Ἀλώπηξ δὲ αὐτῷ φθονήσασα, ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ λαμϐάνειν. […] Ἀγαγοῦσα οὖν αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ κατὰ τὸν νόμον οὐκ ἐχρήσατο διὰ τὴν βασιλείαν, τὸ γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε· καὶ παρῄνει αὐτῷ ὡς ἂν τοῦτο αὐτὸς λάϐῃ. Τοῦ δὲ ἀμεταμελήτως ἐλθοντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, ᾐτιᾶτο παρ’ αὐτοῦ ἡ ἀλώπηξ ὡς δελεάσασα καὶ ἐνενδρεύσασα αὐτῷ. […] Ἀλώπηξ δ’ αὐτῷ φθονήσασα, ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαϐοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι, καὶ προὐτρέπετο αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι. Ὁ δὲ ἀπερισκέπτως προσελθὼν καὶ συλληφθεὶς ὑπὸ τῆς παγίδος, ὡς ἐξαπατήσασαν ἐμέμφετο τὴν ἀλώπεκα.
Ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες, ὡς ἦλθον ἐπί τινα σκοπιάν, ἐνθένδε θεασάμενοι φρύγανα πόρρωθεν ἐπιπλέοντα, ᾠήθησαν ναῦν εἶναι μεγάλην. Διὸ προσέμενον ὡς μέλλουσαν προσορμίζεσθαι. Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα μικρὸν προσεπέλαζον, ἀπεκαραδόκουν ὑπολαμϐάνοντες πλοῖον εἶναι οὐκέτι μέγα ὡς τὸ πρότερον. […] Διὸ δὴ προσέμενον, ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι. […] Ἐξενεχθέντα δὲ αὐτὰ φρύγανα ὄντα ἰδόντες, πρὸς ἀλλήλους ἔφασαν ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα.
Ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐτοῦ καὶ λέγων ὡς « ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σὺ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς. » Ὁ δέ· « Ἀλλ’ ἐγώ, ἔφη, τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι· σὺ δέ, ὡς ἀλέκτωρ, κάτω μετ’ ὀρνίθων βαίνεις. » Ὅτι κρεῖττον περίϐλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως πλούτῳ γαυρούμενον. […] Ἡ δὲ ἔφη· « Ἀλλ’ ἐγὼ ἄστρων ἐγγὺς ἵπταμαι καὶ φωνῶ· σὺ δὲ, ὡς ἀλέκτωρ, χαμαὶ πτερύσσῃ οὐδ’ ἄνω φαίνῃ. » Ὅτι κρεῖσσον περίϐλεπτόν τινα εἶναι σὺν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν <ἀδόξως> σὺν πλουσίᾳ ἐστθῆτι. […] Ταὼν <δέ> ποτε γεράνου κατεγέλα, ἐκκωμῳδοῦσα τὴν χροιὰν τοῦ ὀρνέου, λέγουσα πολλοὺς μυκτηρισμοὺς ἀθέσμους, ὡς αὐτὴ χρυσὸν καὶ πορφύραν φοροῦσα, ὥσπερ τις ἄναξ <οὖσα>, φησί, τυγχάνω. Ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει· « Ἀλλ’ ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων, καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη· σὺ δ’, ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων. » Ὅτι κρεῖσσόν ἐστι περίϐλεπτόν τινα εἶναι ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.
Οἱ δὲ βάτραχοι τούτους εὐθὺς ἰδόντες ἀπεπήδησαν, ὡς ἔθος τοῖς βατράχοις. […] Τοῦτο τοίνυν κυρώσαντες, ὥρμησαν κατὰ ταὐτὸν εἰς τὴν λίμνην, ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. Τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων, τῶν λαγωῶν τις ἀγχινούστερος εἶναι δοκῶν τῶν ἄλλων ἔφη· « Στῆτε, ἑταῖροι, μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε· ἤδη γάρ, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ’ ἐστὶ ζῷα δειλότερα. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων χείρονα πασχόντων παραμυθοῦνται. […] Εἷς δέ τις γερὼν λαγωὸς ἔφη· « Στῆτε, καὶ μὴ ἀπογνῶμεν ἑαυτῶν· εἰσὶ γάρ, ὡς ὁρᾶτε, καὶ ὑπὲρ ἡμᾶς ἄλλοι δειλότεροι. » Ὁτι τοῖς δυστυχοῦσιν οὐ τὴν τυχοῦσαν παραμυθίαν φέρει τὸ καὶ ἑτέρους χείρονα παθόντας ὁρᾶν. […] Εἷς δέ τις γέρων λαγωὸς ἔφη πρὸς τοὺς ἑτέρους· « Στῆτε, φίλοι, καὶ μὴ ἑαυτοὺς ἀποπνίξωμεν· εἰσὶ γὰρ καὶ ἄλλα ζῷα, ὡς ὁρᾶτε, δειλότερα ἡμῶν. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἑαυτὸν ἀπογινώσκειν δι’ εὐτέλειαν σώματος ἢ πλούτου, ἀλλὰ πανηγορεῖν ἑαυτόν.
Ἐπεὶ δὲ ζῷά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας, καί· « Τὴν μὲν μίαν, εἶπεν, λήψομαι ὡς πρῶτος· βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἰσοῦ κοινωνός· ἡ δὲ τρίτη μοῖρα αὕτη κακὸν μέγα σοι ποιήσει, εἰ μὴ θελήσεις φυγεῖν. » Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ ἰσχὺν καὶ δυνατωτέροις ἑαυτοῦ μὴ συνάπτειν μηδὲ κοινωνεῖν. […] Ἐπεὶ δὲ ζῷα ἐκράτησαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας λέγων· « Ἐγὼ τὴν πρώτην αἱρῶ ὡς βασιλεύων· τὴν δευτέραν δὲ ὡς κοινωνὸς ὀνάγρου· εἰ δὲ τὴν τρίτην λάϐῃς, σὺν πόνῳ λήψῃ· ἧ δ’ οὖν φυγὲ σύ, μὴ μόρον εὕρῃς τάχα. » Ὅτι καλόν ἐστι μετρεῖν <ἑαυτὸν> ἐν ἅπασι κατὰ τὴν ἰδίαν ἰσχύν, τοῖς δὲ δυνατοῖς μὴ συνάπτειν.
Τοῦ δὲ εἰπόντος ὡς ἐπ’ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ· ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· « Ἀλλὰ καὶ ασεϐὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμϐαίνων. » Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος· πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεῖς ἐκεῖνος ἔφη· « Ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι. » Ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ’ εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται. […] Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. […] Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος.
Προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν καταπάτησεν εἰπών· « Εἶτα τηλικοῦτος ὢν τηλικαῦτα βοᾷς ; » Πρὸς ἄνδρα γλωσσαλγίαν οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον ὁ λόγος εὔκαιρος. […] Προσμείνας δὲ [αὐτὸν] μικρὸν χρόνον, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν αὐτὸν, εἰπών· « Μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας [ἤγουν μηδεὶς πρὸ τοῦ ἰδεῖν ταραττέσθω ὑπό τινος]. » Ὁ μῦθος οὗτος πρὸς ἄνδρα γλωσσώδη, μηδὲν πλέον τοῦ λαλεῖν δυνάμενον. […] Προσμείνας δὲ μικρόν, ὡς εἶδεν αὐτὸν προελθόντα τῆς λίμνης, προσελθὼν αὐτὸν κατέπατησεν. […] Προσμείνας δὲ μικρόν, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἐξίοντα, προσελθὼν κατεπάτησεν αὐτὸν εἰπών· « Μηδεὶς πρὸ τοῦ ἰδεῖν ταραττέσθω. » Ὁ μῦθος οὗτος πρὸς ἄνδρας γλωσσώδεις οἵτινες οὐδὲν πλέον τοῦ λαλεῖν δύνανται. […] Λέων βάτραχον ἀκούσας κεκραγότα, τὸν δοῦπον ὡς ἤκουσεν μέγαν, ἐστράφη, μέγα γὰρ οἰόμενος εἶναι τὸ ζῷον.
Τράγος δὲ δίψῃ συνεχόμενος, ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο εἰ καλὸν εἴη τὸ ὕδωρ· ἡ δὲ τὴν δυστυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα ὡς χρηστὸν εἴη, καὶ καταϐῆναι αὐτὸν παρῄνει. […] Τράγος δὲ δίψῃ συνεχόμενος, ὡς ἐγένετο παρὰ τὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο εἰ καλὸν εἴη τὸ ὕδωρ. Ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος παρέτεινε λέγουσα ὡς χρηστὸν εἴη τὸ ὕδωρ καὶ καταϐῆναι αὐτὸν παρῄνει. […] Τράγος δὲ δίψει συνεχόμενος, ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο εἰ καλὸν εἴη τὸ ὕδωρ. […] Ὁ δὲ τράγος αὐτὴν ἐμέμφετο, ὡς παραϐαίνουσαν τὰς συνθήκας.
Αἱ δὲ μέλισσαι ἐπανελθοῦσαι ἀπὸ τῆς νομῆς, ὡς κατέλαϐον αὐτόν, παίουσαι τοῖς κέντροις, τὰ πάνδεινα διετίθεσαν. Κἀκεῖνος ἔφη πρὸς αὐτάς· « Ὦ κάκιστα ζῷα, ὑμεῖς τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν δεινῶς τύπτετε. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι’ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιϐούλους ἀπωθοῦνται. […] Αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, ὡς κατέλαϐον αὐτόν, τοῖς κέντροις ἔπαιον καὶ τὰ χείριστα διετίθουν. Ὁ δὲ πρὸς αὐτάς· « Κάκιστα ζῷα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς δι’ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιϐούλους ἀπωθοῦνται.
Λέων δὲ λιμώττων, ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν καταθοινήσασθαι. […] Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ’ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοϐήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. Ὁ δέ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν. […] Λέων δὲ λιμώττων, ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν καταθοινήσασθαι. Καὶ τοῦ ἀλέκτορος φθεγξαμένου πρὸς τὸν λέοντα, ὅτι τὰς φωνὰς τῶν ἀλεκτρυόνων τοὺς λέοντας ἀκούοντάς φασι πτύρεσθαι, τοῦ δὲ λέοντος προσποιουμένου εἰς φυγὴν τραπῆναι, ὁ ὄνος καταπηδήσας κατὰ τοῦ λέοντος ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν.
Ποιμὴν ἔν τινι παραθαλασσίῳ τόπῳ νέμων, ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνήν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῖν. […] Πάλιν δὲ γαλήνης γενομένης, ὡς ἐθεάσατό τινα ἐπὶ τῆς ἠϊόνος ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· « Ἀλλ’, ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ. » Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνονται μαθήματα. […] Ποιμὴν ἔν τινι τόπῳ παραθαλασσίῳ ποίμνια νέμων, ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνήν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. […] Μετ’ οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσσης γαληνιώσης, ὡς ἐθεάσατό τινα παριόντα καὶ ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν ἔφη· « Ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ. » Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνεται μαθήματα. […] Μετὰ δ’ ἡμέρας οὐκ ὀλίγας παριόντος τινὸς καὶ τῆς θαλάττης (ἔτυχε γὰρ αὕτη γαληνιῶσα) τὴν ἠρεμίαν θαυμάζοντος, ὑπολαϐὼν οὗτος εἶπεν· « Ὦ λῷστε, φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ, καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα. » Ὁ μῦθος δηλοῖ ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.
Τῶν δὲ γελασάντων αὐτὴν ὡς ματαιολογοῦσαν, αὐτὴ παραγενομένη ἱκέτις τῶν ἀνθρώπων ἐγένετο. […] Οὕτως συνέϐη τὰ μὲν λοιπὰ ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. […] Τὰ δὲ λοιπὰ ὄρνεα, ὡς μᾶλλον ὑπομείναντα κατεσθίειν τὸ σπέρμα, ὡς πάντων ὄντος τοῦ λίνου κακῶν αἰτίου, συμϐαίνει λιπαρὰ γενέσθαι καὶ μάλα δικαίως ὑπὸ τῶν ἀνθρώπων συλλαμϐανόμενα δαπανᾶσθαι. […] Τὰ δὲ ὡς οὐδὲν φρονοῦσαν ταύτην παρελογίσαντο καὶ ἠμέλησαν.
Νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου αὐτῷ μόνου περιλειφθέντος, ὡς ἐθεάσατο χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν, οἰόμενος ἤδη θέρος εἶναι, ὡς μηκέτι δεόμενος τοῦ ἱματίου, καὶ τοῦτο φέρων ἀπημπόλησεν. […] Νέος ἄσωτος καταφαγὼν οὐσίαν τὴν πατρῴαν, ἱματίου αὐτῷ μόνου καταλειφθέντος, ὡς εἶδε χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν, καὶ θέρος εἶναι νομίσας, πωλεῖ τοῦτο. Μετὰ δ’ ὀλίγον χειμὼν ἐπιφοιτήσας καὶ σφοδρὰ πῆξις, ὡς χελιδόνα εἶδε νεκρὰν ῥιγοῦσαν, πτῶμα κειμένην χαλεπὸν ὑπὸ κρύους· « Σὺ κἀμὲ καὶ σαυτὴν ἀπώλεσας, » ἔφη.
Ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημϐρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. Ἀναϐλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους ὡς ἀνωφελές ἐστιν ἀνθρώποις τοῦτο ἄκαρπον τὸ δένδρον. Ἡ δὲ ὑποτυχοῦσα ἔφη· « Ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες, ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε. » Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.
Περιστερὰ δίψει συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαϐεν ἀληθινὸν εἶναι. […] Περιστερὰ δίψῃ συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι τόπῳ κρατῆρα ὕδατος γεγραμμένον, ἐνόμισεν ἀληθινὸν εἶναι. Διὸ καὶ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα, ὡς καὶ τῶν πτερῶν αὐτῆς περικλασθέντων καταπεσεῖν ἐπὶ γῆν καὶ ὑπό τινος τῶν παρατυχόντων ἁλῶναι.
Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγίγνετο, ἀπαλλαττόμενος ἔφη πρὸς αὑτόν· « Ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσι, ἄλλα δὲ ποιοῦσιν. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους τοὺς ἀνθρώπους οἳ τοῖς λόγοις οὐκ ἔχουσι τὰ ἔργα ἀκόλουθα. […] Ὡς δὲ ἑσπέρα κατέλαϐεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ· « Ἐὰν ἔλθῃ ἐνταῦθα ὁ λύκος, ὦ τέκνον, φονεύσομεν αὐτόν. » Τούτων ἀκούσας ὁ λύκος, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἦν, ἀπηλλάττετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν. » Ὁ μῦθος οὗτος δηλοῖ τοὺς ἀνθρώπους οἵτινες τὰ ἔργα οὐκ ἔχουσι κατὰ τοὺς λόγους. […] Τὸν λόγον δ’ ὡς ἤκουσεν ὁ λύκος τοῦτον, διατροφὴν ὡς ἔχων ἑτοίμην ἕστη, καθεῦδον δ’ ἐνόμιζε φαγεῖν τὸ βρέφος. Πάλιν ἀκούει, τῆς νυκτὸς μεσαζούσης, τὴν γραῦν γελῶσαν τὸν παῖδα κολακεύειν· « Τέκνον, » λέγουσα, « τέκνον ἠγαπημένον, τὸν λύκον φονεύσομεν, εἰ μόνον ἔλθῃ. » Ὁ λύκος δ’ ὡς ἤκουσε τοὺς λόγους τούτους, ᾦχετο λέγων· « Ἐν τῇ ἐπαύλει ταύτῃ ἄλλα λέγουσι, μακρᾶς αἴ αἴ μοι ποίνης, ἄλλα πράττουσι· φεῦ, πῶς οἴσω τὴν πεῖναν ; » Λόγος ἁρμόζει πρὸς τοὺς ἀνθρώπους οἳ λόγους οὐκ ἔχουσιν ἴσους τοῖς ἔργοις. […] Εἰς δὲ τὴν σύνοικον ἐλθὼν ἠρωτᾶτο πῶς οὐδὲν ἄρας ἦλθεν, ὡς ἀεί.
Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα, ᾐτιᾶτο αὐτὴν ὅτι καταφυγοῦσα ἐπ’ αὐτὴν ὡς ἐπὶ βοηθὸν χείρονι αὐτῇ ἐχρήσατο. Καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαϐέσθαι βουληθεῖσα, ἥτις αὐτὴ πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Οὕτως καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον. […] Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν· « Αἶ ἐμέ· καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθόν, χεῖρόν μοι ἐχρήσω. – Ἀλλ’ ἐσφάλης, ὦ φίλη, φησὶν ἡ βάτος, ἐμοῦ ἐπιλαϐέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον. […] Καὶ δὴ τοὺς πόδας ἐπὶ ταῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν· « Οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. - Ἀλλ’ ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ βουληθεῖσα ἐπιλαϐέσθαι, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.
Ποιμὴν εἰσελάσας τὰ πρόϐατα εἴς τινα δρυμῶνα, ὡς ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱματίον αὐτοῦ ἐπὶ ταύτην ἀνέϐη καὶ τὸν καρπὸν κατέσειε. […] Ὁ δὲ ποιμὴν καταϐάς, ὡς ἐθεάσατο τὸ γεγονός, εἶπεν· « Ὦ κάκιστα ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρεχόμενα, ἐμοῦ τοῦ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλεσθε. » Οὕτω τῶν ἀνθρώπων πολλοὶ δι’ ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται. […] Ποιμὴν νέμων πρόϐατα εἰς δρυμῶνα, ὡς ἐθεάσατο δρῦν μεστὴν βαλάνων, ὑπεστρώσατο τὸ ἱμάτιον καὶ ἀνέϐη ἐπ’ αὐτὴν καὶ τὸν καρπὸν κατασείων ἔρριπτεν. […] Ὁ δὲ ποιμὴν καταϐάς, ὡς εἶδε τὸ γεγονός· « Ὦ κάκιστα, ἔφη, ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρέχετε, ἐμοῦ δὲ τρέφοντος ὑμᾶς καὶ τὸ ἱμάτιον ἀφείλεσθε. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ πολλοὶ τῶν ἀνθρώπων δι’ ἄνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται.
Λέων ἐπί τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, [ὡς] ἐπὶ συμμαχίαν τοῦτον παρεκάλεσε λέγων ὅτι ἁρμόττει μάλιστα φίλους αὐτοὺς καὶ βοηθοὺς γενέσθαι· ὁ μὲν γὰρ τῶν θαλαττίων ζῴων, αὐτὸς δὲ τῶν χερσαίων βασιλεύει. […] Ὡς δὲ ἐκεῖνος καίπερ βουλόμενος ἐκϐῆναι τῆς θαλάσσης οὐκ ἠδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην.
Οἱ δέ, ὡς τάχιστα ηὐξήθησαν, ἀδείας τυχόντες πρῶτον αὐτοῦ τὴν ποίμνην διαφθείρειν ἤρξαντο. Καὶ ὡς ταῦτα ᾔσθετο, ἀναστενάξας εἶπεν· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τούτους νηπίους ὄντας ἔσῳζον οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν ; » Οὕτως οἱ τοὺς πονηροὺς περισῴζοντες λανθάνουσι καθ’ ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες. […] Οἱ δὲ, ὡς ηὐξήνθησαν, πρῶτον αὐτοῦ τὴν ποίμνην διέφθειραν.
Ἔλαφος δίψῃ συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν· πιοῦσα δέ, ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ πάνυ ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. […] Καὶ ἐπὶ μὲν τοῖς κέρασιν αὐτῆς ηὐφραίνετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν· ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο καὶ ἐδυσφόρει, ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. […] Ἰδὼν δὲ τὴν ἑαυτοῦ σκιάν, τοὺς μὲν πόδας ἐμέμφετο, ὡς λεπτοὺς καὶ ἀσθενεῖς ὄντας, τὰ δὲ κέρατα αὐτοῦ ἐπῄνει, ὡς μέγιστα καὶ εὐμήκη. […] Ἔλαφος ἐπὶ ὕδατος τὴν σκιὰν αὑτῆς κατιδοῦσα τῶν σκελῶν αὑτῆς ὡς ἀσθενῶν κατεμέμφετο, ἐπῄνει δὲ μᾶλλον τὰ ἐν τῷ μετώπῳ αὑτῆς κέρατα διὰ τὴν στερρότητα.
Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸν δὲ νεϐρὸν ἐν μέσῳ κείμενον, ἀραμένη αὐτόν, διὰ μέσων αὐτῶν ἀπηλλάττετο. […] Δεινῶς δὲ ὑπ’ ἀλλήλων διατεθέντες, ἐπειδὴ ἐσκοτώθησαν, ἔκειντο ἀπεναντὶ ἀλλήλων ὡς εἰ νεκροί. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τούτους μὲν παρειμένους καὶ τὴν νεϐρὸν ἐν μέσῳ κειμένην, προσέδραμεν καὶ ταύτην ἐκ μέσου αὐτῶν ἀραμένη ἀπῆλθεν. […] Δεινῶς οὖν ὑπ’ ἀλλήλων διατεθέντων, καὶ ἐκ τῆς πολλῆς μάχης ἀμφοτέρων σκοτισθέντων, καὶ ἡμιθανῶν κειμένων, ἀλώπηξ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸ δὲ νεϐρὸν ἐν μέσῳ κείμενον, εἰσελθοῦσα διὰ μέσου αὐτῶν, ἀραμένη τοῦτο, δρομαίως ᾤχετο. […] Δεινῶς οὖν ὑπ’ ἀλλήλων διατεθέντες, ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι, ἀπαυδήσαντες ἔκειντο.
Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. […] Μικρὸν δὲ διαλιπών, ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε οὐκέτι ἄχθομαι ὑπ’ αὐτῶν τυπτόμενος· ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς τῶν πέλας ὕϐρεις οἱ φρόνιμοι, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους. […] Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων, ἐκεῖνος ἠθύμει σφόδρα, νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων.
Chambry 46.3 Aliter — Autre version Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς ὡς, ἐὰν τὴν ὑγείαν αὐτῷ παράσχωσι, ἑκατὸν εἰς θυσίαν βόας προσάξει. Τῆς δὲ γυναικὸς πυνθανομένης· « Πόθεν ταῦτα ἕξομεν ἡμεῖς ; » ἐκεῖνος ἔφη· « Καὶ δοκεῖς <ἂν> ἀναστῆναί με, ἵνα ταῦτα οἱ θεοὶ ἀπαιτήσωσι ; » Ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελοῦσι δὲ οὐδὲν ἔργῳ. […] Chambry 46.4 Aliter — Autre version Ἀνὴρ πένης νοσῶν κακῶς διακείμενος, ἐπειδὴ πρὸς τῶν ἰατρῶν ἀπεγνώσθη, τῶν θεῶν ἐδεῖτο ὡς, εἰ τὴν ὑγείαν αὐτῷ πάλιν ἐπανελθεῖν ποιήσειαν, ἑκατὸν βόας αὐτοῖς προσοίσειν ὑπισχνούμενος εἰς θυσίαν. Τῆς δὲ γυναικὸς αὐτοῦ πυθομένης· « Καὶ ποῦ σοι ταῦτα, ἢν ὑγιάνῃς ; » ἐκεῖνος ἔφη· « Οἴει γὰρ ἂν ἀναστῆναί με ἐντεῦθεν, ἵν’ οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται ἅπερ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.
Χρόνου δὲ προελθόντος, ἧκεν ὡς τὴν τοῦ κηπουροῦ καὶ ταύτην ἠρώτα πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. […] Ἡ δέ· « Τὰ μὲν ἄλλα, μῆτερ, ἔφη, καλῶς· εὔχου δ’ ὑετῶν ἡμῖν γενέσθαι φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο. » Ἐκεῖθεν δ’ ἐξελθοῦσα καὶ πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. Τοῖς δ’ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· « Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ’ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. » Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· « Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί. » Ὁ μῦθος <ὅτι> οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω].
Κἀκείνη ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, δι’ ἣν ἀγνοῶ πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσομαι. » Πρὸς ἄνδρα ἀμφίϐολον.
Ἔτι δὲ μᾶλλον ἐπαινεσάσης αὐτὸν ἐκείνης, προϊὼν τοῖς χρόνοις, ὡς νεανίας ἐγένετο, ἤδη καὶ τὰ μείζονα κλέπτειν ἐπεχείρει. […] Τῆς δὲ κατηγορούσης αὐτοῦ δυσσέϐειαν, εἴπερ μὴ ἀρκεσθεὶς οἷς ἤδη πεπλημμέληκε, καὶ τὴν μητέρα ἐλωϐήσατο, ἐκεῖνος ὑποτυχὼν εἶπεν· « Ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἐπέπληξάς μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, ὡς καὶ ἐπὶ θάνατον ἀπάγεσθαι. » Ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ ἀρχὰς κολαζόμενον ἐπὶ μεῖζον αὔξεται. […] Τῆς δὲ κατηγορούσης αὐτὸν ὡς δυσσεϐῆ, ἐκεῖνος ἔφη· « Ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἔπληξάς με, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, καὶ ἐπὶ θάνατον ἠγόμην. » Ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ ἀρχὰς μὴ κωλυόμενον ἐπὶ μεῖζον αὔξει. […] Τῆς δὲ μὴ ἐπιπληξάσης αὐτόν, ἀλλὰ μᾶλλον ἀποδεξαμένης, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ· ἔτι δὲ μᾶλλον αὐτῆς ἀποδεξαμένης, προϊόντος τοῦ χρόνου, ὁ παῖς, ὡς νεανίας ἤδη γέγονεν, ἤρξατο καὶ τὰ μείζονα κλέπτειν. […] Τῆς δὲ βοησάσης καὶ εἰπούσης ὡς ἤδη πεπλημμέληκεν, οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ κατηγοροῦντος αὐτοῦ ὡς μὴ ἀρκεσθέντος τοῖς προτέροις κακοῖς, ἀλλὰ καὶ εἰς τὴν ἰδίαν μητέρα ἠσεϐηκότος, ἔφη ἐκεῖνος· « Αὕτη ἐγένετο τῆς ἐμῆς ἀπωλείας αἰτία· εἰ γὰρ ἡνίκα τὴν τοῦ συμφοιτητοῦ μου δέλτον ἔκλεψα καὶ ἤνεγκα αὐτῇ, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων ἐχώρησα καὶ ἐπὶ τὸν θάνατον ἠγόμην. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ κακὸν κατ’ ἀρχὰς μὴ κολαζόμενον ἐπὶ μεῖζον αὔξεται.
Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. » Οὕτως καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα. […] Chambry 35.3 Aliter — Autre version Ἀλώπηξ καὶ κροκόδειλος ἠμφισϐήτουν περὶ εὐγενείας· πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προγόνων διεξιόντος λαμπρότητος, ὡς γεγυμνασιαρχηκότων, ἡ ἀλώπηξ ὑπολαϐοῦσα· « Ὦ τᾶν, εἶπεν, ἀλλὰ κἂν μὴ σὺ λέγῃς, ἀλλ’ ἀπὸ τοῦ δέρματός γε φαίνῃ ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται.
Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. […] Ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν, ὡς ἐθεάσατο γναφέα, παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους.
Ὁ δὲ ἐπιστραφείς, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὅπου ἂν ᾖς, φυλάξομαι σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν δέδωκας. » Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. […] Ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· « Ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν ἔδωκας. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.
Γενόμενος δὲ κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ τίς τε εἴη καὶ ποῖ πορεύοιτο. […] Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπ’ αὐτοῦ ἐπὶ κρημνόν, ᾐτιᾶτο αὐτὸν ὡς προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. Ὁ δὲ ὑπολαϐὼν ἔφη· « Ἀλλ’ εὖ ἴσθι ὡς, ὅταν μέλλῃ τις ἀνιᾶσαί με, καὶ αὐθημερὸν ἐπιφοιτᾶν εἴωθα. » Ὁ λόγος δηλοῖ ὅτι ἀδιόριστός ἐστιν ἡ κατὰ τῶν ἀσεϐῶν ἐκ θεοῦ τιμωρία.
Ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. […] Ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγένετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βόας ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ γινόμενα ἔφασαν πρὸς ἀλλήλους· « Παρέλθωμεν ἐντεῦθεν· ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τοὺς ἐργαζομένους βόας οὐκ ἠλέησεν, ἡμῶν πῶς φείσεται ; » Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται. […] Ἰδόντες δὲ ταῦτα οἱ κύνες ἔφησαν πρὸς ἀλλήλους· « Πορευθῶμεν οὖν ἡμεῖς ἔνθεν· ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τῶν ἐργαζομένων βοῶν οὐκ ἐφείσατο, ἡμῶν [δὲ] πῶς φείσεται ; » Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.
Ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταῦρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασιν μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανερὸν δὲ ᾖ τί ἕκαστος κατὰ νοῦν ἔχει, τρίτον δὲ ἔλεγεν ὡς ἔδει τὴν Ἀθηνᾶν τὸν οἶκον τροχοῖς ἐπιθεῖναι, ἵνα, ἐὰν πονηρός τις παροικισθῇ γείτων, ῥᾳδίως μεταϐαίνῃ. […] Καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπῃ ποῦ τύπτει· τοῦ δέ γε τὰς φρένας ἀνθρώπου καὶ τὰς βουλὰς φανερὰς εἶναι καὶ ἔξωθεν, ἀλλὰ μὴ ἔνδον, ὡς ἂν διαγινώσκηται τί βουλεύεται ἕκαστος· τῆς δὲ οἰκίας ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν. […] Ὁ δὲ τοῦ μὲν ἀνθρώπου κατεμέμφετο τὴν τῶν φρενῶν εἰς τὸ ἔνδον ἀπόκρυψιν, δεῖν λέγων τὰς βουλὰς τῶν ἀνθρώπων ἔξωθεν εἶναι καὶ τὰ διανοήματα, ὡς ἂν ἕκαστος εἴδῃ τί ποτε ὁ ἕτερος βούλεται, καὶ οὕτω τὰς παρ’ ἀλλήλων βλάϐας ἐκφεύγωσιν ἢ καὶ τὰς χρείας ἐξ ἑτοίμου ἀποπληρῶσι· τοῦ δὲ ταύρου τὴν τῶν κεράτων θέσιν ἐκάκιζε, ὅτι ἄνω τῶν ὀμμάτων ἐμφύεται, ὀφείλειν εἶναι ταῦτα λέγων περὶ τὰ στέρνα, ἵνα βλέπῃ ποῦ τύπτει τὸν παροξύνοντα· τῆς οἰκίας δὲ κατεγίγνωσκε ὅτι μὴ τροχοὺς ἔχει καὶ μετακινεῖται ὅπου ἂν ὁ δεσπότης θελήσῃ, ἢ δι’ ἀνάπαυσιν ἴσως, ἢ διὰ τὸ φυγεῖν πονηροὺς καὶ κακούργους γείτονας καὶ ἀγνώμονας.
Ἀνὴρ πένταθλος ἐπὶ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθών, ἀλαζονευόμενος ἔλεγεν ὡς πολλὰ καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας, ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφασκε παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. […] Φρυαττόμενος δὲ ἐκαυχᾶτο μεγάλως, ὡς ἀνδραγαθήσας εἰς διαφόρους τόπους· ἐν δὲ τῇ Ῥόδῳ ἔφασκε πήδημα μέγα πηδῆσαι, ὅπερ οὐδεὶς τῶν ἀνθρώπων δύναται πηδῆσαι, καὶ μάρτυρας ἔφασκεν ἔχειν εἰς τοῦτο. […] Τούτου ἡ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, ἡ δὲ νέα τὰς πολιάς, ἕως [ἂν] αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἁπάντων. […] Ταύτην οὖν ἡ γραῦ πηθοῦσα καὶ θέλουσα ἔτειλεν αὐτοῦ τὰς μελαίνας τρίχας, αὐτὸν θέλοντα γερώει ὅλως εἶναι, μή πως ὡς γραῦ αὐτὴν κατονιδήσει. Τὰς δὲ πολιὰς ἐξέτειλεν ἡ κόρη, ὡς μὴ θέλωντα τοῦτον γέροντα εἶναι, ἕως φαλακρῶν ἐποίησαν οἱ δύο, γέλιον ὅμου καὶ ὄνειδος ἁπάντων.
Ὑπὸ τῶν κακῶν τὰ ἀγαθὰ ἐδιώχθη ὡς ἀσθενῆ ὅντα· εἰς οὐρανὸν δὲ ἀνῆλθεν. […] Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον, ἐξ οὐρανοῦ κατιόντα.
Ἡ δὲ χρυσίον λαμϐάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε· τῇ δὲ Ἀφροδίτῃ ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν ποιούσῃ. Ἡ δὲ καθ’ ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, « ἀλλ’ ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή. » Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι’ αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνην μείζονα].
Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. […] Ἔγνω οὖν καὶ τὰς ἄλλας ἀλώπεκας τοῦτ’ αὐτὸ νουθετῆσαι ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος. Καὶ δὴ πάσας ἀθροίσασα παρῄνει τὰς οὐρὰς ἀποκόπτειν, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο τὸ μέλος ὄν, ἀλλὰ καὶ περιττὸν βάρος προσηρτημένον.
Γεωργός τις χρυσίον εὑρὼν ἐν γῇ σκάπτων ἔστεφεν αὐτὴν καθ’ ἡμέραν ὡς εὐεργετηθεὶς παρ’ αὐτῆς. […] Γεωργός τις σκάπτων ἐν γῇ εὗρε χρυσὸν καὶ ἐστεφάνου τὴν Γῆν καθ’ ἡμέραν καὶ κατεκόσμει ὡς ὑπ’ αὐτῆς εὐεργετηθείς. […] Καθ’ ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπ’ αὐτῆς εὐεργετηθείς, ἔστεφε.
Διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. […] Κύων κρέας ἔφερεν εἰς τὸ ποιῆσαι δεῖπνον· σκιὰν δὲ τὴν αὐτοῦ ἰδὼν εἰς ποταμὸν ἑστῶσαν, κρέας φέρουσαν κἀκείνην ὡς καὶ αὐτός, ῥίψας τὸ οἰκεῖον ἐγύρευε τὸ ξένον· καὶ ῥεῦμα τούτου προσέσυρε τὸ κρέας· τὸ δ’ ἄλλο ἠφάνισται, καὶ γὰρ οὐκ ἦν γε· ἀμφότερα γὰρ παρέσυρε τὸ ῥεῦμα. Τοῦτο παρίστησι σαφῶς ὡς ὁ λιχνεύων τὸ μέγιστον χαίνει καὶ τὸ ἧττον, καὶ ὁ θέλων πλεῖστα ἐσθίειν χαίνει καὶ τὰ μικρὰ.
Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέατος περιγενέσθαι στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν ἐγένετο, εἰ φωνὴν εἶχεν. […] Ἀλώπηξ δὲ τοῦτον θεασαμένη καὶ βουληθεῖσα τοῦ κρέατος περιγενέσθαι, στᾶσα κάτωθεν, ἐπῄνει αὐτὸν ὡς εὐμεγέθες καὶ καλὸν ὄρνεον λέγουσα καὶ θηρευτικὸν καὶ εὔμορφον καὶ ὅτι « ἁρμόζει σοι βασιλέα εἶναι ὀρνέων, καὶ τοῦτο ἐκ παντὸς ἐγένετο ἄν, εἰ φωνὴν εἶχες· ἀλλ’ ὢ ποῖον ὄρνεον καὶ ἄλαλον ὑπάρχεις. » Ὁ δὲ κόραξ ταῦτα ἀκούσας καὶ χαυνωθεὶς τοῖς ἐπαίνοις εὐθέως ῥίψας τὸ κρέας μεγάλα ἐκεκράγει. […] Κόραξ τυρὸν ἔδακνεν· ἡ δὲ πανοῦργος ἀλώπηξ τὸν τυρὸν ἐξέλθουσα φαγεῖν ἐπαίνῳ τὸν κόρακα ἐξηπάτα φάσκουσα ὡς « πάντων ὀρνέων εὐπρεπείᾳ διαφέρεις ἔν τε πτεροῖς καὶ αὐχένι, καὶ στῆθος ἔχεις ἀετοῦ καὶ ὄνυχας· ἀλλ’ ὁ τοιοῦτος ὄρνις ἄφωνος εἶ καὶ κωφός. » Κόραξ δὲ τοῖς ἐπαίνοις χαυνωθεὶς τὸν τυρόν τε τοῦ στόματος ἐκϐαλὼν ἐκεκράγει μεγάλα.
Ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτεμεῖν ἤμελλεν. […] Γευσάμενος δὲ τὸν πέλεκυν ἔρριψε καὶ τὸ φυτὸν ἐτίμα ὡς ἱερὸν καὶ ἐπεμελεῖτο. […] Ὁ οὖν γεωργὸς ὡς ἄχρηστον ὑπάρχον ἤθελε τεμεῖν τὸ ἄκαρπον ἐκεῖνο.
Ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀνεσπασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας ᾔει δρόμῳ τὸ γεγονὸς ὀψόμενος. […] Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ δρομαῖος ᾔει. […] Ἐξαίφνης δέ τις πρὸς αὐτὸν ἧκεν <λέγων> ὡς οἰκία ἤνοικται καὶ τἄνδον φροῦδα.
Πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθίσας, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ἠϊόνος σαγήνην βάλλοντας, παρετηρεῖτο τὰ ὑπ’ αὐτῶν πραττόμενα. […] Ἐφαψάμενος δὲ τῶν δικτύων, ὡς συνελήφθη, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν ; » Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιϐλαϐής ἐστιν. […] Πίθηξ ἔν τινι ὑψηλῷ δένδρῳ καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρετήρει τὰ ὑπ’ αὐτῶν γινόμενα.
Ἄρκτος δέ ποτε μεγάλως ἐκαυχᾶτο ὡς φιλανθρωπότατόν ἐστι τῶν ζῴων· φασὶ γὰρ τὴν ἄρκτον νεκρὸν μὴ θοινεῖσθαι. […] Ἄρκος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει· πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν· « Εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας. » Οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει.
Ὁ δὲ ὄνος εἰς χείρονα δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’ αὐτοῦ πραττόμενα ἔφη μετὰ στεναγμοῦ· « Οὐαί μοι τῷ τάλανι· αἱρετώτερον ἦν μοι παρ’ ἐκείνοις τοῖς δεσπόταις εἶναι, ἐπεὶ οὗτος, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου μέλλει ἀνελεῖν. » Ὁ μῦθος δηλοῖ ὅτι μάλιστα τοὺς πρώτους δεσπότας τότε ποθοῦσιν οἱ οἰκέται, ὅταν πεῖραν λάϐωσιν ἑτέρων. […] Εἰς χείρονα τοίνυν τῶν προτέρων δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’ αὐτοῦ πραττόμενα, μετὰ στεναγμῶν ἔφη· « Οἴμοι τῷ ταλαιπωρῷ, βέλτιον ἦν μοι παρὰ τοῖς προτέροις δεσπόταις μένειν· οὗτος γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου κατεργάσεται. » Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα τοὺς προτέρους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν τῶν δευτέρων λάϐωσι πεῖραν. […] Ὄνος, ὡς ἔθος κηπωρῷ γε δουλεύειν, εὐχὴν ἐποιεῖτο Διὶ καθ’ ἑκάστην, ὅπως ἀπαλλάξει τοῦ κηπωροῦ τοῦτον καὶ δεσπότην εὑρήσει ἕτερον τούτου. […] Ὠνεῖται τοῦτον ὁ τὰς βύρσας ἐργάζων, ἐκδέρων τοὺς βόας, ὁρῶντος τοῦ ὄνου, καὶ πάντα ἄλλα, ὡς ἔθος δή, τὰ ζῷα, καὶ σὺν ἀσϐέστῳ καὶ στίψει ξέων τούτους.
Chambry 20.4 Aliter — Autre version Μαχομένων δέ ποτε τῶν ἀλεκτόρων διὰ τὴν ὄρνιν τὸ τίς αὐτὴν ἐγγήμῃ, ὁ εἷς ἡττηθεὶς ἐκρύπτετ’ ἐν γωνίᾳ, ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας. Ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσας ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων, ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου, φωνῶν· « Ἥττησα τὸν ἴδιον ἐχθρόν μου τροπωσάμενος ἀντίπαλον εἰς κράτος. » Ὡς οὖν ἐϐόα τοιαῦτα ὁ ἀλέκτωρ, ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω καὶ καταλαϐὼν τὸν νικήτην ἐκεῖνον ἤγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα βρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα. Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας διῆγεν οὕτως ἐν ἀδείᾳ τυγχάνων λαϐὼν εὔκλειαν κατὰ τοῦ πολεμίου τοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτον καὶ καυχωμένου ὡς ὄντος νικηφόρου.
Ἐκ δευτέρου δὲ ἔφη· « Χονδρολιϐάνου ὀσμῆς πεπλήρωμαι. » Ἐκ τρίτου <δὲ> πάλιν λέγει· « Ψηφῖδος χαλκῆς κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ αὐτοῦ ἔφη αὐτῷ· « Τέκνον, ὡς ὁρῶ, οὐ μόνον τὸ βλέπειν στερίσκῃ, ἀλλὰ καὶ τὰς ἀκοὰς καὶ τὰς ὀσφρήσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως ἔνιοι τῶν ἀλαζόνων ἀνθρώπων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. […] Φησὶν οὖν ποτε τῇ μητρί· « Συκαμινέαν, μῆτερ, ὁρῶ. » Εἶτα αὖθίς φησι· « Λιϐάνου ὀσμῆς πεπλήρωμαι. » Κἀκ τρίτου πάλιν· « Χαλκῆς, φησί, ψηφῖδος κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ ὑπολαϐοῦσα εἶπεν· « Ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. » Ὁ μῦθος δηλοῖ ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. […] Εἷς δὲ αὐτῶν εἶπεν ὡς « θέλων τι μέγα ποιῆσαι καὶ πνοῆς ἧς εἶχες ἐστέρησαι δικαίως. » Ὅτι πονηρὰ γνώμη καὶ αὐτὴν τὴν φύσιν ἀλλοιοῖ καὶ βλάπτει.
Καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαϐόντες ἀπό τινος συκαμίνου ἀνεσταύρωσαν. Ἡ δὲ ἔφη πρὸς αὐτόν· « Ἀλλ’ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου. » Οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπ’ ἐνίων ὡς φαῦλοι διαϐάλλωνται, κατ’ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσιν.
Ἡ δὲ αἶξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεϐούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βόθρῳ καὶ ἀναπαύσεως τυχεῖν. […] Ἐπίληπτον οὖν ἑαυτὸν ποιήσας τῷ βόθρῳ κρημνίσθητι. » Πεισθεὶς οὖν ὁ ὄνος ἐποίησεν ὡς ἐδιδάχθη· ὅθεν καὶ συνετρίϐη. […] Αὐτῇ ἔλεγεν ὡς « ἄπειρα κολάζῃ ποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνι ποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα· λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι.
Ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον ὡς ἐπιϐαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. […] Ὁ δὲ ἔρριψε μέσον τῆς λίμνης ξύλον ὃ κατιδόντες σιγὴν βάτραχοι ἔσχον, ὡς ἐλπίζοντες αὐτὸ ἄνακτα εἶναι.
Αἰπόλος τὰς αἶγας αὑτοῦ ἀπελάσας ἐπὶ νομήν, ὡς ἐθεάσατο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαϐούσης, πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. […] Εὑρὼν δ’ ἀγρίας πλείονας ὧν κατέσχε πάνυ χάρη τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις, ἃς ὡς κατεῖδεν, ἐξέτρεφε τοῖς φύλλοις. Μετὰ δὲ ταῦτα εὐδίας γεγονυίας, εὗρεν ἃς εἶχεν ἐκ λιμοῦ τεθνηκυίας· αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος δραμοῦσαι τοῦτον εἶασαν ὡς ἄφρονα καὶ ἄνουν. Ὁ δὲ αἰπόλος, ὡς εἶδε πεφευγυίας ἃς ἐξέτρεψε τῇ ὥρᾳ τοῦ χειμῶνος, μέγα στενάξας κὠλολύξας ἐκ βάθους θρηνῶν ἀπῄει μηδὲν προσκεκτημένος, εἰ μὴ τὴν ῥάϐδον μετὰ τοῦ μαρσιπίου.
Ὁ δέ, ὡς ἐπανελθὼν εὗρε τὸν τόπον κενόν, ἔκλαιε καὶ τὰς τρίχας ἐσπάρασσεν. […] Ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαϐὼν λίθον, θὲς ἀντ’ αὐτοῦ καὶ νόμιζε τὸ χρυσίον εἶναι· ὡς γὰρ ὁρῶ, οὐδὲ ὅτε ἦν, ἔχρῃζες αὐτοῦ. […] Ὁ δέ, ὡς ἐπανελθὼν κενὸν εὗρε τὸν τόπον, κλαίων τὰς τρίχας ἔτιλεν. […] Λίθον οὖν ἀντὶ χρυσοῦ λαϐὼν θὲς καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι· τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν· ὡς ὁρῶ γάρ, οὐδ’, ὅτε ὁ χρυσὸς ἦν, ἐν χρήσει ἦσθα τοῦ κτήματος. » Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῇ.
Ὁ δὲ παραθαρσύνας αὐτόν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τον ἱκέτην. […] Ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν τὰ ὠὰ ἀπορρίψας. […] Ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν λογιζομένους ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος ὡς προπηλακισθεὶς μὴ δύνασθαί ποτε ἑαυτὸν ἐκδικῆσαι. […] Ὁ δὲ κάνθαρος τῷ τε ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτου καταμαθεῖν, καὶ δὴ προσελθὼν τὰ ὠὰ τούτου κατακυλίσας διέφθειρε. […] Ὁ μῦθος δηλοῖ μηδενὸς καταφρονεῖν, λογιζομένους ὡς οὐδείς ἐστιν ὃς προπηλακισθεὶς οὐκ ἂν δυνηθείη ἑαυτῷ ἐπαμῦναι.
Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· « Εἰ θέλεις ὑγιᾶναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν, τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα ἄγε εἰς ἐμὰς χεῖρας· ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας. » Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν ταῖς ὕλαις· προσπαίσασα δὲ αὐτῇ καὶ χαίρειν εἰποῦσα ἔφη· « Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων ἐστί μοι· νοσεῖ δὲ καὶ ἔστιν ἐγγὺς τοῦ θνῄσκειν. […] Ἡ δὲ εἶπεν· « Χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλ’ ὅμως ὑπουργήσω σοι. » Καὶ δὴ ὡς ἰχνευτὴς κύων ἐπηκολούθει, πλέκουσα πανουργίας· ποιμένας δὲ ἐπηρώτα εἰ εἶδον ἔλαφον ᾑμαγμένην. […] Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποιεῖ βασιλεῖς καὶ ἐρέθιζε. » Ἡ δὲ εἶπεν· « Οὕτως ἄνανδρος εἶ καὶ δειλή ; Οὕτως ἡμᾶς τοὺς φίλους ὑποπτεύεις ; Ὁ μὲν λέων τοῦ ὠτὸς κρατήσας ἤμελλε συμϐουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς τηλικαύτης βασιλείας ὡς ἀποθνῄσκων· σὺ δὲ οὐδὲ κνίσμα χειρὸς ἀρρώστου ὑπέστης. […] Ἀλλ’ ἐλθὲ καὶ μηδὲν πτοηθῇς καὶ γενοῦ ὡς πρόϐατον. […] Ἡ δὲ ἀλώπηξ· « Ὁ λέων, φησίν, ἀποθνῄσκων διάδοχον βασιλείας ἐζήτει· τὸν σῦν οὖν παρῃτήσατο ὡς ἀγνώμονα, ἄρκον δὲ ὡς νωθρόν, πάρδαλιν ὡς θυμώδη καὶ τίγριν ὡς ἀλαζόνα· μόνη δ’ αὐτῷ εἰς βασιλείαν ἐκρίθης ἀξία διά τε τὸ μέγεθος καὶ κάλλος, τῶν κεράτων τήν δύναμιν καὶ τῆς ζωῆς τὴν μακρότητα· δεῦρο οὖν μετ’ ἐμοῦ καὶ παρακαθημένη ζῶντι τῷ λέοντι τὴν βασιλείαν μετὰ τὸν ἐκείνου θάνατον λάμϐανε. » Ἀκούσασα δὲ τῶν λόγων τῆς ἀλώπεκος καὶ πεισθεῖσα ἡ ἔλαφος ἠκολούθησε μεχρὶ τοῦ σπηλαίου ἐν ᾧ ὁ λέων ἔκειτο.
Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο αὐτόν, ἀποροῦσα τροφῆς, προσδραμοῦσα συνέλαϐεν αὐτόν. […] Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο, προσελθοῦσα ἀνέλαϐεν αὐτὸν.
Ὁ δὲ κύων ἠπορημένος, ὡς προσῆλθεν αὐτῷ, οἰόμενος ὑπ’ αὐτοῦ βαπτίζεσθαι, ἔδακεν αὐτόν. […] Οἰηθεὶς δ’ ὁ κύων ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν.
Ὁ δὲ ἔφη πρὸς αὐτήν· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι. » Καὶ ἡ κορώνη ἀπεκρίνατο· « Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ. » Οὕτω πολλοὶ διὰ φόϐον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν. […] Ὁ δὲ πρὸς αὐτὴν ἔφη· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ ὡς κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν. » Καὶ ἡ κορώνη πρὸς αὐτόν· « Διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.
Τοῦ δὲ δεομένου μεθεῖναι αὐτὸν καὶ λέγοντος ὡς οὐ μόνον αὐτὸς ἀϐλαϐής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος, τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμϐάνων κατεσθίει, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· « Ἀλλ’ εἰ τὰ μάλιστα μὴ φαῦλος σὺ εἶ, δι’ αὐτὸ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ πονηρῶν κεκάθικας. » Ἀταρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας περιφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς ἐκείνων κακίας κοινωνεῖν δόξωμεν. […] Ὅρα καὶ χροιὰν ὡς οὐχ ὁμοία τούτων. » Ὁ δὲ γεωργὸς μέγα γελάσας ἔφη· « Οἶδά σε κἀγὼ οὐδ’ ὅλως ἀγνοῶ σε· ἐπιγινώσκω καὶ τίς ὑπάρχεις οἶδα, ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξῃ. » Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν τοῖς κακοῖς ἀνδράσι, μήπως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν. […] Ἰδὲ καὶ τὴν χροιὰν ὡς οὐχ ὁμοία. » Ὁ δὲ ἔφη· « Οὐκ οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετ’ αὐτῶν σε καὶ ἀπολέσω. » Ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σὺν αὐτοῖς ἐμπαρῇς. […] Ἰδὲ γάρ μου καὶ τὴν χροιὰν ὡς οὐχ ὁμοία ἐκείναις. » Ὁ δὲ ἔφη· « Οὐκ οἶδα τί λέγεις.
Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· « Ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως παθεῖν τι καὶ λυπηρόν. » Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάϐλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς πράγμασιν ἀεὶ ἐπαγάλλεσθαι, λογιζομένους ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι. […] Εἷς δέ τις ἐξ αὐτῶν γηραιὸς ἐξεῖπε· « Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι λυπηθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις, γινώσκοντας τὰς τοῦ βίου τύχας. […] Εἷς δέ τις ἐν αὐτοῖς πρεσϐύτερος εἶπε· « Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι· τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.
Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· « Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. » Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· « Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ ἄν τις ἥκῃ λαϐεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκϐληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα. […] Ἡ δέ· « Δός, ἔφη, τῇ σῇ θεραπαινίδι κέντρον πρὸς ἄμυναν τῶν πόνων μου καὶ εἰς φυλακήν μου. » Ἀπορήσας δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τῶν ἀνθρώπων τὸ γένος, ἔφη τῇ μελίσσῃ· « Οὐχ ὡς ᾔτησας γενήσεται, ἀλλ’ ἐάν τις τῶν ἀνθρώπων ἥκῃ λαϐεῖν μέλι, σὺ δὲ βούλῃ αὐτὸν ἀμύνασθαι, ἔχε τὸ κέντρον· πλὴν ἴσθι ὅτι, εἰ πλήξεις ἄνθρωπον, ἐμϐληθέντος τοῦ κέντρου, παρευθὺς ἀποθνήξῃ· ζωὴ γάρ σοι ἐντυγχάνει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσιν μηδεὶς κατὰ τῶν ἐχθρῶν ζητείτω κακόν. […] Ἡ δὲ εἶπεν· « Δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσῃ ἆραι, ἀναιρῶ τοῦτον. » Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει· ἠγάπα γὰρ τοὺς ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν· τοιοῦτον δὲ δέδωκεν ὡς αὐτὴν ἀποθνῄσκειν ἅμα τῷ πλῆξαι· ζωὴ δὲ αὐτῆς ἐστι [πετομένης] τὸ κέντρον.
Καὶ ἡ ἁλκύων ἐπανελθοῦσα, ὡς ἔγνω τὸ γεγονός, εἶπεν· « Ἀλλ’ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα. » Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσιν πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.
Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐπέκειτο, ἔφη· « Ἀλλ’ ἔγωγε ἐπὶ ταύταις ταῖς ὁμολογίαις εἴσειμι ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθέως ἐξελεύσομαι. » Ἀπὸ τούτου συνέϐη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι. […] Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη· « Ἀλλ’ ἔγωγε ἐπὶ ταύταις εἰσέρχομαι ταῖς ὁμολογίαις ὡς Ἔρως μὲ εἰσελεύσεται· ἂν δ’ εἰσέλθῃ, αὐτὴ ἐχελεύσομαι παραυτίκα. » Ἀπὸ δὴ τούτου συνέϐη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.
Ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. […] Οὔπω κολυμϐᾶν μειράκιον μαθὸν ποταμὸν διειδῆ καὶ καλὸν θεωρῆσαν ἔρριψεν ἑαυτὸν γυμνὸν ὡς κολυμϐήσων.
Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· « Ἀλλ’, ὦ οὗτος, σοί γε, κἂν θύλαψ γένῃ, οὐ προσελεύσομαι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν [οὗτοι] ἐξαπατῶνται. […] Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτόν, ἔφη· « Ὦ οὗτος, κἂν θῦλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται. […] Chambry 13.4 Aliter — Autre version Αἰλούρου προσποιουμένου νεκρωθῆναι, ὡς τοῦτον οἱ μύες ἐθεάσαντο, ἔφησαν· « Ὦ οὗτος, κἂν θῦλαξ γένῃ, οὐ προσελευσόμεθά σοι. » Ὁ λόγος δηλοῖ ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶνται ταῖς ὑποκρίσεσι.
Καὶ δὴ κατατείνας τὰ δίκτυα, ὡς ἐμπεριέλαϐεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῷ λινῷ λίθον, ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. […] Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος τοῦτο ποιοῦντα ἐμέμφετο ὡς τὸν ποταμὸν θολοῦντα καὶ διειδὲς ὕδωρ μὴ συγχωροῦντα πίνειν.
Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἄξιος τῆς νηὸς ὁ ναύκληρος. » Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα. […] Τοῖς δὲ παλιούροις ἡ ἔχις συνεπλάκη καὶ ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον καί τις κατιδοῦσα ἀλώπηξ σφόδρα γελάσασα ἔφη· « Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου καὶ ἄξιος τῆς νηὸς ὁ ναύκληρος. » Ὅτι καὶ [ὡς] κακοὶ σὺν κακοῖς ἀπολοῦνται.
Γυνὴ γραῦς ἀλγοῦσα τοὺς ὀφθαλμοὺς εἰσκαλεῖταί τινα τῶν ἰατρῶν ἐπὶ μισθῷ, συμφωνήσασα ὡς, εἰ μὲν θεραπεύσειεν αὐτήν, τὸν ὁμολογηθέντα μισθὸν αὐτῷ δώσειν, εἰ δὲ μή, μηδὲν δώσειν. Ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ· καθ’ ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσϐῦτιν καὶ τοὺς ὀφθαλμοὺς αὐτῇ χρίων, ἐκείνης μηδαμῶς ἀναϐλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος, αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει. Ἡ μὲν οὖν γραῦς τὴν ἑαυτῆς περιουσίαν ἑώρα καθ’ ἑκάστην ἐλαττουμένην ἐπὶ τοσοῦτον ὡς καὶ τέλος παντάπασιν αὐτῇ θεραπευθείσῃ μηδὲν ὑπολειφθῆναι. Τοῦ δ’ ἰατροῦ τοὺς συμφωνηθέντας μισθοὺς αὐτὴν ἀποιτοῦντος, ὡς καθαρῶς βλέπουσαν ἤδη, καὶ τοὺς μάρτυρας παραγαγόντος· « Μᾶλλον μὲν οὖν, εἶπεν ἐκείνη, τὰ νῦν οὐδ’ ὁτιοῦν βλέπω· ἡνίκα μὲν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, πολλὰ τῶν ἐμῶν κατὰ τὴν ἐμαυτῆς ἔϐλεπον οἰκίαν· νῦν δ’ ὅτε με σὺ βλέπειν φῇς, οὐδ’ ὁτιοῦν ἐκείνων ὁρῶ. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων ἐξ ὧν πράττουσι λανθάνουσι καθ’ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.
Ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μάλλοις, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμήν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαϐεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξυπτερά, ὡς ἑσπέρα κατέλαϐε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων τί εἴη τὸ ὄρνεον, ἔφη. « Ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός. » Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα, πρὸς τῷ μηδὲν ἀνύειν, καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.
Καὶ ἐπειδὴ ἐλιποψύχει, εἶπε πρὸς αὑτήν· « Ἀλλ’ ἐγὼ ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν ἐφ’ ἣν κατέφυγον. » Οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκεται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπισφαλῆ. […] Ἡ δ’ ἑαυτὴν ὠλοφύρετο ὡς ὑφ’ ἧς μὲν ἐδεδοίκει μηδὲν παθοῦσα, ἣν δ’ οὐκ ᾤετο κακὸν ἐπάξειν, ὑπὸ ταύτης προδεδομένη.
Κολοιὸς ἰδὼν περιστερὰς ἔν τινι περιστεροτροφείῳ καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἧκεν ὡς καὶ ἀπὸ τῆς αὐτῆς διαίτης μεταληψόμενος. […] Κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἦλθεν ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος.
Οἱ λύκοι τοῖς κυσὶν εἶπον· « Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί ; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. […] Λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον· « Ἴνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους ; οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ· ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ· ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις, κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους, καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως· ἀλλ’ οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε, ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας.
Τῆς δὲ κεφαλῆς παραυτίκα κλασθείσης, ἔρρευσε χρυσὸς πολλοστὸς παραχρῆμα, ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με, τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὡφεληθήσῃ τιμῶν πονηρὸν ἄνδρα, αὐτὸν δὲ τύπτων πλεῖον ὠφεληθήσῃ. […] Τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, ἔρρευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω. » Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφεληθήσῃ. […] Θλασθείσης δὲ αὐτῆς, παραύτικα ἔρρευσεν ἐξ αὐτῆς πολὺς χρύσος, ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ κακογνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ καὶ συνθλάσαντα πολλοῖς καλοῖς ἀμείϐῃ. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὠφεληθήσῃ τιμῶν πονηρόν ἄνθρωπον, ἀτιμάζων δὲ αὐτὸν καὶ τύπτων μᾶλλον ὠφεληθήσῃ.
Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρα τοὺς καλάμους ἀϐλαϐεῖς διαμένοντας, ἐπυνθάνετο αὐτῶν πῶς αὐτὰ μὲν ἰσχυρὰ καὶ ἐμϐριθῆ ὄντα οὕτως κατακλᾶται, οἱ δὲ λεπτοὶ καὶ ἀσθενεῖς ὄντες οὐδὲν πάσχουσι. […] Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδύνατός ἐστι καὶ ῥᾳδίως ὑποκλίνεται πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. […] Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο.
Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· « Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. » Ταῦτα καθ’ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. […] Ὁ οὖν μάγειρος τοῦτον εὐθὺς ὡς εἶδεν, οὐρὰν περιστρέφοντα ὧδε κἀκεῖσε, κατασχὼν αὐτοῦ τοῦ σκέλους παραχρῆμα ἔρριψεν αὐτὸν ἔξωθεν τῶν θυρίδων. […] Τῶν κυνῶν δὲ ἐρωτώντων αὐτὸν πῶς ἐδείπνησε· « Τοιαῦτα ἔφη ὅτι οὐδὲ τὴν ὁδὸν οἶδα ὅθεν ἐξῆλθον. » Ὅτι πολλάκις οἱ ἐκϐληθέντες ὡς ἀνάξιοι δόξης αἰσχυνόμενοι πειρῶνται κενοδοξεῖν διὰ λόγων.
Ὁ δὲ, ὡς πολλὰ παραινῶν οὐκ ἠδύνατο πεῖσαι αὐτοὺς λόγοις μεταϐάλλεσθαι, ἔγνω δεῖν διὰ πράγματος τοῦτο πρᾶξαι, καὶ παρῄνεσεν αὐτοῖς ῥάϐδων δέσμην κομίσαι. […] Ἔφη δέ· « Ὦ παῖδες ἐμοί, καὶ αὐτοί, εἰ μὲν ἀλλήλοις ὁμοφρονῆτε, οὐδεὶς ὑμᾶς βλάψει, εἰ δὲ τῇ γνώμῃ ἀλλήλων χωρισθῆτε, ἀπολεῖσθε πάντες ὡς ἡ μία ῥάϐδος. » Ὅτι ἡ ὁμόνοια ὅπλον μέγα καὶ ἀκίνδυνόν ἐστι καὶ κτῆμα πρὸς ἀνάπαυσιν βίου. […] Ὁ δὲ ἔφη πρὸς αὐτούς· « Βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαι τὰς ῥάϐδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει. » Ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.
Ὄνος ἔν τινι λειμῶνι νεμόμενος, ὡς ἐθεάσατο λύκον ἐπ’ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. Τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαϐαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ’ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. […] Λύκον δὲ ἰδὼν καὶ τοῦτον δειλιάσας, μήπως, ὡς τρίπους, αὐτῷ γένηται βρῶμα, ἀνεϐόησε καὶ πρὸς αὐτὸν ἐλάλει· « Λύκε μέγιστε, νυνὶ θνῄσκω ἐκ πόνου· καλόν μοι ἔσται τὸ γενέσθαι σοι δεῖπνον ἤπερ τῶν γυπῶν, ὀρνέων καὶ κοράκων.
Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. […] Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα, ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν.
Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρ’ αὐτὸν τὸν καιρὸν μοχθεῖ παρ’ ὃν τὰ ἄλλα ζῷα πόνων ἀφειμένα ῥᾳστώνην ἄγει. […] Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐταλάνιζεν ὡς ἐπιπονώτατον, εἴγε παρ’ ὅλον τὸν καιρὸν μοχθεῖ παρὰ πάντα τὰ ζῷα.
Τῆς δὲ λεγούσης ὡς οὐ δύναται αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πάντας πολεμεῖ πτηνούς, ἔφησεν αὑτὴν μὴ ὄρνεον εἶναι, ἀλλὰ μῦν, καὶ οὕτως ἀφείθη. […] Ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς μὴ τοῖς αὐτοῖς ἀεὶ ἐπιμένειν, λογιζομένους ὡς οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις τοὺς κινδύνους ἐκφεύγουσιν.
Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχων καὶ τοῦ οἴνου, [ἐπειδὴ προειστιᾶτο,] καὶ διαϐασανιζόμενον ἔλεγεν· « Ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα. » Ἡ δὲ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἀπέχθεται ὡς οἴκοθεν προιέμενος. […] Τῆς δὲ εὐωχίας προϊούσης, καὶ ἐξογκωθείσης τῆς γαστρὸς τοῦ παιδὸς ἀπὸ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἀλλ’ ἃ κατέφαγες. » Ὁ μῦθος δηλοῖ πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις τὰ ἀλλότρια ἑτοίμως ἀπολαμϐάνων, ὅταν ταῦτα ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.
Ὀλισθήσας δέ, ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἅλατος, κουφότερος ἐξανέστη. […] Ὁ δὲ ὄνος, ὡς προσῆλθε τῷ ῥείθρῳ, ἑκὼν κατέπεσε· τῶν δὲ σπόγγων διαϐραχέντων, βάρος διπλοῦν ἦγε βαστάζων.
Πολλὰς δὲ συλλαϐών, ὡς ἐθεάσατο σκορπίον, οἰηθεὶς ἀκρίδα εἶναι, κοιλάνας τὴν χεῖρα, οἷός τε ἦν καταφέρειν αὐτόν. […] Παῖς τις ἀκρίδας θηρεύων καὶ σκορπίον ἤμελλεν ἆραι ὡς γένος ἀκρίδος ὄντα.
Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ’ ἀναλαϐὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν· « Ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε. » Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν.
Τῆς δ’ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει, τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ.
Ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαϐεν. Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ μεθεῖναι αὐτήν, λέγουσα ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος αὐτὴ γαστέρα πληρῶσαι· δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι.
Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαϐὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἀντικρὺς ἐπηρώτα πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄψυχον, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζωὸν τὸ στρουθίον ἐπιδείξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. […] Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἔσθητι σκεπάσας, ἔστη τε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων· « Ἄπολλον, ὅ μετὰ χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν ; » βουλόμενος [ὡς], εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον· εἰ δ’ ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν.
Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν εἰ ἀληθής ἐστι γνῶναι, κλέψας τὰς αὐτοῦ βοῦς ἐξ ἀγροικίας, ἧκεν ὡς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ παρ’ αὐτῷ κατήχθη. […] Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολήψομαι βοῦς. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.
Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν οὐδὲν δεινὸν παθὼν ἄλογος ἄπεισιν, ἔφη· « Ἀλλ’ ἔγωγε οὐ μάτην τοῦτο ποιῶ· ὁρῶ γὰρ παρασκευὴν οὐχὶ ὡς εἰς πρόϐατον, ἀλλ’ εἰς ταῦρον ἡτοιμασμένην. » Ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν. […] Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν μαθεῖν θέλοντος δι’ ἣν οὐδὲν δεινὸν παθὼν ἀλόγως ἄπεισιν, ἔφη ὁ ταῦρος· « Ἀλλ’ ἔγωγε οὐ μάτην τοῦτο ποιῶ καὶ φεύγω, ὦ λέον· ὁρῶ γὰρ κατασκευὴν οὐχ ὡς εἰς πρόϐατον, ἀλλ’ εἰς ταῦρον ἡτοιμασμένην. » Ὁ λόγος δηλοῖ ὅτι οὕτω καὶ τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσι.
Ναυαγὸς ἐκϐρασθεὶς εἰς τὸν αἰγιαλὸν ἐκοιμᾶτο διὰ τὸν κόπον· μετὰ μικρὸν δὲ ἐξαναστάς, ὡς ἐθεάσατο τὴν θάλασσαν, ἐμέμφετο αὐτῇ ὅτι γε δελεάζουσα τοὺς ἀνθρώπους τῇ πραότητι τῆς συνόψεως, ἡνίκα ἂν αὐτοὺς προσδέξηται, ἀπαγριουμένη διαφθείρει. […] Γεωργὸς ἰδὼν ναῦν ἐν τῇ θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, τῇ θαλάσσῃ κατεμέμφετο καὶ ὡς στοιχείῳ ἀνημέρῳ καὶ ἀπανθρώπῳ.
Ὄνος δέ ποτε ἐμακάριζεν ἵππον διὰ τὴν τροφὴν αὐτοῦ καὶ θεραπείαν, αὑτοῦ δὲ τύχην ὄνος κατεμυκτήρει, ὡς ἀχθοφόρου καὶ πολλὰ κοπιῶντος, οὐδὲ ἄχυρον λαμϐάνοντος εἰς κόρον. […] Ὄνος ἵππον ἐμακάριζεν, ὡς ἀφθόνως τρεφόμενον καὶ ἐπιμελῶς, αὐτὸς μηδ’ ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν.
Ὁ μῦθος δηλοῖ ὅτι μένουσιν αἱ φύσεις ὡς προῆλθον τὴν ἀρχήν.
Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ’ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται.
Μεθύων λύχνος ἐλαίῳ καὶ φέγγων ἐκαυχᾶτο ὡς ὑπὲρ ἥλιον πλέον λάμπει.
Παρ’ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων ὅτι τοσοῦτον προέχουσι τῇ ἰσχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· « Ἀλλ’, ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν ὑμῖν παράσχωμαι, οὐδὲ ὑμεῖς βαστάζειν δυνήσεσθε. » Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων τὸ μηδὲν ἐπὶ τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσιν.
Κόραξ τροφῆς ἀπορῶν, ὡς ἐθέασατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε.
Οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπὸ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες.
Ἰατρὸς ἐκκομιζομένῳ τινὶ τῶν οἰκείων ἐπακολουθῶν ἔλεγε πρὸς τοὺς προπέμποντας ὡς οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε. […] Ἀλλ’ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας· « Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ’ ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης. » Ὑπολαϐὼν δέ τις τῶν ἐκεῖ παρόντων· « Ὦ οὗτός γε, ἔφησε τῷ ἰητῆρι, οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος· Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι ; ἀλλ’ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι. » Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ εἰρωνεύονται μετὰ τὴν τύχην.
Ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. Τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερα ὑπομείναντος, ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτόν, ῥοπάλοις αὐτὸν παίων ἐξήλασεν.
Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ καὶ πιεῖν αὐτὸν μὴ ἐῶντα. Τοῦ δὲ λέγοντος ὡς ἄκροις τοῖς χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν κατωτέρω ἑστῶτα ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· « Ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας. » Εἰπόντος δὲ ἐκείνου μηδὲ τότε γεγενῆσθαι, ὁ λύκος ἔφη πρὸς αὐτόν· « Ἐὰν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ <ἧττον> κατέδομαι. » Ὁ λόγος δηλοῖ ὅτι οἷς ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ’ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.
Λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο πρόϐατον ἐπὶ γῆς βεϐλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ φόϐον πέπτωκε, προσελθὼν παρεθάρσυνεν αὐτό, λέγων ὡς, ἐὰν αὐτῷ τρεῖς λόγους ἀληθεῖς εἴπῃ, ἀπολύσει αὐτό. […] Εἰς λύκον ἀλώπηξ ἐνέπεσεν· ἐδυσώπει δὲ ὡς γραῦν αὐτὴν οὖσαν μὴ ἀποκτεῖναι.
Καὶ δὴ ἄρκτου αὐτοῖς συναντησάσης, ὁ μὲν εἷς φοϐηθεὶς ἐπί τι δένδρον ἀναϐὰς ἐκρύϐη ἐν αὐτῷ· ὁ δὲ ἕτερος περιγενέσθαι αὐτῆς μὴ δυνηθεὶς μόνος, ὡς εἶδεν αὑτὸν κυριευόμενον παρὰ τῆς ἄρκτου, πεσὼν ἐπὶ τὴν γῆν προσεποιεῖτο τεθνάναι. […] Ὁ δὲ ἕτερος τοῦτο ποιῆσαι μὴ δυνηθείς, ὡς ἔγνω ἑαυτὸν μέλλοντα κυριευθῆναι ὑπὸ τῆς ἄρκτου, πεσὼν ἐπὶ τῆς γῆς προσεποιεῖτο τεθνάναι.
Ἐκτινάξας δέ, ὡς εὗρε τὰ ἐνόντα, ταῦτα καταφαγὼν καὶ λαϐὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ διανενέμημαι. » Πρὸς ἄνδρα φιλάργυρον διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον ὁ λόγος εὔκαιρος. […] Λαϐὼν δὲ ταύτην χρυσοῦν ἐδόκει ἔχειν· ὡς δὲ ἐθεάσατο καρποὺς φοινίκων, τὰ μὲν ἐντὸς ἤγαγε Διὶ θυσίαν, καὶ τἀκτὸς προσήγαγε τῶν ἀμυγδάλων, τὰ δ’ ἄλλα κατέφαγε πεινῶν ὁ τάλας.
Ἀηδόνι συνεϐούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον ὡς αὐτή.
Αἰσθόμενοι δὲ κατὰ μικρὸν ὡς χολὴν τὸ ζῷον οὐκ ἔχει, εἰς τοῦτο καταφρονήσεως ἦλθον ὥστε καὶ χαλινὸν αὐτῇ περιθέντες παισὶν ἐλαύνειν αὐτὴν ἔδωκαν.
Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· « Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. » Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.
Τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάριστον, εἴγε πολλὰ ὠφελούμενος παρ’ αὐτοῦ τοὺς ὁμοφύλους ἐκκαλουμένου καὶ παραδιδόντος, αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει, ἔφη· « Ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω, εἰ μηδὲ τῶν ὁμοφύλων ἀπέχῃ. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται, ἀλλὰ καὶ ὑπὸ τούτων οἷς προδίδονται.
Μύρμηξ διψήσας τῇ πηγῇ προσπελάζει καὶ κύψας τοῦ πιεῖν ἐνέπεσεν ὕδωρ· πνιγόμενον δ’ οὖν περιστερὰ ὡς εἶδεν, κόψασα κλάδον ἐκ φυτοῦ παραυτίκα βάλλει τῇ πηγῇ πρὸς τὸν μύρμηκα πέλας, καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου ἐσώθη δι’ αὐτοῦ ὁρμήσας εἰς γαῖαν. […] Μύρμηξ δ’ αὖθις ὡς εἶδεν, δάκνει τὸν πόδα ἰξευτοῦ κυνηγέτου.
Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ ποτὸν ἀπῆγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν, ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρόν, ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν.
Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνώδους ἄντρου νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, κατωτέρω παρῄνει αὐτῇ καταϐῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων ὡς ἀμείνων ὁ παρ’ αὐτῷ λειμών ἐστι, ἐπεὶ καὶ ἡ πόα σφόδρα εὐανθής.
Ὄνος ξύλων γόμον φέρων λίμνην διέϐαινεν· ὀλισθὼν δέ, ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν.
Ξύλινόν τις Ἑρμῆν κατασκευάσας καὶ προσενεγκών εἰς ἀγορὰν ἐπώλει· μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος, ἐϐόα ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους δωρητικὸν πιπράσκει.
Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμϐεϐηκότα, ἔφη πρὸς αὐτόν· « Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.
Ὁ δὲ εἶπεν· « Ἀλλ’ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποϐλέπομαι ὅτι παρ’ ὃν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα. » Ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.
Ἐμπαγέντων δὲ αὐτῶν τῶν ποδῶν, ὡς οὐκ ἐδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν· « Ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα. » Οὕτω πολλοῖς ἡ λιχνεία πολλῶν αἰτία κακῶν γίνεται.
Προσδραμούσης δὲ ὡς ἐπὶ τὸν τέττιγα, ἔφη· « Ἀλλὰ πεπλάνησαι, ὦ αὕτη, εἰ ὑπέλαϐές με καταϐήσεσθαι· ἐγὼ γὰρ ἀπ’ ἐκείνου ἀλώπεκας φυλάττομαι ἀφ’ οὗ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην. » Ὅτι τοὺς φρονίνους τῶν ἀνθρώπων αἱ τῶν πέλας συμφοραὶ σωφρονίζουσι.
Ἡ δὲ ὑποτυχοῦσα ἔφη· « Ἀλλ’, ὦ οὗτος, οὕτω ταῦτα πράττε ὡς ἐγγὺς τὰ αὐτὰ πεισόμενος. » Τοῦτο εἰκότως εἴποι ἄν τις πρὸς τὸν ἤδη ἄρχοντα ὁ μετ’ ἐκεῖνον μέλλων, εἰ πλημμελές τι πάσχοι.
Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ, καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. […] Καὶ ἐγένετο οὕτως, τῆς θεᾶς ἰλασθείσης, ὡς ὁ μῦθος ληρεῖ.
Τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν τοῖς βώλοις εἶπεν· « Μύρμηκος ζῇς βίον ταλαιπώρου· ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ. Ἐὰν ἔλθῃς μετ’ ἐμοῦ, ὡς θέλεις ἀσωτεύσῃ. » Ἀπῆγε πείσας τὸν μῦν ἐν τῷ οἴκῳ.
Καὶ πέμψαντες πρέσϐεις ἐξῄτουν παρ’ αὐτῶν τοὺς κύνας, λέγοντες ὡς ἐκεῖνοι τῆς ἔχθρας αἴτιοί εἰσιν, καί, εἰ ἐγχειρίσουσιν αὐτούς, εἰρήνη μεταξὺ αὐτῶν γενήσεται.
Ἵππῳ δὲ συντυχών, τοῦτον ἐπὶ τὴν ἄρουραν ἐπήγαγε λέγων ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπεὶ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει.
Καὶ ὡς οὐδὲν ἐποίει, δήσας καὶ ἀπαγαγὼν τῷ δεσπότῃ αὐτὸν ἀπέδωκε.
Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν ἀτραπὸν διὰ κρημνῶν ἐφέρετο.
Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐϐόα· « Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, εἰς τί βοᾶτε μεγάλα κεκραγότες ὡς ἐπ’ ἀγάθῳ τινὶ προσδοκωμένῳ ; Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ, εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει, τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι. » Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντως χαίρουσιν ἐπ’ αδήλοις.
Ὁ δὲ οὐχ ὑπομείνας τὴν μετ’ ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν.
Τοῦ δὲ τότε μὲν ἡσυχάζοντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν ὅτι ἀποθνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος, ὁ δεσπότης αὐτοῦ ἀκούσας ἔφη· « Ἀλλ’ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἦν, ὃς τότε σε παρεκάλουν, ἀλλ’ οὐκ ἔθυον. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἃ μὴ ἑκόντες χαρίσασθαι βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν.
Ὁ δὲ ποιμὴν κατὰ μὲν ἀρχὰς ἐφυλάττετο αὐτὸν ὡς πολέμιον καὶ δεδοικὼς παρετηρεῖτο.
Ἀηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· « Ὑπόϐαθι, φίλτατε, μικρόν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμϐάνων. » Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· « Βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον. » Cod.
Καὶ στερρὸς ὁ κυϐερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· « Ἀλλ’, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου. » Ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάϐλητον ἐννοουμένους.
Καὶ δήποτε πλησίον τοῦ λέοντος στάς· « Ὦ κάκιστον θηρίον, εἶπε, διὰ σὲ καὶ τὸν ψεύστην ὄνειρον τοῦ ἐμοῦ πατρὸς γυναικείᾳ ἐνεκλείσθην φρουρᾷ· τί σοι ποιήσω ; » Καὶ εἰπὼν ἐπέϐαλε τὴν χεῖρα τῷ τοίχῳ ὡς τυφλώσων τὸν λέοντα. […] Καὶ δήποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· « Ὦ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω ; » Καὶ εἰπὼν ἐπέϐαλε τῷ τοίχῳ τὴν χεῖρα ἐκτυφλῶσαι τὸν λέοντα.
Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν.
Chambry 37.2 Aliter — Autre version Τῆς παρδάλεως ἐριζούσης περὶ κάλλους καὶ τὴν ἑαυτῆς ποικιλίαν προϐαλλομένης, ἡ ἀλώπηξ εἶπε· « Καὶ πόσον ἐγὼ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποικιλμένη τυγχάνω. » Ὁ μῦθος λέγει ὡς ὁ τῆς διανοίας κόσμος ἀμείνων ἐστὶ τοῦ σωματικοῦ κάλλους.
Ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα, ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ, τοῦτο ἐπάρασα εἶπεν· « Οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει. » Πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος.
Ἀλώπεκά τις ἐχθρὰν ἔχων ὡς βλάπτουσαν αὐτόν, κρατήσας καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεϐρεγμένα τῆ οὐρᾷ προσδήσας ὑφῆψε.
Διογένης ὁ κύων ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τῇ βαλϐίδι ἀμηχανῶν.
Ὁ δὲ μέλλων ὑπ’ αὐτῶν θύεσθαι ἐδεῖτο ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων.
Ὁ δὲ αὐτοῦ ἐδεήθη πρὸς τὸ παρὸν μεθεῖναι αὐτόν, λέγων· « Νῦν μὲν λεπτός εἰμι καὶ ἰσχνός· μέλλουσι δέ μου οἱ δεσπόται γάμους ἄγειν· ἐὰν οὖν ἀφῇς με νῦν, ὕστερον λιπαρώτερον καταθοινήσῃ με. » Ὁ δὲ πεισθεὶς τότε μὲν ἀπέλυσε· μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθών, ὡς ἐθεάσατο αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον, ἐκάλει πρὸς αὑτὸν, ὑπομιμνῄσκων τῶν ὁμολογιῶν. […] Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως· « Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ· πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι· ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν, καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν. » Ὁ δ’ αἱμοϐόρος καὶ μωρὸς ὄντως λύκος πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα.
Ἐκϐαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ἐπὶ τὴν ἠιόνα, ὡς ἐθεάσατο σπαίροντας, ἔφη· « Ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε. » Πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.
Θυμωθεὶς οὖν ὁ βοηλάτης εἶπεν αὐτῇ· « Ὦ κακὸν κτῆμα, τί κράζεις, βίᾳ τῶν ἑλκόντων σε βοῶν σιωπώντων ; » Ὅτι τινὲς ἐπ’ ἀλλοτρίοις πόνοις καὶ πλούτῳ καυχώμενοι μέγα φρονοῦσιν ὡς αὐτοὶ χειμασθέντες ἐν αὐτοῖς.
Ὁδοιπόρος χειμῶνος ὁδεύων ὥρᾳ, ὡς ἐθεάσατο ἔχιν ὑπὸ κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλατο καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον θερμαίνειν ἐπειρᾶτο.
Αἱ δὲ συνεχῶς τῷ πόνῳ ταλαιπωρούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀποκτεῖναι ἀλεκτρυόνα, ὡς ἐκείνου νύκτωρ ἐξανιστάντος τὴν δέσποιναν.
Ἐπὶ τούτοις ἐγγραφόμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα, εἰς δίκην ἀπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ.
Ἀλώπηξ δὲ ἰδοῦσα ἐπεγέλασεν, ὡς τοιοῦτος ὢν τὸν μῦν πτοεῖται.
Τί δή ποτ’ οὖν οὕτω τούτους φοϐῇ ; » Κἀκεῖνος γελῶν εἶπεν· « Ἀληθῆ μὲν ταῦτα φῇς, τέκνον· ἓν δ’ οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ’ ὅπως ἐκφέρομαι. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν.
Τὰ δὲ λοιπὰ μέλη ἔλεγον· « Πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῷα ; » Ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη.
Τούτου δ’ ἐπισκέψεως τὰ ζῷα χάριν ἅπαντα προσέρρεον ὡς βασιλεῖ γε. Αὐτὸς δὲ κατήσθιεν ὡς αἱμοϐόρος.
Ὁ λόγος πρὸς τοὺς τῶν ἀνθρώπων φονεῖς ὡς οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδατος στοιχεῖον, οὔτε ἄλλος τις τόπος φυλάσσει αὐτούς.
Τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ’ ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· « Ἀλλ’ οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι. » Ὁ λόγος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν.
Νομίσασα δὲ ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραϐάλλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν.
Ἀθηνᾶ δὲ αὐτῷ ἐπιφανεῖσα εἶπε· « Πέπαυσο δέ, ἄδελφε, τοῦτό ἐστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον· ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται. » Ὅτι πᾶσι φανερὸν καθέστηκεν ὡς αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάϐης ὑπάρχουσιν.
Ὁ δὲ ἐπιστραφεὶς καὶ δακὼν καὶ ἀμφότεροι <ἐκ> τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει· ὁ δὲ ὄφις ἔφη αὐτῷ· « Τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠϐούλου ; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν. » Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά.
Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ δι’ οἰωνῶν τοῖς ἀνθρώποις μαντεύεσθαι, καὶ διὰ τοῦτο μαρτυρουμένῳ ὡς προλέγοντι τὸ μέλλον, θεασαμένη τινὰς ὁδοιπόρους παριόντας, ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως ἔκραξεν.
Ἐσχάτου δὲ κινδύνου θεράποντες ἐν μέσῳ ὡς εἶδον, ᾖξαν, κρανείαις δὲ ἄλλος ἄλλοθεν προσκρούων ἔθεινον, ὥστε καὐτὸς ὕστατ’ ἐκπνέων ἔφη· « Οἷα χρή με δυσδαίμονα <τλῆναι>· τί γὰρ παρ’ οὐρηέσι οὐκ ἐπολεύμην, βαιῷ δ’ ὁ μέλεος κυνὶ παρισούμην ; » Ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κἂν φθόνῳ ἀλαζονεύωνται.
Ἀλώπηξ κυνηγοὺς φεύγουσα, ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. […] Μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν μὲν δι’ αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλωπήξ ἐπιστραφεῖσα ἔφη· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις.
Μία δ’ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης.
Εἰπόντος δὲ πλείονος, ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, καὶ νομίσας ὡς, ἐπειδὴ ἄγγελός ἐστι θεῶν καὶ κερδῷος, πολὺν αὐτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ.
Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι. » Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται.
Ὁ δὲ <σκύμνος> πρὸς αὐτὴν οὕτως ἀντέφη· « Ἕνα μὲν σκύμνον ἡ <ἐμὴ> μήτηρ τίκτει, ἀλλὰ λέοντά <γε>, ὡς νῦν ἐμὲ βλέπεις. » Πρὸς τοὺς ὀλίγα πράττοντας, συνετῶς δέ.
Τῆς δὲ φαμένης ὡς οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεϐλέποντο, πρὸς αὐτὴν ἔφη· « Ἀλλ’, ὦ γύναι, εἰ τούτοις ἀπεχθάνῃ οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὄψε δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν συνδιέτριϐες τὴν ἡμέραν ; » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα κἀκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται.
Ὁ δὲ τοῦ καλοῦ μὴ ἐπιλαθόμενος τὸν γεωργόν ποτε ὑπὲρ τοίχου ὁρῶν καθήμενον εὐολίσθου, τὸ ἐπὶ τῆς κεφαλῆς ἐκείνου ἀφείλετο σημικίνθιον, τῆς καθέδρας τοῦτον ἐξεγεῖραι βουλόμενος, ὡς καὶ κατώρθωσε.
Συνέϐη δὲ αὐτὸν μετ’ οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι· ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγετῶν κάλῳ ἐδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη· « Σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ’ ἐμοῦ ἀμοιϐὴν κομιεῖσθαι· νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις. » Ὁ λόγος δηλοῖ ὅτι καιρῶν μεταϐολαῖς οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.
Ὅτι τοιοῦτον ἦθός τινες τῶν ἀνθρώπων ἔχουσιν, οἷς ἀεὶ μᾶλλον ἐχθραίνειν ἐστὶ καλὸν ἢ φιλεῖν· [ὅπερ καὶ περὶ γονέων πολλάκις πρὸς οἰκεῖα γίνεται τέκνα, ὡς δῆθεν φίλων αὐτὰ τῆς σωτηρίας ἐμποδίζουσιν· ὅσα δὲ δῆθεν μισοῦσι, αὐτὰ εὐκόλως πρὸς σωτηρίαν ἀπέρχονται καὶ τὸ τῶν μονάχων σχῆμα περιϐάλλονται.]
Σὺ δ’ ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων, παρρησιάζῃ, φησί, καὶ κατακρώζεις ; » Πρόσφορος ὁ μῦθος πρὸς γέροντας εἰς τιμὴν προκριθέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους.
Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λιποθυμοῦντα ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας.
Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα· « Τί πάσχεις ; ἔφη, καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς ; » Καὶ ὁ ἐλέφας, κατὰ τυχὴν περιπτάντος αὐτῷ κώνωπος· « Ὁρᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομϐοῦν ; ἢν εἰσδύνῃ μου <τῇ> τῆς ἀκοῆς ὁδῷ, τέθνηκα. » Καὶ ὁ λέων· « Τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών ; » Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλεφαντα φοϐεῖν.
Ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ <τοσοῦτον> ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. […] Ἡ δὲ ἀλώπηξ ἐπανιοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦτον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει.
Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠϐουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο.
Ἡ δὲ ἐθρήνει ὀλολύζουσα οὕτως· « Οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην τὴν κόπτουσάν με ταῖς χερσὶ τῶν ἀνθρώπων ὡς τοὺς ἐξ ἐμοῦ γεγενημένους σφῆνας. » Ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι παρὰ τῶν ξένων· ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμϐῇ μικρὸν αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται.
Τῆς δὲ ἐρίφου ἀτονησάσης καὶ τοῦ λύκου καταλαϐόντος, στραφεῖσα ἡ ἔριφος πρὸς τὸν λύκον εἶπεν· « Ὅτι μὲν σὸν βρῶμά εἰμι ἀκριϐῶς ἐπίσταμαι, ἀλλὰ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλει μοι ὡς ὀρχῶμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες τοῦ ποιμένος ἀκούσαντες τὸν λύκον κατέλαϐον καὶ ἐδίωκον, κἀκεῖνος φεύγων ἐφώνει· « Ἀξίως πάσχω· ἔδει γάρ με ἀντ’ αὐλητοῦ μακελλάριον εἶναι. » Ὅτι καὶ τοῖς φύσει πονηροῖς ἡ διὰ λόγων ταπείνωσις οἶδε κατάνυξιν ἐμποιεῖν.
Τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς, ἐκείνου ἀνοίξαντος, κατελθεῖν, κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν.
Τότε λοιπὸν εἶπε πρὸς αὐτόν· « Ὦ ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραϐϐάτῳ· ὅταν δ’ ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν.
Καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου, ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανῶς ὑπάρχῃ, καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται.
Οἱ βοῦς δ’ ὡς εἶδον ταύτην ἀφελκομένην ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐϐόων· « Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα· ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει μάχαιρα, φημί, καὶ καταθύσει πάλιν. » Ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι κίνδυνος καὶ μάστιξ.
Εἶπον δ’ οἱ μύες καθ’ ἑαυτοὺς τοιαῦτα· « Οὐ παρὰ λόγον ἡμᾶς γαλαῖ ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα ὥσπερ αὕται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. » Καὶ παραυτίκα συμϐούλιον λαϐόντες κατεστήσαντο τοὺς παμμεγέθεις μύας ὡς ἀρχηγέτας καὶ στρατηγοὺς τῶν ἄλλων.
Ὁ δέ· « Καὶ τοῦτο, ἔφη, ἀγαθόν. » Τὸ δὲ τρίτον ὡς παρεγένετο καὶ ἐπηρώτα αὐτὸν περὶ τῆς νόσου, διαρροίᾳ περιπεπτωκέναι ἔφασκε.
Ποιμὴν ἐξελαύνων αὐτοῦ τὴν ποίμνην ἀπό τινος κώμης πορρωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος· ἐπιϐοώμενος γὰρ τοὺς κωμήτας ἐπὶ βοήθειαν, ἔλεγεν ὡς λύκοι τοῖς προϐάτοις ἐπῆλθον.
Λογιζόμενος <οὖν> ὡς ἑρπετὸν μῆνιν οὐ φυλάσσει, λαϐὼν δὲ ἄρτον καὶ ἅλας πρὸς εἰρήνην ἐκάλει τὸν ὄφιν.
Ὁ δὲ κολοιὸς καὶ αὐτὸς ἀπελθὼν λουθῆναι ἤθελεν ὁμοιωθῆναι καὶ τοῖς λοιποῖς καὶ εὐειδέσιν ὀρνέοις· ἐκ τῶν πιπτόντων ὀρνέων τὰ πτερὰ περισωρεύσας περιεϐάλλετο ἑαυτόν, ἵνα φαίνῃ καὶ αὐτὸς τῷ Διὶ ὡς τὰ λοιπὰ ὄρνεα.
Ἀλήθειαν δὲ ὁ Ἑρμῆς ὡς ἀκούει, χαρίζεται εὐφρανθεὶς καὶ τοὺς τρεῖς τούτῳ.