Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαϐὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἀντικρὺς ἐπηρώτα πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄψυχον, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζωὸν τὸ στρουθίον ἐπιδείξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. Καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακότεχνον γνώμην εἶπεν· « Ἀλλ’ ὦ οὗτος, πέπαυσο· ἐν σοὶ γάρ ἐστι τοῦτο ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον. » Ὁ λόγος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι. […] Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ ἀντικρὺ αὐτοῦ στὰς ἐν τῷ ἱερῷ, ἐπηρώτησεν αὐτόν· « Τί ἔχω εἰς τὰς χεῖράς μου ἔμπνουν ἢ ἄπνουν ; » βουλόμενος [ὅτι], ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδεῖξαι· εἰ δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. Γνοὺς δὲ ὁ θεὸς τὴν κακότεχνον αὐτοῦ γνώμην, εἶπεν· « Ὡς θέλεις ποίησον, ὦ οὗτος· ἐν σοὶ γὰρ ἐστι τὸ πρᾶξαι· θέλεις νεκρόν, θέλεις ζῶν, ἀπόδειξον τοῦτο. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητον καὶ ἀλάθητόν ἐστιν. […] Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἔσθητι σκεπάσας, ἔστη τε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων· « Ἄπολλον, ὅ μετὰ χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν ; » βουλόμενος [ὡς], εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον· εἰ δ’ ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν.
Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ’ ὑπολαϐοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει· « Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει. » Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη· « Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. » Ἡ δὲ εἶπεν· « Τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει ; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη ; » Ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει.
Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί. Ὁ δὲ λίχνος ἄνθρωπος εἰδέναι θέλων τί ἐστιν ἐν αὐτῷ, τὸ πῶμα ἐκίνησε· πάντα δὲ ἐπετάσθησαν πρὸς τοὺς θεούς. […] Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα ἐγκατακλείσας ἀφῆκεν παρὰ ἀνθρώπῳ τινί. Ὁ δὲ ἀκρατὴς ὢν εἰδέναι ἠθέλησεν τίνα εἰσὶν ἐν αὐτῷ, καὶ ἀφελὼν τὴν σφραγῖδα καὶ ἀποκαλύψας τὸ ἀγγεῖον, πάντα ὅσα ἦν ἔνδον ἐξέφυγεν· μόνη δὲ ἡ ἐλπὶς ὑπελείφθη καὶ διὰ τοῦτο τοῖς ἀνθρώποις ἐστὶ παραμόνιμος.
Ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν πειρωμένης καὶ λεγούσης <ὅτι> οὐ μόνον αὐτὴν τέκνα ἀποϐαλεῖν συμϐέϐηκεν, ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι ἐν ᾧ οἱ ἀδικούμενοι βοηθείας τυγχάνουσιν. » Ὁ λόγος δηλοῖ ὅτι πολλάκις χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραί, ὅταν ὑφ’ ὧν ἥκιστα προσεδόκησαν ὑφίστωνται. […] Ξένη χελιδὼν ἡ τοῖς ἀνθρώποις συνοικοῦσα ἐν δικαστηρίῳ τὴν καλιὰν ἑαυτῆς ἔπηξεν ἐν τοίχῳ, κἀκεῖσε νεοττῶν ἕπτα γίνεται μήτηρ. […] Ἡ δὲ χελιδὼν θρηνοῦσα· « Οἴμοι, ἔλεγεν, ὅτι ἔνθα πάντες δικαιοῦνται, ἐγὼ ἠδικήθην. » Τοὺς ἀδίκῳ γνώμῃ τυραννοῦντας τοὺς πέλας ἐν παραϐάσει νόμου ὁ μῦθος ἐλέγχει.
Ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἐδίωκεν αὐτήν· κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γὰρ ἐλάφων μὲν ἐν τοῖς ποσί, λεόντων δὲ ἐν καρδίᾳ. […] Ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἤρξατο διώκειν αὐτήν, κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γὰρ ἐλάφων ἐν τοῖς ποσί, λέοντος δὲ ἐν καρδίᾳ. Καὶ μέχρι μὲν ἐν πεδίῳ ἐδιώκετο, ἀκατάληπτος ἦν ἠ ἔλαφος, ἐπεὶ προέθεεν· ἐπεὶ δὲ κατά τινα δρυμὸν καὶ ὑλώδη τόπον παρεγένετο, συνέϐη τοῖς κέρασιν αὐτῆς ἐμπλακῆναι τοῖς κλάδοις, καὶ μὴ δυναμένην τρέχειν συλληφθῆναι ὑπὸ τοῦ λέοντος. […] Ἢ οὕτως· Πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες γίνονται, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται. […] Αἰφνίδιον δὲ κυνηγοῦ καταλαϐόντος αὐτήν, καὶ πρὸς φυγὴν ὁρμήσασα, τὰ μὲν σκέλη διέσωσαν αὐτὴν ἐν κρησφυγέτῳ τινί.
Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι εἶπεν· « Ἀλλ’ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα. » Ὁ λόγος εἴρηται ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντι. […] Κάμηλος ὀρχήσασθαι βιαζομένη πρὸς <τὸν> ἀναγκάζοντα δεσπότην ἔφη· « Οὐ μόνον ἄσχημός εἰμι ὀρχουμένη, ἀλλὰ καὶ περιπατοῦσ’ ἢ καθημένη. » Ὁ λόγος δηλοῖ <ὅτι ὁ> ἐν ἑνὶ ἀδόκιμος καὶ ἐν παντὶ ἀδόκιμός ἐστι.
Θεοὶ πάντες ἔγημαν ἣν ἕκαστος εἴληφεν ἐν κλήρῳ. […] Ὅτι ἔνθα <ἂν> προέλθῃ ὕϐρις ἢ ἐν πόλει ἢ ἐν ἔθνεσι, πόλεμος καὶ μάχαι εὐθὺς μετ’ αὐτὴν ἀκολουθεῖ.
Τῆς δὲ κυνὸς εἰπούσης ὅτι μόνη τῶν τετραπόδων ταχέως ἀποκύει, ἡ ὗς ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις. » Ὁ λόγος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἐν δὲ τῇ τελειότητι κρίνεται. […] Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· « Ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ ἐν τῇ τελειότητι κρίνεται.
Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. » Οὕτος καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἷ δι’ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται. […] Ὑπολαϐὼν δὲ ὁ ἱέραξ ἔφη· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, οἵτινες δι’ ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προΐενται. […] Καὶ ὁ ἱέραξ ὑπολαϐὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἱ δι’ ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι.
Τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτήν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξηθεῖσαν συλλαμϐάνειν εἰς μείζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἐγὼ εὐηθέστατος ἂν εἴην, εἰ τὸ ἐν χειρὶ παρεὶς κέρδος, ἄδηλον ἐλπίδα διώκοιμι. » Ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος, κἂν μικρὸν ᾖ, <ἢ> τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ. […] Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν λέγουσα· « Μὴ λάϐῃς με πρὸς τὸ παρόν, ἀλλ’ ἔασον, ἐπειδήπερ σμικρὰ τυγχάνω· ὅτε δὲ αὐξηθῶ καὶ μεγάλη γένωμαι, λάϐῃς με, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν τότε γενήσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε μῶρος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ κέρδος παρείς, κἂν μικρὸν ᾖ, τὸ ἐν ἐλπίσι διώκοιμι, κἂν μέγα ὑπάρχῃ. » Ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν, κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ. […] Ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάσσῃ ἀνήνεγκε σμαρίδα. Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαϐεῖν αὐτήν, ἀλλ’ ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. « Ἀλλ’ ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαϐεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι’ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.
Κιθαρῳδὸς ἀφυὴς ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων, ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ἐνόμισεν αὑτὸν εὔφωνον σφόδρα εἶναι. […] Οὕτως καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναί τινες δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοι εὑρίσκονται. […] Κιθαρῳδὸς ἀφυὴς ἐν οἴκῳ κεκονιαμένῳ συνήθως ᾄδων, καὶ ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ᾠήθη σφόδρα εὔφωνος εἶναι. […] Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν ταῖς σχολαῖς δοκοῦντες εἶναί τινες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοί εἰσιν.
Ὡς οὖν ταῦτα ἔπραττε καὶ πλείω τούτων, μᾶλλον ὁ αὐτὸς διῆγεν ἐν πενίᾳ. Καὶ δὴ θυμωθείς, ἄρας αὐτοῦ τοῦ σκέλους, ἔρριψεν αὐτὸν ἐν τῷ τοίχῳ προσκρούσας. […] Ὡς οὖν ταῦτα ἔπραττε, καὶ οὐδὲν ἧττον ἐν πενίᾳ διῆγε, θυμωθείς, ἄρας αὐτὸν τῶν σκελῶν, ἔρριψεν εἰς τὸ ἔδαφος. […] Ὡς οὖν ταῦτ’ ἔπραττε καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς, ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. […] Ὡς οὖν αὐτὸν ἐν τούτῳ ἐθεράπευε καὶ πλέον ἐν πενίᾳ διῆγε, ἐθυμώθη, καὶ ἄρας αὐτὸν ἐκ τῶν σκελῶν ἔρριψεν αὐτὸν ἐν τῷ ἐδάφει καὶ προσέκρουε τὴν αὐτοῦ κεφαλὴν τοῖς λίθοις.
Τῶν δὲ φησάντων· « Τῷ θέρει πῶς οὐκ ἔσχες, ἀλλ’ ἐρρᾳθύμεις, καὶ προσαιτεῖς ἀρτίως ; » τέττιξ ἀντεῖπεν· « Ἀλλ’ ἐτερπόμην τότε, αὐλῶν καὶ τέρπων ὅλους τοὺς ὁδοιπόρους. » Οἱ δὲ αὐτίκα ταῦτα ἀκηκοότες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐϐόων· « Χειμῶνος ὀρχοῦ, εἴπερ ηὔλεις ἐν θέρει· ἀλλ’ ἐν θέρει σὺ τὸν σῖτον ἀποτίθει καὶ μὴ λυρίζων ἡδύνῃς ὁδοιπόρους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἢ ὀκνεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνήσας κινδύνῳ περιπέσῃ. […] Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· « Διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν ; » Ὁ δὲ εἶπεν· « Οὐκ ἐσχόλαζον, ἀλλ’ ᾖδον μουσικῶς. » Οἱ δὲ γελάσαντες εἶπον· « Ἀλλ’ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ. […] Μύρμηξ δὲ πολλὰς συνάξας τροφὰς ἐν ἀμητοῖς ἐν ἰδίοις οἴκοις ἀπέθηκε. […] Ὁ μύρμηξ δὲ πρὸς αὐτόν· « Ποῦ, φησίν, ἦς τῷ θέρει ; πῶς δ’ οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ ; » Ὁ δὲ τέττιξ· « ᾞδον καὶ ἔτερπον τοὺς ὀδοιποροῦντας. » Ὁ δὲ μύρμηξ γέλωτα πολὺν καταχέας ἔφη· « Οὐκοῦν χειμῶνος ὀρχοῦ. » Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν κρεῖττον τοῦ φροντίζειν τῶν ἀναγκαίων τροφῶν, καὶ μὴ ἀπασχολεῖσθαι εἰς τέρψιν καὶ κωμασίαν.
Ἐνέμοντο δὲ ὁ μὲν βαθείαν καὶ τῆς ὁδοῦ πόρρω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταϐῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάϐῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας, ἕως οὗ συνέϐη ἅμαξαν τῇδε παριοῦσαν θλᾶσαι αὐτόν. […] Ὁ μὲν οὖν ἐν τῇ βαθείᾳ λίμνῃ οἰκῶν βάτραχος παρῄνει τὸν ἕτερον μεταϐῆναι πρὸς αὐτόν, ἵνα μετ’ αὐτοῦ διάγῃ καὶ ἀσφαλεστέρας διαίτης μεταλαμϐάνῃ. […] Οὕτως καὶ οἱ ἐν τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίϐοντες φθάνουσιν ἀπολλύμενοι.
Ὁ δ’ ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέϐαινε. […] Τούτων ὁ ἡττηθεὶς κατεκρύϐη ἐν γωνίᾳ· ὁ δὲ ἕτερος ἀνακράξας καὶ ἐπὶ τὸ δῶμα ἀναπετάσας διὰ τὴν νίκην εὐθὺς ἡρπάγη ὑπὸ ἀετοῦ. […] Ὁ τῇ μάχῃ οὖν ἡττηθεὶς διὰ τῆς ἑτέρου στερρότητος, ἐν γωνίᾳ τινὶ καθυποδὺς τὴν λόχμην ἐκρύϐη. […] Chambry 20.4 Aliter — Autre version Μαχομένων δέ ποτε τῶν ἀλεκτόρων διὰ τὴν ὄρνιν τὸ τίς αὐτὴν ἐγγήμῃ, ὁ εἷς ἡττηθεὶς ἐκρύπτετ’ ἐν γωνίᾳ, ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας. […] Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας διῆγεν οὕτως ἐν ἀδείᾳ τυγχάνων λαϐὼν εὔκλειαν κατὰ τοῦ πολεμίου τοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτον καὶ καυχωμένου ὡς ὄντος νικηφόρου.
Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ’ ἔφη· « Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον. » Ὑπολαϐὼν δὲ ὁ λέων οὕτως ἔφη· « Ἐφ’ ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν· εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι. […] Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει· « Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση <πέλει>. » Ἔφη δ’ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε· « Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, †πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους.† » Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες. […] Λέων σὺν ἀνθρώπῳ ὥδευον ὁμοῦ ἐν ὁδῷ. […] Ὁ δὲ λέων ἔφη· « Εἰ ᾔδεσαν λέοντες γλύφειν, πολλοὺς ἀνθρώπους <ἂν> εἶδες ὑποκάτω λέοντων. » Ὅτι εἰσί τινες <οἳ> ἐν οἷς οὐ δύνανται καυχῶνται [μηδὲ δυναμένους]. […] Καὶ δὴ ἐν τῇ ὁδῷ ἦν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος.
Ὁ μὲν ἐν αὐλῇ παρὰ φάτναις δεσμώτης ἔτρωγε κριθάς, χόρτον, ὥσπερ εἰώθει· κύων δὲ χαρίεις ὤν, εὐρύθμως παίζων τὸν δεσπότην περιέσκαιρε ποικίλως· ἐκεῖνος δ’ αὐτὸν κατεῖχε ἐν τοῖς κόλποις. […] Δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας σκύμνον θεωρῶν ἐν ἁϐρότητι πάσῃ, φάτνης ὀνείης δεσμὰ καὶ καλοὺς ῥήξας ἐς μέσον αὐλῆς ἦλθ’ ἄμετρα λακτίζων· σαίνων δὲ οὐρᾷ καὶ θέλων περισκαίρειν, τὴν μὲν τράπεζαν ἐς μέσον βαλὼν θλάσεν, ἅπαντα δ’ εὐθὺς ἠλόησε τά σκεύη, δειπνοῦντα δ’ εὐθὺς ἦλθε δεσπότην κύσων νώτοις ἐπεμϐάς. Ἐσχάτου δὲ κινδύνου θεράποντες ἐν μέσῳ ὡς εἶδον, ᾖξαν, κρανείαις δὲ ἄλλος ἄλλοθεν προσκρούων ἔθεινον, ὥστε καὐτὸς ὕστατ’ ἐκπνέων ἔφη· « Οἷα χρή με δυσδαίμονα <τλῆναι>· τί γὰρ παρ’ οὐρηέσι οὐκ ἐπολεύμην, βαιῷ δ’ ὁ μέλεος κυνὶ παρισούμην ; » Ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κἂν φθόνῳ ἀλαζονεύωνται.
Ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐτοῦ καὶ λέγων ὡς « ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σὺ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς. » Ὁ δέ· « Ἀλλ’ ἐγώ, ἔφη, τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι· σὺ δέ, ὡς ἀλέκτωρ, κάτω μετ’ ὀρνίθων βαίνεις. » Ὅτι κρεῖττον περίϐλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως πλούτῳ γαυρούμενον. […] Ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει· « Ἀλλ’ ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων, καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη· σὺ δ’, ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων. » Ὅτι κρεῖσσόν ἐστι περίϐλεπτόν τινα εἶναι ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.
Οὕτως συνέϐη τὰ μὲν λοιπὰ ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. […] Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν· « Ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθ’ ἡμῶν. » Ἡ μὲν οὖν χελιδὼν ἀρίστην γνώμην ἔχουσα ἀκίνδυνος ἐγένετο ἐν ταῖς πόλεσι διατρίϐουσα, καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ’ ἀνθρώποις οὐδὲν ὑπ’ αὐτῶν πάσχει κακόν. […] Οὕτως τε ταύτην τὴν κακογνωμοσύνην ὑπομείναντα, μετενόησε μὴ μετ’ ἀνθρώπων μένειν, ἀλλ’ ἐν ἀέρι πέτεσθαι. Οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἐν τοῖς βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο ἀκίνδυνοι διεφυλάχθησαν.
Ἁλιεὺς ἐκ τῆς θαλάσσης τὸ πρὸς ἄγραν δίκτυον ἐκϐαλὼν τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν· οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ. […] Τὸ δίκτυον οὖν οὗτος ὑφαπλώσας ἐν γῇ τῶν εὐτελῶν ἀπεστέρητο ταῖς τρυμαλιαῖς διαδράντων καὶ τῇ ὑγρᾷ προσφυγόντων· ἐφιλονείκει γὰρ οὗτος ἐπισυνάξαι τὰ μέγιστα, τῶν ἐλαχίστων ὑπερφρονῶν.
Κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη· « Ἀλλ’, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη· ὅσῳ γὰρ ἂν πλέονα τέκνα σχῇς, τοσούτῳ περισσοτέρας δουλείας στενάξεις. » Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν. […] Περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐν πολυτεκνογονείᾳ ἐφρυάττετο. Κορώνη δὲ ἀκούσασα ταύτην ἔφη· « Παῦσαι τοῦ ἀλαζομεύεσθαι· ὅσον γὰρ πλέονα τέκνα ἔχεις, τοσοῦτον περισσοτέρους δούλους συνάξεις. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν οἰκετῶν δυστυχέστεροί εἰσιν ὅσοι ἐν δουλείᾳ τεκνοποιοῦσιν.
Ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα· « Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω. » Ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη· « Διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω, ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται. […] Πέρδικα δέ τις κυνηγέτης ἀγρεύσας ἔμελλεν αὐτὴν ἐν γάμῳ καταθῦσαι. […] Ὁ δὲ κυνηγός· « Διὰ τοῦτο μᾶλλόν σε ἐγὼ θύσω, ὅτι τοὺς συγγενεῖς σου ἐνεδρεῦσαι θέλεις. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς φίλους προδιδόντες αὐτοὶ ἐν ταῖς ἐνέδραις ἐμπίπτουσιν. […] Ἡ δὲ ἱκέτευε λέγουσα· « Ἔασόν με ζῆν καὶ ἀντ’ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω. » Ὁ δὲ εἶπεν· « Δι’ αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις. » Ὅτι ὁ κατὰ φίλων αὐτοῦ δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.
Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταϐαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. […] Καθεζομένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταϐαλοῦσα τὸ σῶμα καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. […] Ἔτι δὲ τοῦ γάμου ὄντος, μῦς διέδραμεν ἐν τῷ μέσῳ. […] Ὅτι, κἂν πρὸς βραχύ τις ἐν ὑποκρίσει μορφῶται καὶ κρύπτηται, ἡ φύσις τοῦτον διὰ τῶν ἐργων ἐξελέγχει. […] Ὅτι, κἂν πρὸς βραχύ τις ἐν ὑποχρίσει μορφῶται καὶ ἀμείϐῃ τὴν φύσιν, τοῦτον τὰ ἔργα ἐλέγχουσιν.
Ὄφις γεωργοῦ παῖδα δακὼν ἐν τῷ ποδὶ παραχρῆμα νεκρὸν ἔδειξεν. […] Ἀστοχήσας δὲ τοῦ θανατῶσαι αὐτὸν, τὴν οὐρὰν ἀπέτεμεν μόνην· ὁ δὲ ὄφις ἐν τῷ φωλεῷ εἰσέδυ. […] Ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. […] Ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαϐὼν ἄρτον καὶ ἅλας, ἔθηκεν ἐν τῇ τρώγλῃ. […] Ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ παῖδα νήπιον τύψας.
Ὁ τοίνυν βάτραχος ἔφη τῷ μυΐ· « Ἐγὼ μὲν ἐν ὕδασι γλυκεροῖς καὶ χλοεροῖς βοτάνοις ἀεὶ τρέφομαι· σὺ δὲ μόνος ἐν οἴκῳ κατοικεῖς μετὰ φόϐου· καὶ ἡνίκα τις τῇ θύρᾳ προσκρούσῃ, ἐν στενῷ τόπῳ εἰσέρχῃ· ἀλλ’ εἰ θέλεις ἀφόϐως μετ’ ἐμοῦ εἶναι καὶ ζῆν ἐν ἀμερίμνῳ διαίτῃ, ἐλθὲ καὶ μάθω σε κολυμϐᾶν. » Ἀπελθὼν οὖν ὁ μῦς συνέδησεν ἑαυτὸν τῷ ποδὶ τοῦ βατράχου. Ὁ οὖν βάτραχος εἰσιὼν ἐν τῷ βυθῷ ἀναϐρυάζων καὶ κράζων κεκὲξ ἔπνιξε τὸν μῦν.
Ὁ δὲ εἶπε· « Τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις οἳ ἐν κινδύνοις οὐ παραμένουσιν. » Ὁ λόγος δηλοῖ ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν. […] Καὶ δὴ ἄρκτου αὐτοῖς συναντησάσης, ὁ μὲν εἷς φοϐηθεὶς ἐπί τι δένδρον ἀναϐὰς ἐκρύϐη ἐν αὐτῷ· ὁ δὲ ἕτερος περιγενέσθαι αὐτῆς μὴ δυνηθεὶς μόνος, ὡς εἶδεν αὑτὸν κυριευόμενον παρὰ τῆς ἄρκτου, πεσὼν ἐπὶ τὴν γῆν προσεποιεῖτο τεθνάναι. […] Ὁ δὲ εἶπεν ὅτι « ἔφη πρός με ἡ ἄρκτος ὥστε ἀπὸ τοῦ νῦν τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις οἳ ἐν κινδύνοις οὐ παραμένουσιν. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν. Ἢ· Ἀπέχεσθαι χρὴ φίλων οἵτινες ἐν κινδύνοις οὐ βοηθοῦσιν οὐδὲ παραμένουσι. […] Ὁ μῦθος δηλοῖ ἀπέχεσθαι τῶν φίλων οἵτινες ἐν καιρῷ περιστάσεως οὐ περιμένουσι βοηθῆσαι τοῖς φίλοις.
Ὁ δὲ πρὸς αὐτὸν ἔφη· « Ὦ κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερόν σου δεσπότην ἠρνήσω καὶ ἠδίκησας ; » Ὅτι οἱ πρὸς τοὺς εὐεργέτας ἀγνώμονες γενόμενοι ἐν περιστάσει ἐμπεσόντες οὐχ ἕξουσι βοηθούς. […] Κόραξ ἐν παγίδι κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιϐανωτὸν ἐπιθύσειν, εἰ τῆς παγίδος αὐτὸν ῥύσειε. […] Αὖθις δὲ ἐν ἑτέρᾳ παγίδι ληφθείς, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ηὔξατο θῦσαι.
Ἐζωγράφησε δὲ καὶ τὸ οἴκημα πρὸς τέρψιν παντοίοις ζῴοις, ἐν οἷς καὶ λέων ἐμορφώθη. […] Ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῷα, ἐν οἷς ἦν καὶ λέων. […] Καὶ δήποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· « Ὦ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω ; » Καὶ εἰπὼν ἐπέϐαλε τῷ τοίχῳ τὴν χεῖρα ἐκτυφλῶσαι τὸν λέοντα. […] Ὁ δὲ φοϐηθεὶς μὴ τοὖναρ ἀληθεύσῃ, οἴκημα τερπνὸν αὐτῷ κατασκευάσας, ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζῴοις παντοίοις αὐτοὺς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων αὐτὸς ἀπεμορφώθη. […] Ὃς ἱστάμενος τοῦ λέοντος πλησίον τούτῳ προσεῖπεν· « Ὦ κάκιστον θηρίον, διὰ τὸ ὄναρ τὸ ψευδὲς τοῦ πατρός μου, ὃ αὐτὸς ἑώρακεν ἐν ὕπνοις μάτην, προσκατεκλείσθην φρουρᾷ τῇ γυναικείᾳ.
Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ τῆς δυνάμεως ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος. Ἐπεὶ δὲ ζῷά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας, καί· « Τὴν μὲν μίαν, εἶπεν, λήψομαι ὡς πρῶτος· βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἰσοῦ κοινωνός· ἡ δὲ τρίτη μοῖρα αὕτη κακὸν μέγα σοι ποιήσει, εἰ μὴ θελήσεις φυγεῖν. » Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ ἰσχὺν καὶ δυνατωτέροις ἑαυτοῦ μὴ συνάπτειν μηδὲ κοινωνεῖν. […] Ἐπεὶ δὲ ζῷα ἐκράτησαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας λέγων· « Ἐγὼ τὴν πρώτην αἱρῶ ὡς βασιλεύων· τὴν δευτέραν δὲ ὡς κοινωνὸς ὀνάγρου· εἰ δὲ τὴν τρίτην λάϐῃς, σὺν πόνῳ λήψῃ· ἧ δ’ οὖν φυγὲ σύ, μὴ μόρον εὕρῃς τάχα. » Ὅτι καλόν ἐστι μετρεῖν <ἑαυτὸν> ἐν ἅπασι κατὰ τὴν ἰδίαν ἰσχύν, τοῖς δὲ δυνατοῖς μὴ συνάπτειν.
Ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ’ ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ· « Βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· « Ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτὴ ἡ συκῆ· « Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν ἡ ῥαμνος <πρὸς> τὰ ξύλα· « Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ’ ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιϐάνου. » Cod.
Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸν δὲ νεϐρὸν ἐν μέσῳ κείμενον, ἀραμένη αὐτόν, διὰ μέσων αὐτῶν ἀπηλλάττετο. […] Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τούτους μὲν παρειμένους καὶ τὴν νεϐρὸν ἐν μέσῳ κειμένην, προσέδραμεν καὶ ταύτην ἐκ μέσου αὐτῶν ἀραμένη ἀπῆλθεν. […] Δεινῶς οὖν ὑπ’ ἀλλήλων διατεθέντων, καὶ ἐκ τῆς πολλῆς μάχης ἀμφοτέρων σκοτισθέντων, καὶ ἡμιθανῶν κειμένων, ἀλώπηξ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸ δὲ νεϐρὸν ἐν μέσῳ κείμενον, εἰσελθοῦσα διὰ μέσου αὐτῶν, ἀραμένη τοῦτο, δρομαίως ᾤχετο. […] Ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεϐρὸν ἐν τῷ μέσῳ κείμενον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα καὶ τοῦτον ἁρπάσασα, φεύγουσα ᾤχετο. […] Ἀλώπηξ δὲ περιιοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα τὸ βρῶμα κείμενον ἐν μέσῳ, ἄρασα τοῦτο δρομαίως ᾦχετο.
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἐν ᾧ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει. […] Ὅτι πολλάκις ἐν ᾧ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει.
Λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο· « Δήσας τίς σ’ ἐξέθρεψε τοῦτον ; » Ὁ δὲ ἐφη· « Κυνηγός. - Ἀλλὰ τοῦτο μὴ πάθοι λύκος ἐμοὶ φίλος· λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης. » Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.
Γεωργός τις ἰδὼν ναῦν ἐν <τῇ> θαλάσσῃ κυμαινομένην καὶ βυθῷ πεμπομένην κατηράσατο τὴν θάλασσαν δακρύων. […] Ἰδὼν γεωργὸς ναῦν ἐν θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, εἶπεν· « Ὦ θάλασσα, στοιχεῖον ἀνηλεὲς καὶ τῶν ἀνθρώπων ἐχθρόν. » Ἡ δὲ θάλασσα γυναικείαν μορφὴν ἀναλαϐομένη ἔφη· « Τί μέμφῃ μοι, ἄνθρωπε, μάτην ; οὔκ εἰμι ἐγὼ αἰτία, ἀλλ’ οἱ ἐκταράσσοντές με ἄνεμοι· εἰ δὲ χωρὶς τούτων πλεύσεις, με ἡμερωτέραν τῆς γῆς εὑρήσεις ἐφ’ ἧς βαδίζεις. » Ὅτι καὶ γαληνοὺς καὶ πραεῖς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες πρὸς ζάλην καὶ ὀργὴν διεγείρουσιν. […] Γεωργὸς ἰδὼν ναῦν ἐν τῇ θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, τῇ θαλάσσῃ κατεμέμφετο καὶ ὡς στοιχείῳ ἀνημέρῳ καὶ ἀπανθρώπῳ. Ἡ δὲ θάλασσα ἐν γυναικείῳ σχήματι νυκτὸς ἐπιστᾶσα ἔφη· « Τί με μάτην, ὦ ἄνθρωπε, κακίζεις ; οὔκ εἰμι ἐγὼ αἰτία τῆς ταραχῆς ἣν ἑώρακας, ἀλλ’ οἱ ἐκταράσσοντές με ἄνεμοι· ἂν γὰρ χωρὶς τούτων πλεύσῃ μέ τις, καὶ ἡμερωτέραν εὑρήσει τῆς γῆς ἣν σύ βαδίζεις. » Cod.
Βέλτιον οὖν ἦν ἑαυτοὺς θανατῶσαι καὶ μὴ κακίστῳ ζῆν οὕτως ἐν <τῷ> φόϐῳ. » Ταῦτα δὲ αὐτῶν πρὸς ἀλλήλους εἰπόντων, ἀπεκίνησαν πρὸς λίμνην πεπτωκέναι. […] Οἱ λαγωοὶ πάντες εἰς ἓν συνελθόντες εἶπον· « Ἀϐίωτός ἐστιν ἡμῶν ὁ βίος· καὶ γὰρ ἀετοὶ καὶ κύνες καὶ ἄνδρες ἡμᾶς καταπονοῦσιν· βέλτιον οὖν ἐστιν ἡμᾶς ῥῖψαι ἑαυτοὺς ἐν τῇ πλησίον λίμνῃ καὶ διαφθαρῆναι. » Ταῦτα εἰπόντες ἀπῄεσαν. Οἱ δὲ ἐπὶ τῆς ὄχθης καὶ τοῦ χείλους τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν ἑαυτοὺς ἐν τῇ λίμνῃ ἐκ τοῦ φόϐου. […] Βέλτιόν ἐστιν ἡμᾶς ῥῖψαι ἐν τῇ λίμνῃ καὶ πνιγῆναι. » Ταῦτ’ οὖν εἰπόντες ἀπῄεσαν ἐν λίμνῃ. Οἱ δὲ ἐπὶ ταῖς ὄχθαις τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν αὑτοὺς ἐν λίμνῃ ἐκ τοῦ φόϐου.
Ἁλιεῖς ἐπ’ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπραθήσαντες οὐδὲν συνέλαϐον· καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. […] Καὶ ἰδοῦ θύννος, διωκόμενος παρὰ μεγίστου ἰχθύος, ἀναπηδήσας εἰσῆλθε ἐν τῷ πλοίῳ αὐτῶν. Λαϐόντες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα.
Ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν· « Ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις, ὅτε ἐγὼ ἐν στέγεσί που χρησιμεύω καὶ οἴκοις. » Ἡ δὲ βάτος ἔφη· « Ὦ ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν ἔχοις θελῆσαι γενέσθαι, οὐκ ἐλάτη. » Κρείσσων πενία ἄφοϐος ἢ πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν. […] Ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι « καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα· καὶ πῶς ἐμοὶ συγκρίνῃ ; » Ἡ δὲ βάτος εἶπεν· « Εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις. » Ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ· τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος.
Ὁδευόντων δέ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· « Ἆρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν. » Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐϐόα· « Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέϐη τῷ ταλαιπώρῳ ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαϐεῖν, ἰδοῦ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα. » Ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ. […] Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐϐόα· « Λάϐε τοῦ βάρους καὶ κούφισον ὀλίγον· οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν, καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ· εἰ δ’ οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν. » Ὁ δ’ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον, καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει. […] Ὅτι τοῖς μικροῖς οἱ μεγάλοι κοινωνοῦντες καὶ συμπονοῦντες ἐν τῷ βίῳ ἀμφότεροι περισῴζονται. […] Ἅπαν τοίνυν τὸ βάρος μετὰ καὶ τῆς τοῦ τεθνηκότος δορᾶς ὁ ἵππος ἦρε καὶ μὴ βουλόμενος· ὅθεν καὶ ἀπεκλαίετο λέγων· « Οἴμοι ὁ ἄθλιος, τί πέπονθα ; μικρᾶς γάρ τινος βοηθείας τὸν ὄνον μὴ ἀξιώσας, ἑαυτῷ μεγάλης ἀχθηφορίας παραίτιος γέγονα· πείσομαι δή ποτε καὶ αὐτὸς τὸ τοῦ ὄνου καὶ ἄωρος ἐξ ἀμετρίας στερηθησόμενος τῆς ζωῆς. » Ὅτι οἱ ἔνδοξοι τοῖς ταπεινοῖς κοινωνοῦντες ἐν βίῳ σῴζουσί τε καὶ σῴζονται.
Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ ἐπ’ αὐτοῖς βασιλέα. […] Ζεύς, βουλόμενος καταστῆσαι βασιλέα ὀρνέων, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ βασιλέα αὐτοῖς. […] Συνέϐη οὖν ἐκ τούτου ὡραιότερον πάντων φανῆναι τῷ Διὶ ἐν τῇ ἡμέρᾳ τῆς προθεσμίας. […] Πρόσταγμα παρὰ τοῦ Διὸς ἐξῆλθεν ἐν τῷ ποταμῷ διέλθωσι καὶ λουθῶσι καὶ θεάσῃ αὐτῶν τὴν καλλονήν. Ὁ δὲ Ζεὺς τοῦτο τὸ δόγμα ἐπιθείς, ἦλθον πάντα τὰ ὄρνεα λουθῆναι ἐν τῷ ποταμῷ καὶ λουόμενα ἔπιπτον τὰ πτερὰ τῶν ὀρνέων.
Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἐφη· « Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω. » Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόϐου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· « Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα. » [Ὅτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.
Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· « Ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως παθεῖν τι καὶ λυπηρόν. » Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάϐλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς πράγμασιν ἀεὶ ἐπαγάλλεσθαι, λογιζομένους ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι. […] Ὡς δὲ εἷλκυσαν αὐτήν, ἰχθύας μὲν εὗρον ὀλίγους, λίθον δὲ μέγιστον ἐν τῇ σαγήνῃ ἀνήγαγον. […] Ὡς δ’ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ’ ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προυπειλήφασιν. Εἷς δέ τις ἐν αὐτοῖς πρεσϐύτερος εἶπε· « Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι· τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.
Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὸ μὲν πρῶτον τὰ πρόϐατα κατέφαγεν. […] Γεωργός τις, χειμῶνος ὄντος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, ἐπεὶ οὐκ ἐδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὰ πρόϐατα αὐτοῦ κατέφαγεν. […] Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, πρῶτον μὲν τὰ πρόϐατα αὐτοῦ κατέφαγεν, ἔπειτα τὰς αἶγας. […] Ἀνήρ τις ὑπὸ χειμῶνος ἐν τῷ αὐτοῦ προαστείῳ ἀποληφθεὶς καὶ τροφῆς ἀπορῶν πρῶτα μὲν τὰ πρόϐατα κατέφαγεν, εἶτα τὰς αἶγας.
Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· « Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. » Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· « Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ ἄν τις ἥκῃ λαϐεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκϐληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα. […] Ἡ δέ· « Δός, ἔφη, τῇ σῇ θεραπαινίδι κέντρον πρὸς ἄμυναν τῶν πόνων μου καὶ εἰς φυλακήν μου. » Ἀπορήσας δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τῶν ἀνθρώπων τὸ γένος, ἔφη τῇ μελίσσῃ· « Οὐχ ὡς ᾔτησας γενήσεται, ἀλλ’ ἐάν τις τῶν ἀνθρώπων ἥκῃ λαϐεῖν μέλι, σὺ δὲ βούλῃ αὐτὸν ἀμύνασθαι, ἔχε τὸ κέντρον· πλὴν ἴσθι ὅτι, εἰ πλήξεις ἄνθρωπον, ἐμϐληθέντος τοῦ κέντρου, παρευθὺς ἀποθνήξῃ· ζωὴ γάρ σοι ἐντυγχάνει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσιν μηδεὶς κατὰ τῶν ἐχθρῶν ζητείτω κακόν. […] Ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσι μηδεὶς κατὰ τῶν ἐχθρῶν αἰτείτω τι· ὃ γὰρ ἂν κακὸν αἰτήσηται ἐπ’ αὐτὸν ἥξει.
Ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταϐλάπτοντας. […] Πρὸς τοὺς ἐν φιλονεικίαις αὑτοὺς μᾶλλον ἢ τοὺς πέλας καταναλίσκοντας. […] Ὁ μῦθος πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς βλάπτοντας.
Ἑρμῆς βουλόμενος γνῶναι ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. […] Διόπερ ἐπυνθάνετο ὁ Ἑρμῆς πόσου, καὶ ὁ ἀγαλματογλύφος ἔφη· « Ἀλλ’ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. » Πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίᾳ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα ὁ λόγος ἁρμόζει. […] Ἑρμῆς γνῶναι βουλόμενος ἐν τίνι τιμῇ παρ’ ἀνθρώποις ἐστίν, ἧκεν εἰς ἀγαλματοποιοῦ, ἑαυτὸν εἰκάσας ἀνθρώπῳ, καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς ἠρώτα πόσου τις αὐτὸ πρίασθαι δύναται.
Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι. » Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται. […] Καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ· « Ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαϐὼν ἄρτον, τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος. » Ὁ δὲ γελάσας ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δέον ἐστὶν ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσωμαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται. […] Ἐντυχὼν δέ τις αὐτῷ καὶ γνοὺς ὃ ζητεῖ· « Ὦ οὗτος, εἶπεν, εἰ σῴζεσθαι βούλει, λαϐὼν ἄρτον καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας, τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος. » Κἀκεῖνος γελάσας ἔφη· « Ἀλλ’ εἰ τοῦτο ποιήσω, δεῖ με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυκῶν δηχθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.
Δύο ἐν ταὐτῷ ὡδοιπόρουν. Ἑτέρου δὲ πέλεκυν εὑρόντος, ὁ ἕτερος ἔλεγεν· « Εὑρήκαμεν. » Ὁ δὲ ἕτερος παρῄνει μὴ λέγειν « Εὑρήκαμεν, » ἀλλ’ « Εὕρηκας. » Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποϐεϐληκότων τὸν πέλεκυν, ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· « Ἀπολώλαμεν. » Ἐκεῖνος δὲ ἔφη· « <Μὴ ἀπολώλαμεν εἴπῃς>, ἀλλ’ ἀπολώλα· οὐδὲ γὰρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω. » Ὁ λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαϐόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέϐαιοί εἰσι φίλοι. […] Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θἀτέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν· « Εὕρηκα, » ἀλλ’ « Εὑρήκαμεν. » Μετὰ μικρὸν δὲ ἐπέλθοντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποϐεϐληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· « Ἀπολώλαμεν. » Ὁ δὲ εἶπεν· « Ἀλόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ μὴ μεταλαμϐάνοντες τῶν εὐτυχημάτων οὐδ’ ἐν ταῖς συμφοραῖς βέϐαιοί εἰσι φίλοι.
Κἀκεῖνος ὑπεριδὼν τὴν μικρότητα ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. […] Tοῦ δὲ Διὸς ἐν τοῖς ἐαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτο ἑωρακώς, κόπρου σφαῖραν ποιήσας, ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους ἐνταῦθα καθῆκεν. […] Ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε, κάνθαρον ἰδών, τοῦτον ἱκέτευεν. […] Ὁ δὲ ἀετός, ἀπιδὼν περὶ τὴν τοῦ κανθάρου σμικρότητα, ἐν ὄψει αὐτοῦ τὸν λαγωὸν ἐθοινήσατο. […] Τοῦ δὲ Διὸς ἐν τοῖς αὐτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτὸν, ὁ [δὲ] κάνθαρος, τούτους ἑωρακὼς καὶ αἰσθόμενος, κόπρου σφαῖραν ποιησάμενος, ἀναπτὰς ἐπὶ τοὺς τοῦ Διὸς κόλπους, τὴν κόπρον ἔρριψεν.
Ἀνὴρ πένταθλος ἐπὶ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθών, ἀλαζονευόμενος ἔλεγεν ὡς πολλὰ καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας, ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφασκε παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. […] Φρυαττόμενος δὲ ἐκαυχᾶτο μεγάλως, ὡς ἀνδραγαθήσας εἰς διαφόρους τόπους· ἐν δὲ τῇ Ῥόδῳ ἔφασκε πήδημα μέγα πηδῆσαι, ὅπερ οὐδεὶς τῶν ἀνθρώπων δύναται πηδῆσαι, καὶ μάρτυρας ἔφασκεν ἔχειν εἰς τοῦτο. […] Ἀνήρ τις ἀποδημήσας, εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν, ἄλλα τε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε, καὶ δὴ κἂν τῇ Ῥόδῳ πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπ’ αὐτοῦ δυνατὸς ἄν εἴη πηδῆσαι. […] Οὕτω τε συνέϐη αὐτῷ ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλομένῳ φαλακρὸν γενέσθαι. […] Chambry 52.5 Aliter — Autre version ρατιο ὄνομα ἐν ταῖς τρυφαῖς σχολάζων οὐκ ἦν πρέσϐυς, ἀλλ’ οὐδὲ παλινέος· λευκὰς γὰρ εἶχε καὶ μελένας τὰς τρίχας, ὅμως μελισὸς καὶ μὴ σηλινὸς τυγχάνων.
Chambry 145 Chambry 145.1 Κάμηλος <ἀφοδεύσασα ἐν ποταμῷ> – Le chameau qui a fienté dans une rivière. […] Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν· « Τί τοῦτο ; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα. » [Ὅτι] ἐν πόλει <ἐν> ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν οὐκ ἐμμένουσι. […] Ὅτι αὐτοὶ οἱ τοὺς νόμους δικαίως ὁρίζειν δοκοῦντες καὶ ἐν οἷς ὁρίζουσιν καὶ δικάζουσιν οὐκ ἐμμένουσιν. […] Ὄνος δὲ παρελθὼν ἔφη· « Ἐκ φρενὸς λύκου καλὴ γνώμη· ἀλλὰ πῶς χθὲς συναντήσας σοι τὴν ἄγραν εἶδον ἐν τῇ κοίτῃ σου ἀποκρύψαντα ; » Ὁ δὲ ἐλεγχθεὶς τοὺς νόμους διέλυσεν.
Καὶ ὃ μὲν στέργει, ἀεὶ ἐν τοῖς κόλποις περιφέρουσα καὶ τιθεῖσα ἔνθεν κἀκεῖθεν καὶ τοῦτο καταφιλοῦσα ἀποπνίγει· ὃ δὲ μισεῖ, διώκει. Τοῦτο δὲ ἐν ταῖς ἐρημίαις ἀπελθὸν ζῇ καθ’ ἑαυτό. […] Ὁ πίθηκος δύο τέκνα τεκών· τὸ μὲν ἕτερον τούτων ἀγαπῶν ἐνστερνίζεται, τὸ δὲ ἕτερον ἀποστρέφεται· καὶ ὃ μὲν ἀγαπᾷ, ἐν τοῖς κόλποις ἀεὶ περισφίγγει καὶ θανατοῖ ἀποπνίγουσα· ὃ δὲ μισεῖ, μὴ περισφιγγόμενον ἀποφεύγει τὸν θάνατον.
Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας ἀθετήσασαν, ἐπιστραφεῖσα εἶπε τῷ τράγῳ· « Ὦ οὗτος, εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον <ἂν> κατεϐηϐήκεις πρὶν τὴν ἄνοδον ἐσκέψω. » Οὕτως καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν. […] Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας παραϐαίνουσαν, ἐπιστραφεῖσα εἶπεν· « Ὦ οὗτος, ἀλλ’ εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον δὴ <ἂν> κατεϐεϐήκεις πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω. » Οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἰθ’ οὕτως αὐτοῖς ἐπιχειρεῖν. […] Ὀρχουμένης δὲ αὐτῆς καὶ παιζούσης, ὁ τράγος μυκτηρίζων αὐτὴν καὶ ὀνειδίζων, ὡς τὰς ὁμολογίας καὶ ὑποσχέσεις παραϐαίνουσαν, ἐπιστραφεῖσα εἶπεν· « Ὦ οὗτος, ἀλλ’ εἰ τοσαύτας φρένας εἶχες ὁπόσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον <ἂν> κατεϐεϐήκεις πρὶν τὴν ἄνοδον διεσκέψω. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν. […] Ἡ δ’· « Ἀλλ’ εἰ τοσαύτας, εἶπε, φρένας ἐκέκτησο, ὁπόσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν κατέϐης, πρὶν ἢ τὴν ἄνοδον σκέψασθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν. […] Ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα ἔφη· « Ὦ ἀνόητε, εἰ τόσας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ ἂν κατέϐης, εἰ μὴ τὴν ἄνοδον ἐσκέψω. » Ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων οὕτω ποιεῖσθαι τὰς τούτων ἐγχειρήσεις.
Βάτραχοι δύο ἐνέμοντο ἐν λίμνῃ. […] Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο. […] Βάτραχοι δύο, ξηρανθείσης τῆς λίμνης ἐν ᾗ κατῴκουν, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι.
Ἡ δὲ ἀλώπηξ ἀκηκουῖα ταῦτα ἐμειδίασε καὶ πρὸς αὐτὴν ἐλάλει· « Εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ ζῶντας. » Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας. […] Ἄρκος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει· πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν· « Εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας. » Οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει.
Μῦς ἀρουραῖος τὸν ἐν οἴκῳ ἐφίλει. […] Ὁ δ’ ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη· « Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον, ἐπαπολαύων αὐτὰ μετ’ εὐφροσύνης καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόϐου· ἐγὼ δ’ ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων ζήσω ἀφόϐως μηδένα ὑποπτεύων. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχως ὑπὲρ τὸ τρυφᾶν ἐν φόϐῳ μετ’ ὀδύνης. […] Ἐὰν ἔλθῃς μετ’ ἐμοῦ, ὡς θέλεις ἀσωτεύσῃ. » Ἀπῆγε πείσας τὸν μῦν ἐν τῷ οἴκῳ. […] Ὁ δὲ ἀρουραῖος μῦς, καίπερ τοσαῦτα πεινῶν, εἶπε· « Χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόϐως καὶ λιτῶς ζήσω. » Ὅτι λιτῶς διάγειν καὶ ζῆν ἀταράχως <μᾶλλον> συμφέρει ἢ ἐν φόϐῳ καὶ κινδύνῳ δαψιλῶς τρυφᾶν.
Ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρήμῳ πολλῇ τὸν δρόμον ἀνύουσα, αὐτίκα ἄνδρα εὑρίσκει δρυοτόμον ἐνταῦθα, ὃν καὶ καθικέτευε τοῦ κρύψαι αὐτήν. […] Ἡ δὲ εἰσελθοῦσα ἐκρύπτετο ἐν γωνίᾳ. […] Chambry 34.3 Aliter — Autre version Ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολὺν δρόμον ἀνύουσα ἄνδρα δρυοτόμον εὑρίσκει ἐν ταύτῃ, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. […] Ἡ δὲ δρυτόμον ἰδοῦσα ἐδυσώπει καὶ ὥρκησε κρύψαι αὐτὴν ἐν τοῖς κλάδοις καὶ μὴ προδῶσαι τῷ κυνηγῷ.
Πολλὰ δὲ καμοῦσα καὶ ὅλως ψαῦσαι τούτων μὴ δυνηθεῖσα παρεμυθεῖτο τὴν ἑαυτῆς ἀτυχίαν καὶ ἔλεγεν· « Ὄμφακες εἰσιν ἔτι καὶ ἄμαχοι τοῖς ὀδοῦσι. » Ὅτι ἐν τοῖς ἀδυνάτοις τινὲς αἰδούμενοι ἑτέρας κενὰς προφασίζονται ἀφορμάς. […] Ἀλώπηξ ἐν κρεϐαττινᾷ βότρυας πεπείρους ἰδοῦσα ἤμελλε φαγεῖν μέν, ἐν ὕψει δὲ ὄντας οὐκ ηὐπόρει φαγεῖν.
Ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὑτοῦ παῖδας ἐμπείρους εἶναι τῆς γεωργίας, μετακαλεσάμενος αὐτούς, ἔφη· « Τεκνία, ἐν μιᾷ μου τῶν ἀμπέλων θησαυρὸς ἀπόκειται. » Οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕνας τε καὶ δικέλλας λαϐόντες πᾶσαν αὑτῶν τὴν γεωργίαν ὤρυξαν. […] Ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς· « Τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα. » Οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν, μετά τὴν ἀποϐίωσιν τοῦ πατρὸς αὐτῶν λαϐόντες δικέλλας ὕννας τε κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου. […] Γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαϐεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη· « Παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ’ ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα. » Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποϐίωσιν τοῦ πατρὸς κατέσκαψαν.
Κάστωρ ἐστὶ ζῷον τετράπουν ἐν λίμνῃ νεμόμενον. […] Ὁ κάστωρ ζῷόν ἐστι τετράπουν ἐν λίμναις τὰ πολλὰ διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα εἶναι. […] Κάστωρ ἐστὶ τετράπουν ζῷον ἐν λίμναις νεμόμενον.
Κύων καὶ ἀλέκτωρ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐν τῷ ἅμα ὥδευον. Τῆς δὲ νυκτὸς καταλαϐούσης, ἐν τόπῳ ἀλσώδει ἐλθόντες, ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δένδρον ἀναϐὰς ἐν τοῖς κλάδοις ἐκάθισεν· ὁ δὲ κύων κάτωθεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε, καὶ τῆς νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαϐούσης, ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει.
Τοῦ δὲ εἰπόντος ψηφῖδα, ἔφη· « Ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀποϐέϐλησαι. » Οὕτως ἔνιοι τῶν ἀλαζόνων, [μέχρις οὗ] τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐξελέγχονται. […] Ἐκ δευτέρου δὲ ἔφη· « Χονδρολιϐάνου ὀσμῆς πεπλήρωμαι. » Ἐκ τρίτου <δὲ> πάλιν λέγει· « Ψηφῖδος χαλκῆς κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ αὐτοῦ ἔφη αὐτῷ· « Τέκνον, ὡς ὁρῶ, οὐ μόνον τὸ βλέπειν στερίσκῃ, ἀλλὰ καὶ τὰς ἀκοὰς καὶ τὰς ὀσφρήσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως ἔνιοι τῶν ἀλαζόνων ἀνθρώπων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. […] Φησὶν οὖν ποτε τῇ μητρί· « Συκαμινέαν, μῆτερ, ὁρῶ. » Εἶτα αὖθίς φησι· « Λιϐάνου ὀσμῆς πεπλήρωμαι. » Κἀκ τρίτου πάλιν· « Χαλκῆς, φησί, ψηφῖδος κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ ὑπολαϐοῦσα εἶπεν· « Ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. » Ὁ μῦθος δηλοῖ ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.
Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέϐη ὑφ’ ἑνὸς δηχθῆναι τοῦτον.
Ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαϐεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν· εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· « Ἀλλ’ ἐγὼ δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βοράν, ἐλπίδα μείζονα προέκρινα. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων μετρίοις κέρδεσι μὴ ἀρκούμενοι, μείζονας δὲ ἐλπίδας διώκοντες λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.
Καρύα τις ἐν ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολύν. […] Καρύα τις ἐν <τῇ> ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολὺν ἑκάστῳ ἔτει.
Αὐτῇ ἔλεγεν ὡς « ἄπειρα κολάζῃ ποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνι ποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα· λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι. Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις ; » Ὁ δὲ πρὸς αὐτὴν <ἔφη>· « Καὶ τί ποιήσω ; οὐ γὰρ δύναμαι τῆν ζωὴν ἄλλως ἔχειν. » Ἣ συμϐουλεύει ἐπίληπτον γενέσθαι καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων, ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς.
Δύο ἐχθροὶ ἐν μιᾷ νηῒ ἔπλεον· καὶ βουλόμενοι πολὺ ἀλλήλων διεζεῦχθαι ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν, ὁ δὲ ἐπὶ τὴν πρύμναν καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς περιτρεπομένης, ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυϐερνήτου περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. […] Δύο τινὲς πρὸς ἀλλήλους ἔχθραν ἔχοντες ἐν μιᾷ νηῒ ἔπλεον.
Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτησε καθ’ ἑαυτὴν βοῶσα· « Πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην. » Καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡ ἡμίονος τρέχειν. […] Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτα τε καὶ ἐϐόα καθ’ ἑαυτήν· « Πατήρ μοι ὑπάρχει ἵππος ὁ ταχυδρόμος, ὃν ἐγὼ ὅλη διόλου ἀπεμιμήθην. » Καὶ δὴ ἐν μιᾷ ἠναγκάζετο τρέχειν ἡ ἡμίονος. […] Ἡμίονος ἐκ πολλῆς κριθῶν τροφῆς παχυνθεῖσα ἐν πεδίῳ σκιρτῶσα ἔλεγεν· « Ἵππος ἐστί μοι μήτηρ καὶ κατ’ οὐδὲν ἐλάττων αὐτῆς κατὰ τὸν δρόμον ὑπάρχω. » Μόλις δὲ ἀπὸ τοῦ δρόμου κατάκοπος γενομένη ἡσύχασεν καὶ τότε πατρὸς οὖσα ὄνου ἀνεμνήσθη.
Ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔϐλαψαν. […] Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ἐν ταῖς φιλονεικίαις τῶν φρονιμωτέρων αὐτῶν παρακούσαντες ἑαυτοὺς κατέϐλαψαν. […] Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔϐλαψαν.
Λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως· ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει· « Πέρυσιν αὐτὸς πολλὰ καθύϐρισάς με. » Ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐϐόα· « Ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ. » Ὁ δὲ πρὸς αὐτόν· « Τὴν ἄρουραν μου νέμεις. » Ὁ δ’ ἀρνὸς ἔφη· « Ἀκμὴν τροφὴν οὐκ εἶδον. » Πάλιν ὁ λύκος· « Ἐκ τῆς πηγῆς μου πίνεις. » Ὁ δ’· « Οὐ πέπωκα ὕδωρ, » αὐτῷ προσεῖπε· « τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου, καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει. » Ὁ δὲ συλλαϐὼν καὶ φαγὼν αὐτὸν εἶπεν· « Ἀλλ’ ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν. » Ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ. […] Λύκος ποτὲ ἄρνα πεπλανημένον εὑρὼν βίᾳ μὲν οὐχ ἥρπαζεν, ἔγκλημα δὲ ἐζήτει, εὐλόγως φαγεῖν θέλων. « Σύ, εἶπεν, πέρυσι μικρὸς ὢν ὕϐρισάς με. » Ὁ δέ· « Πῶς ἐγὼ πέρυσι, ὃς ἐν τούτῳ ἐγεννήθην τῷ χρόνῳ ; – Ἀλλά, φησί, τὴν ἄρουράν μου ἐπιϐόσκῃ. » Ὁ δέ· « Οὐδέπω ἐϐοσκήθην. – Ἀλλ’ ἐκ τῆς πηγῆς ἐξ ἧς ἐγὼ πίνω πίνεις. » Ὁ δὲ ἔφη· « Οὔπω ὕδωρ ἔπιον, ἀλλὰ τῆς μητρός μόνης τὸ γάλα πίνω καὶ τρέφομαι. » Ὁ δὲ συλλαϐὼν καὶ τρώγων εἶπεν· « Ἀλλ’ ἐγὼ ἄδειπνος οὐ μενῶ ἐν τῷ σε πᾶσάν μου ἀφορμὴν λύειν. » Ὅτι γνώμην κακουργοῦ καὶ πονηροῦ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς ὑπάρχῃ.
Ὁ δὲ λύκος ἔφη· « Εἰ τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ. » Ἡ δὲ εἶπεν· « Εἴθε μή σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλόν σε ὑπήντησα καὶ μηδαμῶς τῇ ὥρᾳ ταύτῃ ζήσαις καὶ πάλιν συναντήσαις μοι. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει. […] Ὁ δὲ λύκος ἀντέφησεν· « Ἄλλως οὐκ ἐπιτεύξῃ σου τοῦ αἰτήματος, εἰ μή γε πρῶτον τρεῖς ἀληθεῖς ἐξείπῃς μοι λόγους. » Ἡ δὲ εἶπεν· « Εἴθε μή σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλῷ σοι ἐνέτυχον· μηδαμῶς δὲ τῆς ὥρας ταύτης τὸ ζῆν σοι [μὴ] ἐπεϐραϐεύθη· ἴσως γὰρ πάλιν, εἰ ἐν βίῳ τούτῳ προσμενεῖς, τὴν ἐμὴν ψυχὴν ἐκθροήσεις. » Cod. […] Ὁ δὲ πρὸς αὐτὴν ταῦτα οὕτως ἐϐόα· « Εἰ τρεῖς ἀληθεῖς λόγους νῦν μοι προσείπῃς, εὐθὺς ἐγώ σε συντόμως ἀπολύσω. » Εἶτα πρὸς αὐτὸν ἀντέφησεν ἀλώπηξ· « Εἴθε μὴ, λύκε, μηδαμῶς σε συνήντων· εἰ δὲ καὶ συνήντων, τυφλόν σε ὑπήντων· καὶ νῦν μὴ ζήσαις πάλιν τῇ ὥρᾳ ταύτῃ, καὶ μή ποτ’ αὖθις συναντήσαις μοι, λύκε. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει.
Καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν. […] Chambry 3.2 Aliter — Autre version Ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι, πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεϐαίωσιν φιλίας τὴν συνήθειαν καὶ τὸ ἐν ταὐτῷ εἶναι ἡγούμενοι. […] Ἡ δὲ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν. […] Ὁ μὲν οὖν ἐφ’ ὑψηλοῦ δένδρου τὴν καλιὰν ἐπήξατο· ἡ δ’ ἀλώπηξ ἐν τοῖς ἔγγιστα θάμνοις ἐτεκνοποιήσατο. […] Ἡ δ’ ἀλώπηξ ἐπιδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας κατέφαγεν.
Ἁλκύων ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. Ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι.
Θυμωθεὶς οὖν ὁ βοηλάτης εἶπεν αὐτῇ· « Ὦ κακὸν κτῆμα, τί κράζεις, βίᾳ τῶν ἑλκόντων σε βοῶν σιωπώντων ; » Ὅτι τινὲς ἐπ’ ἀλλοτρίοις πόνοις καὶ πλούτῳ καυχώμενοι μέγα φρονοῦσιν ὡς αὐτοὶ χειμασθέντες ἐν αὐτοῖς. […] Ταῦροι δύο ἅμαξαν εἷλκον ἐν πόλει.
Παῖς λουόμενος ἐν ποταμῷ ἐκινδύνευε πνιγῆναι. […] Τὸ δὲ εἶπεν· « Ἄρτι μοι βοήθει, ἕξεις δὲ καιρὸν ἐλέγχειν, ὅταν σώσῃς με. » Ὅτι τοὺς ἐν κινδύνοις ἀπείρως ἐμπεσόντας δεῖ πρότερον σῴζειν, ἔπειτα διδάσκειν καὶ νουθετεῖν.
Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· « Εἰ θέλεις ὑγιᾶναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν, τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα ἄγε εἰς ἐμὰς χεῖρας· ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας. » Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν ταῖς ὕλαις· προσπαίσασα δὲ αὐτῇ καὶ χαίρειν εἰποῦσα ἔφη· « Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων ἐστί μοι· νοσεῖ δὲ καὶ ἔστιν ἐγγὺς τοῦ θνῄσκειν. […] Τί μοι ἔσται πρώτῃ σοι εἰπούσῃ ; Ἀλλ’ εὖξαί μοι σπευδούσῃ, μὴ πάλιν με ζητήσῃ· χρῄζει γάρ με σύμϐουλον ἐν πᾶσιν. […] Ὁ λέων δὲ ἐφορμήσας αὐτῇ ἐν σπουδῇ τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. Ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. […] Οἱ δὲ ἔδειξαν ἐν τῇ ὕλῃ.
Περιστερὰ δὲ ἐν τῷ παρεστηκότι δένδρῳ κλάσασα φύλλον ἔϐαλε, δι’ οὗ ἐπιϐὰς ὁ μύρμηξ διεσώθη. […] Περιστερὰ δὲ καθεζομένη ἐν τῷ παρεστηκότι δένδρῳ, ἐθεάσατο αὐτὸν καὶ κόψασα φύλλον ἀπὸ τοῦ δένδρου ἔρριψεν εἰς τὴν πηγήν, δι’ οὗ ἐπιϐὰς ὁ μύρμηξ ἐσώθη. […] Περιστερὰ δὲ ἐν τῷ πέρα ἑστηκυῖα εἰς δένδρον καθεζομένη ἐθεάσατο αὐτὸν καὶ κόψασα κλάδον ἀπὸ τοῦ δένδρου ἔρριψεν εἰς τὴν πηγήν· καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου ἐσώθη δι’ αὐτοῦ.
Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζῴοις πᾶσιν ἀναϐοήσαντος· « Ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, » ἀλώπηξ ἀκούσασα ἔφη· « Πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων ; » Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται ; Cod. […] Ὄντος δέ ποτε βατράχου ἐν τῇ λίμνῃ, ἀνεϐόησε πᾶσι τοῖς ζῴοις λέγων· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων. » « Καὶ πῶς δέ, φησὶν ἀλώπηξ, ἄλλους σῴζεις, σαυτὸν δὲ χωλὸν ὄντα οὐ θεραπεύεις ; » Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους ἀνθρώπους παιδεύσει ; Codd.
Ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις. […] Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· « Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ’ ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν ; » Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι.
Κύων τρεφόμενος ἐν οἴκῳ, θηρσὶν εἰδὼς μάχεσθαι, ἰδὼν πολλοὺς ἐν τάξει ἱσταμένους, ῥήξας τὸν κλοιὸν τοῦ τραχήλου, ἔφευγε διὰ τῶν ἀμφόδων.
Οὕτω καὶ τῶν ἀνθρώπων, ἐπὰν πόλεμος ἐν πόλει γένηται, οἱ μὲν πένητες εὐπρόφοροι ὄντες, ῥᾳδίως ἀπὸ πόλεως εἰς ἑτέραν πόλιν διασῴζονται τῆς ἐλευθερίας μετέχοντες, οἱ δὲ πλούσιοι διὰ τὴν τῶν ὑπαρχόντων ὑπερϐολὴν μένοντες πολλάκις δουλεύουσιν. […] Ὁ μῦθος δηλοῖ ὅτι καὶ ἐν ἁλώσει πόλεως οἱ μὲν ἀκτήμονες εὐχερῶς φεύγουσιν, οἱ δὲ πλούσιοι δουλεύουσιν ἁλισκόμενοι.
Ἀναϐλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς. […] Νῦν οὖν φάσκει ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅταν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔϐλεπον ἐν τῇ οἰκίᾳ μου· νυνὶ δὲ ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. […] Ἀναϐλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐν τῇ οἰκίᾳ ἐθεάσατο. […] Ὅτε γὰρ ἐνόσουν τοὺς ὀφθαλμούς, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ὑπῆρχον ἐν τῇ οἰκίᾳ μου, καὶ ταῦτα ἑώρων· νῦν δὲ οὐ δύναμαι ταῦτα βλέπειν. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων λανθάνουσι διὰ πλεονεξίαν καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.
Μιᾶς δὲ ἐξ αὐτῶν ἐν πόᾳ τινὶ δροσερᾷ καταλειφθείσης, ὁ ποιμὴν κατ’ ἐκείνης λίθον ἀφῆκε, καὶ εὐστόχως βαλὼν τὸ κέρας συνέτριψεν· ὅθεν καὶ ἐδυσώπει τὴν πεπονθυῖαν ἀνέκφραστον τῷ κυρίῳ διατηρῆσαι τὸ δράμα. […] Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα· « Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι ; τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης, πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι. » Ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι.
Οἱ λύκοι τοῖς κυσὶν εἶπον· « Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί ; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. […] Εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι, ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι. » Ὡς δ’ ὑπήκουσαν παραυτίκα οἱ κύνες, εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι καὶ παραυτίκα διέφθειραν τοὺς κύνας, ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων.
Χρυσοῦν ὠὸν ἔτεκεν ὄρνις ἐν χρόνῳ· καί τις πλανηθεὶς χρυσεραστὴς τὰς φρένας αὐτὴν τοῦ εὑρεῖν χρυσὸν πολὺν ἀνεῖλεν. […] Οὕτω πολλάκις οἱ πλεονέκται δι’ ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προίενται.
Καὶ ἦν κατιδεῖν, τῶν μυῶν πεφευγότων ὧδε κἀκεῖσε, τοὺς τάλανας ἐν τρόμῳ. Οἱ γὰρ ἄοπλοι πεφευγότες ἐν τοίχοις εἰσελήλυθον εἰς ῥαγάδας αὐτίκα· οἱ δὲ ἔνοπλοι καὶ ἀρχηγέται τούτων οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων μὴ δυνάμενοι ἐν ταῖς ὀπαῖς εἰσδῦναι διεφθάρησαν ὑπὸ τῶν γαλῶν πάντες.
Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· « Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. » Ταῦτα καθ’ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. […] Αὐτοῦ δ’ ὁ κύων ἄλλον κύνα ἐκάλει λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη· ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε· τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω, ἵνα αὔριον μὴ πεινάσω καθόλου. » Ταῦτα οὖν λέγων καθ’ ἑαυτὸν ὁ κύων ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον. […] Τοῦ δὲ κεκλημένου καταλαϐόντος καὶ ἐν τῷ ὀπτανείῳ περιπολοῦντος, ὁ ὀψοποιὸς τοῦτον ἐκ τοῦ σκέλους λαϐὼν τῆς πύλης ἔξωθεν ἐσφενδόνησεν. […] Τῶν δὲ λοιπῶν κυνῶν ἐν τῇ ὁδῷ ἐρωτώντων ὅπως ἐδείπνησεν· « Οὕτως, ἔφη, ὥστε οὐδὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον. » Cod.
Γεωργός τις χρυσίον εὑρὼν ἐν γῇ σκάπτων ἔστεφεν αὐτὴν καθ’ ἡμέραν ὡς εὐεργετηθεὶς παρ’ αὐτῆς. […] Γεωργός τις σκάπτων ἐν γῇ εὗρε χρυσὸν καὶ ἐστεφάνου τὴν Γῆν καθ’ ἡμέραν καὶ κατεκόσμει ὡς ὑπ’ αὐτῆς εὐεργετηθείς.
Ὁ δὲ ἱκέτευεν ἀφεθῆναι λέγων· « Ἔλαφον ἢ ἕτερον ζῷον δεῖ φαγεῖν σε καὶ χορτασθῆναι· ἐγὼ γὰρ οὐδὲ τὸ χεῖλός σου ἀλείψω αἵματι, ἀλλὰ φεῖσαί μου καὶ χάριν σοι ἐν καιρῷ ποτε ἀποδώσω. » Γελάσας δὲ ὁ λέων εἴασε τοῦτον ζῆν καὶ ἀφῆκεν αὐτόν. […] Ὅτι οἱ εὐνοοῦντες ἄνθρωποι, κἂν πένητες ὦσι, δύνανται ἐν καιρῷ καὶ δυνάστην ὠφελεῖν.
Chambry 17.2 Aliter — Autre version Ἐν σπηλαίῳ ἀοικήτῳ αἰγοϐοσκὸς ἐν χειμῶνι τὰς αἶγας ἤγαγεν. […] Chambry 17.3 Aliter — Autre version Ποιμὴν ἐν σπηλαίῳ <τὰς> αἶγας προσάγει ὥρᾳ χειμῶνος καὶ παγετοῦ καὶ ψύχους. […] Chambry 17.4 Aliter — Autre version Ἐν σπηλαίῳ τινὶ ἐρήμῳ αἰπόλος ἐν χειμῶνι τὰς ἑαυτοῦ αἶγας ἤγαγεν.
Ὁ δὲ πατὴρ αὐτῶν παραινῶν αὐτοῖς οὐκ ἠδύνατο αὐτοὺς διαλλάττεσθαι ἐν λόγοις. […] Πρὸς οὓς ὁ πατὴρ ἔφη· « Οὕτω καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν ὁμοῦ ἦτε ἐν ἅπασι, οὐδεὶς ὑμᾶς βλάψαι δυνήσεται, εἰ δὲ διχονοεῖτε, ἕκαστον ἰδίως πᾶς τις εὐχερῶς καταλάψαι δυνήσεται. » Cod. […] Υἱούς τις ἔχων πολλοὺς καὶ μὴ ὁμονοοῦντας, τούτους ἐν μιᾷ καλέσας ὁ πατὴρ καὶ ῥάϐδον αὐτοῖς ἐπιδώσας ἔφη· « Θέλω κατεάξαι ταύτην τὴν ῥάϐδον, » καὶ κατέαξαν αὐτήν.
Ἰδὼν δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη πρὸς αὐτόν· « Μὴ λυποῦ, λαϐὼν δὲ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ. » Ὁ λόγος δηλοῖ ὅτι τὸ μηδέν ἑστιν ἡ κτῆσις, ἐὰν μὴ καὶ ἡ χρῆσις παρῇ. […] Ἰδὼν δέ τις αὐτὸν οὕτως πάσχοντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη· « Μὴ λυποῦ· λαϐὼν γὰρ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἔχαιρες αὐτῷ. » Ὁ μῦθος δηλοῖ ὅτι εἰς οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ. […] Λίθον οὖν ἀντὶ χρυσοῦ λαϐὼν θὲς καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι· τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν· ὡς ὁρῶ γάρ, οὐδ’, ὅτε ὁ χρυσὸς ἦν, ἐν χρήσει ἦσθα τοῦ κτήματος. » Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῇ.
Chambry 30.2 Aliter — Autre version Ἀλώπηξ λιμὼττουσα [ἐν πείνῃ] ἐθεάσατο ἐπί τινα καλύϐην βοσκοῦ κρέα καὶ ἄρτον ὑπ’ αὐτοῦ καταλειφθέντα, καὶ εἰσελθοῦσα διὰ στενοτάτης ὀπῆς ἔφαγεν αὐτὰ ἡδέως. […] Ἑτέρα δὲ αὐτῇ ἀλώπηξ γελῶσα ἔφη· « Οὐκ ἐξελεύσῃ, ἕως ἂν τὴν γαστέρα ποιήσῃς οἵαν ὅτε εἰσῆλτες. » Ὅτι οὐ δεῖ τινα δολίως ἢ ἀπλήστως πλεονεκτεῖν· ἐν ὑστέρῳ γάρ, κἂν μὴ θέλῃ, πάντα κακῶς ἀποδώσει.
Βοῦν τινες ἐπ’ ἀγροῦ θύοντες τοὺς συγγενεῖς ἐκάλεσαν· ἐν δὲ τούτοις ἦν τις καὶ γυνὴ πενιχρά, μεθ’ ἧς καὶ ὁ παῖς εἰσῆλθε. […] Βότηρες ἐν ἀγρῷ ἔθυον αἶγα.
Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. […] Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνήσαντο.
Ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων, ὅστις κρατηθεὶς ἐϐόα τοῖς παροῦσι· « Μὴ κτείνετέ με εἰκῆ καὶ μάτην, ἄνδρες, ἐπείπερ ἐγὼ οὐκ ἔκτεινα οὐδένα· πλὴν γὰρ τούτου τοῦ χαλκοῦ οὐ κτῶμαι ἄλλο. » Οἱ δὲ πρὸς αὐτὸν ταῦτα οὕτως ἐϐόων· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ ἄρτι, ὅτι μηδὲν δυνάμενος ἐν πολέμῳ τοῖς πᾶσι κράζεις πρὸς μάχην ἐπεγείρων. » Ὁ μῦθος δηλοῖ ὅτι πλεῖστον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιῆσαι. […] Ἦν τις σαλπιγκτὴς ἐν στρατῷ, ὃς σαλπίζων εἰς παράταξιν καὶ πόλεμον ἐκάλει τὸν στρατόν.
Chambry 21.2 Aliter — Autre version Ἀλεκτρυόνας τις ἐν τῇ οἰκίᾳ ἔχων αὐτοῦ, περιτυχὼν πέρδικι καὶ τοῦτον ἐπαγοράσας, εἰσήνεγκεν ἐν τῇ οἰκίᾳ αὐτοῦ τοῦ συνανατραφῆναι τοῖς ὄρνισι.
Τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου δι’ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· « Ἴνα τὸ φορτίον ἄρῃς. » Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος, [ἐν τῷ βίῳ] κἂν δυστυχῇ. […] Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐϐάδιζε, καὶ διὰ τὸν πολὺν κόπον ἀποθέμενος ἐν τόπῳ τινὶ τὸν φόρτον, τὸν Θάνατον ἐπεκαλεῖτο.
Ὁ δὲ ἔφη· « Οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος ἐν ᾧ ἵστασαι. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ χρόνος δίδωσι τοῖς ἥττοσι θράσος κατὰ τῶν ἀμεινόνων. […] Ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν· « Οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ πύργος ἐν ᾧ ἵστασαι. » Ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕϐριν ἀπὸ ἀναξίων ἀνθρώπων διὰ φόϐον ὑψηλοτέρων.
Ἡ δὲ Τύχη ἐπιστᾶσα αὐτῷ εἶπεν· « Ἔγειραι καὶ ἀλλαχοῦ κοιμήθητι μή πως, ἐν τῷ φρέατι σοῦ πεσόντος, ἐμὲ τὴν Τύχην ἅπαντες καταμέμψωνται. » Ὅτι πολλάκις σφαλλόμενοι καὶ κακῶς πράσσοντες κινδύνοις περιπεσόντες εἱμαρμένην καὶ τύχην καταμεμφόμεθα. […] Ἡ δὲ Τύχη ἐπιστᾶσα ἔφη αὐτῷ· « Ἐγέρθητι καὶ ἀλλαχοῦ κοιμήθητι, ἄνθρωπε, μή πως, πεσόντος σοῦ ἐν τῷ φρέατι καὶ ἀποπνιγέντος, ἐμοὶ τῇ Τύχῃ οἱ ἄνθρωποι μέμψωνται. » Cod.
Χρόνου δὲ προελθόντος, ἧκεν ὡς τὴν τοῦ κηπουροῦ καὶ ταύτην ἠρώτα πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. […] Τῆς δὲ τὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία τε λαμπρὰ ἐπιμείνῃ καὶ λαμρπὸς ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς αὐτήν· « Ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξομαι ; » Οὕτως οἱ ἐν ταὐτῷ τοῖς ἀνομίοις πράγμασιν ἐπειχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν.
Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ ὄντος σφόδρα, πάλιν ὁ αὐτὸς αἰρόμενος τὰς χεῖρας ἐν τῷ στόματι κατὰ μικρὸν προσφέρων ἐφύσα. […] Χειμὼν ἄνθρωπόν τινα ἐν ὄρει κατέλαϐεν. Ὁ δὲ καπνὸν ἐν τῇ ἄκρᾳ τοῦ ὄρους ἐκ πέτρας τινὸς ἀνιόντα ἰδὼν ἔνθα σάτυρος, οὓς λέγουσι παίκτας, κατῴκει, ἀνῆλθεν· αὐτὸς δὲ τὸν ξένον οἰκτείρας ἔσω εἰσήγαγεν.
Καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. […] Καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. […] Λέων γηράσας κυνηγεῖν οὐκ ἠδύνατο· ἔκειτο δὲ ἐν τῷ σπηλαίῳ προσποιούμενος νοσεῖν, καὶ τὴν φωνὴν λεπτύνων καὶ ἀσθμαίνων.
Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ· « Φαῖνε, λύχνε, καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει. » Ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ τοῖς λαμπροῖς τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηταί τις, ξένα τυγχάνει.
Λύκος πλανώμενος <ποτ’> ἐν ἐρήμοις τόποις, κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος, δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη· « Λέοντ’ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν ; πλέθρου τ’ ἔχων τὸ μῆκος, οὐ θηρῶν ἁπλῶς πάντων δυνάστης ἀθρόων γενήσομαι ; » Λύκον δὲ γαυρωθέντα καρτερὸς λέων ἑλὼν κατήσθι’· ὁ δ’ ἐϐόησε μετανοῶν· « Οἴησις ἡμῖν πημάτων παραιτία. » Cod.
Οὕτω καὶ ἐπὶ τῶν πόλεων οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν ἑαυτοὺς παρεισϐάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι.
Ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἀπέθανε. » Τῶν δὲ παρόντων τις ὑπολαϐὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. » Τῶν δὲ παρόντων ὑπολαϐών τις ἔφη· « Ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.
Ἰξὸν λαϐὼν ἰξευτὴς καὶ τοὺς καλάμους κίχλαν τε εἶδεν ἐν φύτῳ καθημένην, καὶ τήνδ’ ἀγρεῦσαι βουληθεὶς ὁ τεχνίτης τοὺς καλάμους συνῆψεν εἰς μῆκος ἄρας καὶ τὸν ἰξὸν ἔπεμπεν ἄνω πρὸς κίχλαν, καὶ πρὸς ὕψος ἔϐλεπεν ἀγρεύων κίχλαν. […] Ἡ δὲ στραφεῖσα δάκνει τὸν πόδα τούτου, καὶ λιποψυχῶν ἐν στεναγμῷ ἐϐόα· « Θηρεῦσαι θέλων ἄλλον αὐτὸς ἠγρεύθην. » [Ὁ λόγος οὗτος δηλοῖ ὅτι] βόθρον ἄλλῳ ὀρύσσων αὐτὸς ἐμπέσῃ.
Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλά τε ἦν καὶ φοίνικες, ταῦτα ἀνείλατο οἰόμενος ἀργύριον εἶναι. […] Ὁδοιπόρος πολλὴν ἀνύων ὁδὸν ηὔξατο λέγων ὅτι, « ὦ Ἑρμῆ, ἐὰν εὕρω τι, σοὶ τὸ ἥμισυ ἀναθήσω. » Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλα ἦσαν καὶ φοίνικες, ταύτην ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι.
Ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος, τουττο γὰρ σημαίνειν τὸν οἰωνόν, ἕτερος ὑποτυχὼν εἶπε· « Καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται ; » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄϐουλοι καὶ εἰς τὰς τῶν πέλας συμϐουλίας ἀδόκιμοί εἰσιν.
Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εὗρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· « Τίς εἶ ; » Ἡ δὲ ἔφη· « Ἀλήθεια. – Καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς ; » Ἡ δὲ εἶπεν· « Ὅτι τοῖς πάλαι καιροῖς παρ’ ὀλίγοις ἦν τὸ ψεῦδος· νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστίν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς. » Ὅτι κάκιστος βίος καὶ πονηρὸς τοῖς ἀνθρώποις ἐστίν, ὅτε τὸ ψεῦδος προκρίνεται τῆς ἀληθείας.
Τράγος ἐν τῇ ἐκϐολῇ τῆς ἀμπέλου τὴν βλάστην ἔτρωγε.
Ὁ πτὼξ δὲ ἔφη· « Πολλὰ ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοϐερὰ τὰ εὐτελῆ φανῶσιν. » Ὅτι δικαιοσύνης ἐν πόλει οὔσης καὶ δικαίως πάντων δικαζόντων, καὶ οἱ εὐτελεῖς ἀταράχως βιοῦσιν.
Διόπερ φοϐουμένη λάρνακα μεγίστην κατασκευάσασα ἐν ταύτῃ αὐτὸν καθεῖρξε, φυλαττομένη μὴ ὑπὸ κόρακος ἀναιρεθῇ.
Θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψαν ἐμποιεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν.
Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· « Ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριϐες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.
Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, ἐξελθὼν ἐν τῇ ὁδῷ καὶ ἰδὼν ἅμαξαν ἐρχομένην, τὴν κεφαλὴν τῷ τρόχῳ ὑπέθηκε, φάσκων· « Συναπόλλυμαι τῷ ἐχθρῷ μου. » Πρὸς τοὺς συγκινδυνεύειν τῷ ἐχθρῷ ἐπιχειροῦντας.
Ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον.
Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμϐεϐηκότα, ἔφη πρὸς αὐτόν· « Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.
Ὄφις δὲ ἕρπων ῥόδον λαϐὼν ἐν τῷ στόματι ἀνέϐη.
Ὁ Ζεὺς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ἐν ὀστράκοις τὸν Ἑρμῆν ὥρισε γράφειν, καὶ εἰς κιϐώτιον ἀποτιθέναι πλησίον αὐτοῦ, ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ.
Ὁ δὲ εἶπεν· « Ἀλλ’ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποϐλέπομαι ὅτι παρ’ ὃν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα. » Ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.
Οὗτος δὲ τὸν κώδωνα σείων ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο.
Σῦς ἄγριος καὶ ἵππος ἐν ταὐτῷ ἐνέμοντο.
Ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἴς τι σπήλαιον, ἐν ᾧ ἦσαν αἶγες ἄγριαι.
Προσδραμούσης δὲ ὡς ἐπὶ τὸν τέττιγα, ἔφη· « Ἀλλὰ πεπλάνησαι, ὦ αὕτη, εἰ ὑπέλαϐές με καταϐήσεσθαι· ἐγὼ γὰρ ἀπ’ ἐκείνου ἀλώπεκας φυλάττομαι ἀφ’ οὗ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην. » Ὅτι τοὺς φρονίνους τῶν ἀνθρώπων αἱ τῶν πέλας συμφοραὶ σωφρονίζουσι.
Δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῷ ἔρριψεν. […] Δρῦν καταϐαλὼν ἐν ποταμῷ ἔρριψεν ἄνεμος.
Πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ πολὺ πλέον ἀχθοφορεῖν ἠναγκάζετο ἐν τῷ πηλῷ καὶ τῇ πλινθείᾳ, πάλιν τὸν Δία παρεκάλει. […] « Οὐαί μοι, ἔφη ἐν στεναγμῷ μεγάλῳ· κρεῖττον ἦν ἐκείνοις τοῖς ἄλλοις δουλεύειν· ὁρῶ γὰρ τοῦτον δεψήσειν μου τὸ δέρμα. » Ποθοῦσι δεσπότας οἱ οἰκέται τοὺς πρώτους, ὅταν πεῖραν καὶ δοκιμὴν λάϐωσι τῶν μετὰ ταῦτα.
Chambry 19 Αἴσωπος ἐν ναυπηγίῳ - Esope dans un chantier naval.
Ὅτι Ἄραϐες ὑπὲρ πᾶν ἔθνος ψευσταὶ καὶ ἀπατεῶνές εἰσιν· ἐν γλώσσῃ γὰρ αὐτῶν οὐκ ἔστιν ἀλήθεια.
Βουλόμενος δὲ γνῶναι εἰ τὴν τύχην μεταλλάξασα μετεϐάλετο καὶ τὴν γλισχρότητα, φερομένης αὐτῆς ἐν φορείῳ κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν.
Ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημϐρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο.
Ὁ δὲ ἔτι μᾶλλον ὠθήσας αὐτὸν ἔφη· « Ὕπαγε, νίκα τὴν κακὴν νίκην ἐν τῷ ἀναθέματι. » [Ὅτι] τοὺς ἀπολλυμένους οἰκείᾳ ἀφροσύνῃ ὁ μῦθος ἐλέγχει.
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πολυπράγμονα, ὃς ἐν τοῖς ἑαυτοῦ πράγμασι τυφλώττων τῶν μηδὲν προσηκόντων κήδεται.
Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων μὴ πάνυ τι αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν.
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιπόντες καὶ τὰς ἀλλοδαπὰς προκρίνοντες οὔτε ἐν ἐκείναις εὐδοκιμοῦσι διὰ τὸ ξένοι εἶναι καὶ ὑπὸ τῶν πολιτῶν δυσχεραίνονται διὰ τὸ ὐπερπεφρονηκέναι αὐτούς.
Καὶ ἔχων ποτὲ συνδείπνους προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι ἐν τῷ πότῳ.
Γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον ἐν ᾧ ἦσαν αἶγες ἄγριαι, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἐνήλατό τε αὐταῖς καὶ ὠγκᾶτο ἐκφοϐεῖν βουλόμενος.
Λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ ὑπὸ τῶν παρατυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ᾑμαγμένον, ἔφευγε.
Ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν.
Διόπερ ἀναλαϐὼν πέλεκυν, παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν ξυλευσόμενος, καὶ ἐπίτηδες τὴν ἑαυτοῦ ἀξίνην ῥίψας ἐν τῷ ποταμῷ, ἐκαθέζετο κλαίων. Αὐτίκα οὖν τοῦ Ἑρμοῦ ἐπιφανέντος καὶ τὴν αἰτίαν τῶν θρήνων πυνθανομένου, ἔφη ὅτι πέλεκυν ἀπώλεσα ἐν τῷ ποταμῷ· ὅπερ ἀκούσας ὁ Ἑρμῆς, καταϐὰς χρυσοῦν πέλεκυν ἀνήγαγε. […] Ξύλα τις ἄνθρωπος ἐν ποταμῷ κόπτων, πίπτει πέλεκυς εἰς ῥεῦμα παραυτίκα.
Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν· « Μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον δι’ ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν, » ἐκείνη ἀπαγομένη ἔλεγεν· « Ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν. » Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.
Κουκουλάτου ἔτυχε τοῦ βίου τέλος καὶ στενάζων ἔλεγε μετὰ δακρύων· « Οἴμοι τῷ πτωχῷ καὶ ξένῳ καὶ δυστήνῳ· οὐ χρυσὸν, οὐκ ἄργυρον ἐνοσφισάμην· κόκκος δὲ μικρὸς τὸν θάνατον προσῆξε καὶ παγὶς ἐν γῇ μικρὰ ἐγκεκρυμμένη † περιεῖλέ μου τὴν κουκουλίθραν. † » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς πένητας οἵτινες ἐξερχόμενοὶ συνάξαι διατροφὰς συλλαμϐάνονται παρὰ δυναστῶν καὶ κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ’ αὐτῶν τετυφλωμένων ὄντων καὶ ἀσυνέτων.
Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν, ἥτις με θαλάττιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιϐαίνειν. » Οὕτως καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους οἳ ἐν κινδύνοις παρεῖναι ἡμῖν δύνανται.
Καὶ πῶς ἂν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων ; » Ὅτι ἐν μιᾷ βουλῇ καὶ γνώμῃ πάντων τῶν στρατευμάτων ὄντων κατὰ τῶν ἐναντίων νίκην ποιοῦνται.
Ποιμὴν εὑρὼν λυκίδια, ἔτρεφεν ἐπιμελῶς, οἰόμενος ὅτι μεγαλυνθέντα τηρήσουσι τὰ ἑαυτοῦ πρόϐατα, ἀλλὰ καὶ ἔτι προσθήσουσιν ἁρπάζοντες ἕτερα καὶ εἰσάξουσιν ἐν τῇ αὐτοῦ μάνδρᾳ.
Ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον· πολλῶν δ’ ἀμπισϐητήσεων μέταξυ γενομένων, βὰτος ἐκ τοῦ πλησίον ἀκούσασα φραγμοῦ· « Παυσώμεθα, εἶπεν, ὦ φίλαι, ποτὲ μαχόμεναι. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς τῶν ἀμεινόνων στάσεσι καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι.
Ἔχιδναν ἐκ τοῦ ψύχους ἐκπνέουσαν εἶδε γεωργὸς καὶ λαϐὼν ἔϐαλεν ἐν τῷ κόλπῳ καὶ ἔθαλψεν.
Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ.
Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυϐησομένη.
Ὄνος καὶ ἡμίονος ἐν ταὐτῷ ἐϐάδιζον.
Θεασάμενος δὲ ἐνταῦθα δράκοντα κατ’ αὐτοῦ διαιρόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο.
Ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν, ὡς ἐθεάσατο γναφέα, παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους.
Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν· « Οὐκ οἶδα τίς γενήσομαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκϐέϐλημαι τῶν φρενῶν καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία.
Καί τις δὲ ἰδὼν μέγα γελάσας ἔφη· « Ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου. » Ὁ μῦθος δηλοῖ ὅτι δικαίως οἱ κακοὶ ἐν κακοῖς ἀπολοῦνται.
Ἀθηνᾶ δὲ αὐτῷ ἐπιφανεῖσα εἶπε· « Πέπαυσο δέ, ἄδελφε, τοῦτό ἐστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον· ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται. » Ὅτι πᾶσι φανερὸν καθέστηκεν ὡς αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάϐης ὑπάρχουσιν.
Κύων εὑρὼν μάγειρον ἐν μαγειρείῳ ἀσχολούμενον εἰς τὸ ποιῆσαι ὄψα, ἁρπάσας ἔφυγεν καρδίαν προϐάτου.
Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· « Ἕνα, ἔφη, ἀλλὰ λέοντα. » Ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν.
Chambry 41.2 Aliter — Autre version Ἀλώπηξ ἐν παγίδι ληφθεῖσα καί ἀποκοπείσης τῆς οὐρᾶς διαδρᾶσα, ἀϐίωτον ὑπ’ αἰσχύνης ἡγεῖτο τὸν βίον.
Ὁ δὲ ἀετὸς ὕπερ ἔλαϐεν αὖθις ἔρριψεν· ὅπερ λαϐὼν ὁ γεωργὸς καὶ ὑποστρέψας, ἐπεὶ τὸ τεῖχος εὗρε συμπεπτωκὸς ἐν ᾧπερ ἐκάθητο, τὸν ἀετὸν [θαυμάσας] τῆς ἀμοιϐῆς ἀπεθαύμασε.
Λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἄντρῳ.
Ὄφις καὶ καρκῖνος ἐν ταὐτῷ διέτριϐον.
Τούτου δὲ τὰ πτερὰ ὁ ἄνθρωπος κόψας ἀφῆκε μετὰ τῶν ὀρνίθων ἐν οἴκῳ εἶναι.
Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ’ ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ καὶ σὲ τὸν γεωργὸν τέρπειν.
Οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· « τὴν αὔριον γὰρ οὐκ ὑπερϐήσῃ. » Ταῦτα εἰπὼν ὑπεχώρησε.
Μάντις ὢν ἐν ἀγορᾷ λέγει μαντείας, ἑκάστῳ ταύταις ἀγορεύων τὸ μέλλον.
Ἡ δὲ ἐθρήνει ὀλολύζουσα οὕτως· « Οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην τὴν κόπτουσάν με ταῖς χερσὶ τῶν ἀνθρώπων ὡς τοὺς ἐξ ἐμοῦ γεγενημένους σφῆνας. » Ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι παρὰ τῶν ξένων· ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμϐῇ μικρὸν αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται.
Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· « Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. » Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.
Χειμῶνος δὲ ἐπιστάντος, ὁ εἷς ἔφη τῷ ἑτέρῳ· « Βούλομαι εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκεῖ τὸν χειμῶνα μόνος ὢν διαγίνωμαι, καὶ, ἐὰν πολλὴν εὕρω τὴν νομὴν, καὶ σὲ προσλαμϐάνωμαι. » Παραγενόμενος δὲ ἐν τῇ χέρσῳ καὶ καταλαϐὼν πολλὴν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο.
Ὅτι τοὺς πλουσίους καὶ τοὺς ἐν ταῖς ἀρχαῖς οὐ δεῖ ζηλοῦν, ἀλλὰ τὸν κατ’ ἐκείνους φθόνον καὶ κίνδυνον λογισαμένους ἀγαπᾶν πενίαν, ἡσυχίας μητέρα.
Ποιμὴν ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων, ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν.
Ἀνῆλθέ τις ἐν ὄρει κυνηγίου χάριν.
Κἀκεῖνος ἐξαναστάς, ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· « Ἀπέχετε τὴν εὐχήν, ὦ δαίμονες. » Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιϐουκολῆσαι ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ αὐτὸν εὑρήσειν ἀττικὰς χιλίας.
Οὕτω τε συνέϐη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλάζονάς τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη, ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι.
Καὶ τῶν οἰκείων εἶτά τις ἐρωτήσας « Πῶς ἔχεις, <ὦ> ἄδελφε φίλε ; ῥωννύου, » ὁδέ· « Ἀπόλλυμαι ἐν ἀγαθοῖς » ἔφη.
Καί που παιδίον ποίμνια νέμον ἐφ’ ὑψηλοῦ τόπου ἱστάμενον πολλάκις ἀνέκραγε· « Βοηθεῖτέ μοι, λύκοι. » Οἱ δὲ ἀγρότεροι τρέχοντες ἐν τῇ ποίμνῃ τοῦτον ηὕρισκον μηδαμῶς ἀληθεύοντα.
Βουθρέμμων τις ἐν ὄρει ταῦρον ἀπώλεσεν.
Καθεύδων κύων ἐν αὐλῇ τοῦ δεσπότου, λύκος ἐθεάσατο νυκτί γε τοῦτον καὶ δραμὼν ἐκράτησεν ἐκ τοῦ σφονδύλου.
Σὺν τούτοις οὖν καὶ πελαργὸς κατελήφθη τῇ πάγῃ, ὃς θἄτερον τῶν ποδῶν ἐν αὐτῇ συνθλασθεὶς πολλὰ καθικέτευε τὸν γεωργὸν ἐλευθερῶσαι αὐτόν, λέγων τοιαῦτα· « Ὦ γεωργέ, ἐλέησόν με τὸν συντεθλασμένον φέροντα τὸν πόδα καὶ ἀπόλυσόν με· οὐ γὰρ ἐγὼ γέρανος, οὐδὲ χήν, ἀλλὰ πελαργός, εὐγενέστατος ὄρνις εἰμὶ γονεῦσι δουλεύων, ὥραν καὶ χρόαν οὐχ ὁμοίαν τούτοις κεκτημένος. » Ὁ δὲ γεωργὸς γελάσας ἔφη· « Οἶδα κἀγὼ ὅτι πελαργὸς εἶ, ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξει σὺν αὐτοῖς. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοῖς χείροσι συναναστρέφεσθαι, μή πως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν.