Ὁ δὲ οὐκ ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλ’ ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδών, προσπετάσας τοῖς ποσὶν ἧρε τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φακιόλιον. […] Ὁ δὲ τοῦ καλοῦ μὴ ἐπιλαθόμενος τὸν γεωργόν ποτε ὑπὲρ τοίχου ὁρῶν καθήμενον εὐολίσθου, τὸ ἐπὶ τῆς κεφαλῆς ἐκείνου ἀφείλετο σημικίνθιον, τῆς καθέδρας τοῦτον ἐξεγεῖραι βουλόμενος, ὡς καὶ κατώρθωσε. Μετὰ γὰρ τὸ καταδιῶξαι τοῦτον, ὁ εὐεργέτης ἀπέρριψε τὸ ἀναληφθέν, πληρεστάτην ἀντιδοὺς τὴν ἀντίχαριν· οὐ μακρῶς γὰρ ἔμελλε συμπατεῖσθαι τῇ τοῦ τοίχου καταϐολῇ ὁ ἀνήρ· μικρὸν γὰρ ἐκείνου ὑποχωρήσαντος, ἐπιχθόνιον ἐγεγόνει τὸ τῆς ἀνύψωμα καθέδρας. […] Ὁ δὲ τοῦτον ἀμειϐόμενος τῆς ἐλευθερίας, ἐπεὶ τοῦτον εἶδεν παρὰ σαθρὸν τοιχίον καθήμενον, κατελθὼν ἦρεν τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάρος. […] Ὁ δὲ ἀετὸς ὕπερ ἔλαϐεν αὖθις ἔρριψεν· ὅπερ λαϐὼν ὁ γεωργὸς καὶ ὑποστρέψας, ἐπεὶ τὸ τεῖχος εὗρε συμπεπτωκὸς ἐν ᾧπερ ἐκάθητο, τὸν ἀετὸν [θαυμάσας] τῆς ἀμοιϐῆς ἀπεθαύμασε.
Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς περιτρεπομένης, ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυϐερνήτου περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. […] Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς καταποντίζεσθαι μελλούσης, ὁ ἐπὶ τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο, τῷ κυϐερνήτῃ λέγων· « Ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους ; » Τοῦ δὲ εἰπόντος· « Ἡ πρώρα, » ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ἐπὶ συμφορὰν διὰ τὴν δυσμένειαν· ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσι. […] Δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. Χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ ἐπὶ τῆς πρύμνης τὸν κυϐερνήτην ἤρετο πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταϐαπτίζεσθαι. Τοῦ δὲ τὴν πρώραν εἰπόντος· « Ἀλλ’ ἔμοιγε οὐκ ἔστι λυπηρόν, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάϐης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους.
Προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν καταπάτησεν εἰπών· « Εἶτα τηλικοῦτος ὢν τηλικαῦτα βοᾷς ; » Πρὸς ἄνδρα γλωσσαλγίαν οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον ὁ λόγος εὔκαιρος. […] Προσμείνας δὲ [αὐτὸν] μικρὸν χρόνον, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν αὐτὸν, εἰπών· « Μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας [ἤγουν μηδεὶς πρὸ τοῦ ἰδεῖν ταραττέσθω ὑπό τινος]. » Ὁ μῦθος οὗτος πρὸς ἄνδρα γλωσσώδη, μηδὲν πλέον τοῦ λαλεῖν δυνάμενον. […] Προσμείνας δὲ μικρόν, ὡς εἶδεν αὐτὸν προελθόντα τῆς λίμνης, προσελθὼν αὐτὸν κατέπατησεν. Ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ πρὸ τῆς ὄψεως δι’ ἀκοῆς μόνης ταράττεσθαι. […] Προσμείνας δὲ μικρόν, ὡς ἐθεάσατο τοῦτον ἐκ τῆς λίμνης ἐξίοντα, προσελθὼν κατεπάτησεν αὐτὸν εἰπών· « Μηδεὶς πρὸ τοῦ ἰδεῖν ταραττέσθω. » Ὁ μῦθος οὗτος πρὸς ἄνδρας γλωσσώδεις οἵτινες οὐδὲν πλέον τοῦ λαλεῖν δύνανται.
Κολοιὸς ἰδὼν περιστερὰς ἔν τινι περιστεροτροφείῳ καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἧκεν ὡς καὶ ἀπὸ τῆς αὐτῆς διαίτης μεταληψόμενος. […] Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιούς· κἀκεῖνοι οὐ γνωρίζοντες αὐτὸν διὰ τὸ χρῶμα τῆς μετ’ αὐτῶν διαίτης ἀπεῖρξαν αὐτόν. […] Κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἦλθεν ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος. […] Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆκε πρὸς τοὺς κολοιοὺς πάλιν. Κἀκεῖνοι διὰ τὸ χρῶμα αὐτὸν οὐκ ἐπιγνόντες, τῆς μεθ’ αὑτῶν διαίτης ἀπεῖρξαν, ὥστε δυοῖν ἐπιθυμήσαντα μηδετέρας τυχεῖν.
Γυνὴ χήρα ὄρνιν ἔχουσα καθ’ ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν ὑπέλαϐεν ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραϐάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. […] Ὑπέλαϐε δὲ ἡ γυνὴ ὅτι, ἐὰν πλείονας κριθὰς δώσει τῇ ὄρνιθι, τέξεται δὶς τῆς ἡμέρας. Ἡ δὲ τοῦτο ποιήσασα, καὶ λιπαρᾶς τῆς ὄρνιθος γενομένης, οὐδὲ τὸ ἅπαξ ἔτικτεν. […] Νομίσασα δὲ ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραϐάλλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. Ἡ δ’ ὄρνις πιμελὴς γενομένη οὐδ’ ἅπαξ τῆς ἡμέρας τεκεῖν ἠδύνατο.
Ἡ δὲ χελώνη συνειδυῖα ἑαυτῇ βραδύτητα, οὐ διέλιπε τρέχουσα, καὶ οὕτω κοιμώμενον τὸν λαγωὸν παραδραμοῦσα ἐπὶ τὸ βραδεῖον τῆς νίκης ἀφίκετο. […] Ὁ δὲ λαγωὸς ποσὶ θαρρῶν ἐφύπνου· μετὰ δὲ ταῦτα ἐξαναστὰς τῆς κοίτης δρομαῖος ἧκεν εἰς τὸν τόπον τοῦ ὅρου, ὅστις καὶ εὗρε τὴν χελώνην ὑπνοῦσαν. Ὁ μῦθος δηλοῖ ὅτι πολλαὶ φύσεις ἀνθρώπων εἰσὶν εὐφυεῖς, ἀλλ’ ἐκ ῥᾳθυμίας καὶ ὄκνου ἀπόλλυνται· ἐκ δὲ σπουδῆς καὶ μακροθυμίας πολλοὶ περιεγένοντο τῆς φύσεως. […] Ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἤρξατο τῆς ὁδοῦ. […] Ἐλθὼν δὲ ἐπὶ τὸν ὡρισμένον τόπον εὗρε τὴν χελώνην νικήσασαν. » Ὅτι πολλαὶ φύσεις ἀνθρώπων εὐφυεῖς εἰσιν, ἀλλ’ ἐκ τῆς ῥᾳθυμίας ἀπώλοντο, ἐκ δὲ νήψεως καὶ σπουδῆς καὶ μακροθυμίας τινὲς καὶ φύσεως ἀργῆς περιεγένοντο.
Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν ἀτραπὸν διὰ κρημνῶν ἐφέρετο. Μέλλοντος δὲ αὐτοῦ κατακρημνίζεσθαι, ὁ ὀνηλάτης ἐπιλαϐόμενος τῆς οὐρᾶς, ἐπειρᾶτο μεταπεριάγειν αὐτόν. […] Τοῦ δὲ ὀνηλάτου ἐπιϐοῶντος· « Ἄθλιε, ποῦ φέρει ; » καὶ τῆς οὐρᾶς ἐπιλαϐομένου καὶ ἕλκοντος πρὸς ἑαυτόν, τῆς εἰς τὰ πρόσω φορᾶς ὁ ὄνος οὐχ ἵστατο.
Ἡ δὲ εἶπεν· « Κἂν ἐγω σιωπήσω, πῶς κρύψω ; πρόδηλον γάρ ἐστι πᾶσι τὸ κέρας μου κεκλασμένον. » Ὅτι, τῆς αἰτίας προδήλου οὔσης, οὐ δυνατὸν ταύτην καλύψαι. […] Μία δ’ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης. Εὐθὺς δ’ ὁ ποιμὴν ἐπ’ αὐτὴν ῥάϐδον ῥίψας τὸ ἓν κέρας ἔκοψε τῆς αἰγὸς ὅλον. […] Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα· « Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι ; τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης, πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι. » Ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι.
Ἐνέμοντο δὲ ὁ μὲν βαθείαν καὶ τῆς ὁδοῦ πόρρω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταϐῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάϐῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας, ἕως οὗ συνέϐη ἅμαξαν τῇδε παριοῦσαν θλᾶσαι αὐτόν. […] Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων καὶ ἐνέμοντο ὁ μὲν εἰς βαθείᾳ λίμνῃ καὶ τῆς ὁδοῦ πόρρω, ὁ δὲ ἕτερος μικρὸν ἔχων ὕδωρ καὶ πλησίον ὁδοῦ. […] Ὁ δὲ οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας ἕως [ἄν] <συνέϐη> ἅμαξαν παριοῦσαν συνθλᾶσαι αὐτόν.
Ἀλώπηξ δὲ αὐτῷ φθονήσασα, ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ λαμϐάνειν. Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· « Ὦ πίθηκε, σὺ δὲ τοιαύτην μωρίαν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις ; » Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. […] Ἀγαγοῦσα οὖν αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ κατὰ τὸν νόμον οὐκ ἐχρήσατο διὰ τὴν βασιλείαν, τὸ γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε· καὶ παρῄνει αὐτῷ ὡς ἂν τοῦτο αὐτὸς λάϐῃ. Τοῦ δὲ ἀμεταμελήτως ἐλθοντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, ᾐτιᾶτο παρ’ αὐτοῦ ἡ ἀλώπηξ ὡς δελεάσασα καὶ ἐνενδρεύσασα αὐτῷ. […] Ὁ δὲ ἀπερισκέπτως προσελθὼν καὶ συλληφθεὶς ὑπὸ τῆς παγίδος, ὡς ἐξαπατήσασαν ἐμέμφετο τὴν ἀλώπεκα.
Ναυαγὸς ἐκϐρασθεὶς εἰς τὸν αἰγιαλὸν ἐκοιμᾶτο διὰ τὸν κόπον· μετὰ μικρὸν δὲ ἐξαναστάς, ὡς ἐθεάσατο τὴν θάλασσαν, ἐμέμφετο αὐτῇ ὅτι γε δελεάζουσα τοὺς ἀνθρώπους τῇ πραότητι τῆς συνόψεως, ἡνίκα ἂν αὐτοὺς προσδέξηται, ἀπαγριουμένη διαφθείρει. […] Ἐὰν δὲ βουληθῇς χωρὶς τούτων πλεῦσαι, ἡμερωτέραν δή με τῆς γῆς εὑρήσεις. » Ὅτι γαληνοὺς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες ἐπεγείρουσι πρὸς ὀργάς τε καὶ ζάλας. […] Ἰδὼν γεωργὸς ναῦν ἐν θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, εἶπεν· « Ὦ θάλασσα, στοιχεῖον ἀνηλεὲς καὶ τῶν ἀνθρώπων ἐχθρόν. » Ἡ δὲ θάλασσα γυναικείαν μορφὴν ἀναλαϐομένη ἔφη· « Τί μέμφῃ μοι, ἄνθρωπε, μάτην ; οὔκ εἰμι ἐγὼ αἰτία, ἀλλ’ οἱ ἐκταράσσοντές με ἄνεμοι· εἰ δὲ χωρὶς τούτων πλεύσεις, με ἡμερωτέραν τῆς γῆς εὑρήσεις ἐφ’ ἧς βαδίζεις. » Ὅτι καὶ γαληνοὺς καὶ πραεῖς δεσπότας οἱ χαιρέκακοι παραφυσῶντες πρὸς ζάλην καὶ ὀργὴν διεγείρουσιν. […] Ἡ δὲ θάλασσα ἐν γυναικείῳ σχήματι νυκτὸς ἐπιστᾶσα ἔφη· « Τί με μάτην, ὦ ἄνθρωπε, κακίζεις ; οὔκ εἰμι ἐγὼ αἰτία τῆς ταραχῆς ἣν ἑώρακας, ἀλλ’ οἱ ἐκταράσσοντές με ἄνεμοι· ἂν γὰρ χωρὶς τούτων πλεύσῃ μέ τις, καὶ ἡμερωτέραν εὑρήσει τῆς γῆς ἣν σύ βαδίζεις. » Cod.
Συνέϐη δὲ, ἐκτριϐομένης τῆς γλώσσης, πολὺ αἷμα φέρεσθαι. […] Ἐκτριϐομένης δὲ τῆς γλώσσης αὐτῇ, ὥστε καὶ αἷμα φέρεσθαι, ἐτέρπετο, ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, καὶ ἐπέμενε λοιπόν, μέχρι παντελῶς ἀπέϐαλε τὴν γλῶσσαν. […] Ξυομένης δὲ τῆς γλώσσης, αἷμα πολὺ ἐφέρετο. […] Ἐξερχομένου δὲ ἐκ τῆς γλώττης αὐτῆς αἷματος, ἡδύνετο αὐτὴ καὶ οὐκ ᾐσθάνετο, ἕως οὗ ἐφθάρη ἡ γλῶσσα αὐτῆς.
Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. […] Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Καὶ ἀπὸ τῶν τότε ἡ αἴθυια παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐνεδρεύει, μήπως ἡ θάλασσα τὸν χαλκὸν ἐξαγάγῃ· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοϐουμένη, ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῶν ἐσθήτων ἐπιλαμϐάνεται τῶν παριόντων, ζητοῦσα τὸ ἴδιον ἱμάτιον ἐπιγνῶναι. […] Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκϐάλλῃ ἡ θάλαττα· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοϐουμένη, τῆς μὲν ἡμέρας οὐ φαίνεται, νύκτωρ δ’ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμϐάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα.
Ἀστοχήσας δὲ τοῦ θανατῶσαι τοῦτον μόνον τῆς οὐρᾶς ἀπέκοψε τὸ ἄκρον. […] Ὁ δὲ πατήρ, ὑπὸ τῆς λύπης πέλεκυν λαϐών, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. Ὡς δὲ ἔκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτόν, ἠστόχησε, μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. […] Ὁ πατὴρ δὲ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαϐὼν ἔμελλε τὸν ὄφιν τῆς τρώγλης ἐξιόντα πατάξειν. Ὡς δὲ ἐξέκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πλῆξαι ἠστόχησε, τὴν πέτραν δὲ μόνον τῆς ὀπῆς κρούσας καὶ διαχαράξας ἀπῆλθε.
Λαγωοὶ καταγνόντες τῆς ἑαυτῶν δειλίας ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνόν, ᾧ λίμνη ὑπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας αὑτοὺς εἰς τὰ βαθῆ τῆς λίμνης ἐδίδοσαν. […] Τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων, τῶν λαγωῶν τις ἀγχινούστερος εἶναι δοκῶν τῶν ἄλλων ἔφη· « Στῆτε, ἑταῖροι, μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε· ἤδη γάρ, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ’ ἐστὶ ζῷα δειλότερα. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων χείρονα πασχόντων παραμυθοῦνται. […] Οἱ δὲ ἐπὶ τῆς ὄχθης καὶ τοῦ χείλους τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν ἑαυτοὺς ἐν τῇ λίμνῃ ἐκ τοῦ φόϐου. […] Οἱ δὲ ἐπὶ ταῖς ὄχθαις τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν αὑτοὺς ἐν λίμνῃ ἐκ τοῦ φόϐου.
Τοῦ δὲ λέγοντος ὡς ἄκροις τοῖς χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν κατωτέρω ἑστῶτα ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· « Ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας. » Εἰπόντος δὲ ἐκείνου μηδὲ τότε γεγενῆσθαι, ὁ λύκος ἔφη πρὸς αὐτόν· « Ἐὰν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ <ἧττον> κατέδομαι. » Ὁ λόγος δηλοῖ ὅτι οἷς ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ’ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει. […] Λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως· ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει· « Πέρυσιν αὐτὸς πολλὰ καθύϐρισάς με. » Ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐϐόα· « Ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ. » Ὁ δὲ πρὸς αὐτόν· « Τὴν ἄρουραν μου νέμεις. » Ὁ δ’ ἀρνὸς ἔφη· « Ἀκμὴν τροφὴν οὐκ εἶδον. » Πάλιν ὁ λύκος· « Ἐκ τῆς πηγῆς μου πίνεις. » Ὁ δ’· « Οὐ πέπωκα ὕδωρ, » αὐτῷ προσεῖπε· « τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου, καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει. » Ὁ δὲ συλλαϐὼν καὶ φαγὼν αὐτὸν εἶπεν· « Ἀλλ’ ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν. » Ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ. […] Λύκος ποτὲ ἄρνα πεπλανημένον εὑρὼν βίᾳ μὲν οὐχ ἥρπαζεν, ἔγκλημα δὲ ἐζήτει, εὐλόγως φαγεῖν θέλων. « Σύ, εἶπεν, πέρυσι μικρὸς ὢν ὕϐρισάς με. » Ὁ δέ· « Πῶς ἐγὼ πέρυσι, ὃς ἐν τούτῳ ἐγεννήθην τῷ χρόνῳ ; – Ἀλλά, φησί, τὴν ἄρουράν μου ἐπιϐόσκῃ. » Ὁ δέ· « Οὐδέπω ἐϐοσκήθην. – Ἀλλ’ ἐκ τῆς πηγῆς ἐξ ἧς ἐγὼ πίνω πίνεις. » Ὁ δὲ ἔφη· « Οὔπω ὕδωρ ἔπιον, ἀλλὰ τῆς μητρός μόνης τὸ γάλα πίνω καὶ τρέφομαι. » Ὁ δὲ συλλαϐὼν καὶ τρώγων εἶπεν· « Ἀλλ’ ἐγὼ ἄδειπνος οὐ μενῶ ἐν τῷ σε πᾶσάν μου ἀφορμὴν λύειν. » Ὅτι γνώμην κακουργοῦ καὶ πονηροῦ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς ὑπάρχῃ.
Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· « Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον. » Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη. […] Ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ, ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφη· « Ὢ τῆς συμφορᾶς· τί τῷ τάλᾳ συνέϐη· ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης, νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν. » Ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ· πολλοὶ γὰρ ἐν γήρᾳ ἀνηλώθησαν κόπῳ.
Σωθεὶς δὲ τοῦ κινδύνου τῆς ὑποσχέσεως ἐπελάθετο. […] Κόραξ ἐν παγίδι κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιϐανωτὸν ἐπιθύσειν, εἰ τῆς παγίδος αὐτὸν ῥύσειε. Σωθεὶς δὲ τῆς ὑποσχέσεως ἐπελάθετο.
Ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς καὶ διὰ τοῦτο μὴ δυναμένη ἐξελθεῖν τῆς καλύϐης ἔστενε καὶ ἐπωδύρετο. […] Ὀγκωθείσης δὲ τῆς γαστρός, ἐξελθεῖν τῆς στενῆς ὀπῆς οὐκ ἠδύνατο.
Μάντις ἐπὶ τῆς ἀγορᾶς καθεζόμενος ἠργυρολόγει. Ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀνεσπασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας ᾔει δρόμῳ τὸ γεγονὸς ὀψόμενος. […] Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ δρομαῖος ᾔει. […] Τὴν δὲ κατιδὼν ἐκπλήττεται μεγάλως· ἀφήρπαστο γὰρ πάντα <τὰ> τῆς οἰκίας.
Τῆς δὲ παρδάλεως παρ’ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προϐαλλομένης, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· « Καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποίκιλμαι. » Ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος. […] Chambry 37.2 Aliter — Autre version Τῆς παρδάλεως ἐριζούσης περὶ κάλλους καὶ τὴν ἑαυτῆς ποικιλίαν προϐαλλομένης, ἡ ἀλώπηξ εἶπε· « Καὶ πόσον ἐγὼ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποικιλμένη τυγχάνω. » Ὁ μῦθος λέγει ὡς ὁ τῆς διανοίας κόσμος ἀμείνων ἐστὶ τοῦ σωματικοῦ κάλλους. […] Πρὸς ἣν ἀλώπηξ εἶπεν· « Ἐγώ σου τῆς δορᾶς κρείττονα καὶ ποικιλωτέραν γνώμην ἔχω. » Ὅτι τοῖς συνετοῖς καὶ ποικίλα φρονοῦσιν μᾶλλον ἔπαινός ἐστιν ἢ τῇ φύσει εὐπρεπέσι καὶ μὴ τῇ γνώμῃ.
Ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὑτοῦ παῖδας ἐμπείρους εἶναι τῆς γεωργίας, μετακαλεσάμενος αὐτούς, ἔφη· « Τεκνία, ἐν μιᾷ μου τῶν ἀμπέλων θησαυρὸς ἀπόκειται. » Οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕνας τε καὶ δικέλλας λαϐόντες πᾶσαν αὑτῶν τὴν γεωργίαν ὤρυξαν. […] Ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς· « Τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα. » Οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν, μετά τὴν ἀποϐίωσιν τοῦ πατρὸς αὐτῶν λαϐόντες δικέλλας ὕννας τε κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου. […] Γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαϐεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη· « Παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ’ ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα. » Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποϐίωσιν τοῦ πατρὸς κατέσκαψαν.
Ἔριφος πλανηθεῖσα τῆς ποίμνης ὑπὸ λύκου ἐδιώκετο. Τῆς δὲ ἐρίφου ἀτονησάσης καὶ τοῦ λύκου καταλαϐόντος, στραφεῖσα ἡ ἔριφος πρὸς τὸν λύκον εἶπεν· « Ὅτι μὲν σὸν βρῶμά εἰμι ἀκριϐῶς ἐπίσταμαι, ἀλλὰ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλει μοι ὡς ὀρχῶμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες τοῦ ποιμένος ἀκούσαντες τὸν λύκον κατέλαϐον καὶ ἐδίωκον, κἀκεῖνος φεύγων ἐφώνει· « Ἀξίως πάσχω· ἔδει γάρ με ἀντ’ αὐλητοῦ μακελλάριον εἶναι. » Ὅτι καὶ τοῖς φύσει πονηροῖς ἡ διὰ λόγων ταπείνωσις οἶδε κατάνυξιν ἐμποιεῖν. […] Ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ λύκε, ἐπεὶ πέπεισμαι ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον.
Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαϐῶν ἐργαλεῖα, παραγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν. […] Ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγείας. » Ἡ δ’ ἀπερκίθη πρὸς τὸν αἴλουρον ταῦτα· « Εἰ σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνῄσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν. » Τοὺς δολίους ὑποκριτάας, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει.
Αἱ δρύες κατεμέμφοντο τὸν Δία ὅτι « ἐπεὶ κοπτόμεθα, τί ἡμᾶς μετὰ τῶν λοιπῶν φυτῶν ἐποίησας ; » Ὁ δὲ Ζεὺς εἶπεν· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς κοπῆς· εἰ μὴ γὰρ ὑμεῖς τὰ στελίδια ἐγεννᾶτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Ὅτι αἴτιοι κακῶν ἑαυτοῖς τινες ὄντες τὴν μέμψιν ἀφρόνως τῷ θεῷ ἐπιτιθέασιν. […] Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ. […] Αἱ δρύες ἐμέμφοντο τῷ Διὶ λέγουσαι· « Τίνος χάριν ἡμᾶς ἐποίησας, ἐπεὶ παρὰ τῶν ἀνθρώπων ἐμέλλομεν κόπτεσθαι ; » Ὁ δὲ πρὸς αὐτὰς ἔφη ὅτι « τῆς τομῆς οὐκ ἐγώ, ἀλλ’ ὑμεῖς αἴτιοι· ἂν γὰρ ὑμεῖς τοὺς στελέχους οὐκ ἐϐλαστάνετε, οὐκ ἂν ὑμᾶς ἐξέκοπτε πέλεκυς. » Cod.
Μικρὸν δὲ αὐτῶν τῆς ὁδοῦ προϊόντων, ὁ ὀνηλάτης ὁρῶν τὸν ὄνον ἀντέχειν μὴ δυνάμενον, ἀφελόμενος αὐτοῦ τὸ φορτίον τῇ ἡμιόνῳ ἐπέθηκεν. […] Καὶ τότε ἐκείνη ἀποϐλέψασα εἰς τὸν ὄνον εἶπεν· « Ὦ οὗτος, ἆρά σοι οὐ δοκῶ δικαίως τῆς διπλῆς τροφῆς ἀξιωθῆναι ; » Ἀτὰρ οὖν καὶ ἡμᾶς προσήκει μὴ ἀπὸ τῆς ἀρχῆς, ἀλλ’ ἀπὸ τοῦ τέλους τὴν ἑκάστου δοκιμάζειν διάθεσιν.
Ἡ δὲ αἶξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεϐούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βόθρῳ καὶ ἀναπαύσεως τυχεῖν. […] Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ καὶ τῆς ὑγείας τυχεῖν. […] Ἡ δὲ αἲξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περιττὸν τῆς τροφῆς, εἰρωνικῶς συνεϐούλευε λέγουσα· « Ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δ’ ἀχθηφορῶν. […] Ὁ δὲ πόμα τούτῳ δι’ αἰγὸς πνεύμονος κατασκευασθὲν κεράσαι ὠρίσατο καὶ οὕτω τῆς ὑγείας τυχεῖν.
Ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη ὁ λέων· « Οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν. […] Ἔφη δὲ οὗτος· « Οὐδαμῶς με πλανήσεις, δολία· ἐπεὶ γὰρ τοιοῦτον πικρὸν ἄγγελον ὁ ἄνθρωπος ἔχει, ἐὰν αὐτός μοι ἐπέλθῃ, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὸ τέλος δεῖ προιδεῖν καὶ ἑαυτοὺς περισώζειν. […] Ὁ δὲ τὸ βέλος ἀποστείλας τοῦ τόξου, λαϐὼν ὁ λέων αὖθις ἔφυγε λέγων· « Ὢ τῆς συμφορᾶς, τί συνέϐη τῷ τάλᾳ ; » Τοῦ δὲ θρηνοῦντος, τοῦτ’ ἡ ἀλώπηξ λέγει· « Ἵνα τι οὕτως ἀκράτως δραπετεύεις ; στῆθι, προσμεῖνον, ἵνα σοι ὁμιλήσω. » Ὁ δὲ πρὸς αὐτὴν μέγα στενάξας λέγει· « Εἰ ὁ τοξότης ἄγγελον τοῦτον κτᾶται, [τὸ σιδήριον μετὰ μικροῦ τοῦ ξύλου,] εἰ ἴδω αὐτὸν ὀφθαλμοῖς τοῖς ἰδίοις, τί δ’ ἄρα, εἴπέ μοι, καινὸν οὐ ποιήσει μετὰ μαχαίρας καὶ κόντου ὃν βαστάζει ; » Ὅτι ἐκ τῆς ἀρκῆς χρὴ σκοπεῖν τὰ τέλη ὅπως καὶ αὐτοὶ περισωθῶσι πάνυ.
Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν θέλουσα. […] Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων, ἀναστᾶσα ἀπὸ τῆς κοίτης, τὸν μῦν κατεδίωκε, καταφαγεῖν ἐθέλουσα. […] Καὶ ἐγένετο οὕτως, τῆς θεᾶς ἰλασθείσης, ὡς ὁ μῦθος ληρεῖ. Τοῦ δὲ γάμου ἔτι ἐμμένοντος, μῦν ἡ νύμφη ἐμϐλέψασα τῆς ὀπῆς διακύψαντα, τῶν νυμφικῶν στολῶν ἐπελάθετο καὶ τῶν οἰκείων ἐθῶν ἐπεδράττετο, καὶ γαλῆ ἦν ἡ γαλῆ, τὸν μῦν μὲν κατατρέχουσα, τῶν δὲ ὑμεναίων ἐπιλελησμένη. […] Καὶ δὴ τῆς θεᾶς αὐτῆς εἰσακουσάσης, μετεϐλήθη γε εἰς γυναικεῖον σχῆμα.
Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. » Οὕτως καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα. […] Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περὶ τῆς τῶν προγόνων λαμπρότητος, ἡ ἀλώπηξ ὑπολαϐοῦσα ἔφη· « Ὦ οὗτος, ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, τὸ γοῦν δέρμα σοῦ δείκνυσιν ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα. […] Chambry 35.3 Aliter — Autre version Ἀλώπηξ καὶ κροκόδειλος ἠμφισϐήτουν περὶ εὐγενείας· πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προγόνων διεξιόντος λαμπρότητος, ὡς γεγυμνασιαρχηκότων, ἡ ἀλώπηξ ὑπολαϐοῦσα· « Ὦ τᾶν, εἶπεν, ἀλλὰ κἂν μὴ σὺ λέγῃς, ἀλλ’ ἀπὸ τοῦ δέρματός γε φαίνῃ ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται.
Καὶ δὴ προσδήσας αὐτοῦ τὸν ποῦν σχοινίῳ τοῦτον εἰσάγει ἀνὰ μέσον τῆς λίμνης. […] Ἔστι δὲ θεὸς ὃς κἀμὲ ἐκδικήσει, ὁ μὴ παρορῶν τοὺς θανόντας ἀδίκως. » Καὶ δὴ ἀετὸς πετόμενος ἐπάνω ἐθεάσατο τὸν μῦν ἐπὶ τῆς λίμνης, ὅστις καταπτὰς ἀφήρπασεν εὐθέως. […] Καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα δὲ τῷ χείλει τῆς λίμνης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸ βάθος κατῆγεν, αὐτὸς βρυάζων τῷ ὕδατι καὶ τὸ βρεκεκεκὲξ ἀνακράζων.
Ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, συνέθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι καὶ τοῦ νικῶντος ἥ τε τοῦ ὕδατος καὶ τῆς γῆς νομὴ γίνηται. […] Ἐνστάσης δὲ τῆς μάχης, ὁ μὲν ἔχις πρὸς τὸν ὕδρον ἐπολέμει, οἱ δὲ βάτραχοι μηδὲν περαιτέρω δρᾶν δυνάμενοι μεγάλα ἐκεκράγεισαν.
Τοῦ δὲ δεομένου μεθεῖναι αὐτὸν καὶ λέγοντος ὡς οὐ μόνον αὐτὸς ἀϐλαϐής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος, τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμϐάνων κατεσθίει, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· « Ἀλλ’ εἰ τὰ μάλιστα μὴ φαῦλος σὺ εἶ, δι’ αὐτὸ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ πονηρῶν κεκάθικας. » Ἀταρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας περιφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς ἐκείνων κακίας κοινωνεῖν δόξωμεν. […] Ἐν τῇ ἀρούρῃ γεωργὸς πάγας ἵστη εἰς τὸ θηρεῦσαι γεράνους τε καὶ χῆνας τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρης. […] Ἐν τῇ ἀρούρᾳ γεωργὸς πάγας ἵστα, ὅπως γεράνους ἠδὲ χῆνας θηρεύῃ, τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρας. […] Πελαργὸς δέ τις τοῖς γεράνοις συνῆν τῆς μὲν διατριϐῆς κοινωνῶν, τῆς δὲ ϐλάϐης ὁ γεωργός, βρόχους στήσας, μετὰ τῶν γεράνων εἷλε καὶ τὸν πελαργόν, καὶ δίκην ὑπεῖχεν ὧν οὐδὲν προηδίκησε.
Αἱ δὲ ἔφησαν· « Ἐϐοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι. […] Αἱ δὲ εἶπον· « Ἐϐοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἦτε καὶ τίσιν ἐπολεμεῖτε. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ μαχόμενοι τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσιν.
Συμϐαίνει δὲ κατά τινα θείαν τύχην τὸ μὲν ἐπιμελούμενον ἡδέως καὶ στερρῶς ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸ δὲ ὀλιγωρούμενον ἐκτελειοῦσθαι. […] Ὅτι τοιοῦτον ἦθός τινες τῶν ἀνθρώπων ἔχουσιν, οἷς ἀεὶ μᾶλλον ἐχθραίνειν ἐστὶ καλὸν ἢ φιλεῖν· [ὅπερ καὶ περὶ γονέων πολλάκις πρὸς οἰκεῖα γίνεται τέκνα, ὡς δῆθεν φίλων αὐτὰ τῆς σωτηρίας ἐμποδίζουσιν· ὅσα δὲ δῆθεν μισοῦσι, αὐτὰ εὐκόλως πρὸς σωτηρίαν ἀπέρχονται καὶ τὸ τῶν μονάχων σχῆμα περιϐάλλονται.] […] Κρείττω ἡμῖν τῆς κακίστης φιλίας τὴν ἐχθρὰν ἐλέγχει ὁ μῦθος.
Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· « Ἀλλ’, ὦ οὗτος, σοί γε, κἂν θύλαψ γένῃ, οὐ προσελεύσομαι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν [οὗτοι] ἐξαπατῶνται. […] Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτόν, ἔφη· « Ὦ οὗτος, κἂν θῦλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται. […] Τῶν δὲ μυῶν τις, παρακύψας καὶ ἰδὼν αὐτόν, ἔφη· « Ὦ οὗτος, κἂν θῦλαξ γένῃ, οὐ προσελεύσομαι σοι. » Ὁ λόγος δηλοῖ ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶνται ταῖς ὑποκρίσεσι. […] Chambry 13.4 Aliter — Autre version Αἰλούρου προσποιουμένου νεκρωθῆναι, ὡς τοῦτον οἱ μύες ἐθεάσαντο, ἔφησαν· « Ὦ οὗτος, κἂν θῦλαξ γένῃ, οὐ προσελευσόμεθά σοι. » Ὁ λόγος δηλοῖ ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶνται ταῖς ὑποκρίσεσι.
Βάτραχοι δύο, ξηρανθείσης αὐτῶν τῆς λίμνης, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. […] Θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. […] Βάτραχοι δύο, ξηρανθείσης τῆς λίμνης ἐν ᾗ κατῴκουν, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι.
Ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς αὐτῷ συνεξώσθη. […] Ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς σὺν αὐτῷ εἰς τὴν νῆσον ἐξῆλθεν. […] Ὑπὸ δὲ τῆς ὁμοίας ῥύμης καὶ ὁ δελφὶν αὐτῷ συνεξώκειλεν.
Νυκτερὶς ἐπὶ τῆς γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη· μέλλουσα δὲ ἀναιρεῖσθαι παρεκάλει περὶ τῆς σωτηρίας. […] Οὕτω τε συνέϐη αὐτῇ δὶς ἐναλλαξαμένῃ τὸ ὄνομα τῆς σωτηρίας περιγενέσθαι.
Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχων καὶ τοῦ οἴνου, [ἐπειδὴ προειστιᾶτο,] καὶ διαϐασανιζόμενον ἔλεγεν· « Ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα. » Ἡ δὲ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἀπέχθεται ὡς οἴκοθεν προιέμενος. […] Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Ὁ μῦθος οὗτος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀπαιτηθῇ ταῦτα, οὕτως ἄχθεται ὥσπερ ἐὰν οἴκοθεν ταῦτα ἐδίδου. […] Τῆς δὲ εὐωχίας προϊούσης, καὶ ἐξογκωθείσης τῆς γαστρὸς τοῦ παιδὸς ἀπὸ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἀλλ’ ἃ κατέφαγες. » Ὁ μῦθος δηλοῖ πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις τὰ ἀλλότρια ἑτοίμως ἀπολαμϐάνων, ὅταν ταῦτα ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.
Συνέϐη δ’ αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεϐείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν· θυόντων γάρ τινων αἶγα ἐπ’ ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὗ κομισθέντος ἐπὶ τὴν καλιάν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε. […] Συνέβη οὖν αὐτοῖς ἀντὶ τῆς πολλῆς ἀγάπης μεγίστην ἐχθρὰν ἐσχηκέναι μεταξὺ ἀλλήλων. […] Ἐπὶ νομὴν οὖν ποτε τῆς ἀλώπεκος προελθούσης, ὁ ἀετός, τροφῆς ἀπορῶν, καταπτὰς ἐπὶ τῶν θάμνων καὶ τὰ τέκνα ταύτης ἀναρπάσας, ἅμα τοῖς αὐτοῦ νεοττοῖς ἐθοινήσατο. Ἡ δ’ ἀλώπηξ ἐπανελθοῦσα καί τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶν τέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ· χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ οἵα τε ἦν. […] Ὁ δὲ ἀετὸς ἐπιορκήσας τοὺς σκύμνους τῆς ἀλώπεκος τοῖς νεοσσοῖς θοίνην ἔδωκεν.
Ἵππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τήν πρώτην. […] Ἀκούσας δὲ <εὖ> χρεμετίζοντος ἵππου, εὐθὺς αὐτίκα φωνὴν αὐτοῦ μιμεῖται, ὅστις συνεχῶς τὴν φωνὴν ταύτην λέγων οὐκ ἠδυνήθη τοῦ μαθεῖν ταύτην ὅλως· χρεμετίζων γὰρ ὅμως οὐκ ἐδυνήθη τὴν φωνὴν <τὴν> τοῦ ἵππου καταλαϐέσθαι, καὶ τῆς ἰδίας φωνῆς ἀπεστερήθη.
Γραῦς δὲ κύων εἶπεν αὐτῷ· « Τί φαντάζῃ ; οὐ δι’ ἀρετὴν τοῦτον φορεῖς, ἀλλὰ δι’ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας. » Ὅτι οἱ τῶν ἀλαζόνων κενόδοξοι τρόποι πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν. […] Γέρων δὲ κύων αὐτὸν ἰδὼν ἔφη· « Ὦ μάταιε, τί ἐπὶ τούτῳ μέγα κομπάζεις ; οὐ γὰρ δι’ ἀρετὴν τοῦτον φέρεις, ἀλλὰ δι’ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας. » Cod.
Ἡ χελιδὼν ἔφη πρὸς τὴν κορώνην· « Ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ <εἰμί>, » καὶ προσέθηκε καὶ τὸν Τηρέα καὶ τὴν βίαν καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. […] Χελιδὼν πρὸς τὴν κορώνην ἐκόμπαζε λέγουσα· « Ἐγὼ παρθένος καὶ Ἀθηναίων βασιλέως θυγάτηρ εἰμί, » καὶ προσέθηκε τὸν Τηρέα καὶ τὴν παρ’ αὐτοῦ βίαν καὶ τὴν τῆς γλώττης ἀποκοπήν.
Καὶ δή, εἴ ποτέ τις αὐτὸν θεασάμενος διώκει ἐκτέμνειν βουλόμενος, εἰδὼς οὗ χάριν διώκεται, μέχρι μέν τινος φεύγει τῇ τῶν ποδῶν ταχύτητι συγχρώμενος, πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι· ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτως τῆς σωτηρίας τυγχάνει. […] Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται. […] Ὁ μῦθος δηλοῖ ὅτι καὶ [τὰ] τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον περὶ χρημάτων ποιοῦνται.
Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ’ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· « Σὺν Ἀθηνᾷ καὶ σὺ χεῖρα κινεῖ. » Ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν.
Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν· « Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος· » τὸν δὲ Δία εἰπεῖν· « Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς· λόγον γὰρ ἔχεις λαϐών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. » Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο. Ὅτι, ἐκ θεοῦ λόγῳ τιμηθέντων πάντων, ἀνεπαισθήτως ἔχουσί τινες τῆς τοιαύτης τιμῆς καὶ μᾶλλον ζηλοῦσι τὰ ἀναίσθητα καὶ ἄλογα ζῷα.
Ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης, κωϐιὸς ἀνέδυ (ἐστὶ δὲ οὗτος μικρὸς ἰχθύς) καὶ ἐπειρᾶτο αὐτοὺς διαλύειν. […] Ἐπὶ πολὺ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν.
Ζεὺς γάμους τελῶν πάντα τὰ ζῷα εἱστία· Μόνης δὲ τῆς χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν τῆς ὑστερήσεως, ἐπυνθάνετο αὐτῆς τίνος χάριν αὐτὴ ἐπὶ τὸ δεῖπνον οὐ παρεγένετο.
Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. […] Chambry 21.3 Aliter — Autre version Ἀλεκτρυόνας τις ἔχων ἐπὶ τῆς οἰκίας, πριάμενος καὶ πέρδικα, σὺν ἐκείνοις ἀφῆκε νέμεσθαι. […] Ὡς δὲ μετὰ μικρὸν κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας, τῆς λύπης ἀπολυθεὶς εἶπεν· « Ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι, ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλήλοις. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς παρὰ τῶν ἀλλοτρίων ὕϐρεις, ὅταν αὐτοὺς ἴδωσι μηδὲ τῶν οἰκείων ἀπεχομένους.
Καὶ οἱ βάτραχοι, τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν. […] Καὶ ξύλου δοκὸν μέσον τῆς λίμνης ῥίψας διετάραξε τὸ ὕδωρ, πάντας δὲ βατράχους σιγὴ κατέσχεν ἐκπλαγέντας. […] Ὁ δὲ ἔρριψε μέσον τῆς λίμνης ξύλον ὃ κατιδόντες σιγὴν βάτραχοι ἔσχον, ὡς ἐλπίζοντες αὐτὸ ἄνακτα εἶναι.
Περιτραπείσης δὲ τῆς νηὸς καὶ πάντων διακολυμϐώντων, καὶ ὁ πίθηκος ἐνήχετο. […] Καὶ ὁ δελφὶς ἀγανακτήσας κατὰ τῆς αὐτοῦ ψευδολογίας βαπτίζων αὐτὸν ἀπέκτεινε. […] Γενομένων δ’ αὐτῶν κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμῶνα σφοδρὸν συνέϐη γενέσθαι.
Εἰ δὲ ἐμοῦ τῆς γραὸς ἀκούσῃς, συμϐουλεύω καὶ σὲ ἐλθεῖν καὶ προσμένειν τελευτῶντι αὐτῷ. » Οὕτως εἶπεν ἡ ἀλώπηξ. […] Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποιεῖ βασιλεῖς καὶ ἐρέθιζε. » Ἡ δὲ εἶπεν· « Οὕτως ἄνανδρος εἶ καὶ δειλή ; Οὕτως ἡμᾶς τοὺς φίλους ὑποπτεύεις ; Ὁ μὲν λέων τοῦ ὠτὸς κρατήσας ἤμελλε συμϐουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς τηλικαύτης βασιλείας ὡς ἀποθνῄσκων· σὺ δὲ οὐδὲ κνίσμα χειρὸς ἀρρώστου ὑπέστης. […] Ἡ δὲ ἀλώπηξ· « Ὁ λέων, φησίν, ἀποθνῄσκων διάδοχον βασιλείας ἐζήτει· τὸν σῦν οὖν παρῃτήσατο ὡς ἀγνώμονα, ἄρκον δὲ ὡς νωθρόν, πάρδαλιν ὡς θυμώδη καὶ τίγριν ὡς ἀλαζόνα· μόνη δ’ αὐτῷ εἰς βασιλείαν ἐκρίθης ἀξία διά τε τὸ μέγεθος καὶ κάλλος, τῶν κεράτων τήν δύναμιν καὶ τῆς ζωῆς τὴν μακρότητα· δεῦρο οὖν μετ’ ἐμοῦ καὶ παρακαθημένη ζῶντι τῷ λέοντι τὴν βασιλείαν μετὰ τὸν ἐκείνου θάνατον λάμϐανε. » Ἀκούσασα δὲ τῶν λόγων τῆς ἀλώπεκος καὶ πεισθεῖσα ἡ ἔλαφος ἠκολούθησε μεχρὶ τοῦ σπηλαίου ἐν ᾧ ὁ λέων ἔκειτο. Ὁ δὲ λέων ἰδὼν αὐτὴν καὶ ὑπὸ τῆς χαρᾶς παρὰ καιρὸν ὁρμήσας ἐπ’ αὐτὴν τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἔνυξεν. […] Τὴν δὲ καρδίαν λάθρα ἡ ἀλώπηξ ἁρπάσασα ἔφαγε, κέρδος ἡγησαμένη τοῦτο τῆς ταλαιπωρίας δι’ ἧς ταῦτα κατώρθωσε.
Καρκῖνος ἀναϐὰς ἀπὸ τῆς θαλάσσης ἐπί τινος αἰγιαλοῦ μόνος ἐνέμετο. […] Καρκῖνος ἀπὸ τῆς θαλάσσης ἀναϐὰς ἐπί τινος ἐνέμετο τόπου.
Κιθαρῳδὸς ἀφυὴς ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων, ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ἐνόμισεν αὑτὸν εὔφωνον σφόδρα εἶναι. […] Κιθαρῳδὸς ἀφυὴς ἐν οἴκῳ κεκονιαμένῳ συνήθως ᾄδων, καὶ ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ᾠήθη σφόδρα εὔφωνος εἶναι.
Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ τῆς δυνάμεως ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος.
Ὁ δὲ λύκος ἔφη· « Εἰ τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ. » Ἡ δὲ εἶπεν· « Εἴθε μή σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλόν σε ὑπήντησα καὶ μηδαμῶς τῇ ὥρᾳ ταύτῃ ζήσαις καὶ πάλιν συναντήσαις μοι. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει. […] Ὁ δὲ λύκος ἀντέφησεν· « Ἄλλως οὐκ ἐπιτεύξῃ σου τοῦ αἰτήματος, εἰ μή γε πρῶτον τρεῖς ἀληθεῖς ἐξείπῃς μοι λόγους. » Ἡ δὲ εἶπεν· « Εἴθε μή σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλῷ σοι ἐνέτυχον· μηδαμῶς δὲ τῆς ὥρας ταύτης τὸ ζῆν σοι [μὴ] ἐπεϐραϐεύθη· ἴσως γὰρ πάλιν, εἰ ἐν βίῳ τούτῳ προσμενεῖς, τὴν ἐμὴν ψυχὴν ἐκθροήσεις. » Cod. […] Ὁ δὲ πρὸς αὐτὴν ταῦτα οὕτως ἐϐόα· « Εἰ τρεῖς ἀληθεῖς λόγους νῦν μοι προσείπῃς, εὐθὺς ἐγώ σε συντόμως ἀπολύσω. » Εἶτα πρὸς αὐτὸν ἀντέφησεν ἀλώπηξ· « Εἴθε μὴ, λύκε, μηδαμῶς σε συνήντων· εἰ δὲ καὶ συνήντων, τυφλόν σε ὑπήντων· καὶ νῦν μὴ ζήσαις πάλιν τῇ ὥρᾳ ταύτῃ, καὶ μή ποτ’ αὖθις συναντήσαις μοι, λύκε. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει.
Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτάς, ἡνίκα ἂν τύπτωσί τινα, τὸ κέντρον ἀποϐαλεῖν, μετὰ δὲ τοῦτο καὶ τῆς σωτηρίας στερίσκεσθαι. […] Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· « Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. » Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· « Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ ἄν τις ἥκῃ λαϐεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκϐληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα. […] Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ τῆς μελίσσης συνετάξατο δοῦναι αὐτῇ ὃ ἂν αἰτήσῃ.
Καὶ δὴ ἄρκτου αὐτοῖς συναντησάσης, ὁ μὲν εἷς φοϐηθεὶς ἐπί τι δένδρον ἀναϐὰς ἐκρύϐη ἐν αὐτῷ· ὁ δὲ ἕτερος περιγενέσθαι αὐτῆς μὴ δυνηθεὶς μόνος, ὡς εἶδεν αὑτὸν κυριευόμενον παρὰ τῆς ἄρκτου, πεσὼν ἐπὶ τὴν γῆν προσεποιεῖτο τεθνάναι. […] Ὁ δὲ ἕτερος τοῦτο ποιῆσαι μὴ δυνηθείς, ὡς ἔγνω ἑαυτὸν μέλλοντα κυριευθῆναι ὑπὸ τῆς ἄρκτου, πεσὼν ἐπὶ τῆς γῆς προσεποιεῖτο τεθνάναι.
Αἱ δὲ συνεχῶς καταπονούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀλέκτορα ἀποπνίξαι· ἐκεῖνον γὰρ ᾤοντο τῶν κακῶν αἴτιον εἶναι νύκτωρ ἐγείροντα τὴν δέσποιναν. […] Αἱ δὲ συνεχῶς τῷ πόνῳ ταλαιπωρούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀποκτεῖναι ἀλεκτρυόνα, ὡς ἐκείνου νύκτωρ ἐξανιστάντος τὴν δέσποιναν.
Διελθόντων δὲ τῶν κυνηγῶν, στραφεῖσα κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. […] Παρελθόντων δ’ ὀλίγον ἐκείνων, ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα, τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο.
Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἄξιος τῆς νηὸς ὁ ναύκληρος. » Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα. […] Τοῖς δὲ παλιούροις ἡ ἔχις συνεπλάκη καὶ ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον καί τις κατιδοῦσα ἀλώπηξ σφόδρα γελάσασα ἔφη· « Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου καὶ ἄξιος τῆς νηὸς ὁ ναύκληρος. » Ὅτι καὶ [ὡς] κακοὶ σὺν κακοῖς ἀπολοῦνται.
Ὁ δὲ ἐπιστραφεὶς καὶ δακὼν καὶ ἀμφότεροι <ἐκ> τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει· ὁ δὲ ὄφις ἔφη αὐτῷ· « Τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠϐούλου ; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν. » Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά. […] Τοῦ οὖν ἰκτίνου ἐκ τῆς πληγῆς τεθνηκότος, ὁ ὄφις πρὸς αὐτὸν ἔφη· « Τί τοσοῦτον ἐμεμήνεις, ταλαίπωρε, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἐϐούλου ; Δικαίως οὖν ἔδωκας γνώμης δίκην ἀξίαν. » Codd.
Αἱ δὲ μέλισσαι ἐπανελθοῦσαι ἀπὸ τῆς νομῆς, ὡς κατέλαϐον αὐτόν, παίουσαι τοῖς κέντροις, τὰ πάνδεινα διετίθεσαν. […] Αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, ὡς κατέλαϐον αὐτόν, τοῖς κέντροις ἔπαιον καὶ τὰ χείριστα διετίθουν.
Μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ’ αὐτοῦ, ἀλλ’ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· « Ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι’ ἔργων δὲ φαῦλα δρῶντας. […] Ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος, λέγων· « Δι’ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. » Ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα εἶπε πρὸς αὐτόν· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Ὁ λόγος πρὸς ἐκείνους τοὺς ἀνθρώπους, τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους διὰ λόγων, δι’ ἔργων δὲ φαῦλα ποιοῦντας. […] Μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν μὲν δι’ αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλωπήξ ἐπιστραφεῖσα ἔφη· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις. […] Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ τοῦτον διερωτώντων περὶ τῆς ἀλώπεκος, τῷ μὲν στόματι μὴ ἰδεῖν ταύτην ἔλεγε, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπεδείκνυ ἔνθα ἐκρύπτετο.
Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. […] Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. […] Συνέϐη οὖν ἐκ τούτου ὡραιότερον πάντων φανῆναι τῷ Διὶ ἐν τῇ ἡμέρᾳ τῆς προθεσμίας. […] Ἶρις, ἡ τῶν θεῶν ἄγγελος, πᾶσι πετεινοῖς ἐκήρυξεν· « Εἴ τις ὑμῶν κρείττων εἰς κάλλος φανῇ, οὗτος πτηνὼν πάντων βασιλεύσει ὑπὸ τοῦ Διός. » Ἐπισυνηγμένων δὲ πάντων ὀρνέων εἰς τὴν τῆς Στυγὸς κρήνην καὶ ἀπολουομένων, κολοιός, υἱὸς κορώνης γέρων, πάντων ὀρνέων τὰ πτερὰ πρὸς ἑαυτὸν ἁρμοσάμενος, ἦλθεν ἀετοῦ κρείσσων.
Εἰπόντος δὲ αὐτοῦ ὅτι δραχμῆς, γελάσας ἠρώτα τὸ τῆς Ἥρας πόσου. […] Τοῦ δὲ εἰπόντος δραχμῆς, γελάσας πόσου τὸ τῆς Ἥρας ἔφη.
Καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ· « Ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαϐὼν ἄρτον, τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος. » Ὁ δὲ γελάσας ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δέον ἐστὶν ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσωμαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται. […] Ἐντυχὼν δέ τις αὐτῷ καὶ γνοὺς ὃ ζητεῖ· « Ὦ οὗτος, εἶπεν, εἰ σῴζεσθαι βούλει, λαϐὼν ἄρτον καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας, τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος. » Κἀκεῖνος γελάσας ἔφη· « Ἀλλ’ εἰ τοῦτο ποιήσω, δεῖ με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυκῶν δηχθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.
Τούτου δὲ συνεχῶς γενομένου, συνέϐη, χρόνου διελθόντος, τὸν πλούσιον ἠθάδα τῆς ὀσμῆς γενόμενον μηκέτι αὐτῷ διενοχλεῖν. […] Τοῦ δὲ λέγοντος· « Πρὸς ὀλίγον ἀνιαθήσῃ, μέχρις οὗ συνεθίσῃς, καὶ ἔκτοτε οὐκέτι ὀσφρανθήσῃ, » ἔφη· « Οὐ διὰ τὴν σὴν τέχνην ἡμεῖς τὴν αἴσθησιν ἡμῶν ἀποϐαλοῦμεν. » Ὅτι οὐ δεῖ κοινωνεῖν ταῖς ματαίαις συμϐουλίαις, μάλιστα ταῖς πρὸς βλάϐην τῆς φύσεως οὔσαις.
Καὶ ἡ μὲν σῦς ὤμνυε κατὰ τῆς Ἀφροδίτης ἦ μὴν τοῖς ὀδοῦσιν ἀναρρήξειν τὴν κύνα. Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· « Καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ’ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ’ ὅλως εἰς ἱερὸν προσίεται. » Καὶ ἡ σῦς· « Διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.
Ὡς δὲ ἑσπέρα κατέλαϐεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ· « Ἐὰν ἔλθῃ ἐνταῦθα ὁ λύκος, ὦ τέκνον, φονεύσομεν αὐτόν. » Τούτων ἀκούσας ὁ λύκος, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἦν, ἀπηλλάττετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν. » Ὁ μῦθος οὗτος δηλοῖ τοὺς ἀνθρώπους οἵτινες τὰ ἔργα οὐκ ἔχουσι κατὰ τοὺς λόγους. […] Ὡς δ’ ἑσπέρα κατέλαϐεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῳ· « Ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν. » Ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν. » Ὁ μῦθος πρὸς ἀνθρώπους οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια. […] Πάλιν ἀκούει, τῆς νυκτὸς μεσαζούσης, τὴν γραῦν γελῶσαν τὸν παῖδα κολακεύειν· « Τέκνον, » λέγουσα, « τέκνον ἠγαπημένον, τὸν λύκον φονεύσομεν, εἰ μόνον ἔλθῃ. » Ὁ λύκος δ’ ὡς ἤκουσε τοὺς λόγους τούτους, ᾦχετο λέγων· « Ἐν τῇ ἐπαύλει ταύτῃ ἄλλα λέγουσι, μακρᾶς αἴ αἴ μοι ποίνης, ἄλλα πράττουσι· φεῦ, πῶς οἴσω τὴν πεῖναν ; » Λόγος ἁρμόζει πρὸς τοὺς ἀνθρώπους οἳ λόγους οὐκ ἔχουσιν ἴσους τοῖς ἔργοις.
Ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. […] Ὀ δὲ ἦν κατηφὴς καὶ οὐδεν ἤσθιεν ἐκ τῆς λύπης, ὅμοιος δὲ ἦν βασιλεῖ δεσμώτῃ.
Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον· « ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοϐοῦμαι. » Καὶ ὁ Προμηθεὺς ἔφη· « Τί με μάτην αἰτιᾷ ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. » Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα· « Τί πάσχεις ; ἔφη, καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς ; » Καὶ ὁ ἐλέφας, κατὰ τυχὴν περιπτάντος αὐτῷ κώνωπος· « Ὁρᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομϐοῦν ; ἢν εἰσδύνῃ μου <τῇ> τῆς ἀκοῆς ὁδῷ, τέθνηκα. » Καὶ ὁ λέων· « Τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών ; » Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλεφαντα φοϐεῖν.
Ὁ δὲ τότε μὲν ἡσύχαζεν· ὕστερον δέ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμϐρου ἐκλυθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαϐεῖν δεόμενος. […] Χειμῶνος δὲ γενομένου καὶ τῆς κόπρου ὑπὸ τῶν ὑδάτων κατακλυσθείσης, ὁ κάνθαρος λιμώττων ἧκε πρὸς τὸν μύρμηκα τροφῆς μεταλαϐεῖν δεόμενος.
Τῆς δὲ βοησάσης καὶ εἰπούσης ὡς ἤδη πεπλημμέληκεν, οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ κατηγοροῦντος αὐτοῦ ὡς μὴ ἀρκεσθέντος τοῖς προτέροις κακοῖς, ἀλλὰ καὶ εἰς τὴν ἰδίαν μητέρα ἠσεϐηκότος, ἔφη ἐκεῖνος· « Αὕτη ἐγένετο τῆς ἐμῆς ἀπωλείας αἰτία· εἰ γὰρ ἡνίκα τὴν τοῦ συμφοιτητοῦ μου δέλτον ἔκλεψα καὶ ἤνεγκα αὐτῇ, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων ἐχώρησα καὶ ἐπὶ τὸν θάνατον ἠγόμην. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ κακὸν κατ’ ἀρχὰς μὴ κολαζόμενον ἐπὶ μεῖζον αὔξεται. […] Ἀλλ’ ὀψέ ποτε ληφθεὶς ἐπ’ αὐτοφώρῳ ἄγεται κριθεὶς πρὸς φόνον, φεῦ τῆς τέχνης. Ἀλλ’ ὀπίσωθεν [αὐτοῦ] ἡ μήτηρ ἱσταμένη [καὶ] κλαίουσα ἐϐόα· « Τί πέπονθας τοῦτο, [ἐμὸν] ὦ τέκνον ; » Ὁ δ’ ἔφησε πρὸς τὴν μητέρα· « Ἔγγισον δή μοι καὶ δὸς ἀσπασμόν, μῆτερ, τὸν τελευταῖον. » Ἡ δ’ ἐλθοῦσα πλησίον τούτου, ἔδακεν εὐθὺς τὴν ῥίνα ταύτης, καὶ δακὼν ἀπέκοψεν εἰς τέλος, λόγον εἰπὼν τοιόνδε ταύτῃ· « Εἰ γὰρ σύ, μῆτερ, τὸ πρῶτον ἐτύπτησάς με, ὅτε δέλτον σοι ἔφερον, οὐκ ἂν φόνῳ παρεδόθην. » Οὗτος ὁ μῦθος λέγει· Δεῖ τοὺς φρονίμους τὰς ῥίζας ἐκκόπτειν τῶν σφαλμάτων· ἤγουν τὰς ἀρχὰς τῶν ἁμαρτημάτων καὶ τῶν ἄλλων κακῶν, ὅπως τῆς ῥίζης κοπείσης οἱ κλάδοι ξηρανθῶσιν. […] Τῆς δὲ μητρὸς καὶ τῶν ἄλλων κατηγορούντων ὡς οὐ μόνον κέκλοφεν, ἀλλ’ ἤδη καὶ εἰς τὴν μητέρα ἠσέϐηκεν, ἐκεῖνος εἶπεν· « Αὕτη γάρ μοι τῆς ἀπολείας γέγονεν αἴτιος· εἰ γὰρ ὅτε τὴν δέλτον ἐκεκλόφειν, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων χωρήσας νῦν ἠγόμην ἐπὶ τὸν θάνατον. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν μὴ κατ’ ἀρχὰς κολαζομένων ἐπὶ μεῖζον αὐξάνει τὰ κακά.
Ὁ δὲ ὑποτυχὼν ἔφη· « Ἀλλ’, ὦ λύκε, ἐὰν αὖθίς με πρὸ τῆς ἐπαύλεως κοιμώμενον ἴδῃς, μηκέτι γάμους ἀναμείνῃς. » Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσι, ταῦτα εἰς ὕστερον φυλάσσονται. […] Ὑπολαϐὼν δὲ ὁ κύων ἔφη αὐτῷ· « Ὦ λύκε, ἐὰν ἀπὸ τοῦ νῦν πρὸ τῆς ἐπαύλεως ἴδῃς με, μηκέτι γάμους ἀναμείνῃς. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσιν, ὕστερον ταῦτα φυλάττονται. […] Καὶ ὁ κύων· « Ἀλλ’, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.
Δεινῶς οὖν ὑπ’ ἀλλήλων διατεθέντων, καὶ ἐκ τῆς πολλῆς μάχης ἀμφοτέρων σκοτισθέντων, καὶ ἡμιθανῶν κειμένων, ἀλώπηξ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸ δὲ νεϐρὸν ἐν μέσῳ κείμενον, εἰσελθοῦσα διὰ μέσου αὐτῶν, ἀραμένη τοῦτο, δρομαίως ᾤχετο. […] Δεινῶς οὖν ὑπ’ ἀλλήλων διατεθέντες, ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι, ἀπαυδήσαντες ἔκειντο. […] Δεινῶς οὖν ὑπ’ ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο ἡμιθανεῖς.
Τῆς δὲ νυκτὸς καταλαϐούσης, ἐν τόπῳ ἀλσώδει ἐλθόντες, ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δένδρον ἀναϐὰς ἐν τοῖς κλάδοις ἐκάθισεν· ὁ δὲ κύων κάτωθεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε, καὶ τῆς νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαϐούσης, ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει.
Λάρος ἰχθὺν καταπιών, διαρραγέντος αὐτῷ τοῦ φάρυγγος, ἐπὶ τῆς ἠϊόνος νεκρὸς ἔκειτο.
Παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαϐὼν τὸν Ἑρμῆν, ἧκεν εἰς τὸ προαστεῖον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον.
Ὁ μῦθος δηλοῖ ὅτι δεῖ, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι· ἀϐέϐαιος γάρ ἐστιν ὁ βίος οὗτος. […] Ὁ μῦθος δηλοῖ ὅτι, κἂν ὁ χρόνος εἰς δόξαν φέρῃ τινά, τῆς ἑαυτοῦ γε μὴν τύχης μὴ ἐπιλανθανέσθω· ἀϐέϐαιος γάρ ἐστιν ὁ βίος οὗτος.
Ἡ δ’ ἐκϐαλοῦσα, δολιχόδειρος οὖσα, τὸν μισθὸν ἐπεζήτει τῆς ἀκεσίας. […] Ὁ δὲ λύκος τοὺς ὀδόντας δείξας εἶπεν· « Ἀρκεῖ σοι εἰς μισθὸν ὅτι ἐκ στόματος λύκου κεφαλὴν σῴαν ἐξῆξας. » Ὅτι γνώμη κακούργου καὶ πονηροῦ πλεονέκτου οὐ ῥᾳδίως μαλαχθήσεται, οὐδὲ τοὺς εὐεργετήσαντας ἀνταμείψεται, κἂν δι’ ὅλης τῆς ἡμέρας πάντα τὰ καλὰ αὐτῷ προσενέγκῃς.
Τὰς ὑαίνας φασί, παρ’ ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι.
Ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἢ πρότερον· « τότε μὲν γὰρ ἔϐλεπον πάντα, ἔφη, τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δ’ οὐδὲν ἰδεῖν δύναμαι. » Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. […] Ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ· καθ’ ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσϐῦτιν καὶ τοὺς ὀφθαλμοὺς αὐτῇ χρίων, ἐκείνης μηδαμῶς ἀναϐλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος, αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει.
Ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων, τούτῳ πολυτελῶς ἔθυεν.
Ἀλλά τις γέρων κριὸς εἶπεν· « Πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν μοι ; » Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς δι’ ὅρκων πεισθέντα.
Καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος, μᾶλλον ἐπέκειτο. […] Καὶ σῆμα ὂν τῆς ἰσχύος τινὸς ὁδοιποροῦντος τὴν τοῦ ἱματίου ἀφαίρεσιν ἐποιήσαντο.
Οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα ἔφασαν πρὸς ἀλλήλους· « Ἀπιτέον ἡμῖν ἐνθένδε· ὁ δεσπότης γάρ, εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται ; » Ὁ λόγος δηλοῖ ὅτι δεῖ τούτους μάλιστα φυλάττεσθαι οἳ οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται. […] Οἱ δὲ κύνες θεασάμενοι τὰ γινόμενα ἔφασαν πρὸς ἀλλήλους· « Παρέλθωμεν ἐντεῦθεν· ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τοὺς ἐργαζομένους βόας οὐκ ἠλέησεν, ἡμῶν πῶς φείσεται ; » Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται.
Καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπῃ ποῦ τύπτει· τοῦ δέ γε τὰς φρένας ἀνθρώπου καὶ τὰς βουλὰς φανερὰς εἶναι καὶ ἔξωθεν, ἀλλὰ μὴ ἔνδον, ὡς ἂν διαγινώσκηται τί βουλεύεται ἕκαστος· τῆς δὲ οἰκίας ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν. […] Ὁ δὲ τοῦ μὲν ἀνθρώπου κατεμέμφετο τὴν τῶν φρενῶν εἰς τὸ ἔνδον ἀπόκρυψιν, δεῖν λέγων τὰς βουλὰς τῶν ἀνθρώπων ἔξωθεν εἶναι καὶ τὰ διανοήματα, ὡς ἂν ἕκαστος εἴδῃ τί ποτε ὁ ἕτερος βούλεται, καὶ οὕτω τὰς παρ’ ἀλλήλων βλάϐας ἐκφεύγωσιν ἢ καὶ τὰς χρείας ἐξ ἑτοίμου ἀποπληρῶσι· τοῦ δὲ ταύρου τὴν τῶν κεράτων θέσιν ἐκάκιζε, ὅτι ἄνω τῶν ὀμμάτων ἐμφύεται, ὀφείλειν εἶναι ταῦτα λέγων περὶ τὰ στέρνα, ἵνα βλέπῃ ποῦ τύπτει τὸν παροξύνοντα· τῆς οἰκίας δὲ κατεγίγνωσκε ὅτι μὴ τροχοὺς ἔχει καὶ μετακινεῖται ὅπου ἂν ὁ δεσπότης θελήσῃ, ἢ δι’ ἀνάπαυσιν ἴσως, ἢ διὰ τὸ φυγεῖν πονηροὺς καὶ κακούργους γείτονας καὶ ἀγνώμονας.
Ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. […] Ἐπέκειτο γοῦν βιάζων καθ’ ἑκάστην γονεῖς τῆς κόρης δοῦναι τὴν θυγατέρα.
Τῶν τις δὲ κυνῶν, τῶν καθ’ ὁδὸν αὐτῷ σαναντώντων, ἐπηρώτα· « Πῶς ἐδείπνησας, φίλος ; » Ὁ δὲ πρὸς αὐτὸν ὑπολαϐὼν ἔφη· « Ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις. […] Ὁ οὖν μάγειρος ἰδὼν αὐτὸν τὴν κέρκον ὧδε κἀκεῖσε περιστρέφοντα, κατασχὼν ἐκ τοῦ σκέλους, ἔρριψεν αὐτὸν διὰ τῆς θυρίδος. […] Τοῦ δὲ κεκλημένου καταλαϐόντος καὶ ἐν τῷ ὀπτανείῳ περιπολοῦντος, ὁ ὀψοποιὸς τοῦτον ἐκ τοῦ σκέλους λαϐὼν τῆς πύλης ἔξωθεν ἐσφενδόνησεν.
Οὕτω καὶ τῶν οἰκετῶν ἕνιοι, καίπερ τῆς δουλείας ἀφειμένοι, τῶν δουλικῶν ἀρχῶν οὐκ ἀπαλλάττονται.
. – Καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς ; » Ἡ δὲ εἶπεν· « Ὅτι τοῖς πάλαι καιροῖς παρ’ ὀλίγοις ἦν τὸ ψεῦδος· νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστίν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς. » Ὅτι κάκιστος βίος καὶ πονηρὸς τοῖς ἀνθρώποις ἐστίν, ὅτε τὸ ψεῦδος προκρίνεται τῆς ἀληθείας.
Τράγος ἐν τῇ ἐκϐολῇ τῆς ἀμπέλου τὴν βλάστην ἔτρωγε.
Ἔφη δὲ ὁ ἵππος· « Εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσάν με μὴ πώλει. » Ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζοντες ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας.
Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζῴων δοῦναι δίκας καὶ λαϐεῖν πρὸς ἄλληλα, ὁ λύκος μὲν προϐάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ λαγωῷ.
Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· « Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. » Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.
Οὕτω τε συνέϐη τῆς λάρνακος τὸν κόρακα κατὰ τοῦ βρέγματος κατενεχθέντα ἀποκτεῖναι αὐτόν.
Μάνδρας ἔσω πρόϐατα ποιμὴν εἰσάγων μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ <ὁ> κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν· « Πῶς τὰ πρόϐατα τῆς ποίμνης θέλων σῶσαι τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ ; » Ὅτι μεγίστην βλάϐην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις.
Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη· « Οἷον ἄνθος εὐπρεπὲς εἶ, καὶ ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίας. » Τὸ δὲ εἶπεν· « Ἐγὼ μέν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καί, κἂν μηδεὶς ἐκκόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς καὶ ζῇς ἀεὶ οὕτω νέον. » Ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταϐολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.
Ἐπεὶ δὲ ἀμελετήτως κατῆλθε διὰ τὴν ἐπιθυμίαν, ἅμα τῷ τὴν δίψαν σϐέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον. […] Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σϐέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμόν τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν· « εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερεῖσαι ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναϐιϐάσω. » Τοῦ δέ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέϐη, καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. […] Ἐπεὶ δὲ καθαλλόμενος διὰ τὸ μόνην ὁρᾶν τὴν ἐπιθυμίαν καθῆκεν αὑτὸν ἐπὶ τὸ φρέαρ εὐθὺς καὶ ἤρξατο ἀποδύρεσθαι μετὰ τῆς ἀλώπεκος τὸ πῶς ἀναϐῶσι. […] Ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους σου πόδας ἐπὶ τὸν τοῖχον προσερεῖσαι, ἐγκλίνεσθαι δὲ καὶ τὰ κέρατα, ἀναδραμοῦσα ἐγὼ διὰ τοῦ σοῦ νώτου πρώτη, καὶ σὲ ἀνασπάσω ἐνθένδε. » Ὁ δὲ τράγος τὴν παραίνεσιν τῆς ἀλώπεκος ἀκούσας καὶ ὑπερετήσας, ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τῶν νώτων αὐτοῦ ἀνέϐη καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα.
Ἁλιεὺς ἐκ τῆς θαλάσσης τὸ πρὸς ἄγραν δίκτυον ἐκϐαλὼν τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν· οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ.
Ὄνος ἄγριος ὄνον ἥμερον θεασάμενος ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει.
Ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ καὶ ζηλώσας αὐτῶν τὴν φωνὴν ἐπελάθετο καὶ τῆς οἰκείας φωνῆς.
Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμϐεϐηκότα, ἔφη πρὸς αὐτόν· « Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.
Ὁ δὲ αὐτοῖς ἐπιδεῖξαι βουλόμενος ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη τότε αὐτοὺς ἀπαλλαγήσεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες ποταμὸν ποιήσωσι.
Προσκρουσάσης οὖν τῆς κεφαλῆς καὶ αὐτίκα κλασθείσης, χρυσὸς ἔρρευσεν ὅτι πλεῖστος, ὄνπερ δὴ συνάγων ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς ὑπάρχεις, ὥς γε οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ ἥκιστά με ὠφέλησας, τυπτήσαντα δέ σε πολλοῖς καλοῖς ἀμείϐῃ. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὠφελήσῃ τιμῶν πονηρὸν ἄνθρωπον, τύπτων δὲ αὐτὸν μᾶλλον ὠφέλήσῃ. […] Χρυσὸς δέ, τῆς κεφαλῆς κλασθείσης, ἔρρευσεν, ὃν συναγαγὼν ὁ ἄνθρωπος εἶπεν· « Στρεϐλός τις <εἶ> καὶ ἀγνώμων, ὅς με θύοντα καὶ προσκυνοῦντά σε οὐδὲν ὠφέλεις, ὑϐρίσαντα δέ σε ἀγαθοῖς πολλοῖς ἠμείψω. » Ὅτι οὐδὲν πλέον ὠφελήσῃ πονηρὸν ἄνδρα τιμῶν, ἀτιμάζων δὲ μᾶλλον ὠφεληθήσῃ.
Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδύνατός ἐστι καὶ ῥᾳδίως ὑποκλίνεται πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. […] Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο.
Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων ἐπὶ τῆς ἀρούρης ἔτι ἀνθούσης. Τρώγων δὲ σῖτον καὶ ῥίζας σὺν τοῖς βώλοις εἶπεν· « Μύρμηκος ζῇς βίον ταλαιπώρου· ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ.
Τῶν δὲ ναυπηγῶν σκωπτώντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν.
Καὶ πέμψαντες πρέσϐεις ἐξῄτουν παρ’ αὐτῶν τοὺς κύνας, λέγοντες ὡς ἐκεῖνοι τῆς ἔχθρας αἴτιοί εἰσιν, καί, εἰ ἐγχειρίσουσιν αὐτούς, εἰρήνη μεταξὺ αὐτῶν γενήσεται.
Καὶ ὁ ἵππος ὑποτυχὼν εἶπεν· « Ἀλλ’, ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται.
Ἡ δὲ ὑποτυχοῦσα ἔφη· « Ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες, ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε. » Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.
Ὄνον τις ἀγοράσαι μέλλων ἐπὶ πείρᾳ αὐτὸν ἔλαϐε· καὶ εἰσαγαγὼν εἰς τοὺς ἰδίους ἐπὶ τῆς φάτνης αὐτὸν ἔστησεν.
Τῶν δὲ αἰτιωμένων τὰς ἡμέρους, εἴγε ὁμόφυλοι οὖσαι αὐταῖς τὸν δόλον οὐ προεμήνυσαν, ἐκεῖναι ὑποτυχοῦσαι ἔφασαν· « Ἀλλ’ ἡμῖν γε ἄμεινον δεσπότας φυλάττεσθαι ἢ τῇ ἡμετέρᾳ συγγενείᾳ χαρίζεσθαι. » Οὕτω καὶ τῶν οἰκετῶν οὐ μεμπτέοι εἰσὶν ὅσοι δι’ ἀγάπην τῶν οἰκείων δεσποτῶν παραπίπτουσι τῆς τῶν οἰκείων συγγενῶν φιλίας.
Ὁ δὲ ἰδὼν ἔφη· « Καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν. » Ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ.
Ἐρομένων δὲ αὐτῶν· « Ἡ οὖν Δήμητρα τί ἔπαθεν ; » ἔφη· « Κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε. » Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.
Ἣ στενάξασα ἐκ βάθους τῆς καρδίας ἀνεϐόησεν· « Οἴμοι τῇ παναθλίᾳ· τί μοι συνέϐη ; οὓς τοῖς καρποῖς εὐφραίνω, μάστιγας δεινὰς ὑπ’ αὐτῶν νῦν λαμϐάνω. » Ὁ λόγος πρὸς ἀχαρίστους ἀνθρώπους ἀντὶ ἀγαθῶν κακὰ ἀποδιδόντας.
Οὕτω τε συνέϐη αὐτῷ τῆς ἐξ ἀμφοτέρων διαίτης στερηθῆναι.
Συνέϐη δὲ αὐτῇ, τῶν πτερῶν περιθραυσθέντων, ἐπὶ τῆς γῆς καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων συλληφθῆναι.
Καὶ στερρὸς ὁ κυϐερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· « Ἀλλ’, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου. » Ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάϐλητον ἐννοουμένους.
Καὶ δή ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προϐάτοις καὶ σαίνοντα αὐτὰ εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο. » Πρὸς ἄνδρα κόλακα ὁ λόγος εὔκαιρος.
Ἠκολούθει τοίνυν αὐτῇ βοῶν ὁ ταλαίπωρος ἑαυτόν τε ὁδυρόμενος καὶ τῆς οἰκείας ἐπινοίας καταμεμφόμενος.
Ὁ δὲ κώνωψ νικήσας τὸν λέοντα, σαλπίσας καὶ ἐπινίκιον ᾄσας, ἔπτατο· καὶ ἀράχνης δεσμῷ ἐμπλακεὶς ἐσθιόμενος ἀπωδύρετο πῶς μεγίστοις πολεμῶν ὑπό εὐτελοῦς ζῴου, τῆς ἀράχνης, ἀπώλετο.
Ὡς δὲ ἐκεῖνος καίπερ βουλόμενος ἐκϐῆναι τῆς θαλάσσης οὐκ ἠδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην.
Ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ’ ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ· « Βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· « Ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτὴ ἡ συκῆ· « Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν ἡ ῥαμνος <πρὸς> τὰ ξύλα· « Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ’ ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιϐάνου. » Cod.
Τῶν δὲ κυνῶν ἔσθ’ ὅτε μὴ δυναμένων καταλαϐεῖν τὸν λύκον καὶ διὰ ταῦτα ὑποστρεφόντων, ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαϐών, οἷα δὴ λύκος, συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν.
Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, συνέϐη τὴν θάλασσαν ὑπὸ λαϐροῦ πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι.
Μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος, ταραχθεὶς ἐξαναστὰς φοϐερὸν ἀπέϐλεπεν.
Τί οὖν τοσοῦτον φοϐῇ τοὺς κύνας ; » Καὶ ἡ ἔλαφος ἔφη· « Ὅτι μὲν ταῦτα πάντα ἔχω, οἶδα· ὑλακῆς δὲ εἰ ἀκούσω, τὸν λογισμὸν σκοτοῦμαι καὶ ὅλη τῆς φυγῆς γίνομαι. » Ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία λόγου παραίνεσις ἐπιρρώννυσι, κἂν καὶ εὐμήκεις καὶ στερεοὶ τῷ σώματι φαίνωνται.
Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν λέγουσα· « Σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς γὰρ κακῆς ἔριδος ἐπειράθην. » Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ μῦθος ἐλέγχει.
Τὸ δὲ βουκόλον ἐφώνει· « Ἀπὸ τῆς ὄχθης τὰς χεῖρας ἔκτεινον. » Ὁ δὲ τολμηρὸν ἐκάλει καὶ οὐκ ἐδίδου χεῖρα.
Πλούσιος δύο θυγατέρας ἔχων, τῆς ἑτέρας ἀποθανούσης, τὰς θρηνούσας ἐμισθώσατο.
Λέγει δὲ πάλιν πρὸς αὐτὸν ὁ σάτυρος· « Τί τοῦτο ποιεῖς ; » Λέγει αὐτῷ· « Καταψύχω τὸ ἔδεσμα, ἐπεὶ λίαν ἐστὶ ζεστόν. » Κἀκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀποστήσομαί σου ἐγὼ τῆς φιλίας, ἐπεὶ γὰρ οὕτως ποιεῖς· ἐκ τοῦ στόματός σου προσφέρεις ψυχρὸν καὶ θερμόν. » Τοιγαροῦν καὶ ἡμᾶς περιφεύγειν δεῖ ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις. […] Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου δι’ ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· « Τὸ ἔδεσμα καταψύχω. » Ὑπολαϐὼν δὲ ὁ σάτυρος· « Ἀλλ’ ἔγωγε, ἔφη, ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῆς φιλίας, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξάγεις. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ φεύγειν ἡμᾶς τὰς φιλίας ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις.
Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν· « Οὐκ οἶδα τίς γενήσομαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκϐέϐλημαι τῶν φρενῶν καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία.
Τὸ δὲ [μᾶλλον] διπλοῦν ἀπὸ τῆς ψαύσεως τοῦ ῥοπάλου ἐγένετο.
Κύνες δὲ ἕτεροι οἷάπερ ταῦρον ἰδόντες εὐπαθῆ, τὴς αἰτίαν τῆς φυγῆς ἐπηρώτων.
Ζεὺς δὲ ἀγανακτήσας κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῷον ὃς μύρμηξ καλεῖται.
Ἢριζεν εὐφυεῖ γεράνῳ ταὼς χρυσόπτερος, σκώπτουσα τὴν χροιὰν τῆς γεράνου.
Οὕτω καὶ τῶν ἀνθρώπων, ἐπὰν πόλεμος ἐν πόλει γένηται, οἱ μὲν πένητες εὐπρόφοροι ὄντες, ῥᾳδίως ἀπὸ πόλεως εἰς ἑτέραν πόλιν διασῴζονται τῆς ἐλευθερίας μετέχοντες, οἱ δὲ πλούσιοι διὰ τὴν τῶν ὑπαρχόντων ὑπερϐολὴν μένοντες πολλάκις δουλεύουσιν.
Ἅπαν τοίνυν τὸ βάρος μετὰ καὶ τῆς τοῦ τεθνηκότος δορᾶς ὁ ἵππος ἦρε καὶ μὴ βουλόμενος· ὅθεν καὶ ἀπεκλαίετο λέγων· « Οἴμοι ὁ ἄθλιος, τί πέπονθα ; μικρᾶς γάρ τινος βοηθείας τὸν ὄνον μὴ ἀξιώσας, ἑαυτῷ μεγάλης ἀχθηφορίας παραίτιος γέγονα· πείσομαι δή ποτε καὶ αὐτὸς τὸ τοῦ ὄνου καὶ ἄωρος ἐξ ἀμετρίας στερηθησόμενος τῆς ζωῆς. » Ὅτι οἱ ἔνδοξοι τοῖς ταπεινοῖς κοινωνοῦντες ἐν βίῳ σῴζουσί τε καὶ σῴζονται.
Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα ὅτι τοῦ μὲν προϐάτου ἔρια τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως θῦσαί με θέλει καὶ φαγεῖν. » Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται ἑαυτούς.
Καὶ δή, εἴ ποτε ὁ θηρευτικὸς ἤγρευέ τι, καὶ ὁ οἰκουρὸς συμμετεῖχεν αὐτῷ τῆς θοίνης.
Chambry 41.2 Aliter — Autre version Ἀλώπηξ ἐν παγίδι ληφθεῖσα καί ἀποκοπείσης τῆς οὐρᾶς διαδρᾶσα, ἀϐίωτον ὑπ’ αἰσχύνης ἡγεῖτο τὸν βίον.
Κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα ἐπ’ ὤμων ἄρασα ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν.
Ὁ τοίνυν λύκος λαϐόνενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ’ οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μηδ’ εἰς ἐπίσκεψιν ἀφιγμένης.
Χρόνῳ δέ τινι <παγίδι> ἐμπεσὼν ἠγρεύθη ὁ λέων καὶ δεθεὶς ἀπέγνω τῆς ἑαυτοῦ σωτηρίας.
Ὁ μὲν οὖν καρκῖνος ἁπλοῦς ὢν τὸν τρόπον, μεταϐαλέσθαι κἀκείνῳ παρῄνει τῆς πανουργίας.
Ψιττακόν τις ἀγοράσας ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι.
Ὁ δὲ ἰατρὸς συναντήσας αὐτῷ· « Χαῖρε, ἔφη· πῶς ἔχουσιν οἱ κάτω ; » Κἀκεῖνος εἶπεν· « Ἠρεμοῦσι πιόντες τὸ τῆς Λήθης ὕδωρ.
Μία οὖν ἐπὶ τοῦ αἰγιαλοῦ ἑστῶσα εἶδεν ἐπὶ τοῦ χείλους τῆς θαλάσσης ἡπλωμένον καὶ ἡλιαζόμενον δίκτυον.
Ὁ τῇ μάχῃ οὖν ἡττηθεὶς διὰ τῆς ἑτέρου στερρότητος, ἐν γωνίᾳ τινὶ καθυποδὺς τὴν λόχμην ἐκρύϐη.
Ἡ δέ· « Οὐ τόσον κατὰ τῆς κοπτούσης <ἀξίνης>, ἔφη, βαρυθυμῶ ὅσον δὴ καθ’ ὑμῶν τῶν ἐξ ἐμοῦ γεννωμένων σφηνῶν. » Ὅτι ἀπαισιώτερον τὸ ὑπὸ τῶν οἰκείων πάσχειν τι δεινὸν ἢ ὑπὸ ἀλλοτρίων.
Καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, εἶπεν· « Ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι γε οὐ λήσετε. » Ὁ λόγος δηλοῖ ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέϐεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται.
Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο.
Ὁ δὲ στενάξας ἐκ βάθους τῆς καρδίας τρίζων ὀδόντας πρὸς τὸν ἄρνον ἐϐόα· « Αὐτὸς ὁ τόπος κατακρατεῖ με κάτω· μὴ μάλα καυχῶ, ἀτυχέστατον ζῷον. » Ὅτι καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἀνθρώπων.
Οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἐν τοῖς βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο ἀκίνδυνοι διεφυλάχθησαν.
Τοῦ δὲ παραινοῦντος πόρρω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο.
Ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν πέλεκυν ἀπέϐαλε· τοῦ δὲ ῥεύματος παρασύραντος αὐτόν, καθήμενος ἐπὶ τῆς ὄχθης ὠδύρετο, μέχρις οὗ ὁ Ἑρμῆς ἐλεήσας αὐτὸν ἧκε. […] Ἑρμῆς δὲ παρὼν ἐλεήσας τὸν νέον μαθεῖν ἐζήτει τὴν αἰτίαν τῆς λύπης.
Ὡς δ’ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ’ ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προυπειλήφασιν.
Ἀγύμναστος δάμαλις ἀροτριῶντα βοῦν ἐταλάνιζε, λέγουσα· « Ὦ ταλαίπωρε, πότε τῶν ἀπεράντων κόπων καὶ τῆς ταλαιπωρίας ταύτης ἐλευθερωθήσῃ ; » Ὁ δὲ βοῦς ἐσίγα καὶ τὴν αὔλακα ἔτεμνε.
Καὶ τῷ μὲν ἵππῳ κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα· τῷ δὲ κυνὶ τὰ ἀπὸ τῆς τραπέζης ἐδίδου.
Τοῦτον δὲ ἡ ἀλώπηξ ἁρπάσασα ἔφη· « Ἔχεις, κόραξ, ἅπαντα· νοῦς δέ σοι λείπει. » Ὅτι οὐ δεῖ τινα τοῖς κολάκων ἐπαίνοις τυφοῦσθαι καὶ ἐπαίρεσθαι· βλάϐη γὰρ αὐτοῖς ἀντὶ τῆς τοιαύτης τιμῆς ἕπεται.
Ἡ δὲ λαϐοῦσα μίαν ποιεῖ μερίδα τὸ πᾶν τῆς θήρας· βραχὺ δ’ ἐτίθει μόνον εἰς ἄλλο μέρος, ἄχρηστον δὲ καὶ τοῦτο.
Μύρμηξ διψήσας καὶ κατελθὼν εἰς τὸν αἰγιαλὸν τῆς πηγῆς καὶ πιεῖν βουλόμενος ἀπεπνίγετο.
Ἐνστάσης δὲ τῆς μάχης, συνέϐη πάντας τοὺς μύας ἡττηθῆναι.
Ὁ δέ· « Καὶ τοῦτο, ἔφη, ἀγαθόν. » Τὸ δὲ τρίτον ὡς παρεγένετο καὶ ἐπηρώτα αὐτὸν περὶ τῆς νόσου, διαρροίᾳ περιπεπτωκέναι ἔφασκε.
Δὶς δὲ καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέϐη τὸ τελευταῖον τῇ ἀληθείᾳ λύκους ἐπελθεῖν.
Ὁ ὄναγρος δὲ αὐτοῦ ἐδέετο λέγων· « Παῦσόν με πρῶτον τοῦ πόνου τὸν σκόλοπα ἐκ τοῦ ποδὸς ἑλκύσας. » Τοῦ δὲ λύκου τοῖς ὀδοῦσι τὸν σκόλοπα ἑλκύσαντος, ὁ ὄναγρος κουφισθεὶς τῆς τοῦ ποδὸς ἀλγηδόνος, λακτίσας τοῖς ποσὶ τοῦ λύκου τὸ στόμα, νεκρὸν ἀφῆκε, καὶ εἰς ὄρος δραμὼν διεσώθη.
Εἰσῆλθεν οὖν ὑστάτη ἀλώπηξ τούτων, θυρᾶς γοῦν ἔξω σταθεῖσα [τῆς] τοῦ σπηλαίου.
Ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην, ὁρκίζων αὐτὸν κατὰ τοῦ μεγίστου Διὸς ἦ μὴν μὴ καταφρονῆσαι τῆς μικρότητος αὐτοῦ.
Ἔτιλλεν οὖν ἡ μὲν γραῦς τὸ μελάγχρουν τῶν τριχῶν ἐκείνου τῆς κεφαλῆς καὶ τοῦ πώγωνος· ἡ τρυφερὰ δὲ πάλιν ἐθέριζε τὰς λευκάς.
Préface de la première édition Je me propose de publier, en faisant précéder les textes de leur histoire et de leur critique, tout ce qui reste des œuvres des fabulistes latins antérieurs à la Renaissance. C’est une vaste tâche que personne encore ne s’est imposée, et qui, je le crains du moins, m’expose à être un peu soupçonné de présomption. Pour me prémunir contre un pareil soupçon, je désire expliquer comment j’ai été conduit à l’assumer. De tous les auteurs anciens qui guident les premiers pas de l’enfant dans l’étude de la langue latine, Phèdre est celui qui lui laisse les plus agréables souvenirs. Ses fables sont courtes, faciles à comprendre et intéressantes par l’action qui en quelques vers s’y déroule.