/ 221
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 49 » pp. 95-95

Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς οἰκείους λίαν τὸ ἦθος ἀργαλέαν ἠϐουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. […] Τῆς δὲ εἰπούσης· « Οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεϐλέποντο, » ἔφη πρὸς αὐτήν· « Ἀλλ’ ὦ γύναι, εἰ τούτοις ἀπήχθου οἱ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριϐες ; » Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται. […] Chambry 49.2 Aliter — Autre version Ἔχων τις γυναῖκα πρὸς τοὺς κατ’ οἶκον ἅπαντας ἀπεχθῶς ἔχουσαν, ἠϐουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας οὕτω διάκειται. Διὸ δὴ καὶ μετ’ εὐλόγου προφάσεως πρὸς τὸν αὐτῆς αὐτὴν ἀποστέλλει πατέρα. Μετὰ δ’ ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς, ἐπυνθάνετο πῶς πρὸς τοὺς ἐκεῖ διεγένετο.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 181 » pp. 252-252

Ἀλώπηξ δὲ τούτου ἀκούσασα καὶ βουλομένη αὐτὸν καταθοινήσασθαι, ἐλθοῦσα καὶ στᾶσα κάτωθεν τοῦ δένδρου ἐϐόα πρὸς αὐτόν· « Ἀγαθὸν ὄρνεον εἶ καὶ χρηστὸν τοῖς ἀνθρώποις· κατάϐηθι δὲ ὅπως ᾄσωμεν τὰς νυκτερινὰς ᾠδὰς καὶ συνευφρανθῶμεν ἀμφότεροι. » Ὁ δὲ ἀλέκτωρ ὑπολαϐὼν ἔφη αὐτῇ· « Ἄπελθε, φίλε, κάτωθεν πρὸς τὴν ῥίζαν τοῦ δένδρου καὶ φώνησον τὸν παραμονάριον, ὅπως κρούσῃ τὸ ξύλον. » Τῆς δὲ ἀλώπεκος ἀπελθούσης τοῦ φωνῆσαι αὐτόν, ὁ κύων ἄφνω πηδήσας καὶ τὴν ἀλώπεκα δραξάμενος, διεσπάραξεν αὐτήν. Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὁπόταν τι κακὸν αὐτοῖς ἐπέλθῃ, ῥᾴδίως πρὸς αὐτὸ ἀντιπαρατάσσονται. […] Ἑσπέρας δὲ καταλαϐούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναϐάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος. Τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. […] Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι.

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 138 » pp. 115-115

Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔϐλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. […] Ὁ δὲ λιποψυχῶν ἔφη πρὸς ἑαυτόν· « Ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον. » Οὕτως οἱ τοῖς πέλας ἐπιϐουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες. […] Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔϐλεπεν πρὸς τὸν ἀέρα. Καὶ δὴ πρὸς τοὺς πόδας αὐτοῦ ἀσπὶς κοιμωμένη εὑρεθεῖσα, ἐπάτησεν αὐτήν. […] Ἰδὼν δὲ κίχλαν ἐφ’ ὑψηλοῦ δένδρου καθεζομένην καὶ τοὺς καλάμους ἀλλήλοις ἐπὶ μῆκος συνάψας, ἄνω πρὸς αὐτὴν συλλαϐεῖν βουλόμενος ἐφεώρα.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 202 » pp. 141-141

Λέων ἀκούσας βατράχου κεκραγότος ἐπεστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. […] Λέων ἀκούσας βατράχου μέγα κεκραγότος, ἐστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. […] Λέων ἀκούσας ποτὲ βατράχου μέγα βοῶντος, ἐπεστράφη πρὸς τὴν φωνήν, οἰόμενος μέγα τι ζῷον εἶναι. […] Βατράχου μέγα κεκραγότος, ἐστράφη πρὸς τὴν φωνὴν ὁ λέων, οἰόμενος μέγα τι ζῷον εἶναι. Προσμείνας δὲ μικρόν, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἐξίοντα, προσελθὼν κατεπάτησεν αὐτὸν εἰπών· « Μηδεὶς πρὸ τοῦ ἰδεῖν ταραττέσθω. » Ὁ μῦθος οὗτος πρὸς ἄνδρας γλωσσώδεις οἵτινες οὐδὲν πλέον τοῦ λαλεῖν δύνανται.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 326 » pp. 370-370

Ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων, ὅστις κρατηθεὶς ἐϐόα τοῖς παροῦσι· « Μὴ κτείνετέ με εἰκῆ καὶ μάτην, ἄνδρες, ἐπείπερ ἐγὼ οὐκ ἔκτεινα οὐδένα· πλὴν γὰρ τούτου τοῦ χαλκοῦ οὐ κτῶμαι ἄλλο. » Οἱ δὲ πρὸς αὐτὸν ταῦτα οὕτως ἐϐόων· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ ἄρτι, ὅτι μηδὲν δυνάμενος ἐν πολέμῳ τοῖς πᾶσι κράζεις πρὸς μάχην ἐπεγείρων. » Ὁ μῦθος δηλοῖ ὅτι πλεῖστον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιῆσαι. […] Ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων, ὅστις κρατηθεὶς ἐϐόα τοῖς ἐναντίοις· « Ὦ ἄνδρες, μὴ κτείνετέ με, ἐπεὶ κἀγὼ οὐδένα ἔκτεινα· πλὴν γὰρ τούτου τοῦ χαλκοῦ δι’ οὗ αὐλῶ, ἕτερον οὐ πράττω. » Οἱ δὲ πρὸς αὐτὸν ἐϐόων· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν, τοὺς νέους κράζων πρὸς μάχην ἐξήγειρας. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ δυνάστας ἐπεγείροντες εἰς μάχην. […] Κρατηθεὶς δὲ ὑπὸ τῶν ἐναντίων ἐϐόα· « Ἄνδρες, μὴ κτείνετέ με· οὐδένα γὰρ ἐγὼ ἔκτεινα, οὐδ’ ἐπίσταμαί τι ἄλλο ἢ χρῆσθαι τῇ σάλπιγγι. » Οἱ δὲ πρὸς αὐτὸν εἶπον· « Τούτου ἕνεκα μάλιστα ἄξιος ὑπάρχεις ἀποθανεῖν, ὅτι μὴ δυνάμενος αὐτὸς πολεμεῖν, τοὺς ἄλλους ἐγείρεις εἰς πόλεμον. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσι οἱ τοὺς κακοὺς καὶ δυνάστας ἐγείροντες εἰς τὸ κακοποιεῖν. […] Σαλπιγκτὴς στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων ἐϐόα· « Μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην· οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι. » Οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν τοὺς πάντας πρὸς μάχην ἐγείρεις. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 300 » pp. 94-94

Ἔχων τις δύο θυγατέρας, τὴν μὲν κηπουρῷ ἐξέδωκε πρὸς γάμον, τὴν δὲ ἑτέραν κεραμεῖ. […] Τῆς δὲ εἰπούσης πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμὼν γένηται καὶ ὄμϐρος, ἵνα τὰ λάχανα ἀρδευθῇ, μετ’ οὐ πολὺ παρεγένετο πρὸς τὴν τοῦ κεραμέως καὶ αὐτῆς ἐπυνθάνετο πῶς ἔχοι. […] Ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην, τά τε ἄλλα ὡμίλει, καὶ πῶς ἔχοι διηρώτα. Ἡ δέ· « Τὰ μὲν ἄλλα, μῆτερ, ἔφη, καλῶς· εὔχου δ’ ὑετῶν ἡμῖν γενέσθαι φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο. » Ἐκεῖθεν δ’ ἐξελθοῦσα καὶ πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. Τοῖς δ’ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· « Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ’ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. » Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· « Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί. » Ὁ μῦθος <ὅτι> οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω].

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 106 » pp. 75-75

Ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγένετο εἴς τινα αἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο, τὸν μὲν ὁλόκληρον πρὸς τὴν γῆν ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον πρὸς τὴν θάλασσαν· ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον. […] Καὶ ἐπειδὴ ἐλιποψύχει, εἶπε πρὸς αὑτήν· « Ἀλλ’ ἐγὼ ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν ἐφ’ ἣν κατέφυγον. » Οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκεται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπισφαλῆ. […] Ἔλαφος τὸν ἕτερον πεπηρωμένη τῶν ὀφθαλμῶν ἐπ’ ἠϊόνος ἐνέμετο, τὸν μὲν ὑγιᾶ τῶν ὀφθαλμῶν πρὸς τὴν ξηρὰν διὰ τοὺς κυνηγετοῦντας ἔχουσα, τὸν δὲ λοιπὸν πρὸς θάλατταν, ὅθεν οὐδὲν ὑπώπτευε.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 111 » pp. 89-89

Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ, ἧκε πρὸς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ ἐπεξενώθη παρ’ αὐτῷ. […] Τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ δευτέρου ἰδὼν κορώνην ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. Ὁ δὲ ὑποτυχὼν ἔφη· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὅτι, ἂν σὺ θέλῃς, τοῦς ἐμαυτοῦ βόας ἀπολήψομαι. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην. […] Τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς εἶναι τοῦτον, ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν, καὶ τῷ μάντει φράζει. Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολήψομαι βοῦς. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 192 » pp. 138-138

Εἷς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς αὐτούς· « Ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοῦ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῷα. » Οὕτω καὶ τοῖς ἀνθρώποις αἱ τῶν ἄλλων συμφοραὶ τῶν ἰδίων δυστυχημάτων παραμυθίαι γίνονται. […] Βέλτιον οὖν ἦν ἑαυτοὺς θανατῶσαι καὶ μὴ κακίστῳ ζῆν οὕτως ἐν <τῷ> φόϐῳ. » Ταῦτα δὲ αὐτῶν πρὸς ἀλλήλους εἰπόντων, ἀπεκίνησαν πρὸς λίμνην πεπτωκέναι. […] Γένος γὰρ κυνῶν, ἀνθρώπων καὶ ὀρνέων καὶ πᾶν τὸ κατὰ γαῖαν ἡμᾶς ἐκθλίϐει. » Ταῦτα δὲ αὐτοὶ εἰπόντες πρὸς ἀλλήλους ἀπεκίνησαν εἰς λίμνην πεπτωκέναι. […] Οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας πλέως· καὶ γὰρ καὶ ὑπ’ ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται· βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ ἢ διὰ βίου τρέμειν. […] Εἷς δέ τις γέρων λαγωὸς ἔφη πρὸς τοὺς ἑτέρους· « Στῆτε, φίλοι, καὶ μὴ ἑαυτοὺς ἀποπνίξωμεν· εἰσὶ γὰρ καὶ ἄλλα ζῷα, ὡς ὁρᾶτε, δειλότερα ἡμῶν. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἑαυτὸν ἀπογινώσκειν δι’ εὐτέλειαν σώματος ἢ πλούτου, ἀλλὰ πανηγορεῖν ἑαυτόν.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 144 » p. 269

Οὔπω χαλινὸν ἵππος ᾔδει, οὐδὲ νῶτον ἀνθρώπῳ παρεῖχε πρὸς καθέδραν. […] Διὰ τοῦτο ὁ μῶρος ἵππος πρὸς ἄμυναν τοῦ ἠδικηκότος συὸς διεγερθεὶς φιλίαν ἐσπείσατο μετὰ ἀνδρὸς ποικίλου, βοηθεῖν δὲ ἔλεγεν αὐτῷ καὶ ἐκδικεῖν κατὰ τοῦ βλάπτοντος ἐχθροῦ. […] Ὅτι θυμὸς οἶδεν δουλῶσαι καὶ ταπεινῶσαι ἄνδρα γενναῖον καὶ πρὸς ἄμυναν [γενέσθαι] τοῦ ἀδικηκότος <ὡρμημένον>.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 330 » pp. 215-215

Σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἧκον πρὸς γεωργὸν καὶ παρὰ τούτου ποτὸν ᾔτουν ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος, οἱ μὲν πέρδικες περισκάψειν τὰς ἀμπέλους καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν, οἱ δὲ κύκλῳ περιστάντες τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι. […] Σφῆκές ποτε καὶ πέρδικες δίψει συνεχόμενοι ἧκον πρὸς γεωργὸν καὶ παρ’ αὐτοῦ ποτὸν ᾖτουν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος χάριν αὐτῷ ποιῆσαι. […] Κἀκεῖνος ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἔμοιγέ εἰσι δύο βόες, οἵτινές μοι μηδὲν κατεπαγγελλόμενοι πάντα ποιοῦσιν, οἷς ἄμεινόν ἐστιν ἢ ὑμῖν ποτὸν παρέχειν. » Οὗτος ὁ λόγος πρὸς ἄνδρα ἀχάριστον. […] Σφῆκες καὶ πέρδικες δίψῃ συνεχόμενοι πρὸς γεωργὸν ἦλθον παρ’ αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες σκάπτειν τὰς ἀμπέλους, οἱ δὲ σφῆκες κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοϐεῖν τοὺς κλέπτας. Ὁ δὲ γεωργὸς ἔφη· « Ἀλλ’ ἔμοιγέ εἰσι δύο βόες, οἳ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἄμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι ἤπερ ὑμῖν. » Ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 235 » pp. 163-163

Μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος ἧκον πρὸς τὸν Δία καὶ τούτου ἐδέοντο ὅπως αὐταῖς ἰσχὺν παράσχηται παιούσαις τοῖς κέντροις τοὺς προσιόντας τοῖς κηρίοις ἀναιρεῖν. […] Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἄνδρας βασκάνους οἳ καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσιν. […] Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· « Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. » Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· « Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ ἄν τις ἥκῃ λαϐεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκϐληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα. […] Ἡ δέ· « Δός, ἔφη, τῇ σῇ θεραπαινίδι κέντρον πρὸς ἄμυναν τῶν πόνων μου καὶ εἰς φυλακήν μου. » Ἀπορήσας δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τῶν ἀνθρώπων τὸ γένος, ἔφη τῇ μελίσσῃ· « Οὐχ ὡς ᾔτησας γενήσεται, ἀλλ’ ἐάν τις τῶν ἀνθρώπων ἥκῃ λαϐεῖν μέλι, σὺ δὲ βούλῃ αὐτὸν ἀμύνασθαι, ἔχε τὸ κέντρον· πλὴν ἴσθι ὅτι, εἰ πλήξεις ἄνθρωπον, ἐμϐληθέντος τοῦ κέντρου, παρευθὺς ἀποθνήξῃ· ζωὴ γάρ σοι ἐντυγχάνει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσιν μηδεὶς κατὰ τῶν ἐχθρῶν ζητείτω κακόν.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 261 » pp. 178-178

Ἐκτινάξας δέ, ὡς εὗρε τὰ ἐνόντα, ταῦτα καταφαγὼν καὶ λαϐὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ διανενέμημαι. » Πρὸς ἄνδρα φιλάργυρον διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον ὁ λόγος εὔκαιρος. […] Καταφαγὼν δὲ ταῦτα καὶ λαϐὼν τῶν ἀμυγδάλων τὰ λέπη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ἐπί τινος βωμοῦ ἔθηκεν εἰπών· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ ἀνέθηκα. » Ὁ λόγος πρὸς ἄνδρα φιλάργυρον, τὸν καὶ θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον. […] Περιτυχὼν δὲ πήρᾳ μεστῇ φοινίκων καὶ ἀμυγδάλων, καὶ ταύτην ἀνελόμενος, ἐκείνους μὲν ἔφαγε, τὰ δὲ τῶν φοινίκων ὀστᾶ καὶ τὰ τῶν ἀμυγδάλων κελύφη ἐπί τινος ἀνέθηκε βωμοῦ, φήσας· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· τοῦ γὰρ εὑρεθέντος τὰ ἐκτὸς καὶ ἐντὸς πρὸς σὲ διανενέμημαι. » Ὁ μῦθος πρὸς ἄνδρα φιλάργυρον καὶ τοὺς θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον. […] Ὁδὸν ἀπιὼν ὁδοιπόρος γε πάλαι εὑρεῖν αἰτεῖ τῷ Διὶ καθ’ ὁδὸν δῶρον, καί, εἰ εὕροι ἕν, ἀναθήσειν τὸ πλέον βωμῷ τῷ τούτου πρὸς καθαρὰν θυσίαν.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 243 » pp. 112-112

Ὁ δὲ τότε μὲν ἡσύχαζεν· ὕστερον δέ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμϐρου ἐκλυθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαϐεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καὶ ἐμὲ ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Οὕτως οἱ παρὰ τὰς εὐθηνείας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταϐολὰς τὰ μέγιστα δυστυχοῦσιν. […] Χειμῶνος δὲ γενομένου καὶ τῆς κόπρου ὑπὸ τῶν ὑδάτων κατακλυσθείσης, ὁ κάνθαρος λιμώττων ἧκε πρὸς τὸν μύρμηκα τροφῆς μεταλαϐεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις ὅτε με μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Ὁ μῦθος διδάσκει μὴ ἀμελεῖν ἡμᾶς ἐπὶ τῇ τῶν ἀναγκαίων φροντίδι, ἀλλὰ καιρῷ εὐθέτῳ τὰ πρὸς σωτηρίαν μεριμνᾶν.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 210 » pp. 149-149

Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. […] Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. […] Καὶ ὁ λέων πρὸς αὐτήν· « Τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν ; » Ἡ δ’ εἶπεν· « Ἡ τοῦ ὄνου συμφορά. » Ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα. […] Λέων, ἀλώπηξ καὶ ὄνος, οἱ τρεῖς ἅμα, ἐξῆλθον ὅμου πρὸς θήραν τοῦ θηρεῦσαι. […] Ὁ δὲ λέων ἔφησε πρὸς ταύτην οὕτως· « Τίς σ’ ἐδίδαξε μερίζειν οὕτως, φίλη ; » « Ἡ συμφορὰ τοῦ ὄνου τοῦ μακαρίτου. » Ὁ λόγος δηλοῖ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις τυγχάνουσι τὰ τῶν πέλας δυστυχήματα.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 171 » pp. 125-125

Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν. […] Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, ὑποτυχών τις ἔφη· « Ἀπίωμεν, ὦ οὗτοι· κορώνη γάρ ἐστιν, ἥτις κέκραγε καὶ οἰωνισμὸν οὐκ ἔχει. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἁμιλλώμενοι, πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι.

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 185 » pp. 134-134

Ὁ δὲ αὐτοῦ ἐδεήθη πρὸς τὸ παρὸν μεθεῖναι αὐτόν, λέγων· « Νῦν μὲν λεπτός εἰμι καὶ ἰσχνός· μέλλουσι δέ μου οἱ δεσπόται γάμους ἄγειν· ἐὰν οὖν ἀφῇς με νῦν, ὕστερον λιπαρώτερον καταθοινήσῃ με. » Ὁ δὲ πεισθεὶς τότε μὲν ἀπέλυσε· μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθών, ὡς ἐθεάσατο αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον, ἐκάλει πρὸς αὑτὸν, ὑπομιμνῄσκων τῶν ὁμολογιῶν. […] Λύκου δ’ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. « Νῦν μὲν γάρ, φησί, λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι. » Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ’ ἡμέρας δ’ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. […] Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως· « Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ· πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι· ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν, καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν. » Ὁ δ’ αἱμοϐόρος καὶ μωρὸς ὄντως λύκος πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα. Αὖθις δὲ ἦλθεν ὁ λύκος μεθ’ ἡμέρας, ἀλλ’ οἴκοι κοιμώμενον εὗρε τὸν κύνα, καὶ κάτω σταθεὶς πρὸς αὐτὸν ἐπεϐόα· « Τὰς συνθήκας, ἔλεγε, ποιεῖ μοι, φίλε. » « Ἂν ἀπὸ τοῦ νῦν, ὁ κύων ἀντεφώνει, πρὸς ἔπαυλιν εὕδοντα ἐφεύρῃς, φίλε, μηδαμῶς ἀναμείνῃς δεσπότου γάμους. » Ὁ αὔριον ὄρνις τοῦ σήμερον κρεῖττον.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 63 » pp. 288-288

Ἡ δὲ ἀλώπηξ ἀκηκουῖα ταῦτα ἐμειδίασε καὶ πρὸς αὐτὴν ἐλάλει· « Εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ ζῶντας. » Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας. […] Ἄρκος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει· πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν· « Εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας. » Οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει. […] Ἄρκος ἐπὶ φιλανθρωπίᾳ ἐκόμπαζε, προϐαλλομένη τὸ μὴ νεκρὸν σῶμα ἐσθίειν· πρὸς ἣν ἀλώπηξ εἶπε· « Εἴθε νεκροὺς τοὺς ἀνθρώπους εἷλκες, καὶ μὴ ζῶντας. » Cod.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 164 » pp. 129-129

Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιούς· κἀκεῖνοι οὐ γνωρίζοντες αὐτὸν διὰ τὸ χρῶμα τῆς μετ’ αὐτῶν διαίτης ἀπεῖρξαν αὐτόν. […] Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν πολλάκις καὶ τὰ προσόντα ἀφαιρεῖται. […] Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆκε πρὸς τοὺς κολοιοὺς πάλιν. […] Ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν, ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 195 » pp. 257-257

Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· « Ἕνα, ἔφη, ἀλλὰ λέοντα. » Ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν. […] Ὁ δὲ <σκύμνος> πρὸς αὐτὴν οὕτως ἀντέφη· « Ἕνα μὲν σκύμνον ἡ <ἐμὴ> μήτηρ τίκτει, ἀλλὰ λέοντά <γε>, ὡς νῦν ἐμὲ βλέπεις. » Πρὸς τοὺς ὀλίγα πράττοντας, συνετῶς δέ. […] Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες· « Εἰπὲ δὲ καὶ σὺ τὸ πόσους παῖδας τίκτεις. » Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· « Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ. » Ὁ μῦθος δηλοῖ ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες. […] Λέαινα, πάντων τῶν τετραπόδων καυχωμένων εἰς παίδων πλῆθος, ἐπεὶ καὶ τῇ λεαίνῃ ἔφασκον βοῶντες· « Εἰπὲ καὶ σὺ τὸ πόσους τίκτεις παῖδας, » ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· « Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάντως. » Ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει διαπρέπων ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 239 » pp. 165-165

Σαλπίγγων δ’ ἄφνω φωνουσῶν, κελαδοῦντες ἐναπήρξαντο πολεμεῖν πρὸς [τὰς] γαλέας· οἳ κατὰ κράτος ἡττήθησαν εὐθέως. […] Ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως κρεῖττόν ἐστιν ἡ εὐτέλεια ὑπὲρ τὴν λαμπρότητα καὶ τὴν δόξαν τοῦ βίου. […] Γαλαῖ καὶ μύες πρὸς ἀλλήλους ἄσπονδον εἶχον μάχην. […] Ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως ἡ εὐτέλεια ὑπὲρ τὴν δόξαν καὶ τὴν λαμπρότητα τοῦ βίου κρείττων. […] Γαλαῖ καὶ μύες πρὸς ἀλλήλους ἄσπονδον μάχην ἐκέκτηντο.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 60 » pp. 35-35

Ἄνθρωπόν ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσασθαι. […] Κἀκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλ’ ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς. » Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις. […] Ἀνήρ τις πρὸς σάτυρον φιλίαν ποιήσασθαι λέγεται. […] Λέγει δὲ πάλιν πρὸς αὐτὸν ὁ σάτυρος· « Τί τοῦτο ποιεῖς ; » Λέγει αὐτῷ· « Καταψύχω τὸ ἔδεσμα, ἐπεὶ λίαν ἐστὶ ζεστόν. » Κἀκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀποστήσομαί σου ἐγὼ τῆς φιλίας, ἐπεὶ γὰρ οὕτως ποιεῖς· ἐκ τοῦ στόματός σου προσφέρεις ψυχρὸν καὶ θερμόν. » Τοιγαροῦν καὶ ἡμᾶς περιφεύγειν δεῖ ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις. […] Ἄνθρωπός τις πρὸς σάτυρον φιλίαν ποιησάμενος συνεσθίων ἦν αὐτῷ.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 135 » pp. 114-114

Ἰατρὸς ἐκκομιζομένῳ τινὶ τῶν οἰκείων ἐπακολουθῶν ἔλεγε πρὸς τοὺς προπέμποντας ὡς οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε. […] Ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἀπέθανε. » Τῶν δὲ παρόντων τις ὑπολαϐὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. » Τῶν δὲ παρόντων ὑπολαϐών τις ἔφη· « Ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Ἰατρὸς ὁρῶν ἄρρωστον ὑπὸ νόσου ἐπεμελεῖτο πρὸς ῥῶσιν τοῦ κειμένου. […] Ἀλλ’ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας· « Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ’ ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης. » Ὑπολαϐὼν δέ τις τῶν ἐκεῖ παρόντων· « Ὦ οὗτός γε, ἔφησε τῷ ἰητῆρι, οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος· Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι ; ἀλλ’ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι. » Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ εἰρωνεύονται μετὰ τὴν τύχην.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 95 » pp. 62-62

Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. […] Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. […] Εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν· « Ἀλλ’ ἡμῖν αἱρετώτερόν ἐστιν ὑπ’ ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ἂν ταραχῆς λάϐωνται, δοκοῦσί τινες εἶναι.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 153 » pp. 250-250

Καρύα, παρά τινα ὁδὸν οὖσα καὶ ὑπὸ τῶν παριόντων λίθοις βαλλομένη, στενάξασα πρὸς ἑαυτὴν εἶπεν· « Ἀθλία εἰμὶ ἐγώ, ἥτις κατ’ ἐνιαυτὸν ἐμαυτῇ ὕϐρεις καὶ λύπας παρέχω. » Ὁ λόγος πρὸς τοὺς ἐπὶ τῶν ἰδίων ἀγαθῶν λυπουμένους. […] Ἣ στενάξασα ἐκ βάθους τῆς καρδίας ἀνεϐόησεν· « Οἴμοι τῇ παναθλίᾳ· τί μοι συνέϐη ; οὓς τοῖς καρποῖς εὐφραίνω, μάστιγας δεινὰς ὑπ’ αὐτῶν νῦν λαμϐάνω. » Ὁ λόγος πρὸς ἀχαρίστους ἀνθρώπους ἀντὶ ἀγαθῶν κακὰ ἀποδιδόντας.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 167 » pp. 323-323

Ὁ δὲ πρὸς αὐτὸν ἔφη· « Ὦ κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερόν σου δεσπότην ἠρνήσω καὶ ἠδίκησας ; » Ὅτι οἱ πρὸς τοὺς εὐεργέτας ἀγνώμονες γενόμενοι ἐν περιστάσει ἐμπεσόντες οὐχ ἕξουσι βοηθούς. […] Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ κάκιστον ζῷον, πῶς σοι πιστεύσω, ὅτι πρότερόν σου δεσπότην ἠδίκησας ; » Cod.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 31 » pp. 19-19

Chambry 31.2 Aliter — Autre version Ἀλώπηξ φραγμὸν ἀναϐαίνουσα, ἐπειδὴ ὀλισθαίνειν ἤμελλεν, βάτου ἐπελάϐετο πρὸς βοήθειαν. Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν· « Αἶ ἐμέ· καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθόν, χεῖρόν μοι ἐχρήσω. – Ἀλλ’ ἐσφάλης, ὦ φίλη, φησὶν ἡ βάτος, ἐμοῦ ἐπιλαϐέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον. […] Chambry 31.3 Aliter — Autre version Ἀλώπηξ φραγμὸν ἀναϐαίνουσα, ἐπειδὴ ὀλισθήσασα καταπίπτειν ἔμελλεν, ἐπελάϐετο πρὸς βοήθειαν βάτου. Καὶ δὴ τοὺς πόδας ἐπὶ ταῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν· « Οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. - Ἀλλ’ ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ βουληθεῖσα ἐπιλαϐέσθαι, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 234 » pp. 161-161

Ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀνεσπασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας ᾔει δρόμῳ τὸ γεγονὸς ὀψόμενος. Τῶν δὲ παρατυχόντων τις θεασάμενος εἶπεν· « Ὦ οὗτος, σὺ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος τὰ σαυτοῦ οὐ προεμαντεύου ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντας καὶ τῶν μηδὲν προσηκόντων προνοεῖσθαι πειρωμένους. […] Τρέχοντα δέ τις αὐτὸν θεασάμενος· « Ὦ οὗτος, εἶπεν, ὁ τἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου ; » Ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων προνοεῖσθαι πειρωμένους. […] Ἐξαίφνης δέ τις πρὸς αὐτὸν ἧκεν <λέγων> ὡς οἰκία ἤνοικται καὶ τἄνδον φροῦδα.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 43 » pp. 27-27

Chambry 43 Chambry 43.1 Ἀλώπηξ πρὸς μορμολύκειον — Le renard et le masque. […] Ἀναλαϐοῦσα δὲ αὐτὴν ταῖς οἰκείαις χερσὶν ἔφη· « Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει. » Ὁ λόγος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τὸ σῶμα, ἀλογίστους δὲ τὴν ψυχήν. […] Chambry 43.3 Aliter — Autre version Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαϐοῦσα ταῖς χερσὶν ἔφη· « Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει. » Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 172 » pp. 127-127

Ὁ δὲ ἔφη πρὸς αὐτήν· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι. » Καὶ ἡ κορώνη ἀπεκρίνατο· « Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ. » Οὕτω πολλοὶ διὰ φόϐον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν. […] Ὁ δὲ πρὸς αὐτὴν ἔφη· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ ὡς κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν. » Καὶ ἡ κορώνη πρὸς αὐτόν· « Διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 228 » pp. 347-347

Στὰς δὲ πόρρωθεν πρὸς αὐτὸν ταῦτα λέγει· « Ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας ; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις ; » Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει· Σὺ δέ, ὦ λύκε, δικαίως τοῦτ’ ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι. » [Ὅτι] πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις ὁ μῦθος.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 4 » pp. 3-3

Ὁ δὲ ἀπ’ ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς καί, εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἔστι δὲ τοῦ Διὸς ἱερὸς ὁ ὄρνις ), καὶ αὐτοῦ ἐδεήθη τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. […] Εἶτα μετάρσιος αἰρόμενος ὁ κάνθαρος ἐκύλιε τὰ ὠὰ τοῦ ἀετοῦ καὶ κατέασσε ταῦτα, μέχρις οὗ ἐλαυνόμενος πανταχόθεν ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἐστὶ δὲ τοῦ θεοῦ ὁ ὄρνις), καὶ ἐδεήθη αὐτοῦ τόπον αὐτῷ πρὸς νεοττοποιίαν παρασχεῖν. […] Δηλοῖ δὲ ὁ λόγος μηδὲ τῶν μικρῶν καταφρονεῖν λογιζομένους ὅτι προπηλακισθέντες καὶ θεῶν καταφρονοῦσι πρὸς ἄμυναν. […] Μαθὼν δὲ πρὸς τοῦ κανθάρου ὅτι ταῦτ’ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἀλλὰ καὶ εἰς τὸν Δία αὐτὸν ἠσέϐησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα, κάνθαρον εἶναι τὸν λυποῦντα καὶ δὴ καὶ δικαίως λυπεῖν. Μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι, συνεϐούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 247 » pp. 168-168

Ἡ δὲ ὁμοιωθεῖσα γυναικὶ ἔφη πρὸς αὐτόν· « Ἀλλ’, ὦ οὗτος, μὴ ἐμὲ μέμφου, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ μὲν γὰρ φύσει τουαύτη εἰμὶ ὁποίαν καὶ νῦν με ὁρᾷς· οἱ δὲ αἰφνίδιόν με ἐπέρχονται καὶ κυματοῦσι καὶ ἐξαγριοῦσιν. » Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας. […] Ἡ δὲ πρὸς αὐτὸν ἀνεϐόα τοιαῦτα· « Ἵνα τί, <ὦ> ἄνθρωπε, μέμφῃ με μάτην ; οὐ γὰρ ἔγωγε τῶν κινδύνων αἰτία, ἀλλ’ οἱ ἄνεμοι, οἱ ἐκταράττοντές με. Ἐὰν δὲ βουληθῇς χωρὶς τούτων πλεῦσαι, ἡμερωτέραν δή με τῆς γῆς εὑρήσεις. » Ὅτι γαληνοὺς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες ἐπεγείρουσι πρὸς ὀργάς τε καὶ ζάλας. […] Ἰδὼν γεωργὸς ναῦν ἐν θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, εἶπεν· « Ὦ θάλασσα, στοιχεῖον ἀνηλεὲς καὶ τῶν ἀνθρώπων ἐχθρόν. » Ἡ δὲ θάλασσα γυναικείαν μορφὴν ἀναλαϐομένη ἔφη· « Τί μέμφῃ μοι, ἄνθρωπε, μάτην ; οὔκ εἰμι ἐγὼ αἰτία, ἀλλ’ οἱ ἐκταράσσοντές με ἄνεμοι· εἰ δὲ χωρὶς τούτων πλεύσεις, με ἡμερωτέραν τῆς γῆς εὑρήσεις ἐφ’ ἧς βαδίζεις. » Ὅτι καὶ γαληνοὺς καὶ πραεῖς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες πρὸς ζάλην καὶ ὀργὴν διεγείρουσιν.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 197 » pp. 142-142

Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο νοσεῖν· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν ἐπὶ τὴν ἐπίσκεψιν ζῷα συλλαμϐάνων κατήσθιε. […] Πολλῶν οὖν ζῴων ἀναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα τοῦτο γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου, ἐπυνθάνετο πῶς ἔχει. […] Λέων γηράσας καὶ μὴ δυνάμενος θηρᾶν καὶ ἑαυτὸν διατρέφειν, ἔγνω μηχανήσασθαί τι πρὸς ὠφέλειαν ἑαυτοῦ. […] Παραγινομένων δὲ τῶν ζῴων πρὸς αὐτὸν ἐπισκέψεως χάριν, συλλαμϐάνων αὐτὰ κατήσθιε. […] Ἐξῆλθε δὲ φήμη εἰς τὰ θηρία ἀσθενεῖν τὸν βασιλέα αὐτῶν· ἓν δὲ ἕκαστον εἰσήρχετο πρὸς ἐπίσκεψιν· ὁ δὲ ἀκόπως λαμϐάνων κατήσθιεν.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 297 » pp. 200-200

Τῆς δὲ ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, εἶπε βούλεσθαί τι αὐτῇ εἰπεῖν πρὸς τὸ οὖς· καὶ ἐπεὶ τάχιστα αὐτῷ προσῆλθε, τοῦ ὠτίου ἐπιλαϐόμενος, κατέδακεν αὐτό. […] Τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῷ καὶ στερνοκτυπούσης, εἶπεν ὁ παῖς πρὸς τοὺς δημίους· « Ἐάσατέ με λαλῆσαι τῇ μητρί μου πρὸς τὸ οὖς λόγον ἕνα. » Τῆς δὲ ταχέως ἐλθούσης, καὶ τὸ οὖς αὐτῆς τῷ στόματι τοῦ υἱοῦ αὐτῆς ἐπιθείσης, τοῖς ὀδοῦσιν αὐτοῦ τοῦ ὠτίου αὐτῆς γενναίως δραξάμενος, ἀπέκοψεν αὐτό. […] Ἀλλ’ ὀψέ ποτε ληφθεὶς ἐπ’ αὐτοφώρῳ ἄγεται κριθεὶς πρὸς φόνον, φεῦ τῆς τέχνης. […] Ἐπ’ αὐτοφώρῳ δέ ποτε ληφθεὶς ἀπήγετο τὴν πρὸς θάνατον. Τῆς δὲ μητρὸς ἑπομένης καὶ ὀλοφυρομένης, ἐκεῖνος τῶν δημίων ἐδεῖτο βραχέα τινὰ τῇ μητρὶ διαλεχθῆναι πρὸς οὖς.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 73 » pp. 46-46

Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινεν, ἕως οὗ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος, ποταμοῦ παραρρέοντος ἐπὶ λουτρὸν ἀπῄει. […] Βορρᾶς χειμέριος ἔριν ἐποιήσατο πρὸς τὸν Ἥλιον, ποῖος ἐξ αὐτῶν ὁδοιποροῦντός τινος τὸ ἱμάτιον ἀποδύσει. […] Ἐν χειμῶνι Βορρᾶς πρὸς τὸν Ἥλιον ἰσχύος ἕνεκα ἔριν ἐποιεῖτο. […] Βορρᾶς κἤλιος ἤριζον πρὸς ἀλλήλους ὅστις ἐξ αὐτῶν τινα τῶν ὀδευόντων πρῶτος ἐκδύσει αὐτοῦ τὸν χιτωνίσκον.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 80 » pp. 52-52

Οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα ἔφασαν πρὸς ἀλλήλους· « Ἀπιτέον ἡμῖν ἐνθένδε· ὁ δεσπότης γάρ, εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται ; » Ὁ λόγος δηλοῖ ὅτι δεῖ τούτους μάλιστα φυλάττεσθαι οἳ οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται. […] Οἱ δὲ κύνες θεασάμενοι τὰ γινόμενα ἔφασαν πρὸς ἀλλήλους· « Παρέλθωμεν ἐντεῦθεν· ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τοὺς ἐργαζομένους βόας οὐκ ἠλέησεν, ἡμῶν πῶς φείσεται ; » Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται. […] Ἰδόντες δὲ ταῦτα οἱ κύνες ἔφησαν πρὸς ἀλλήλους· « Πορευθῶμεν οὖν ἡμεῖς ἔνθεν· ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τῶν ἐργαζομένων βοῶν οὐκ ἐφείσατο, ἡμῶν [δὲ] πῶς φείσεται ; » Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται. […] Οἱ δὲ κύνες ταῦτα ἰδόντες διελέχθησαν πρὸς ἀλλήλους· « Φεύγωμεν ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν· εἰ γὰρ τῶν ἐργατῶν βοῶν ὁ δεσπότης ἡμῶν οὐκ ἐφείσατο, πῶς ἡμῶν φείσεται ; » Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 199 » pp. 140-140

Τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερα ὑπομείναντος, ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτόν, ῥοπάλοις αὐτὸν παίων ἐξήλασεν. […] Ὁ λέων οὖν ἠπείλει αὐτῷ· ὁ δὲ μὴ δυνάμενος διὰ τὸν φόϐον ἀναϐάλλεσθαι, ἐπενόησεν ἐμφρόνως καί φησι πρὸς τὸν λέοντα· « Οὐ δύναμαί σοι δοῦναι τὴν ἐμὴν θυγατέρα, ἐὰν μὴ τοὺς ὀδόντας καὶ τοὺς ὄνυχάς σου ἐκτίλλῃς· ταῦτα γὰρ ἡ κόρη δέδοικεν. » Ὁ δὲ εὐθέως διὰ τὸν ἔρωτα ἑκάτερα ῥᾳδίως ἐξέϐαλε, καὶ ἀπελθὼν κατὰ τὸ σύνηθες ἐζήτει τὴν κόρην. […] Λέων ἐρασθεὶς γηπόνου θυγατέρα, ταύτην μνηστευθεὶς ἐϐούλετο πρὸς γάμον. […] Πρὸς τόνδ’ ἠπείλει δεινῶς ὁ λέων λέγων· « Σπαράξαι σ’ ἔχω, εἰ μὴ τὴν κόρην δῷς μοι. » Τὸν κίνδυνον δὲ μὴ δυνάμενος φεύγειν ὁ γέρων βουλὴν ἐνόμισεν ἀρίστην, καὶ τόνδ’ ἀμειϐόμενος ἔφησε λόγον· « Ὀδόντας καὶ ὄνυχάς σου κόρη δείδει· λοιπὸν ἔκϐαλ’ ὀδόντας καὶ λήψει τήνδε· τίλλε γοῦν τοὺς ὄνυχας ἅμα κὀδόντας. » Χάριν ἔρωτος, βαϐαί, τοῦ πικροτάτου, προσῆλθε λέων γέροντι τῷ φρονίμῳ οὕτως ταπεινῶς πρὸς ὑπέροφρυν πρέσϐυν κόρην γε ζητῶν δίχ’ ὀδόντων κὀνύχων.

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 222 » pp. 155-155

Τοῦ δὲ λέγοντος ὡς ἄκροις τοῖς χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν κατωτέρω ἑστῶτα ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· « Ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας. » Εἰπόντος δὲ ἐκείνου μηδὲ τότε γεγενῆσθαι, ὁ λύκος ἔφη πρὸς αὐτόν· « Ἐὰν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ <ἧττον> κατέδομαι. » Ὁ λόγος δηλοῖ ὅτι οἷς ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ’ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει. […] Λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως· ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει· « Πέρυσιν αὐτὸς πολλὰ καθύϐρισάς με. » Ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐϐόα· « Ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ. » Ὁ δὲ πρὸς αὐτόν· « Τὴν ἄρουραν μου νέμεις. » Ὁ δ’ ἀρνὸς ἔφη· « Ἀκμὴν τροφὴν οὐκ εἶδον. » Πάλιν ὁ λύκος· « Ἐκ τῆς πηγῆς μου πίνεις. » Ὁ δ’· « Οὐ πέπωκα ὕδωρ, » αὐτῷ προσεῖπε· « τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου, καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει. » Ὁ δὲ συλλαϐὼν καὶ φαγὼν αὐτὸν εἶπεν· « Ἀλλ’ ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν. » Ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 5 » pp. 2-3

Τῶν δὲ πυνθανομένων τί εἴη τὸ ὄρνεον, ἔφη. « Ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός. » Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα, πρὸς τῷ μηδὲν ἀνύειν, καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα. […] Ὁ δὲ κολοιὸς ἔφη· « Δίκαια πάσχω· τί γὰρ κολοιὸς ὢν ἀετὸν ἐμιμούμην ; » Ὅτι τὰ κατὰ σὲ καὶ πρὸς δύναμιν ποίει, τὰ ὑπὲρ σὲ δὲ μὴ ζηλοῦ.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 15 » pp. 280-280

Αἰγοϐοσκὸς τὰς αἶγας ἀνεκαλεῖτο πρὸς τὴν μάνδραν. […] Αἰπόλος αἶγας πρὸς μάνδραν ἐνεκαλεῖτο. […] Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα· « Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι ; τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης, πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι. » Ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 118 » p. 90

Ταξαμένων δὲ αὐτῶν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτόν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. Ἐνστάσης δὲ τῆς μάχης, ὁ μὲν ἔχις πρὸς τὸν ὕδρον ἐπολέμει, οἱ δὲ βάτραχοι μηδὲν περαιτέρω δρᾶν δυνάμενοι μεγάλα ἐκεκράγεισαν. […] Οἱ δὲ ἔφασαν πρὸς αὐτόν· « Ἀλλ’ εὖ γε ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, διὰ δέ μόνης φωνῆς συνέστηκεν. » Ὁ λόγος δηλοῖ ὅτι, ἔνθα χειρῶν χρεία ἐστίν, ἡ διὰ λόγων βοήθεια οὐδὲν λυσιτελεῖ.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 301 » pp. 265-265

Ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα· « Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω. » Ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη· « Διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω, ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται. […] Ἡ δ’ ἱκέτευεν αὐτὸν λέγουσα οὕτως· « Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, κἀγὼ δέ σοι πέρδικας <πολλὰς> προσάξω. » Ὁ δ’ ἀνηλεῶς ἔφη πρὸς ταύτην τάδε· « Σὺ <δὴ> ταῖς πέρδιξι προσαγγεῖλαι θέλεις εἰς χεῖρας ἐμάς τινα μὴ πλησιάσαι. » Ὁ μῦθος πρὸς τὸ μηδ’ ὅλως πιστεύειν τοῖς ἐχθροῖς.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 318 » pp. 365-365

Μάνδρας ἔσω πρόϐατα ποιμὴν εἰσάγων μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ <ὁ> κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν· « Πῶς τὰ πρόϐατα τῆς ποίμνης θέλων σῶσαι τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ ; » Ὅτι μεγίστην βλάϐην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις. […] Κύων δὲ ἰδὼν πρὸς αὐτὸν οὕτως λέγει· « Πῶς ἄγων τοῦτον ἔνδοθεν εἰς τὴν μάνδραν ποίμνια βούλει σοι τοῦ ζωογονεῖσθαι ; » Ὅτι μεγίστην βλάϐην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία.

46. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 324 » p. 369

Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη· « Οἷον ἄνθος εὐπρεπὲς εἶ, καὶ ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίας. » Τὸ δὲ εἶπεν· « Ἐγὼ μέν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καί, κἂν μηδεὶς ἐκκόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς καὶ ζῇς ἀεὶ οὕτω νέον. » Ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταϐολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.

47. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 40 » pp. 9-9

Θέλησον οὖν τοὺς ἐμπροσθίους πόδας ἐρεῖσαι τῷ τοίχῳ, ὀρθῶσαι δὲ τὰ κέρατα, ἀναδραμοῦσα δὲ ἐγὼ καὶ σὲ ἀνασπάσω. » Τοῦ δὲ πρὸς τὴν παραίνεσιν αὐτῆς ἑτοίμως ἐπακούσαντος, ἡ ἀλώπηξ ἀναλομένη διὰ τῶν σκελῶν αὐτοῦ καὶ τῶν ὤμων καὶ τῶν κεράτων ἐπὶ τὸ στόμα τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. […] Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σϐέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμόν τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν· « εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερεῖσαι ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναϐιϐάσω. » Τοῦ δέ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέϐη, καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. […] Ἀναδραμοῦσα τοίνυν ἐγὼ διὰ τοῦ σοῦ νώτου καὶ ἀρθεῖσα ἄνωθεν, εὐθέως καὶ παραχρῆμα καὶ σὲ ἀνελκύσω ἔξω. » Τοῦ δὲ πρὸς ταῦτα ἑτοίμως τὴν παραίνεσιν ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὰ νῶτα ἀνέϐη, καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, καὶ γενναίως ἐκτιναχθεῖσα, ἐπὶ τοῦ στόματος τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. […] Εἰ γὰρ ὄρθιος σταθεὶς τοὺς ἐμπροσθίους τῶν ποδῶν τῷ τοίχῳ προσερείσεις, καὶ τὰ κέρατα ὁμοίως εἰς τοὔμπροσθεν κλινεῖς, ἀναδραμοῦσα διὰ τῶν σῶν αὐτὴ νώτων καὶ κεράτων, καὶ ἔξω τοῦ φρέατος ἐκεῖθεν πηδήσασα, καὶ σὲ μετὰ τοῦτο ἀνασπάσω ἐντεῦθεν. » Τοῦ δὲ τράγου πρὸς τοῦτο ἑτοίμως ὑπηρετησαμένου, ἐκείνη τοῦ φρέατος οὕτως ἐκπηδήσασα ἐσκίρτα περὶ τὸ στόμιον ἡδομένη. […] Ἡ δὲ ἀλώπηξ τοῦτον ἐκϐλεψαμένη ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει· « Ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ, εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας, οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον ᾔδεις. » Οὕτω τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρῶτον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐπιχειρεῖν.

48. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 204 » p. 338

Ἤριζον δὲ τίς πρῶτος αὐτῶν πίῃ· ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. Ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους ὃς ἂν αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν.

49. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 272 » p. 189

Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· « Ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριϐες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.

50. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 293 » pp. 47-47

Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχων καὶ τοῦ οἴνου, [ἐπειδὴ προειστιᾶτο,] καὶ διαϐασανιζόμενον ἔλεγεν· « Ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα. » Ἡ δὲ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἀπέχθεται ὡς οἴκοθεν προιέμενος. […] Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Ὁ μῦθος οὗτος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀπαιτηθῇ ταῦτα, οὕτως ἄχθεται ὥσπερ ἐὰν οἴκοθεν ταῦτα ἐδίδου. […] Τῆς δὲ εὐωχίας προϊούσης, καὶ ἐξογκωθείσης τῆς γαστρὸς τοῦ παιδὸς ἀπὸ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἀλλ’ ἃ κατέφαγες. » Ὁ μῦθος δηλοῖ πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις τὰ ἀλλότρια ἑτοίμως ἀπολαμϐάνων, ὅταν ταῦτα ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.

51. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 65 » p. 40

Καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπεσὼν εἰς φρέαρ. Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμϐεϐηκότα, ἔφη πρὸς αὐτόν· « Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.

52. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 263 » p. 185

Chambry 263 Ὄνοι πρὸς τὸν Δία — Les ânes s’adressant à Zeus. Ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν πρέσϐεις ἔπεμψαν πρὸς τὸν Δία, λύσιν τινὰ αἰτούμενοι τῶν πόνων.

53. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 351 » pp. 377-377

Ἡ χελιδὼν ἔφη πρὸς τὴν κορώνην· « Ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ <εἰμί>, » καὶ προσέθηκε καὶ τὸν Τηρέα καὶ τὴν βίαν καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. […] Χελιδὼν πρὸς τὴν κορώνην ἐκόμπαζε λέγουσα· « Ἐγὼ παρθένος καὶ Ἀθηναίων βασιλέως θυγάτηρ εἰμί, » καὶ προσέθηκε τὸν Τηρέα καὶ τὴν παρ’ αὐτοῦ βίαν καὶ τὴν τῆς γλώττης ἀποκοπήν.

54. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 101 » pp. 70-70

Κἀκεῖνοι ἔφασαν ὅτι « ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων ἐμϐολῇ καὶ οὕτω τὰς ὁρμὰς ἐκκλίνομεν· ὑμεῖς δὲ πεποιθότες τῇ ἰδίᾳ δυνάμει ἀντιτείνετε καὶ διὰ τοῦτο κατεάσσεσθε. » Ὁ λόγος δηλοῖ ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀνθίστασθαι ἀσφαλέστερον. […] Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πρὸς τὸν καιρὸν καὶ τοὺς κρείττονας αὐτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων. […] Ὁ μῦθος δηλοῖ ὅτι τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων.

55. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 250 » pp. 170-170

Τῶν δὲ οἰκείων τινὸς παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου πῶς ἔχοι, ἔφη πρὸς αὐτόν· « Ἐγώ σοι ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα. » Οὕτω πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ὑπὸ τῶν πέλας μακαρίζονται τῇ ἔξωθεν οἰήσει, ἐφ’ οἷς αὐτοὶ παρ’ ἑαυτοῖς τὰ μάλιστα δυσφοροῦσιν. […] Εἶτα τῶν οἰκείων τινὸς αὐτὸν ἐρωτήσαντος ὅπως ἔχει, « Ἐγώ, εἶπεν, ὦ οὗτος, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι. » Ὁ μῦθος δηλοῖ ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν. […] « Φρίκη σφοδρά με τὸν τάλανα κατέχει καὶ τετάραγμαι ὑπ’ αὐτῆς οὐ μετρίως. » Ὁ δὲ πρὸς τοῦτον ἀγαθὸν εἶναι λέγει.

56. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 34 » pp. 22-22

Μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ’ αὐτοῦ, ἀλλ’ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· « Ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι’ ἔργων δὲ φαῦλα δρῶντας. […] Ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος, λέγων· « Δι’ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. » Ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα εἶπε πρὸς αὐτόν· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Ὁ λόγος πρὸς ἐκείνους τοὺς ἀνθρώπους, τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους διὰ λόγων, δι’ ἔργων δὲ φαῦλα ποιοῦντας. […] Μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν μὲν δι’ αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλωπήξ ἐπιστραφεῖσα ἔφη· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις. […] Ὁ δὲ δρυτόμος εἶπε πρὸς ταύτην· « Ἄπελθε τὸ ζῆν παρ’ ἐμοῦ ἔχουσα. » Ἡ δ’ ἀλώπηξ ἔφη· « Οὐκ ἔχω σοι χάριν· τῷ μὲν στόματι ἔσωσας, τῷ δὲ δακτύλῳ ἀπέκτεινας. » Cod.

57. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 108 » pp. 97-97

Τῆς δὲ ἐρίφου ἀτονησάσης καὶ τοῦ λύκου καταλαϐόντος, στραφεῖσα ἡ ἔριφος πρὸς τὸν λύκον εἶπεν· « Ὅτι μὲν σὸν βρῶμά εἰμι ἀκριϐῶς ἐπίσταμαι, ἀλλὰ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλει μοι ὡς ὀρχῶμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες τοῦ ποιμένος ἀκούσαντες τὸν λύκον κατέλαϐον καὶ ἐδίωκον, κἀκεῖνος φεύγων ἐφώνει· « Ἀξίως πάσχω· ἔδει γάρ με ἀντ’ αὐλητοῦ μακελλάριον εἶναι. » Ὅτι καὶ τοῖς φύσει πονηροῖς ἡ διὰ λόγων ταπείνωσις οἶδε κατάνυξιν ἐμποιεῖν. […] Ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ λύκε, ἐπεὶ πέπεισμαι ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. Ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· « Δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τῶν μὲν πρὸς ἃ πεφύκασι ἀμελοῦντες, τὰ δὲ ἑτέρων ἐπιτηδεύειν πειρώμενοι δυστυχίαις περιπίπτουσιν.

58. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 190 » pp. 137-137

Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ’ οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιϐλαϐὴς ἢ ὠφέλιμός ἐστι. […] Εἶπε δὲ πρὸς τὸν βοῦν· « Εἰ βαρῶ σου τὸν τένοντα, ἀναχωρήσω. » Ὁ δὲ ἔφη· « Οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν μένῃς, μελήσει μοι. » [Ὅτι] τοὺς εὐτελεῖς καὶ ἀδόξους [καὶ] μαχομένους τυράννοις ἔλέγχει ὁ μῦθος.

59. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 139 » pp. 318-318

Γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· « Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον. » Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.

60. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 162 » p. 123

Κολοιὸς τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους, παρεγένετο πρὸς τοὺς κόρακας καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. […] Καὶ ὃς ἀπελαθεὶς ὑπ’ αὐτῶν ἧκε πάλιν πρὸς τοὺς κολοιούς.

61. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 165 » p. 131

Ὁ δὲ οὐχ ὑπομείνας τὴν μετ’ ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. Περιειληθέντος δὲ τοῦ δέσμου τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ περιπεσόντες.

62. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 188 » pp. 132-132

Τοῦτον δ’ ἀλώπηξ προσιδοῦσ’ ἐπεφώνει· « Πῶς σὺ διώκεις οὗ τὴν φωνὴν οὐ φέρεις ; » Ἄφρων δ’ ὃς ἐθέλει πρὸς κρείττονας ἀντιφερίζειν· νίκης τε στέρεται <καὶ> πρὸς τούτοις γελοῖα πάσχει.

63. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 215 » p. 152

Ἡ δὲ ἔφη πρὸς αὐτόν· « Ἀλλ’ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου. » Οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπ’ ἐνίων ὡς φαῦλοι διαϐάλλωνται, κατ’ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσιν.

64. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 21 » pp. 23-23

Μικρὸν δὲ διαλιπών, ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε οὐκέτι ἄχθομαι ὑπ’ αὐτῶν τυπτόμενος· ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς τῶν πέλας ὕϐρεις οἱ φρόνιμοι, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους. […] Ταῦτα ὁ πέρδιξ ὁρῶν ἀποθεραπευθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυποῦμαι· ὁρῶ γὰρ αὐτοὺς καὶ ὑπ’ ἀλλήλων μαχομένους. » [Ὁ μῦθος δηλοῖ ὅτι] ὁ λόγος πρὸς φρονίμους ἀνθρώπους οἵτινες ῥᾳδίως φέρουσι τὰς ἐκ τῶν πέλας ὕϐρεις, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

65. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 107 » pp. 98-98

Ὁ δὲ στενάξας ἐκ βάθους τῆς καρδίας τρίζων ὀδόντας πρὸς τὸν ἄρνον ἐϐόα· « Αὐτὸς ὁ τόπος κατακρατεῖ με κάτω· μὴ μάλα καυχῶ, ἀτυχέστατον ζῷον. » Ὅτι καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἀνθρώπων. […] Ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν· « Οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ πύργος ἐν ᾧ ἵστασαι. » Ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕϐριν ἀπὸ ἀναξίων ἀνθρώπων διὰ φόϐον ὑψηλοτέρων.

66. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 115 » pp. 68-68

Τοῦ δὲ εἰπόντος· « Κατὰ τὴν πρώραν, » ἔφη· « Ἀλλ’ ἐμοίγε οὐκέτι λυπηρὸς ὁ θάνατός ἐστιν, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου ἀποπνιγόμενον πρῶτον. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς πέλας δυσμένειαν αἱροῦνται καὶ αὐτοί τι δεινὸν πάσχειν ὑπὲρ τοῦ κἀκείνους ὁρᾶν συνδυστυχοῦντας. […] Δύο τινὲς πρὸς ἀλλήλους ἔχθραν ἔχοντες ἐν μιᾷ νηῒ ἔπλεον. […] Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς καταποντίζεσθαι μελλούσης, ὁ ἐπὶ τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο, τῷ κυϐερνήτῃ λέγων· « Ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους ; » Τοῦ δὲ εἰπόντος· « Ἡ πρώρα, » ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ἐπὶ συμφορὰν διὰ τὴν δυσμένειαν· ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσι.

67. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 150 » pp. 84-84

Καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου, ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανῶς ὑπάρχῃ, καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται. […] Ὁ δὲ εἶπε· « Μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους οἳ τὰς φιλίας μέχρις ἑστίασεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν. […] Ὁ δὲ ἔφη αὐτῷ· « Μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν τοῦ τόπου· ἐκεῖθεν μὲν γὰρ τρέφεσθαι οἷόν τε, φέρεσθαι δὲ οὔ. » Οὗτος ὁ λόγος ἁρμόζει πρὸς ἐκείνους οἱ τὰς φιλίας μέχρι ἑστιάσεως παρέχονται, περαιτέρω δὲ οὐδὲν τοῖς φίλοις ὠφελοῦσιν.

68. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 306 » pp. 73-73

Ἔθος ἐστὶ τοῖς πλέουσιν ἐπάγεσθαι κύνας Μελιταίους καὶ πιθήκους πρὸς παραμυθίαν τοῦ πλοῦ. […] Ἔθους ὄντος τοῖς πλέουσι Μελιταῖα κυνίδια καὶ πιθήκους ἐπάγεσθαι πρὸς παραμυθίαν τοῦ πλοῦ, πλέων τις εἶχε σὺν ἑαυτῷ καὶ πίθηκον. […] Ὁ μῦθος πρὸς ἄνδρας οἳ τὴν ἀλήθειαν οὐκ εἰδότες ἀπατᾶν νομίζουσιν.

69. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 338 » pp. 340-340

Πάντα δὲ τὰ ζῷα ἔφυγον, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν πρὸς μάχην. […] Ἰδόντα δὲ αὐτὸν ἅπαντα τὰ θηρία μακρὸν ᾤχοντο· λέων δὲ μόνος πρὸς μάχην μετεκαλεῖτο αὐτόν. […] Ὁ δὲ τὸ βέλος ἀποστείλας τοῦ τόξου, λαϐὼν ὁ λέων αὖθις ἔφυγε λέγων· « Ὢ τῆς συμφορᾶς, τί συνέϐη τῷ τάλᾳ ; » Τοῦ δὲ θρηνοῦντος, τοῦτ’ ἡ ἀλώπηξ λέγει· « Ἵνα τι οὕτως ἀκράτως δραπετεύεις ; στῆθι, προσμεῖνον, ἵνα σοι ὁμιλήσω. » Ὁ δὲ πρὸς αὐτὴν μέγα στενάξας λέγει· « Εἰ ὁ τοξότης ἄγγελον τοῦτον κτᾶται, [τὸ σιδήριον μετὰ μικροῦ τοῦ ξύλου,] εἰ ἴδω αὐτὸν ὀφθαλμοῖς τοῖς ἰδίοις, τί δ’ ἄρα, εἴπέ μοι, καινὸν οὐ ποιήσει μετὰ μαχαίρας καὶ κόντου ὃν βαστάζει ; » Ὅτι ἐκ τῆς ἀρκῆς χρὴ σκοπεῖν τὰ τέλη ὅπως καὶ αὐτοὶ περισωθῶσι πάνυ.

70. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 17 » pp. 6-6

Τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραϐάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. […] Ὅτε δὲ εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ, αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. […] Μετὰ δὲ ταῦτα εὐδίας γεγονυίας, εὗρεν ἃς εἶχεν ἐκ λιμοῦ τεθνηκυίας· αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος δραμοῦσαι τοῦτον εἶασαν ὡς ἄφρονα καὶ ἄνουν.

71. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 224 » pp. 158-158

Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγίγνετο, ἀπαλλαττόμενος ἔφη πρὸς αὑτόν· « Ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσι, ἄλλα δὲ ποιοῦσιν. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους τοὺς ἀνθρώπους οἳ τοῖς λόγοις οὐκ ἔχουσι τὰ ἔργα ἀκόλουθα. […] Ὡς δ’ ἑσπέρα κατέλαϐεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῳ· « Ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν. » Ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν. » Ὁ μῦθος πρὸς ἀνθρώπους οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια. […] Πάλιν ἀκούει, τῆς νυκτὸς μεσαζούσης, τὴν γραῦν γελῶσαν τὸν παῖδα κολακεύειν· « Τέκνον, » λέγουσα, « τέκνον ἠγαπημένον, τὸν λύκον φονεύσομεν, εἰ μόνον ἔλθῃ. » Ὁ λύκος δ’ ὡς ἤκουσε τοὺς λόγους τούτους, ᾦχετο λέγων· « Ἐν τῇ ἐπαύλει ταύτῃ ἄλλα λέγουσι, μακρᾶς αἴ αἴ μοι ποίνης, ἄλλα πράττουσι· φεῦ, πῶς οἴσω τὴν πεῖναν ; » Λόγος ἁρμόζει πρὸς τοὺς ἀνθρώπους οἳ λόγους οὐκ ἔχουσιν ἴσους τοῖς ἔργοις.

72. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 51 » pp. 33-31

Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· « Ἀλλ’, ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστι, οὐδὲν δεῖ σοι μαρτύρων· αὐτοῦ γὰρ καὶ Ῥόδος καὶ πήδημα. » Ὁ λόγος δηλοῖ ὅτι ὧν πρόχειρος ἡ δι’ ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι. […] Ἀνήρ τις ἀποδημήσας, εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν, ἄλλα τε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε, καὶ δὴ κἂν τῇ Ῥόδῳ πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπ’ αὐτοῦ δυνατὸς ἄν εἴη πηδῆσαι. […] Καὶ ἡ μὲν προϐεϐηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη. […] Ὡς οὖν εἰσήρχετο πρὸς τὴν γραῦν, ἀπέσπα καὶ ἔτιλλε τὰς μελαίνας αὐτοῦ τρίχας συγγέροντα θέλουσα τοῦτον ὁρᾶσθαι. Ὡς δὲ εἰσήρχετο πάλιν πρὸς τὴν νέαν, ἐξέλεγε καὶ αὐτὴ τὰς λευκὰς τρίχας, ἕως φαλακρὸν ἀπέδωκαν ἀλλήλαις.

73. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 179 » pp. 328-328

Τῶν τις δὲ κυνῶν, τῶν καθ’ ὁδὸν αὐτῷ σαναντώντων, ἐπηρώτα· « Πῶς ἐδείπνησας, φίλος ; » Ὁ δὲ πρὸς αὐτὸν ὑπολαϐὼν ἔφη· « Ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις. […] Τῷ δὲ τῶν κυνῶν ὁδῷ προσυπαντώντων κἀπερωτώντων· « Πῶς ἐδείπνησας, φίλε ; » οὗτος πρὸς αὐτοὺς ὑπογελῶν ἐϐόα· « Ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν ὅθεν ἐξῆλθον εἶδον. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν. […] Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. » Ὁ δὲ προσελθὼν καὶ ἰδὼν τὸ μέγα ἐκεῖνο δεῖπνον ἵστατο καὶ διελογίζετο· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐφάνη· ἐξαπίνης γάρ με αὕτη κατέσχε, καὶ εἰς κόρον μέλλω τρυφῆσαι. » Ταῦτα καθ’ ἑαυτὸν στρέφων ὁ κύων καὶ σείων τὴν κέρκον, ἑώρα πρὸς τὸν φίλον τὸν κεκληκότα ἐπὶ τὸ δεῖπνον. […] Τῶν δὲ κυνῶν προσυπαντώντων καὶ ἐπερωτώντων αὐτόν· « Πῶς ἐδείπνησας ; » ὑπολαϐὼν ἔφη πρὸς αὐτούς· « Ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν. […] Ὁ δὲ ἀναστὰς πρὸς φυγὴν ἐτράπετο.

74. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 156 » pp. 120-120

Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε ἄξια πέπονθα· τί γάρ, σοῦ σεαυτὸν κατακρημνίσαντος, τοῦ κινδύνου σε ἀπαλλάξαι ἐπειρώμην ; » Πρὸς ἄνδρα ἀχάριστον εἰς τοὺς εὐεργέτας καὶ πρὸς ἀδικοῦντα ὁ μῦθος ἁρμόζει. […] Ὁ δὲ μετ’ ὀδύνης ἐπανιών· « Δίκαια, φησί, πέπονθα· τί δήποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα ; » Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.

75. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 92 » pp. 300-300

Ἰδὼν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· « Ὦ δάμαλις, διὰ τοῦτο ἤργεις διότι ἔμελλες ἀρτίως τυθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει. […] Ἐπεὶ δὲ ὁ δεσπότης αὐτῶν θύειν τοῖς θεοῖς ἐϐεϐούλευτο, τὸν μὲν ἐργάτην βοῦν ἀπέλυσεν εἰς νομάς, τὴν δὲ δάμαλιν σχοινίοις δήσας πρὸς τὸν βωμὸν εἷλκεν ἄκουσαν. […] Οἱ βοῦς δ’ ὡς εἶδον ταύτην ἀφελκομένην ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐϐόων· « Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα· ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει μάχαιρα, φημί, καὶ καταθύσει πάλιν. » Ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι κίνδυνος καὶ μάστιξ.

76. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 255 » pp. 65-65

Ὑποχωρησάσης δέ, ὁ ἀπὸ τοῦ δένδρου καταϐὰς ἐπυνθάνετο αὐτοῦ τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἴρηκεν. […] Ἀπαλλαγείσης δὲ αὐτῆς, ὁ ἕτερος καταϐὰς ἀπὸ τοῦ δένδρου, ἐπυνθάνετο τί [ἂν] πρὸς τὸ οὖς ἐλάλει αὐτῷ ἡ ἄρκτος. […] Ὁ δὲ ἕτερος καταϐὰς ἀπὸ τοῦ δένδρου ἐπυνθάνετο τί πρὸς τὸ οὖς αὐτοῦ ἐλάλει ἡ ἄρκτος.

77. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 336 » pp. 373-373

Τῶν δὲ φησάντων· « Τῷ θέρει πῶς οὐκ ἔσχες, ἀλλ’ ἐρρᾳθύμεις, καὶ προσαιτεῖς ἀρτίως ; » τέττιξ ἀντεῖπεν· « Ἀλλ’ ἐτερπόμην τότε, αὐλῶν καὶ τέρπων ὅλους τοὺς ὁδοιπόρους. » Οἱ δὲ αὐτίκα ταῦτα ἀκηκοότες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐϐόων· « Χειμῶνος ὀρχοῦ, εἴπερ ηὔλεις ἐν θέρει· ἀλλ’ ἐν θέρει σὺ τὸν σῖτον ἀποτίθει καὶ μὴ λυρίζων ἡδύνῃς ὁδοιπόρους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἢ ὀκνεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνήσας κινδύνῳ περιπέσῃ. […] Τῶν δὲ φησάντων· « Τὸ θέρος πῶς οὐκ ἔσχες, ἀλλ’ ὅλως ἤργεις καὶ προσαιτεῖς ἀρτίως ; » τέττιξ ἀντεῖπεν· « Οὐκ ἤργουν, ἀλλὰ ηὔλουν τέρπων ὁδίτας πάντας παρερχομένους. » Οἱ δὲ αὐτίκα ταῦτα ἀκουτισθέντες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐϐόων· « Εἰ θέρους ηὔλεις, ὀρχοῦ ἄρτι χειμῶνος· σῖτον γὰρ θέρους ταῖς ἀποθήκαις βάλλε, καὶ μὴ λυρίζων ὁδίτας κατατέρπῃς. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὀκνεῖν ἢ ἀμελεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνῶν κινδύνῳ περιπέσῃ. […] Ὁ μύρμηξ δὲ πρὸς αὐτόν· « Ποῦ, φησίν, ἦς τῷ θέρει ; πῶς δ’ οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ ; » Ὁ δὲ τέττιξ· « ᾞδον καὶ ἔτερπον τοὺς ὀδοιποροῦντας. » Ὁ δὲ μύρμηξ γέλωτα πολὺν καταχέας ἔφη· « Οὐκοῦν χειμῶνος ὀρχοῦ. » Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν κρεῖττον τοῦ φροντίζειν τῶν ἀναγκαίων τροφῶν, καὶ μὴ ἀπασχολεῖσθαι εἰς τέρψιν καὶ κωμασίαν.

78. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 24 » p. 11

Ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαϐὼν αὐλοὺς καὶ τὰ δίκτυα, παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προϐλῆτος πέτρας, τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξαλεῖσθαι πρὸς αὐτὸν.

79. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 67 » pp. 69-69

Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταϐῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάϐῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας, ἕως οὗ συνέϐη ἅμαξαν τῇδε παριοῦσαν θλᾶσαι αὐτόν. […] Ὁ μὲν οὖν ἐν τῇ βαθείᾳ λίμνῃ οἰκῶν βάτραχος παρῄνει τὸν ἕτερον μεταϐῆναι πρὸς αὐτόν, ἵνα μετ’ αὐτοῦ διάγῃ καὶ ἀσφαλεστέρας διαίτης μεταλαμϐάνῃ.

80. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 89 » pp. 55-55

Γυνὴ χήρα φίλεργος θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐπὶ τὰ ἔργα ἐγείρειν πρὸς ἀλεκτροφωνίαν. […] Γυνὴ χήρα φίλεγρος θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν ἀλεκτρυόνων ᾠδάς.

81. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 99 » pp. 302-302

Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ. […] Αἱ δρύες ἐμέμφοντο τῷ Διὶ λέγουσαι· « Τίνος χάριν ἡμᾶς ἐποίησας, ἐπεὶ παρὰ τῶν ἀνθρώπων ἐμέλλομεν κόπτεσθαι ; » Ὁ δὲ πρὸς αὐτὰς ἔφη ὅτι « τῆς τομῆς οὐκ ἐγώ, ἀλλ’ ὑμεῖς αἴτιοι· ἂν γὰρ ὑμεῖς τοὺς στελέχους οὐκ ἐϐλαστάνετε, οὐκ ἂν ὑμᾶς ἐξέκοπτε πέλεκυς. » Cod.

82. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 298 » pp. 211-211

Τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν· « Ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψῃ. » Ὁ λόγος εἴρηται πρὸς τοὺς ἀφορμὴν καθ’ ἑαυτῶν διδόντας ἀδικεῖσθαι.

83. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 311 » pp. 205-205

Τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα· « Ἄθλιαι ἡμεῖς, εἴγε αὐταί, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτω σφόδρα κόπτονται καὶ κλαίουσιν, » ἐκείνη ὑποτοχοῦσα εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε, τέκνον, εἰ οὕτως οἰκτρῶς αὗται θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι καὶ ἀλλοτρίας συμφορὰς ἐργολαϐεῖν. […] Τῆς δὲ ἑτέρας αὐτοῦ θυγατρὸς πρὸς τὴν αὑτῆς μητέρα εἰπούσης· « Ἄθλιαι αὐταί, εἴγε ὧν ἐστι τὸ πάθος θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ <μὴ> προσήκουσαι αὗται οὕτω σφοδρῶς κόπτονται. » Πρὸς δὲ <αὐτὴν> ἡ μήτηρ ἔφη· « Μὴ θαύμαζε, τέκνον· ἐπὶ προσδοκίᾳ γὰρ ἀργυρίου τοῦτο ποιοῦσιν. » Ὁ μῦθος δηλοῖ <ὅτι> διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαϐεῖν.

84. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 102 » pp. 304-304

Ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. […] Ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος.

85. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 180 » pp. 329-329

Κύνες δὲ ἄλλοι τοῦτον ἰδόντες εὐτραφῆ οἷα ταῦρον εἶπον· « Τί φεύγεις ; » Ὁ δὲ εἶπεν· « Ὅτι μὲν τροφῇ συζῶ περισσῇ οἶδα καὶ σῶμα τὸ ἐμὸν εὐφραίνω· ἀεὶ δὲ πλησίον εἰμὶ θανάτου, ἄρκοις καὶ λέουσι μαχόμενος. » Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· « Καλὸν βίον ἡμεῖς, εἰ καὶ πενιχρόν, ζῶμεν, οἵτινες οὔτε λέουσι οὔτε ἄρκοις μαχόμεθα. » Ὅτι οὐ δεῖ κινδύνους ἑαυτῷ ἐπιφέρειν διὰ τρυφὴν καὶ ματαίαν δόξαν, ἀλλὰ τούτους ἐκφεύγειν. […] Ὁ δὲ εἶπεν· « Ὅτι τροφῇ συζῶ περισσῇ καὶ τὸ σῶμα τὸ ἐμὸν εὐφραίνω οὐκ ἀπαρνοῦμαι· ἀεὶ μέντοι πλησίον εἰμὶ θανάτου ἄρκοις καὶ λέουσι μαχόμενος. » Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· « Καλῶς ἡμῖν τὸ πενιχρῶς ζῆν οὔτε λέουσιν οὔτε ἄρκοις μαχομένοις. » Cod.

86. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 236 » pp. 72-72

Κἀκεῖνος ἔφη πρὸς αὐτάς· « Ὦ κάκιστα ζῷα, ὑμεῖς τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν δεινῶς τύπτετε. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι’ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιϐούλους ἀπωθοῦνται. […] Ὁ δὲ πρὸς αὐτάς· « Κάκιστα ζῷα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς δι’ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιϐούλους ἀπωθοῦνται.

87. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 259 » pp. 177-177

Ἐγγὺς δὲ παντελῶς ἐξενεχθέντα αὐτὰ ἰδόντες φρύγανα ὄντα, ἔφασαν πρὸς ἀλλήλους· « Τὸ μηδὲν ὂν ἡμεῖς μάτην προσεδεχόμεθα. » Οὑτω καὶ τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπροόπτου δοκοῦντες φοϐεροὶ εἶναι, ὅταν εἰς διάπειραν ἔλθωσιν, εὑρίσκονται οὐδενὸς ἄξιοι. […] Ἐξενεχθέντα δὲ αὐτὰ φρύγανα ὄντα ἰδόντες, πρὸς ἀλλήλους ἔφασαν ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα.

88. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 276 » pp. 91-91

Ὁ λόγος δηλοῖ ὅτι οὐ πάντες πρὸς πάντα πεφύκασιν. […] Ἐσχάτου δὲ κινδύνου θεράποντες ἐν μέσῳ ὡς εἶδον, ᾖξαν, κρανείαις δὲ ἄλλος ἄλλοθεν προσκρούων ἔθεινον, ὥστε καὐτὸς ὕστατ’ ἐκπνέων ἔφη· « Οἷα χρή με δυσδαίμονα <τλῆναι>· τί γὰρ παρ’ οὐρηέσι οὐκ ἐπολεύμην, βαιῷ δ’ ὁ μέλεος κυνὶ παρισούμην ; » Ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κἂν φθόνῳ ἀλαζονεύωνται.

89. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 142 » pp. 181-181

Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐϐόα· « Λάϐε τοῦ βάρους καὶ κούφισον ὀλίγον· οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν, καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ· εἰ δ’ οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν. » Ὁ δ’ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον, καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει. […] Μακρὰν οὖν στελλομένων πορείαν, ὁ ὄνος ἦν βιαίως ἀχθηφορῶν· διὸ ἔφησε πρὸς τὸν ἵππον· « Συγκάμφθητί μοι, καὶ ἆρον μικρόν τι ἐκ τοῦ φόρτου μου, εἰ μὴ θανεῖν με βούλει παρὰ καιρόν. » Τοῦ ἵππου δὲ μὴ πεισθέντος, ἡ προφήτεια τοῦ ὄνου εἰς ἔργον ἀπέϐη, καὶ ἐθανατώθη ὁ ὄνος κατάκοπος γεγονώς. […] Ὁ δὲ ὄνος, μέχρι μὲν πεδίον ἦν, ἀντεῖχε πρὸς τὸ βάρος. […] Καὶ ἣ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς αὑτήν· « Δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν φορτίων αὐτοῦ καὶ αὐτὸν ἔφερον. » Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλῦσιν.

90. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 77 » pp. 59-59

Ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταϐλάπτοντας. […] Ὁ μῦθος πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς βλάπτοντας.

91. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 257 » pp. 67-67

Ἑτέρου δὲ πέλεκυν εὑρόντος, ὁ ἕτερος ἔλεγεν· « Εὑρήκαμεν. » Ὁ δὲ ἕτερος παρῄνει μὴ λέγειν « Εὑρήκαμεν, » ἀλλ’ « Εὕρηκας. » Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποϐεϐληκότων τὸν πέλεκυν, ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· « Ἀπολώλαμεν. » Ἐκεῖνος δὲ ἔφη· « <Μὴ ἀπολώλαμεν εἴπῃς>, ἀλλ’ ἀπολώλα· οὐδὲ γὰρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω. » Ὁ λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαϐόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέϐαιοί εἰσι φίλοι. […] Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θἀτέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν· « Εὕρηκα, » ἀλλ’ « Εὑρήκαμεν. » Μετὰ μικρὸν δὲ ἐπέλθοντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποϐεϐληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· « Ἀπολώλαμεν. » Ὁ δὲ εἶπεν· « Ἀλόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ μὴ μεταλαμϐάνοντες τῶν εὐτυχημάτων οὐδ’ ἐν ταῖς συμφοραῖς βέϐαιοί εἰσι φίλοι.

92. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 310 » pp. 204-204

Τοῦ δὲ λέγοντος· « Πρὸς ὀλίγον ἀνιαθήσῃ, μέχρις οὗ συνεθίσῃς, καὶ ἔκτοτε οὐκέτι ὀσφρανθήσῃ, » ἔφη· « Οὐ διὰ τὴν σὴν τέχνην ἡμεῖς τὴν αἴσθησιν ἡμῶν ἀποϐαλοῦμεν. » Ὅτι οὐ δεῖ κοινωνεῖν ταῖς ματαίαις συμϐουλίαις, μάλιστα ταῖς πρὸς βλάϐην τῆς φύσεως οὔσαις. […] Τοῦ δὲ λέγοντος· « Ὀλίγον ἀνιάσει, μετὰ δὲ ταῦτα οὐκέτι ὀσφρανθήσει, » αὐτὸς πρὸς αὐτὸν οὕτως ἐϐόα λέγων· « Τί διὰ τὴν σὴν ἥνπερ κτᾶσαι νῦν τέχνην ἡμεῖς ἅπαντες διώξομεν ὀσφρήσεις ; » Ὅτι οὐ χρὴ ἡμᾶς συγκοινωνεῖν ταῖς ματαίαις συμϐουλίαις.

93. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 328 » pp. 224-224

Ἀλώπεκος δ’ ἐρομένης τὴν αἰτίαν, ὅτι, μηδεμιᾶς προκειμένης ἀνάγκης, τοὺς ὀδόντας θήγει, ἔφη· « Οὐκ ἀλόγως τοῦτο ποιῶ· εἰ γάρ με κίνδυνος περισταίη, οὔκουν με τηνικαῦτα πρὸς τὸ τοὺς ὀδόντας ἀκονᾶν ἀσχολεῖσθαι δεήσει, ἀλλὰ μᾶλλον ἑτοίμοις οὖσι χρῆσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ πρὸς τὸν κίνδυνον παρασκευάζεσθαι.

94. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 342 » pp. 222-222

Ὗς καὶ κύων πρὸς ἀλλήλας διεφέροντο. […] Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· « Καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ’ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ’ ὅλως εἰς ἱερὸν προσίεται. » Καὶ ἡ σῦς· « Διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.

95. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 251 » pp. 171-171

Νυκτερὶς καὶ βάτος καὶ αἴθυια κοινωνίαν πρὸς ἀλλήλας σπεισάμεναι ἐμπορεύεσθαι διέγνωσαν. […] Νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλας φιλίαν ποιήσασαι ἐμπορεύεσθαι ἔγνωσαν. […] Νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἅμα κοινωνοὶ ἐγένοντο πρὸς ἐμπορίαν.

96. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 41 » pp. 17-17

Τούτων δέ τις ὑποτυχοῦσα ἔφη· « Ὦ αὕτη, ἀλλ’ εἰ <μή> σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν τοῦτο συνεϐούλευσας. » Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους οἳ τὰς συμϐουλίας ποιοῦνται τοῖς πέλας οὐ δι’ εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον. […] Ὑπολαϐοῦσα δέ τις αὐτῶν εἶπεν· « Ὠ αὕτη, ἀλλ’ εἰ οὔ σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεϐούλευες. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων οὐ δι’ εὔνοιαν τὰς πρὸς τοὺς πέλας ποιοῦνται συμϐουλίας, διὰ δὲ τὸ αὐτοῖς συμφέρον.

97. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 206 » p. 258

Ἡ δ’ ἀπολογίας καιρὸν αἰτήσασα· « Καὶ τίς σε, ἐφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν ὅσον ἐγώ, πανταχόσε περινοστήσασα, καὶ θεραπείαν ὑπὲρ σοῦ παρ’ ἰατρῶν ζητήσασα καὶ μαθοῦσα ; » Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· « Εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ. » Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· « Οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ καθ’ ἑτέρου μηχανώμενος καθ’ ἑαυτοῦ τὴν μηχανὴν περιτρέπει.

98. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 291 » pp. 196-196

Τοῦ δὲ καρκίνου συνεχῶς αὐτῷ παραινοῦντος ἐξαπλοῦσθαι τὰ πρὸς αὐτὸν καὶ τὴν αὐτοῦ διάϐεσιν μιμεῖσθαι, ἐκεῖνος οὐκ ἐπείθετο. […] Ὄφις καρκίνῳ συνδιῃτᾶτο, ἑταιρείαν πρὸς αὐτὸν ποιησάμενος.

99. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 308 » pp. 218-218

Ὅτι τοιοῦτον ἦθός τινες τῶν ἀνθρώπων ἔχουσιν, οἷς ἀεὶ μᾶλλον ἐχθραίνειν ἐστὶ καλὸν ἢ φιλεῖν· [ὅπερ καὶ περὶ γονέων πολλάκις πρὸς οἰκεῖα γίνεται τέκνα, ὡς δῆθεν φίλων αὐτὰ τῆς σωτηρίας ἐμποδίζουσιν· ὅσα δὲ δῆθεν μισοῦσι, αὐτὰ εὐκόλως πρὸς σωτηρίαν ἀπέρχονται καὶ τὸ τῶν μονάχων σχῆμα περιϐάλλονται.]

100. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 356 » pp. 244-244

Γαλῆ πρὸς αὐτὸν ἐπίϐουλος ὡρμήθη, καὶ πρῶτον εἶπε· « Τίς μὲν εἶ, πόθεν ἥκεις ; » Ἡ δέ· « Ἠγόρασμαι, ἔφησεν, προσφάτως. » « Ἐγὼ [χρόνον] τοσοῦτον ἐνθάδε διατρίϐω καὶ με ἔνδον ἔτεκεν ἡ μυοκτόνος [μήτηρ], ἀλλ’ ἡσυχάζω καὶ προσέτι ἀνδύνω. Σὺ δ’ ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων, παρρησιάζῃ, φησί, καὶ κατακρώζεις ; » Πρόσφορος ὁ μῦθος πρὸς γέροντας εἰς τιμὴν προκριθέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους.

101. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 86 » pp. 53-53

Ἔφη δέ· « Ὦ παῖδες ἐμοί, καὶ αὐτοί, εἰ μὲν ἀλλήλοις ὁμοφρονῆτε, οὐδεὶς ὑμᾶς βλάψει, εἰ δὲ τῇ γνώμῃ ἀλλήλων χωρισθῆτε, ἀπολεῖσθε πάντες ὡς ἡ μία ῥάϐδος. » Ὅτι ἡ ὁμόνοια ὅπλον μέγα καὶ ἀκίνδυνόν ἐστι καὶ κτῆμα πρὸς ἀνάπαυσιν βίου. […] Πατὴρ ἀποθνῄσκων τοὺς οἰκείους παῖδας πρὸς ὁμοφροσύνην παρεκάλει· τρεῖς δὲ ῥάϐδους δεδεμένας κατεάξαι ταῖς χερσὶ τούτοις ἐδίδου. […] Ὁ δὲ ἔφη πρὸς αὐτούς· « Βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαι τὰς ῥάϐδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει. » Ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.

102. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 296 » pp. 363-363

Ἐζωγράφησε δὲ καὶ τὸ οἴκημα πρὸς τέρψιν παντοίοις ζῴοις, ἐν οἷς καὶ λέων ἐμορφώθη. […] Ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῷα, ἐν οἷς ἦν καὶ λέων. […] Ὁ δὲ φοϐηθεὶς μὴ τοὖναρ ἀληθεύσῃ, οἴκημα τερπνὸν αὐτῷ κατασκευάσας, ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζῴοις παντοίοις αὐτοὺς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων αὐτὸς ἀπεμορφώθη.

103. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 345 » pp. 225-225

Ἰδὼν δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη πρὸς αὐτόν· « Μὴ λυποῦ, λαϐὼν δὲ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ. » Ὁ λόγος δηλοῖ ὅτι τὸ μηδέν ἑστιν ἡ κτῆσις, ἐὰν μὴ καὶ ἡ χρῆσις παρῇ. […] Φιλάργυρός τις τὴν οὐσίαν αὐτοῦ πᾶσαν ἐξαργυρώσας ὠὸν χρυσοῦν ὠνήσατο, καὶ τοῦτο πρὸς τὸ τεῖχος ὀρύξας κατέθετο, συνεχῶς πρὸς ἐπίσκεψιν ἐρχόμενος.

104. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 134 » pp. 317-317

Ἰατρὸς ἄπειρος ἀρρώστῳ προσελθὼν πάντα πρὸς ταφὴν εὐτρεπίσαι τοῖς πρὸς αὐτὸν ἐκέλευε· τὴν γὰρ αὔριον οὐχ ὑπερϐήσεσθαι αὐτόν.

105. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 305 » pp. 203-203

Ἐφαψάμενος δὲ τῶν δικτύων, ὡς συνελήφθη, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν ; » Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιϐλαϐής ἐστιν. […] Ὁ δὲ πρὸς ἑαυτὸν ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν ; » Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιϐλαϐής ἐστι.

106. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 114 » p. 310

Ὁ δὲ ἱερεὺς ἔφη· « Ὅτε μὲν πρὸς τὴν θυσίαν ἀπίδω, πατέρα σε γενέσθαι παίδων παρακαλῶ· ὅτε δὲ τὴν σὴν ὄψιν ἴδω, οὐδ’ ἀνὴρ φαίνῃ. » Cod.

107. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 122 » p. 104

Οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι, πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.

108. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 32 » pp. 15-15

Ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· « Ὄμφακές εἰσιν. » Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι’ ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται. […] Chambry 32.6 Aliter — Ἀλώπηξ πρὸς ὄμφακας καὶ μῦς.

109. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 59 » pp. 284-284

Ἐκαυχῶντο δὲ πρὸς ἀλλήλους τοῖς λόγοις. […] Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει· « Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση <πέλει>. » Ἔφη δ’ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε· « Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, †πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους.† » Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες.

110. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 154 » pp. 118-118

Καὶ δή, εἴ ποτέ τις αὐτὸν θεασάμενος διώκει ἐκτέμνειν βουλόμενος, εἰδὼς οὗ χάριν διώκεται, μέχρι μέν τινος φεύγει τῇ τῶν ποδῶν ταχύτητι συγχρώμενος, πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι· ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτως τῆς σωτηρίας τυγχάνει. […] Οὗτος οὖν, ἐπειδὰν ὑπ’ ἀνθρώπων διωκόμενος καταλαμϐάνηται, γινώσκων οὗ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας καὶ οὕτω σωτηρίας τυγχάνει.

111. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 294 » pp. 199-199

Ὁ δὲ τοῦ παιδὸς τὸ ἄκακον νοήσας ταῦτα πρὸς αὐτὸν οὕτως ἐϐόα, λέγων· « Ἄπελθε, ὦ παῖ, καὶ σῴζου μετ’ εἰρήνης, μὴ θηρεύσας με ἀπολέσῃς ἁπάσας. » Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν. […] Ὁ δὲ πρὸς τὸν παῖδα, ἄκακον ὄντα νοήσας, ἔφη· « Ἄπελθε, μὴ θήρευε, μὴ πάσας ἀπολέσῃς. » Cod.

112. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 346 » pp. 415-415

Μιᾷ γοῦν τῶν ἡμερῶν παρεσθηκὼς τῷ χαλκεῖ, ἔρριψεν ὁ χαλκεὺς αὐτῷ ὀστοῦν λέγων· « Ὦ ταλαίπωρε κύων, ὑπνῶδες καὶ ὀκνηρέ, τί σοι ποιήσω ; τὸ γὰρ ἀκμόνιον προσκεκρουκώς, εὐθὺς ἐπανακλίνεις σαυτὸν ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι· ὅταν δὲ τοὺς ὀδόντας μου πρὸς τροφὴν κινήσω, εὐθὺς ἕτοιμος τὴν κέρκον μοι ἐπισείεις. » Ὁ μῦθος [δηλοῖ ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς ὁ τῶν ἀλλοτρίων πόνος ἐλέγχει. […] Τότε λοιπὸν εἶπε πρὸς αὐτόν· « Ὦ ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραϐϐάτῳ· ὅταν δ’ ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν.

113. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 148 » pp. 249-249

Κάμηλος ὀρχήσασθαι βιαζομένη πρὸς <τὸν> ἀναγκάζοντα δεσπότην ἔφη· « Οὐ μόνον ἄσχημός εἰμι ὀρχουμένη, ἀλλὰ καὶ περιπατοῦσ’ ἢ καθημένη. » Ὁ λόγος δηλοῖ <ὅτι ὁ> ἐν ἑνὶ ἀδόκιμος καὶ ἐν παντὶ ἀδόκιμός ἐστι.

114. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 16 » pp. 279-279

Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις ; » Ὁ δὲ πρὸς αὐτὴν <ἔφη>· « Καὶ τί ποιήσω ; οὐ γὰρ δύναμαι τῆν ζωὴν ἄλλως ἔχειν. » Ἣ συμϐουλεύει ἐπίληπτον γενέσθαι καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων, ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς. Καὶ δὴ ἡ ὄνος ὑπακούσασα τούτου πεσοῦσα πρὸς γῆν εὐθέως συνετρίϐη, ὥσπερ νόσημα δεινὸν προσκεκτημένη καὶ τὸν θάνατον αὐτὴ προσδεδεγμένη.

115. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 26 » pp. 18-18

Τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτήν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξηθεῖσαν συλλαμϐάνειν εἰς μείζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἐγὼ εὐηθέστατος ἂν εἴην, εἰ τὸ ἐν χειρὶ παρεὶς κέρδος, ἄδηλον ἐλπίδα διώκοιμι. » Ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος, κἂν μικρὸν ᾖ, <ἢ> τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ. […] Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν λέγουσα· « Μὴ λάϐῃς με πρὸς τὸ παρόν, ἀλλ’ ἔασον, ἐπειδήπερ σμικρὰ τυγχάνω· ὅτε δὲ αὐξηθῶ καὶ μεγάλη γένωμαι, λάϐῃς με, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν τότε γενήσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε μῶρος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ κέρδος παρείς, κἂν μικρὸν ᾖ, τὸ ἐν ἐλπίσι διώκοιμι, κἂν μέγα ὑπάρχῃ. » Ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν, κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ.

116. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 38 » pp. 81-81

Ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη· « Ὦ πίθηκε, σὺ τοιαύτην μωρίαν ἔχων, τῶν ἀλόγων ζῴων βασιλεύεις ; » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. […] Ἡ δὲ πρὸς αὐτὸν· « Ὦ πίθηκε, τοιαύτην σὺ μωρίαν ἔχων, τῶν ἀλόγων βασιλεύσεις ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πράξεσί τισιν ἀπερισκέπτως ἐπιχειροῦντες δυστυχήμασι περιπίπτουσι.

117. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 46 » pp. 34-34

Chambry 46.2 Aliter — Autre version Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· « Ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. » Τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· « Πόθεν σοι ταῦτα, ἐὰν συμϐῇ ὑγιᾶναί σε ; » πρὸς αὐτὴν ἐκεῖνος ἔφη· « Καὶ νομίζεις <ἂν> ἀναστῆναί με, ἵνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν. […] Chambry 46.4 Aliter — Autre version Ἀνὴρ πένης νοσῶν κακῶς διακείμενος, ἐπειδὴ πρὸς τῶν ἰατρῶν ἀπεγνώσθη, τῶν θεῶν ἐδεῖτο ὡς, εἰ τὴν ὑγείαν αὐτῷ πάλιν ἐπανελθεῖν ποιήσειαν, ἑκατὸν βόας αὐτοῖς προσοίσειν ὑπισχνούμενος εἰς θυσίαν.

118. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 66 » pp. 44-44

Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσϐεις ἔπεμψαν πρὸς τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. […] Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ.

119. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 225 » pp. 156-156

Οὗτος γελάσας καὶ τοὺς ὀδόντας θήξας· « Ἀρκεῖ σοι, εἶπε, μισθὸς τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν. » Ὁ μῦθος πρὸς ἄνδρας δολίους οἵτινες ἐκ κινδύνων διασωθέντες τοῦτο παρέχουσι τοῖς εὐργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς. […] Ὅστις γελάσας καὶ τοὺς ὀδόντας θήξας· « Ἀρκεῖ σοι μισθός, ἔφη, τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν. » Ὁ μῦθος πρὸς ἄνδρας οἵτινες ἀπὸ κινδύνου διασωθέντες τοῖς εὐεργέταις τοιαύτας ἀπονέμουσι χάριτας.

120. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 270 » pp. 82-82

Παρὰ δὲ τὸν ψόφον τοῦ ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ πτύρεσθαι τοὺς λέοντας πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνάς) εἰς φύγην ἐτράπη. […] Καὶ τοῦ ἀλέκτορος φθεγξαμένου πρὸς τὸν λέοντα, ὅτι τὰς φωνὰς τῶν ἀλεκτρυόνων τοὺς λέοντας ἀκούοντάς φασι πτύρεσθαι, τοῦ δὲ λέοντος προσποιουμένου εἰς φυγὴν τραπῆναι, ὁ ὄνος καταπηδήσας κατὰ τοῦ λέοντος ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν.

121. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 312 » pp. 207-207

Ποιμὴν ἔν τινι τόπῳ παραθαλασσίῳ ποίμνια νέμων, ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνήν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. […] Ποιμὴν ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων, ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν.

122. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 81 » pp. 51-51

Φοϐηθεὶς οὖν ὁ γεωργὸς μήπως ἀμύνηται αὐτὸν καὶ φονεύσῃ, λαϐὼν ἄλευρον καὶ μέλι, ἐξεκάλει τὸν ὄφιν πρὸς εἰρήνην. […] Ὃς φόϐῳ ληφθείς, μὴ καὐτὸν θανατώσῃ, λαϐὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι, αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην. […] Λογιζόμενος <οὖν> ὡς ἑρπετὸν μῆνιν οὐ φυλάσσει, λαϐὼν δὲ ἄρτον καὶ ἅλας πρὸς εἰρήνην ἐκάλει τὸν ὄφιν.

123. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 254 » pp. 173-173

Καὶ ὃς ἐπανελόμενος, ἐπειδὴ παρεγένετο πρὸς τοὺς ἑταίρους, τὰ γεγενημένα αὐτοῖς διηγήσατο. […] Παραγενόμενος οὖν πρὸς τοὺς ἑταίρους αὐτοῦ, διηγήσατο αὐτοῖς τὰ συμϐάντα αὐτῷ. […] Ὁ δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμϐάντα αὐτοῖς διεξελήλυθεν· ὧν εἱς τις τὰ ἴσα διαπράξασθαι ἐϐουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα κλαίων ἐκάθητο. […] Ἔφη δ’ Ἑρμῆς πρὸς τὸν πένητα ἐκεῖνον· « Τοῦτόν γε, οὗτος, ἀπώλεσας ἢ ἄλλον ; » « Ναὶ τοῦτον, ὦ δέσποτα, » ὁ πένης ἔφη.

124. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 158 » p. 86

Καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη· « Δειλαία εἰμί, ἥτις διὰ τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι. » Ὁ λόγος πρὸς ἄνδρα ἄσωτον δι’ ἡδυπάθειαν ἀπολωλότα εὔκαιρός ἐστιν.

125. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 292 » p. 198

Ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· « Ἀλλ’ εἰ τὸν πρότερόν σε πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς πρώτοις ἐπιϐαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοϐεροὶ γίνονται.

126. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 349 » p. 229

Χελιδὼν καὶ κορώνη περὶ κάλλους ἐφιλονείκουν· ὑποτυχοῦσα δὲ ἡ κορώνη πρὸς αὐτὴν εἶπεν· « Ἀλλὰ τὸ μὲν σὸν κάλλος τὴν ἐαρινὴν ὥραν ἀνθεῖ, τὸ δὲ ἐμὸν σῶμα καὶ χειμῶνι παρατείνεται. » Ὁ λόγος δηλοῖ ὅτι ἡ τοῦ σώματος παράτασις εὐπρεπείας καλλίων.

127. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 163 » pp. 101-101

Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. […] Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. […] Ἶρις, ἡ τῶν θεῶν ἄγγελος, πᾶσι πετεινοῖς ἐκήρυξεν· « Εἴ τις ὑμῶν κρείττων εἰς κάλλος φανῇ, οὗτος πτηνὼν πάντων βασιλεύσει ὑπὸ τοῦ Διός. » Ἐπισυνηγμένων δὲ πάντων ὀρνέων εἰς τὴν τῆς Στυγὸς κρήνην καὶ ἀπολουομένων, κολοιός, υἱὸς κορώνης γέρων, πάντων ὀρνέων τὰ πτερὰ πρὸς ἑαυτὸν ἁρμοσάμενος, ἦλθεν ἀετοῦ κρείσσων.

128. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 117 » p. 93

Ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαϐὼν δὲ παρ’ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ.

129. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 213 » pp. 341-341

Τὸν δὲ νεϐρὸς ἐξ ὕλης ἰδὼν ἔφησεν· « Οἴμοι τῷ ταλαιπώρῳ· τί γὰρ μεμηνὼς οὕτως οὐχὶ ποιήσει, ὃς ὑπῆρχε οὐδὲ σωφρονῶν φορητός. » Ὁ λόγος πρὸς ἄνδρα φύσει ὀργιλὸν καὶ αἱμοϐόρον.

130. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 220 » p. 260

Λύκος πλανώμενος <ποτ’> ἐν ἐρήμοις τόποις, κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος, δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη· « Λέοντ’ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν ; πλέθρου τ’ ἔχων τὸ μῆκος, οὐ θηρῶν ἁπλῶς πάντων δυνάστης ἀθρόων γενήσομαι ; » Λύκον δὲ γαυρωθέντα καρτερὸς λέων ἑλὼν κατήσθι’· ὁ δ’ ἐϐόησε μετανοῶν· « Οἴησις ἡμῖν πημάτων παραιτία. » Cod.

131. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 281 » pp. 360-360

Τὸν δ’ εἶδεν ἀλώπηξ, κερτομοῦσα δ’ εἰρήκει· « Πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις ; » Ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους.

132. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 290 » p. 197

Ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἑαυτοὺς μάχην, ἐπ’ ἐκείνους ἐτράπησαν.

133. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 231 » pp. 159-159

Ὁ δὲ πρὸς αὐτὴν ταῦτα οὕτως ἐϐόα· « Εἰ τρεῖς ἀληθεῖς λόγους νῦν μοι προσείπῃς, εὐθὺς ἐγώ σε συντόμως ἀπολύσω. » Εἶτα πρὸς αὐτὸν ἀντέφησεν ἀλώπηξ· « Εἴθε μὴ, λύκε, μηδαμῶς σε συνήντων· εἰ δὲ καὶ συνήντων, τυφλόν σε ὑπήντων· καὶ νῦν μὴ ζήσαις πάλιν τῇ ὥρᾳ ταύτῃ, καὶ μή ποτ’ αὖθις συναντήσαις μοι, λύκε. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει.

134. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 124 » pp. 312-312

Ὁ δὲ λίχνος ἄνθρωπος εἰδέναι θέλων τί ἐστιν ἐν αὐτῷ, τὸ πῶμα ἐκίνησε· πάντα δὲ ἐπετάσθησαν πρὸς τοὺς θεούς.

135. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 9 » pp. 277-277

Ἡ δὲ πρὸς αὐτὴν δακρύουσα ἐϐόα· « Οὐ δυνήσομαι ἐγὼ τοῦτο ποιῆσαι· τῶν γὰρ προγόνων τὴν λύμην ἀναφέρω.

136. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 18 » p. 301

Ἡ δὲ καθ’ ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, « ἀλλ’ ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή. » Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι’ αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνην μείζονα].

137. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 183 » pp. 136-136

Ὁ δὲ ἀπαυδήσας ἔφη πρὸς αὐτόν· « Ἀλλ’, ὦ οὗτος, παῦσαί με καταδάκνων ἢ καταφιλῶν, ἵνα γνῶ πότερον ἐχθρὸς ἢ φίλος μου καθέστηκας. » Πρὸς ἄνδρα ἀμφίϐολον ὁ λόγος εὔκαιρος.

138. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 196 » p. 334

Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζῴων δοῦναι δίκας καὶ λαϐεῖν πρὸς ἄλληλα, ὁ λύκος μὲν προϐάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ λαγωῷ.

139. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 240 » pp. 167-167

Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· « Ἀλλ’ ἔγωγε καὶ βέϐρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι μέλει. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον οἱ ἄνθρωποι, ὅταν ἀϐασανίστως παρακολουθήσῃ.

140. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 268 » p. 188

Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· « Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. » Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.

141. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 13 » pp. 79-79

Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι εἶπον πρὸς ἑαυτούς· « Ἕτοιμοι κατέλθωμεν κάτω καὶ ἐπὶ τῶν ὀπῶν δύνωμεν, ἵνα μὴ παντελῶς ἀπολεσθῶμεν· τοῦ γὰρ αἰλούρου μηκέτι δυναμένου ἀφικνεῖσθαι ἐκεῖσε, ἡμεῖς διασωθησόμεθα. » Ὁ δὲ, μὴ δυνάμενος αὐτῶν ἀφικέσθαι, δεῖν ᾠήθη καὶ ἔγνω δι’ ἐπινοίας καὶ μηχανῆς αὐτοὺς ἐκκαλεῖσθαι. […] Οἱ δὲ καθ’ ἑκάστην ἑαυτοὺς ἀναλισκομένους ὁρῶντες ἔφασαν πρὸς ἀλλήλους· « Μηκέτι κάτω κατέλθωμεν, ἵνα μὴ παντάπασιν ἀπολώμεθα.

142. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 55 » pp. 28-28

Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον. […] Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀμύνασθαι, ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· « Ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον· ἐκεῖ δὲ ἀττικὰς χιλίας εὑρήσεις. » Ἐκεῖνος δὲ διυπνισθεὶς σὺν ἡδονῇ καὶ σπουδῇ πρὸς τὸν ὑποδειχθέντα τόπον ἀφίκετο τὸ χρυσίον διερευνῶν.

143. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 140 » pp. 105-105

Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη ὅπως σκέπῃ αὐτόν. […] Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσϐύτην θυμώδη καὶ δύστροπον.

144. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 25 » pp. 282-282

Ἁλιεὺς ἐκ τῆς θαλάσσης τὸ πρὸς ἄγραν δίκτυον ἐκϐαλὼν τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν· οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ.

145. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 221 » p. 157

Ἡ δὲ ἀπεκρίνατο πρὸς αὐτόν· « Ἀλλ’ οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ κακοῦργοι, ὅταν παρὰ τοῖς εἰδόσι πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.

146. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 279 » pp. 184-184

Οὕτω καὶ οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐφικνεῖσθαι καὶ τὰ μέγιστα δυστυχοῦσιν.

147. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 3 » pp. 1-1

Ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεϐαίωσιν φιλίας τὴν συνήθειαν ποιούμευοι. […] Chambry 3.2 Aliter — Autre version Ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι, πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεϐαίωσιν φιλίας τὴν συνήθειαν καὶ τὸ ἐν ταὐτῷ εἶναι ἡγούμενοι. […] Chambry 3.4 Aliter — Autre version Φιλίαν ἐσπείσατο πρὸς ἀετὸν ἀλώπηξ, καὶ ὁ μὲν εἶχε τὴν καλιὰν ἐπάνω τοῦ δένδρου, ἡ δὲ ὑπὸ τὴν ῥίζαν.

148. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 2 » p. 99

Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· « Ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρ’ αὐτοῦ ὠφελειῶν ἀπολαύειν ; » ἀπεκρίνατο ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς δέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν.

149. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 39 » p. 14

Τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, εἶπεν· « Ἀλλ’ οὐ μέλλω κλάειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων ; » Κἀκείνη πρὸς αὐτὸν ἔφη· « Ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσιν.

150. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 275 » p. 190

Τοῦ δὲ ὀνηλάτου πόρρωθεν ἑστῶτος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο καὶ πρὸς ἑαυτὸν ἔφη· « Ἄθλιοι ἡμεῖς, οἵ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα, τούτους δὲ καὶ προσιόντας προσγελῶσιν. » Ὁ λόγος δηλοῖ ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ αὐτῶν τῶν προσώπων καὶ ἐξ ἀπροόπτου δῆλοί εἰσιν.

151. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 340 » pp. 243-243

Ἡ δὲ ὑποτυχοῦσα ἔφη· « Ἀλλ’, ὦ οὗτος, οὕτω ταῦτα πράττε ὡς ἐγγὺς τὰ αὐτὰ πεισόμενος. » Τοῦτο εἰκότως εἴποι ἄν τις πρὸς τὸν ἤδη ἄρχοντα ὁ μετ’ ἐκεῖνον μέλλων, εἰ πλημμελές τι πάσχοι.

152. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 358 » p. 272

Καὶ δὴ συλλαϐών· « Τίς εἶ σύ, ἀνεϐόα, ὅτι πάντα μου μέλη κατεϐοσκήσω εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων ; » Ἡ δὲ ἐϐόα· « Οὕτως ζῶμεν, μὴ κτείνῃς· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι. » Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· « Ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα οὐδ’ ὅλως πρέπει καθόλου που φυῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.

153. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 76 » pp. 50-50

Ὅτι, κἂν πρὸς βραχύ τις ἐν ὑποκρίσει μορφῶται καὶ κρύπτηται, ἡ φύσις τοῦτον διὰ τῶν ἐργων ἐξελέγχει. […] Ὅτι, κἂν πρὸς βραχύ τις ἐν ὑποχρίσει μορφῶται καὶ ἀμείϐῃ τὴν φύσιν, τοῦτον τὰ ἔργα ἐλέγχουσιν.

154. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 245 » pp. 352-352

Ὁ δ’ ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη· « Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον, ἐπαπολαύων αὐτὰ μετ’ εὐφροσύνης καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόϐου· ἐγὼ δ’ ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων ζήσω ἀφόϐως μηδένα ὑποπτεύων. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχως ὑπὲρ τὸ τρυφᾶν ἐν φόϐῳ μετ’ ὀδύνης. […] Τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν τοῖς βώλοις εἶπεν· « Μύρμηκος ζῇς βίον ταλαιπώρου· ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ.

155. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 319 » pp. 210-210

Παιδίον που πρόϐατα νέμον, <ὥσπερ> λύκον ἐρχόμενον πρὸς διαφθορὰν ὁρῶν, ἐπικαλούμενον τοὺς ἀγρότας ἔλεγε· « Βοηθεῖτε ὧδε, ἔρχεται λύκος. » Οἱ δὲ ἀγρόται τρέχοντες τοῦτον εὕρισκον μὴ ἀληθεύειν. […] Τοῦ δὲ λύκου ἀληθῶς ἐλθόντος καὶ τοῦ παιδὸς βοῶντος, οὐδεὶς ἐπίστευσε καὶ ἀπῆλθε πρὸς βοήθειαν.

156. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 258 » p. 175

Ἀναϐλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους ὡς ἀνωφελές ἐστιν ἀνθρώποις τοῦτο ἄκαρπον τὸ δένδρον.

157. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 271 » p. 191

Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν.

158. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 278 » pp. 186-186

Τοῦ δὲ ὀνηλάτου ἐπιϐοῶντος· « Ἄθλιε, ποῦ φέρει ; » καὶ τῆς οὐρᾶς ἐπιλαϐομένου καὶ ἕλκοντος πρὸς ἑαυτόν, τῆς εἰς τὰ πρόσω φορᾶς ὁ ὄνος οὐχ ἵστατο.

159. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 304 » pp. 266-266

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πολυπράγμονα, ὃς ἐν τοῖς ἑαυτοῦ πράγμασι τυφλώττων τῶν μηδὲν προσηκόντων κήδεται.

160. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 10 » p. 5

Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε· αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται. » Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.

161. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 53 » p. 30

Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· « Σὺν Ἀθηνᾷ καὶ σὺ χεῖρα κινεῖ. » Ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν.

162. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 96 » p. 63

Ἐρομένων δὲ αὐτῶν· « Ἡ οὖν Δήμητρα τί ἔπαθεν ; » ἔφη· « Κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε. » Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.

163. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 128 » pp. 314-314

Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐϐόα· « Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, εἰς τί βοᾶτε μεγάλα κεκραγότες ὡς ἐπ’ ἀγάθῳ τινὶ προσδοκωμένῳ ; Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ, εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει, τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι. » Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντως χαίρουσιν ἐπ’ αδήλοις.

164. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 152 » pp. 322-322

Καρκίνῳ ποτὲ ἡ μήτηρ παρῄνει· « Μὴ λοξά, τέκνον, ἐμπεριπάτει. » Ὁ δὲ πρὸς αὐτὴν λέγει· « Σύ μοι, ὦ μῆτερ, ὑπόδειξον βαδίζειν καὶ περιπατεῖν, ὄρθια βηματίζουσα, ὅπως ὁρῶν σε κἀγὼ παραζηλώσω. » Ὅτι μεγίστην βλάϐην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία.

165. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 209 » p. 151

Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον ἐπὶ θήραν.

166. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 309 » p. 78

Καὶ στερρὸς ὁ κυϐερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· « Ἀλλ’, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου. » Ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάϐλητον ἐννοουμένους.

167. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 343 » pp. 223-223

Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· « Ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ ἐν τῇ τελειότητι κρίνεται.

168. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 12 » pp. 16-16

Τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· « Ἀλλ’ εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ », τοῦτον κατεθοινήσατο. […] Τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· « Ἀλλ’ εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ », τοῦτον κατεθοινήσατο.

169. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 74 » pp. 49-49

Ἔμφοϐος οὖν γενόμενος καὶ μέγα δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· « Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δώσειν, ἒν τὸν κλέπτην εὕρω· νῦν <δὲ> ταῦρον σοι θύσειν ὑπισχνοῦμαι, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω. » Ὁ μῦθος πρὸς ἄνδρας δυστυχεῖς οἵτινες ἀποροῦντες μὲν εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν. […] Εὗρε δὲ ἐξαίφνης τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον· εἶπεν δὲ τῷ θεῷ ὅτι « καὶ ἕτερον βοῦν σοι ἐπιθύσω, εἰ τὸν κλέπτην ἐκφύγω. » Ὅτι ἀϐούλως οὐ δεῖ εὐχὴν τῷ θεῷ συντάσσεσθαι διὰ τὴν πρὸς ὥραν συμϐαίνουσαν λύπην.

170. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 282 » pp. 187-187

Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος ὅλον τε τὸν νοῦν πρὸς τῇ ὁπλῇ ἔχοντος, ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐτίναξε. […] Λύκον δὲ ἰδὼν καὶ τοῦτον δειλιάσας, μήπως, ὡς τρίπους, αὐτῷ γένηται βρῶμα, ἀνεϐόησε καὶ πρὸς αὐτὸν ἐλάλει· « Λύκε μέγιστε, νυνὶ θνῄσκω ἐκ πόνου· καλόν μοι ἔσται τὸ γενέσθαι σοι δεῖπνον ἤπερ τῶν γυπῶν, ὀρνέων καὶ κοράκων.

171. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 200 » pp. 336-336

Λέων νοσήσας πρὸς τὴν ἀλώπεκα ἔφη· « Εἰ χαριεῖσθαι μοι θέλεις, τὴν ἔλαφον τοῖς πιθανοῖς σου λόγοις ἐξαπατήσασα κόμιζε· τῶν γὰρ ἐγκάτων αὐτῆς ἐπιθυμῶ καὶ τῆς καρδίας. » Ἡ δὲ πρὸς τὴν ἔλαφον ἀπελθοῦσα· « Ἀγαθῶν μηνυτὴς ἧκον, » ἔφη. […] Ἡ δὲ δύσκολον τὸ πρᾶγμα τιθεμένη, ὅμως πρὸς τὴν ἔλαφον αὖθις ἐγένετο. […] Ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ τὰς πηγὰς μηδέν τι κακὸν παρὰ τοῦ λέοντος ὑποστῆναί σε. » Τουτοῖς πεισθεῖσα ἡ δειλαία ἔλαφος αὖθις πρὸς τὸ σπήλαιον εἰσῆλθε τοῦ λέοντος.

172. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 29 » p. 232

Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν· « Μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον δι’ ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν, » ἐκείνη ἀπαγομένη ἔλεγεν· « Ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν. » Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.

173. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 98 » p. 247

Διογένης ὁ κύων ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τῇ βαλϐίδι ἀμηχανῶν.

174. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 170 » pp. 251-251

Κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· « Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν. » Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.

175. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 189 » p. 255

Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· « Οὔτε φοϐοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τί σοί ἐστιν ἡ δύναμις ; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι ; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ.

176. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 203 » p. 145

Τοῦ δὲ ἀσμένως ἐπινεύσαντος, ὁ λέων ἐπὶ πολὺν χρόνον μάχην ἔχων πρὸς ταῦρον ἄγριον ἐπεκαλεῖτο τὸν δελφῖνα ἐπὶ βοήθειαν.

177. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 216 » p. 343

Οὗτος πρὸς τὴν μάχην ἐϐράδυνεν· οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς.

178. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 232 » pp. 160-160

Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόϐατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραρρέοντος αὐτῷ ποταμοῦ κομίσαι. « Εἰ γὰρ σύ μοι, φησί, δώσεις ποτόν, ἐγὼ τροφὴν ἑμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἀλλ’ ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ. » Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα.

179. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 253 » p. 262

Ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ’ ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ· « Βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· « Ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτὴ ἡ συκῆ· « Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν ἡ ῥαμνος <πρὸς> τὰ ξύλα· « Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ’ ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιϐάνου. » Cod.

180. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 103 » pp. 74-74

Μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· « Δειλαία ἔγωγε, ἥτις ὑφ’ ὧν μὲν προδοθήσεσθαι ἔμελλον, ὑπὸ τούτων ἐσῳζόμην, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι. » Οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται. […] Αἰφνίδιον δὲ κυνηγοῦ καταλαϐόντος αὐτήν, καὶ πρὸς φυγὴν ὁρμήσασα, τὰ μὲν σκέλη διέσωσαν αὐτὴν ἐν κρησφυγέτῳ τινί.

181. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 14 » pp. 7-7

Ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγείας. » Ἡ δ’ ἀπερκίθη πρὸς τὸν αἴλουρον ταῦτα· « Εἰ σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνῄσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν. » Τοὺς δολίους ὑποκριτάας, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει.

182. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 70 » pp. 45-45

Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· « Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας ; » Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν.

183. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 82 » pp. 176-176

Καὶ ὃς ἀποθνῄσκειν μέλλων ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν ; » Ὁ λόγος δηλοῖ ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιϐὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται.

184. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 91 » pp. 56-56

Θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη· « Ὦ αὕτη, ἡ τὰς δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἐλέγχεται.

185. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 104 » pp. 77-77

Ἡ δὲ μέλλουσα τελευτᾶν στενάξασα πρὸς ἑαυτὴν ἔφη· « Δίκαιά γε πάσχω, ὅτι τὴν σώσασάν με ἄμπελον ἠδίκησα. » Οὗτος ὁ λόγος λεχθείη ἂν κατὰ ἀνδρῶν οἵτινες τοὺς εὐεργέτας ἀδικοῦντες ὑπὸ θεοῦ κολάζονται.

186. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 105 » pp. 76-76

Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐφ’ ᾧ λέων ἦν κατοικούμενος, καὶ ἐνταῦθα εἰσιοῦσα καὶ νομίζουσα κρυϐῆναι συνελήφθη ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη πρὸς ἑαυτὴν ἔφη· « Δειλαία ἔγωγε ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ παρέδωκα. » Οὕτως οἱ τῶν ἀνθρώπων παῖδες διὰ φόϐον ἐλάττονος κινδύνου ἑαυτοὺς εἰς μεῖζον κακὸν ἐμϐάλλουσιν.

187. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 119 » pp. 109-109

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πόρνον.

188. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 147 » pp. 117-117

Διόπερ παραγενομένη πρὸς τὸν Δία, τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ.

189. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 289 » pp. 362-362

Ὁ λόγος δηλοῖ ὅτι οἱ πρὸς χάριν ἅπαντα πολιτευόμενοι τοιαῦτα πάσχουσι.

190. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 322 » pp. 212-212

Πρόϐατον ἀφυῶς κειρόμενον πρὸς τὸν κείροντα ἔφη· « Εἰ μὲν ἔρια ζητεῖς, ἀνωτέρω τέμνε· εἰ δὲ κρεῶν ἐπιθυμεῖς, ἅπαξ με καταθύσας τοῦ κατὰ μικρὸν βασανίζειν ἀπάλλαξον. » Πρὸς τοὺς ἀφυῶς ταῖς τέχναις προσφερομένους ὁ λόγος ἁρμόδιός ἐστι.

191. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 45 » pp. 32-32

Ὁ λόγος πρὸς τοὺς τῶν ἀνθρώπων φονεῖς ὡς οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδατος στοιχεῖον, οὔτε ἄλλος τις τόπος φυλάσσει αὐτούς.

192. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 62 » p. 71

Ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα ; Ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ· ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος.

193. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 130 » pp. 316-316

Ἂν οὖν τις ταύτην οἵαν εὗρεν ἀφήσῃ, ἐπὶ μικροῦ μένει· ἂν δὲ μάχεσθαι θέλῃ πρὸς ταύτην, οὕτως ἐκ μικροῦ οἰδεῖ καὶ εἰς μέγα προέρχεται. » Cod.

194. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 136 » pp. 128-128

Τοῦ οὖν ἰκτίνου ἐκ τῆς πληγῆς τεθνηκότος, ὁ ὄφις πρὸς αὐτὸν ἔφη· « Τί τοσοῦτον ἐμεμήνεις, ταλαίπωρε, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἐϐούλου ; Δικαίως οὖν ἔδωκας γνώμης δίκην ἀξίαν. » Codd.

195. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 169 » pp. 324-324

Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει· « Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει. » Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη· « Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.

196. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 184 » pp. 254-254

Ἔφησε δ’ ὁ μάγειρος πρὸς κύνα οὕτως· « Ὦ κακὲ κύων, οὐκ ἂν ἐμὲ λανθάνοις· ἢν γὰρ ἐμοῦ καρδίαν δοκεῖς λαμϐάνειν, ταύτην ἐγὼ ἔλαϐον διπλῆν ἐκ σοῦ γε. » Ἐκεῖνα μανθάνει τις ἅπερ μαθεῖν φέρει ἡ τύχη.

197. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 299 » p. 239

Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπ’ αὐτοῦ ἐπὶ κρημνόν, ᾐτιᾶτο αὐτὸν ὡς προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν.

198. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 333 » pp. 294-294

Ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει· « Ἀλλ’ ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων, καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη· σὺ δ’, ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων. » Ὅτι κρεῖσσόν ἐστι περίϐλεπτόν τινα εἶναι ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.

199. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 94 » pp. 85-85

Τῶν δὲ προϐάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· « Ἡμᾶς μὲν συνεχῶς συλλαμϐάνει καὶ οὐ κράζομεν, » ἔφη πρὸς ταῦτα· « Ἀλλ’ οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα. » Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλα περὶ σωτηρίας.

200. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 109 » pp. 88-88

Ὁ δ’ ἀγαλματοποιὸς ἔφη· « Ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι. » Ὁ μῦθος πρὸς ἄνδρα κενόδοξον οὐδεμίᾳ παρ’ ἄλλοις ὄντα τιμῇ.

201. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 176 » pp. 92-92

Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν ἐξιὼν παρ’ ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς αὐτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν. » Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν.

202. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 217 » pp. 342-342

Ἀλλ’ ἐὰν πείθησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν καὶ ἕξομεν πάντα κοινὰ εἰς κόρον ἐσθίοντες. » Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες πρότερον τοὺς κύνας διέφθειραν.

203. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 249 » pp. 169-169

Ὕστερον δὲ χειμῶνος ἐπιλαϐόντος καὶ σφοδροῦ τοῦ κρύους γενομένου, περιιών, ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν ἐρριγωμένην, ἔφη πρὸς αὐτήν· « Ὦ αὕτη, σὺ κἀμὲ καὶ σὲ ἀπώλεσας. » Ὁ λόγος δηλοῖ ὅτι πάντα τὰ παρὰ καιρὸν δρώμενα ἐπισφαλῆ τυγχάνουσιν.

204. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 84 » pp. 61-61

Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη ; Εἰ γὰρ ὁ καιρὸς μεταϐάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ’ ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

205. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 357 » pp. 231-231

Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτω <συμμαχῇς>, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ ; » Ἀταρ οὖν καὶ ἡμᾶς ὁ λόγος διδάσκει μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἀνακαλεῖν, ἀλλ’ ἐπὶ τὰς μείζους ἀνάγκας.

206. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 30 » pp. 24-24

Μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· « Ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ. » Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

207. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 211 » p. 259

Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον· « ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοϐοῦμαι. » Καὶ ὁ Προμηθεὺς ἔφη· « Τί με μάτην αἰτιᾷ ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. » Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν.

208. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 20 » pp. 281-281

Ὁ λόγος πρὸς ἄνδρας θεομάχους.

209. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 83 » pp. 42-42

Ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς· « Τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα. » Οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν, μετά τὴν ἀποϐίωσιν τοῦ πατρὸς αὐτῶν λαϐόντες δικέλλας ὕννας τε κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου.

210. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 327 » pp. 214-214

Σπάλαξ (ἐστὶ δὲ τοῦτο τὸ ζῷον τυφλὸν) λέγει πρὸς τὴν ἑαυτοῦ μητέρα ὅτι βλέπει.

211. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 353 » pp. 226-226

Ἡ δὲ πρὸς αὐτὸν ταῦτα γελῶσα ἔφη· « Ἐγὼ τὸν ταχυδρόμον σε ἐκνικήσω. » Ὁ δὲ ἔφησε· « Τοῦτο οὐκ ἀληθεύεις· ὅμως ἔριζε καὶ γνώσῃ μου τοὺς πόδας.

212. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 50 » pp. 36-36

Chambry 50.2 Aliter — Autre version Ἀνὴρ κακοπράγμων πρὸς τὴν γνῶσιν τοῦ ἐν Δελφοῖς μαντείου ἧκε, βουλόμενος τὸν θεὸν ἐκπειρᾶσαι.

213. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 212 » pp. 143-143

Καὶ δὴ προσκαλεσάμενος ὁ λέων τὸν ταῦρον ἔφη πρὸς αὐτόν· « Πρόϐατον ἔθυσα, ὦ φίλε, καί, εἰ βούλει, σήμερον συνεστιαθῶμεν ὁμοῦ. » Ἐϐούλετο δὲ ὁ λέων μετὰ τὸ κατακλιθῆναι τὸν ταῦρον καταθοινήσασθαι αὐτόν.

214. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 350 » pp. 39-39

Χελιδὼν ἐκκλησίαν τῶν ὀρνέων συναθροίσασα παρῄνει, φάσκουσα κράτιστον εἶναι τὸ μὴ προσκόπτειν ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς.

215. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 352 » pp. 230-230

Τοῦ δὲ λέγοντος ἀδύνατον τοῦτο γενέσθαι, ἔτι ἐπέμενεν δυσωποῦσα αὐτὸν ἆραι πρὸς τὸ διδάξαι αὐτήν.

216. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 125 » pp. 100-100

Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ ἔριν περί τινος δημιουργίας πρὸς ἀλλήλους ἐστήσαντο.

217. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 246 » pp. 384-384

Ὅτι, κἂν νεκρὸς ᾖ τις, ἰσχύει πρὸς ἄμυναν· ἡ γὰρ θεία δίκη ἐφορᾷ πάντα καὶ τὸ ἴσον ἀποδίδωσι ζυγοστατοῦσα.

218. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 166 » pp. 124-124

Δραμοῦσα δ’ ἀλώπηξ καὶ λαϐοῦσα κρέας· « Ἔχεις, » ἔφησε, στραφεῖσα πρὸς ἐκεῖνον, « ἅπαντα, κόραξ, νοῦς δὲ μόνον σοι λείπει. » Κόραξ τοὺς ὀφθαλμοὺς σώματος ὀρύττει· ψυχῆς δὲ κόρας ὀρύττει κολακία.

219. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 244 » pp. 235-235

Μύρμηξ διψήσας τῇ πηγῇ προσπελάζει καὶ κύψας τοῦ πιεῖν ἐνέπεσεν ὕδωρ· πνιγόμενον δ’ οὖν περιστερὰ ὡς εἶδεν, κόψασα κλάδον ἐκ φυτοῦ παραυτίκα βάλλει τῇ πηγῇ πρὸς τὸν μύρμηκα πέλας, καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου ἐσώθη δι’ αὐτοῦ ὁρμήσας εἰς γαῖαν.

220. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 285 » pp. 194-194

Ὁ δὲ σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει, ὅστις ἐκθλασθεὶς αὐτοῦ τὸν ποῦν τὸν ἕνα καθικέτευεν αὐτὸν ἀπολυθῆναι, καὶ δὴ πρὸς αὐτὸν τοιαῦτα ἀνεϐόα· « Σῶσον, ὦ ἄνερ, ἀπόλυσον ἐντεῦθεν, ἐλέησόν με τὸν κατακεκλασμένον.

221. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 87 » pp. 57-57

Ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκϐιάζων αὐτήν, ἐκείνη δὲ ἀνεϐάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας.

/ 221