp. 207-207

Διόπερ πωλήσας τὰ πρόϐατα, φοίνικας ἐπρίατο καὶ ναῦν ἐμφορτισάμενος ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, πάντα ἀπολέσας, μόλις ἐπὶ γῆς διενήξατο. […] Διόπερ πωλήσας αὐτοῦ τὰ πρόϐατα καὶ φοίνικας ἀγοράσας ναῦν ἐμφορτωσάμενος ἀνήχθη. Χειμῶνος δὲ σφορδοῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, πάντα ἀπολέσας, αὐτὸς μόλις ἐπὶ τῆς γῆς διεσώθη. […] Ἀπεμπολήσας οὖν τὰ πρόϐατα καὶ φοινίκων βαλάνους πριάμενος ἀνήχθη.

94. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 80 » pp. 52-52

Ἐπειδὴ δὲ ἔτι ὁ χειμὼν ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο. Ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. […] Ἐπεὶ δὲ ὁ χειμὼν ἔτι ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο. Ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγένετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βόας ἐχώρησεν. […] Τοῦ δὲ χειμῶνος ἐπικρατοῦντος, καὶ τοὺς ἐργάτας βοῦς σφάξας ἐθοινήσατο.

95. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 138 » pp. 115-115

Ἰξευτὴς ἀναλαϐὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπ’ ἄγραν. […] Ἰξὸν λαϐὼν ἰξευτὴς καὶ τοὺς καλάμους κίχλαν τε εἶδεν ἐν φύτῳ καθημένην, καὶ τήνδ’ ἀγρεῦσαι βουληθεὶς ὁ τεχνίτης τοὺς καλάμους συνῆψεν εἰς μῆκος ἄρας καὶ τὸν ἰξὸν ἔπεμπεν ἄνω πρὸς κίχλαν, καὶ πρὸς ὕψος ἔϐλεπεν ἀγρεύων κίχλαν. […] Chambry 138.4 Aliter — Ἰξευτὴς καὶ ἔχις. Ἰξευτὴς ἰξὸν ἀναλαϐὼν καὶ καλάμους πρὸς ἄγραν ἐξῆλθεν. Ἰδὼν δὲ κίχλαν ἐφ’ ὑψηλοῦ δένδρου καθεζομένην καὶ τοὺς καλάμους ἀλλήλοις ἐπὶ μῆκος συνάψας, ἄνω πρὸς αὐτὴν συλλαϐεῖν βουλόμενος ἐφεώρα.

96. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 235 » pp. 163-163

Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτάς, ἡνίκα ἂν τύπτωσί τινα, τὸ κέντρον ἀποϐαλεῖν, μετὰ δὲ τοῦτο καὶ τῆς σωτηρίας στερίσκεσθαι. Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἄνδρας βασκάνους οἳ καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσιν. […] Chambry 235.2 Aliter — Μέλισσα καὶ Ζεύς. […] Ὁ Ζεὺς δὲ τῷ δώρῳ ἐτέρφθη, καὶ ὑπέσχετο δοῦναι γέρας ὃ ἂν αἰτήσηται. […] Ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσι μηδεὶς κατὰ τῶν ἐχθρῶν αἰτείτω τι· ὃ γὰρ ἂν κακὸν αἰτήσηται ἐπ’ αὐτὸν ἥξει.

97. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 34 » pp. 22-22

Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. […] Ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος, λέγων· « Δι’ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. » Ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα εἶπε πρὸς αὐτόν· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Ὁ λόγος πρὸς ἐκείνους τοὺς ἀνθρώπους, τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους διὰ λόγων, δι’ ἔργων δὲ φαῦλα ποιοῦντας. […] Τῶν δὲ κυνηγετῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, οὗτος τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. […] Ἡ δὲ δρυτόμον ἰδοῦσα ἐδυσώπει καὶ ὥρκησε κρύψαι αὐτὴν ἐν τοῖς κλάδοις καὶ μὴ προδῶσαι τῷ κυνηγῷ. […] Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ τοῦτον διερωτώντων περὶ τῆς ἀλώπεκος, τῷ μὲν στόματι μὴ ἰδεῖν ταύτην ἔλεγε, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπεδείκνυ ἔνθα ἐκρύπτετο.

98. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 279 » pp. 184-184

Chambry 279 Chambry 279.1 Ὄνος καὶ τέττιγες — L’âne et les cigales. Ὄνος ἀκούσας τεττίγων ᾀδόντων [ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ] καὶ ζηλώσας αὐτῶν τὴν εὐφωνίαν ἐπυνθάνετο τί σιτούμενοι τοιαύτην φωνὴν ἀφιᾶσι. […] Οὕτω καὶ οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐφικνεῖσθαι καὶ τὰ μέγιστα δυστυχοῦσιν. […] Ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ καὶ ζηλώσας αὐτῶν τὴν φωνὴν ἐπελάθετο καὶ τῆς οἰκείας φωνῆς. Οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες καὶ ἃ ἔχουσι δυστυχοῦσι.

99. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 331 » pp. 216-216

Chambry 331 Chambry 331.1 Σφὴξ καὶ ὄφις — La guêpe et le serpent. Σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήττων ἐχείμαζε. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, τὴν κεφαλὴν ἁμάξης τρόχῳ ὑπέθηκε, καὶ οὕτω τῷ σφηκὶ συναπέθανεν. […] Σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήσσων ἐχείμαζεν. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, ἐξελθὼν ἐν τῇ ὁδῷ καὶ ἰδὼν ἅμαξαν ἐρχομένην, τὴν κεφαλὴν τῷ τρόχῳ ὑπέθηκε, φάσκων· « Συναπόλλυμαι τῷ ἐχθρῷ μου. » Πρὸς τοὺς συγκινδυνεύειν τῷ ἐχθρῷ ἐπιχειροῦντας.

100. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 3 » pp. 1-1

Διόπερ πόρρωθεν στᾶσα, ὃ μόνον τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιν ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. […] Διόπερ πόρρωθαν στᾶσα, ὃ τοῖς ἀσθενέσι καὶ ἀδυνάτοις ὑπάρχει ἔργον, τὸν ἐχθρὸν κατηρᾶτο. […] Διὸ καὶ πόρρωθεν στᾶσα, τοῦθ’ ὅ καὶ τοῖς ἀδυνάτοις ἐστὶν εὔπορον, τῷ ἐχθρῷ κατηρᾶτο. […] Ἡ δὲ ἐξήφθη καὶ οἱ νεοσσοὶ κατέπεσον. […] Ὅτι δίκη τις ἐφορᾷ τὰ τῶν ἀθρώπων καὶ τοὺς ἐπιόρκους ἀμύνεται καὶ ἀποδίδωσι κατ’ ἀξίαν.

101. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 58 » pp. 283-283

Chambry 58 Chambry 58.1 Ἄνθρωπος καὶ ἀλώπηξ — L’homme et le renard. […] Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις βλάϐη γίνεται μεγάλη τοῖς δυσοργήτοις. […] Ταύτην δὲ ὁ δαίμων εἰς τὰς ἀρούρας τοῦ ποινητῆρος καὶ τοὺς ἄγρους καθωδήγησεν, ἃ δὴ καὶ κατέκαυσεν· ὥρα γὰρ ἦν θέρους ἀκμαιότητος. Ἠκολούθει τοίνυν αὐτῇ βοῶν ὁ ταλαίπωρος ἑαυτόν τε ὁδυρόμενος καὶ τῆς οἰκείας ἐπινοίας καταμεμφόμενος. Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις μεγίστη βλάϐη τοῖς δυσοργίστοις ἐγγίνεται.

102. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 170 » pp. 251-251

Κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· « Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν. » Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον. […] Κορυδαλὸς εἰς πάγην πεσὼν ἐθρήνει λέγων· « Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστηνῷ πτηνῷ· οὐ διὰ χρυσόν, οὐ διὰ ἄργυρον, οὐ διὰ ἄλλο τι τῶν τιμίων, διὰ <δὲ> κόκκον σίτου μικρὸν τὸν θάνατον ἐμαυτῷ προεξένησα. » Ὁ μῦθος δηλοῖ [ὅτι] τοὺς διὰ κέρδος εὐτελὲς ὑφισταμένους θάνατον. […] Κουκουλάτου ἔτυχε τοῦ βίου τέλος καὶ στενάζων ἔλεγε μετὰ δακρύων· « Οἴμοι τῷ πτωχῷ καὶ ξένῳ καὶ δυστήνῳ· οὐ χρυσὸν, οὐκ ἄργυρον ἐνοσφισάμην· κόκκος δὲ μικρὸς τὸν θάνατον προσῆξε καὶ παγὶς ἐν γῇ μικρὰ ἐγκεκρυμμένη † περιεῖλέ μου τὴν κουκουλίθραν. † » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς πένητας οἵτινες ἐξερχόμενοὶ συνάξαι διατροφὰς συλλαμϐάνονται παρὰ δυναστῶν καὶ κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ’ αὐτῶν τετυφλωμένων ὄντων καὶ ἀσυνέτων.

103. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 329 » p. 269

Chambry 329 Σῦς <ἄγριος> καὶ ἵππος καὶ κυνηγέτης — Le sanglier, le cheval et le chasseur. Σῦς ἄγριος καὶ ἵππος ἐν ταὐτῷ ἐνέμοντο. Τοῦ δὲ συὸς παρ’ ἕκαστα τὴν πόαν διαφθείροντος καὶ τὸ ὕδωρ θολοῦντος, ὁ ἵππος βουλόμενος αὐτὸν ἀμύνασθαι [ἐπὶ] κυνηγέτην σύμμαχον παρέλαϐε. Κἀκείνου εἰπόντος μὴ ἄλλως δύνασθαι αὐτῷ βοηθεῖν, ἐὰν μὴ χαλινόν τε ὑπομείνῃ καὶ αὐτὸν ἐπιϐάτην δέξηται, ὁ ἵππος πάντα ὑπέστη. Καὶ ὁ κυνηγέτης ἐποχηθεὶς αὐτῷ καὶ τὸν σῦν κατηγωνίσατο καὶ τὸν ἵππον προσαγαγὼν τῇ φάτνῃ προσέδησεν.

104. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 13 » pp. 79-79

Αἴλουρος δὲ τοῦτο γνοὺς ἦκεν ἐνταῦθα καὶ συλλαμϐάνων ἕνα ἕκαστον κατήσθιεν. […] Διόπερ ἀναϐὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. […] Αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλέγων ἕνα καθ’ ἕνα κατήσθιεν. […] Ἀναϐὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἔνθεν ἀποκρημνίσας τε καὶ κρεμάσας, προσεποιεῖτο αὑτὸν νεκρὸν εἶναι. […] Καὶ δὴ ἀπὸ παττάλου τινὸς ἀναϐὰς ἑαυτὸν ἀπῃώρησε καὶ προσεποιεῖτο νεκρὸς εἶναι.

105. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 231 » pp. 159-159

Ὁ λόγος δηλοῖ ὅτι πολλάκις ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει. […] Chambry 231.2 Aliter — Λύκος καὶ ἀλώπηξ. […] Ὁ δὲ λύκος ἔφη· « Εἰ τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ. » Ἡ δὲ εἶπεν· « Εἴθε μή σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλόν σε ὑπήντησα καὶ μηδαμῶς τῇ ὥρᾳ ταύτῃ ζήσαις καὶ πάλιν συναντήσαις μοι. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει. […] Ὁ δὲ λύκος ἔφη· « Εἰ τρεῖς ἀληθεῖς λόγους εἴποις μοι, ἀπολύσω σε. » Ἡ δὲ ἔλεγε· « Εἴθε μηδαμῶς σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλῷ σοι συνήντησα, καὶ εἴθε μοι τῇ ὥρᾳ ταύτῃ ἀπέθνῃσκες, ἵνα μὴ πάλιν συνήντησάς μοι. » Cod. […] Ὁ δὲ πρὸς αὐτὴν ταῦτα οὕτως ἐϐόα· « Εἰ τρεῖς ἀληθεῖς λόγους νῦν μοι προσείπῃς, εὐθὺς ἐγώ σε συντόμως ἀπολύσω. » Εἶτα πρὸς αὐτὸν ἀντέφησεν ἀλώπηξ· « Εἴθε μὴ, λύκε, μηδαμῶς σε συνήντων· εἰ δὲ καὶ συνήντων, τυφλόν σε ὑπήντων· καὶ νῦν μὴ ζήσαις πάλιν τῇ ὥρᾳ ταύτῃ, καὶ μή ποτ’ αὖθις συναντήσαις μοι, λύκε. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει.

106. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 21 » pp. 23-23

Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐϐαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι ὅτι ἀλλόφυλός ἐστι. […] Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐλυπεῖτο σφόδρα, νομίζων διὰ τὸ εἶναι αὐτὸν ἀλλόφυλον, τούτου χάριν διώκεσθαι παρὰ τῶν ἀλεωκτρυόνων. Μικρὸν δὲ ὅσον ὑποχωρήσας, θεωρεῖ τοὺς ἀλεκτρυόνας μαχομένους καὶ ἀλλήλους συγκόπτοντας. […] Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων, ἐκεῖνος ἠθύμει σφόδρα, νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων. Ὡς δὲ μετὰ μικρὸν κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας, τῆς λύπης ἀπολυθεὶς εἶπεν· « Ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι, ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλήλοις. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς παρὰ τῶν ἀλλοτρίων ὕϐρεις, ὅταν αὐτοὺς ἴδωσι μηδὲ τῶν οἰκείων ἀπεχομένους.

107. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 212 » pp. 143-143

Chambry 212 Chambry 212.1 Λέων καὶ ταῦρος — Le lion et le taureau. […] Ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέϐητάς τε πολλοὺς καὶ ὀϐελίσκους μεγάλους, τὸ δὲ πρόϐατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. […] Ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέϐητας πολλοὺς καὶ ὀϐελίσκους μεγάλους, τὸ δὲ πρόϐατον μηδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν μαθεῖν θέλοντος δι’ ἣν οὐδὲν δεινὸν παθὼν ἀλόγως ἄπεισιν, ἔφη ὁ ταῦρος· « Ἀλλ’ ἔγωγε οὐ μάτην τοῦτο ποιῶ καὶ φεύγω, ὦ λέον· ὁρῶ γὰρ κατασκευὴν οὐχ ὡς εἰς πρόϐατον, ἀλλ’ εἰς ταῦρον ἡτοιμασμένην. » Ὁ λόγος δηλοῖ ὅτι οὕτω καὶ τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσι. […] Ὡς γοῦν ἐθεάσατο ἐλθὼν ὁ ταῦρος ὀϐελίσκους, λέϐητας καὶ πῦρ σὺν τούτοις, παλίνοστος γίνεται οἴκαδε φεύγων.

108. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 270 » pp. 82-82

Chambry 270 Chambry 270.1 Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων — L’âne, le coq et le lion. […] Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους τοὺς αὑτῶν ἐχθροὺς ὁρῶντες καὶ διὰ τοῦτο καταθρασυνόμενοι λανθάνουσιν ὑπ’ αὐτῶν ἀναλισκόμενοι. […] Οὕτως καὶ οἱ τῶν ἀνθρώπων παῖδες τεταπεινωμένους τοὺς ἐχθροὺς ὁρῶντες καὶ αὐτοὶ θρασυνόμενοι λανθάνονται ὑπ’ αὐτῶν ἁλισκόμενοι. […] Λέοντος δ’ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοϐεῖσθαι) ἔφυγεν. […] Ὁ δὲ θνῄσκων ἐϐόα· « Ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπ’ ἐκείνων ἀπόλλυνται.

109. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 217 » pp. 342-342

Chambry 217 Chambry 217.1 Λύκοι καὶ κύνες <πρὸς αὐτοὺς καταλλαγέντες> – Les chiens réconciliés avec les loups. […] Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες πληγὰς παρ’ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε τὰ πρόϐατα· ὅτε δὲ ἐσθίουσιν, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιρρίπτουσιν. Ἀλλ’ ἐὰν πείθησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν καὶ ἕξομεν πάντα κοινὰ εἰς κόρον ἐσθίοντες. » Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες πρότερον τοὺς κύνας διέφθειραν. […]   Λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον· « Ἴνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους ; οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ· ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ· ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις, κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους, καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως· ἀλλ’ οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε, ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας. […] Εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι, ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι. »  Ὡς δ’ ὑπήκουσαν παραυτίκα οἱ κύνες, εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι καὶ παραυτίκα διέφθειραν τοὺς κύνας, ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων.

110. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 342 » pp. 222-222

Ὗς καὶ κύων πρὸς ἀλλήλας διεφέροντο. Τῆς δὲ ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦσιν αὐτὴν ἀνατεμεῖν, ἡ κύων ἔλεγε καὶ κατ’ αὐτὸ τοῦτο αὐτὴν ἀγνωμονεῖν, εἴγε Ἀφροδίτη μισεῖ, ὥστε καὶ ἐὰν φάγῃ τις ὑὸς κρέα, τοῦτον οὐκ ἐᾷ εἰς τὸ ἱερὸν αὐτῆς εἰσιέναι. Καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· « Ἀλλὰ τοῦτό γε οὐ στυγοῦσά με ποιεῖ, προνοουμένη δέ, ἵνα μηδείς με θύῃ. » Οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις καὶ τὰ ὑπὸ τῶν ἐχθρῶν προσφερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν. […] Σῦς καὶ κύων ἀλλήλαις διελοιδοροῦντο. […] Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· « Καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ’ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ’ ὅλως εἰς ἱερὸν προσίεται. » Καὶ ἡ σῦς· « Διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.

111. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 4 » pp. 3-3

Ὁ δὲ Ζεὺς τὴν κόπρον αἰσθόμενος καὶ ἀποσείσασθαι βουληθεὶς ἀνέστη. Ὡς δὲ ἀναστὰς ἐπελάθετο τῶν ὠῶν καὶ ἔρριψεν ταῦτα, συνετρίϐησαν. […] Ὁ κάνθαρος δέ, κόπρου σφαῖραν ποιήσας καὶ ἀναϐὰς ἐπὶ τοῦ κόλπου Διός, ταύτην καθῆκεν. Ὁ δὲ Ζεύς, ἀναστὰς ἐφ’ ᾧ τὴν ὄνθον ἀποτινάξασθαι, καὶ τὰ ὠὰ διέρριψεν ἐκλαθόμενος, ἃ καὶ συνετρίϐη πεσόντα. Μαθὼν δὲ πρὸς τοῦ κανθάρου ὅτι ταῦτ’ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἀλλὰ καὶ εἰς τὸν Δία αὐτὸν ἠσέϐησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα, κάνθαρον εἶναι τὸν λυποῦντα καὶ δὴ καὶ δικαίως λυπεῖν.

112. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 14 » pp. 7-7

Chambry 14 Chambry 14.1 Αἴλουρος καὶ ὄρνιθες — La belette et les poules. Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαϐῶν ἐργαλεῖα, παραγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν. Αἱ δὲ ὑποτυχοῦσαι· « Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς. » Οὕτως καὶ τῶν ἀθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται. […] Chambry 14.2 Aliter — Ὄρνις καὶ αἴλουρος. […] Chambry 14.3 Aliter — Αἴλουρος καὶ ὄρνις.

113. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 322 » pp. 212-212

Chambry 322.2 Aliter — Χήρα καὶ πρόϐατον. […] Τούτου δὲ τὸν πόκον θέλουσα λαϐεῖν ἔκειρεν ἀτέχνως σὺν τῷ μαλλῷ καὶ τὴν σάρκα ψαλίζουσα. Τὸ δὲ πρόϐατον ἀλγοῦν ἔλεγε· « Τί με βλάπτεις ; πόσην γὰρ ὁλκὴν τὸ ἐμὸν αἷμα προσθήσει ; Καὶ εἰ μὲν κρεῶν, ὦ δέσποινα, χρῄζεις, μάγειρος ἔστιν ὅς με συντόμως θύσει· εἰ δὲ ἐρίου καὶ πόκου, κουρεὺς ἔστι πάλιν ὃς καὶ κερεῖ με καὶ σώσει. » Ὅτι οἱ ἀπειρίαν πράγματός τινος ἔχοντες καὶ διὰ πλεονεξίαν τοῦτο μεταχειριζόμενοι οὐ τοσοῦτον κέρδος ὅσην βλάϐην καρποῦνται. […] Χρυσὸν δὲ πόσον ἐξ αἵματος προσθήσεις, κόπτουσα, ψαλίζουσα τὴν ἐμὴν σάρκα ; Εἰ μὲν κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις, κάλει μάγειρον καὶ θύσει με συντόμως· εἰ δὲ τὸν πόκον ἐθέλεις ἀποκεῖραι, ἐλθέτω κουρεὺς πάλιν, ἵνα με κείρῃ. » Ὅτι οἱ ἀπειρίαν τινὸς ἔχοντες καὶ διὰ πλεονεξίαν μεταχειριζόμενοι τοῦτο βλάϐην <μᾶλλον> ἢ κέρδος ἔχουσιν.

114. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 53 » p. 30

Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ’ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· « Σὺν Ἀθηνᾷ καὶ σὺ χεῖρα κινεῖ. » Ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν. Ὅτι ἀγαπητόν ἐστι καὶ ἐνεργοῦντας θεῶν εὐνοίας τυγχάνειν ἢ ἑαυτῶν ἀμελοῦντας ὑπὸ τῶν δαιμόνων περισῴζεσθαι. Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν καὶ οὕτω τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι.

115. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 57 » p. 311

Chambry 57 Ἄνθρωποι καὶ Ζεὺς — Les hommes et Zeus. Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν· « Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος· » τὸν δὲ Δία εἰπεῖν· « Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς· λόγον γὰρ ἔχεις λαϐών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. » Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο. Ὅτι, ἐκ θεοῦ λόγῳ τιμηθέντων πάντων, ἀνεπαισθήτως ἔχουσί τινες τῆς τοιαύτης τιμῆς καὶ μᾶλλον ζηλοῦσι τὰ ἀναίσθητα καὶ ἄλογα ζῷα.

116. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 95 » pp. 62-62

Chambry 95 Chambry 95.1 Δελφῖνες καὶ φάλαιναι καὶ κωϐιός — Les dauphins, les baleines et le goujon. Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης, κωϐιὸς ἀνέδυ (ἐστὶ δὲ οὗτος μικρὸς ἰχθύς) καὶ ἐπειρᾶτο αὐτοὺς διαλύειν. […] Chambry 95.2 Δελφῖνες καὶ φάλαιναι καὶ καρίς. Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο.

117. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 313 » pp. 206-206

Chambry 313 Chambry 313.1 Ποιμὴν καὶ κύων <τὰ πρόϐατα σαίνων> – Le berger et le chien qui caresse les brebis. Ποιμὴν ἔχων κύνα παμμεγέθη τούτῳ εἰώθει τὰ ἔμϐρυα καὶ τὰ ἀποθνῄσκοντα τῶν προϐάτων παραϐάλλειν. Καὶ δή ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προϐάτοις καὶ σαίνοντα αὐτὰ εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο. » Πρὸς ἄνδρα κόλακα ὁ λόγος εὔκαιρος. […] Chambry 313.2 Aliter — Ποιμὴν καὶ σκύλαξ. […] Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἱστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν, καὶ ὁμαλίζων αὐτὸν εἶπεν· « Καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμϐαίη ὅπερ θέλεις. » Ὅτι τοιοῦτός ἐστι πᾶς ὃς κληρονόμος ἐστὶν οὐσίας, τῷ νοσοῦντι συναλγῶν καὶ προσποιούμενος κλαίειν ὑπούλως.

118. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 346 » pp. 415-415

Chambry 346 Chambry 346.1 Χαλκεὺς καὶ κυνάριον — Le forgeron et son chien. […] Μιᾷ γοῦν τῶν ἡμερῶν παρεσθηκὼς τῷ χαλκεῖ, ἔρριψεν ὁ χαλκεὺς αὐτῷ ὀστοῦν λέγων· « Ὦ ταλαίπωρε κύων, ὑπνῶδες καὶ ὀκνηρέ, τί σοι ποιήσω ; τὸ γὰρ ἀκμόνιον προσκεκρουκώς, εὐθὺς ἐπανακλίνεις σαυτὸν ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι· ὅταν δὲ τοὺς ὀδόντας μου πρὸς τροφὴν κινήσω, εὐθὺς ἕτοιμος τὴν κέρκον μοι ἐπισείεις. » Ὁ μῦθος [δηλοῖ ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς ὁ τῶν ἀλλοτρίων πόνος ἐλέγχει. […] Τότε λοιπὸν εἶπε πρὸς αὐτόν· « Ὦ ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραϐϐάτῳ· ὅταν δ’ ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν. […] Χαλκεὺς εἶχε κύνα, καὶ ὅτε μὲν ἐχάλκευεν, ὁ κύων ἐκοιμᾶτο· ὅτε δὲ ἤσθιεν, παρίστατο αὐτῷ. Ὁ δὲ ὀστοῦν ῥίψας αὐτῷ εἶπεν· « Ταλαίπωρε, ὑπνῶδες, ὅταν μὲν τὸν ἄκμονα κρούω, ὑπνοῖς· ὅταν δὲ τοῦς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ. » [Ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς καὶ ἐξ ἀλλοτρίων πόνων τρεφομένους ὁ μῦθος ἐλέγχει.

119. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 319 » pp. 210-210

Δὶς δὲ καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέϐη τὸ τελευταῖον τῇ ἀληθείᾳ λύκους ἐπελθεῖν. Ἀποτεμνομένων δὲ αὐτῶν τὴν ποίμνην καὶ τοῦ ποιμένος ἐπὶ βοηθείᾳ τοὺς κωμήτας ἐπικαλουμένου, ἐκεινοῖ ὑπολαϐόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον· καὶ οὕτως αὐτῷ συνέϐη τῶν προϐάτων στερηθῆναι. […] Μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, καὶ τοῦ παιδὸς βοῶτος· « Δεῦτε, λύκος, » οὐκέτι τις πεπίστευκε προσδραμεῖν αὐτῷ καὶ βοηθῆσαι. […] Τοῦτο δὲ πολλάκις τοῦ παιδὸς πραξαμένου, οἱ τοιοῦτοι συνήρχοντο καὶ ἀεὶ ψεῦδος εὑρίσκοντες ἀπήρχοντο. […] Τοῦ δὲ λύκου ἀληθῶς ἐλθόντος καὶ τοῦ παιδὸς βοῶντος, οὐδεὶς ἐπίστευσε καὶ ἀπῆλθε πρὸς βοήθειαν.

120. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 84 » pp. 61-61

Chambry 84 Chambry 84.1 Γεωργὸς καὶ τύχη — Le laboureur et la fortune. […] Τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα περιτιθεῖς, ἃ ἐγώ σοι δέδωκα πλουτῆσαι βουλομένη σε ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἄλλας χεῖρας τὸ χρυσίον ἐξαλλάσσῃ, πάλιν τὴν Τύχην μέμψῃ. » Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι χρὴ ἐπιγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ χάριτας ἀποδιδόναι. […] Γεωργός τις σκάπτων ἐν γῇ εὗρε χρυσὸν καὶ ἐστεφάνου τὴν Γῆν καθ’ ἡμέραν καὶ κατεκόσμει ὡς ὑπ’ αὐτῆς εὐεργετηθείς. Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἔφη· « Ὦ οὗτος, τί παρέχεις τῇ Γῇ τὰ ἐμὰ δῶρα, ἅπερ ἐγὼ δέδωκα βουλομένη σε πλουτίσαι ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἑτέρας προφάσεις ἐξαναλώσῃς τὸν βίον, πάλιν τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος ἔμφασιν ἔχει ὅτι χρὴ προγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ ἀπονέμειν τὴν χάριν. […] Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη ; Εἰ γὰρ ὁ καιρὸς μεταϐάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ’ ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

121. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 330 » pp. 215-215

Chambry 330 Chambry 330.1 Σφῆκες καὶ πέρδικες καὶ γεωργός — Les guêpes, les perdrix et le laboureur. Σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἧκον πρὸς γεωργὸν καὶ παρὰ τούτου ποτὸν ᾔτουν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος, οἱ μὲν πέρδικες περισκάψειν τὰς ἀμπέλους καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν, οἱ δὲ κύκλῳ περιστάντες τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι. […] Σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἧκον πρὸς γεωργὸν καὶ παρ’ αὐτοῦ ποτὸν ᾖτουν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος χάριν αὐτῷ ποιῆσαι. Καὶ οἱ μέν πέρδικες περισκάψειν τοὺς ἀμπελῶνας καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν, αἱ δὲ σφῆκες κύκλῳ περιιοῦσαι τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι ἔλεγον. […] Σφῆκες καὶ πέρδικες δίψῃ συνεχόμενοι πρὸς γεωργὸν ἦλθον παρ’ αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες σκάπτειν τὰς ἀμπέλους, οἱ δὲ σφῆκες κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοϐεῖν τοὺς κλέπτας.

122. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 143 » pp. 320-320

Ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης καὶ αὐτὸς καθοπλισθεὶς ἐπέϐη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· « Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ’ ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν ; » Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι. […] Παυσαμένου δὲ τοῦ πολέμου, ἀχύροις καὶ μόνοις ἔτρεφε, φορτίοις μεγάλοις καταϐαρύνων. […] Ὁ δὲ ἵππος αὐτῷ ἔφη· « Ἄπελθε, ὦ δέσποτα, πεζὸς πολεμήσων· σὺ γὰρ ἀφ’ ἵππου ὄνον με πεποίηκας, χυδαίαις ἐργασίαις καταϐαρύνων, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον με θέλεις ἔχειν ; » Cod.

123. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 242 » pp. 166-166

Μύρμηξ ὁ νῦν τὸ πάλαι ἄνθρωπος ἦν· καὶ τῇ γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει τοὺς τῶν γειτόνων καρποὺς ὑφαιρούμενος. […] Ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετεϐάλετο· μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς ἄλλων πυροὺς καὶ κριθὰς συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει. […] Μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν· καὶ τῇ γεωργίᾳ διηνεκῶς προσέχων, οὐ τοῖς ἰδίοις ἠρκεῖτο πόνοις, ἀλλὰ καὶ τοὺς τῶν γειτόνων καρποὺς ὑφῃρεῖτο. […] Ὁ δὲ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέϐαλε· μέχρι γὰρ τοῦ νῦν τὰς ἀρούρας περιιὼν τοὺς τῶν ἑτέρων πόνους συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει.

124. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 333 » pp. 294-294

Chambry 333 Chambry 333.1 Ταὼν καὶ γέρανος — Le paon et la grue. Ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐτοῦ καὶ λέγων ὡς « ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σὺ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς. » Ὁ δέ· « Ἀλλ’ ἐγώ, ἔφη, τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι· σὺ δέ, ὡς ἀλέκτωρ, κάτω μετ’ ὀρνίθων βαίνεις. » Ὅτι κρεῖττον περίϐλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως πλούτῳ γαυρούμενον. […] Ἡ δὲ ἔφη· « Ἀλλ’ ἐγὼ ἄστρων ἐγγὺς ἵπταμαι καὶ φωνῶ· σὺ δὲ, ὡς ἀλέκτωρ, χαμαὶ πτερύσσῃ οὐδ’ ἄνω φαίνῃ. » Ὅτι κρεῖσσον περίϐλεπτόν τινα εἶναι σὺν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν <ἀδόξως> σὺν πλουσίᾳ ἐστθῆτι. […] Ταὼν <δέ> ποτε γεράνου κατεγέλα, ἐκκωμῳδοῦσα τὴν χροιὰν τοῦ ὀρνέου, λέγουσα πολλοὺς μυκτηρισμοὺς ἀθέσμους, ὡς αὐτὴ χρυσὸν καὶ πορφύραν φοροῦσα, ὥσπερ τις ἄναξ <οὖσα>, φησί, τυγχάνω. Ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει· « Ἀλλ’ ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων, καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη· σὺ δ’, ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων. » Ὅτι κρεῖσσόν ἐστι περίϐλεπτόν τινα εἶναι ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.

125. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 354 » pp. 228-228

Χῆνες καὶ γέρανοι τὸν αὐτὸν λειμῶνα ἐνέμοντο. […] Χῆνες καὶ γέρανοι τὸν αὐτὸν λειμῶνα ἐνέμοντο. Ἐπιφανέντων δὲ αὐτοῖς θηρευτῶν, οἱ μὲν γέρανοι ἐλαφροὶ ὄντες ταχέως ἀπέπτησαν καὶ διεσώθησαν· αἱ δὲ χῆνες μείνασαι διὰ τὸ βάρος τῶν σωμάτων συνελήφθησαν. […] Χῆνες καὶ γέρανοι ἐπὶ ταὐτοῦ λειμῶνος ἐνέμοντο. […] Ὁ μῦθος δηλοῖ ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι.

126. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 111 » pp. 89-89

Παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαϐὼν τὸν Ἑρμῆν, ἧκεν εἰς τὸ προαστεῖον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον. […] Τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ δευτέρου ἰδὼν κορώνην ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. Ὁ δὲ ὑποτυχὼν ἔφη· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὅτι, ἂν σὺ θέλῃς, τοῦς ἐμαυτοῦ βόας ἀπολήψομαι. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην. […] Τῆς δὲ τῶν βοῶν ἀπωλείας ἀγγελθείσης τῷ Τειρεσίᾳ, ἐκεῖνος παραλαϐὼν τὸν Ἑρμῆν ἐξῆλθεν, οἰωνόν τινα περὶ τοῦ κλέπτου σκεψόμενος καὶ τούτῳ παρῄνει φράζειν αὐτῷ ὅντινα ἂν τῶν ὀρνίθων θεάσηται. […] Τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς εἶναι τοῦτον, ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν, καὶ τῷ μάντει φράζει.

127. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 338 » pp. 340-340

Ὁ δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλὼν εἶπεν· « Ἰδὲ τὸν ἐμὸν ἄγγελον οἷός ἐστιν, καὶ δὴ τότε ἐπέρχομαί σοι κἀγώ. » Ὁ δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. Ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη ὁ λέων· « Οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν. […] Ὁ δὲ τὸ βέλος ἀφεὶς καιρίως τὸν ἰσχυρὸν ἐτραυμάτισεν, εἰπών· « Ἰδὲ τὸν ἐμὸν ἄγγελον πρῶτον οἱός ἐστι καὶ αὖθις δὴ τὴν ἐμὴν ἰσχὺν δοκιμάσεις. » Ὁ δὲ λέων βληθεὶς φεύγειν ὥρμησε ἀμεταστρεπτί. Ἀλώπηξ δὲ τούτῳ συνήντησε καὶ θαρρεῖν συνεϐούλευεν. Ἔφη δὲ οὗτος· « Οὐδαμῶς με πλανήσεις, δολία· ἐπεὶ γὰρ τοιοῦτον πικρὸν ἄγγελον ὁ ἄνθρωπος ἔχει, ἐὰν αὐτός μοι ἐπέλθῃ, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὸ τέλος δεῖ προιδεῖν καὶ ἑαυτοὺς περισώζειν.

128. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 43 » pp. 27-27

Ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα, ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ, τοῦτο ἐπάρασα εἶπεν· « Οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει. » Πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος. […] Chambry 43.2 Aliter — Autre version Ἀλώπηξ εἰσελθοῦσα εἰς οἰκίαν κιθαρῳδοῦ καὶ ἕκαστον τῶν αὐτοῦ σκευῶν ἐρευνησαμένη, εὗρε κεφαλὴν μορμολυκείου εὐφυῶς κατεστευασμένην. Ἀναλαϐοῦσα δὲ αὐτὴν ταῖς οἰκείαις χερσὶν ἔφη· « Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει. » Ὁ λόγος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τὸ σῶμα, ἀλογίστους δὲ τὴν ψυχήν. […] Chambry 43.3 Aliter — Autre version Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαϐοῦσα ταῖς χερσὶν ἔφη· « Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει. » Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους.

129. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 157 » pp. 121-121

Καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ εἰς θέατρον εἰσελθεῖν. Ἀφικόμενος δὲ ἐπὶ σκήνην καὶ πάνυ κακῶς ᾄδων λίθοις βαλλόμενος ἐξηλάθη. Οὕτως καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναί τινες δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοι εὑρίσκονται. […] Καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ θεάτρῳ ἑαυτὸν ἐπιδοῦναι. Ἀφικόμενος δ’ ἐπιδείξασθαι καὶ κακῶς ᾄδων πάνυ, λίθοις αὐτὸν ἐξώσαντες ἀπήλασαν.

130. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 103 » pp. 74-74

Καὶ ἐπὶ μὲν τοῖς κέρασιν αὐτῆς ηὐφραίνετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν· ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο καὶ ἐδυσφόρει, ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. […] Καὶ μέχρι μὲν ἐν πεδίῳ ἐδιώκετο, ἀκατάληπτος ἦν ἠ ἔλαφος, ἐπεὶ προέθεεν· ἐπεὶ δὲ κατά τινα δρυμὸν καὶ ὑλώδη τόπον παρεγένετο, συνέϐη τοῖς κέρασιν αὐτῆς ἐμπλακῆναι τοῖς κλάδοις, καὶ μὴ δυναμένην τρέχειν συλληφθῆναι ὑπὸ τοῦ λέοντος. […] Ἰδὼν δὲ τὴν ἑαυτοῦ σκιάν, τοὺς μὲν πόδας ἐμέμφετο, ὡς λεπτοὺς καὶ ἀσθενεῖς ὄντας, τὰ δὲ κέρατα αὐτοῦ ἐπῄνει, ὡς μέγιστα καὶ εὐμήκη. […] Ἐπὶ πολὺν δὲ τόπον δραμὼν καὶ εἰς ὕλην ἐμϐὰς τοῖς κέρασιν ἐμπλακεὶς ἐθηρεύθη. […] Αἰφνίδιον δὲ κυνηγοῦ καταλαϐόντος αὐτήν, καὶ πρὸς φυγὴν ὁρμήσασα, τὰ μὲν σκέλη διέσωσαν αὐτὴν ἐν κρησφυγέτῳ τινί.

131. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 30 » pp. 24-24

Ἐξογκωθεῖσα δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. […] Μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· « Ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ. » Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει. […] Ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς καὶ διὰ τοῦτο μὴ δυναμένη ἐξελθεῖν τῆς καλύϐης ἔστενε καὶ ἐπωδύρετο. Ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στεναγμῶν καὶ προσελθοῦσα ἐπυνθάνετο δι’ ἣν αἰτίαν τοῦτο ποιεῖ. […] Ἀλώπηξ δὲ μαθοῦσα, νῆστις οὖσα καὶ λεπτοτάτη, εἰσελθοῦσα ἐνεπλήσθη κρεῶν.

132. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 234 » pp. 161-161

Ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀνεσπασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας ᾔει δρόμῳ τὸ γεγονὸς ὀψόμενος. Τῶν δὲ παρατυχόντων τις θεασάμενος εἶπεν· « Ὦ οὗτος, σὺ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος τὰ σαυτοῦ οὐ προεμαντεύου ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντας καὶ τῶν μηδὲν προσηκόντων προνοεῖσθαι πειρωμένους. […] Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ δρομαῖος ᾔει. […] Ἐξαίφνης δέ τις πρὸς αὐτὸν ἧκεν <λέγων> ὡς οἰκία ἤνοικται καὶ τἄνδον φροῦδα. Ὁ δὲ ἀνεπήδησε τεταραγμένος καὶ μεγάλα στενάξας ταχέως τρέχει.

133. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 305 » pp. 203-203

Ὡς δὲ ἐκεῖνοι τὴν σαγήνην ἀνασπάσαντες μικρὸν ἄποθεν ἠρίστων, καταϐὰς ἐπειρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν· φασὶ δὲ μιμητικὸν εἶναι τὸ ζῷον. […] Καὶ δὴ τούτων τὴν σαγήνην ἐασάντων, καὶ μικρὸν ὑποχωρησάντων τοῦ φαγεῖν, καταϐὰς ἀπὸ τοῦ δένδρου, ἐπειρᾶτο μιμεῖσθαι αὐτούς· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον τοῦτο. Ἐφαψάμενος δὲ τῶν δικτύων καὶ συλληφθεὶς ἐκινδύνευε πνιγῆναι. […] Μία οὖν ἐπὶ τοῦ αἰγιαλοῦ ἑστῶσα εἶδεν ἐπὶ τοῦ χείλους τῆς θαλάσσης ἡπλωμένον καὶ ἡλιαζόμενον δίκτυον. […] Ὅτι μηδεὶς ὃ μὴ ἔμαθε μηδὲ ἐκ πείρας ἔχει πειράτω ποιεῖν· σὺν τῇ ἀπειρίᾳ γὰρ καὶ κακόν τι προσλήψεται.

134. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 63 » pp. 288-288

Chambry 63 Chambry 63.1 Ἄρκτος καὶ ἀλώπηξ — L’ours et le renard. […] Ἡ δὲ ἀλώπηξ ἀκηκουῖα ταῦτα ἐμειδίασε καὶ πρὸς αὐτὴν ἐλάλει· « Εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ ζῶντας. » Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας. […] Ἄρκος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει· πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν· « Εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας. » Οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει. […] Ἄρκος ἐπὶ φιλανθρωπίᾳ ἐκόμπαζε, προϐαλλομένη τὸ μὴ νεκρὸν σῶμα ἐσθίειν· πρὸς ἣν ἀλώπηξ εἶπε· « Εἴθε νεκροὺς τοὺς ἀνθρώπους εἷλκες, καὶ μὴ ζῶντας. » Cod.

135. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 42 » pp. 10-10

Ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διελέχθη. Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοϐερὰ τῶν πραγμάτων καταπραΰνει. […] Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοϐερὰ τῶν πραγμάτων καταπραΰνει. […] Ἐκ τρίτου δὲ τοῦτον θεασαμένη οὕτως αὐτοῦ κατεθάρσησεν ὡς καὶ προσελθοῦσα διαλεχθῆναι. Ὁ μῦθος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοϐερὰ τῶν πραγμάτων εὐπρόσιτα ποιεῖ.

136. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 310 » pp. 204-204

Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει. […] Τούτου δὲ συχνῶς γενομένου, συνέϐη γενέσθαι συνήθη τῇ δυσωδίᾳ, καὶ οὐκέτ’ αὐτὸν ἐνώχλει. Ὁ μῦθος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ καταπραΰνει πράγματα. […] Chambry 310.4 Aliter — Μυρεψὸς καὶ πλούσιος. […] Ὁ γοῦν κύριος ἐδίωκε τοῦ οἴκου διὰ τὴν ὀδμὴν αὐτοῦ καὶ δυσωδίαν.

137. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 108 » pp. 97-97

Chambry 108 Chambry 108.1 Ἔριφος καὶ λύκος <αὐλῶν> – Le chevreau et le loup qui joue de la flûte. Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· « Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλ’ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι. » Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον. Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· « Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. » Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται. […] Τῆς δὲ ἐρίφου ἀτονησάσης καὶ τοῦ λύκου καταλαϐόντος, στραφεῖσα ἡ ἔριφος πρὸς τὸν λύκον εἶπεν· « Ὅτι μὲν σὸν βρῶμά εἰμι ἀκριϐῶς ἐπίσταμαι, ἀλλὰ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλει μοι ὡς ὀρχῶμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες τοῦ ποιμένος ἀκούσαντες τὸν λύκον κατέλαϐον καὶ ἐδίωκον, κἀκεῖνος φεύγων ἐφώνει· « Ἀξίως πάσχω· ἔδει γάρ με ἀντ’ αὐλητοῦ μακελλάριον εἶναι. » Ὅτι καὶ τοῖς φύσει πονηροῖς ἡ διὰ λόγων ταπείνωσις οἶδε κατάνυξιν ἐμποιεῖν. […] Ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ λύκε, ἐπεὶ πέπεισμαι ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον.

138. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 190 » pp. 137-137

Chambry 190 Chambry 190.1 Κώνωψ καὶ ταῦρος — Le cousin et le taureau. Κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. […] Chambry 190.2 Aliter — Κώνωψ καὶ βοῦς. Κώνωψ ἐπὶ κέρατος βοὸς ἐκαθέσθη καὶ ηὔλει. Εἶπε δὲ πρὸς τὸν βοῦν· « Εἰ βαρῶ σου τὸν τένοντα, ἀναχωρήσω. » Ὁ δὲ ἔφη· « Οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν μένῃς, μελήσει μοι. » [Ὅτι] τοὺς εὐτελεῖς καὶ ἀδόξους [καὶ] μαχομένους τυράννοις ἔλέγχει ὁ μῦθος.

139. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 93 » p. 326

Chambry 93 Δειλὸς κυνηγὸς καὶ δρυτόμος — Le chasseur poltron et le bûcheron. Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἐφη· « Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω. » Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόϐου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· « Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα. » [Ὅτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.

140. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 213 » pp. 341-341

Chambry 213 Chambry 213.1 Λέων <λυσσῶν> καὶ ἔλαφος — Le lion enragé et le cerf. […] Τοῦτον δὲ ἔλαφος ἐξ ὕλης ἰδὼν εἶπεν· « Οὐαὶ ἡμῖν τοῖς ταλαιπώροις· τί γὰρ μαινόμενος οὗτος οὐχὶ ποιήσει, ὃς καὶ σωφρονῶν οὐκ ἦν ἡμῖν φορητός ; » Ὅτι τοὺς θυμώδεις ἄνδρας καὶ ἀδικεῖν εἰθισμένους πάντες φευγέτωσαν ἀρχὴν λαϐόντας καὶ δυναστεύσαντας. […] Τὸν δὲ νεϐρὸς ἐξ ὕλης ἰδὼν ἔφησεν· « Οἴμοι τῷ ταλαιπώρῳ· τί γὰρ μεμηνὼς οὕτως οὐχὶ ποιήσει, ὃς ὑπῆρχε οὐδὲ σωφρονῶν φορητός. » Ὁ λόγος πρὸς ἄνδρα φύσει ὀργιλὸν καὶ αἱμοϐόρον.

141. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 219 » p. 153

Chambry 219 Λύκοι καὶ πρόϐατα καὶ κριός — Les loups, les moutons et le bélier. Λύκοι πρέσϐεις ἔστειλαν τοῖς προϐάτοις εἰρήνην ποιῆσαι μετ’ αὐτῶν διηνεκῆ, εἰ τοὺς κύνας λάϐωσι καὶ διαφθείρωσι. […] Ἀλλά τις γέρων κριὸς εἶπεν· « Πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν μοι ; » Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς δι’ ὅρκων πεισθέντα.

142. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 281 » pp. 360-360

Chambry 281 Chambry 281.1 Ὄνος <παλιούρους ἐσθίων> καὶ ἀλώπηξ — L’âne qui broute des paliures et le renard. […] Τοῦτον δὲ ἰδοῦσα ἀλώπηξ εἶπεν· « Πῶς οὕτω τῇ ἁπαλῇ γλώσσῃ τὸ σκληρὸν καὶ ἀκανθῶδες προσφάγιον ἐσθίεις ; » Ὅτι οὐ δεῖ φλυάρων ἀνδρῶν κατηγορίας ἀκούειν· εἰς κίνδυνον γὰρ ἄγουσι τὸν ἀκούοντα. […] Τὸν δ’ εἶδεν ἀλώπηξ, κερτομοῦσα δ’ εἰρήκει· « Πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις ; » Ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους.

143. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 222 » pp. 155-155

Chambry 222 Chambry 222.1 Λύκος καὶ ἀρήν — Le loup et l’agneau. […] Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ καὶ πιεῖν αὐτὸν μὴ ἐῶντα. […] Chambry 222.2 Aliter — Λύκος καὶ ἀρνός. Λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως· ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει· « Πέρυσιν αὐτὸς πολλὰ καθύϐρισάς με. » Ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐϐόα· « Ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ. » Ὁ δὲ πρὸς αὐτόν· « Τὴν ἄρουραν μου νέμεις. » Ὁ δ’ ἀρνὸς ἔφη· « Ἀκμὴν τροφὴν οὐκ εἶδον. » Πάλιν ὁ λύκος· « Ἐκ τῆς πηγῆς μου πίνεις. » Ὁ δ’· « Οὐ πέπωκα ὕδωρ, » αὐτῷ προσεῖπε· « τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου, καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει. » Ὁ δὲ συλλαϐὼν καὶ φαγὼν αὐτὸν εἶπεν· « Ἀλλ’ ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν. » Ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ. […] Λύκος ποτὲ ἄρνα πεπλανημένον εὑρὼν βίᾳ μὲν οὐχ ἥρπαζεν, ἔγκλημα δὲ ἐζήτει, εὐλόγως φαγεῖν θέλων. « Σύ, εἶπεν, πέρυσι μικρὸς ὢν ὕϐρισάς με. » Ὁ δέ· « Πῶς ἐγὼ πέρυσι, ὃς ἐν τούτῳ ἐγεννήθην τῷ χρόνῳ ; – Ἀλλά, φησί, τὴν ἄρουράν μου ἐπιϐόσκῃ. » Ὁ δέ· « Οὐδέπω ἐϐοσκήθην. – Ἀλλ’ ἐκ τῆς πηγῆς ἐξ ἧς ἐγὼ πίνω πίνεις. » Ὁ δὲ ἔφη· « Οὔπω ὕδωρ ἔπιον, ἀλλὰ τῆς μητρός μόνης τὸ γάλα πίνω καὶ τρέφομαι. » Ὁ δὲ συλλαϐὼν καὶ τρώγων εἶπεν· « Ἀλλ’ ἐγὼ ἄδειπνος οὐ μενῶ ἐν τῷ σε πᾶσάν μου ἀφορμὴν λύειν. » Ὅτι γνώμην κακουργοῦ καὶ πονηροῦ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς ὑπάρχῃ.

144. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 356 » pp. 244-244

Chambry 356 Chambry 356.1 Ψιττακὸς καὶ γαλῆ — Le perroquet et la chatte. […] Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ τίς τέ ἐστι καὶ πόθεν ἦλθεν. […] Chambry 356.2 Aliter — Πέρδιξ καὶ γαλῆ. […] Γαλῆ πρὸς αὐτὸν ἐπίϐουλος ὡρμήθη, καὶ πρῶτον εἶπε· « Τίς μὲν εἶ, πόθεν ἥκεις ; » Ἡ δέ· « Ἠγόρασμαι, ἔφησεν, προσφάτως. » « Ἐγὼ [χρόνον] τοσοῦτον ἐνθάδε διατρίϐω καὶ με ἔνδον ἔτεκεν ἡ μυοκτόνος [μήτηρ], ἀλλ’ ἡσυχάζω καὶ προσέτι ἀνδύνω. Σὺ δ’ ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων, παρρησιάζῃ, φησί, καὶ κατακρώζεις ; » Πρόσφορος ὁ μῦθος πρὸς γέροντας εἰς τιμὴν προκριθέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους.

145. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 357 » pp. 231-231

Ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ ταρσοῦ ποδὸς ἀνδρὸς ἀθλητοῦ νοσοῦντος καὶ ἁλλομένη ἐνῆκε δῆγμα. […] Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτω <συμμαχῇς>, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ ; » Ἀταρ οὖν καὶ ἡμᾶς ὁ λόγος διδάσκει μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἀνακαλεῖν, ἀλλ’ ἐπὶ τὰς μείζους ἀνάγκας. […] Ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ πόδα ἀνδρὸς ἀθλήτοῦ σοϐοῦντος, καὶ ἁλλομένη ἐνῆκε δῆγμα. […] Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, διὰ τί ἐπὶ κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ συνεργός ; » Ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἐπικαλεῖσθαι, ἀλλ’ ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς. […] Chambry 357.3 Aliter — Ψύλλα καὶ ἀνήρ.

146. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 162 » p. 123

Chambry 162 Κολοιὸς καὶ κόρακες — Le choucas et les corbeaux. Κολοιὸς τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους, παρεγένετο πρὸς τοὺς κόρακας καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. Οἱ δὲ ἀμφιγνοοῦντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέϐαλον. […] Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιπόντες καὶ τὰς ἀλλοδαπὰς προκρίνοντες οὔτε ἐν ἐκείναις εὐδοκιμοῦσι διὰ τὸ ξένοι εἶναι καὶ ὑπὸ τῶν πολιτῶν δυσχεραίνονται διὰ τὸ ὐπερπεφρονηκέναι αὐτούς.

147. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 280 » pp. 358-358

Ὄνος δορὰν λέοντος ἐπενδυθεὶς λέων ἐνομίζετο πᾶσιν, καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. Ὡς δὲ ἀνέμου πνεύσαντος ἡ δορὰ περιῃρέθη καὶ γυμνὸς ὁ ὄνος ἦν, τότε δὴ πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον. Ὅτι πένης καὶ ἰδιώτης ὢν μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε κατεγελασθῇς καὶ κινδυνεύσῃς· τὸ γὰρ ξένον ἀνοίκειον. […] Καὶ μεταθεῖναι τὴν φύσιν οὐκ ἔχων ἐπὶ τοῦ σχήματος ἀνεπλήρου τὸν πόθον, καὶ λεοντῆν περικείμενος, οἷα λέων τοὺς τῶν γεωργῶν ἐλυμαίνετο πόνους.

148. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 350 » pp. 39-39

Οἱ δὲ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει καὶ σύνοικον αὐτὴν προσελάϐοντο. Οὕτως συνέϐη τὰ μὲν λοιπὰ ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. […] Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν· « Ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθ’ ἡμῶν. » Ἡ μὲν οὖν χελιδὼν ἀρίστην γνώμην ἔχουσα ἀκίνδυνος ἐγένετο ἐν ταῖς πόλεσι διατρίϐουσα, καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ’ ἀνθρώποις οὐδὲν ὑπ’ αὐτῶν πάσχει κακόν. […] Οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἐν τοῖς βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο ἀκίνδυνοι διεφυλάχθησαν. […] Τὰ δὲ ὡς οὐδὲν φρονοῦσαν ταύτην παρελογίσαντο καὶ ἠμέλησαν.

149. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 12 » pp. 16-16

Καὶ δὴ ἀρξάμενος κατηγόρει αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα καὶ οὐδὲ ὕπνου τυχεῖν ἐῶντα αὐτούς. Τοῦ δὲ εἰπόντος ὡς ἐπ’ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ· ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· « Ἀλλὰ καὶ ασεϐὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμϐαίνων. » Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος· πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεῖς ἐκεῖνος ἔφη· « Ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι. » Ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ’ εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται. […] Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. […] Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν.

150. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 17 » pp. 6-6

Τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραϐάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. […] Εὗρε δὲ ἐκεῖ ἀγρίας αἶγας καὶ τράγους πλείονας ὧν εἶχεν αὐτὸς καὶ μείζους. […] Chambry 17.3 Aliter — Autre version Ποιμὴν ἐν σπηλαίῳ <τὰς> αἶγας προσάγει ὥρᾳ χειμῶνος καὶ παγετοῦ καὶ ψύχους. […] Μετὰ δὲ ταῦτα εὐδίας γεγονυίας, εὗρεν ἃς εἶχεν ἐκ λιμοῦ τεθνηκυίας· αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος δραμοῦσαι τοῦτον εἶασαν ὡς ἄφρονα καὶ ἄνουν. […] Εὑρὼν δὲ ἐκεῖ ἀγρίους πλείους τῶν ἑαυτοῦ καὶ μεγίστας, καὶ τερφθεὶς ἐπὶ ταύταις, ταύτας τοῖς φύλλοις [τῶν φύλων] διέτρεφε, τῶν ἑαυτοῦ ἀμελήσας παντάπασι.

151. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 22 » pp. 21-21

Chambry 22 Chambry 22.1 Ἁλιεῖς καὶ θύννος — Les pêcheurs et le thon. Ἁλιεῖς ἐπ’ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπραθήσαντες οὐδὲν συνέλαϐον· καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. Ἐν τοσοῦτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. Οἱ δὲ συλλαϐόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν. […] Λαϐόντες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα.

152. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 35 » pp. 20-20

Chambry 35 Chambry 35.1 Ἀλώπηξ καὶ κροκόδειλος — Le renard et le crocodile. Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. » Οὕτως καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα. […] Chambry 35.2 Aliter — Autre version Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περὶ τῆς τῶν προγόνων λαμπρότητος, ἡ ἀλώπηξ ὑπολαϐοῦσα ἔφη· « Ὦ οὗτος, ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, τὸ γοῦν δέρμα σοῦ δείκνυσιν ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα.

153. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 130 » pp. 316-316

Ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέϐαινεν, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. […] Ἀθηνᾶ δὲ αὐτῷ ἐπιφανεῖσα εἶπε· « Πέπαυσο δέ, ἄδελφε, τοῦτό ἐστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον· ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται. » Ὅτι πᾶσι φανερὸν καθέστηκεν ὡς αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάϐης ὑπάρχουσιν. […] Ὁ δὲ μᾶλλον τῷ ῥοπάλῳ καὶ αὖθις ἔπαιε. […] Ἀθηνᾶ δὲ τοῦτον ἰδοῦσα ἔφη· « Ὦ Ἡράκλεις, παῦσαι θαυμάζων· τὸ γὰρ νῦν τὴν ἀπορίαν σοι προξενῆσαν ἡ φιλονεικία καὶ ἔρις ἐστίν. Ἂν οὖν τις ταύτην οἵαν εὗρεν ἀφήσῃ, ἐπὶ μικροῦ μένει· ἂν δὲ μάχεσθαι θέλῃ πρὸς ταύτην, οὕτως ἐκ μικροῦ οἰδεῖ καὶ εἰς μέγα προέρχεται. » Cod.

154. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 180 » pp. 329-329

Chambry 180 Chambry 180.1 Κύων <θηρευτικὸς καὶ κύνες> – Le chien de combat et les chiens. […] Κύνες δὲ ἄλλοι τοῦτον ἰδόντες εὐτραφῆ οἷα ταῦρον εἶπον· « Τί φεύγεις ; » Ὁ δὲ εἶπεν· « Ὅτι μὲν τροφῇ συζῶ περισσῇ οἶδα καὶ σῶμα τὸ ἐμὸν εὐφραίνω· ἀεὶ δὲ πλησίον εἰμὶ θανάτου, ἄρκοις καὶ λέουσι μαχόμενος. » Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· « Καλὸν βίον ἡμεῖς, εἰ καὶ πενιχρόν, ζῶμεν, οἵτινες οὔτε λέουσι οὔτε ἄρκοις μαχόμεθα. » Ὅτι οὐ δεῖ κινδύνους ἑαυτῷ ἐπιφέρειν διὰ τρυφὴν καὶ ματαίαν δόξαν, ἀλλὰ τούτους ἐκφεύγειν. […] Ὁ δὲ εἶπεν· « Ὅτι τροφῇ συζῶ περισσῇ καὶ τὸ σῶμα τὸ ἐμὸν εὐφραίνω οὐκ ἀπαρνοῦμαι· ἀεὶ μέντοι πλησίον εἰμὶ θανάτου ἄρκοις καὶ λέουσι μαχόμενος. » Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· « Καλῶς ἡμῖν τὸ πενιχρῶς ζῆν οὔτε λέουσιν οὔτε ἄρκοις μαχομένοις. » Cod.

155. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 250 » pp. 170-170

Ὁ δέ· « Καὶ τοῦτο, ἔφη, ἀγαθόν. » Τὸ δὲ τρίτον ὡς παρεγένετο καὶ ἐπηρώτα αὐτὸν περὶ τῆς νόσου, διαρροίᾳ περιπεπτωκέναι ἔφασκε. Κἀκεῖνος « ἀγαθὸν καὶ τοῦτο » φήσας ἀπηλλάγη. […] Ἐκ δευτέρου δὲ ἐρωτηθεὶς παρ’ αὐτοῦ πῶς ἔχεις, ἔφη· « Φρίκῃ συσχεθεὶς σφοδρῶς διετινάχθην. » Ὁ δὲ καὶ τοῦτο ἀγαθὸν φήσας εἶναι, ἐκ τρίτου ἐρώτησεν αὐτὸν πῶς διετέθης. […] Ὁ δὲ καὶ τοῦτ’ ἀγαθὸν ἔφησεν εἶναι. […] Ὁ δὲ καὶ τοῦτο πάλιν ἀγαθὸν εἶπεν εἶναι.

156. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 293 » pp. 47-47

Βοῦν τινες ἐπ’ ἀγροῦ θύοντες τοὺς συγγενεῖς ἐκάλεσαν· ἐν δὲ τούτοις ἦν τις καὶ γυνὴ πενιχρά, μεθ’ ἧς καὶ ὁ παῖς εἰσῆλθε. Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχων καὶ τοῦ οἴνου, [ἐπειδὴ προειστιᾶτο,] καὶ διαϐασανιζόμενον ἔλεγεν· « Ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα. » Ἡ δὲ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἀπέχθεται ὡς οἴκοθεν προιέμενος. […] Σὺν αὐτοῖς δὲ ἦν καὶ γυνὴ πενιχρά, μεθ’ ἧς καὶ ὁ παῖς αὐτῆς. […] Συνῆν δ’ αὐτοῖς καὶ γυνὴ πενιχρὰ μετὰ τοῦ ἑαυτῆς παιδός. Τῆς δὲ εὐωχίας προϊούσης, καὶ ἐξογκωθείσης τῆς γαστρὸς τοῦ παιδὸς ἀπὸ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἀλλ’ ἃ κατέφαγες. » Ὁ μῦθος δηλοῖ πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις τὰ ἀλλότρια ἑτοίμως ἀπολαμϐάνων, ὅταν ταῦτα ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.

157. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 81 » pp. 51-51

Ὁ δὲ πατὴρ τῇ λύπῃ συσχεθεὶς καὶ πέλεκυν ἁρπάσας ἐπειρᾶτο φονεῦσαι τὸν ὄφιν. […] Φοϐηθεὶς οὖν ὁ γεωργὸς μήπως ἀμύνηται αὐτὸν καὶ φονεύσῃ, λαϐὼν ἄλευρον καὶ μέλι, ἐξεκάλει τὸν ὄφιν πρὸς εἰρήνην. […] Ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαϐὼν ἄρτον καὶ ἅλας, ἔθηκεν ἐν τῇ τρώγλῃ. […] Ὡς δὲ ἐξέκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πλῆξαι ἠστόχησε, τὴν πέτραν δὲ μόνον τῆς ὀπῆς κρούσας καὶ διαχαράξας ἀπῆλθε. Λογιζόμενος <οὖν> ὡς ἑρπετὸν μῆνιν οὐ φυλάσσει, λαϐὼν δὲ ἄρτον καὶ ἅλας πρὸς εἰρήνην ἐκάλει τὸν ὄφιν.

158. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 9 » pp. 277-277

Chambry 9 Chambry 9.1 Ἀηδὼν καὶ χελιδών — Le rossignol et l’hirondelle. Ἀηδόνι συνεϐούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον ὡς αὐτή. Ἡ δὲ εἶπεν· « Οὐ θέλω τὴν λύπην τῶν παλαιῶν μου συμφορῶν μεμνῆσθαι, καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ. » [Ὅτι] τὸν λυπηθένθα ἔκ τινος τύχης καὶ τὸν τόπον φεύγειν ἐθέλειν ἔνθα ἡ λύπη συνέϐη. […] Διὰ γὰρ τοῦτο τὰς ἐρήμους οἰκήσω. » Ὅτι, ἐὰν λυπηθῇ τις ἔκ τινος τύχης, καὶ τὸν τόπον ἐκφεύγει οὗ ἐλυπήθη.

159. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 122 » p. 104

Chambry 122 Ζεὺς καὶ Ἀπόλλων — Zeus et Apollon. Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον. Τοῦ δὲ Ἀπόλλωνος ἐντείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος, Ζεὺς τοσοῦτον διέϐη ὅσον Ἀπόλλων ἐτόξευσεν. Οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι, πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.

160. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 37 » pp. 12-12

Chambry 37 Chambry 37.1 Ἀλώπηξ καὶ πάρδαλις — Le renard et la panthère. Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. […] Chambry 37.2 Aliter — Autre version Τῆς παρδάλεως ἐριζούσης περὶ κάλλους καὶ τὴν ἑαυτῆς ποικιλίαν προϐαλλομένης, ἡ ἀλώπηξ εἶπε· « Καὶ πόσον ἐγὼ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποικιλμένη τυγχάνω. » Ὁ μῦθος λέγει ὡς ὁ τῆς διανοίας κόσμος ἀμείνων ἐστὶ τοῦ σωματικοῦ κάλλους. […] Πρὸς ἣν ἀλώπηξ εἶπεν· « Ἐγώ σου τῆς δορᾶς κρείττονα καὶ ποικιλωτέραν γνώμην ἔχω. » Ὅτι τοῖς συνετοῖς καὶ ποικίλα φρονοῦσιν μᾶλλον ἔπαινός ἐστιν ἢ τῇ φύσει εὐπρεπέσι καὶ μὴ τῇ γνώμῃ.

161. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 189 » p. 255

Chambry 189 Κώνωψ καὶ λέων — Le cousin et le lion. Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· « Οὔτε φοϐοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τί σοί ἐστιν ἡ δύναμις ; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι ; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. […] Εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον. » Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥίνας αὐτοῦ ἄτριχα πρόσωπα. […] Ὁ δὲ κώνωψ νικήσας τὸν λέοντα, σαλπίσας καὶ ἐπινίκιον ᾄσας, ἔπτατο· καὶ ἀράχνης δεσμῷ ἐμπλακεὶς ἐσθιόμενος ἀπωδύρετο πῶς μεγίστοις πολεμῶν ὑπό εὐτελοῦς ζῴου, τῆς ἀράχνης, ἀπώλετο.

162. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 232 » pp. 160-160

Chambry 232 Chambry 232.1 Λύκος <τετρωμένος> καὶ πρόϐατον — Le loup blessé et la brebis. Λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς διατεθεὶς ἐϐέϐλητο τροφὴν ἑαυτῷ περιποιεῖσθαι μὴ δυνάμενος· καὶ δὴ θεασάμενος πρόϐατον, τούτου ἐδεήθη ποτὸν αὐτῷ ὀρέξαι ἐκ τοῦ παραρρέοντος ποταμοῦ· « Ἐὰν γὰρ σύ μοι ποτὸν δῷς, ἐγὼ τὴν τροφὴν ἐμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἐὰν ποτόν σοι ἐπιδώσω ἐγώ, σὺ καὶ τροφῇ μοι χρήσῃ. » Πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα ὁ λόγος εὔκαιρος. […] Λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων ἐϐέϐλητο. Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόϐατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραρρέοντος αὐτῷ ποταμοῦ κομίσαι. « Εἰ γὰρ σύ μοι, φησί, δώσεις ποτόν, ἐγὼ τροφὴν ἑμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἀλλ’ ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ. » Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα.

163. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 253 » p. 262

Chambry 253 Ξύλα καὶ ἐλαία — Les arbres et l’olivier. Ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ’ ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ· « Βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· « Ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτὴ ἡ συκῆ· « Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν ἡ ῥαμνος <πρὸς> τὰ ξύλα· « Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ’ ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιϐάνου. » Cod.

164. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 5 » pp. 2-3

Chambry 5 Chambry 5.1 Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν — L’aigle, le choucas et le berger. […] Ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μάλλοις, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμήν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαϐεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξυπτερά, ὡς ἑσπέρα κατέλαϐε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων τί εἴη τὸ ὄρνεον, ἔφη. « Ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός. » Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα, πρὸς τῷ μηδὲν ἀνύειν, καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα. […] Τοῦτο δὲ ζηλώσας κολοιὸς ὥρμήθη καὶ δὴ καταπτὰς ἐπὶ ἄρνα ἐνεπάρη τοῖς μαλλοῖς. […] Ὁ δὲ κολοιὸς ἔφη· « Δίκαια πάσχω· τί γὰρ κολοιὸς ὢν ἀετὸν ἐμιμούμην ; » Ὅτι τὰ κατὰ σὲ καὶ πρὸς δύναμιν ποίει, τὰ ὑπὲρ σὲ δὲ μὴ ζηλοῦ.

165. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 164 » pp. 129-129

Chambry 164 Chambry 164.1 Κολοιὸς καὶ περιστεραί - Le choucas et les pigeons. Κολοιὸς ἰδὼν περιστερὰς ἔν τινι περιστεροτροφείῳ καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἧκεν ὡς καὶ ἀπὸ τῆς αὐτῆς διαίτης μεταληψόμενος. […] Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν πολλάκις καὶ τὰ προσόντα ἀφαιρεῖται. […] Κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἦλθεν ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος. […] Ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν, ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις.

166. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 326 » pp. 370-370

Ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων, ὅστις κρατηθεὶς ἐϐόα τοῖς παροῦσι· « Μὴ κτείνετέ με εἰκῆ καὶ μάτην, ἄνδρες, ἐπείπερ ἐγὼ οὐκ ἔκτεινα οὐδένα· πλὴν γὰρ τούτου τοῦ χαλκοῦ οὐ κτῶμαι ἄλλο. » Οἱ δὲ πρὸς αὐτὸν ταῦτα οὕτως ἐϐόων· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ ἄρτι, ὅτι μηδὲν δυνάμενος ἐν πολέμῳ τοῖς πᾶσι κράζεις πρὸς μάχην ἐπεγείρων. » Ὁ μῦθος δηλοῖ ὅτι πλεῖστον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιῆσαι. […] Ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων, ὅστις κρατηθεὶς ἐϐόα τοῖς ἐναντίοις· « Ὦ ἄνδρες, μὴ κτείνετέ με, ἐπεὶ κἀγὼ οὐδένα ἔκτεινα· πλὴν γὰρ τούτου τοῦ χαλκοῦ δι’ οὗ αὐλῶ, ἕτερον οὐ πράττω. » Οἱ δὲ πρὸς αὐτὸν ἐϐόων· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν, τοὺς νέους κράζων πρὸς μάχην ἐξήγειρας. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ δυνάστας ἐπεγείροντες εἰς μάχην. […] Ἦν τις σαλπιγκτὴς ἐν στρατῷ, ὃς σαλπίζων εἰς παράταξιν καὶ πόλεμον ἐκάλει τὸν στρατόν. Κρατηθεὶς δὲ ὑπὸ τῶν ἐναντίων ἐϐόα· « Ἄνδρες, μὴ κτείνετέ με· οὐδένα γὰρ ἐγὼ ἔκτεινα, οὐδ’ ἐπίσταμαί τι ἄλλο ἢ χρῆσθαι τῇ σάλπιγγι. » Οἱ δὲ πρὸς αὐτὸν εἶπον· « Τούτου ἕνεκα μάλιστα ἄξιος ὑπάρχεις ἀποθανεῖν, ὅτι μὴ δυνάμενος αὐτὸς πολεμεῖν, τοὺς ἄλλους ἐγείρεις εἰς πόλεμον. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσι οἱ τοὺς κακοὺς καὶ δυνάστας ἐγείροντες εἰς τὸ κακοποιεῖν. […] Σαλπιγκτὴς στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων ἐϐόα· « Μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην· οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι. » Οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν τοὺς πάντας πρὸς μάχην ἐγείρεις. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.

167. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 265 » p. 183

Chambry 265 Ὄνος <ἄγριος καὶ ὄνος ἥμερος> – L’âne sauvage et l’âne domestique. Ὄνος ἄγριος ὄνον ἥμερον θεασάμενος ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὀπίσω ἑπόμενον καὶ ῥοπάλῳ παίοντα εἶπεν· « Ἀλλ’ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις. » Οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν περιγινόμενα κέρδη.

168. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 91 » pp. 56-56

Γυνὴ μάγος ἐπῳδὰς καὶ θείων καταθέσεις μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ τελοῦσα καὶ ἐκ τούτων οὐ μικρὰ βιοποριστοῦσα. Ἐπὶ τούτοις ἐγγραφόμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα, εἰς δίκην ἀπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. […] Γυνὴ μάγος καὶ θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη πολλὰ διετέλει ποιοῦσα καὶ κέρδος ἐντεῦθεν ἔχουσα. Γραψάμενοι δέ τινες αὐτὴν ἀσεϐείας εἷλον καὶ καταδικασθεῖσαν ἀπῆγον εἰς θάνατον.

169. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 105 » pp. 76-76

Chambry 105 Chambry 105.1 Ἔλαφος καὶ λέων <ἐν σπηλαίῳ> – La biche et le lion dans un antre. Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυϐησομένη. Συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· « Βαρυδαίμων ἔγωγε, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόϐον ἐλάττονος εἰς κίνδυνον μείζονα ἑαυτοὺς ἐμϐάλλουσιν. […] Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐφ’ ᾧ λέων ἦν κατοικούμενος, καὶ ἐνταῦθα εἰσιοῦσα καὶ νομίζουσα κρυϐῆναι συνελήφθη ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη πρὸς ἑαυτὴν ἔφη· « Δειλαία ἔγωγε ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ παρέδωκα. » Οὕτως οἱ τῶν ἀνθρώπων παῖδες διὰ φόϐον ἐλάττονος κινδύνου ἑαυτοὺς εἰς μεῖζον κακὸν ἐμϐάλλουσιν.

170. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 49 » pp. 95-95

Chambry 49 Chambry 49.1 Ἀνὴρ καὶ γυνὴ <ἀργαλέα> – Le mari et la femme acariâtre. Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς οἰκείους λίαν τὸ ἦθος ἀργαλέαν ἠϐουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. […] Τῆς δὲ εἰπούσης· « Οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεϐλέποντο, » ἔφη πρὸς αὐτήν· « Ἀλλ’ ὦ γύναι, εἰ τούτοις ἀπήχθου οἱ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριϐες ; » Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται. […] Διὸ δὴ καὶ μετ’ εὐλόγου προφάσεως πρὸς τὸν αὐτῆς αὐτὴν ἀποστέλλει πατέρα. […] Τῆς δὲ φαμένης ὡς οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεϐλέποντο, πρὸς αὐτὴν ἔφη· « Ἀλλ’, ὦ γύναι, εἰ τούτοις ἀπεχθάνῃ οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὄψε δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν συνδιέτριϐες τὴν ἡμέραν ; » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα κἀκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται.

171. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 206 » p. 258

Chambry 206 Λέων καὶ λύκος καὶ ἀλώπηξ — Le lion, le loup et le renard. […] Ὁ τοίνυν λύκος λαϐόνενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ’ οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μηδ’ εἰς ἐπίσκεψιν ἀφιγμένης. Ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ, καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων. […] Ἡ δ’ ἀπολογίας καιρὸν αἰτήσασα· « Καὶ τίς σε, ἐφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν ὅσον ἐγώ, πανταχόσε περινοστήσασα, καὶ θεραπείαν ὑπὲρ σοῦ παρ’ ἰατρῶν ζητήσασα καὶ μαθοῦσα ; » Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· « Εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ. » Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· « Οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ καθ’ ἑτέρου μηχανώμενος καθ’ ἑαυτοῦ τὴν μηχανὴν περιτρέπει.

172. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 229 » pp. 348-348

Chambry 229 Chambry 229.1 Λύκος καὶ ὄνος — Le loup et l’âne. Λύκος τῶν λοιπῶν λύκων ἐκστρατηγήσας πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας, ἵνα τις αὐτῶν τιποτοῦν κυνηγήσας μέσον ἀγάγῃ καὶ μοιράσῃ τοῖς πᾶσι. […] Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν οὐκ ἐμμένουσι. […] Λύκος τῶν λοιπῶν στρατηγήσας λύκων νόμους ἔταξε πᾶσιν, ἵνα ὅ τι ἂν ἕκαστος κυνηγήσῃ, πάντα εἰς μέσον ἄξῃ καὶ μερίδα ἴσην ἑκάστῳ δώσῃ, ὅπως μὴ οἱ λοιποὶ ἐνδεεῖς ὄντες ἀλλήλους κατεσθίωσιν. […] Ὅτι αὐτοὶ οἱ τοὺς νόμους δικαίως ὁρίζειν δοκοῦντες καὶ ἐν οἷς ὁρίζουσιν καὶ δικάζουσιν οὐκ ἐμμένουσιν.

173. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 46 » pp. 34-34

Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμϐην ποιήσειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. Τῆς δὲ γυναικὸς (ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα) πυνθανομένης· « Καὶ πόθεν αὐτὰ ἀποδώσεις ; » ἔφη· « Νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν ; » Ὁ λόγος δηλοῖ ὅτι ταῦτα ῥᾴδιον ἄνθρωποι κατεπαγγέλλονται ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν. […] Chambry 46.2 Aliter — Autre version Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· « Ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. » Τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· « Πόθεν σοι ταῦτα, ἐὰν συμϐῇ ὑγιᾶναί σε ; » πρὸς αὐτὴν ἐκεῖνος ἔφη· « Καὶ νομίζεις <ἂν> ἀναστῆναί με, ἵνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν. […] Chambry 46.3 Aliter — Autre version Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς ὡς, ἐὰν τὴν ὑγείαν αὐτῷ παράσχωσι, ἑκατὸν εἰς θυσίαν βόας προσάξει.

174. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 50 » pp. 36-36

Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαϐὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἀντικρὺς ἐπηρώτα πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄψυχον, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζωὸν τὸ στρουθίον ἐπιδείξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. […] Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ ἀντικρὺ αὐτοῦ στὰς ἐν τῷ ἱερῷ, ἐπηρώτησεν αὐτόν· « Τί ἔχω εἰς τὰς χεῖράς μου ἔμπνουν ἢ ἄπνουν ; » βουλόμενος [ὅτι], ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδεῖξαι· εἰ δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. Γνοὺς δὲ ὁ θεὸς τὴν κακότεχνον αὐτοῦ γνώμην, εἶπεν· « Ὡς θέλεις ποίησον, ὦ οὗτος· ἐν σοὶ γὰρ ἐστι τὸ πρᾶξαι· θέλεις νεκρόν, θέλεις ζῶν, ἀπόδειξον τοῦτο. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητον καὶ ἀλάθητόν ἐστιν. […] Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἔσθητι σκεπάσας, ἔστη τε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων· « Ἄπολλον, ὅ μετὰ χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν ; » βουλόμενος [ὡς], εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον· εἰ δ’ ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν. Ὁ δέ γε θεὸς τὴν κακότεχνον αὐτοῦ γνοὺς ἐπίνοιαν, εἶπεν. « Ὁπότερον, ὦ οὗτος, βούλει ποιῆσαι, ποίησον· παρὰ σοὶ γὰρ κεῖται τοῦτο πρᾶξαι ἤτοι ζῶν ὃ κατέχεις ἢ νεκρὸν ὑποδεῖξαι. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ θεῖον ἀπαραλόγιστον καὶ ἀλάθητον.

175. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 115 » pp. 68-68

Δύο ἐχθροὶ ἐν μιᾷ νηῒ ἔπλεον· καὶ βουλόμενοι πολὺ ἀλλήλων διεζεῦχθαι ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν, ὁ δὲ ἐπὶ τὴν πρύμναν καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς περιτρεπομένης, ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυϐερνήτου περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. […] Βουλόμενοι δὲ πολὺ ἀπ’ ἀλλήλων διεζεῦχθαι, ὥρμησεν ὁ μὲν εἷς ἐπὶ τὴν πρώραν, ὁ δὲ ἕτερος ἐπὶ τὴν πρύμναν, καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς καταποντίζεσθαι μελλούσης, ὁ ἐπὶ τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο, τῷ κυϐερνήτῃ λέγων· « Ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους ; » Τοῦ δὲ εἰπόντος· « Ἡ πρώρα, » ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ἐπὶ συμφορὰν διὰ τὴν δυσμένειαν· ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσι. […] Χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ ἐπὶ τῆς πρύμνης τὸν κυϐερνήτην ἤρετο πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταϐαπτίζεσθαι.

176. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 19 » p. 8

Τῶν δὲ ναυπηγῶν σκωπτώντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· « ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται. » Ὁ λόγος δηλοῖ ὁτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.

177. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 113 » pp. 309-309

Chambry 113 Chambry 113.1 Ἑρμοῦ ἅμαξα καὶ Ἄραϐες — Le chariot d’Hermès et les Arabes. Ἑρμῆς ποτε ἅμαξαν ψευσμάτων καὶ πανουργίας καὶ ἀπάτης μεστὴν διὰ πάσης ἤλαυνε γῆς, κατὰ χώραν μικρόν τι διανέμων τοῦ φόρτου. […] Ὅτι Ἄραϐες ὑπὲρ πᾶν ἔθνος ψευσταὶ καὶ ἀπατεῶνές εἰσιν· ἐν γλώσσῃ γὰρ αὐτῶν οὐκ ἔστιν ἀλήθεια. […] Ἑρμῆς ποτε ψεύσματα καὶ πανουργίας θεὶς εἴς ἅμαξαν εἰς πᾶσαν γῆν ἀπῄει.

178. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 218 » p. 153

Chambry 218 Λύκοι καὶ πρόϐατα — Les loups et les moutons. […] Τὰ δὲ πρόϐατα μὴ προϊδόμενα τὸ μέλλον ἐξέδωκαν αὐτούς, καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως καὶ τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν. Οὗτω καὶ τῶν πόλεων αἱ τοὺς δημαγωγοὺς ῥᾳδίως προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι.

179. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 258 » p. 175

Chambry 258 Ὁδοιπόροι καὶ πλάτανος — Les voyageurs et le platane. Ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημϐρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. […] Ἡ δὲ ὑποτυχοῦσα ἔφη· « Ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες, ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε. » Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.

180. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 6 » pp. 275-275

Ἀετὸς τὰ πτερὰ τιλθεὶς καὶ ἀλώπηξ. […] Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐεργέτῃ. […] Ὀ δὲ ἦν κατηφὴς καὶ οὐδεν ἤσθιεν ἐκ τῆς λύπης, ὅμοιος δὲ ἦν βασιλεῖ δεσμώτῃ. Ἕτερος δέ τις τοῦτον ὠνησάμενος καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας ἐποίησε πτερῶσαι. Ὁ δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσας ἤνεγκεν αὐτῷ δῶρον.

181. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 31 » pp. 19-19

Chambry 31 Chambry 31.1 Ἀλώπηξ καὶ βάτος — Le renard et la ronce. […] Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα, ᾐτιᾶτο αὐτὴν ὅτι καταφυγοῦσα ἐπ’ αὐτὴν ὡς ἐπὶ βοηθὸν χείρονι αὐτῇ ἐχρήσατο. Καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαϐέσθαι βουληθεῖσα, ἥτις αὐτὴ πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Οὕτως καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον. […] Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν· « Αἶ ἐμέ· καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθόν, χεῖρόν μοι ἐχρήσω. – Ἀλλ’ ἐσφάλης, ὦ φίλη, φησὶν ἡ βάτος, ἐμοῦ ἐπιλαϐέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον. […] Καὶ δὴ τοὺς πόδας ἐπὶ ταῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν· « Οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. - Ἀλλ’ ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ βουληθεῖσα ἐπιλαϐέσθαι, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

182. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 68 » pp. 43-43

Ὁ δὲ ἕτερος ἔλεγεν· « Ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀναϐῆναι ; » Ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν. […] Ἐν ἡμέραις δὲ τοῦ θέρους ἐξηράνθη ἡ λίμνη καὶ καταλείψαντες ἐκείνην, ἄλλην ἐπεζήτουν. […] Εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ· « Συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε. » Ὑπολαϐὼν δὲ ὁ ἕτερος ἀντεῖπεν· « Ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀνελθεῖν ; » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασι. […] Καὶ ἐλθόντες εἰς φρέαρ βαθὺ καὶ κύψαντες κάτω καὶ ἰδόντες τὸ ὕδωρ, ὁ μὲν εἷς συνεϐούλευεν ἵνα πηδήσωσι παρευθὺς κάτω. Ὁ δὲ ἕτερος εἶπεν· « Εἰ δὲ καὶ τοῦτο ξηρανθῇ, πῶς δυνησόμεθα ἀναϐῆναι ; » Ὁ μῦθος δηλοῖ ἄνευ συμϐουλῆς μὴ ποιεῖν τι.

183. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 45 » pp. 32-32

Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο· γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμόν, λύκου αὐτῷ ἀπαντήσαντος, φοϐηθεὶς ἀνέϐη ἐπὶ δένδρου τῷ ποταμῷ παρακειμένου καὶ ἐκεῖ ἐκρύπτετο. […] Γενομένου δὲ αὐτοῦ κατὰ τὸν ποταμὸν τὸν Νεῖλον, λέοντα ἰδὼν καὶ φοϐηθεὶς ἀνέϐη εἰς δένδρον. Εὗρε δὲ δράκοντα ἐπάνω τοῦ δένδρου, καὶ πάλιν τοῦτον φοϐηθεὶς ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμὸν. […] Chambry 45.3 Aliter — Autre version Ἄνθρωπός τις φόνον ποιήσας καὶ διωκόμενος ὑπὸ τῶν συγγενῶν τοῦ φονευθέντος κατὰ τὸν Νεῖλον ποταμὸν ἐγένετο καὶ λέοντα εὑρὼν ἀνέϐη εἰς δένδρον φοϐηθείς, κἀκεῖσε ἰδὼν δράκοντα καὶ ἡμιθνὴς γενόμενος ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμόν.

184. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 90 » pp. 58-58

Chambry 90 Chambry 90.1 Γυνὴ καὶ ὄρνις — La femme et la poule. […] Ὁ λόγος δηλοῖ ὅτι τινὲς τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπολλῦσιν. […] Ἡ δὲ τοῦτο ποιήσασα, καὶ λιπαρᾶς τῆς ὄρνιθος γενομένης, οὐδὲ τὸ ἅπαξ ἔτικτεν. Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περισσοτέρων ἐπιθυμοῦντες καὶ τὰ προσόντα ἀπώλεσαν. […] Ὁ μῦθος δηλοῖ ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποϐάλλουσι.

185. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 116 » pp. 96-96

Chambry 116 Chambry 116.1 Ἔχις καὶ ἀλώπηξ — La vipère et le renard. […] Τοῦ δὲ ποταμοῦ ὑπὸ συνεχῶν ὄμϐρων δεινῶς φυσηθέντος, ἤρθη ὁ φραγμὸς καὶ κάτωθεν ἀπῄει. Τοῖς δὲ παλιούροις ἡ ἔχις συνεπλάκη καὶ ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον καί τις κατιδοῦσα ἀλώπηξ σφόδρα γελάσασα ἔφη· « Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου καὶ ἄξιος τῆς νηὸς ὁ ναύκληρος. » Ὅτι καὶ [ὡς] κακοὶ σὺν κακοῖς ἀπολοῦνται. […] Τοῦ δὲ ποταμοῦ φυσηθέντος μεγάλως, ἦρε τὸν φραγμὸν καὶ κατελθὼν ἀπῄει.

186. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 299 » p. 239

Chambry 299 Παρακαταθήκην εἰληφὼς καὶ Ὅρκος — Le dépositaire et le Serment. […] Γενόμενος δὲ κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ τίς τε εἴη καὶ ποῖ πορεύοιτο. Τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι καὶ ἐπὶ τοὺς ἀσεϐεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα διὰ πόσου χρόνου ἐπιφοιτᾶν ταῖς πόλεσι εἴωθεν. Ὁ δὲ ἔφη· « Διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ τριάκοντα. » Καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὄμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην. Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπ’ αὐτοῦ ἐπὶ κρημνόν, ᾐτιᾶτο αὐτὸν ὡς προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν.

187. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 128 » pp. 314-314

Chambry 128 Chambry 128.1 Ἥλιος καὶ βάτραχοι — Le soleil et les grenouilles. Γάμοι τοῦ Ἡλίου θέρους ἐγίγνοντο· πάντα δὲ τὰ ζῷα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ οἱ βάτραχοι. […] Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐϐόα· « Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, εἰς τί βοᾶτε μεγάλα κεκραγότες ὡς ἐπ’ ἀγάθῳ τινὶ προσδοκωμένῳ ; Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ, εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει, τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι. » Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντως χαίρουσιν ἐπ’ αδήλοις.

188. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 139 » pp. 318-318

Γέροντι ἵππῳ πολλὰ κεκμηκότι ταῖς στρατηγίαις τε καὶ ἱππηλασίαις ἡ τοῦ μυλῶνος ἀτέλεστος καὶ σφαιροειδὴς διεδέξατο χώρα, πολλὴν ἔχουσα τὴν δυσπάθειαν. […] Ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ, ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφη· « Ὢ τῆς συμφορᾶς· τί τῷ τάλᾳ συνέϐη· ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης, νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν. » Ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ· πολλοὶ γὰρ ἐν γήρᾳ ἀνηλώθησαν κόπῳ.

189. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 153 » pp. 250-250

Καρύα, παρά τινα ὁδὸν οὖσα καὶ ὑπὸ τῶν παριόντων λίθοις βαλλομένη, στενάξασα πρὸς ἑαυτὴν εἶπεν· « Ἀθλία εἰμὶ ἐγώ, ἥτις κατ’ ἐνιαυτὸν ἐμαυτῇ ὕϐρεις καὶ λύπας παρέχω. » Ὁ λόγος πρὸς τοὺς ἐπὶ τῶν ἰδίων ἀγαθῶν λυπουμένους. […] Οἱ δὲ παροδῖται λίθοις αὐτὴν καὶ βάκλοις κατέκλων διὰ τὰ κάρυα. Ἡ δὲ οἰκτρὸν ἔφη· « Ὦ ἀθλία ἐγώ, ὅτι οὕς τῷ καρπῷ μου εὐφραίνω, ὑπὸ τούτων δεινὰς ἀντιλαμϐάνω χάριτας. » [Ὅτι] τοὺς ἀχαρίστους καὶ κακούργους, τοὺς ἀντὶ ἀγαθῶν κακὰ ἀντιδιδόντας, ὁ μῦθος ἐλέγχει. […] Καὶ παροδῖται ταῖς ῥάϐδοις τε καὶ λίθοις ἔτυπτον σφόδρα εἵνεκα τῶν καρύων.

190. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 74 » pp. 49-49

Περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐάν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. […] Ἔμφοϐος οὖν γενόμενος καὶ μεγάλως δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· « Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δοῦναι, ἐὰν τὸν κλέπτην εὕρω, νυνὶ δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς χεῖρας τοῦ κλέπτου ἐκφύγω. […] Chambry 74.4 Aliter — Βοηλάτης καὶ λέων. […] Εὗρε δὲ ἐξαίφνης τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον· εἶπεν δὲ τῷ θεῷ ὅτι « καὶ ἕτερον βοῦν σοι ἐπιθύσω, εἰ τὸν κλέπτην ἐκφύγω. » Ὅτι ἀϐούλως οὐ δεῖ εὐχὴν τῷ θεῷ συντάσσεσθαι διὰ τὴν πρὸς ὥραν συμϐαίνουσαν λύπην. […] Στενάξας οὖν ἔφη· « Βοῦν σοι καὶ ταῦρον, θεέ, προσενέγκω, εἰ τὰς χεῖρας τοῦ κλέπτου βοηθήσεις μοι ἐκφυγεῖν. » Ὅτι ἀϐούλως οὐδὲ εὐχὴν ποιεῖσθαι χρή· ἄδηλον γὰρ τὸ συμϐησόμενον.

191. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 160 » p. 130

Chambry 160 Κοιλία καὶ πόδες — L’estomac et les pieds. Κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. Παρ’ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων ὅτι τοσοῦτον προέχουσι τῇ ἰσχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· « Ἀλλ’, ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν ὑμῖν παράσχωμαι, οὐδὲ ὑμεῖς βαστάζειν δυνήσεσθε. » Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων τὸ μηδὲν ἐπὶ τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσιν.

192. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 168 » p. 128

Chambry 168 Κόραξ καὶ ὄφις — Le corbeau et le serpent. […] Τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτόν, ἀποθνῄσκειν μέλλων, ἔφη· « Ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τοιοῦτον ἕρμαιον εὕρηκα ἐξ οὗ καὶ ἀπόλλυμαι. » Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἄνδρα ὃς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσεν.

193. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 290 » p. 197

Chambry 290 Ὄφις καὶ γαλῆ καὶ μύες — Le serpent, la belette et les rats. Ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο. […] Οὕτω καὶ ἐπὶ τῶν πόλεων οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν ἑαυτοὺς παρεισϐάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι.

194. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 135 » pp. 114-114

Chambry 135 Chambry 135.1 Ἰατρὸς καὶ νοσῶν — Le médecin et le malade. Ἰατρὸς ἐκκομιζομένῳ τινὶ τῶν οἰκείων ἐπακολουθῶν ἔλεγε πρὸς τοὺς προπέμποντας ὡς οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε. Τούτων δέ τις ὑποτυχὼν ἔφη· « Ὦ οὗτος, ἀλλ’ οὐ νῦν σε ἔδει ταῦτα λέγειν, ὅτε οὐδὲν ὄφελος, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἀπέθανε. » Τῶν δὲ παρόντων τις ὑπολαϐὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. » Τῶν δὲ παρόντων ὑπολαϐών τις ἔφη· « Ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

195. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 59 » pp. 284-284

Chambry 59 Chambry 59.1 Ἄνθρωπος καὶ λέων <συνοδεύοντες> – L’homme et le lion voyageant de compagnie. […] Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ’ ἔφη· « Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον. » Ὑπολαϐὼν δὲ ὁ λέων οὕτως ἔφη· « Ἐφ’ ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν· εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι. […] Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει· « Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση <πέλει>. » Ἔφη δ’ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε· « Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, †πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους.† » Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες. […] Ὁ δὲ ἄνθρωπος αὐτῷ ἐλάκει· « Δυνατώτερον ζῷον ὁ ἄνθρωπος παρὰ τὸν λέοντα. » Ὁ δὲ λέων· « Δυνατώτερον ζῷον ὁ λέων. » Καὶ ὁδευόντων αὐτῶν, ἐδείκνυεν ὁ ἄνθρωπος τὰς γεγλυμμένας στήλας ἃς οἱ ἄνθρωποι ἔγλυφον καὶ ἐποίουν λέοντας ὑποτασσομένους καὶ ὑποκάτω ὄντας ἀνθρώπων. […] Ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη· « Ὁρᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες. » Κἀκεῖνος εἶπεν ὑπομειδιάσας· « Εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος. » Ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει.

196. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 83 » pp. 42-42

Chambry 83 Chambry 83.1 Γεωργὸς καὶ παῖδες αὐτοῦ — Le laboureur et ses enfants. Ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὑτοῦ παῖδας ἐμπείρους εἶναι τῆς γεωργίας, μετακαλεσάμενος αὐτούς, ἔφη· « Τεκνία, ἐν μιᾷ μου τῶν ἀμπέλων θησαυρὸς ἀπόκειται. » Οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕνας τε καὶ δικέλλας λαϐόντες πᾶσαν αὑτῶν τὴν γεωργίαν ὤρυξαν. […] Ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς· « Τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα. » Οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν, μετά τὴν ἀποϐίωσιν τοῦ πατρὸς αὐτῶν λαϐόντες δικέλλας ὕννας τε κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου. Καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον· ἡ δὲ ἄμπελος καλῶς κατασκαφθεῖσα καὶ ὠφεληθεῖσα πολυπλασίονα τὸν καρπὸν ἀπέδωκε καὶ πλοῦτον ἀνήνεγκεν. […] Γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαϐεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη· « Παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ’ ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα. » Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποϐίωσιν τοῦ πατρὸς κατέσκαψαν.

197. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 100 » pp. 303-303

Chambry 100 Chambry 100.1 Δρυοτόμοι καὶ δρῦς. […] Chambry 100.3 Δρυτόμοι καὶ πεύκη — Les bûcherons et le pin. […] Chambry 100.5 Aliter — Πρίσται καὶ πεύκη. Πρίσται δέ ποτε κατέσχιζον τὴν πεύκην, σφῆνας ἐξ αὐτῆς ποιούντων τῶν τεκτόνων, οἷς καὶ ῥᾳδίως κατέσχιζον σανίδας. […] Πρίσται κατέσχιζον πεύκην καὶ σφῆνας ἐξ αὐτῆς ἐποίουν κατασχίζοντες αὐτήν.

198. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 154 » pp. 118-118

Οὕτω καὶ τῶν ἀνθρώπων φρόνιμοί εἰσιν ὅσοι διὰ χρήματα ἐπιϐουλευόμενοι ἐκεῖνα ὑπερορῶσιν ὑπὲρ τοῦ τῇ σωτηρίᾳ μὴ κινδυνεύειν. […] Οὗτος οὖν, ἐπειδὰν ὑπ’ ἀνθρώπων διωκόμενος καταλαμϐάνηται, γινώσκων οὗ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας καὶ οὕτω σωτηρίας τυγχάνει. Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται. […] Ἐπὰν δὲ ἤδη καταλαμϐάνηται, ἀποκόπτει αὑτοῦ τὰ αἰδοῖα καὶ ῥίπτει τῷ διώκοντι καὶ οὕτω τὴν σωτηρίαν αὑτοῦ πραγματεύεται. Ὁ μῦθος δηλοῖ ὅτι καὶ [τὰ] τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον περὶ χρημάτων ποιοῦνται.

199. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 118 » p. 90

Chambry 118 Ἔχις καὶ ὕδρος — La vipère et l’hydre. […] Ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτόν, ἀγανακτῶν ὅτι μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται. Ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, συνέθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι καὶ τοῦ νικῶντος ἥ τε τοῦ ὕδατος καὶ τῆς γῆς νομὴ γίνηται. Ταξαμένων δὲ αὐτῶν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτόν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. […] Καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτοὺς ὅτι γε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐϐοήθουν, ἀλλὰ καὶ ᾖδον.

200. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 110 » p. 102

Chambry 110 Ἑρμῆς καὶ γῆ — Hermès et la terre. Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῆν ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν Γῆν καὶ δεῖξαι ὅθεν ὀρύσσοντες τροφὴν ἑαυτοῖς πορίσουσι. […] Ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη· « Ἀλλ’ ὀρυσσέτωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀποδώσουσι. » Πρὸς τοὺς ῥᾳδίως δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας ὁ λόγος εὔκαιρος.

201. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 124 » pp. 312-312

Chambry 124 Chambry 124.1 Ζεὺς καὶ πίθος ἀγαθῶν — Zeus et le tonneau des biens. […] Ὁ δὲ ἀκρατὴς ὢν εἰδέναι ἠθέλησεν τίνα εἰσὶν ἐν αὐτῷ, καὶ ἀφελὼν τὴν σφραγῖδα καὶ ἀποκαλύψας τὸ ἀγγεῖον, πάντα ὅσα ἦν ἔνδον ἐξέφυγεν· μόνη δὲ ἡ ἐλπὶς ὑπελείφθη καὶ διὰ τοῦτο τοῖς ἀνθρώποις ἐστὶ παραμόνιμος.

202. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 151 » pp. 116-116

Chambry 151 Chambry 151.1 Καρκῖνος καὶ ἀλώπηξ — Le crabe et le renard. […] Ὁ δὲ μέλλων καταϐιϐρώσκεσθαι ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα, ὅτι θαλάσσιος ὢν χερσαῖος ἠϐουλήθην γενέσθαι. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν. […] Ὁ δὲ μέλλων καταϐιϐρώσκεσθαι ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα, ὃς θαλάττιος ὢν χερσαῖος ἠϐουλήθην γενέσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.

203. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 208 » pp. 339-339

Chambry 208 Chambry 208.1 Λέων καὶ ὄναγρος — Le lion et l’onagre. Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ τῆς δυνάμεως ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος. Ἐπεὶ δὲ ζῷά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας, καί· « Τὴν μὲν μίαν, εἶπεν, λήψομαι ὡς πρῶτος· βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἰσοῦ κοινωνός· ἡ δὲ τρίτη μοῖρα αὕτη κακὸν μέγα σοι ποιήσει, εἰ μὴ θελήσεις φυγεῖν. » Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ ἰσχὺν καὶ δυνατωτέροις ἑαυτοῦ μὴ συνάπτειν μηδὲ κοινωνεῖν. […] Ἐπεὶ δὲ ζῷα ἐκράτησαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας λέγων· « Ἐγὼ τὴν πρώτην αἱρῶ ὡς βασιλεύων· τὴν δευτέραν δὲ ὡς κοινωνὸς ὀνάγρου· εἰ δὲ τὴν τρίτην λάϐῃς, σὺν πόνῳ λήψῃ· ἧ δ’ οὖν φυγὲ σύ, μὴ μόρον εὕρῃς τάχα. » Ὅτι καλόν ἐστι μετρεῖν <ἑαυτὸν> ἐν ἅπασι κατὰ τὴν ἰδίαν ἰσχύν, τοῖς δὲ δυνατοῖς μὴ συνάπτειν.

204. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 314 » pp. 209-209

Chambry 314 Chambry 314.1 Ποιμὴν καὶ λυκιδεῖς — Le berger et les louveteaux. Ποιμὴν εὑρὼν λυκιδεῖς, τούτους μετὰ πολλῆς ἐπιμελείας ἔτρεφεν, οἰόμενος ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόϐατα τηρήσουσιν, ἀλλὰ καὶ ἕτερα ἁρπαζοντες αὐτῷ οἴσουσιν. […] Καὶ ὡς ταῦτα ᾔσθετο, ἀναστενάξας εἶπεν· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τούτους νηπίους ὄντας ἔσῳζον οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν ; » Οὕτως οἱ τοὺς πονηροὺς περισῴζοντες λανθάνουσι καθ’ ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες. […] Ποιμὴν εὑρὼν λυκίδια, ἔτρεφεν ἐπιμελῶς, οἰόμενος ὅτι μεγαλυνθέντα τηρήσουσι τὰ ἑαυτοῦ πρόϐατα, ἀλλὰ καὶ ἔτι προσθήσουσιν ἁρπάζοντες ἕτερα καὶ εἰσάξουσιν ἐν τῇ αὐτοῦ μάνδρᾳ.

205. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 315 » p. 267

Chambry 315 Ποιμὴν καὶ λύκος <σὺν κυσὶ τρεφόμενος> – Le berger et le loup nourri avec les chiens. Ποιμὴν νεογνὸν λύκου σκύμνον εὑρὼν καὶ ἀνελόμενος σὺν τοῖς κυσὶν ἔτρεφεν. Ἐπεὶ δὲ ηὐξήθη, εἴ ποτε λύκος πρόϐατον ἥρπασε, μετὰ τῶν κυνῶν καὶ αὐτὸς ἐδίωκε. Τῶν δὲ κυνῶν ἔσθ’ ὅτε μὴ δυναμένων καταλαϐεῖν τὸν λύκον καὶ διὰ ταῦτα ὑποστρεφόντων, ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαϐών, οἷα δὴ λύκος, συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν. Εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόϐατον, αὐτὸς λάθρᾳ θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως ὁ ποιμὴν στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον, εἰς δένδρον αὐτὸν ἀναρτήσας ἀπέκτεινεν.

206. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 26 » pp. 18-18

Chambry 26 Chambry 26.1 Ἁλιεὺς καὶ μαινίς — Le pêcheur et le picarel. […] Chambry 26.2 Aliter — Ἁλιεὺς καὶ σμαρίς. […] Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν λέγουσα· « Μὴ λάϐῃς με πρὸς τὸ παρόν, ἀλλ’ ἔασον, ἐπειδήπερ σμικρὰ τυγχάνω· ὅτε δὲ αὐξηθῶ καὶ μεγάλη γένωμαι, λάϐῃς με, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν τότε γενήσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε μῶρος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ κέρδος παρείς, κἂν μικρὸν ᾖ, τὸ ἐν ἐλπίσι διώκοιμι, κἂν μέγα ὑπάρχῃ. » Ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν, κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ. […] Chambry 26.3 Aliter — Ἁλιεὺς καὶ σμαρίς. […] Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαϐεῖν αὐτήν, ἀλλ’ ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. « Ἀλλ’ ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαϐεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι’ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.

207. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 150 » pp. 84-84

Καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου, ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανῶς ὑπάρχῃ, καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται. Ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομήν, καὶ αὐτῷ οἴσει. Παραγενόμενος δὲ εἰς τὴν χέρσον καὶ καταλαϐὼν πολλὴν μὲν τὴν κόπρον, ὑγρὰν δέ, μένων ἐτρέφετο ἐνταῦθα. […] Ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ᾐτιάσατο αὐτὸν διότι προϋποσχόμενος αὐτῷ οὐδὲν ἐκόμισεν. […] Χειμῶνος δὲ ἐπιστάντος, ὁ εἷς ἔφη τῷ ἑτέρῳ· « Βούλομαι εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκεῖ τὸν χειμῶνα μόνος ὢν διαγίνωμαι, καὶ, ἐὰν πολλὴν εὕρω τὴν νομὴν, καὶ σὲ προσλαμϐάνωμαι. » Παραγενόμενος δὲ ἐν τῇ χέρσῳ καὶ καταλαϐὼν πολλὴν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο.

208. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 87 » pp. 57-57

Ἐπειδὴ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· καὶ μὴ βουλομένης αὐτῆς ἀποδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. […] Νῦν οὖν φάσκει ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅταν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔϐλεπον ἐν τῇ οἰκίᾳ μου· νυνὶ δὲ ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. […] Ὅτε γὰρ ἐνόσουν τοὺς ὀφθαλμούς, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ὑπῆρχον ἐν τῇ οἰκίᾳ μου, καὶ ταῦτα ἑώρων· νῦν δὲ οὐ δύναμαι ταῦτα βλέπειν. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων λανθάνουσι διὰ πλεονεξίαν καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. […] Ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ· καθ’ ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσϐῦτιν καὶ τοὺς ὀφθαλμοὺς αὐτῇ χρίων, ἐκείνης μηδαμῶς ἀναϐλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος, αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει. Ἡ μὲν οὖν γραῦς τὴν ἑαυτῆς περιουσίαν ἑώρα καθ’ ἑκάστην ἐλαττουμένην ἐπὶ τοσοῦτον ὡς καὶ τέλος παντάπασιν αὐτῇ θεραπευθείσῃ μηδὲν ὑπολειφθῆναι.

209. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 141 » pp. 319-319

Chambry 141 Chambry 141.1 Ἵππος καὶ ἱπποκόμος — Le cheval et le palefrenier. Κριθὴν τὴν τοῦ ἵππου ὁ ἱπποκόμος κλέπτων καὶ πωλῶν τὸν ἵππον ἔτριϐεν, ἐκτένιζεν πᾶσαν ἡμέραν. Ἔφη δὲ ὁ ἵππος· « Εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσάν με μὴ πώλει. » Ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζοντες ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας.

210. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 145 » pp. 321-321

Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν· « Τί τοῦτο ; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα. » [Ὅτι] ἐν πόλει <ἐν> ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος. […] Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον αὑτῆς ἔμπροσθεν κατιδοῦσα τῇ τοῦ ὕδατος ὀξυτάτῃ καταρροῇ· « Τί τοῦτο ; ἔφη, τὰ ἐξόπισθέν μου νῦν ἔμπροσθέν μου τεθέαμαι. » Ὅτι πολλάκις οἱ ἄτιμοι τῶν τιμίων προάγουσι.

211. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 196 » p. 334

Λέων τις ἐϐασίλευσεν οὐχὶ θυμώδης, οὐδὲ ὠμός, οὐδὲ βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἄνθρωπος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζῴων δοῦναι δίκας καὶ λαϐεῖν πρὸς ἄλληλα, ὁ λύκος μὲν προϐάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ λαγωῷ. Ὁ πτὼξ δὲ ἔφη· « Πολλὰ ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοϐερὰ τὰ εὐτελῆ φανῶσιν. » Ὅτι δικαιοσύνης ἐν πόλει οὔσης καὶ δικαίως πάντων δικαζόντων, καὶ οἱ εὐτελεῖς ἀταράχως βιοῦσιν.

212. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 240 » pp. 167-167

Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· « Ἀλλ’ ἔγωγε καὶ βέϐρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι μέλει. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀϐασανίστως παρακολουθήσῃ. […] Μῦς εἰς χύτραν ζέουσαν κρεῶν τε <πλήρη> ἐνέπεσε καὶ ἔμελλε συμπνιγῆναι.

213. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 286 » p. 265

Chambry 286 Ὀρνιθοθήρας καὶ πέρδιξ — L’oiseleur et la perdrix. Ὀρνιθοθήρας, ὀψιαίτερον αὐτῷ ξένου παραγενομένου, μὴ ἔχων ὅ τι αὐτῷ παραθείη, ὥρμησεν ἐπὶ τὸν τιθασσὸν πέρδικα καὶ τοῦτον θύειν ἔμελλε. Τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάριστον, εἴγε πολλὰ ὠφελούμενος παρ’ αὐτοῦ τοὺς ὁμοφύλους ἐκκαλουμένου καὶ παραδιδόντος, αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει, ἔφη· « Ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω, εἰ μηδὲ τῶν ὁμοφύλων ἀπέχῃ. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται, ἀλλὰ καὶ ὑπὸ τούτων οἷς προδίδονται.

214. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 318 » pp. 365-365

Chambry 318 Chambry 318.1 Ποιμὴν <λύκον εἰς μάνδραν εἰσάγων> καὶ κύων — Le berger qui introduit le loup dans la bergerie et le chien. Μάνδρας ἔσω πρόϐατα ποιμὴν εἰσάγων μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ <ὁ> κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν· « Πῶς τὰ πρόϐατα τῆς ποίμνης θέλων σῶσαι τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ ; » Ὅτι μεγίστην βλάϐην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις. […] Κύων δὲ ἰδὼν πρὸς αὐτὸν οὕτως λέγει· « Πῶς ἄγων τοῦτον ἔνδοθεν εἰς τὴν μάνδραν ποίμνια βούλει σοι τοῦ ζωογονεῖσθαι ; » Ὅτι μεγίστην βλάϐην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία.

215. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 273 » p. 263

Chambry 273 Ὄνος καὶ ἡμίονος <ἐξ ἴσου ἐμπεφορτισμένοι> – L’âne et le mulet portant la même charge. Ὄνος καὶ ἡμίονος ἐν ταὐτῷ ἐϐάδιζον. Καὶ δὴ ὁ ὄνος ὁρῶν τοὺς ἀμφοῖν γόμους ἴσους ὄντας ἠγανάκτει καὶ ἐσχετλίαζεν, εἴγε διπλασίονος τροφῆς ἠξιωμένη ἡ ἡμίονος οὐδὲν περιττότερον βαστάζει. […] Ἔτι δὲ αὐτῶν πόρρω προϐαινόντων, ὁρῶν ἔτι μᾶλλον ἀποκάμνοντα, πάλιν ἀπὸ τοῦ γόμου μετετίθει, μέχρι τὰ πάντα λαϐὼν καὶ ἀφελόμενος ἀπ’ αὐτοῦ τῇ ἡμιόνῳ ἐπέθηκε. Καὶ τότε ἐκείνη ἀποϐλέψασα εἰς τὸν ὄνον εἶπεν· « Ὦ οὗτος, ἆρά σοι οὐ δοκῶ δικαίως τῆς διπλῆς τροφῆς ἀξιωθῆναι ; » Ἀτὰρ οὖν καὶ ἡμᾶς προσήκει μὴ ἀπὸ τῆς ἀρχῆς, ἀλλ’ ἀπὸ τοῦ τέλους τὴν ἑκάστου δοκιμάζειν διάθεσιν.

216. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 298 » pp. 211-211

Τὸ δὲ παιδίον εἶπεν· « Ἀλλὰ νῦν μοι βοήθησον· ὕστερον δὲ σωθέντα μέμφου. » Ὁ μῦθος δηλοῖ ὅτι μὴ μέμφου, πλὴν ἐλέει· καὶ γὰρ παράπληκτον ποιεῖς τὸν λυπούμενον. […] Οὔπω κολυμϐᾶν μειράκιον μαθὸν ποταμὸν διειδῆ καὶ καλὸν θεωρῆσαν ἔρριψεν ἑαυτὸν γυμνὸν ὡς κολυμϐήσων. Τὸ ῥεῦμα δὲ αὐτὸ καὶ τὸ βάθος οὐκ εἴα στῆναι. Τὸ δὲ βουκόλον ἐφώνει· « Ἀπὸ τῆς ὄχθης τὰς χεῖρας ἔκτεινον. » Ὁ δὲ τολμηρὸν ἐκάλει καὶ οὐκ ἐδίδου χεῖρα. Τὸ δὲ εἶπεν· « Ἄρτι μοι βοήθει, ἕξεις δὲ καιρὸν ἐλέγχειν, ὅταν σώσῃς με. » Ὅτι τοὺς ἐν κινδύνοις ἀπείρως ἐμπεσόντας δεῖ πρότερον σῴζειν, ἔπειτα διδάσκειν καὶ νουθετεῖν.

217. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 25 » pp. 282-282

Chambry 25 Chambry 25.1 Ἁλιεὺς <καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς> – Le pêcheur et les gros et les petits poissons. Ἁλιεὺς ἐκ τῆς θαλάσσης τὸ πρὸς ἄγραν δίκτυον ἐκϐαλὼν τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν· οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ. […] Chambry 25.2 Aliter — Autre version Ἁλιεὺς τῇ θαλάσσῃ δίκτυον ἐμϐαλὼν ἰχθύων μεγίστων καὶ σμικροτάτων ἐγκρατὴς γέγονε. Τὸ δίκτυον οὖν οὗτος ὑφαπλώσας ἐν γῇ τῶν εὐτελῶν ἀπεστέρητο ταῖς τρυμαλιαῖς διαδράντων καὶ τῇ ὑγρᾷ προσφυγόντων· ἐφιλονείκει γὰρ οὗτος ἐπισυνάξαι τὰ μέγιστα, τῶν ἐλαχίστων ὑπερφρονῶν.

218. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 64 » p. 38

Chambry 64 Ἀρότης καὶ λύκος — Le laboureur et le loup. Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ ποτὸν ἀπῆγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν, ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρόν, ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. Ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· « Εἴθε γὰρ, ὦ κακὴ κεφαλή, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης. » Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων, κἂν χρηστότητα ἐπαγγέλλωνται, διὰ τὸν τρόπον οὐ πιστεύονται.

219. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 204 » p. 338

Chambry 204 Λέων καὶ κάπρος — Le lion et le sanglier. Θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψαν ἐμποιεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν. […] Διὰ τοῦτο λύσαντες τὴν ἔχθραν εἶπον· « Κρεῖσσόν ἐστιν ἡμᾶς φίλους γενέσθαι ἢ βρῶμα γυψί καὶ κόραξιν. » Ὅτι τὰς πονηρὰς ἔριδας καὶ τὰς φιλονεικίας καλόν ἐστι διαλύειν, ἐπειδὴ πᾶσιν ἐπικίνδυνον τέλος ἄγουσιν.

220. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 221 » p. 157

Chambry 221 Λύκος καὶ αἴξ — Le loup et la chèvre. Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνώδους ἄντρου νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, κατωτέρω παρῄνει αὐτῇ καταϐῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων ὡς ἀμείνων ὁ παρ’ αὐτῷ λειμών ἐστι, ἐπεὶ καὶ ἡ πόα σφόδρα εὐανθής. Ἡ δὲ ἀπεκρίνατο πρὸς αὐτόν· « Ἀλλ’ οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ κακοῦργοι, ὅταν παρὰ τοῖς εἰδόσι πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.

221. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 179 » pp. 328-328

Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινὰ τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· « Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. » Ταῦτα καθ’ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. […] Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. » Ὁ δὲ προσελθὼν καὶ ἰδὼν τὸ μέγα ἐκεῖνο δεῖπνον ἵστατο καὶ διελογίζετο· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐφάνη· ἐξαπίνης γάρ με αὕτη κατέσχε, καὶ εἰς κόρον μέλλω τρυφῆσαι. » Ταῦτα καθ’ ἑαυτὸν στρέφων ὁ κύων καὶ σείων τὴν κέρκον, ἑώρα πρὸς τὸν φίλον τὸν κεκληκότα ἐπὶ τὸ δεῖπνον. […] Τῶν δὲ κυνῶν προσυπαντώντων καὶ ἐπερωτώντων αὐτόν· « Πῶς ἐδείπνησας ; » ὑπολαϐὼν ἔφη πρὸς αὐτούς· « Ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν. […] Τοῦ δὲ κεκλημένου καταλαϐόντος καὶ ἐν τῷ ὀπτανείῳ περιπολοῦντος, ὁ ὀψοποιὸς τοῦτον ἐκ τοῦ σκέλους λαϐὼν τῆς πύλης ἔξωθεν ἐσφενδόνησεν.

222. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 243 » pp. 112-112

Chambry 243 Chambry 243.1 Μύρμηξ καὶ κάνθαρος — La fourmi et l’escarbot. Θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν, ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. […] Ὁ δὲ τότε μὲν ἡσύχαζεν· ὕστερον δέ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμϐρου ἐκλυθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαϐεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καὶ ἐμὲ ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Οὕτως οἱ παρὰ τὰς εὐθηνείας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταϐολὰς τὰ μέγιστα δυστυχοῦσιν. […] Χειμῶνος δὲ γενομένου καὶ τῆς κόπρου ὑπὸ τῶν ὑδάτων κατακλυσθείσης, ὁ κάνθαρος λιμώττων ἧκε πρὸς τὸν μύρμηκα τροφῆς μεταλαϐεῖν δεόμενος.

223. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 199 » pp. 140-140

Chambry 199 Chambry 199.1 Λέων <ἐρασθεὶς> καὶ γεωργός — Le lion amoureux et le laboureur. […] Ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. […] Ὁ λέων οὖν ἠπείλει αὐτῷ· ὁ δὲ μὴ δυνάμενος διὰ τὸν φόϐον ἀναϐάλλεσθαι, ἐπενόησεν ἐμφρόνως καί φησι πρὸς τὸν λέοντα· « Οὐ δύναμαί σοι δοῦναι τὴν ἐμὴν θυγατέρα, ἐὰν μὴ τοὺς ὀδόντας καὶ τοὺς ὄνυχάς σου ἐκτίλλῃς· ταῦτα γὰρ ἡ κόρη δέδοικεν. » Ὁ δὲ εὐθέως διὰ τὸν ἔρωτα ἑκάτερα ῥᾳδίως ἐξέϐαλε, καὶ ἀπελθὼν κατὰ τὸ σύνηθες ἐζήτει τὴν κόρην. […] Πρὸς τόνδ’ ἠπείλει δεινῶς ὁ λέων λέγων· « Σπαράξαι σ’ ἔχω, εἰ μὴ τὴν κόρην δῷς μοι. » Τὸν κίνδυνον δὲ μὴ δυνάμενος φεύγειν ὁ γέρων βουλὴν ἐνόμισεν ἀρίστην, καὶ τόνδ’ ἀμειϐόμενος ἔφησε λόγον· « Ὀδόντας καὶ ὄνυχάς σου κόρη δείδει· λοιπὸν ἔκϐαλ’ ὀδόντας καὶ λήψει τήνδε· τίλλε γοῦν τοὺς ὄνυχας ἅμα κὀδόντας. » Χάριν ἔρωτος, βαϐαί, τοῦ πικροτάτου, προσῆλθε λέων γέροντι τῷ φρονίμῳ οὕτως ταπεινῶς πρὸς ὑπέροφρυν πρέσϐυν κόρην γε ζητῶν δίχ’ ὀδόντων κὀνύχων.

224. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 255 » pp. 65-65

Ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης, ὁ μὲν ἕτερος φθάσας ἀνέϐη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο, ὁ δὲ ἕτερος μέλλων περικατάληπτος γίνεσθαι, πεσὼν κατὰ τοῦ ἐδάφους τὸν νεκρὸν προσεποιεῖτο. Τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῷον. […] Ἐλθούσης δὲ αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὠσφραίνετο διὰ τοῦ ῥύγχους τῶν ἀκοῶν αὐτοῦ καὶ τῶν φρενῶν. […] Καὶ δὴ ἄρκτος αὐτοῖς συναντήσας τὸν μὲν ἕνα εἰς φυγὴν ἔτρεψεν· ὃς καὶ ἀναϐὰς ἐπὶ δένδρον ἐκρύϐη. […] Ἡ δὲ ἄρκτος ἐλθοῦσα ἐπ τὴν κεφαλὴν αὐτοῦ ὠσφραίνετο τήν τε ἀναπνοὴν αὐτοῦ καὶ τὰς φρένας καὶ τὴν ἀκοήν.

225. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 39 » p. 14

Chambry 39 Ἀλώπηξ καὶ πίθηκος <περὶ εὐγενείας ἐρίζοντες> – Le renard et le singe disputant de leur noblesse. Ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. […] Τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, εἶπεν· « Ἀλλ’ οὐ μέλλω κλάειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων ; » Κἀκείνη πρὸς αὐτὸν ἔφη· « Ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσιν.

226. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 27 » pp. 26-26

Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα, ἐμέμφετο ἐπὶ τῷ τὸν ποταμὸν θολοῦν καὶ μὴ ἐᾶν αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. Ὁ δὲ ἀπεκρίνατο· « Ἀλλ’ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. » Οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιαγάγωσιν. […] Διατείνας δὲ τὰ δίκτυα καὶ τὸ ῥεῦμα περιλαϐὼν ἑκατέρωθεν, καλωδίῳ προσδήσας λίθον, τὸ ὕδωρ ἔτυπτεν, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπαραφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος τοῦτο ποιοῦντα ἐμέμφετο ὡς τὸν ποταμὸν θολοῦντα καὶ διειδὲς ὕδωρ μὴ συγχωροῦντα πίνειν. Καὶ ὃς ἀπεκρίνατο· « Ἀλλ’ εἰ μὴ οὕτως ὁ ποταμὸς ταράττεται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσιν περιάγωσιν.

227. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 271 » p. 191

Chambry 271 Ὄνος καὶ ἀλώπηξ καὶ λέων — L’âne, le renard et le lion. Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν. […] Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιϐουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς συναπολλύντες.

228. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 283 » p. 238

Chambry 283 Ὀρνιθοθήρας καὶ ἄγριαι καὶ ἥμεραι περιστεραί — L’oiseleur, les pigeons sauvages et les pigeons domestiques. […] Ἀγρίων δὲ ταύταις προσελθουσῶν καὶ τοῖς βρόχοις ἐμπλακεισῶν, προσδραμὼν συλλαμϐάνειν αὐτὰς ἐπειρᾶτο. Τῶν δὲ αἰτιωμένων τὰς ἡμέρους, εἴγε ὁμόφυλοι οὖσαι αὐταῖς τὸν δόλον οὐ προεμήνυσαν, ἐκεῖναι ὑποτυχοῦσαι ἔφασαν· « Ἀλλ’ ἡμῖν γε ἄμεινον δεσπότας φυλάττεσθαι ἢ τῇ ἡμετέρᾳ συγγενείᾳ χαρίζεσθαι. » Οὕτω καὶ τῶν οἰκετῶν οὐ μεμπτέοι εἰσὶν ὅσοι δι’ ἀγάπην τῶν οἰκείων δεσποτῶν παραπίπτουσι τῆς τῶν οἰκείων συγγενῶν φιλίας.

229. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 47 » p. 245

Chambry 47 Ἀνὴρ δειλὸς καὶ κόρακες — Le lâche et les corbeaux. […] Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ’ ἀναλαϐὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν· « Ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε. » Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν.

230. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 148 » pp. 249-249

Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι εἶπεν· « Ἀλλ’ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα. » Ὁ λόγος εἴρηται ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντι. […] Κάμηλος ὀρχήσασθαι βιαζομένη πρὸς <τὸν> ἀναγκάζοντα δεσπότην ἔφη· « Οὐ μόνον ἄσχημός εἰμι ὀρχουμένη, ἀλλὰ καὶ περιπατοῦσ’ ἢ καθημένη. » Ὁ λόγος δηλοῖ <ὅτι ὁ> ἐν ἑνὶ ἀδόκιμος καὶ ἐν παντὶ ἀδόκιμός ἐστι.

231. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 71 » pp. 372-372

Chambry 71 Chambry 71.1 Βόες <τρεῖς> καὶ λέων — Les trois bœufs et le lion. […] Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο· ὑπούλοις δὲ λόγοις διαϐαλὼν ἐχώρισεν ἀπ’ ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο. [Ὅτι], εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει. […] Τοῦ δὲ ὑπούλοις διαϐάλλοντος λόγοις, ἀπεχώρισεν αὐτοὺς ἐξ ἀμφοτέρων, καὶ τότ’ ἕκαστον εὑρὼν μεμονωμένον κατεσπάραξεν οἷς τρόποις ἠϐουλήθη.

232. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 96 » p. 63

Τῶν δὲ συγχωρησάντων αὐτῷ, ἀρξάμενος ἔλεγε· « Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐϐάδιζον· γενομένων δὲ αὐτῶν κατά τινα ποταμόν, ἡ μὲν χελιδὼν ἔπτη, ἡ δὲ ἔγχελυς κατέδυ· » καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. Ἐρομένων δὲ αὐτῶν· « Ἡ οὖν Δήμητρα τί ἔπαθεν ; » ἔφη· « Κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε. » Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.

233. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 209 » p. 151

Chambry 209 Λέων καὶ ὄνος <ὅμου θηρεύοντες> – Le lion et l’âne chassant de compagnie. Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον ἐπὶ θήραν. Γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον ἐν ᾧ ἦσαν αἶγες ἄγριαι, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἐνήλατό τε αὐταῖς καὶ ὠγκᾶτο ἐκφοϐεῖν βουλόμενος. Τοῦ δὲ λέοντος τὰς πλείστας συλλαϐόντος, ἐξελθὼν ἐπυνθάνετο αὐτοῦ εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας ἐξεδίωξεν.

234. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 215 » p. 152

Chambry 215 Λῃστὴς καὶ συκάμινος — Le brigand et le mûrier. […] Καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαϐόντες ἀπό τινος συκαμίνου ἀνεσταύρωσαν. Ἡ δὲ ἔφη πρὸς αὐτόν· « Ἀλλ’ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου. » Οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπ’ ἐνίων ὡς φαῦλοι διαϐάλλωνται, κατ’ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσιν.

235. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 230 » p. 234

Chambry 230 Λύκος καὶ Ποιμήν — Le loup et le berger. […] Ὁ δὲ ποιμὴν κατὰ μὲν ἀρχὰς ἐφυλάττετο αὐτὸν ὡς πολέμιον καὶ δεδοικὼς παρετηρεῖτο. […] Ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ λύκῳ πρόϐατα ἐπίστευον ; » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις τὴν παρακαταθήκην ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται.

236. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 309 » p. 78

Γενομένων δὲ αὐτῶν πελαγίων, συνέϐη χειμῶνα ἐξαίσιον γενέσθαι καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. Τῶν δὲ πλέοντων ἕτερος περιρρηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετ’ οἰμωγῆς καὶ στεναγμοῦ χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. Παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν καινῆς γαληνῆς γενομένης, εἰς εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων, ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες κινδύνου.

237. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 343 » pp. 223-223

Chambry 343 Chambry 343.1 Ὗς καὶ κύων <περὶ εὐτοκίας> – La truie et la chienne disputant de fécondité. Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. […] Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. […] Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· « Ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ ἐν τῇ τελειότητι κρίνεται.

238. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 15 » pp. 280-280

Chambry 15 Chambry 15.1 Αἴξ καὶ αἰγοϐοσκός — La chèvre et le chevrier. […] Chambry 15.2 Aliter — Αἲξ καὶ αἰπόλος. […] Μιᾶς δὲ ἐξ αὐτῶν ἐν πόᾳ τινὶ δροσερᾷ καταλειφθείσης, ὁ ποιμὴν κατ’ ἐκείνης λίθον ἀφῆκε, καὶ εὐστόχως βαλὼν τὸ κέρας συνέτριψεν· ὅθεν καὶ ἐδυσώπει τὴν πεπονθυῖαν ἀνέκφραστον τῷ κυρίῳ διατηρῆσαι τὸ δράμα. […] Chambry 15.3 Aliter — Ποιμὴν καὶ αἴξ.

239. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 176 » pp. 92-92

Καὶ δή, εἴ ποτε ὁ θηρευτὴς ἐξιὼν ἐπ’ ἄγραν συνελάμϐανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέϐαλλεν. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν ἐξιὼν παρ’ ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς αὐτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν. » Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν. […] Καὶ δή, εἴ ποτε ὁ θηρευτικὸς ἤγρευέ τι, καὶ ὁ οἰκουρὸς συμμετεῖχεν αὐτῷ τῆς θοίνης. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ κἀκεῖνον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν καθ’ ἑκάστην μοχθεῖ, ἐκεῖνος δὲ μηδὲν πονῶν τοῖς αὐτοῦ τρέφεται πόνοις, ὑπολαϐὼν αὐτὸς εἶπε· « Μὴ ἐμέ, ἀλλὰ τὸν δεσπότην μέμφου, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλὰ πόνους ἀλλοτρίους ἐσθίειν. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν νέων οἱ μηδὲν ἐπιστάμενοι οὐ μεμπτοί εἰσιν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν.

240. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 178 » pp. 64-64

Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι. » Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται. […] Καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ· « Ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαϐὼν ἄρτον, τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος. » Ὁ δὲ γελάσας ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δέον ἐστὶν ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσωμαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται. […] Ἐντυχὼν δέ τις αὐτῷ καὶ γνοὺς ὃ ζητεῖ· « Ὦ οὗτος, εἶπεν, εἰ σῴζεσθαι βούλει, λαϐὼν ἄρτον καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας, τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος. » Κἀκεῖνος γελάσας ἔφη· « Ἀλλ’ εἰ τοῦτο ποιήσω, δεῖ με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυκῶν δηχθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.

241. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 301 » pp. 265-265

Chambry 301 Chambry 301.1 Πέρδιξ καὶ κυνηγέτης. […] Chambry 301.3 Aliter — Πέρδιξ καὶ ἄνθρωπος — La perdrix et l’homme. […] Ἡ δὲ παρεκάλει ἐκλυθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ. […] Ἡ δὲ ἱκέτευε λέγουσα· « Ἔασόν με ζῆν καὶ ἀντ’ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω. » Ὁ δὲ εἶπεν· « Δι’ αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις. » Ὅτι ὁ κατὰ φίλων αὐτοῦ δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.

242. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 66 » pp. 44-44

Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. […] Ὁ λόγος δηλοῖ ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας ἢ ταρακτικοὺς καὶ κακούργους. […] Χρόνῳ δέ τινι τοῦ ξύλου ἀκινήτως ὄντος κατεφρόνησαν ὥστε καὶ ἐπιϐάντες ἐπάνωθεν πολεμεῖν ἀλλήλοις. […] Ὅτι πολλοὶ φεύγοντες δουλεύειν εἰρηνικοῖς δεσπόταις καὶ ἄκοντες εἰς πονηροὺς ἐνέπεσον. […] Οἱ βάτραχοι δέ ποτε πολεμούμενοι ἐξῃτήσαντο τὸν Δία ἐκδιδόναι αὐτοῖς ἄνακτα καὶ ἄρχοντα κατέχειν.

243. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 129 » pp. 315-315

Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτα τε καὶ ἐϐόα καθ’ ἑαυτήν· « Πατήρ μοι ὑπάρχει ἵππος ὁ ταχυδρόμος, ὃν ἐγὼ ὅλη διόλου ἀπεμιμήθην. » Καὶ δὴ ἐν μιᾷ ἠναγκάζετο τρέχειν ἡ ἡμίονος. […] Ὁ μῦθος δηλοῖ ὅτι, εἰ καὶ ὁ χρόνος ἐνέγκοι τινὰ εἰς δόξαν, οὐ δεῖ ἐπιλανθάνεσθαι τὴν τάξιν τοῦ οἰκείου γένους· ἀϐέϐαιος γάρ ἐστιν ὁ παρὼν βίος. […] Ἡμίονος ἐκ κριθῆς παχύνθεὶς ἀνεσκίρτησε βοῶν καὶ λέγων· « Πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος κἀγὼ αὐτῷ ὅλος ἀφωμοιώθην. » Καί ποτε ἀνάγκης ἐπελθούσης τρέχειν, ἐπειδὴ τοῦ δρόμου ἐπαύσατο, τοῦ πατρὸς ὄνου εὐθὺς ὑπεμνήσθη. […] Ἡμίονος ἐκ κριθῆς παχεῖα γενομένη ἔτρεχε σκιρτῶσα καὶ ἔλεγεν· « Ἵππος ἐστί μοι μήτηρ· ἐγὼ δὲ οὐδὲν αὐτῆς εἰς τὸν δρόμον ἐλάττων <ὑπάρχω> ». […] Ἡμίονος ἐκ πολλῆς κριθῶν τροφῆς παχυνθεῖσα ἐν πεδίῳ σκιρτῶσα ἔλεγεν· « Ἵππος ἐστί μοι μήτηρ καὶ κατ’ οὐδὲν ἐλάττων αὐτῆς κατὰ τὸν δρόμον ὑπάρχω. » Μόλις δὲ ἀπὸ τοῦ δρόμου κατάκοπος γενομένη ἡσύχασεν καὶ τότε πατρὸς οὖσα ὄνου ἀνεμνήσθη.

244. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 224 » pp. 158-158

Chambry 224 Chambry 224.1 Λύκος καὶ γραῦς — Le loup et la vieille. […] Γενόμενος δὲ κατά τινα τόπον ἤκουσε παιδίου κλαυθμυρίζοντος καὶ γραὸς ἀπειλουμένης καὶ λεγούσης αὐτῷ· « Παῦσαι τοῦ κλαίειν, μήπως τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. » Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο ἐπὶ πολλὴν ὥραν ἐκδεχόμενος. […] Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος καὶ γραὸς λεγούσης αὐτῷ· « Παῦσαι τοῦ κλαίειν· εἰ δὲ μή, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. » Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. […] Τόπον δὲ κατά τιν’ αὐτοῦ γενομένου, παιδὸς κλαυθμυρίζοντος φωνὴν ἀκούει καὶ γραῦν λεγούσαν τοῦ κλαίειν αὐτῷ παῦσαι, μήπως ἄρτι δώσω σε φαγεῖν τῷ λύκῳ. […] Αἰτοῦντι τροφὴν νηπίῳ καὶ κλαίοντι ἠπείλησε γραῦς, εἰ μὴ ἡσυχάσαι, τῷ λύκῳ ῥῖψαι.

245. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 155 » p. 119

Κηπουρῷ τις ἐπιστὰς ἀρδεύοντι τὰ λάχανα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι’ ἣν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεά, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα. Κἀκεῖνος ἔφη· « Ἡ γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά. » Οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσιν.

246. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 233 » p. 349

Μεθύων λύχνος ἐλαίῳ καὶ φέγγων ἐκαυχᾶτο ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. […] Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ· « Φαῖνε, λύχνε, καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει. » Ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ τοῖς λαμπροῖς τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηταί τις, ξένα τυγχάνει.

247. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 307 » p. 83

Chambry 307 Πίθηκος καὶ κάμηλος — Le singe et le chameau. […] Σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος καὶ ὑπὸ πάντων ὑποσημαινομένου, κάμηλος φθονήσασα ἐϐουλήθη τῶν αὐτῶν ἐφικέσθαι. Διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι.

248. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 323 » p. 240

Chambry 323 Προμηθεὺς καὶ ἄνθρωποι — Prométhée et les hommes. Προμηθεὺς κατὰ πρόσταξιν Διὸς ἀνθρώπους ἔπλασε καὶ θηρία. […] Πρὸς ἄνδρα σκαιὸν καὶ θηριώδη ὁ λόγος εὔκαιρος.

249. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 349 » p. 229

Chambry 349 Χελιδὼν καὶ κορώνη <περὶ κάλλους φιλονεικοῦσαι> – L’hirondelle et la corneille disputant de leur beauté. Χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν· ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπεν· « Ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται. » Ὁ λόγος δηλοῖ ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων.

250. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 79 » pp. 296-296

Chambry 79 Chambry 79.1 Γεωργὸς καὶ ἀετός — Le laboureur et l’aigle. […] Καὶ ἀναλαϐόμενος αὐτὸ καὶ ὑποστρέψας εὗρε τὸ τεῖχος συμπεπτωκὸς ἔνθα ἐκάθητο, θαυμάσας τὴν ἀμοιϐήν. […] Γεωργῷ τινι ἀετὸς ἐθηρεύθη καὶ γνωσθεὶς ἀπελύθη. Ὁ δὲ τοῦ καλοῦ μὴ ἐπιλαθόμενος τὸν γεωργόν ποτε ὑπὲρ τοίχου ὁρῶν καθήμενον εὐολίσθου, τὸ ἐπὶ τῆς κεφαλῆς ἐκείνου ἀφείλετο σημικίνθιον, τῆς καθέδρας τοῦτον ἐξεγεῖραι βουλόμενος, ὡς καὶ κατώρθωσε. […] Ὁ δὲ ἀετὸς ὕπερ ἔλαϐεν αὖθις ἔρριψεν· ὅπερ λαϐὼν ὁ γεωργὸς καὶ ὑποστρέψας, ἐπεὶ τὸ τεῖχος εὗρε συμπεπτωκὸς ἐν ᾧπερ ἐκάθητο, τὸν ἀετὸν [θαυμάσας] τῆς ἀμοιϐῆς ἀπεθαύμασε.

251. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 88 » p. 246

Chambry 88 Γυνὴ καὶ ἀνὴρ <μέθυσος> – La femme et l’ivrogne. […] Κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα ἐπ’ ὤμων ἄρασα ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν. […] Ἐκείνου δὲ φήσαντος· « Τίς ὁ τὴν θύραν κόπτων ; » ἡ γυνὴ ἀπεκρίνατο· « Ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι. » Κἀκεῖνος· « Μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων. » Ἡ δὲ τὸ στῆθος πατάξασα· « Οἴμοι τῇ δυστήνῳ, φησίν· οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν. Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.

252. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 156 » pp. 120-120

Chambry 156 Chambry 156.1 Κηπωρὸς καὶ κύων — Le jardinier et le chien. […] Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε ἄξια πέπονθα· τί γάρ, σοῦ σεαυτὸν κατακρημνίσαντος, τοῦ κινδύνου σε ἀπαλλάξαι ἐπειρώμην ; » Πρὸς ἄνδρα ἀχάριστον εἰς τοὺς εὐεργέτας καὶ πρὸς ἀδικοῦντα ὁ μῦθος ἁρμόζει. […] Ὁ δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. […] Ὁ δὲ μετ’ ὀδύνης ἐπανιών· « Δίκαια, φησί, πέπονθα· τί δήποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα ; » Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.

253. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 159 » pp. 122-122

Chambry 159 Chambry 159.1 Κλέπται καὶ ἀλεκτρυών — Les voleurs et le coq. Κλέπται εἴς τινα οἰκίαν εἰσελθόντες οὐδὲν μὲν ἄλλο εὗρον, μόνον δὲ ἀλεκτρυόνα, καὶ τοῦτον λαϐόντες ἀπηλλάγησαν. […] Οἱ δὲ ὑποτυχόντες ἔφασαν· « Ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέπτειν. » Ὁ λόγος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἠναντίωται ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα. […] Κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν οὐδὲν εὗρον ὅτι μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαϐόντες ἀπῄεσαν.

254. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 228 » pp. 347-347

Chambry 228 Chambry 228.1 Λύκος καὶ λέων — Le loup et le lion. […] Ὁ δὲ πόρρωθεν σταθεὶς εἶπεν· « Ἀδίκως ἀφείλου τὸ ἐμόν. » Ὁ δὲ λέων γελάσας ἔφη· « Σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη ; » [Ὅτι] ἅρπαγας καὶ πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους ὁ μῦθος ἐλέγχει. […] Στὰς δὲ πόρρωθεν πρὸς αὐτὸν ταῦτα λέγει· « Ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας ; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις ; » Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει· Σὺ δέ, ὦ λύκε, δικαίως τοῦτ’ ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι. » [Ὅτι] πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις ὁ μῦθος.

255. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 36 » p. 41

Chambry 36 Ἀλώπηξ καὶ κύων — Le renard et le chien. […] Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· « Tιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω. » Καὶ ὁ κύων ἔφη· « Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ’ ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω. » Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.

256. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 73 » pp. 46-46

Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον. […] Ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμϐανεν, ἕως ἀποκαμὼν <ὁ Βορέας> τῷ Ἡλίῳ αὐτὸν παρέδωκε. […] Ὁ δὲ ῥιγῶν καὶ κρατήσας ἀμφοτέραις χερσὶ τὸ ἱμάτιον, ἔϐαλε τὴν κεφαλὴν ἔν τινι πέτρας ὀπῇ, τὴν ψόαν ἔξω ἐάσας. […] Ὁ δὲ ὑπὸ τοῦ κρύους πανταχόθεν περισυνάγων αὐτὸ καὶ ἰσχυρῶς περιστέλλων ἔκρυψεν, εἰσελθὼν ἔν τινι πέτρας ὀπῇ, τὴν ἑαυτοῦ κεφαλήν, τὴν τοῦ ἀνέμου φεύγων σφοδρότητα· τὸ <δὲ> λοιπὸν σῶμα ἔξω ἀφείς, ἐκκρύψαι αὐτὸ οὐκ ἠδύνατο. […] Ὁ δὲ χλιάνας Ἥλιος μετὰ ταῦτα καὶ τοῖς ἀνθρώποις ἱδρώτας προξενώσας πέπεικεν εὐθὺς ἐκδῦσαι τοὺς χιτῶνας.

257. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 237 » p. 164

Καὶ δή ποτε ἀποθανόντος αὐτοῦ ἀπὸ κόπου, ἐκδείραντες αὐτόν, ἐκ τοῦ δέρματος τύμπανα κατεσκεύασαν καὶ τούτοις ἔχρωντο. Ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ πυνθανομένων αὐτῶν ποῦ εἴη ὁ ὄνος, ἔφασαν τεθνηκέναι μὲν αὐτόν, πληγὰς δὲ τοσαύτας λαμϐάνειν ὅσας ποτὲ οὐδὲ ζῶν ὑπέμεινεν. Οὕτω καὶ τῶν οἰκετῶν ἕνιοι, καίπερ τῆς δουλείας ἀφειμένοι, τῶν δουλικῶν ἀρχῶν οὐκ ἀπαλλάττονται.

258. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 256 » p. 236

Chambry 256 Ὁδοιπόροι καὶ κόραξ — Les voyageurs et le corbeau. […] Ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος, τουττο γὰρ σημαίνειν τὸν οἰωνόν, ἕτερος ὑποτυχὼν εἶπε· « Καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται ; » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄϐουλοι καὶ εἰς τὰς τῶν πέλας συμϐουλίας ἀδόκιμοί εἰσιν.

259. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 260 » p. 355

Chambry 260 Ὁδοιπόρος καὶ Ἀλήθεια — Le voyageur et la vérité. Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εὗρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· « Τίς εἶ ; » Ἡ δὲ ἔφη· « Ἀλήθεια. – Καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς ; » Ἡ δὲ εἶπεν· « Ὅτι τοῖς πάλαι καιροῖς παρ’ ὀλίγοις ἦν τὸ ψεῦδος· νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστίν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς. » Ὅτι κάκιστος βίος καὶ πονηρὸς τοῖς ἀνθρώποις ἐστίν, ὅτε τὸ ψεῦδος προκρίνεται τῆς ἀληθείας.

260. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 70 » pp. 45-45

Chambry 70 Chambry 70.1 Βόες καὶ ἄξων — Les bœufs et l’essieu. […] Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· « Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας ; » Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν. […] Chambry 70.2 Aliter — Βοηλάτης καὶ ἅμαξα. […] Θυμωθεὶς οὖν ὁ βοηλάτης εἶπεν αὐτῇ· « Ὦ κακὸν κτῆμα, τί κράζεις, βίᾳ τῶν ἑλκόντων σε βοῶν σιωπώντων ; » Ὅτι τινὲς ἐπ’ ἀλλοτρίοις πόνοις καὶ πλούτῳ καυχώμενοι μέγα φρονοῦσιν ὡς αὐτοὶ χειμασθέντες ἐν αὐτοῖς.

261. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 334 » pp. 219-219

Chambry 334 Chambry 334.1 Ταὼς καὶ κολοιός — Le paon et le choucas. […] Ἀρεσθέντων δὲ πάντων ἐπὶ τούτῳ τῶν ὀρνέων, κολοιὸς αὐτῷ εἶπεν· « Ἀλλ’ ἐάν, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς καταδιῶξαι ἐπιχειρήσῃ, πῶς ἡμῖν ἐπαρκέσεις ; » Ὁ λόγος δηλοῖ ὅτι ἀεὶ τοὺς δυνάστας μὴ κάλλει, ἀλλὰ φρονήσει καὶ δυνάμει δεῖ κομεῖσθαι. […] Αἱρουμένων δὲ τοῦτον πάντων, κολοιὸς ὑπολαϐὼν ἔφη· « Ἀλλ’ εἰ, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς καταδιώκειν ἐπιχειρήσει, πῶς ἡμῖν ἐπαρκέσεις ; » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ἄρχοντας οὐ διὰ κάλλος μόνον, ἀλλὰ καὶ ῥώμην καὶ φρόνησιν ἐκλέγεσθαι δεῖ.

262. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 183 » pp. 136-136

Chambry 183 Chambry 183.1 Κύων καὶ λαγωός — Le chien et le lièvre. […] Κύων λαγωὸν διώξας ἐκράτησεν καὶ ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ σαίνων προσέχαιρε καὶ ἐφίλει.

263. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 191 » pp. 256-256

Chambry 191 Chambry 191.1 Λαγωοὶ καὶ ἀλώπεκες — Les lièvres et les renards. […] Αἱ δὲ ἔφησαν· « Ἐϐοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι. […] Αἱ δὲ εἶπον· « Ἐϐοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἦτε καὶ τίσιν ἐπολεμεῖτε. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ μαχόμενοι τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσιν.

264. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 268 » p. 188

Chambry 268 Ὄνος <ἐνδυσάμενος λεοντῆν> καὶ ἀλώπηξ — L’âne revêtu de la peau du lion et le renard. […] Καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· « Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. » Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.

265. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 295 » p. 162

Chambry 295 Παῖς καὶ κόραξ — L’enfant et le corbeau. […] Καὶ διετέλει τεταγμέναις ὥραις ἀναπεταννῦσα καὶ τὰς ἐπιτηδείους αὐτῷ τροφὰς παρεχομένη. Καί ποτε ἀνοιξάσης αὐτῆς καὶ τὸ πόμα ἐπιθείσης, ὁ παῖς ἀπροφυλάκτως παρέκυψεν.

266. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 62 » p. 71

Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν· « Οὐκ οἶδα τίς γενήσομαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκϐέϐλημαι τῶν φρενῶν καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία. […] Ὢ τύχης διδούσης καὶ μὴ λαμϐάνεσθαι συγχωρούσης· ὢ θησαυρὸς ἡδονὴν οὐκ ἔχων· ὢ χάρις δαίμονος ἄχαρις γενομένη. Τί οὖν ; ποίῳ τρόπῳ χρήσωμαι ; ἐπὶ ποίαν ἔλθω μηχανήν ; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαϐεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ, κἀγὼ πόρρω ἔσομαι θεατής. » Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.

267. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 69 » pp. 289-289

Chambry 69 Chambry 69.1 Βάτραχος <ἰατρός> καὶ ἀλώπηξ — La grenouille médecin et le renard. Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζῴοις πᾶσιν ἀναϐοήσαντος· « Ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, » ἀλώπηξ ἀκούσασα ἔφη· « Πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων ; » Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται ; Cod. […]   Ὁ τῷ πηλῷ συζῶν βάτραχος εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷος οὐδὲ ὁ τῶν θεῶν ἰατρὸς Παιών. – Καὶ πῶς, <εἶπεν> ἀλώπηξ, ἄλλους ἰάσῃ, ὃς ἑαυτὸν χλωρὸν ὄντα οὐκ ἰατρεύεις ; » [Ὅτι] ὁ παιδείας ἀμύητος ὑπάρχων πῶς ἑτέρους παιδεύσει καὶ διορθώσεται ; Cod. […] Chambry 69.4 Aliter — Σκώληξ καὶ ἀλώπηξ.

268. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 169 » pp. 324-324

Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ’ ὑπολαϐοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει· « Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει. » Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη· « Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. » Ἡ δὲ εἶπεν· « Τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει ; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη ; » Ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὖξαι τοῖς θεοῖς, ὦ μῆτερ, καὶ τῶν δακρύων ἀπόσχου. » Ἡ δὲ εἶπε· « Καὶ τίς σε τῶν θεῶν, ὦ τέκνον, ἐλεήσει ; τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη ; » Cod.

269. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 8 » pp. 4-4

Chambry 8 Chambry 8.1 Ἀηδὼν καὶ ἱέραξ — Le rossignol et l’épervier. […] Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. » Οὕτος καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἷ δι’ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται. […] Ὑπολαϐὼν δὲ ὁ ἱέραξ ἔφη· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, οἵτινες δι’ ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προΐενται. […] Ἱέραξ δὲ θεασάμενος καὶ τροφῆς ἀπορῶν συνείληφεν ἐπιπτάς. […] Καὶ ὁ ἱέραξ ὑπολαϐὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἱ δι’ ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι.

270. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 174 » p. 399

Ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἕνεκεν. Ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφ’ οἷς ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον. Ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθείς, ᾄδει τι μέλος θανάτου προοίμιον, καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει.

271. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 198 » p. 144

Chambry 198 Λέων <ἐγκλεισθεὶς> καὶ γεωργός — Le lion enfermé et le laboureur. […] Καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. […] Ἀπαλλαγέντος δὲ τοῦ λέοντος, ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν· « Ἀλλὰ σύ γε δίκαια πέπονθας· τί γὰρ τοῦτον συγκλεῖσαι ἐϐούλου ὃν καὶ μακρόθεν σε ἔδει φεύγειν ; » Οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὑτῶν πλημμελείας ὑπομένουσιν.

272. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 272 » p. 189

Chambry 272 Ὄνος καὶ βάτραχοι — L’âne et les grenouilles. Ὄνος ξύλων γόμον φέρων λίμνην διέϐαινεν· ὀλισθὼν δέ, ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· « Ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριϐες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.

273. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 344 » p. 375

Κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας· « Τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἳ καὶ τὸν ἔχοντα ταύτας, μεθ’ οὗ καὶ ἐγεννήθησαν, κατέλιπον ; » Ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφορᾷ ἐπελθούσῃ· ὃ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐδὲ παραμένει· γυμνοὶ γὰρ ἤλθομεν, γυμνοὶ καὶ ἀπελευσόμεθα.

274. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 2 » p. 99

Ξύλινόν τις Ἑρμῆν κατασκευάσας καὶ προσενεγκών εἰς ἀγορὰν ἐπώλει· μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος, ἐϐόα ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους δωρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· « Ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρ’ αὐτοῦ ὠφελειῶν ἀπολαύειν ; » ἀπεκρίνατο ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς δέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν.

275. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 65 » p. 40

Καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπεσὼν εἰς φρέαρ. Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμϐεϐηκότα, ἔφη πρὸς αὐτόν· « Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.

276. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 263 » p. 185

Ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν πρέσϐεις ἔπεμψαν πρὸς τὸν Δία, λύσιν τινὰ αἰτούμενοι τῶν πόνων. […] Κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαϐόντες ἀπ’ ἐκείνου καὶ μέχρι νῦν ἔνθα ἂν ἀλλήλων οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ περιιστάμενοι οὐροῦσιν.

277. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 106 » pp. 75-75

Ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγένετο εἴς τινα αἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο, τὸν μὲν ὁλόκληρον πρὸς τὴν γῆν ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον πρὸς τὴν θάλασσαν· ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον. Καὶ δή τινες παραπλέοντες ἐκεῖνον τὸν τόπον καὶ θεασάμενοι αὐτὴν κατηυστόχησαν. […] Παραπλέοντες δέ τινες καὶ τούτου στοχασάμενοι αὐτῆς κατετόξευσαν.

278. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 257 » pp. 67-67

Chambry 257 Chambry 257.1 Ὁδοιπόροι καὶ πέλεκυς — Les voyageurs et la hache. […] Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θἀτέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν· « Εὕρηκα, » ἀλλ’ « Εὑρήκαμεν. » Μετὰ μικρὸν δὲ ἐπέλθοντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποϐεϐληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· « Ἀπολώλαμεν. » Ὁ δὲ εἶπεν· « Ἀλόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ μὴ μεταλαμϐάνοντες τῶν εὐτυχημάτων οὐδ’ ἐν ταῖς συμφοραῖς βέϐαιοί εἰσι φίλοι.

279. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 48 » p. 306

Chambry 48 Ἀνὴρ <δηχθεὶς ὑπὸ μύρμηκος> καὶ Ἑρμῆς — L’homme mordu par une fourmi et Hermès. Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν· δι’ ἕνα γὰρ ἀσεϐῆ συναπώλοντο καὶ ἀναίτιοι. […] Ἑρμῆς δὲ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάϐδῳ παίων εἶπεν· « Εἶτα οὐκ ἀνέχῃ σὺ τοὺς θεοὺς δικαστὰς εἶναι οἷος εἶ σὺ τῶν μυρμήκων ; » Ὅτι μηδεὶς θεοῦ βλασφημείτω, συμφορᾶς ἐπελθούσης, μᾶλλον δὲ σκοπείτω τὰς οἰκείας ἁμαρτίας.

280. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 120 » p. 107

Chambry 120 Ζεὺς καὶ ἀλώπηξ — Zeus et le renard. Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν καὶ τὸ ποικίλον τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων ζῴων ἐνεχείρισε. Βουλόμενος δὲ γνῶναι εἰ τὴν τύχην μεταλλάξασα μετεϐάλετο καὶ τὴν γλισχρότητα, φερομένης αὐτῆς ἐν φορείῳ κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν.

281. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 205 » p. 148

Chambry 205 Λέων καὶ λαγωός — Le lion et le lièvre. […] Ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαϐεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν· εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· « Ἀλλ’ ἐγὼ δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βοράν, ἐλπίδα μείζονα προέκρινα. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων μετρίοις κέρδεσι μὴ ἀρκούμενοι, μείζονας δὲ ἐλπίδας διώκοντες λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.

282. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 264 » p. 237

Ὄνον τις ἀγοράσαι μέλλων ἐπὶ πείρᾳ αὐτὸν ἔλαϐε· καὶ εἰσαγαγὼν εἰς τοὺς ἰδίους ἐπὶ τῆς φάτνης αὐτὸν ἔστησεν. Ὁ δὲ καταλιπὼν τοὺς ἄλλους παρὰ τῷ ἀργοτάτῳ καὶ ἀδηφάγῳ ἔστη. Καὶ ὡς οὐδὲν ἐποίει, δήσας καὶ ἀπαγαγὼν τῷ δεσπότῃ αὐτὸν ἀπέδωκε.

283. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 278 » pp. 186-186

Chambry 278 Chambry 278.1 Ὄνος καὶ ὀνηλάτης — L’âne et l’ânier. […] Τοῦ δὲ ὀνηλάτου ἐπιϐοῶντος· « Ἄθλιε, ποῦ φέρει ; » καὶ τῆς οὐρᾶς ἐπιλαϐομένου καὶ ἕλκοντος πρὸς ἑαυτόν, τῆς εἰς τὰ πρόσω φορᾶς ὁ ὄνος οὐχ ἵστατο.

284. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 41 » pp. 17-17

Ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα, ἐπειδὴ δι’ αἰσχύνην ἀϐίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. […] Ἔγνω οὖν καὶ τὰς ἄλλας ἀλώπεκας τοῦτ’ αὐτὸ νουθετῆσαι ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος. Καὶ δὴ πάσας ἀθροίσασα παρῄνει τὰς οὐρὰς ἀποκόπτειν, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο τὸ μέλος ὄν, ἀλλὰ καὶ περιττὸν βάρος προσηρτημένον.

285. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 10 » p. 5

Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως· τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε· αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται. » Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.

286. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 302 » pp. 201-201

Διὸ καὶ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα, ὡς καὶ τῶν πτερῶν αὐτῆς περικλασθέντων καταπεσεῖν ἐπὶ γῆν καὶ ὑπό τινος τῶν παρατυχόντων ἁλῶναι.

287. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 55 » pp. 28-28

Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατὸν βόας τελέσειν, εἰ περισώσειαν αὐτόν. […] Ἔνθα δὴ λῃσταῖς περιπεσὼν ἀπήχθη, καὶ ὑπ’ αὐτῶν πωλούμενος εὗρε δράχμας χιλίας. […] Ἐξαναστὰς οὖν ὁ ἄνθρωπος, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους ἑκατὸν ποιήσας βόας ἐπὶ τοῦ βωμοῦ κατέκαυσεν εἰπών· « Ὦ δαίμονες, ἰδοῦ τὴν εὐχὴν ἀπετέλεσα. » Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀνταμύνασθαι, ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· « Ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον, καὶ εὑρήσεις ἐκεῖσε χρυσίου τάλαντα ἑκατόν. » Ὁ δὲ, ἔξυπνος γενόμενος, μετὰ πολλῆς χαρᾶς κατῆλθεν εἰς τὸν ὑποδειχθέντα αὐτῷ τόπον δρομαῖος ψηλαφῶν τὸ χρυσίον. […] Ὁ δὲ παρεκάλει αὐτοὺς λέγων· « Ἄφετέ με, καὶ ἐπιδώσω ὑμῖν χρυσίου χίλια τάλαντα. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ ψευδεῖς τῶν ἀνθρώπων ἐχθραίνουσι τὸ θεῖον. […] Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀμύνασθαι, ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· « Ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον· ἐκεῖ δὲ ἀττικὰς χιλίας εὑρήσεις. » Ἐκεῖνος δὲ διυπνισθεὶς σὺν ἡδονῇ καὶ σπουδῇ πρὸς τὸν ὑποδειχθέντα τόπον ἀφίκετο τὸ χρυσίον διερευνῶν.

288. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 29 » p. 232

Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν· « Μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον δι’ ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν, » ἐκείνη ἀπαγομένη ἔλεγεν· « Ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν. » Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.

289. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 98 » p. 247

Εἷς δέ τις τῶν διαϐιϐάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν καὶ ἀράμενος αὐτόν, σὺν φιλοφροσύνῃ διεπέρασεν αὐτόν. […] Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμὼν καὶ αὐτὸν διεπέρασε. Καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· « Ἀλλ’ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ ποιεῖς. » Ὁ μῦθος δηλοῖ ὅτι <οἱ> μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίας δὲ μᾶλλον ὀφλισκάνουσι.

290. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 172 » pp. 127-127

Chambry 172 Chambry 172.1 Κορώνη καὶ κύων — La corneille et le chien. […] Ὁ δὲ ἔφη πρὸς αὐτήν· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι. » Καὶ ἡ κορώνη ἀπεκρίνατο· « Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ. » Οὕτω πολλοὶ διὰ φόϐον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

291. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 203 » p. 145

Chambry 203 Λέων καὶ δελφίς — Le lion et le dauphin. Λέων ἐπί τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, [ὡς] ἐπὶ συμμαχίαν τοῦτον παρεκάλεσε λέγων ὅτι ἁρμόττει μάλιστα φίλους αὐτοὺς καὶ βοηθοὺς γενέσθαι· ὁ μὲν γὰρ τῶν θαλαττίων ζῴων, αὐτὸς δὲ τῶν χερσαίων βασιλεύει. […] Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν, ἥτις με θαλάττιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιϐαίνειν. » Οὕτως καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους οἳ ἐν κινδύνοις παρεῖναι ἡμῖν δύνανται.

292. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 248 » pp. 66-66

Chambry 248 Chambry 248.1 Νεανίσκοι καὶ μάγειρος — Les jeunes garçons et le boucher. […] Ἐπιστραφέντος δὲ αὐτοῦ καὶ ἐπιζητοῦντος, αἰτιωμένου τε ἐκείνους, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. […] Ἐπιστραφεὶς δὲ ὁ μάγειρος καὶ ἐπιζητῶν αὐτό, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων, μὴ εἰληφέναι. […] Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι.

293. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 355 » p. 378

Χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν. Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· « Μακρόθεν μου κολύμϐα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψαύσῃς, κατακλῶμαι, κἂν ἐγὼ μὴ θέλουσα προσψαύσω. » Ὅτι ἐπισφαλής ἐστι βίος πένητι δυναστοῦ ἅρπαγος πλησίον παροικοῦντι.

294. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 72 » p. 291

Chambry 72 Βοηλάτης καὶ Ἡρακλῆς — Le bouvier et Héraklès. […] Αὐτὸς δ’ ἐπιστὰς εἶπε· « Τῶν τρόχων ἅπτου καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ’ εὔχου, ὅταν τι ποιῇς καὐτὸς, ἢ μάτην εὔξῃ. » Cod.

295. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 194 » p. 139

Chambry 194 Λάρος καὶ ἰκτῖνος — La mouette et le milan. […] Ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη· « Ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸν γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ. » Οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιϐαλλόμεμοι εἰκότως δυστυχοῦσιν.

296. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 320 » p. 367

Chambry 320 Πόλεμος καὶ Ὕϐρις — Le dieu de la guerre et la violence. […] Ὅτι ἔνθα <ἂν> προέλθῃ ὕϐρις ἢ ἐν πόλει ἢ ἐν ἔθνεσι, πόλεμος καὶ μάχαι εὐθὺς μετ’ αὐτὴν ἀκολουθεῖ.

297. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 321 » p. 368

Chambry 321 Ποταμὸς καὶ βύρσα — La rivière et la peau. Ποταμὸς δι’ αὐτοῦ βύρσαν βοείαν φερομένην ἰδὼν ἠρώτησε· « Τίς καλῇ ; » Τῆς δὲ εἰπούσης· « Σκληρὰ καλοῦμαι, » ἐπικαχλάσας τῷ ῥεύματι εἶπεν· « Ἄλλο τι ζητεῖ καλεῖσθαι· ἐγὼ γὰρ ἤδη ἁπαλήν σε ποιήσω. » Ὅτι τολμηρὸν ἄνδρα καὶ αὐθάδη πολλάκις εἰς γῆν κατήγαγε συμφορὰ βίου.

298. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 24 » p. 11

Ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαϐὼν αὐλοὺς καὶ τὰ δίκτυα, παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προϐλῆτος πέτρας, τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξαλεῖσθαι πρὸς αὐτὸν. Ὡς δὲ, αὐτοῦ ἐπὶ πολὺ διατεινομένου, οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίϐληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν.

299. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 28 » p. 25

Καὶ δή ποτε τίκτειν μέλλουσα παραγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπὶ θαλάττῃ ἐνταῦθα ἐνεοττοποιεῖτο. Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, συνέϐη τὴν θάλασσαν ὑπὸ λαϐροῦ πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. Καὶ ἡ ἁλκύων ἐπανελθοῦσα, ὡς ἔγνω τὸ γεγονός, εἶπεν· « Ἀλλ’ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα. » Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσιν πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

300. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 99 » pp. 302-302

Chambry 99 Chambry 99.1 Δρύες καὶ Ζεὺς — Les chênes et Zeus. […] Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ.

301. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 119 » pp. 109-109

Chambry 119 Chambry 119.1 Ζεὺς καὶ αἰσχύνη — Zeus et la pudeur. […] Ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἠναξιοπάθει. […] Διὸ καὶ μὴ ἔχων πόθεν [ἂν] αὐτὴν εἰσαγάγῃ, διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν.

302. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 214 » pp. 146-146

Chambry 214 Chambry 214.1 Λέων <μῦν φοϐηθεὶς> καὶ ἀλώπηξ — Le lion qui a peur d’une souris et le renard. […] Ὁ δὲ ἀνεπήδησε καὶ ἐθυμώθη. […] Ὁ δὲ ἔφη· « Οὐ τὸν μῦν δέδοικα, ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνακόπτω. » Ὁτι τῇ κακῇ συνηθείᾳ οὐ δεῖ παρέχειν ἄδειαν· νομὴν γὰρ λαϐοῦσα λύπην ἐσχάτην ποιεῖ.

303. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 311 » pp. 205-205

Chambry 311 Chambry 311.1 Πλούσιος καὶ θρηνῳδοί - Le riche et les pleureuses. […] Τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα· « Ἄθλιαι ἡμεῖς, εἴγε αὐταί, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτω σφόδρα κόπτονται καὶ κλαίουσιν, » ἐκείνη ὑποτοχοῦσα εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε, τέκνον, εἰ οὕτως οἰκτρῶς αὗται θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι καὶ ἀλλοτρίας συμφορὰς ἐργολαϐεῖν.

304. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 348 » pp. 227-227

Chambry 348 Chambry 348.1 Χελιδὼν καὶ δράκων — L’hirondelle et le dragon. […] Ἡ δὲ ἐπανελθοῦσα καὶ τὴν καλιὰν κενὴν εὑροῦσα ὑπερπαθῶς ἔστενεν. Ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν πειρωμένης καὶ λεγούσης <ὅτι> οὐ μόνον αὐτὴν τέκνα ἀποϐαλεῖν συμϐέϐηκεν, ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι ἐν ᾧ οἱ ἀδικούμενοι βοηθείας τυγχάνουσιν. » Ὁ λόγος δηλοῖ ὅτι πολλάκις χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραί, ὅταν ὑφ’ ὧν ἥκιστα προσεδόκησαν ὑφίστωνται.

305. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 182 » p. 253

Chambry 182 Κύων καὶ κόχλος — Le chien et le coquillage. […] Βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνώμενος ἔλεγε· « Δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα περιφερῆ ὠὰ πεπίστευκα. » Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι οἱ ἀδικάστως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις.

306. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 223 » p. 261

Chambry 223 Λύκος καὶ ἀρνίον <εἰς ἱερὸν καταφυγόν> – Le loup et le jeune agneau réfugié dans un temple. […] Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεύς, εἰ καταλάϐῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· « Ἀλλ’ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ σοῦ διαφθαρῆναι. » Ὁ λόγος δηλοῖ ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.

307. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 316 » p. 366

Chambry 316 Ποιμὴν καὶ λύκου σκύμνος — Le berger et le louveteau. […] Ὁ λύκος δὲ διδαχθεὶς ἔφη· « Ὅρα μή πως σὺ ἐθίσας με ἁρπάζειν πολλὰ τῶν σεαυτοῦ προϐάτων ζητήσῃς. » Ὅτι οἱ τῇ φύσει δεινοὶ ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες τοὺς διδάξαντας πολλάκις ἔϐλαψαν.

308. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 56 » pp. 29-29

Chambry 56 Chambry 56.1 Ἀνθρακεὺς καὶ γναφεύς — Le charbonnier et le foulon. Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. […] Ἀνθρακεὺς ἐπί τινος οἰκῶν οἰκίας ἠξίου καὶ κναφέα παραγενόμενον αὐτῷ συνοικῆσαι.

309. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 75 » pp. 48-48

Chambry 75 Chambry 75.1 Βωταλὶς καὶ νυκτερίς — Le serin et la chauve-souris. […] Νυκτερὶς δὲ ἐξήκουσε αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἐπυνθάνετο ἀπ’ αὐτῆς τὴν αἰτίαν δι’ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. […] Τῆς δὲ μὴ μάτην τοῦτο ποιεῖν λεγούσης· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, καὶ διὰ τοῦτο ἀπ’ ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· « Ἀλλ’ οὐ νῦν σε φυλάττεσθαι δεῖ, ὅτε μηδὲν ὄφελος, ἀλλὰ πρὶν ἢ συλληφθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασιν ἀνόνητος ἡ μετάνοια.

310. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 117 » p. 93

Chambry 117 Ἔχις καὶ ῥίνη — La vipère et la lime. Ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαϐὼν δὲ παρ’ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ.

311. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 161 » p. 126

Chambry 161 Κολοιὸς καὶ ἀλώπηξ — Le choucas et le renard. […] Ἀλώπηξ δὲ θεασαμένη αὐτον ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρ’ αὐτοῦ μαθοῦσα ἔφη · « Ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς. » [Πρὸς ἄνδρα φιλόνεικον.]

312. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 287 » p. 192

Chambry 287 Ὄρνις καὶ χελιδών — La poule et l’hirondelle. Ὄρνις ὄφεως ὠὰ εὑροῦσα, ταῦτα ἐπιμελῶς ἐθέρμαινε καὶ μετὰ τὸ θερμᾶναι ἐξεκόλαψε.

313. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 328 » pp. 224-224

Chambry 328 Chambry 328.1 Σῦς ἄγριος καὶ ἀλώπηξ — Le sanglier et le renard. […] Chambry 328.2 Aliter — Ὗς ἄγριος καὶ ἀλώπήξ. […] Chambry 328.3 Aliter — Μόνιος καὶ ἀλώπηξ.

314. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 54 » p. 37

Καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· « Οὐκ οἶδα πότερον λύκου ἐστὶν ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζῴου γέννημα· τοῦτο μέντοι σαφῶς ἐπίσταμαι ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῷον προϐάτων ποίμνῃ συνιέναι. » Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται.

315. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 112 » p. 103

Chambry 112 Ἑρμῆς καὶ τεχνῖται — Hermès et les artisans. […] Ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχει.

316. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 339 » pp. 374-374

Chambry 339 Chambry 339.1 Τράγος καὶ ἄμπελος — Le bouc et la vigne. […] Τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος· « Τί με βλάπτεις ; μὴ γὰρ οὐκ ἐστι χλόη ; Ὅμως ὅσον σοῦ θυομένου οἶνον χρῄζουσιν, ἐγὼ παρέξω. » Τοὺς ἀχαρίστους καὶ βουλομένους τοὺς φίλους πλεονεκτεῖν ὁ μῦθος ἐλέγχει.

317. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 149 » p. 195

Ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοϐηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. […] Αἰσθόμενοι δὲ κατὰ μικρὸν ὡς χολὴν τὸ ζῷον οὐκ ἔχει, εἰς τοῦτο καταφρονήσεως ἦλθον ὥστε καὶ χαλινὸν αὐτῇ περιθέντες παισὶν ἐλαύνειν αὐτὴν ἔδωκαν.

318. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 193 » p. 333

Chambry 193 Λαγωὸς καὶ ἀλώπηξ — Le lièvre et le renard. Ὁ λαγωὸς τῇ ἀλώπεκι· « Ὄντως πολλὰ κερδαίνεις ἢ ἔχεις ὅτι ὄνομά σοι κερδώ ἐστιν ; » Ἡ δὲ ἀλώπηξ· « Εἰ ἀπιστεῖς, ἔφη, δεῦρο· ἐγὼ ἑστιῶ σε. » Ὁ δὲ ἠκολούθει καὶ ἦν ἔνδον οὐδὲν ἢ ὁ λαγωὸς δεῖπνος τῇ ἀλώπεκι.

319. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 123 » pp. 221-221

Chambry 123 Chambry 123.1 Ζεὺς καὶ ὄφις — Zeus et le serpent. […] Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· « Τῶν ἄλλων ἁπάντων καὶ ἐκ ποδῶν δῶρα δέχομαι· ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμϐάνω. » Ὁ λόγος δηλοῖ ὅτι πάντων τῶν πονηρῶν αἱ χάριτες φοϐεραί.

320. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 127 » pp. 313-313

Ὁ Ζεὺς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ἐν ὀστράκοις τὸν Ἑρμῆν ὥρισε γράφειν, καὶ εἰς κιϐώτιον ἀποτιθέναι πλησίον αὐτοῦ, ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. […] Ὅτι οὐ χρὴ θαυμάζειν διὰ τοὺς ἀδίκους καὶ πονηροὺς ὅτι τάχιον οὐκ ἀπολαμϐάνουσιν ὑπὲρ τῶν ἀδικιῶν αὐτῶν.

321. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 131 » p. 111

Chambry 131 Ἡρακλῆς καὶ Πλοῦτος — Héraclès et Plutus. Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο.

322. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 303 » pp. 202-202

Chambry 303 Chambry 303.1 Περιστερὰ καὶ κορώνη — La colombe et la corneille. […] Κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη· « Ἀλλ’, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη· ὅσῳ γὰρ ἂν πλέονα τέκνα σχῇς, τοσούτῳ περισσοτέρας δουλείας στενάξεις. » Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν.

323. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 335 » p. 241

Chambry 335 Τέττιξ καὶ ἀλώπηξ — La cigale et le renard. […] Ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν, καὶ παρεκάλει καταϐῆναι, λέγουσα ὅτι ἐπιθυμεῖ θεάσασθαι πηλίκον ζῷον τηλικαύτην φωνὴν φθέγγεται.

324. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 340 » pp. 243-243

Τὰς ὑαίνας φασὶ παρ’ ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν καὶ ποτὲ μὲν ἄρρενας γίνεσθαι, ποτὲ δὲ θηλείας. […] Ὕαιναν λέγουσι διττὴν εἶναι φύσει· χρόνῳ γὰρ αὐτή, φασίν, ἄρρην τυγχάνει καὶ μετὰ χρόνον θήλεια.

325. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 358 » p. 272

Chambry 358 Ψύλλα καὶ ἄνθρωπος — La puce et l’homme. […] Καὶ δὴ συλλαϐών· « Τίς εἶ σύ, ἀνεϐόα, ὅτι πάντα μου μέλη κατεϐοσκήσω εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων ; » Ἡ δὲ ἐϐόα· « Οὕτως ζῶμεν, μὴ κτείνῃς· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι. » Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· « Ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα οὐδ’ ὅλως πρέπει καθόλου που φυῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.

326. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 226 » p. 154

Chambry 226 Λύκος καὶ ἵππος — Le loup et le cheval. […] Ἵππῳ δὲ συντυχών, τοῦτον ἐπὶ τὴν ἄρουραν ἐπήγαγε λέγων ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπεὶ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει.

327. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 7 » pp. 276-276

Τοῦτον δέ τις ἔϐαλε τοξεύσας, καὶ τὸ μὲν βέλος ἔσω εἰσῆλθεν· ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. […] Στραφεὶς δέ, ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν, ἔφη· « Οὐ τοσοῦτον τὸν πέμψαντά σε μέμφομαι ὅσον τὰ ἐξ ἐμοῦ φυέντα πτερά. » Ὅτι τοῦτον κρεῖσσον λύπη καθέστηκεν, ὅταν τις ὑπὸ τῶν ἰδίων συγγενῶν πάθος κακὸν ὅσον τῶν ἀλλοτρίων καὶ ξένων.

328. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 165 » p. 131

Κολοιόν τις συλλαϐὼν καὶ δήσας αὐτοῦ τὸν πόδα λινῷ κάλῳ τῷ ἑαυτοῦ παιδὶ ἔδωκεν. […] Περιειληθέντος δὲ τοῦ δέσμου τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ περιπεσόντες.

329. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 167 » pp. 323-323

Chambry 167 Chambry 167.1 Κόραξ καὶ Ἑρμῆς — Le corbeau et Hermès. […] Ὁ δὲ πρὸς αὐτὸν ἔφη· « Ὦ κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερόν σου δεσπότην ἠρνήσω καὶ ἠδίκησας ; » Ὅτι οἱ πρὸς τοὺς εὐεργέτας ἀγνώμονες γενόμενοι ἐν περιστάσει ἐμπεσόντες οὐχ ἕξουσι βοηθούς.

330. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 188 » pp. 132-132

Chambry 188 Chambry 188.1 Κύων <λέοντα διώκων> καὶ ἀλώπηξ — Le chien qui poursuit un lion et le renard. […] Λέων δὲ στραφεὶς καὶ βρυχησάμενός γε ᾤχετο φυγὰς τρομάξας εἰς τοὐπίσω.

331. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 267 » pp. 182-182

Τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος ὑπολαϐὼν ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτό τε καὶ οὐκέτι περαιτέρω προϊέναι ἐϐούλετο. Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· « Ὦ κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ’ ἀνθρώπων προσκυνεῖσθαι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσιν.

332. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 104 » pp. 77-77

Chambry 104 Chambry 104.1 Ἔλαφος καὶ ἄμπελος — La biche et la vigne. […] Εἷς δέ τις τῶν κυνηγῶν στραφεὶς καὶ θεασάμενος, ὃ εἶχεν ἀκόντιον βαλών, ἔτρωσεν αὐτήν.

333. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 184 » pp. 254-254

Chambry 184 Chambry 184.1 Κύων καὶ μάγειρος — Le chien et le boucher. […] Κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ, τοῦ μαγείρου ἀσχολουμένου, καρδίαν ἁρπάσας, ἔφυγεν.

334. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 236 » pp. 72-72

Εἰς μελισσουργοῦ τις εἰσελθών, ἐκείνου ἀπόντος, τό τε μέλι καὶ τὰ κηρία ὑφείλετο. […] Αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, ὡς κατέλαϐον αὐτόν, τοῖς κέντροις ἔπαιον καὶ τὰ χείριστα διετίθουν.

335. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 259 » pp. 177-177

Chambry 259 Chambry 259.1 Ὁδοιπόροι καὶ φρύγανα — Les voyageurs et les broussailles. […] Ἐγγὺς δὲ παντελῶς ἐξενεχθέντα αὐτὰ ἰδόντες φρύγανα ὄντα, ἔφασαν πρὸς ἀλλήλους· « Τὸ μηδὲν ὂν ἡμεῖς μάτην προσεδεχόμεθα. » Οὑτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπροόπτου δοκοῦντες φοϐεροὶ εἶναι, ὅταν εἰς διάπειραν ἔλθωσιν, εὑρίσκονται οὐδενὸς ἄξιοι.

336. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 97 » p. 248

Chambry 97 Διογένης καὶ φαλακρός — Diogène et le chauve.

337. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 337 » p. 270

Chambry 337 Τοῖχος καὶ πάλος — La muraille et la cheville.

338. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 114 » p. 310

Chambry 114 Εὔνουχος καὶ ἱερεύς — L’eunuque et le sacrificateur.

339. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 202 » pp. 141-141

Chambry 202 Chambry 202.1 Λέων καὶ βάτραχος — Le lion et la grenouille. […] Ὡς γοῦν ἐθεάσατο μικρόν γε τοῦτο ἔξω που ἱστάμενον μακρὰν τῆς λίμνης, τὸν βάτραχον ἔφθειρεν εἰπὼν καὶ λόγον· « Τὸν ἐχέφρονα μηδεὶς ταράττῃ λόγος, ἀλλ’ ἀνδρεία, φρόνησις, βουλὴ καλλίστη στερρώτερον αὐτοῦ νοῦν ἀπεργαζέσθων. » Ὁ λόγος πρὸς ἄνδρας γλωσσώδεις, μηδὲν δὲ πλέον τοῦ λαλεῖν δυναμένους· οὗτοι γλῶσσαν μὲν οὖν ἔχουσι, ἰσχὺν δ’ οὐδ’ ὅλως.

340. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 33 » p. 268

Chambry 33 Ἀλώπηξ καὶ δράκων — Le renard et le dragon.

341. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 227 » p. 346

Chambry 227 Λύκος καὶ κύων — Le loup et le chien.

342. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 292 » p. 198

Chambry 292 Ὄφις πατούμενος καὶ Ζεύς — Le serpent foulé aux pieds.

343. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 341 » p. 242

Chambry 341 Ὕαινα καὶ ἀλώπηξ — L’hyène et le renard.

344. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 121 » p. 108

Chambry 121 Ζεὺς καὶ ἄνθρωποι — Zeus et les hommes.

345. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 132 » p. 110

Ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος, ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· « Ἀλλ’, ὦ οὗτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων· ἐὰν γὰρ πάντα ἀναλώσας πένης γένῃ, ἐμὲ αἰτιάσῃ. » Οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀϐουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.

346. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 220 » p. 260

Chambry 220 Λύκος <διὰ τὴν ἑαυτοῦ σκιὰν γαυρωθεὶς> καὶ λέων — Le loup fier de son ombre et le lion.

347. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 1 » p. 274

Chambry 1 Ἀγαθὰ καὶ κακά — Les Biens et les Maux.

348. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 304 » pp. 266-266

Προμηθεὺς πλάσας ποτὲ ἀνθρώπους δύο πήρας ἐξ αὐτῶν ἀπεκρέμασε, τὴν μὲν ἀλλοτρίων κακῶν, τὴν δὲ ἰδίων, καὶ τὴν μὲν τῶν ὀθνείων ἔμπροσθεν ἔταξε, τὴν δὲ ἑτέραν ὄπισθεν ἀπήρτησεν.

349. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 126 » pp. 106-106

Chambry 126 Chambry 126.1 Ζεὺς καὶ χελώνη — Zeus et la tortue.

350. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 175 » p. 233

Καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ καὶ ἀκούσας ὅτι εὐμελέστατόν ἐστι ζῷον, ἠγόρασε.

351. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 89 » pp. 55-55

Chambry 89 Chambry 89.1 Γυνὴ καὶ θεράπαιναι — La femme et ses servantes.

/ 351