Ὁ δὲ μὴ ἐκδοῦναι θηρίῳ τὴν θυγατέρα ὑπομένων, μηδὲ ἀρνήσασθαι διὰ φόϐον δυνάμενος τοιοῦτόν τι ἐπενόησεν. Ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. […] Ἐπέκειτο οὖν ἐκϐιάζων τὸν πατέρα αὐτῆς· ὁ δὲ πατὴρ αὐτῆς ἔλεγε μὴ ἐκδοῦναι θηρίῳ τὴν ἑαυτοῦ θυγατέρα. Ὁ λέων οὖν ἠπείλει αὐτῷ· ὁ δὲ μὴ δυνάμενος διὰ τὸν φόϐον ἀναϐάλλεσθαι, ἐπενόησεν ἐμφρόνως καί φησι πρὸς τὸν λέοντα· « Οὐ δύναμαί σοι δοῦναι τὴν ἐμὴν θυγατέρα, ἐὰν μὴ τοὺς ὀδόντας καὶ τοὺς ὄνυχάς σου ἐκτίλλῃς· ταῦτα γὰρ ἡ κόρη δέδοικεν. » Ὁ δὲ εὐθέως διὰ τὸν ἔρωτα ἑκάτερα ῥᾳδίως ἐξέϐαλε, καὶ ἀπελθὼν κατὰ τὸ σύνηθες ἐζήτει τὴν κόρην. […] Ὁ δὲ γέρων ἔλεγε μὴ δοῦναι ταύτην θήραν ἥμερον λέοντι βλοσυρώδει φύσιν τὴν ἀνθρώπινον ἡμερωτάτην.
Ἄρκτος δέ ποτε μεγάλως ἐκαυχᾶτο ὡς φιλανθρωπότατόν ἐστι τῶν ζῴων· φασὶ γὰρ τὴν ἄρκτον νεκρὸν μὴ θοινεῖσθαι. Ἡ δὲ ἀλώπηξ ἀκηκουῖα ταῦτα ἐμειδίασε καὶ πρὸς αὐτὴν ἐλάλει· « Εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ ζῶντας. » Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας. […] Ἄρκος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει· πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν· « Εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας. » Οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει. […] Ἄρκος ἐπὶ φιλανθρωπίᾳ ἐκόμπαζε, προϐαλλομένη τὸ μὴ νεκρὸν σῶμα ἐσθίειν· πρὸς ἣν ἀλώπηξ εἶπε· « Εἴθε νεκροὺς τοὺς ἀνθρώπους εἷλκες, καὶ μὴ ζῶντας. » Cod.
<Τὸ> δὲ ἀρξάμενον ἔλεγε πρῶτον μὲν μὴ βεϐουλῆσθαι αὐτῷ περιτυχεῖν, δεύτερον δέ, εἰ ἄρα τοῦτο ἥμαρτε, τυφλῷ, τρίτον δὲ ὅτι « κακοὶ κακῶς ἀπόλοισθε πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφ’ ἡμῶν κακῶς πολεμεῖτε ἡμᾶς. » Καὶ ὁ λύκος ἀποδεξάμενος αὐτοῦ τὸ ἀψευδὲς ἀπέλυσεν αὐτό. […] Εἰς λύκον ἀλώπηξ ἐνέπεσεν· ἐδυσώπει δὲ ὡς γραῦν αὐτὴν οὖσαν μὴ ἀποκτεῖναι. […] Ἡ δὲ τοῦτον ἐδυσώπει μὴ ἀποκτεῖναι αὐτήν. Ὁ δὲ λύκος ἔφη· « Εἰ τρεῖς ἀληθεῖς λόγους εἴποις μοι, ἀπολύσω σε. » Ἡ δὲ ἔλεγε· « Εἴθε μηδαμῶς σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλῷ σοι συνήντησα, καὶ εἴθε μοι τῇ ὥρᾳ ταύτῃ ἀπέθνῃσκες, ἵνα μὴ πάλιν συνήντησάς μοι. » Cod. […] Ἀλώπηξ ἐμπεσοῦσά ποτε εἰς λύκον ἐδυσώπει ὥστε γραῦν αὐτὴν μὴ κτεῖναι.
Ἑτέρου δὲ πέλεκυν εὑρόντος, ὁ ἕτερος ἔλεγεν· « Εὑρήκαμεν. » Ὁ δὲ ἕτερος παρῄνει μὴ λέγειν « Εὑρήκαμεν, » ἀλλ’ « Εὕρηκας. » Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποϐεϐληκότων τὸν πέλεκυν, ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· « Ἀπολώλαμεν. » Ἐκεῖνος δὲ ἔφη· « <Μὴ ἀπολώλαμεν εἴπῃς>, ἀλλ’ ἀπολώλα· οὐδὲ γὰρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω. » Ὁ λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαϐόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέϐαιοί εἰσι φίλοι. […] Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θἀτέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν· « Εὕρηκα, » ἀλλ’ « Εὑρήκαμεν. » Μετὰ μικρὸν δὲ ἐπέλθοντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποϐεϐληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· « Ἀπολώλαμεν. » Ὁ δὲ εἶπεν· « Ἀλόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ μὴ μεταλαμϐάνοντες τῶν εὐτυχημάτων οὐδ’ ἐν ταῖς συμφοραῖς βέϐαιοί εἰσι φίλοι.
Φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἦν καταφυγή. […] Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ’ ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ καὶ σὲ τὸν γεωργὸν τέρπειν. […] Φυτὸν δέ ποτε γεωργοῦ ἦν <εἰς> χώραν καρπὸν μὴ φέρον τὸ τοιοῦτον μηδ’ ὅλως. […] Καὶ δὴ, συλλαϐόντος πέλεκυν τοῦ πλῆξαι, στρουθοὶ ἅπαντες καὶ τέττιγες ἐθρήνουν ταῦτα βοῶντες καὶ τῷ ἀνδρὶ λαλοῦντες· « Ἀκοῦσον ἡμῖν, ὦ κύριε τοῦ δένδρου, γνώμην ἱκετεύουσιν τὴν σὴν καλλίστην· μὴ ἐκκόψῃς τὴν σεμνὴν κατοικεσίαν. Εἰ δέ γε τοῦτο θελήσειας ποιῆσαι, τί σοι τὸ κέρδος ἐκγενήσεται τούτου ; » Ὃς μὴ οἰκτείρας, μὴ τούτους ἐλεήσας τρισσῶς ἔπληξε μετ’ ἀξίνης τὸ δένδρον.
Τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῷον. […] Ὁ δὲ εἶπε· « Τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις οἳ ἐν κινδύνοις οὐ παραμένουσιν. » Ὁ λόγος δηλοῖ ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν. […] Ὁ δὲ ἕτερος τοῦτο ποιῆσαι μὴ δυνηθείς, ὡς ἔγνω ἑαυτὸν μέλλοντα κυριευθῆναι ὑπὸ τῆς ἄρκτου, πεσὼν ἐπὶ τῆς γῆς προσεποιεῖτο τεθνάναι. […] Ἡ δὲ ἄρκτος ὑπολαϐοῦσα βεκρὸν αὐτὸν εἶναι ἀνεχώρησε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὴν ἄρκτον. […] Ὁ δὲ εἶπε· Τοῦτο ἔφη· ἀπὸ τοῦ νῦν τοιούτοις μὴ συνόδευε φίλοις.
Ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· « Ὄμφακές εἰσιν. » Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι’ ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται. […] Chambry 32.2 Aliter — Autre version Ποτὲ ἀλώπηξ βότρυν θεασαμένη πέπειρον ἐπειρᾶτο λαϐεῖν εἰς βρῶσιν, καὶ μὴ δυνηθεῖσα μειδιάσασ’ ἔφη· « Τί κάμνω ; ὄμφακες γάρ εἰσιν <ἐκεῖνοι>· λήψομαι αὐτούς, ὅταν πέπειροι ὦσι. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀποτυχόντες τῶν πραγμάτων σπουδάζουσι διὰ ψεύδους καλύψαι τὴν ἀλήθειαν. […] Chambry 32.3 Aliter — Autre version Βότρυας πεπείρους ἀλώπηξ κρεμαμένους ἰδοῦσα, τούτους ἐπειρᾶτο καταφαγεῖν· πολλὰ δὲ καμοῦσα καὶ μὴ δυνηθεῖσα ψαῦσαι, τὴν λύπην παραμυθουμένη ἔλεγεν· « Ὄμφακες ἔτι εἰσίν. » [Ὅτι] τοὺς δι’ ἀδυναμίαν τινὸς ἀποτυγχάνοντας πράγματος καὶ θέλοντας τοῦτο διὰ ψεύδους καλύψαι ἐλέγχει ὁ μῦθος. […] Πολλὰ δὲ καμοῦσα καὶ ὅλως ψαῦσαι τούτων μὴ δυνηθεῖσα παρεμυθεῖτο τὴν ἑαυτῆς ἀτυχίαν καὶ ἔλεγεν· « Ὄμφακες εἰσιν ἔτι καὶ ἄμαχοι τοῖς ὀδοῦσι. » Ὅτι ἐν τοῖς ἀδυνάτοις τινὲς αἰδούμενοι ἑτέρας κενὰς προφασίζονται ἀφορμάς. […] Μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών· « Οὐδὲν τρώγεις. » Ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι παρὰ τοῦ μυὸς ἔφη· « Ὄμφακές εἰσιν. » Ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθεσθαι τῷ λόγῳ ὁ μῦθος ἐλέγχει.
Ἐπιστραφέντος δὲ αὐτοῦ καὶ ἐπιζητοῦντος, αἰτιωμένου τε ἐκείνους, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. […] Ἐπιστραφεὶς δὲ ὁ μάγειρος καὶ ἐπιζητῶν αὐτό, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων, μὴ εἰληφέναι. […] Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι.
Καὶ ὃς τὸ κέντρον ἐπάρας εἶπεν· « Εἶθε γὰρ τοῦτο ἐποίησας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας ἀπολέσῃς. » Οὗτος ὁ λόγος διδάσκει μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ τοῖς πονηροῖς κατὰ ταὐτὰ προσφέρεσθαι. […] Ὁ δὲ τοῦ παιδὸς τὸ ἄκακον νοήσας ταῦτα πρὸς αὐτὸν οὕτως ἐϐόα, λέγων· « Ἄπελθε, ὦ παῖ, καὶ σῴζου μετ’ εἰρήνης, μὴ θηρεύσας με ἀπολέσῃς ἁπάσας. » Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν. […] Ὁ δὲ πρὸς τὸν παῖδα, ἄκακον ὄντα νοήσας, ἔφη· « Ἄπελθε, μὴ θήρευε, μὴ πάσας ἀπολέσῃς. » Cod. […] Ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος, τὸ κέντρον ὀξύνας, εἶπεν· « Ἄπελθε, παῖ, καὶ σῴζου, μὴ κἀμὲ θηρεύων πάσας ἃς ἔχεις ἀπολέσῃς. » Ὁ μῦθος δηλοῖ ὄτι προσέχειν δεῖ τοὺς δυναμένους πάντας βλάπτειν. […] Ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν ἰδὼν τὸ οὐραῖον στήσας καὶ τὸ κέντρον ὀξύνας εἶπεν· « Ἄπελθε καὶ σῴζου, ὦ παῖ, μὴ κἀμὲ θηρεύων καὶ πάσας ἃς ἔχεις ἀπολέσῃς. » Ὅτι καλὸν τὸ γινώσκειν τὰ ἐναντία, καὶ τὸ μὲν καλὸν τιμᾶν, τὸ δὲ κακὸν φεύγειν, ἐκ πείρας δὲ πάντα.
Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐϐόα· « Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέϐη τῷ ταλαιπώρῳ ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαϐεῖν, ἰδοῦ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα. » Ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ. […] Μακρὰν οὖν στελλομένων πορείαν, ὁ ὄνος ἦν βιαίως ἀχθηφορῶν· διὸ ἔφησε πρὸς τὸν ἵππον· « Συγκάμφθητί μοι, καὶ ἆρον μικρόν τι ἐκ τοῦ φόρτου μου, εἰ μὴ θανεῖν με βούλει παρὰ καιρόν. » Τοῦ ἵππου δὲ μὴ πεισθέντος, ἡ προφήτεια τοῦ ὄνου εἰς ἔργον ἀπέϐη, καὶ ἐθανατώθη ὁ ὄνος κατάκοπος γεγονώς. Ἅπαν τοίνυν τὸ βάρος μετὰ καὶ τῆς τοῦ τεθνηκότος δορᾶς ὁ ἵππος ἦρε καὶ μὴ βουλόμενος· ὅθεν καὶ ἀπεκλαίετο λέγων· « Οἴμοι ὁ ἄθλιος, τί πέπονθα ; μικρᾶς γάρ τινος βοηθείας τὸν ὄνον μὴ ἀξιώσας, ἑαυτῷ μεγάλης ἀχθηφορίας παραίτιος γέγονα· πείσομαι δή ποτε καὶ αὐτὸς τὸ τοῦ ὄνου καὶ ἄωρος ἐξ ἀμετρίας στερηθησόμενος τῆς ζωῆς. » Ὅτι οἱ ἔνδοξοι τοῖς ταπεινοῖς κοινωνοῦντες ἐν βίῳ σῴζουσί τε καὶ σῴζονται. […] Στενάξας δὲ ὁ ἵππος ἔφη· « Οἴμοι, ὅτι μικρὸν βάρος μὴ θελήσας βαστάσαι, αὐτὰ τοῦ ὄνου πάντα καὶ αὐτὸν τὸν ὄνον ἀναγκάζομαι βαστάζειν. » Cod. […] Ὡς δὲ ἐγένοντο κατά τι ὄρος, ὑποφέρειν μὴ δυνάμενος παρεκάλει τὴν ἡμίονον μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσαι δυνήσηται.
Ἐπεὶ δὲ ζῷά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας, καί· « Τὴν μὲν μίαν, εἶπεν, λήψομαι ὡς πρῶτος· βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἰσοῦ κοινωνός· ἡ δὲ τρίτη μοῖρα αὕτη κακὸν μέγα σοι ποιήσει, εἰ μὴ θελήσεις φυγεῖν. » Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ ἰσχὺν καὶ δυνατωτέροις ἑαυτοῦ μὴ συνάπτειν μηδὲ κοινωνεῖν. […] Ἐπεὶ δὲ ζῷα ἐκράτησαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας λέγων· « Ἐγὼ τὴν πρώτην αἱρῶ ὡς βασιλεύων· τὴν δευτέραν δὲ ὡς κοινωνὸς ὀνάγρου· εἰ δὲ τὴν τρίτην λάϐῃς, σὺν πόνῳ λήψῃ· ἧ δ’ οὖν φυγὲ σύ, μὴ μόρον εὕρῃς τάχα. » Ὅτι καλόν ἐστι μετρεῖν <ἑαυτὸν> ἐν ἅπασι κατὰ τὴν ἰδίαν ἰσχύν, τοῖς δὲ δυνατοῖς μὴ συνάπτειν.
Ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταῦρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασιν μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανερὸν δὲ ᾖ τί ἕκαστος κατὰ νοῦν ἔχει, τρίτον δὲ ἔλεγεν ὡς ἔδει τὴν Ἀθηνᾶν τὸν οἶκον τροχοῖς ἐπιθεῖναι, ἵνα, ἐὰν πονηρός τις παροικισθῇ γείτων, ῥᾳδίως μεταϐαίνῃ. […] Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον ὅ μὴ πάντως περὶ τι ψόγον ἐπιδέχεται. […] Καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπῃ ποῦ τύπτει· τοῦ δέ γε τὰς φρένας ἀνθρώπου καὶ τὰς βουλὰς φανερὰς εἶναι καὶ ἔξωθεν, ἀλλὰ μὴ ἔνδον, ὡς ἂν διαγινώσκηται τί βουλεύεται ἕκαστος· τῆς δὲ οἰκίας ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν. […] Ὁ δὲ τοῦ μὲν ἀνθρώπου κατεμέμφετο τὴν τῶν φρενῶν εἰς τὸ ἔνδον ἀπόκρυψιν, δεῖν λέγων τὰς βουλὰς τῶν ἀνθρώπων ἔξωθεν εἶναι καὶ τὰ διανοήματα, ὡς ἂν ἕκαστος εἴδῃ τί ποτε ὁ ἕτερος βούλεται, καὶ οὕτω τὰς παρ’ ἀλλήλων βλάϐας ἐκφεύγωσιν ἢ καὶ τὰς χρείας ἐξ ἑτοίμου ἀποπληρῶσι· τοῦ δὲ ταύρου τὴν τῶν κεράτων θέσιν ἐκάκιζε, ὅτι ἄνω τῶν ὀμμάτων ἐμφύεται, ὀφείλειν εἶναι ταῦτα λέγων περὶ τὰ στέρνα, ἵνα βλέπῃ ποῦ τύπτει τὸν παροξύνοντα· τῆς οἰκίας δὲ κατεγίγνωσκε ὅτι μὴ τροχοὺς ἔχει καὶ μετακινεῖται ὅπου ἂν ὁ δεσπότης θελήσῃ, ἢ δι’ ἀνάπαυσιν ἴσως, ἢ διὰ τὸ φυγεῖν πονηροὺς καὶ κακούργους γείτονας καὶ ἀγνώμονας.
Ὁ δὲ παραθαρσύνας αὐτόν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τον ἱκέτην. […] Ἀπ’ ἐκείνου τέ φασι περὶ ὃν καιρὸν οἱ κάνθαροι γίγνονται μὴ νεοττεύειν τοὺς ἀετούς. […] Ἀπ’ ἐκείνου τέ φασι περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται τοὺς ἀετοὺς μὴ νεοττεύειν. […] Ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην, ὁρκίζων αὐτὸν κατὰ τοῦ μεγίστου Διὸς ἦ μὴν μὴ καταφρονῆσαι τῆς μικρότητος αὐτοῦ. […] Τοῦ δὲ μὴ πειθομένου, ἐκεῖνος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκετόν, ἥνικα ἂν μὴ φαίνωνται κάνθαροι.
Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο. […] Ὁ μῦθος δηλοῖ ὅτι ὁ ἔχων τι ἀρκείσθω ἐπ’ ἐκείνῳ καὶ πλείω μὴ ζητείτω, ἵνα μὴ καὶ ὃ ἔχει ἀπολέσῃ. […] Ὅτι, ὃ ἔχει τις, εἰς ἐκεῖνο ἀρκείσθω καὶ μὴ πλεονεκτείτω.
Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· « Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλ’ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι. » Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον. Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· « Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. » Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται. […] Τῆς δὲ ἐρίφου ἀτονησάσης καὶ τοῦ λύκου καταλαϐόντος, στραφεῖσα ἡ ἔριφος πρὸς τὸν λύκον εἶπεν· « Ὅτι μὲν σὸν βρῶμά εἰμι ἀκριϐῶς ἐπίσταμαι, ἀλλὰ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλει μοι ὡς ὀρχῶμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες τοῦ ποιμένος ἀκούσαντες τὸν λύκον κατέλαϐον καὶ ἐδίωκον, κἀκεῖνος φεύγων ἐφώνει· « Ἀξίως πάσχω· ἔδει γάρ με ἀντ’ αὐλητοῦ μακελλάριον εἶναι. » Ὅτι καὶ τοῖς φύσει πονηροῖς ἡ διὰ λόγων ταπείνωσις οἶδε κατάνυξιν ἐμποιεῖν. […] Ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ λύκε, ἐπεὶ πέπεισμαι ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. Ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· « Δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τῶν μὲν πρὸς ἃ πεφύκασι ἀμελοῦντες, τὰ δὲ ἑτέρων ἐπιτηδεύειν πειρώμενοι δυστυχίαις περιπίπτουσιν.
Ἦν τις σαλπιστὴς στρατὸν ἐπισυνάγων, ὅστις κρατηθεὶς ἐϐόα τοῖς ἐναντίοις· « Ὦ ἄνδρες, μὴ κτείνετέ με, ἐπεὶ κἀγὼ οὐδένα ἔκτεινα· πλὴν γὰρ τούτου τοῦ χαλκοῦ δι’ οὗ αὐλῶ, ἕτερον οὐ πράττω. » Οἱ δὲ πρὸς αὐτὸν ἐϐόων· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν, τοὺς νέους κράζων πρὸς μάχην ἐξήγειρας. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ δυνάστας ἐπεγείροντες εἰς μάχην. […] Κρατηθεὶς δὲ ὑπὸ τῶν ἐναντίων ἐϐόα· « Ἄνδρες, μὴ κτείνετέ με· οὐδένα γὰρ ἐγὼ ἔκτεινα, οὐδ’ ἐπίσταμαί τι ἄλλο ἢ χρῆσθαι τῇ σάλπιγγι. » Οἱ δὲ πρὸς αὐτὸν εἶπον· « Τούτου ἕνεκα μάλιστα ἄξιος ὑπάρχεις ἀποθανεῖν, ὅτι μὴ δυνάμενος αὐτὸς πολεμεῖν, τοὺς ἄλλους ἐγείρεις εἰς πόλεμον. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσι οἱ τοὺς κακοὺς καὶ δυνάστας ἐγείροντες εἰς τὸ κακοποιεῖν. […] Σαλπιγκτὴς στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων ἐϐόα· « Μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην· οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι. » Οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν τοὺς πάντας πρὸς μάχην ἐγείρεις. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.
Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα, ἐμέμφετο ἐπὶ τῷ τὸν ποταμὸν θολοῦν καὶ μὴ ἐᾶν αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. Ὁ δὲ ἀπεκρίνατο· « Ἀλλ’ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. » Οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιαγάγωσιν. […] Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος τοῦτο ποιοῦντα ἐμέμφετο ὡς τὸν ποταμὸν θολοῦντα καὶ διειδὲς ὕδωρ μὴ συγχωροῦντα πίνειν. Καὶ ὃς ἀπεκρίνατο· « Ἀλλ’ εἰ μὴ οὕτως ὁ ποταμὸς ταράττεται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσιν περιάγωσιν.
Αὐτοὶ δὲ μὴ προσέχοντες ἀπῆλθον παραχρῆμα. […] Οἱ δὲ μὴ προσσχόντες ἀπῆλθον παραχρῆμα. […] Ἐλθὼν δὲ ὁ κυνηγὸς ἠρώτα τὸν δρυτόμον μὴ ἀλώπηξ ὧδε εἰσῆλθεν. […] Ὁ δὲ τῷ λόγῳ πιστεύσας, τῷ δὲ δακτύλῳ μὴ προσσχών, παρῆλθεν. […] Τῶν δὲ μὴ συνιέντων, ἡ ἀλώπηξ μετὰ ταῦτα ἐξῆλθεν ἐκφυγοῦσα τὸν κίνδυνον.
Οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὰς ὀπὰς καταφεύγοντες ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὐτῶν συλλαμϐανόμενοι κατησθίοντο. […] Οἱ δὲ μύες βουλευσάμενοι ὅτι διὰ τὸ μὴ ἔχειν στρατηγοὺς ἡττῶνται, τοὺς μεγάλους μύας στρατηγοὺς προχειρισάμενοι καὶ καθοπλίσαντες τοῖς μείζοσι ξύλοις τῶν ἀχύρων ἀντὶ δοράτων, συγκροτοῦσι τὸν πόλεμον καὶ πάλιν ἡττῶνται. Καὶ οἱ μὲν ἄνοπλοι μύες, ὑπὸ τὰς τρυμαλιὰς ὑπελθόντες, ἐσώθησαν· οἱ δὲ καθωπλισμένοι, μὴ δυνάμενοι εἰς τὰς ὀπὰς εἰσελθεῖν, διεφθάρησαν ὑπὸ τῶν γαλῶν. […] Οἱ δὲ μύες στοχασάμενοι τὴν ἧτταν αὑτοῖς ἐκ τοῦ μὴ ἔχειν στρατηγοὺς ὡπλισμένους συμϐαίνειν, τοὺς μεγίστους τῶν μυῶν στρατηγοὺς προχειρισάμενοι, ξύλοις τούτους καθώπλιζον. […] Οἱ δὲ μύες βουλόμενοι εἰς τὰς τρυμαλιὰς εἰσελθεῖν, ἔχοντες τὰ ξύλα τῶν ἀχύρων καὶ μὴ δυνάμενοι κρυϐῆναι, διεφθάρησαν ὑπὸ τῶν γαλῶν.
Ἰδὼν δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη πρὸς αὐτόν· « Μὴ λυποῦ, λαϐὼν δὲ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ. » Ὁ λόγος δηλοῖ ὅτι τὸ μηδέν ἑστιν ἡ κτῆσις, ἐὰν μὴ καὶ ἡ χρῆσις παρῇ. […] Μετὰ μικρὸν δὲ ἐλθὼν ὁ ἴδιος δεσπότης καὶ μὴ εὑρὼν αὐτὸ ἤρξατο κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. Ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαϐὼν λίθον, θὲς ἀντ’ αὐτοῦ καὶ νόμιζε τὸ χρυσίον εἶναι· ὡς γὰρ ὁρῶ, οὐδὲ ὅτε ἦν, ἔχρῃζες αὐτοῦ. Ὁ μῦθος δηλοῖ ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ. […] Λίθον οὖν ἀντὶ χρυσοῦ λαϐὼν θὲς καὶ νόμιζέ σοι τὸν χρυσὸν εἶναι· τὴν αὐτὴν γάρ σοι πληρώσει χρείαν· ὡς ὁρῶ γάρ, οὐδ’, ὅτε ὁ χρυσὸς ἦν, ἐν χρήσει ἦσθα τοῦ κτήματος. » Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις προσῇ.
Ἐφαψάμενος δὲ τῶν δικτύων, ὡς συνελήφθη, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν ; » Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιϐλαϐής ἐστιν. […] Ὁ δὲ πρὸς ἑαυτὸν ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν ; » Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιϐλαϐής ἐστι. […] Ἡ δ’ ἐλάλαζεν ὅτι μηδεὶς ὃ μὴ ἔμαθεν μηδὲ ποιείτω. Ὅτι μηδεὶς ὃ μὴ ἔμαθε μηδὲ ἐκ πείρας ἔχει πειράτω ποιεῖν· σὺν τῇ ἀπειρίᾳ γὰρ καὶ κακόν τι προσλήψεται.
Τῆς δὲ οὐ μόνον αὐτῷ μὴ ἐπιπληξάσης, ἀλλὰ μᾶλλον ἐπαινεσάσης αὐτὸν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ. […] Τῆς δὲ κατηγορούσης αὐτὸν ὡς δυσσεϐῆ, ἐκεῖνος ἔφη· « Ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἔπληξάς με, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, καὶ ἐπὶ θάνατον ἠγόμην. » Ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ ἀρχὰς μὴ κωλυόμενον ἐπὶ μεῖζον αὔξει. […] Τῆς δὲ μὴ ἐπιπληξάσης αὐτόν, ἀλλὰ μᾶλλον ἀποδεξαμένης, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ· ἔτι δὲ μᾶλλον αὐτῆς ἀποδεξαμένης, προϊόντος τοῦ χρόνου, ὁ παῖς, ὡς νεανίας ἤδη γέγονεν, ἤρξατο καὶ τὰ μείζονα κλέπτειν. […] Τῆς δὲ βοησάσης καὶ εἰπούσης ὡς ἤδη πεπλημμέληκεν, οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ κατηγοροῦντος αὐτοῦ ὡς μὴ ἀρκεσθέντος τοῖς προτέροις κακοῖς, ἀλλὰ καὶ εἰς τὴν ἰδίαν μητέρα ἠσεϐηκότος, ἔφη ἐκεῖνος· « Αὕτη ἐγένετο τῆς ἐμῆς ἀπωλείας αἰτία· εἰ γὰρ ἡνίκα τὴν τοῦ συμφοιτητοῦ μου δέλτον ἔκλεψα καὶ ἤνεγκα αὐτῇ, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων ἐχώρησα καὶ ἐπὶ τὸν θάνατον ἠγόμην. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ κακὸν κατ’ ἀρχὰς μὴ κολαζόμενον ἐπὶ μεῖζον αὔξεται. […] Τῆς δὲ μὴ ἐπιπληξάσης, μᾶλλον μὲν οὖν ἀποδεξαμένης, προϊὼν τοῖς χρόνοις ἤρξατο καὶ τὰ μείζω κλέπτειν.
Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη ὅπως σκέπῃ αὐτόν. Ὁ δ’ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. […] Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. […] Διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν ἀντημείψαντο αὐτῷ χάριτας, μερίσαντες αὐτῷ καὶ χαρισάμενοι τῶν ἐτῶν ἐφ’ ὧν ἔζων· ὁ μὲν ἵππος εὐθὺς τοὺς πρώτους χρόνους· διὰ τοῦτο ἕκαστος θερμὸς καὶ γαυρός ἐστι τῇ γνώμη· ὁ δὲ βοῦς μετ’ αὐτὸν τοὺς μέσους χρόνους· διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός ἐστι πλοῦτον ἀθροίζων· τρίτος δὲ ὁ κύων τοὺς τελευταίους χρόνους· διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι τῇ γνώμῃ, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾷ καὶ σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ καθάπτεται.
Οἱ δὲ ἐξαναστῆναι μὴ δυνάμενοι ἔφασαν· « Ἄθλιοι ἡμεῖς, εἴ γε ἀλώπεκι ἐμοχθοῦμεν. » Ὁ λόγος δηλοῖ ὅτι εὐλόγως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων πόνων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἀποφερομένους. […] Οἱ δὲ θεασάμενοι καὶ ἀναστῆναι μὴ δυνάμενοι ἔφασαν· « Ἄθλιοι ἡμεῖς, εἴγε δι’ ἀλώπεκα ἐμοχθοῦμεν. » Ὁ λόγος ὅτι εὐλόγως ἐκεῖνοι ἄχθονται οἳ δι’ ὀργῆς ἄμυναν τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἐπιφερομένους. […] Οἱ δὲ ἰδόντες αὐτὴν καὶ ἀναστῆναι μὴ δυνάμενοι εἶπον· « Ἄθλιοι ἡμεῖς, ὅτι δι’ ἀλώπεκα ἐμοχθοῦμεν. » Ὁ λόγος διδάσκει ὅτι εὐλογως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἀποφερομένους. […] Οἱ δὲ βλέποντες μὲν αὐτήν, μὴ δυνάμενοι δὲ ἀναστῆναι· « Δείλαιοι ἡμεῖς, εἶπον, ὅτι δι’ ἀλώπεκα ἐμοχθοῦμεν. » Ὁ μῦθος δηλοῖ ὅτι ἄλλων κοπιώντων ἄλλοι κερδαίνουσιν. […] Οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι, εἶπον· « Ἄθλιοι ὄντως ἡμεῖς, ὅτι δι’ ἀλώπεκα ἐμαχόμεθα. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται.
Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· « Μακρόθεν μου κολύμϐα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψαύσῃς, κατακλῶμαι, κἂν ἐγὼ μὴ θέλουσα προσψαύσω. » Ὅτι ἐπισφαλής ἐστι βίος πένητι δυναστοῦ ἅρπαγος πλησίον παροικοῦντι.
Λέων γηράσας καὶ μὴ δυνάμενος δι’ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν ἔγνω δεῖν δι’ ἐπινοίας τοῦτο πρᾶξαι. […] Τοῦ δὲ εἰπόντος· « Κακῶς, » καὶ τὴν αἰτίαν ἐρομένου δι’ ἣν οὐκ εἴσεισιν, ἔφη· « Ἀλλ’ ἔγωγε εἰσῆλθον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός. » Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν. […] Λέων γηράσας καὶ μὴ δυνάμενος διακρέσαι αὑτῷ εἰς τροφὴν ἔγνω δι’ ἐπινοίας τι πρᾶξαι. […] Λέων γηράσας καὶ μὴ δυνάμενος θηρᾶν καὶ ἑαυτὸν διατρέφειν, ἔγνω μηχανήσασθαί τι πρὸς ὠφέλειαν ἑαυτοῦ. […] Ἡ δὲ πανοῦργος ἀλώπηξ νοήσασα, πόρρωθεν στᾶσα, ἔφη· « Βασιλεῦ, πῶς ἔχεις ; – Κακῶς, εἶπεν· ἀλλὰ τί οὐ προσέρχῃ μοι, ἀλλὰ μακρόθεν ἐρωτᾷς ; δεῦρο, γλυκεῖα, καὶ τοῖς λόγοις σου παρηγόρησον. » Ἡ δὲ ἔφη· « Ὑγίαινε, ἐγὼ δὲ ἄπειμι· πολλῶν γὰρ θηρίων ἴχνη με κωλύει εἰσιόντων μέν, μηδ’ ὅλως δὲ ἐξιόντων. » Ὅτι φρόνιμός ἐστιν ὁ συμφοραῖς ἑτέρων παιδευθεὶς καὶ μὴ προλαϐὼν πταίσας.
Οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεϐράϐευσεν. […] Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεϐράϐευσεν. […] Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.
Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. » Οὕτως καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα. […] Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περὶ τῆς τῶν προγόνων λαμπρότητος, ἡ ἀλώπηξ ὑπολαϐοῦσα ἔφη· « Ὦ οὗτος, ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, τὸ γοῦν δέρμα σοῦ δείκνυσιν ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα. […] Chambry 35.3 Aliter — Autre version Ἀλώπηξ καὶ κροκόδειλος ἠμφισϐήτουν περὶ εὐγενείας· πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προγόνων διεξιόντος λαμπρότητος, ὡς γεγυμνασιαρχηκότων, ἡ ἀλώπηξ ὑπολαϐοῦσα· « Ὦ τᾶν, εἶπεν, ἀλλὰ κἂν μὴ σὺ λέγῃς, ἀλλ’ ἀπὸ τοῦ δέρματός γε φαίνῃ ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται.
Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ’ ὑπολαϐοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει· « Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει. » Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη· « Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. » Ἡ δὲ εἶπεν· « Τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει ; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη ; » Ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει.
Τοῦ δὲ εἰπόντος ὡς ἐπ’ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ· ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· « Ἀλλὰ καὶ ασεϐὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμϐαίνων. » Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος· πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεῖς ἐκεῖνος ἔφη· « Ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι. » Ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ’ εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται. […] Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. […] Ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετ’ εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται. […] Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. […] Ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετ’ εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.
Τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαϐαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ’ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. […] Ὄνος δέ ποτε τὸν σκόλοπα πατήσας ἔστη χωλὸς μὴ δυνάμενος ὁδεῦσαι. […] Χάριν δὲ μίαν ἄρτι νῦν ἐξαιτῶ σε, ὅπως ἐκϐάλλῃς ἄκανθαν ἐκ ποδός μου, μὴ μετὰ πόνου ἐγὼ ὁ τάλας θνήξω. » Εὐθὺς δ’ ὁ λύκος τῶν ὀδόντων τοῖς ἄκροις σκόλοπα δάκνων ἐξεῖλε παραυτίκα. […] Χάριν δὲ μίαν αἰτῶ σε, ἐξελεῖν τοῦ ποδός μου πρῶτον τὸν σκόλοπα, ὅπως μὴ μετὰ πόνου θνήξωμαι. » Ὁ δὲ λύκος ἄκροις ὀδοῦσι τὸν σκόλοπα δακὼν ἐξεῖλεν. […] Χωλὸς ὄναγρος ὑπὸ σκόλοπος ἐγκεκεντρισμένος ὀδυνηρῶς ἔφερε τὸν πόδα ἀλγῶν καὶ διαϐῆναι τὸν ποταμὸν μὴ δυνάμενος.
Παρ’ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων ὅτι τοσοῦτον προέχουσι τῇ ἰσχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· « Ἀλλ’, ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν ὑμῖν παράσχωμαι, οὐδὲ ὑμεῖς βαστάζειν δυνήσεσθε. » Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων τὸ μηδὲν ἐπὶ τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσιν.
Τῶν δὲ φησάντων· « Τῷ θέρει πῶς οὐκ ἔσχες, ἀλλ’ ἐρρᾳθύμεις, καὶ προσαιτεῖς ἀρτίως ; » τέττιξ ἀντεῖπεν· « Ἀλλ’ ἐτερπόμην τότε, αὐλῶν καὶ τέρπων ὅλους τοὺς ὁδοιπόρους. » Οἱ δὲ αὐτίκα ταῦτα ἀκηκοότες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐϐόων· « Χειμῶνος ὀρχοῦ, εἴπερ ηὔλεις ἐν θέρει· ἀλλ’ ἐν θέρει σὺ τὸν σῖτον ἀποτίθει καὶ μὴ λυρίζων ἡδύνῃς ὁδοιπόρους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἢ ὀκνεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνήσας κινδύνῳ περιπέσῃ. […] Τῶν δὲ φησάντων· « Τὸ θέρος πῶς οὐκ ἔσχες, ἀλλ’ ὅλως ἤργεις καὶ προσαιτεῖς ἀρτίως ; » τέττιξ ἀντεῖπεν· « Οὐκ ἤργουν, ἀλλὰ ηὔλουν τέρπων ὁδίτας πάντας παρερχομένους. » Οἱ δὲ αὐτίκα ταῦτα ἀκουτισθέντες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐϐόων· « Εἰ θέρους ηὔλεις, ὀρχοῦ ἄρτι χειμῶνος· σῖτον γὰρ θέρους ταῖς ἀποθήκαις βάλλε, καὶ μὴ λυρίζων ὁδίτας κατατέρπῃς. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὀκνεῖν ἢ ἀμελεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνῶν κινδύνῳ περιπέσῃ. […] Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· « Διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν ; » Ὁ δὲ εἶπεν· « Οὐκ ἐσχόλαζον, ἀλλ’ ᾖδον μουσικῶς. » Οἱ δὲ γελάσαντες εἶπον· « Ἀλλ’ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ. […] Ὁ μύρμηξ δὲ πρὸς αὐτόν· « Ποῦ, φησίν, ἦς τῷ θέρει ; πῶς δ’ οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ ; » Ὁ δὲ τέττιξ· « ᾞδον καὶ ἔτερπον τοὺς ὀδοιποροῦντας. » Ὁ δὲ μύρμηξ γέλωτα πολὺν καταχέας ἔφη· « Οὐκοῦν χειμῶνος ὀρχοῦ. » Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν κρεῖττον τοῦ φροντίζειν τῶν ἀναγκαίων τροφῶν, καὶ μὴ ἀπασχολεῖσθαι εἰς τέρψιν καὶ κωμασίαν.
Τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος· « Τί με βλάπτεις ; μὴ γὰρ οὐκ ἐστι χλόη ; Ὅμως ὅσον σοῦ θυομένου οἶνον χρῄζουσιν, ἐγὼ παρέξω. » Τοὺς ἀχαρίστους καὶ βουλομένους τοὺς φίλους πλεονεκτεῖν ὁ μῦθος ἐλέγχει. […] Τράγος δέ ποτε βλάστην ἀμπέλου τρώγων, τούτῳ προσεῖπε· « Τί με βλάπτεις ἀδίκως ; μὴ γάρ, ὦ τράγε, οὐκ ἔστιν ἄρτι χλόη ; Ὅμως, πάναφρον, ποτὲ σοῦ θυομένου, ἐγὼ τὸν οἶνον παρέξω τῷ σῷ φόνῳ. » Cod.
Ἔφη δὲ ὁ ἵππος· « Εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσάν με μὴ πώλει. » Ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζοντες ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας. […] Ὁ δὲ εἶπεν· « Εἰ θέλεις ὡραῖον εἶναί με, τὰς κριθὰς ἃς ἐσθίω μὴ κλέπτε. » Cod.
Αἱ δὲ ἔφησαν· « Ἐϐοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι. […] Αἱ δὲ εἶπον· « Ἐϐοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἦτε καὶ τίσιν ἐπολεμεῖτε. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ μαχόμενοι τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσιν.
Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι εἶπον πρὸς ἑαυτούς· « Ἕτοιμοι κατέλθωμεν κάτω καὶ ἐπὶ τῶν ὀπῶν δύνωμεν, ἵνα μὴ παντελῶς ἀπολεσθῶμεν· τοῦ γὰρ αἰλούρου μηκέτι δυναμένου ἀφικνεῖσθαι ἐκεῖσε, ἡμεῖς διασωθησόμεθα. » Ὁ δὲ, μὴ δυνάμενος αὐτῶν ἀφικέσθαι, δεῖν ᾠήθη καὶ ἔγνω δι’ ἐπινοίας καὶ μηχανῆς αὐτοὺς ἐκκαλεῖσθαι. […] Οἱ δὲ καθ’ ἑκάστην ἑαυτοὺς ἀναλισκομένους ὁρῶντες ἔφασαν πρὸς ἀλλήλους· « Μηκέτι κάτω κατέλθωμεν, ἵνα μὴ παντάπασιν ἀπολώμεθα. Τοῦ γὰρ αἰλούρου μὴ δυναμένου δεῦρο ἐξικνεῖσθαι, ἡμεῖς σωθησόμεθα. » Ὁ δὲ αἴλουρος , μηκέτι τῶν μυῶν κατιόντων, ἔγνω δι’ ἐπινοίας αὐτοὺς σοφιζόμενος ἐκκαλέσασθαι.
Οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· « τὴν αὔριον γὰρ οὐκ ὑπερϐήσῃ. » Ταῦτα εἰπὼν ὑπεχώρησε. […] Ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ’ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διεϐλήθης. » [Ὅτι] τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγους ἰατροὺς ὁ παρὼν μῦθος στηλιτεύει. […] Μελλόντων δὲ καὶ σὲ γράψαι, προσπεσὼν αὐτοῖς ἐγὼ καὶ δυσωπήσας ἐξωμοσάμην μὴ εἶναί σε ἀληθῆ ἰατρόν, ἀλλὰ μάτην διεϐλήθης.
Κἀκείνου εἰπόντος μὴ ἄλλως δύνασθαι αὐτῷ βοηθεῖν, ἐὰν μὴ χαλινόν τε ὑπομείνῃ καὶ αὐτὸν ἐπιϐάτην δέξηται, ὁ ἵππος πάντα ὑπέστη.
Παιδίον που πρόϐατα νέμον, <ὥσπερ> λύκον ἐρχόμενον πρὸς διαφθορὰν ὁρῶν, ἐπικαλούμενον τοὺς ἀγρότας ἔλεγε· « Βοηθεῖτε ὧδε, ἔρχεται λύκος. » Οἱ δὲ ἀγρόται τρέχοντες τοῦτον εὕρισκον μὴ ἀληθεύειν. […] Καί που παιδίον ποίμνια νέμον ὄρει ἀνακέκραγε· « Βοηθεῖτέ μοι, λύκος. » Οἱ δὲ ἀγρῶται τρέχοντες εἰς τὴν ποίμνην τοῦτον ηὕρισκον μὴ ἀληθεύειν ὅλως. […] Ὁ μῦθος δηλοῖ ὅτι τοσοῦτον οὐκ ὠφελεῖ τινα τὸ μὴ λαλεῖν τὰ ἀληθῆ ὅσον δεῖ φοϐεῖσθαι μήπως ἐκ τούτου οὐδὲ τὰ ἀληθῆ λέγων εἰσακούσθῃ. […] Ὅτι τοῦτο ὄφελος τῷ ψεύστῃ, ἵνα, κἂν ἀλήθειαν λέγῃ, μὴ πιστεύηται.
Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως· τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε· αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται. » Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.
Εἷς δὲ τούτων εἶπεν· « Ὦ μῶροι, εἰς τί ἀγάλλεσθε ; εἰ γὰρ μόνος ὢν ὁ Ἥλιος πᾶσαν ἰλὺν ἀποξηραίνει, εἰ γήμας ὅμοιον αὐτῷ παιδίον γεννήσει, τί οὐ πάθωμεν κακόν ; » Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντων χαίρουσιν ἐπὶ πράγμασιν τοῖς μὴ χαρὰν ἔχουσιν. […] Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐϐόα· « Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, εἰς τί βοᾶτε μεγάλα κεκραγότες ὡς ἐπ’ ἀγάθῳ τινὶ προσδοκωμένῳ ; Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ, εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει, τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι. » Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντως χαίρουσιν ἐπ’ αδήλοις.
Περιειληθέντος δὲ τοῦ δέσμου τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ περιπεσόντες.
Τοῦ δὲ τότε μὲν ἡσυχάζοντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν ὅτι ἀποθνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος, ὁ δεσπότης αὐτοῦ ἀκούσας ἔφη· « Ἀλλ’ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἦν, ὃς τότε σε παρεκάλουν, ἀλλ’ οὐκ ἔθυον. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἃ μὴ ἑκόντες χαρίσασθαι βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν.
Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ λέγουσα μὴ βρωθῆναι αὐτήν, ἐπειδὴ οὐχ ἱκανή ἐστιν ἱέρακος πληρῶσαι γαστέρα· δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. […] Ἡ δ’ ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴν εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. Καὶ ὁ ἱέραξ ὑπολαϐὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἱ δι’ ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι.
Ἄρτι τοῦ ἰξοῦ φυομένου, χελιδὼν αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πετεινοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεϐούλευσεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν ἐκκόψαι· εἰ δ’ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τοὺς ἀνθρώπους καταφυγεῖν καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμϐάνωσιν αὐτά. […] Χελιδὼν ἐκκλησίαν τῶν ὀρνέων συναθροίσασα παρῄνει, φάσκουσα κράτιστον εἶναι τὸ μὴ προσκόπτειν ἀνθρώποις, ἀλλὰ φιλίαν συνθεμένους οἰκείως διακεῖσθαι πρὸς αὐτούς. […] Οὕτως τε ταύτην τὴν κακογνωμοσύνην ὑπομείναντα, μετενόησε μὴ μετ’ ἀνθρώπων μένειν, ἀλλ’ ἐν ἀέρι πέτεσθαι.
Τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραϐάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. […] Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴγε περιττοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι· « Ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας τῶν πάλαι σὺν σοὶ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς. » Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους ὅτι, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν. […] Ὁ δὲ αἰπόλος, ὡς εἶδε πεφευγυίας ἃς ἐξέτρεψε τῇ ὥρᾳ τοῦ χειμῶνος, μέγα στενάξας κὠλολύξας ἐκ βάθους θρηνῶν ἀπῄει μηδὲν προσκεκτημένος, εἰ μὴ τὴν ῥάϐδον μετὰ τοῦ μαρσιπίου.
Φοϐηθεὶς δὲ μὴ ὕπαρ γένηται καὶ ἀληθεύσῃ ὁ ὄνειρος, οἴκημα κάλλιστον καὶ μετέωρον κατασκευάσας, ἐκεῖσε τὸν υἱὸν παρεφύλαττε. […] Ὅτι ἃ δὴ μέλλει συμϐαίνειν τινί, ἐγκαρτερείτω τούτοις γενναίως καὶ μὴ σοφιζέσθω· οὐ γὰρ ἐκφεύξεται. […] Ὁ δὲ φοϐηθεὶς μὴ τοὖναρ ἀληθεύσῃ, οἴκημα τερπνὸν αὐτῷ κατασκευάσας, ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζῴοις παντοίοις αὐτοὺς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων αὐτὸς ἀπεμορφώθη. […] Ὁ μῦθος δηλοῖ ὅτι ἃ μέλλει συμϐῆναί τινι, τούτοις γενναίως ἐγκαρτερείτω καὶ μὴ κατασοφιζέσθω· οὐ γὰρ ἐκφεύξεται.
Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις βλάϐη γίνεται μεγάλη τοῖς δυσοργήτοις. […] Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις μεγίστη βλάϐη τοῖς δυσοργίστοις ἐγγίνεται.
Πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστὶ μὴ χοιρίδιον, ὃ δέδοικεν, ἡμῖν ἐπιτιθῆται. […] Πίθηκος δὲ ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, ὅτι χολὴν καὶ ἄμυναν <οὐ> τρέφει κατὰ τῶν ἐπταικότων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστίν, αὐτοῦ βασιλεύοντος, μὴ χοιρίδια ἡμῖν ἐπιθῆται.
Τῶν δὲ κυνῶν ἔσθ’ ὅτε μὴ δυναμένων καταλαϐεῖν τὸν λύκον καὶ διὰ ταῦτα ὑποστρεφόντων, ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαϐών, οἷα δὴ λύκος, συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν. Εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόϐατον, αὐτὸς λάθρᾳ θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως ὁ ποιμὴν στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον, εἰς δένδρον αὐτὸν ἀναρτήσας ἀπέκτεινεν.
Τοῦ δὲ δεομένου μεθεῖναι αὐτὸν καὶ λέγοντος ὡς οὐ μόνον αὐτὸς ἀϐλαϐής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος, τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμϐάνων κατεσθίει, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· « Ἀλλ’ εἰ τὰ μάλιστα μὴ φαῦλος σὺ εἶ, δι’ αὐτὸ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ πονηρῶν κεκάθικας. » Ἀταρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας περιφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς ἐκείνων κακίας κοινωνεῖν δόξωμεν. […] Ὅρα καὶ χροιὰν ὡς οὐχ ὁμοία τούτων. » Ὁ δὲ γεωργὸς μέγα γελάσας ἔφη· « Οἶδά σε κἀγὼ οὐδ’ ὅλως ἀγνοῶ σε· ἐπιγινώσκω καὶ τίς ὑπάρχεις οἶδα, ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξῃ. » Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν τοῖς κακοῖς ἀνδράσι, μήπως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν. […] Ἰδὲ καὶ τὴν χροιὰν ὡς οὐχ ὁμοία. » Ὁ δὲ ἔφη· « Οὐκ οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετ’ αὐτῶν σε καὶ ἀπολέσω. » Ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σὺν αὐτοῖς ἐμπαρῇς.
Τούτων δέ τις ὑποτυχὼν ἔφη· « Ὦ οὗτος, ἀλλ’ οὐ νῦν σε ἔδει ταῦτα λέγειν, ὅτε οὐδὲν ὄφελος, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἀπέθανε. » Τῶν δὲ παρόντων τις ὑπολαϐὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. […] Τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. » Τῶν δὲ παρόντων ὑπολαϐών τις ἔφη· « Ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.
Αἱ δρύες κατεμέμφοντο τὸν Δία ὅτι « ἐπεὶ κοπτόμεθα, τί ἡμᾶς μετὰ τῶν λοιπῶν φυτῶν ἐποίησας ; » Ὁ δὲ Ζεὺς εἶπεν· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς κοπῆς· εἰ μὴ γὰρ ὑμεῖς τὰ στελίδια ἐγεννᾶτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Ὅτι αἴτιοι κακῶν ἑαυτοῖς τινες ὄντες τὴν μέμψιν ἀφρόνως τῷ θεῷ ἐπιτιθέασιν. […] Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ.
Μικρὸν δὲ αὐτῶν τῆς ὁδοῦ προϊόντων, ὁ ὀνηλάτης ὁρῶν τὸν ὄνον ἀντέχειν μὴ δυνάμενον, ἀφελόμενος αὐτοῦ τὸ φορτίον τῇ ἡμιόνῳ ἐπέθηκεν. […] Καὶ τότε ἐκείνη ἀποϐλέψασα εἰς τὸν ὄνον εἶπεν· « Ὦ οὗτος, ἆρά σοι οὐ δοκῶ δικαίως τῆς διπλῆς τροφῆς ἀξιωθῆναι ; » Ἀτὰρ οὖν καὶ ἡμᾶς προσήκει μὴ ἀπὸ τῆς ἀρχῆς, ἀλλ’ ἀπὸ τοῦ τέλους τὴν ἑκάστου δοκιμάζειν διάθεσιν.
Ὢ τύχης διδούσης καὶ μὴ λαμϐάνεσθαι συγχωρούσης· ὢ θησαυρὸς ἡδονὴν οὐκ ἔχων· ὢ χάρις δαίμονος ἄχαρις γενομένη. Τί οὖν ; ποίῳ τρόπῳ χρήσωμαι ; ἐπὶ ποίαν ἔλθω μηχανήν ; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαϐεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ, κἀγὼ πόρρω ἔσομαι θεατής. » Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.
Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζῴοις πᾶσιν ἀναϐοήσαντος· « Ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, » ἀλώπηξ ἀκούσασα ἔφη· « Πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων ; » Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται ; Cod. […] Ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρός Παιών. – Καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω ; » Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.
Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν. […] Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, ὑποτυχών τις ἔφη· « Ἀπίωμεν, ὦ οὗτοι· κορώνη γάρ ἐστιν, ἥτις κέκραγε καὶ οἰωνισμὸν οὐκ ἔχει. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἁμιλλώμενοι, πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι.
Κἀκεῖνος ἔφη πρὸς αὐτάς· « Ὦ κάκιστα ζῷα, ὑμεῖς τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν δεινῶς τύπτετε. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι’ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιϐούλους ἀπωθοῦνται. […] Ὁ δὲ πρὸς αὐτάς· « Κάκιστα ζῷα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς δι’ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιϐούλους ἀπωθοῦνται.
Τοῦ δὲ εἰπόντος μὴ τοῦτον εἶναι, ἐκ δευτέρου ἀργυροῦν ἀνήνεγκε καὶ πάλιν ἀνηρώτα εἰ τοῦτον ἀπέϐαλεν. […] Ὁ δὲ πάλιν ἠρνήσατο κἀκεῖνον μὴ εἶναι αὐτοῦ. […] Τοῦ δὲ μὴ τοῦτον εἶναι φαμένου, αὖθις καταϐὰς ἀργυροῦν ἀνεκόμισε. […] Ὁ δὲ πένης ἔφησε μὴ εἶναι τοῦτον. Αὖθις οὖν ἐλθὼν ἀργυροῦν ἐπιφέρει· καὶ πάλιν ἠρνήσατο μὴ εἶναι τοῦτον.
Ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μάλλοις, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμήν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαϐεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξυπτερά, ὡς ἑσπέρα κατέλαϐε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. […] Ὁ δὲ κολοιὸς ἔφη· « Δίκαια πάσχω· τί γὰρ κολοιὸς ὢν ἀετὸν ἐμιμούμην ; » Ὅτι τὰ κατὰ σὲ καὶ πρὸς δύναμιν ποίει, τὰ ὑπὲρ σὲ δὲ μὴ ζηλοῦ.
Ἐδυσώπει δὲ τὴν αἶγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. […] Ὡς οὖν κάτιδεν ὁ ποιμὴν κεκομμένον, καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι, μηδ’ ὑποδεῖξαι κεκλασμένον τὸ κέρας.
Λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον· « Ἴνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους ; οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ· ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ· ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις, κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους, καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως· ἀλλ’ οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε, ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας. […] Εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι, ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι. » Ὡς δ’ ὑπήκουσαν παραυτίκα οἱ κύνες, εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι καὶ παραυτίκα διέφθειραν τοὺς κύνας, ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων.
Πλούσιος βυρσοδέψῃ παρῳκίσθη· μὴ δυνάμενος δὲ τὴν δυσωδίαν φέρειν διετέλει ἑκάστοτε αὐτῷ ἐπικείμενος, ἵνα μεταϐῇ. […] Πλούσιος βυρσεῖ γειτονεύων καὶ μὴ δυνάμενος τὴν δυσωδίαν φέρειν ἐπέκειτο τῷ βυρσεῖ τοῦ μεταϐῆναι ἐκεῖθεν.
Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πρὸς τὸν καιρὸν καὶ τοὺς κρείττονας αὐτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων. […] Ὁ μῦθος δηλοῖ ὅτι τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων. […] Κάλαμοι παρεπεφύτευντο κυπαρίττοις, καὶ αἱ κυπάριττοι, τὸ αὐτῶν ἀνεκρίζωτον διὰ τὸ εὖ κλίνειν ἀνέμοις ἐνορώμεναι, σφοδρῶς ἐπέκειντο τοῖς καλάμοις, « Πῶς ἡμεῖς, λέγουσαι, τὴν ἐκρίζωσιν ἀθρόαν δεινῶς ὑφιστάμεθα, ὑμεῖς δὲ καὶ ἅπασαι διαδρᾶναι τὸν κίνδυνον εὐκρινῶς μεμαθήκατε ; » Τί οὖν οἱ κάλαμοι ; « Ταῖς ὑπερτερούσαις ἡμῶν δυναστείαις μὴ ἀντιϐαίνειν μεμαθηκυῖαι, ἀλλὰ ταύταις ῥᾳδίως τὸν τράχηλον ὑποκλίνουσαι, τὴν αἰτίαν τοῦ ἀφανισμοῦ διαδιδράσκομεν ἔκρίζωσιν. » Ὅτι τοῖς κρατοῦσιν οὐ δεῖ ἀνθίστασθαι, ἀλλὰ μᾶλλον ὑπείκειν.
Τῶ δὲ παρόντων τις ὑπολαϐὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστιν, ἰδοῦ Ῥόδος, καὶ ἀποπήδησον. » Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ πεῖρα τοῦ πράγματος, πᾶς λόγος ἀργός ἐστι. […] Τῶν δὲ παρόντων τις ὑπολαϐών ἔφη· « Ὦ οὗτος, εἰ ἀληθὲς τοῦτ’ ἔστιν, οὐδὲν δεῖ σοι μαρτύρων· ἰδοῦ Ῥόδος, ἰδοῦ καὶ πήδημα. » Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ἡ τοῦ πράγματος ἀπόδειξις ᾖ, πᾶς λόγος περιττός ἐστι. […] Chambry 52.5 Aliter — Autre version ρατιο ὄνομα ἐν ταῖς τρυφαῖς σχολάζων οὐκ ἦν πρέσϐυς, ἀλλ’ οὐδὲ παλινέος· λευκὰς γὰρ εἶχε καὶ μελένας τὰς τρίχας, ὅμως μελισὸς καὶ μὴ σηλινὸς τυγχάνων. […] Τὰς δὲ πολιὰς ἐξέτειλεν ἡ κόρη, ὡς μὴ θέλωντα τοῦτον γέροντα εἶναι, ἕως φαλακρῶν ἐποίησαν οἱ δύο, γέλιον ὅμου καὶ ὄνειδος ἁπάντων.
Διογένης ὁ κυνικὸς φιλόσοφος λοιδορούμενος ὑπό τινος φαλακροῦ εἶπεν· « Ἐγὼ μὲν οὐ λοιδορῶ· μὴ γένοιτο· ἐπαινῶ δὲ τὰς τρίχας ὅτι κρανίου κακοῦ ἀπηλλάγησαν. » Cod.
Ἐκείνου δὲ φήσαντος· « Τίς ὁ τὴν θύραν κόπτων ; » ἡ γυνὴ ἀπεκρίνατο· « Ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι. » Κἀκεῖνος· « Μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων. » Ἡ δὲ τὸ στῆθος πατάξασα· « Οἴμοι τῇ δυστήνῳ, φησίν· οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν. Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.
Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτω <συμμαχῇς>, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ ; » Ἀταρ οὖν καὶ ἡμᾶς ὁ λόγος διδάσκει μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἀνακαλεῖν, ἀλλ’ ἐπὶ τὰς μείζους ἀνάγκας. […] Τῆς δὲ ἐκεῖθεν αὖθις ἀφαλομένης, στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, εἰ ἐπὶ ψύλλῃ οὐ συνεμάχησας, πῶς ἐπὶ μείζοσιν ἀνταγωνισταῖς συνεργήσεις ; » Ὁ μῦθος δηλοῖ μὴ δεῖν ἐπὶ τῶν ἐλαχίστων τοῦ θείου δεῖσθαι, ἀλλ’ ἐπὶ τῶν ἀναγκαίων.
Ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς καὶ διὰ τοῦτο μὴ δυναμένη ἐξελθεῖν τῆς καλύϐης ἔστενε καὶ ἐπωδύρετο. […] Ἑτέρα δὲ αὐτῇ ἀλώπηξ γελῶσα ἔφη· « Οὐκ ἐξελεύσῃ, ἕως ἂν τὴν γαστέρα ποιήσῃς οἵαν ὅτε εἰσῆλτες. » Ὅτι οὐ δεῖ τινα δολίως ἢ ἀπλήστως πλεονεκτεῖν· ἐν ὑστέρῳ γάρ, κἂν μὴ θέλῃ, πάντα κακῶς ἀποδώσει.
Ὁ δὲ ἕτερος ἔλεγεν· « Ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀναϐῆναι ; » Ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν. […] Ὁ δὲ ἕτερος εἶπεν· « Εἰ δὲ καὶ τοῦτο ξηρανθῇ, πῶς δυνησόμεθα ἀναϐῆναι ; » Ὁ μῦθος δηλοῖ ἄνευ συμϐουλῆς μὴ ποιεῖν τι.
Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καὶ ἐμὲ ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Οὕτως οἱ παρὰ τὰς εὐθηνείας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταϐολὰς τὰ μέγιστα δυστυχοῦσιν. […] Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις ὅτε με μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Ὁ μῦθος διδάσκει μὴ ἀμελεῖν ἡμᾶς ἐπὶ τῇ τῶν ἀναγκαίων φροντίδι, ἀλλὰ καιρῷ εὐθέτῳ τὰ πρὸς σωτηρίαν μεριμνᾶν.
Οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι, πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.
Μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα διεσῴζετο· ἐπειδὴ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα συνέϐη, τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις, μὴ δυναμένην τρέχειν συλληφθῆναι. […] Καὶ μέχρι μὲν ἐν πεδίῳ ἐδιώκετο, ἀκατάληπτος ἦν ἠ ἔλαφος, ἐπεὶ προέθεεν· ἐπεὶ δὲ κατά τινα δρυμὸν καὶ ὑλώδη τόπον παρεγένετο, συνέϐη τοῖς κέρασιν αὐτῆς ἐμπλακῆναι τοῖς κλάδοις, καὶ μὴ δυναμένην τρέχειν συλληφθῆναι ὑπὸ τοῦ λέοντος. […] Ἔφη δέ· « Ὦ μάταιος ἐγώ, ὃς ἐκ μὲν τῶν ποδῶν ἐσώθην οἷς ἐμεμφόμην, ἐκ δὲ τῶν κεράτων προεδόθην οἷς ἐκαυχώμην. » Ὅτι περὶ πράγματός τινος, ἐὰν διακρίνῃς καλὸν εἶναι, μὴ ἔχῃς βέϐαιον περὶ τούτου· πολλάκις γὰρ σφάλλουσιν αἱ ἐλπίδες εἰς ἃς ἐπερειδόμεθα.
Ὁ δὲ κύων ἐδέετο αὐτοῦ ὅπως μὴ θύσῃ αὐτόν, λέγων· « Νῦν, ὦ κύριέ μου, μὴ φάγῃς με, ὅτι λεπτός εἰμι καὶ ἰσχνὸς καὶ πτωχός· μικρὸν δὲ ἀνάμεινόν με· μέλλουσι γὰρ οἱ ἐμοὶ δεσπόται γάμους ποιῆσαι, καὶ ἐὰν ἄρτι ἐάσῃς με, φαγὼν περισσότερον, λιπαρώτερος γενήσομαι καὶ τότε κρείττων τίς σοι φανήσομαι. » Ὁ δὲ πεισθεὶς τοῖς λόγοις αὐτοῦ τότε μὲν κατέλιπεν αὐτόν· μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθὼν ἐζήτει αὐτὸν καὶ εὑρίσκει αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον. […] Λύκου δ’ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. « Νῦν μὲν γάρ, φησί, λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι. » Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ’ ἡμέρας δ’ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν.
Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ’ ἔφη· « Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον. » Ὑπολαϐὼν δὲ ὁ λέων οὕτως ἔφη· « Ἐφ’ ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν· εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι. […] Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει· « Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση <πέλει>. » Ἔφη δ’ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε· « Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, †πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους.† » Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες.
Οὗτος ἐπέρριψεν ὀστοῦν λαλῶν ταῦτα· « Ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονι ἐμοῦ προσκεκρουκότος, ἐπανακλίνεις σαυτὸ ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι καθόλου· ὅταν δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐφιεμένους ἐσθίειν ὁ μῦθος ἐλέγχει. […] Μιᾷ γοῦν τῶν ἡμερῶν παρεσθηκὼς τῷ χαλκεῖ, ἔρριψεν ὁ χαλκεὺς αὐτῷ ὀστοῦν λέγων· « Ὦ ταλαίπωρε κύων, ὑπνῶδες καὶ ὀκνηρέ, τί σοι ποιήσω ; τὸ γὰρ ἀκμόνιον προσκεκρουκώς, εὐθὺς ἐπανακλίνεις σαυτὸν ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι· ὅταν δὲ τοὺς ὀδόντας μου πρὸς τροφὴν κινήσω, εὐθὺς ἕτοιμος τὴν κέρκον μοι ἐπισείεις. » Ὁ μῦθος [δηλοῖ ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς ὁ τῶν ἀλλοτρίων πόνος ἐλέγχει.
. - Ἀλλὰ τοῦτο μὴ πάθοι λύκος ἐμοὶ φίλος· λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης. » Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.
Κἀκεῖνος τοὺς ὀδόντας τρίζων εἶπεν· « Ὁ τόπος με λοιδορεῖ· σὺ μὴ καυχῶ. » Ὅτι καὶ καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἐνδόξους. […] Ὁ δὲ στενάξας ἐκ βάθους τῆς καρδίας τρίζων ὀδόντας πρὸς τὸν ἄρνον ἐϐόα· « Αὐτὸς ὁ τόπος κατακρατεῖ με κάτω· μὴ μάλα καυχῶ, ἀτυχέστατον ζῷον. » Ὅτι καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἀνθρώπων.
Τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ δευτέρου ἰδὼν κορώνην ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. […] Τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς εἶναι τοῦτον, ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν, καὶ τῷ μάντει φράζει.
Ὁ μῦθος δηλοῖ ὅτι δεῖ, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι· ἀϐέϐαιος γάρ ἐστιν ὁ βίος οὗτος. […] Ὁ μῦθος δηλοῖ ὅτι, κἂν ὁ χρόνος εἰς δόξαν φέρῃ τινά, τῆς ἑαυτοῦ γε μὴν τύχης μὴ ἐπιλανθανέσθω· ἀϐέϐαιος γάρ ἐστιν ὁ βίος οὗτος.
Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ὦ οὗτος, οὐκ ἀγαπᾷς ἐκ λύκου στόματος σῴαν τὴν κεφαλὴν ἐξενεγκών, ἀλλὰ καὶ μισθὸν ἀπαιτεῖς ; » Ὁ λόγος δηλοῖ ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσίας ἀμοιϐὴ τὸ μὴ προσαδικεῖσθαι ὑπ’ αὐτῶν. […] Οὗτος γελάσας καὶ τοὺς ὀδόντας θήξας· « Ἀρκεῖ σοι, εἶπε, μισθὸς τοῦτο καὶ μόνον ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξῆρας κάραν σῴαν μηδὲν παθοῦσαν. » Ὁ μῦθος πρὸς ἄνδρας δολίους οἵτινες ἐκ κινδύνων διασωθέντες τοῦτο παρέχουσι τοῖς εὐργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς.
Βέλτιον οὖν ἦν ἑαυτοὺς θανατῶσαι καὶ μὴ κακίστῳ ζῆν οὕτως ἐν <τῷ> φόϐῳ. » Ταῦτα δὲ αὐτῶν πρὸς ἀλλήλους εἰπόντων, ἀπεκίνησαν πρὸς λίμνην πεπτωκέναι. […] Εἷς δέ τις γερὼν λαγωὸς ἔφη· « Στῆτε, καὶ μὴ ἀπογνῶμεν ἑαυτῶν· εἰσὶ γάρ, ὡς ὁρᾶτε, καὶ ὑπὲρ ἡμᾶς ἄλλοι δειλότεροι. » Ὁτι τοῖς δυστυχοῦσιν οὐ τὴν τυχοῦσαν παραμυθίαν φέρει τὸ καὶ ἑτέρους χείρονα παθόντας ὁρᾶν. […] Εἷς δέ τις γέρων λαγωὸς ἔφη πρὸς τοὺς ἑτέρους· « Στῆτε, φίλοι, καὶ μὴ ἑαυτοὺς ἀποπνίξωμεν· εἰσὶ γὰρ καὶ ἄλλα ζῷα, ὡς ὁρᾶτε, δειλότερα ἡμῶν. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἑαυτὸν ἀπογινώσκειν δι’ εὐτέλειαν σώματος ἢ πλούτου, ἀλλὰ πανηγορεῖν ἑαυτόν.
Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ’ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται.
Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, συνέϐη ἐκ τούτου τοὺς μὴ ἐξ ἀρχῆς ἀνθρώπους πλασθέντας τὴν μὲν μορφὴν ἀνθρώπων ἔχειν, τὰς δὲ ψυχὰς θηριώδεις.
Κἀκείνη ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, δι’ ἣν ἀγνοῶ πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσομαι. » Πρὸς ἄνδρα ἀμφίϐολον.
Ἐπειδὴ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· καὶ μὴ βουλομένης αὐτῆς ἀποδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. […] Γυνὴ πρεσϐῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῷ ἰατρεῦσαι αὐτὴν παρεκάλει, στοιχήσασα αὐτῷ ἐνώπιον μαρτύρων ὅτι, ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμούς, πολὺν λήψεται παρ’ αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπεύσῃ, ἐπιμείνῃ δὲ ἡ ἀρρωστία, μηδὲν αὐτῷ παρασχήσει. […] Γυνὴ πρέσϐις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσε θεραπεῦσαι αὐτήν, ἐνώπιον μαρτύρων εἰποῦσα ὅτι « ἐὰν θεραπευθῶ τοὺς ὀφθαλμούς μου, πολὺν λήψῃ παρ’ ἐμοῦ τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῶ, ἀλλ’ ἐπιμείνω τῇ ἀρρωστίᾳ, οὐδὲν ἀποδώσω σοι. » Οὕτως οὖν ὁ ἰατρὸς τοὺς ὀφθαλμοὺς αὐτῆς θεραπεύων κατ’ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε.
Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· « Tιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω. » Καὶ ὁ κύων ἔφη· « Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ’ ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω. » Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.
Συνέϐη δὲ τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακρούς, ἅτε μὴ ἐφικομένου τοῦ ποτοῦ [μηδὲ μέχρι γονάτων] εἰς πᾶν τὸ σῶμα, ἀφρονεστέρους γενέσθαι.
« Τρέφου, » λέγων, « ὦ φίλε, ὅ τι ἂν βούλῃ καὶ μὴ αἰδεσθῇς ἐμὲ τὸν προσφιλῆ σου. »] Ὁ οὖν βάτραχος τὸν μῦν προσεκεκλήκει. […] Ἔστι δὲ θεὸς ὃς κἀμὲ ἐκδικήσει, ὁ μὴ παρορῶν τοὺς θανόντας ἀδίκως. » Καὶ δὴ ἀετὸς πετόμενος ἐπάνω ἐθεάσατο τὸν μῦν ἐπὶ τῆς λίμνης, ὅστις καταπτὰς ἀφήρπασεν εὐθέως.
Ἡ δὲ καθ’ ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, « ἀλλ’ ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή. » Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι’ αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνην μείζονα].
Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· « Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. » Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.
Ὀρνιθοθήρας, ὀψιαίτερον αὐτῷ ξένου παραγενομένου, μὴ ἔχων ὅ τι αὐτῷ παραθείη, ὥρμησεν ἐπὶ τὸν τιθασσὸν πέρδικα καὶ τοῦτον θύειν ἔμελλε.
Διόπερ φοϐουμένη λάρνακα μεγίστην κατασκευάσασα ἐν ταύτῃ αὐτὸν καθεῖρξε, φυλαττομένη μὴ ὑπὸ κόρακος ἀναιρεθῇ.
Μάνδρας ἔσω πρόϐατα ποιμὴν εἰσάγων μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ <ὁ> κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν· « Πῶς τὰ πρόϐατα τῆς ποίμνης θέλων σῶσαι τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ ; » Ὅτι μεγίστην βλάϐην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις.
Ὅτι εὔκολον ἡ σωτηρία τοῖς μὴ μεγάλως εὐτυχοῦσιν, τὸν δὲ μέγαν ὄντα τῇ δόξῃ σπανίως ἴδοις ἂν ἐκφυγόντα τοὺς κινδύνους.
Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ ποτὸν ἀπῆγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν, ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρόν, ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν.
Καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη.
Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνώδους ἄντρου νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, κατωτέρω παρῄνει αὐτῇ καταϐῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων ὡς ἀμείνων ὁ παρ’ αὐτῷ λειμών ἐστι, ἐπεὶ καὶ ἡ πόα σφόδρα εὐανθής.
Ὄνος ξύλων γόμον φέρων λίμνην διέϐαινεν· ὀλισθὼν δέ, ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν.
Οὕτω καὶ οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐφικνεῖσθαι καὶ τὰ μέγιστα δυστυχοῦσιν.
Τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, εἶπεν· « Ἀλλ’ οὐ μέλλω κλάειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων ; » Κἀκείνη πρὸς αὐτὸν ἔφη· « Ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσιν.
Ἵππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τήν πρώτην.
Ἡ δὲ κορώνη ἔφη· « Εἰ οὕτω λαλεῖς, ἔχουσα ἀποκεκομμένην τὴν γλῶτταν, τί ἂν ἐποίησας, εἰ μὴ τετρημένην αὐτὴν εἶχες ; » Cod.
Καὶ δὴ συλλαϐών· « Τίς εἶ σύ, ἀνεϐόα, ὅτι πάντα μου μέλη κατεϐοσκήσω εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων ; » Ἡ δὲ ἐϐόα· « Οὕτως ζῶμεν, μὴ κτείνῃς· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι. » Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· « Ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα οὐδ’ ὅλως πρέπει καθόλου που φυῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.
Ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο τῷ φορείῳ, ἀναπηδήσασα ἀκόσμως συλλαϐεῖν αὐτὸν ἐπειρᾶτο.
Ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαϐεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν· εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· « Ἀλλ’ ἐγὼ δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βοράν, ἐλπίδα μείζονα προέκρινα. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων μετρίοις κέρδεσι μὴ ἀρκούμενοι, μείζονας δὲ ἐλπίδας διώκοντες λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.
Τὰ δὲ πρόϐατα μὴ προϊδόμενα τὸ μέλλον ἐξέδωκαν αὐτούς, καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως καὶ τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν.
Λύκος κατά τινα ἄρουραν ὁδεύων κριθὰς εὗρε· μὴ δυνάμενος δὲ αὐταῖς τροφῇ χρήσασθαι, καταλιπὼν ἀπῄει.
Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέλαϐεν, εἶθ’ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.
Ἐξ οὗ δὴ συνέϐη τοὺς ἀνθρώπους τὰ μὲν ἀλλότρια κακὰ ἐξ ἀπόπτου κατοπτάζεσθαι, τὰ δὲ ἴδια μὴ προορᾶσθαι.
Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων μὴ πάνυ τι αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν.
Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· « Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον. » Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.
Ὁ δὲ εἶπεν· « Ἀλλ’ εὖ ἴσθι ὅτι κἀγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ᾔδειν σε ὄνον ὄντα. » Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσιν.
Ὅτι πένης καὶ ἰδιώτης ὢν μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε κατεγελασθῇς καὶ κινδυνεύσῃς· τὸ γὰρ ξένον ἀνοίκειον.
Καὶ στερρὸς ὁ κυϐερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· « Ἀλλ’, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου. » Ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάϐλητον ἐννοουμένους.
Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἱστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν, καὶ ὁμαλίζων αὐτὸν εἶπεν· « Καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμϐαίη ὅπερ θέλεις. » Ὅτι τοιοῦτός ἐστι πᾶς ὃς κληρονόμος ἐστὶν οὐσίας, τῷ νοσοῦντι συναλγῶν καὶ προσποιούμενος κλαίειν ὑπούλως.
Ὡς δὲ ἐγένετο κατά τινα ἔπαυλιν, ἀκούσας γραὸς κλαυθμυριζομένῳ παιδὶ διαπειλούσης, ἐὰν μὴ παύσηται, βαλεῖν αὐτὸν λύκῳ, προσέμενεν οἰόμενος ἀληθεύειν αὐτήν. […] Αἰτοῦντι τροφὴν νηπίῳ καὶ κλαίοντι ἠπείλησε γραῦς, εἰ μὴ ἡσυχάσαι, τῷ λύκῳ ῥῖψαι.
Τί μοι ἔσται πρώτῃ σοι εἰπούσῃ ; Ἀλλ’ εὖξαί μοι σπευδούσῃ, μὴ πάλιν με ζητήσῃ· χρῄζει γάρ με σύμϐουλον ἐν πᾶσιν. […] Τῆς δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον μὴ γινώσκουσα τὸ μέλλον. […] Ἀλώπηξ δὲ μηκόθεν σταθεῖσα ἔφη· « Αὕτη ἀληθῶς καρδίαν οὐκ εἶχεν· μὴ ἔτι ζήτει· ποίαν γὰρ καρδίαν αὕτη εἶχεν, ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν. » Ὅτι ὁ τῆς φιλοδοξίας ἔρως τὸν ἀνθρώπινον νοῦν ἐπιθολοῖ καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ. […] Ἡ δ’ ἀλώπηξ μακρόθεν ἑστῶσα ἔφη· « Ὦ λέον, μὴ ζήτει καρδίαν· αὕτη γὰρ ἀληθῶς καρδίαν οὐκ εἶχεν· εἰ γὰρ καρδίαν εἶχεν, δὶς εἰς χεῖρας λέοντος οὐκ ἂν ἦλθεν. » Cod.
Πρὸς ἣν ἀλώπηξ εἶπεν· « Ἐγώ σου τῆς δορᾶς κρείττονα καὶ ποικιλωτέραν γνώμην ἔχω. » Ὅτι τοῖς συνετοῖς καὶ ποικίλα φρονοῦσιν μᾶλλον ἔπαινός ἐστιν ἢ τῇ φύσει εὐπρεπέσι καὶ μὴ τῇ γνώμῃ.
Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμὼν καὶ αὐτὸν διεπέρασε.
Κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν οὐδὲν εὗρον ὅτι μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαϐόντες ἀπῄεσαν.
. † » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς πένητας οἵτινες ἐξερχόμενοὶ συνάξαι διατροφὰς συλλαμϐάνονται παρὰ δυναστῶν καὶ κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ’ αὐτῶν τετυφλωμένων ὄντων καὶ ἀσυνέτων.
Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν, ἥτις με θαλάττιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιϐαίνειν. » Οὕτως καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους οἳ ἐν κινδύνοις παρεῖναι ἡμῖν δύνανται.
Καὶ πῶς ἂν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων ; » Ὅτι ἐν μιᾷ βουλῇ καὶ γνώμῃ πάντων τῶν στρατευμάτων ὄντων κατὰ τῶν ἐναντίων νίκην ποιοῦνται.
Στὰς δὲ πόρρωθεν πρὸς αὐτὸν ταῦτα λέγει· « Ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας ; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις ; » Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει· Σὺ δέ, ὦ λύκε, δικαίως τοῦτ’ ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι. » [Ὅτι] πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις ὁ μῦθος.
Λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς διατεθεὶς ἐϐέϐλητο τροφὴν ἑαυτῷ περιποιεῖσθαι μὴ δυνάμενος· καὶ δὴ θεασάμενος πρόϐατον, τούτου ἐδεήθη ποτὸν αὐτῷ ὀρέξαι ἐκ τοῦ παραρρέοντος ποταμοῦ· « Ἐὰν γὰρ σύ μοι ποτὸν δῷς, ἐγὼ τὴν τροφὴν ἐμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἐὰν ποτόν σοι ἐπιδώσω ἐγώ, σὺ καὶ τροφῇ μοι χρήσῃ. » Πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα ὁ λόγος εὔκαιρος.
Καὶ ὃς ἀναστενάξας εἶπεν· « Δίκαια πέπονθα· τί γὰρ μὴ νηπίους ἀπέκτεινον ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς πονηροὺς διασῴζοντες λανθάνουσι καθ’ <ἑαυτῶν> πρῶτον αὐτοὺς ῥωννύντες.
Καὶ ὃς ἀποθνῄσκειν μέλλων ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν ; » Ὁ λόγος δηλοῖ ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιϐὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται.
Διὸ καὶ μὴ ἔχων πόθεν [ἂν] αὐτὴν εἰσαγάγῃ, διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν.
Δράκοντος ἡ οὐρὰ τῇ κεφαλῇ ἐστασίασεν, ἀξιοῦσα ἡγεῖσθαι παρὰ μέρος καὶ μὴ διὰ πάντος ἀκολουθεῖν ἐκείνῃ.
Τὸ δὲ παιδίον εἶπεν· « Ἀλλὰ νῦν μοι βοήθησον· ὕστερον δὲ σωθέντα μέμφου. » Ὁ μῦθος δηλοῖ ὅτι μὴ μέμφου, πλὴν ἐλέει· καὶ γὰρ παράπληκτον ποιεῖς τὸν λυπούμενον.
Τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα· « Ἄθλιαι ἡμεῖς, εἴγε αὐταί, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτω σφόδρα κόπτονται καὶ κλαίουσιν, » ἐκείνη ὑποτοχοῦσα εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε, τέκνον, εἰ οὕτως οἰκτρῶς αὗται θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι καὶ ἀλλοτρίας συμφορὰς ἐργολαϐεῖν.
Ἀρεσθέντων δὲ πάντων ἐπὶ τούτῳ τῶν ὀρνέων, κολοιὸς αὐτῷ εἶπεν· « Ἀλλ’ ἐάν, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς καταδιῶξαι ἐπιχειρήσῃ, πῶς ἡμῖν ἐπαρκέσεις ; » Ὁ λόγος δηλοῖ ὅτι ἀεὶ τοὺς δυνάστας μὴ κάλλει, ἀλλὰ φρονήσει καὶ δυνάμει δεῖ κομεῖσθαι.
Τῆς δὲ μὴ μάτην τοῦτο ποιεῖν λεγούσης· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, καὶ διὰ τοῦτο ἀπ’ ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· « Ἀλλ’ οὐ νῦν σε φυλάττεσθαι δεῖ, ὅτε μηδὲν ὄφελος, ἀλλὰ πρὶν ἢ συλληφθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασιν ἀνόνητος ἡ μετάνοια.
Ὁ δ’ ὄφις ἀνεϐόα· « Ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐϐούλου καὶ θάνατον προσάγειν ; Ὅμως πέπονθας ὃ ἐϐούλου μοι πρᾶξαι. » Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά.
Ὁ δὲ ἔφη· « Διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ τριάκοντα. » Καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὄμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην.
Ὁ Ζεὺς δὲ τὸ κάλλος θαμϐηθεὶς τὴν νίκην τούτῳ παρέχειν ἔμελλεν, εἰ μὴ χελιδὼν Ἀθηναία τοῦτον ἤλεγξε, τὸ πτερὸν αὑτῆς ἐκσπάσασα. […] Ὅτι δεῖ τὸν καθένα οἷος καὶ ὑπάρχει οὕτως καὶ φαίνεσθαι καὶ μὴ, πένης ὤν, φαίνεσθαι πλούσιος.
Ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτόν, ἀγανακτῶν ὅτι μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται.
Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν ἐξιὼν παρ’ ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς αὐτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν. » Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν.
Ὁ λόγος παραινεῖ πᾶσι μὴ δρᾶν τι πρᾶγμα παρὰ τὴν ὥραν· εἰ γὰρ δράσειας, οὐ φεύξῃ τοῦ κινδύνου.
Συνέϐη δὲ αὐτῷ μὴ μόνον ὧν προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποϐαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν.
Ἡ δ’ ἱκέτευεν αὐτὸν λέγουσα οὕτως· « Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, κἀγὼ δέ σοι πέρδικας <πολλὰς> προσάξω. » Ὁ δ’ ἀνηλεῶς ἔφη πρὸς ταύτην τάδε· « Σὺ <δὴ> ταῖς πέρδιξι προσαγγεῖλαι θέλεις εἰς χεῖρας ἐμάς τινα μὴ πλησιάσαι. » Ὁ μῦθος πρὸς τὸ μηδ’ ὅλως πιστεύειν τοῖς ἐχθροῖς.
Τῆς δὲ ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦσιν αὐτὴν ἀνατεμεῖν, ἡ κύων ἔλεγε καὶ κατ’ αὐτὸ τοῦτο αὐτὴν ἀγνωμονεῖν, εἴγε Ἀφροδίτη μισεῖ, ὥστε καὶ ἐὰν φάγῃ τις ὑὸς κρέα, τοῦτον οὐκ ἐᾷ εἰς τὸ ἱερὸν αὐτῆς εἰσιέναι.
Ὁ δὲ τοῦ καλοῦ μὴ ἐπιλαθόμενος τὸν γεωργόν ποτε ὑπὲρ τοίχου ὁρῶν καθήμενον εὐολίσθου, τὸ ἐπὶ τῆς κεφαλῆς ἐκείνου ἀφείλετο σημικίνθιον, τῆς καθέδρας τοῦτον ἐξεγεῖραι βουλόμενος, ὡς καὶ κατώρθωσε.
Συνέϐη δὲ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι οὐδὲ ἦν, τοῦ δὲ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη.
Συνέϐη δὲ αὐτὸν μετ’ οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι· ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγετῶν κάλῳ ἐδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη· « Σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ’ ἐμοῦ ἀμοιϐὴν κομιεῖσθαι· νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις. » Ὁ λόγος δηλοῖ ὅτι καιρῶν μεταϐολαῖς οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.
Λύκος τῶν λοιπῶν στρατηγήσας λύκων νόμους ἔταξε πᾶσιν, ἵνα ὅ τι ἂν ἕκαστος κυνηγήσῃ, πάντα εἰς μέσον ἄξῃ καὶ μερίδα ἴσην ἑκάστῳ δώσῃ, ὅπως μὴ οἱ λοιποὶ ἐνδεεῖς ὄντες ἀλλήλους κατεσθίωσιν.
Ὁ πίθηκος δύο τέκνα τεκών· τὸ μὲν ἕτερον τούτων ἀγαπῶν ἐνστερνίζεται, τὸ δὲ ἕτερον ἀποστρέφεται· καὶ ὃ μὲν ἀγαπᾷ, ἐν τοῖς κόλποις ἀεὶ περισφίγγει καὶ θανατοῖ ἀποπνίγουσα· ὃ δὲ μισεῖ, μὴ περισφιγγόμενον ἀποφεύγει τὸν θάνατον.
Ὅτι οὐ δεῖ τινα ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ μέγα καυχᾶσθαι· πολλοὺς γὰρ ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν [· αὐτοὺς δὲ πολλάκις καὶ ἀπώλεσεν].
Δρῦς ὑπὸ δρυοτόμου ἐτέμνετο· μὴ εὐκόλως δὲ ταύτην ἰσχύοντος ἐκτεμεῖν, διὰ σφηνὸς αὐτὴν ἐκ τῶν ἑαυτῆς σχιδάκων διαιρεῖν ἐμηχανᾶτο.
Οὕτω καὶ τῶν ἀνθρώπων φρόνιμοί εἰσιν ὅσοι διὰ χρήματα ἐπιϐουλευόμενοι ἐκεῖνα ὑπερορῶσιν ὑπὲρ τοῦ τῇ σωτηρίᾳ μὴ κινδυνεύειν.
Συνέϐη δὲ αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυνάμενον ἐξαναστῆναι ἐνταῦθα ἀποπνιγῆναι.
Ἡ δὲ χελώνη μὴ ῥᾳθυμήσασα ἤρξατο τῆς ὁδοῦ.
Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαϐεῖν αὐτήν, ἀλλ’ ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. « Ἀλλ’ ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαϐεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι’ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.
Ἀλώπηξ δ’ αὐτῷ φθονήσασα, ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαϐοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι, καὶ προὐτρέπετο αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι.
Ὁ λόγος δηλοῖ ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας ἢ ταρακτικοὺς καὶ κακούργους.
Ἡ δὲ ὁμοιωθεῖσα γυναικὶ ἔφη πρὸς αὐτόν· « Ἀλλ’, ὦ οὗτος, μὴ ἐμὲ μέμφου, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ μὲν γὰρ φύσει τουαύτη εἰμὶ ὁποίαν καὶ νῦν με ὁρᾷς· οἱ δὲ αἰφνίδιόν με ἐπέρχονται καὶ κυματοῦσι καὶ ἐξαγριοῦσιν. » Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας.
Ὁ δὲ θνῄσκων ἐϐόα· « Ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπ’ ἐκείνων ἀπόλλυνται.
Τῆς δὲ τὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία τε λαμπρὰ ἐπιμείνῃ καὶ λαμρπὸς ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς αὐτήν· « Ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξομαι ; » Οὕτως οἱ ἐν ταὐτῷ τοῖς ἀνομίοις πράγμασιν ἐπειχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν.
Ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη ὁ λέων· « Οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν.
Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· « Ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως παθεῖν τι καὶ λυπηρόν. » Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάϐλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς πράγμασιν ἀεὶ ἐπαγάλλεσθαι, λογιζομένους ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι.
Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινεν, ἕως οὗ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος, ποταμοῦ παραρρέοντος ἐπὶ λουτρὸν ἀπῄει.
Ὁ δὲ βοῦς εἶπεν αὐτῷ· « Εἰς τοῦτο μὴ κάμνων ἐτηρήθης καί σου τὸν τράχηλον μάχαιρα, οὐ ζυγὸς τρίψει. » Ὅτι τῷ ἐργαζομένῳ καὶ πονοῦντι ἔπαινος πρόσεστι, τῷ δὲ ἀργῷ κίνδυνος καὶ μάστιγες.
Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ καὶ πιεῖν αὐτὸν μὴ ἐῶντα.
Ἡ δὲ εἶπεν· « Δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσῃ ἆραι, ἀναιρῶ τοῦτον. » Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει· ἠγάπα γὰρ τοὺς ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν· τοιοῦτον δὲ δέδωκεν ὡς αὐτὴν ἀποθνῄσκειν ἅμα τῷ πλῆξαι· ζωὴ δὲ αὐτῆς ἐστι [πετομένης] τὸ κέντρον.
Ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα ἔφη· « Ὦ ἀνόητε, εἰ τόσας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ ἂν κατέϐης, εἰ μὴ τὴν ἄνοδον ἐσκέψω. » Ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων οὕτω ποιεῖσθαι τὰς τούτων ἐγχειρήσεις. […] Ἡ δὲ ἀλώπηξ τοῦτον ἐκϐλεψαμένη ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει· « Ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ, εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας, οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον ᾔδεις. » Οὕτω τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρῶτον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐπιχειρεῖν.
Δειμαίνουσα γοῦν ἡ νυκτερὶς τὸ χρέος μὴ ἀπαιτῆται, περιπολεῖται νύκτωρ· Ὁπόταν δὲ ἡ βάτος ἐσθῆτα ἴδῃ, δοκοῦσα ἰδίαν εἶναι, σύρει βίᾳ· ἡ αἴθυια δὲ τὴν θάλασσαν ἐντρέχει δοκοῦσ’ ὧδε κἀκεῖσε χαλκοῦν εὑρήσειν.
Περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐάν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι.
Υἱούς τις ἔχων πολλοὺς καὶ μὴ ὁμονοοῦντας, τούτους ἐν μιᾷ καλέσας ὁ πατὴρ καὶ ῥάϐδον αὐτοῖς ἐπιδώσας ἔφη· « Θέλω κατεάξαι ταύτην τὴν ῥάϐδον, » καὶ κατέαξαν αὐτήν.
Ὃς φόϐῳ ληφθείς, μὴ καὐτὸν θανατώσῃ, λαϐὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι, αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην.
Αὐτοῦ δ’ ὁ κύων ἄλλον κύνα ἐκάλει λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη· ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε· τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω, ἵνα αὔριον μὴ πεινάσω καθόλου. » Ταῦτα οὖν λέγων καθ’ ἑαυτὸν ὁ κύων ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον.