/ 158
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 99 » pp. 302-302

Αἱ δρύες κατεμέμφοντο τὸν Δία ὅτι « ἐπεὶ κοπτόμεθα, τί ἡμᾶς μετὰ τῶν λοιπῶν φυτῶν ἐποίησας ; » Ὁ δὲ Ζεὺς εἶπεν· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς κοπῆς· εἰ μὴ γὰρ ὑμεῖς τὰ στελίδια ἐγεννᾶτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Ὅτι αἴτιοι κακῶν ἑαυτοῖς τινες ὄντες τὴν μέμψιν ἀφρόνως τῷ θεῷ ἐπιτιθέασιν. […] Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ. […] Αἱ δρύες ἐμέμφοντο τῷ Διὶ λέγουσαι· « Τίνος χάριν ἡμᾶς ἐποίησας, ἐπεὶ παρὰ τῶν ἀνθρώπων ἐμέλλομεν κόπτεσθαι ; » Ὁ δὲ πρὸς αὐτὰς ἔφη ὅτι « τῆς τομῆς οὐκ ἐγώ, ἀλλ’ ὑμεῖς αἴτιοι· ἂν γὰρ ὑμεῖς τοὺς στελέχους οὐκ ἐϐλαστάνετε, οὐκ ἂν ὑμᾶς ἐξέκοπτε πέλεκυς. » Cod.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 192 » pp. 138-138

Εἷς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς αὐτούς· « Ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοῦ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῷα. » Οὕτω καὶ τοῖς ἀνθρώποις αἱ τῶν ἄλλων συμφοραὶ τῶν ἰδίων δυστυχημάτων παραμυθίαι γίνονται. […] Γένος γὰρ κυνῶν, ἀνθρώπων καὶ ὀρνέων καὶ πᾶν τὸ κατὰ γαῖαν ἡμᾶς ἐκθλίϐει. » Ταῦτα δὲ αὐτοὶ εἰπόντες πρὸς ἀλλήλους ἀπεκίνησαν εἰς λίμνην πεπτωκέναι. […] Οἱ λαγωοὶ πάντες εἰς ἓν συνελθόντες εἶπον· « Ἀϐίωτός ἐστιν ἡμῶν ὁ βίος· καὶ γὰρ ἀετοὶ καὶ κύνες καὶ ἄνδρες ἡμᾶς καταπονοῦσιν· βέλτιον οὖν ἐστιν ἡμᾶς ῥῖψαι ἑαυτοὺς ἐν τῇ πλησίον λίμνῃ καὶ διαφθαρῆναι. » Ταῦτα εἰπόντες ἀπῄεσαν. […] Οἱ λαγωοὶ συναχθέντες ἑαυτοῖς εἶπον· « Ἀϐίωτός ἐστιν ἡμῶν ὁ βίος· καὶ γὰρ ἀετοὶ καὶ κύνες τε καὶ ἄνδρες ὡς οὐδὲν πάντες καταπονοῦσιν ἡμᾶς. […] Εἷς δέ τις γέρων λαγωὸς ἔφη πρὸς τοὺς ἑτέρους· « Στῆτε, φίλοι, καὶ μὴ ἑαυτοὺς ἀποπνίξωμεν· εἰσὶ γὰρ καὶ ἄλλα ζῷα, ὡς ὁρᾶτε, δειλότερα ἡμῶν. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἑαυτὸν ἀπογινώσκειν δι’ εὐτέλειαν σώματος ἢ πλούτου, ἀλλὰ πανηγορεῖν ἑαυτόν.

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 169 » pp. 324-324

Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ’ ὑπολαϐοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει· « Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει. » Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη· « Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. » Ἡ δὲ εἶπεν· « Τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει ; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη ; » Ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὖξαι τοῖς θεοῖς, ὦ μῆτερ, καὶ τῶν δακρύων ἀπόσχου. » Ἡ δὲ εἶπε· « Καὶ τίς σε τῶν θεῶν, ὦ τέκνον, ἐλεήσει ; τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη ; » Cod.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 235 » pp. 163-163

Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· « Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. » Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· « Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ ἄν τις ἥκῃ λαϐεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκϐληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα. […] Ἡ δὲ εἶπεν· « Δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσῃ ἆραι, ἀναιρῶ τοῦτον. » Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει· ἠγάπα γὰρ τοὺς ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν· τοιοῦτον δὲ δέδωκεν ὡς αὐτὴν ἀποθνῄσκειν ἅμα τῷ πλῆξαι· ζωὴ δὲ αὐτῆς ἐστι [πετομένης] τὸ κέντρον. Ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσι μηδεὶς κατὰ τῶν ἐχθρῶν αἰτείτω τι· ὃ γὰρ ἂν κακὸν αἰτήσηται ἐπ’ αὐτὸν ἥξει.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 79 » pp. 296-296

Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἔκ τινος ἀντευεργετεῖν χρή· [ὃ γὰρ ἀγαθὸν ποιήσεις, ἀντιδοθήσεταί σοι]. […] Μετὰ γὰρ τὸ καταδιῶξαι τοῦτον, ὁ εὐεργέτης ἀπέρριψε τὸ ἀναληφθέν, πληρεστάτην ἀντιδοὺς τὴν ἀντίχαριν· οὐ μακρῶς γὰρ ἔμελλε συμπατεῖσθαι τῇ τοῦ τοίχου καταϐολῇ ὁ ἀνήρ· μικρὸν γὰρ ἐκείνου ὑποχωρήσαντος, ἐπιχθόνιον ἐγεγόνει τὸ τῆς ἀνύψωμα καθέδρας.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 139 » pp. 318-318

Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· « Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον. » Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη. […] Ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ, ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφη· « Ὢ τῆς συμφορᾶς· τί τῷ τάλᾳ συνέϐη· ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης, νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν. » Ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ· πολλοὶ γὰρ ἐν γήρᾳ ἀνηλώθησαν κόπῳ.

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 305 » pp. 203-203

Ἐφαψάμενος δὲ τῶν δικτύων, ὡς συνελήφθη, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν ; » Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιϐλαϐής ἐστιν. […] Καὶ δὴ τούτων τὴν σαγήνην ἐασάντων, καὶ μικρὸν ὑποχωρησάντων τοῦ φαγεῖν, καταϐὰς ἀπὸ τοῦ δένδρου, ἐπειρᾶτο μιμεῖσθαι αὐτούς· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον τοῦτο. […] Ὁ δὲ πρὸς ἑαυτὸν ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν ; » Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιϐλαϐής ἐστι. […] Ὅτι μηδεὶς ὃ μὴ ἔμαθε μηδὲ ἐκ πείρας ἔχει πειράτω ποιεῖν· σὺν τῇ ἀπειρίᾳ γὰρ καὶ κακόν τι προσλήψεται.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 58 » pp. 283-283

Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις βλάϐη γίνεται μεγάλη τοῖς δυσοργήτοις. […] Ταύτην δὲ ὁ δαίμων εἰς τὰς ἀρούρας τοῦ ποινητῆρος καὶ τοὺς ἄγρους καθωδήγησεν, ἃ δὴ καὶ κατέκαυσεν· ὥρα γὰρ ἦν θέρους ἀκμαιότητος. […] Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις μεγίστη βλάϐη τοῖς δυσοργίστοις ἐγγίνεται.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 82 » pp. 176-176

Καὶ ὃς ἀποθνῄσκειν μέλλων ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν ; » Ὁ λόγος δηλοῖ ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιϐὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται. […] Ὅτι ἀνδρὶ πονηρῷ μήτε καλῶς πράττοντι μήτε φαύλως χάριν παρασχοῦ· ἡ γὰρ πονηρὰ φύσις ἀντὶ ἀγαθῶν πονηρὰ ἀνταποδίδωσι· χρηστὸν γὰρ ἦθος οὐ τίκτει.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 89 » pp. 55-55

Αἱ δὲ συνεχῶς καταπονούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀλέκτορα ἀποπνίξαι· ἐκεῖνον γὰρ ᾤοντο τῶν κακῶν αἴτιον εἶναι νύκτωρ ἐγείροντα τὴν δέσποιναν. Συνέϐη δὲ αὐταῖς πραξάσαις τοῦτο χαλεπωτέροις τοῖς δεινοῖς περιπεσεῖν· ἡ γὰρ δέσποινα ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν νυχιέστερον ἐπὶ τὸ ἔργον ἤγειρεν. […]γὰρ δεσπότις, ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν, ἔννυχώτερον ταύτας ἀνίσπη.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 184 » pp. 254-254

Ὁ δὲ ἐπιστραφείς, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὅπου ἂν ᾖς, φυλάξομαι σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν δέδωκας. » Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. […] Ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· « Ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν ἔδωκας. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. […] Ἔφησε δ’ ὁ μάγειρος πρὸς κύνα οὕτως· « Ὦ κακὲ κύων, οὐκ ἂν ἐμὲ λανθάνοις· ἢν γὰρ ἐμοῦ καρδίαν δοκεῖς λαμϐάνειν, ταύτην ἐγὼ ἔλαϐον διπλῆν ἐκ σοῦ γε. » Ἐκεῖνα μανθάνει τις ἅπερ μαθεῖν φέρει ἡ τύχη.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 87 » pp. 57-57

Ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἢ πρότερον· « τότε μὲν γὰρ ἔϐλεπον πάντα, ἔφη, τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δ’ οὐδὲν ἰδεῖν δύναμαι. » Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. […] Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· « Ὁ ἄνθρωπος οὗτος, καθῶς λέγει, ἀλήθειαν λέγει· ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθόν, ἐὰν καλῶς ἀναϐλέψω· εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. Νῦν οὖν φάσκει ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅταν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔϐλεπον ἐν τῇ οἰκίᾳ μου· νυνὶ δὲ ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. […] Σταθεῖσα δὲ ἡ γραῦς ἐνώπιον πάντων εἶπεν· « Ἀληθῶς λέγει οὗτος ὁ ἄνθρωπος· ἐπηγγειλάμην γὰρ αὐτῷ δοῦναι μισθόν, ἐὰν καλῶς βλέψω· εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, μηδὲν αὐτῷ ἀποδώσειν. […] Ὅτε γὰρ ἐνόσουν τοὺς ὀφθαλμούς, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ὑπῆρχον ἐν τῇ οἰκίᾳ μου, καὶ ταῦτα ἑώρων· νῦν δὲ οὐ δύναμαι ταῦτα βλέπειν. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων λανθάνουσι διὰ πλεονεξίαν καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 213 » pp. 341-341

Τοῦτον δὲ ἔλαφος ἐξ ὕλης ἰδὼν εἶπεν· « Οὐαὶ ἡμῖν τοῖς ταλαιπώροις· τί γὰρ μαινόμενος οὗτος οὐχὶ ποιήσει, ὃς καὶ σωφρονῶν οὐκ ἦν ἡμῖν φορητός ; » Ὅτι τοὺς θυμώδεις ἄνδρας καὶ ἀδικεῖν εἰθισμένους πάντες φευγέτωσαν ἀρχὴν λαϐόντας καὶ δυναστεύσαντας. […] Τὸν δὲ νεϐρὸς ἐξ ὕλης ἰδὼν ἔφησεν· « Οἴμοι τῷ ταλαιπώρῳ· τί γὰρ μεμηνὼς οὕτως οὐχὶ ποιήσει, ὃς ὑπῆρχε οὐδὲ σωφρονῶν φορητός. » Ὁ λόγος πρὸς ἄνδρα φύσει ὀργιλὸν καὶ αἱμοϐόρον.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 217 » pp. 342-342

Οἱ λύκοι τοῖς κυσὶν εἶπον· « Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί ; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. […]   Λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον· « Ἴνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους ; οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ· ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ· ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις, κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους, καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως· ἀλλ’ οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε, ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 9 » pp. 277-277

Ἡ δὲ πρὸς αὐτὴν δακρύουσα ἐϐόα· « Οὐ δυνήσομαι ἐγὼ τοῦτο ποιῆσαι· τῶν γὰρ προγόνων τὴν λύμην ἀναφέρω. Διὰ γὰρ τοῦτο τὰς ἐρήμους οἰκήσω. » Ὅτι, ἐὰν λυπηθῇ τις ἔκ τινος τύχης, καὶ τὸν τόπον ἐκφεύγει οὗ ἐλυπήθη.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 84 » pp. 61-61

Τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα περιτιθεῖς, ἃ ἐγώ σοι δέδωκα πλουτῆσαι βουλομένη σε ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἄλλας χεῖρας τὸ χρυσίον ἐξαλλάσσῃ, πάλιν τὴν Τύχην μέμψῃ. » Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι χρὴ ἐπιγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ χάριτας ἀποδιδόναι. […] Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἔφη· « Ὦ οὗτος, τί παρέχεις τῇ Γῇ τὰ ἐμὰ δῶρα, ἅπερ ἐγὼ δέδωκα βουλομένη σε πλουτίσαι ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἑτέρας προφάσεις ἐξαναλώσῃς τὸν βίον, πάλιν τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος ἔμφασιν ἔχει ὅτι χρὴ προγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ ἀπονέμειν τὴν χάριν. […] Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη ; Εἰ γὰρ ὁ καιρὸς μεταϐάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ’ ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 88 » p. 246

Κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα ἐπ’ ὤμων ἄρασα ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν. […] Ἐκείνου δὲ φήσαντος· « Τίς ὁ τὴν θύραν κόπτων ; » ἡ γυνὴ ἀπεκρίνατο· « Ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι. » Κἀκεῖνος· « Μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων. » Ἡ δὲ τὸ στῆθος πατάξασα· « Οἴμοι τῇ δυστήνῳ, φησίν· οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν. Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 344 » p. 375

Κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας· « Τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἳ καὶ τὸν ἔχοντα ταύτας, μεθ’ οὗ καὶ ἐγεννήθησαν, κατέλιπον ; » Ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφορᾷ ἐπελθούσῃ· ὃ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐδὲ παραμένει· γυμνοὶ γὰρ ἤλθομεν, γυμνοὶ καὶ ἀπελευσόμεθα.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 303 » pp. 202-202

Κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη· « Ἀλλ’, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη· ὅσῳ γὰρ ἂν πλέονα τέκνα σχῇς, τοσούτῳ περισσοτέρας δουλείας στενάξεις. » Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν. […] Κορώνη δὲ ἀκούσασα ταύτην ἔφη· « Παῦσαι τοῦ ἀλαζομεύεσθαι· ὅσον γὰρ πλέονα τέκνα ἔχεις, τοσοῦτον περισσοτέρους δούλους συνάξεις. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν οἰκετῶν δυστυχέστεροί εἰσιν ὅσοι ἐν δουλείᾳ τεκνοποιοῦσιν.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 358 » p. 272

Καὶ δὴ συλλαϐών· « Τίς εἶ σύ, ἀνεϐόα, ὅτι πάντα μου μέλη κατεϐοσκήσω εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων ; » Ἡ δὲ ἐϐόα· « Οὕτως ζῶμεν, μὴ κτείνῃς· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι. » Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· « Ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα οὐδ’ ὅλως πρέπει καθόλου που φυῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 61 » pp. 285-285

Τῆς δὲ κεφαλῆς παραυτίκα κλασθείσης, ἔρρευσε χρυσὸς πολλοστὸς παραχρῆμα, ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με, τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὡφεληθήσῃ τιμῶν πονηρὸν ἄνδρα, αὐτὸν δὲ τύπτων πλεῖον ὠφεληθήσῃ. […] Προσκρουσάσης οὖν τῆς κεφαλῆς καὶ αὐτίκα κλασθείσης, χρυσὸς ἔρρευσεν ὅτι πλεῖστος, ὄνπερ δὴ συνάγων ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς ὑπάρχεις, ὥς γε οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ ἥκιστά με ὠφέλησας, τυπτήσαντα δέ σε πολλοῖς καλοῖς ἀμείϐῃ. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὠφελήσῃ τιμῶν πονηρὸν ἄνθρωπον, τύπτων δὲ αὐτὸν μᾶλλον ὠφέλήσῃ. […] Τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, ἔρρευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω. » Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφεληθήσῃ. […] Θλασθείσης δὲ αὐτῆς, παραύτικα ἔρρευσεν ἐξ αὐτῆς πολὺς χρύσος, ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ κακογνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ καὶ συνθλάσαντα πολλοῖς καλοῖς ἀμείϐῃ. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὠφεληθήσῃ τιμῶν πονηρόν ἄνθρωπον, ἀτιμάζων δὲ αὐτὸν καὶ τύπτων μᾶλλον ὠφεληθήσῃ.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 346 » pp. 415-415

Οὗτος ἐπέρριψεν ὀστοῦν λαλῶν ταῦτα· « Ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονι ἐμοῦ προσκεκρουκότος, ἐπανακλίνεις σαυτὸ ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι καθόλου· ὅταν δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐφιεμένους ἐσθίειν ὁ μῦθος ἐλέγχει. […] Μιᾷ γοῦν τῶν ἡμερῶν παρεσθηκὼς τῷ χαλκεῖ, ἔρριψεν ὁ χαλκεὺς αὐτῷ ὀστοῦν λέγων· « Ὦ ταλαίπωρε κύων, ὑπνῶδες καὶ ὀκνηρέ, τί σοι ποιήσω ; τὸ γὰρ ἀκμόνιον προσκεκρουκώς, εὐθὺς ἐπανακλίνεις σαυτὸν ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι· ὅταν δὲ τοὺς ὀδόντας μου πρὸς τροφὴν κινήσω, εὐθὺς ἕτοιμος τὴν κέρκον μοι ἐπισείεις. » Ὁ μῦθος [δηλοῖ ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς ὁ τῶν ἀλλοτρίων πόνος ἐλέγχει. […] Τότε λοιπὸν εἶπε πρὸς αὐτόν· « Ὦ ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραϐϐάτῳ· ὅταν δ’ ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 212 » pp. 143-143

Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν οὐδὲν δεινὸν παθὼν ἄλογος ἄπεισιν, ἔφη· « Ἀλλ’ ἔγωγε οὐ μάτην τοῦτο ποιῶ· ὁρῶ γὰρ παρασκευὴν οὐχὶ ὡς εἰς πρόϐατον, ἀλλ’ εἰς ταῦρον ἡτοιμασμένην. » Ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν. […] Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν μαθεῖν θέλοντος δι’ ἣν οὐδὲν δεινὸν παθὼν ἀλόγως ἄπεισιν, ἔφη ὁ ταῦρος· « Ἀλλ’ ἔγωγε οὐ μάτην τοῦτο ποιῶ καὶ φεύγω, ὦ λέον· ὁρῶ γὰρ κατασκευὴν οὐχ ὡς εἰς πρόϐατον, ἀλλ’ εἰς ταῦρον ἡτοιμασμένην. » Ὁ λόγος δηλοῖ ὅτι οὕτω καὶ τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσι. […] Καὶ δὴ καλέσας οἴκοι ἔφησεν οὕτως· « Δεῦρ’, εἰ βούλει, σήμερον συνευφρανθῶμεν. » Ταῦρον γὰρ ἐϐούλετο φαγεῖν ὁ λέων.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 247 » pp. 168-168

Ἡ δὲ ὁμοιωθεῖσα γυναικὶ ἔφη πρὸς αὐτόν· « Ἀλλ’, ὦ οὗτος, μὴ ἐμὲ μέμφου, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ μὲν γὰρ φύσει τουαύτη εἰμὶ ὁποίαν καὶ νῦν με ὁρᾷς· οἱ δὲ αἰφνίδιόν με ἐπέρχονται καὶ κυματοῦσι καὶ ἐξαγριοῦσιν. » Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας. […] Ἡ δὲ πρὸς αὐτὸν ἀνεϐόα τοιαῦτα· « Ἵνα τί, <ὦ> ἄνθρωπε, μέμφῃ με μάτην ; οὐ γὰρ ἔγωγε τῶν κινδύνων αἰτία, ἀλλ’ οἱ ἄνεμοι, οἱ ἐκταράττοντές με. […] Ἡ δὲ θάλασσα ἐν γυναικείῳ σχήματι νυκτὸς ἐπιστᾶσα ἔφη· « Τί με μάτην, ὦ ἄνθρωπε, κακίζεις ; οὔκ εἰμι ἐγὼ αἰτία τῆς ταραχῆς ἣν ἑώρακας, ἀλλ’ οἱ ἐκταράσσοντές με ἄνεμοι· ἂν γὰρ χωρὶς τούτων πλεύσῃ μέ τις, καὶ ἡμερωτέραν εὑρήσει τῆς γῆς ἣν σύ βαδίζεις. » Cod.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 270 » pp. 82-82

Παρὰ δὲ τὸν ψόφον τοῦ ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ πτύρεσθαι τοὺς λέοντας πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνάς) εἰς φύγην ἐτράπη. […] Λέοντος δ’ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοϐεῖσθαι) ἔφυγεν. […] Ὁ δὲ θνῄσκων ἐϐόα· « Ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπ’ ἐκείνων ἀπόλλυνται.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 159 » pp. 122-122

Οἱ δὲ ὑποτυχόντες ἔφασαν· « Ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέπτειν. » Ὁ λόγος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἠναντίωται ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα. […] Οἱ δὲ ἔφασαν· « Αλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων κλέπτειν ἡμᾶς οὐκ ἐᾷς. » Ὁ μῦθος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντιοῦται ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 172 » pp. 127-127

Ὁ δὲ ἔφη πρὸς αὐτήν· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι. » Καὶ ἡ κορώνη ἀπεκρίνατο· « Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ. » Οὕτω πολλοὶ διὰ φόϐον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν. […] Ὁ δὲ πρὸς αὐτὴν ἔφη· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ ὡς κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν. » Καὶ ἡ κορώνη πρὸς αὐτόν· « Διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 232 » pp. 160-160

Λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς διατεθεὶς ἐϐέϐλητο τροφὴν ἑαυτῷ περιποιεῖσθαι μὴ δυνάμενος· καὶ δὴ θεασάμενος πρόϐατον, τούτου ἐδεήθη ποτὸν αὐτῷ ὀρέξαι ἐκ τοῦ παραρρέοντος ποταμοῦ· « Ἐὰν γὰρ σύ μοι ποτὸν δῷς, ἐγὼ τὴν τροφὴν ἐμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἐὰν ποτόν σοι ἐπιδώσω ἐγώ, σὺ καὶ τροφῇ μοι χρήσῃ. » Πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα ὁ λόγος εὔκαιρος. […] Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόϐατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραρρέοντος αὐτῷ ποταμοῦ κομίσαι. « Εἰ γὰρ σύ μοι, φησί, δώσεις ποτόν, ἐγὼ τροφὴν ἑμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἀλλ’ ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ. » Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον δι’ ὑποκρίσεως ἐνεδρεύοντα.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 314 » pp. 209-209

Καὶ ὡς ταῦτα ᾔσθετο, ἀναστενάξας εἶπεν· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τούτους νηπίους ὄντας ἔσῳζον οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν ; » Οὕτως οἱ τοὺς πονηροὺς περισῴζοντες λανθάνουσι καθ’ ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες. […] Καὶ ὃς ἀναστενάξας εἶπεν· « Δίκαια πέπονθα· τί γὰρ μὴ νηπίους ἀπέκτεινον ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς πονηροὺς διασῴζοντες λανθάνουσι καθ’ <ἑαυτῶν> πρῶτον αὐτοὺς ῥωννύντες.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 80 » pp. 52-52

Οἱ δὲ κύνες θεασάμενοι τὰ γινόμενα ἔφασαν πρὸς ἀλλήλους· « Παρέλθωμεν ἐντεῦθεν· ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τοὺς ἐργαζομένους βόας οὐκ ἠλέησεν, ἡμῶν πῶς φείσεται ; » Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται. […] Ἰδόντες δὲ ταῦτα οἱ κύνες ἔφησαν πρὸς ἀλλήλους· « Πορευθῶμεν οὖν ἡμεῖς ἔνθεν· ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τῶν ἐργαζομένων βοῶν οὐκ ἐφείσατο, ἡμῶν [δὲ] πῶς φείσεται ; » Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται. […] Οἱ δὲ κύνες ταῦτα ἰδόντες διελέχθησαν πρὸς ἀλλήλους· « Φεύγωμεν ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν· εἰ γὰρ τῶν ἐργατῶν βοῶν ὁ δεσπότης ἡμῶν οὐκ ἐφείσατο, πῶς ἡμῶν φείσεται ; » Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 255 » pp. 65-65

Τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῷον. […] Ἡ δὲ ἄρκτος ὑπολαϐοῦσα νεκρὸν αὐτὸν ὑπάρχειν, ἀπῄει· φασὶ γὰρ ὅτι νεκροῦ ἡ ἄρκτος οὐχ ἅπτεται. […] Ἡ δὲ ἄρκτος ὑπολαϐοῦσα βεκρὸν αὐτὸν εἶναι ἀνεχώρησε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὴν ἄρκτον.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 261 » pp. 178-178

Ἐκτινάξας δέ, ὡς εὗρε τὰ ἐνόντα, ταῦτα καταφαγὼν καὶ λαϐὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ διανενέμημαι. » Πρὸς ἄνδρα φιλάργυρον διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον ὁ λόγος εὔκαιρος. […] Καταφαγὼν δὲ ταῦτα καὶ λαϐὼν τῶν ἀμυγδάλων τὰ λέπη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ἐπί τινος βωμοῦ ἔθηκεν εἰπών· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ ἀνέθηκα. » Ὁ λόγος πρὸς ἄνδρα φιλάργυρον, τὸν καὶ θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον. […] Περιτυχὼν δὲ πήρᾳ μεστῇ φοινίκων καὶ ἀμυγδάλων, καὶ ταύτην ἀνελόμενος, ἐκείνους μὲν ἔφαγε, τὰ δὲ τῶν φοινίκων ὀστᾶ καὶ τὰ τῶν ἀμυγδάλων κελύφη ἐπί τινος ἀνέθηκε βωμοῦ, φήσας· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· τοῦ γὰρ εὑρεθέντος τὰ ἐκτὸς καὶ ἐντὸς πρὸς σὲ διανενέμημαι. » Ὁ μῦθος πρὸς ἄνδρα φιλάργυρον καὶ τοὺς θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 3 » pp. 1-1

Ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ <τοσοῦτον> ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. […] Καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοί) ἐπὶ τὴν γῆν κατέπεσον. […] Ἡ δὲ ἀλώπηξ ἐπανιοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦτον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. […] Καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοί, καὶ γὰρ ἦσαν ἔτι πτῆναι ἀτελεῖς, ἐπὶ τὴν γῆν κατέπεσον. […] Ἡ δ’ ἀλώπηξ ἐπανελθοῦσα καί τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶν τέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ· χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ οἵα τε ἦν.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 311 » pp. 205-205

Τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα· « Ἄθλιαι ἡμεῖς, εἴγε αὐταί, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτω σφόδρα κόπτονται καὶ κλαίουσιν, » ἐκείνη ὑποτοχοῦσα εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε, τέκνον, εἰ οὕτως οἰκτρῶς αὗται θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι καὶ ἀλλοτρίας συμφορὰς ἐργολαϐεῖν. […] Τῆς δὲ ἑτέρας αὐτοῦ θυγατρὸς πρὸς τὴν αὑτῆς μητέρα εἰπούσης· « Ἄθλιαι αὐταί, εἴγε ὧν ἐστι τὸ πάθος θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ <μὴ> προσήκουσαι αὗται οὕτω σφοδρῶς κόπτονται. » Πρὸς δὲ <αὐτὴν> ἡ μήτηρ ἔφη· « Μὴ θαύμαζε, τέκνον· ἐπὶ προσδοκίᾳ γὰρ ἀργυρίου τοῦτο ποιοῦσιν. » Ὁ μῦθος δηλοῖ <ὅτι> διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαϐεῖν.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 200 » pp. 336-336

Ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξεν· λιμὸς γὰρ αὐτὸν εἶχε καὶ λύπη· καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι ποιῆσαι καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. […] Ἀλώπηξ δὲ μηκόθεν σταθεῖσα ἔφη· « Αὕτη ἀληθῶς καρδίαν οὐκ εἶχεν· μὴ ἔτι ζήτει· ποίαν γὰρ καρδίαν αὕτη εἶχεν, ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν. » Ὅτι ὁ τῆς φιλοδοξίας ἔρως τὸν ἀνθρώπινον νοῦν ἐπιθολοῖ καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ. […] Λέων νοσήσας πρὸς τὴν ἀλώπεκα ἔφη· « Εἰ χαριεῖσθαι μοι θέλεις, τὴν ἔλαφον τοῖς πιθανοῖς σου λόγοις ἐξαπατήσασα κόμιζε· τῶν γὰρ ἐγκάτων αὐτῆς ἐπιθυμῶ καὶ τῆς καρδίας. » Ἡ δὲ πρὸς τὴν ἔλαφον ἀπελθοῦσα· « Ἀγαθῶν μηνυτὴς ἧκον, » ἔφη. […] Ἡ δὲ ταύτην ἰδοῦσα ἔφη· « Μηδαμῶς πλησιάσῃς μοι· ἄλλους ποιεῖ βασιλεῖς, καὶ προσάγαγε λέοντι· ἔγνων γάρ σου τὰ πανουργεύματα. » Ἡ δὲ ἔφη· « Ὦ ἀνόητε, ἄνανδρε πασῶν ἐλάφων καὶ δειλή, πῶς ἀκαίρως τοὺς φιλοῦντας ὑποπτεύεις ; Ὁ γὰρ λέων τῶν ὠτῶν σου λαϐόμενος ἔμελλέν σοι κρύφα κοινολογεῖσθαι καὶ συμϐουλεύειν καὶ τὰς ἐντολὰς αὐτοῦ περὶ τηλικαύτης ἀρχῆς παραδοῦναι. […] Ἡ δ’ ἀλώπηξ μακρόθεν ἑστῶσα ἔφη· « Ὦ λέον, μὴ ζήτει καρδίαν· αὕτη γὰρ ἀληθῶς καρδίαν οὐκ εἶχεν· εἰ γὰρ καρδίαν εἶχεν, δὶς εἰς χεῖρας λέοντος οὐκ ἂν ἦλθεν. » Cod.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 13 » pp. 79-79

Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι εἶπον πρὸς ἑαυτούς· « Ἕτοιμοι κατέλθωμεν κάτω καὶ ἐπὶ τῶν ὀπῶν δύνωμεν, ἵνα μὴ παντελῶς ἀπολεσθῶμεν· τοῦ γὰρ αἰλούρου μηκέτι δυναμένου ἀφικνεῖσθαι ἐκεῖσε, ἡμεῖς διασωθησόμεθα. » Ὁ δὲ, μὴ δυνάμενος αὐτῶν ἀφικέσθαι, δεῖν ᾠήθη καὶ ἔγνω δι’ ἐπινοίας καὶ μηχανῆς αὐτοὺς ἐκκαλεῖσθαι. Ἀναϐὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἔνθεν ἀποκρημνίσας τε καὶ κρεμάσας, προσεποιεῖτο αὑτὸν νεκρὸν εἶναι. […] Τοῦ γὰρ αἰλούρου μὴ δυναμένου δεῦρο ἐξικνεῖσθαι, ἡμεῖς σωθησόμεθα. » Ὁ δὲ αἴλουρος , μηκέτι τῶν μυῶν κατιόντων, ἔγνω δι’ ἐπινοίας αὐτοὺς σοφιζόμενος ἐκκαλέσασθαι.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 56 » pp. 29-29

Καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον· ἅ γὰρ ἐγὼ λευκανῶ, σὺ ασϐολώσεις. » Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι. […] Ὁ δὲ κναφεὺς ὑπολαϐὼν ἔφη· « Ἀλλ’ οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι· δέδια γὰρ μή πως ἅπερ ἐγὼ λευκαίνω, αὐτὸς ἀσϐόλης πληροῖς. » Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 62 » p. 71

Ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα ; Ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ· ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος.

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 102 » pp. 304-304

Ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι « καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα· καὶ πῶς ἐμοὶ συγκρίνῃ ; » Ἡ δὲ βάτος εἶπεν· « Εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις. » Ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ· τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος. […] Ἐπαινοῦσα δὲ αὑτὴν ἡ ἐλάτη ἔλεγεν ὅτι « εὐμήκης εἰμι καὶ ὑψηλὴ καὶ εἰς τὰς κατασκευὰς τῶν νεῶν καὶ εἰς τὰ στέγη [καὶ] τῶν μεγάλων καὶ βασιλικῶν οἰκιῶν χρησιμεύω· σοῦ δέ, ὦ βάτε, οὐδὲν ὄφελος· ἄχρηστος γὰρ ὑπάρχεις παντάπασιν. » Ἡ δὲ βάτος εἶπεν· « Ὦ ἐλάτη, εἰ ἀναμνησθείης τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, τάχ’ ἂν καὶ σὺ βάτος γενέσθαι θελήσειας. » Cod.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 143 » pp. 320-320

Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· « Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ’ ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν ; » Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι. […] Ὁ δὲ ἵππος αὐτῷ ἔφη· « Ἄπελθε, ὦ δέσποτα, πεζὸς πολεμήσων· σὺ γὰρ ἀφ’ ἵππου ὄνον με πεποίηκας, χυδαίαις ἐργασίαις καταϐαρύνων, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον με θέλεις ἔχειν ; » Cod.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 242 » pp. 166-166

Ὁ δὲ καὶ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετεϐάλετο· μέχρι γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς ἄλλων πυροὺς καὶ κριθὰς συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει. […] Ὁ δὲ τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέϐαλε· μέχρι γὰρ τοῦ νῦν τὰς ἀρούρας περιιὼν τοὺς τῶν ἑτέρων πόνους συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 142 » pp. 181-181

Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐϐόα· « Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέϐη τῷ ταλαιπώρῳ ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαϐεῖν, ἰδοῦ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα. » Ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ. […] Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐϐόα· « Λάϐε τοῦ βάρους καὶ κούφισον ὀλίγον· οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν, καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ· εἰ δ’ οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν. » Ὁ δ’ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον, καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει. Τοῦ δὲ κυρίου θέντος πάντα τῷ ἵππῳ, θρηνῶν ἐϐόα· « Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέϐη ἄρτι τῷ ταλαιπώρῳ ; μὴ θελήσας γὰρ μικρὸν λαϐεῖν τοῦ βάρους, ἰδοῦ ἅπαντα βαστάζω καὶ τὸ σάγμα. » [Ὁ μῦθος δηλοῖ ὅτι] τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ. […] Καὶ ἣ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς αὑτήν· « Δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν φορτίων αὐτοῦ καὶ αὐτὸν ἔφερον. » Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλῦσιν.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 94 » pp. 85-85

Τῶν δὲ προϐάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· « Ἡμᾶς μὲν συνεχῶς συλλαμϐάνει καὶ οὐ κράζομεν, » ἔφη πρὸς ταῦτα· « Ἀλλ’ οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα. » Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλα περὶ σωτηρίας. […] Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα ὅτι τοῦ μὲν προϐάτου ἔρια τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως θῦσαί με θέλει καὶ φαγεῖν. » Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται ἑαυτούς.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 257 » pp. 67-67

Ἑτέρου δὲ πέλεκυν εὑρόντος, ὁ ἕτερος ἔλεγεν· « Εὑρήκαμεν. » Ὁ δὲ ἕτερος παρῄνει μὴ λέγειν « Εὑρήκαμεν, » ἀλλ’ « Εὕρηκας. » Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποϐεϐληκότων τὸν πέλεκυν, ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· « Ἀπολώλαμεν. » Ἐκεῖνος δὲ ἔφη· « <Μὴ ἀπολώλαμεν εἴπῃς>, ἀλλ’ ἀπολώλα· οὐδὲ γὰρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω. » Ὁ λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαϐόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέϐαιοί εἰσι φίλοι. […] Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θἀτέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν· « Εὕρηκα, » ἀλλ’ « Εὑρήκαμεν. » Μετὰ μικρὸν δὲ ἐπέλθοντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποϐεϐληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· « Ἀπολώλαμεν. » Ὁ δὲ εἶπεν· « Ἀλόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὗρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ μὴ μεταλαμϐάνοντες τῶν εὐτυχημάτων οὐδ’ ἐν ταῖς συμφοραῖς βέϐαιοί εἰσι φίλοι.

46. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 342 » pp. 222-222

Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· « Καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ’ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ’ ὅλως εἰς ἱερὸν προσίεται. » Καὶ ἡ σῦς· « Διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.

47. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 51 » pp. 33-31

Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· « Ἀλλ’, ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστι, οὐδὲν δεῖ σοι μαρτύρων· αὐτοῦ γὰρ καὶ Ῥόδος καὶ πήδημα. » Ὁ λόγος δηλοῖ ὅτι ὧν πρόχειρος ἡ δι’ ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι. […] Ὅτι ἐλεεινός ἐστιν ὃς εἰς γυναῖκας ἐμπίπτει· ἡ γὰρ γυνὴ θαλάσσῃ ὁμοιοῦται, ποτὲ μὲν γαληνιῶσα καὶ προσμειδιῶσα, ποτὲ δὲ ἀποπνίγουσα. […] Chambry 52.5 Aliter — Autre version ρατιο ὄνομα ἐν ταῖς τρυφαῖς σχολάζων οὐκ ἦν πρέσϐυς, ἀλλ’ οὐδὲ παλινέος· λευκὰς γὰρ εἶχε καὶ μελένας τὰς τρίχας, ὅμως μελισὸς καὶ μὴ σηλινὸς τυγχάνων. […] Ὅτι κρείττων ἐστὶν τοὺς γεγηρακότας ἀπέχεσθαι τῶν νετέρων, ὅμως φεύγειν πάντας τὰς γυναῖκας· τὸ γὰρ γυναικῖον γένος θαλασσιωνιοῦνται, ποτὲ γαλὺν ἢ ἀμειδιῶσα, ποτὲ δὲ ἀπατοῦσα ἀπεπνήγει.

48. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 186 » pp. 133-133

Κύων κρέας ἔφερεν εἰς τὸ ποιῆσαι δεῖπνον· σκιὰν δὲ τὴν αὐτοῦ ἰδὼν εἰς ποταμὸν ἑστῶσαν, κρέας φέρουσαν κἀκείνην ὡς καὶ αὐτός, ῥίψας τὸ οἰκεῖον ἐγύρευε τὸ ξένον· καὶ ῥεῦμα τούτου προσέσυρε τὸ κρέας· τὸ δ’ ἄλλο ἠφάνισται, καὶ γὰρ οὐκ ἦν γε· ἀμφότερα γὰρ παρέσυρε τὸ ῥεῦμα.

49. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 207 » pp. 150-150

Συνέϐη δὲ αὐτὸν μετ’ οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι· ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγετῶν κάλῳ ἐδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη· « Σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ’ ἐμοῦ ἀμοιϐὴν κομιεῖσθαι· νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις. » Ὁ λόγος δηλοῖ ὅτι καιρῶν μεταϐολαῖς οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται. […] Ὁ δὲ ἱκέτευεν ἀφεθῆναι λέγων· « Ἔλαφον ἢ ἕτερον ζῷον δεῖ φαγεῖν σε καὶ χορτασθῆναι· ἐγὼ γὰρ οὐδὲ τὸ χεῖλός σου ἀλείψω αἵματι, ἀλλὰ φεῖσαί μου καὶ χάριν σοι ἐν καιρῷ ποτε ἀποδώσω. » Γελάσας δὲ ὁ λέων εἴασε τοῦτον ζῆν καὶ ἀφῆκεν αὐτόν.

50. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 356 » pp. 244-244

. – Οὐκοῦν, ἰταμώτατε ζῴων, ἔφη, πρόσφατος ὢν τοιαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ’ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με. » Ὁ δὲ ἀπεκρίνατο λέγων· « Οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐχ ὁμοίως γὰρ δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ ὅσον ἐπὶ τῇ σῇ. » Πρὸς ἄνδρα πονηροψόγον ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα ὁ λόγος εὔκαιρος. […] Πέρδικά τις πριάμενος τρέχειν οἴκῳ ἀφῆκεν· ἡδέως γὰρ εἶχε τὸ ζῷον.

51. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 345 » pp. 225-225

Ἰδὼν δέ τις αὐτὸν οὕτως ὀλοφυρόμενον ἐπυνθάνετο τὴν αἰτίαν καὶ μαθὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, μὴ λυποῦ, ἀλλὰ λαϐὼν λίθον, θὲς ἀντ’ αὐτοῦ καὶ νόμιζε τὸ χρυσίον εἶναι· ὡς γὰρ ὁρῶ, οὐδὲ ὅτε ἦν, ἔχρῃζες αὐτοῦ. […] Ἰδὼν δέ τις αὐτὸν οὕτως πάσχοντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη· « Μὴ λυποῦ· λαϐὼν γὰρ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἔχαιρες αὐτῷ. » Ὁ μῦθος δηλοῖ ὅτι εἰς οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ. […] Τοῦτον δέ τις ὀλοφυρόμενον οὕτως ἰδὼν καὶ τὴν αἰτίαν πυθόμενος· « Μὴ οὕτως, εἶπεν, ὦ οὗτος, ἀθύμει· οὐδὲ γὰρ ἔχων τὸν χρυσὸν εἶχες.

52. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 31 » pp. 19-19

Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν· « Αἶ ἐμέ· καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθόν, χεῖρόν μοι ἐχρήσω. – Ἀλλ’ ἐσφάλης, ὦ φίλη, φησὶν ἡ βάτος, ἐμοῦ ἐπιλαϐέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον. […] Καὶ δὴ τοὺς πόδας ἐπὶ ταῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν· « Οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. - Ἀλλ’ ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ βουληθεῖσα ἐπιλαϐέσθαι, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

53. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 133 » pp. 113-113

Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λιποθυμοῦντα ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας. […] Ἐπιστραφεὶς δὲ ὁ θύννος καὶ τὸν δελφῖνα λειποψυχοῦντα θεασάμενος ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιον τοῦ θανάτου μοι γεγονότα σὺν ἐμοῖ ἀποθνῄσκοντα. » Ὁ μῦθος δηλοῖ ὅτι ῥᾳδίως φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι τοὺς αἰτίους τούτων δυστυχοῦντας.

54. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 134 » pp. 317-317

Οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· « τὴν αὔριον γὰρ οὐκ ὑπερϐήσῃ. » Ταῦτα εἰπὼν ὑπεχώρησε. […] Ἰατρὸς ἄπειρος ἀρρώστῳ προσελθὼν πάντα πρὸς ταφὴν εὐτρεπίσαι τοῖς πρὸς αὐτὸν ἐκέλευε· τὴν γὰρ αὔριον οὐχ ὑπερϐήσεσθαι αὐτόν.

55. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 252 » pp. 172-172

Τῆς δὲ λεγούσης ὡς οὐ δύναται αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πάντας πολεμεῖ πτηνούς, ἔφησεν αὑτὴν μὴ ὄρνεον εἶναι, ἀλλὰ μῦν, καὶ οὕτως ἀφείθη. […] Τῆς δὲ φαμένης μὴ δύνασθαι αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πᾶσι τοῖς πτηνοῖς πολεμεῖν, αὐτὴ ἔλεγεν οὐκ ὄρνις, ἀλλὰ μῦς εἶναι, καὶ οὕτως ἀφείθη.

56. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 103 » pp. 74-74

Ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἐδίωκεν αὐτήν· κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γὰρ ἐλάφων μὲν ἐν τοῖς ποσί, λεόντων δὲ ἐν καρδίᾳ. […] Ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἤρξατο διώκειν αὐτήν, κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γὰρ ἐλάφων ἐν τοῖς ποσί, λέοντος δὲ ἐν καρδίᾳ. […] Ἔφη δέ· « Ὦ μάταιος ἐγώ, ὃς ἐκ μὲν τῶν ποδῶν ἐσώθην οἷς ἐμεμφόμην, ἐκ δὲ τῶν κεράτων προεδόθην οἷς ἐκαυχώμην. » Ὅτι περὶ πράγματός τινος, ἐὰν διακρίνῃς καλὸν εἶναι, μὴ ἔχῃς βέϐαιον περὶ τούτου· πολλάκις γὰρ σφάλλουσιν αἱ ἐλπίδες εἰς ἃς ἐπερειδόμεθα.

57. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 285 » pp. 194-194

Τοῦ δὲ δεομένου μεθεῖναι αὐτὸν καὶ λέγοντος ὡς οὐ μόνον αὐτὸς ἀϐλαϐής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος, τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμϐάνων κατεσθίει, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· « Ἀλλ’ εἰ τὰ μάλιστα μὴ φαῦλος σὺ εἶ, δι’ αὐτὸ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ πονηρῶν κεκάθικας. » Ἀταρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας περιφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς ἐκείνων κακίας κοινωνεῖν δόξωμεν. […] Νῦν οὖν καθῖσα γενόμενος ἐνταῦθα· οὐ γὰρ γέρανός εἰμι· δεῦρο καὶ ἰδέ· πελαργός εἰμι, εὐσεϐέστατον ζῷον, ὅστις πατέρι καὶ μητέρι δουλεύω. […] Σὺν τούτοις οὖν καὶ πελαργὸς κατελήφθη τῇ πάγῃ, ὃς θἄτερον τῶν ποδῶν ἐν αὐτῇ συνθλασθεὶς πολλὰ καθικέτευε τὸν γεωργὸν ἐλευθερῶσαι αὐτόν, λέγων τοιαῦτα· « Ὦ γεωργέ, ἐλέησόν με τὸν συντεθλασμένον φέροντα τὸν πόδα καὶ ἀπόλυσόν με· οὐ γὰρ ἐγὼ γέρανος, οὐδὲ χήν, ἀλλὰ πελαργός, εὐγενέστατος ὄρνις εἰμὶ γονεῦσι δουλεύων, ὥραν καὶ χρόαν οὐχ ὁμοίαν τούτοις κεκτημένος. » Ὁ δὲ γεωργὸς γελάσας ἔφη· « Οἶδα κἀγὼ ὅτι πελαργὸς εἶ, ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξει σὺν αὐτοῖς. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοῖς χείροσι συναναστρέφεσθαι, μή πως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν.

58. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 33 » p. 268

Τοῦτο πάσχουσιν οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι· θᾶττον γὰρ αὐτοὶ διαρρήγνυνται ἢ ἐκείνων ἐφικέσθαι δύνανται.

59. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 227 » p. 346

. - Ἀλλὰ τοῦτο μὴ πάθοι λύκος ἐμοὶ φίλος· λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης. » Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.

60. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 321 » p. 368

Ποταμὸς δι’ αὐτοῦ βύρσαν βοείαν φερομένην ἰδὼν ἠρώτησε· « Τίς καλῇ ; » Τῆς δὲ εἰπούσης· « Σκληρὰ καλοῦμαι, » ἐπικαχλάσας τῷ ῥεύματι εἶπεν· « Ἄλλο τι ζητεῖ καλεῖσθαι· ἐγὼ γὰρ ἤδη ἁπαλήν σε ποιήσω. » Ὅτι τολμηρὸν ἄνδρα καὶ αὐθάδη πολλάκις εἰς γῆν κατήγαγε συμφορὰ βίου.

61. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 21 » pp. 23-23

Μικρὸν δὲ διαλιπών, ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε οὐκέτι ἄχθομαι ὑπ’ αὐτῶν τυπτόμενος· ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς τῶν πέλας ὕϐρεις οἱ φρόνιμοι, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους. […] Ταῦτα ὁ πέρδιξ ὁρῶν ἀποθεραπευθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυποῦμαι· ὁρῶ γὰρ αὐτοὺς καὶ ὑπ’ ἀλλήλων μαχομένους. » [Ὁ μῦθος δηλοῖ ὅτι] ὁ λόγος πρὸς φρονίμους ἀνθρώπους οἵτινες ῥᾳδίως φέρουσι τὰς ἐκ τῶν πέλας ὕϐρεις, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

62. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 46 » pp. 34-34

Τῆς δὲ γυναικὸς (ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα) πυνθανομένης· « Καὶ πόθεν αὐτὰ ἀποδώσεις ; » ἔφη· « Νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν ; » Ὁ λόγος δηλοῖ ὅτι ταῦτα ῥᾴδιον ἄνθρωποι κατεπαγγέλλονται ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν. […] Τῆς δὲ γυναικὸς αὐτοῦ πυθομένης· « Καὶ ποῦ σοι ταῦτα, ἢν ὑγιάνῃς ; » ἐκεῖνος ἔφη· « Οἴει γὰρ ἂν ἀναστῆναί με ἐντεῦθεν, ἵν’ οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται ἅπερ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.

63. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 50 » pp. 36-36

Γνοὺς δὲ ὁ θεὸς τὴν κακότεχνον αὐτοῦ γνώμην, εἶπεν· « Ὡς θέλεις ποίησον, ὦ οὗτος· ἐν σοὶ γὰρ ἐστι τὸ πρᾶξαι· θέλεις νεκρόν, θέλεις ζῶν, ἀπόδειξον τοῦτο. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητον καὶ ἀλάθητόν ἐστιν. […] Ὁ δέ γε θεὸς τὴν κακότεχνον αὐτοῦ γνοὺς ἐπίνοιαν, εἶπεν. « Ὁπότερον, ὦ οὗτος, βούλει ποιῆσαι, ποίησον· παρὰ σοὶ γὰρ κεῖται τοῦτο πρᾶξαι ἤτοι ζῶν ὃ κατέχεις ἢ νεκρὸν ὑποδεῖξαι. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ θεῖον ἀπαραλόγιστον καὶ ἀλάθητον.

64. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 129 » pp. 315-315

Ὅτε δὲ ἔπαυσε τοῦ δρόμου, ἐσκυθρώπασεν· ὄνου γὰρ εὐθὺς πατρὸς οὖσα ἀνεμνήσθη. Ὅτι, κἂν ὁ χρόνος εἰς δόξαν ἐνέγκῃ τινά, μηδεὶς τὴν ἑαυτοῦ φύσιν ἀγνοείτω· ἀϐέϐαια γὰρ τὰ ἀγαθὰ τοῦ βίου.

65. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 150 » pp. 84-84

Ὁ δὲ εἶπε· « Μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους οἳ τὰς φιλίας μέχρις ἑστίασεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν. […] Ὁ δὲ ἔφη αὐτῷ· « Μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν τοῦ τόπου· ἐκεῖθεν μὲν γὰρ τρέφεσθαι οἷόν τε, φέρεσθαι δὲ οὔ. » Οὗτος ὁ λόγος ἁρμόζει πρὸς ἐκείνους οἱ τὰς φιλίας μέχρι ἑστιάσεως παρέχονται, περαιτέρω δὲ οὐδὲν τοῖς φίλοις ὠφελοῦσιν.

66. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 338 » pp. 340-340

Ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη ὁ λέων· « Οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν. […] Ἔφη δὲ οὗτος· « Οὐδαμῶς με πλανήσεις, δολία· ἐπεὶ γὰρ τοιοῦτον πικρὸν ἄγγελον ὁ ἄνθρωπος ἔχει, ἐὰν αὐτός μοι ἐπέλθῃ, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὸ τέλος δεῖ προιδεῖν καὶ ἑαυτοὺς περισώζειν.

67. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 81 » pp. 51-51

Ὁ δὲ ἔνδον ὢν τοῦ φωλεοῦ ἔφησε τῷ ἀνθρώπῳ· « Ἀπὸ τοῦ νῦν μηκέτι κάμνῃς· φιλία γὰρ ἐν ἡμῖν οὐκέτι προσγενήσεται, διότι ἐγὼ μὲν τὴν οὐρὰν βλέπων λυποῦμαι, σὺ δὲ τὸν τοῦ υἱοῦ τύμϐον ὁρῶν οὐκέτι εἰρηνεύσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐπιλανθάνεταί τις τῶν κακῶν ἀμοίϐην, ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη. […] Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας (καὶ γὰρ ἐκρύϐη ἐπὶ πέτρας ὀ ὄφις) τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων· « Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς, ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει· ὁρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι, καὶ σὺ δὲ πάλιν τὸν τύμϐον τοῦ υἱοῦ σου βλέπων καθ’ ὥραν, οὐκέτι εἰρηνεύσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμοιϐῆς κακῶν ἐπιλανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη.

68. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 197 » pp. 142-142

Τὸν δ’ ἀπαμειϐομένη ἀλώπηξ ἔφη· « Μέδων, οἱ ἐρχόμενοι, εἶπέ μοι ποῦ γε· οἱ μὲν εἰσερχόμενοι πολλοί, ἐξέρχονται δ’ ὀλίγοι ἐντεῦθεν· οὐκ ἔρχομαι· καλῶς γὰρ οἶμαι· τοῦτο δὲ λέγε. » Οἴδασιν οἱ φρόνιμοι ἐκ τεκμηρίων φεύγειν ὕψαλα πανοῦργα τῶν δυναστῶν. […] Ἡ δὲ πανοῦργος ἀλώπηξ νοήσασα, πόρρωθεν στᾶσα, ἔφη· « Βασιλεῦ, πῶς ἔχεις ; – Κακῶς, εἶπεν· ἀλλὰ τί οὐ προσέρχῃ μοι, ἀλλὰ μακρόθεν ἐρωτᾷς ; δεῦρο, γλυκεῖα, καὶ τοῖς λόγοις σου παρηγόρησον. » Ἡ δὲ ἔφη· « Ὑγίαινε, ἐγὼ δὲ ἄπειμι· πολλῶν γὰρ θηρίων ἴχνη με κωλύει εἰσιόντων μέν, μηδ’ ὅλως δὲ ἐξιόντων. » Ὅτι φρόνιμός ἐστιν ὁ συμφοραῖς ἑτέρων παιδευθεὶς καὶ μὴ προλαϐὼν πταίσας. […] Ὁ δὲ λέων ἔφη· « Δεῦρο, γλυκεῖα, καὶ τοῖς λόγοις ἀσθενοῦντα παραμύθησαι. » Ἡ δὲ ἔφη· « Ὑγίαινε, βασιλεῦ, ἐγὼ δὲ ἄπειμι· πολλῶν γὰρ θηρίων ἴχνη βλέπω εἰσιόντων, ἐξιόντα δὲ οὐδενός. » Cod.

69. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 233 » p. 349

Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ· « Φαῖνε, λύχνε, καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει. » Ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ τοῖς λαμπροῖς τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηταί τις, ξένα τυγχάνει.

70. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 132 » p. 110

Ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος, ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· « Ἀλλ’, ὦ οὗτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων· ἐὰν γὰρ πάντα ἀναλώσας πένης γένῃ, ἐμὲ αἰτιάσῃ. » Οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀϐουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.

71. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 281 » pp. 360-360

Τοῦτον δὲ ἰδοῦσα ἀλώπηξ εἶπεν· « Πῶς οὕτω τῇ ἁπαλῇ γλώσσῃ τὸ σκληρὸν καὶ ἀκανθῶδες προσφάγιον ἐσθίεις ; » Ὅτι οὐ δεῖ φλυάρων ἀνδρῶν κατηγορίας ἀκούειν· εἰς κίνδυνον γὰρ ἄγουσι τὸν ἀκούοντα.

72. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 135 » pp. 114-114

Ἀλλ’ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας· « Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ’ ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης. » Ὑπολαϐὼν δέ τις τῶν ἐκεῖ παρόντων· « Ὦ οὗτός γε, ἔφησε τῷ ἰητῆρι, οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος· Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι ; ἀλλ’ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι. » Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ εἰρωνεύονται μετὰ τὴν τύχην.

73. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 199 » pp. 140-140

Ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. […] Ὁ λέων οὖν ἠπείλει αὐτῷ· ὁ δὲ μὴ δυνάμενος διὰ τὸν φόϐον ἀναϐάλλεσθαι, ἐπενόησεν ἐμφρόνως καί φησι πρὸς τὸν λέοντα· « Οὐ δύναμαί σοι δοῦναι τὴν ἐμὴν θυγατέρα, ἐὰν μὴ τοὺς ὀδόντας καὶ τοὺς ὄνυχάς σου ἐκτίλλῃς· ταῦτα γὰρ ἡ κόρη δέδοικεν. » Ὁ δὲ εὐθέως διὰ τὸν ἔρωτα ἑκάτερα ῥᾳδίως ἐξέϐαλε, καὶ ἀπελθὼν κατὰ τὸ σύνηθες ἐζήτει τὴν κόρην.

74. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 110 » p. 102

Ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη· « Ἀλλ’ ὀρυσσέτωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀποδώσουσι. » Πρὸς τοὺς ῥᾳδίως δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας ὁ λόγος εὔκαιρος.

75. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 256 » p. 236

Ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος, τουττο γὰρ σημαίνειν τὸν οἰωνόν, ἕτερος ὑποτυχὼν εἶπε· « Καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται ; » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄϐουλοι καὶ εἰς τὰς τῶν πέλας συμϐουλίας ἀδόκιμοί εἰσιν.

76. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 339 » pp. 374-374

Τούτῳ δὲ προσεῖπεν ἡ ἄμπελος· « Τί με βλάπτεις ; μὴ γὰρ οὐκ ἐστι χλόη ; Ὅμως ὅσον σοῦ θυομένου οἶνον χρῄζουσιν, ἐγὼ παρέξω. » Τοὺς ἀχαρίστους καὶ βουλομένους τοὺς φίλους πλεονεκτεῖν ὁ μῦθος ἐλέγχει.

77. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 268 » p. 188

Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· « Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. » Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.

78. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 166 » pp. 124-124

Ἡ δὲ ἀλώπηξ δραμοῦσα ἔλαϐε τὸ κρέας καὶ στραφεῖσα ἔφη αὐτῷ· « Ἔχεις, κόραξ, ἅπαντα· νοῦς δέ σε λείπει. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὑπὸ τῶν κολάκων ἐπαίρεσθαι· πολλάκις γὰρ βλάϐος αὐτῷ ἐκ τούτων γίνεται. […] Τοῦτον δὲ ἡ ἀλώπηξ ἁρπάσασα ἔφη· « Ἔχεις, κόραξ, ἅπαντα· νοῦς δέ σοι λείπει. » Ὅτι οὐ δεῖ τινα τοῖς κολάκων ἐπαίνοις τυφοῦσθαι καὶ ἐπαίρεσθαι· βλάϐη γὰρ αὐτοῖς ἀντὶ τῆς τοιαύτης τιμῆς ἕπεται.

79. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 25 » pp. 282-282

Τὸ δίκτυον οὖν οὗτος ὑφαπλώσας ἐν γῇ τῶν εὐτελῶν ἀπεστέρητο ταῖς τρυμαλιαῖς διαδράντων καὶ τῇ ὑγρᾷ προσφυγόντων· ἐφιλονείκει γὰρ οὗτος ἐπισυνάξαι τὰ μέγιστα, τῶν ἐλαχίστων ὑπερφρονῶν.

80. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 64 » p. 38

Ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· « Εἴθε γὰρ, ὦ κακὴ κεφαλή, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης. » Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων, κἂν χρηστότητα ἐπαγγέλλωνται, διὰ τὸν τρόπον οὐ πιστεύονται.

81. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 174 » p. 399

Ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἕνεκεν.

82. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 198 » p. 144

Ἀπαλλαγέντος δὲ τοῦ λέοντος, ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν· « Ἀλλὰ σύ γε δίκαια πέπονθας· τί γὰρ τοῦτον συγκλεῖσαι ἐϐούλου ὃν καὶ μακρόθεν σε ἔδει φεύγειν ; » Οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὑτῶν πλημμελείας ὑπομένουσιν.

83. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 265 » p. 183

Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὀπίσω ἑπόμενον καὶ ῥοπάλῳ παίοντα εἶπεν· « Ἀλλ’ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις. » Οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν περιγινόμενα κέρδη.

84. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 297 » pp. 200-200

Τῆς δὲ βοησάσης καὶ εἰπούσης ὡς ἤδη πεπλημμέληκεν, οὐ μὴν ἀλλὰ καὶ τοῦ λαοῦ κατηγοροῦντος αὐτοῦ ὡς μὴ ἀρκεσθέντος τοῖς προτέροις κακοῖς, ἀλλὰ καὶ εἰς τὴν ἰδίαν μητέρα ἠσεϐηκότος, ἔφη ἐκεῖνος· « Αὕτη ἐγένετο τῆς ἐμῆς ἀπωλείας αἰτία· εἰ γὰρ ἡνίκα τὴν τοῦ συμφοιτητοῦ μου δέλτον ἔκλεψα καὶ ἤνεγκα αὐτῇ, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων ἐχώρησα καὶ ἐπὶ τὸν θάνατον ἠγόμην. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ κακὸν κατ’ ἀρχὰς μὴ κολαζόμενον ἐπὶ μεῖζον αὔξεται. […] Ἀλλ’ ὀπίσωθεν [αὐτοῦ] ἡ μήτηρ ἱσταμένη [καὶ] κλαίουσα ἐϐόα· « Τί πέπονθας τοῦτο, [ἐμὸν] ὦ τέκνον ; » Ὁ δ’ ἔφησε πρὸς τὴν μητέρα· « Ἔγγισον δή μοι καὶ δὸς ἀσπασμόν, μῆτερ, τὸν τελευταῖον. » Ἡ δ’ ἐλθοῦσα πλησίον τούτου, ἔδακεν εὐθὺς τὴν ῥίνα ταύτης, καὶ δακὼν ἀπέκοψεν εἰς τέλος, λόγον εἰπὼν τοιόνδε ταύτῃ· « Εἰ γὰρ σύ, μῆτερ, τὸ πρῶτον ἐτύπτησάς με, ὅτε δέλτον σοι ἔφερον, οὐκ ἂν φόνῳ παρεδόθην. » Οὗτος ὁ μῦθος λέγει· Δεῖ τοὺς φρονίμους τὰς ῥίζας ἐκκόπτειν τῶν σφαλμάτων· ἤγουν τὰς ἀρχὰς τῶν ἁμαρτημάτων καὶ τῶν ἄλλων κακῶν, ὅπως τῆς ῥίζης κοπείσης οἱ κλάδοι ξηρανθῶσιν. […] Τῆς δὲ μητρὸς καὶ τῶν ἄλλων κατηγορούντων ὡς οὐ μόνον κέκλοφεν, ἀλλ’ ἤδη καὶ εἰς τὴν μητέρα ἠσέϐηκεν, ἐκεῖνος εἶπεν· « Αὕτη γάρ μοι τῆς ἀπολείας γέγονεν αἴτιος· εἰ γὰρ ὅτε τὴν δέλτον ἐκεκλόφειν, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων χωρήσας νῦν ἠγόμην ἐπὶ τὸν θάνατον. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν μὴ κατ’ ἀρχὰς κολαζομένων ἐπὶ μεῖζον αὐξάνει τὰ κακά.

85. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 39 » p. 14

Τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, εἶπεν· « Ἀλλ’ οὐ μέλλω κλάειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων ; » Κἀκείνη πρὸς αὐτὸν ἔφη· « Ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσιν.

86. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 63 » pp. 288-288

Ἄρκτος δέ ποτε μεγάλως ἐκαυχᾶτο ὡς φιλανθρωπότατόν ἐστι τῶν ζῴων· φασὶ γὰρ τὴν ἄρκτον νεκρὸν μὴ θοινεῖσθαι.

87. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 137 » pp. 396-396

Ἀκούσας δὲ <εὖ> χρεμετίζοντος ἵππου, εὐθὺς αὐτίκα φωνὴν αὐτοῦ μιμεῖται, ὅστις συνεχῶς τὴν φωνὴν ταύτην λέγων οὐκ ἠδυνήθη τοῦ μαθεῖν ταύτην ὅλως· χρεμετίζων γὰρ ὅμως οὐκ ἐδυνήθη τὴν φωνὴν <τὴν> τοῦ ἵππου καταλαϐέσθαι, καὶ τῆς ἰδίας φωνῆς ἀπεστερήθη.

88. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 187 » pp. 332-332

Γέρων δὲ κύων αὐτὸν ἰδὼν ἔφη· « Ὦ μάταιε, τί ἐπὶ τούτῳ μέγα κομπάζεις ; οὐ γὰρ δι’ ἀρετὴν τοῦτον φέρεις, ἀλλὰ δι’ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας. » Cod.

89. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 335 » p. 241

Προσδραμούσης δὲ ὡς ἐπὶ τὸν τέττιγα, ἔφη· « Ἀλλὰ πεπλάνησαι, ὦ αὕτη, εἰ ὑπέλαϐές με καταϐήσεσθαι· ἐγὼ γὰρ ἀπ’ ἐκείνου ἀλώπεκας φυλάττομαι ἀφ’ οὗ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην. » Ὅτι τοὺς φρονίνους τῶν ἀνθρώπων αἱ τῶν πέλας συμφοραὶ σωφρονίζουσι.

90. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 340 » pp. 243-243

Ὕαιναν λέγουσι διττὴν εἶναι φύσει· χρόνῳ γὰρ αὐτή, φασίν, ἄρρην τυγχάνει καὶ μετὰ χρόνον θήλεια.

91. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 359 » p. 273

Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα· « Τὶ δή [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων], μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης καὶ τὸ αἷμα <αὐτῶν> χανδόθεν πινούσης ; Ὁ δ’· « Οὐκ ἄχαρίς εἰμι μερόπων γένει· στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως], τρίϐομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους. » Ἡ δέ· « Ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος <δὴ> μόρος, ὅτε καὶ τύχῃ συμϐαίνει <μοι ἁλῶναι>.

92. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 239 » pp. 165-165

Εἶπον δ’ οἱ μύες καθ’ ἑαυτοὺς τοιαῦτα· « Οὐ παρὰ λόγον ἡμᾶς γαλαῖ ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα ὥσπερ αὕται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. » Καὶ παραυτίκα συμϐούλιον λαϐόντες κατεστήσαντο τοὺς παμμεγέθεις μύας ὡς ἀρχηγέτας καὶ στρατηγοὺς τῶν ἄλλων. […] Οἱ γὰρ ἄοπλοι πεφευγότες ἐν τοίχοις εἰσελήλυθον εἰς ῥαγάδας αὐτίκα· οἱ δὲ ἔνοπλοι καὶ ἀρχηγέται τούτων οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων μὴ δυνάμενοι ἐν ταῖς ὀπαῖς εἰσδῦναι διεφθάρησαν ὑπὸ τῶν γαλῶν πάντες.

93. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 274 » pp. 179-179

Ὁ ὄνος πάλιν δυσφορῶν μετ’ ὀλίγον, καὶ γὰρ ἦν ἀχθηφορῶν πηλὸν καὶ ξύλα, εἰς ἄλλον πάλιν πραθῆναι παρεκάλει. […] « Οὐαί μοι, ἔφη ἐν στεναγμῷ μεγάλῳ· κρεῖττον ἦν ἐκείνοις τοῖς ἄλλοις δουλεύειν· ὁρῶ γὰρ τοῦτον δεψήσειν μου τὸ δέρμα. » Ποθοῦσι δεσπότας οἱ οἰκέται τοὺς πρώτους, ὅταν πεῖραν καὶ δοκιμὴν λάϐωσι τῶν μετὰ ταῦτα.

94. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 48 » p. 306

Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν· δι’ ἕνα γὰρ ἀσεϐῆ συναπώλοντο καὶ ἀναίτιοι.

95. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 113 » pp. 309-309

Ὅτι Ἄραϐες ὑπὲρ πᾶν ἔθνος ψευσταὶ καὶ ἀπατεῶνές εἰσιν· ἐν γλώσσῃ γὰρ αὐτῶν οὐκ ἔστιν ἀλήθεια.

96. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 264 » p. 237

Τοῦ δὲ διερωτῶντος εἰ οὕτως ἀξίαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε οὐδὲν ἐπιδέομαι πείρας· οἶδα γὰρ ὅτι τοιοῦτός ἐστιν ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο. » Ὁ λόγος δηλοῖ ὅτι τοιοῦτος εἶναί τις ὑπολαμϐάνεται ὁποίοις ἂν ἥδηται τοῖς ἑταίροις.

97. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 278 » pp. 186-186

Τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη· « Νίκα· κακὴν γὰρ νίκην νικᾷς. » Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.

98. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 10 » p. 5

Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως· τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα.

99. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 57 » p. 311

Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν· « Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος· » τὸν δὲ Δία εἰπεῖν· « Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς· λόγον γὰρ ἔχεις λαϐών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. » Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο.

100. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 128 » pp. 314-314

Εἷς δὲ τούτων εἶπεν· « Ὦ μῶροι, εἰς τί ἀγάλλεσθε ; εἰ γὰρ μόνος ὢν ὁ Ἥλιος πᾶσαν ἰλὺν ἀποξηραίνει, εἰ γήμας ὅμοιον αὐτῷ παιδίον γεννήσει, τί οὐ πάθωμεν κακόν ; » Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντων χαίρουσιν ἐπὶ πράγμασιν τοῖς μὴ χαρὰν ἔχουσιν.

101. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 152 » pp. 322-322

« Μὴ λοξὰ περιπάτει, καρκῖνος ἔλεγε τῷ τέκνῳ, μηδὲ ταῖς πτέρναις πρόστριϐε τὰς πλευράς σου. » Ἔφη δὲ τῇ μητρὶ ὁ καρκῖνος· « Ἐμὲ διδάσκουσα, μῆτερ, ἃ λέγεις, ὀρθὰ σὺ βάδιζε καὶ βλέπων σε ζηλώσω. » Ὁ μῦθος τοὺς μεμψιμοίρους ἐλέγχει· πρῶτον γὰρ αὐτοὺς ὀρθὰ βιοῦν δεῖ καὶ τόθ’ ἑτέρους διδάσκειν.

102. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 215 » p. 152

Ἡ δὲ ἔφη πρὸς αὐτόν· « Ἀλλ’ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου. » Οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπ’ ἐνίων ὡς φαῦλοι διαϐάλλωνται, κατ’ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσιν.

103. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 230 » p. 234

Ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ λύκῳ πρόϐατα ἐπίστευον ; » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις τὴν παρακαταθήκην ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται.

104. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 280 » pp. 358-358

Ὅτι πένης καὶ ἰδιώτης ὢν μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε κατεγελασθῇς καὶ κινδυνεύσῃς· τὸ γὰρ ξένον ἀνοίκειον.

105. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 12 » pp. 16-16

Τοῦ δὲ εἰπόντος ὡς ἐπ’ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ· ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· « Ἀλλὰ καὶ ασεϐὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμϐαίνων. » Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος· πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεῖς ἐκεῖνος ἔφη· « Ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι. » Ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ’ εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται.

106. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 296 » pp. 363-363

Ὅτι ἃ δὴ μέλλει συμϐαίνειν τινί, ἐγκαρτερείτω τούτοις γενναίως καὶ μὴ σοφιζέσθω· οὐ γὰρ ἐκφεύξεται. […] Ὁ μῦθος δηλοῖ ὅτι ἃ μέλλει συμϐῆναί τινι, τούτοις γενναίως ἐγκαρτερείτω καὶ μὴ κατασοφιζέσθω· οὐ γὰρ ἐκφεύξεται.

107. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 98 » p. 247

Καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· « Ἀλλ’ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ ποιεῖς. » Ὁ μῦθος δηλοῖ ὅτι <οἱ> μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίας δὲ μᾶλλον ὀφλισκάνουσι.

108. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 156 » pp. 120-120

Ὁ δὲ μετ’ ὀδύνης ἐπανιών· « Δίκαια, φησί, πέπονθα· τί δήποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα ; » Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.

109. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 203 » p. 145

Λέων ἐπί τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, [ὡς] ἐπὶ συμμαχίαν τοῦτον παρεκάλεσε λέγων ὅτι ἁρμόττει μάλιστα φίλους αὐτοὺς καὶ βοηθοὺς γενέσθαι· ὁ μὲν γὰρ τῶν θαλαττίων ζῴων, αὐτὸς δὲ τῶν χερσαίων βασιλεύει.

110. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 216 » p. 343

Ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων ἕν ἐστιν· οἱ ἡμέτεροι δὲ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται.

111. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 228 » pp. 347-347

Ὁ δὲ πόρρωθεν σταθεὶς εἶπεν· « Ἀδίκως ἀφείλου τὸ ἐμόν. » Ὁ δὲ λέων γελάσας ἔφη· « Σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη ; » [Ὅτι] ἅρπαγας καὶ πλεονέκτας λῃστὰς ἔν τινι πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους ὁ μῦθος ἐλέγχει.

112. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 185 » pp. 134-134

Ὁ δὲ κύων ἐδέετο αὐτοῦ ὅπως μὴ θύσῃ αὐτόν, λέγων· « Νῦν, ὦ κύριέ μου, μὴ φάγῃς με, ὅτι λεπτός εἰμι καὶ ἰσχνὸς καὶ πτωχός· μικρὸν δὲ ἀνάμεινόν με· μέλλουσι γὰρ οἱ ἐμοὶ δεσπόται γάμους ποιῆσαι, καὶ ἐὰν ἄρτι ἐάσῃς με, φαγὼν περισσότερον, λιπαρώτερος γενήσομαι καὶ τότε κρείττων τίς σοι φανήσομαι. » Ὁ δὲ πεισθεὶς τοῖς λόγοις αὐτοῦ τότε μὲν κατέλιπεν αὐτόν· μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθὼν ἐζήτει αὐτὸν καὶ εὑρίσκει αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον. […] Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως· « Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ· πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι· ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν, καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν. » Ὁ δ’ αἱμοϐόρος καὶ μωρὸς ὄντως λύκος πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα.

113. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 14 » pp. 7-7

Ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγείας. » Ἡ δ’ ἀπερκίθη πρὸς τὸν αἴλουρον ταῦτα· « Εἰ σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνῄσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν. » Τοὺς δολίους ὑποκριτάας, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει.

114. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 104 » pp. 77-77

Ἡ δὲ θνῄσκουσα τοιαῦτ’ ἔλεγε· « Δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται.

115. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 214 » pp. 146-146

Ὁ δὲ ἔφη· « Οὐ τὸν μῦν δέδοικα, ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνακόπτω. » Ὁτι τῇ κακῇ συνηθείᾳ οὐ δεῖ παρέχειν ἄδειαν· νομὴν γὰρ λαϐοῦσα λύπην ἐσχάτην ποιεῖ.

116. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 289 » pp. 362-362

Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν λέγουσα· « Σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς γὰρ κακῆς ἔριδος ἐπειράθην. » Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ μῦθος ἐλέγχει.

117. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 298 » pp. 211-211

Τὸ δὲ παιδίον εἶπεν· « Ἀλλὰ νῦν μοι βοήθησον· ὕστερον δὲ σωθέντα μέμφου. » Ὁ μῦθος δηλοῖ ὅτι μὴ μέμφου, πλὴν ἐλέει· καὶ γὰρ παράπληκτον ποιεῖς τὸν λυπούμενον.

118. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 322 » pp. 212-212

Τὸ δὲ πρόϐατον ἀλγοῦν ἔλεγε· « Τί με βλάπτεις ; πόσην γὰρ ὁλκὴν τὸ ἐμὸν αἷμα προσθήσει ; Καὶ εἰ μὲν κρεῶν, ὦ δέσποινα, χρῄζεις, μάγειρος ἔστιν ὅς με συντόμως θύσει· εἰ δὲ ἐρίου καὶ πόκου, κουρεὺς ἔστι πάλιν ὃς καὶ κερεῖ με καὶ σώσει. » Ὅτι οἱ ἀπειρίαν πράγματός τινος ἔχοντες καὶ διὰ πλεονεξίαν τοῦτο μεταχειριζόμενοι οὐ τοσοῦτον κέρδος ὅσην βλάϐην καρποῦνται.

119. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 40 » pp. 9-9

Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σϐέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμόν τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν· « εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερεῖσαι ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναϐιϐάσω. » Τοῦ δέ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέϐη, καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. […] Ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους σου πόδας ἐπὶ τὸν τοῖχον προσερεῖσαι, ἐγκλίνεσθαι δὲ καὶ τὰ κέρατα, ἀναδραμοῦσα ἐγὼ διὰ τοῦ σοῦ νώτου πρώτη, καὶ σὲ ἀνασπάσω ἐνθένδε. » Ὁ δὲ τράγος τὴν παραίνεσιν τῆς ἀλώπεκος ἀκούσας καὶ ὑπερετήσας, ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τῶν νώτων αὐτοῦ ἀνέϐη καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα. […] Εἰ γὰρ ὄρθιος σταθεὶς τοὺς ἐμπροσθίους τῶν ποδῶν τῷ τοίχῳ προσερείσεις, καὶ τὰ κέρατα ὁμοίως εἰς τοὔμπροσθεν κλινεῖς, ἀναδραμοῦσα διὰ τῶν σῶν αὐτὴ νώτων καὶ κεράτων, καὶ ἔξω τοῦ φρέατος ἐκεῖθεν πηδήσασα, καὶ σὲ μετὰ τοῦτο ἀνασπάσω ἐντεῦθεν. » Τοῦ δὲ τράγου πρὸς τοῦτο ἑτοίμως ὑπηρετησαμένου, ἐκείνη τοῦ φρέατος οὕτως ἐκπηδήσασα ἐσκίρτα περὶ τὸ στόμιον ἡδομένη.

120. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 130 » pp. 316-316

Ἀθηνᾶ δὲ τοῦτον ἰδοῦσα ἔφη· « Ὦ Ἡράκλεις, παῦσαι θαυμάζων· τὸ γὰρ νῦν τὴν ἀπορίαν σοι προξενῆσαν ἡ φιλονεικία καὶ ἔρις ἐστίν.

121. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 276 » pp. 91-91

Ἐσχάτου δὲ κινδύνου θεράποντες ἐν μέσῳ ὡς εἶδον, ᾖξαν, κρανείαις δὲ ἄλλος ἄλλοθεν προσκρούων ἔθεινον, ὥστε καὐτὸς ὕστατ’ ἐκπνέων ἔφη· « Οἷα χρή με δυσδαίμονα <τλῆναι>· τί γὰρ παρ’ οὐρηέσι οὐκ ἐπολεύμην, βαιῷ δ’ ὁ μέλεος κυνὶ παρισούμην ; » Ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κἂν φθόνῳ ἀλαζονεύωνται.

122. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 5 » pp. 2-3

Ὁ δὲ κολοιὸς ἔφη· « Δίκαια πάσχω· τί γὰρ κολοιὸς ὢν ἀετὸν ἐμιμούμην ; » Ὅτι τὰ κατὰ σὲ καὶ πρὸς δύναμιν ποίει, τὰ ὑπὲρ σὲ δὲ μὴ ζηλοῦ.

123. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 15 » pp. 280-280

Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα· « Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι ; τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης, πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι. » Ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι.

124. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 106 » pp. 75-75

Ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγένετο εἴς τινα αἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο, τὸν μὲν ὁλόκληρον πρὸς τὴν γῆν ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον πρὸς τὴν θάλασσαν· ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον.

125. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 249 » pp. 169-169

Ὁ λόγος παραινεῖ πᾶσι μὴ δρᾶν τι πρᾶγμα παρὰ τὴν ὥραν· εἰ γὰρ δράσειας, οὐ φεύξῃ τοῦ κινδύνου.

126. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 288 » pp. 87-87

Συνέϐη δὲ αὐτῷ μὴ μόνον ὧν προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποϐαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν.

127. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 301 » pp. 265-265

Ἡ δὲ ἐθρήνει ταῦτα οὕτως βοῶσα· « Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω. » Ὁ δὲ πρὸς αὐτὴν οὕτως ἀνταπεκρίθη· « Διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω, ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.

128. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 4 » pp. 3-3

Ὁ δ’ ἀετός, ἀμηχανήσας τοῖς ὅλοις, ἀναϐὰς ἐπὶ τὸν Δία (τούτου γὰρ ἱερὸς εἶναι λέγεται) τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἔθηκε, τῷ θεῷ ταῦτα παραθέμενος καὶ ἱκετεύσας φυλάττειν. […] Μαθὼν δὲ πρὸς τοῦ κανθάρου ὅτι ταῦτ’ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἀλλὰ καὶ εἰς τὸν Δία αὐτὸν ἠσέϐησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα, κάνθαρον εἶναι τὸν λυποῦντα καὶ δὴ καὶ δικαίως λυπεῖν.

129. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 179 » pp. 328-328

Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· « Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. » Ταῦτα καθ’ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. […] Αὐτοῦ δ’ ὁ κύων ἄλλον κύνα ἐκάλει λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη· ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε· τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω, ἵνα αὔριον μὴ πεινάσω καθόλου. » Ταῦτα οὖν λέγων καθ’ ἑαυτὸν ὁ κύων ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον.

130. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 291 » pp. 196-196

Τοῦ δ’ ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν· « Οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.

131. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 211 » p. 259

Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον· « ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοϐοῦμαι. » Καὶ ὁ Προμηθεὺς ἔφη· « Τί με μάτην αἰτιᾷ ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. » Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν.

132. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 234 » pp. 161-161

Τὴν δὲ κατιδὼν ἐκπλήττεται μεγάλως· ἀφήρπαστο γὰρ πάντα <τὰ> τῆς οἰκίας.

133. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 20 » pp. 281-281

Ὅτι οὐ δεῖ τινα ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ μέγα καυχᾶσθαι· πολλοὺς γὰρ ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν [· αὐτοὺς δὲ πολλάκις καὶ ἀπώλεσεν].

134. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 59 » pp. 284-284

Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ’ ἔφη· « Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον. » Ὑπολαϐὼν δὲ ὁ λέων οὕτως ἔφη· « Ἐφ’ ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν· εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι.

135. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 181 » pp. 252-252

Τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι.

136. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 202 » pp. 141-141

Λέων βάτραχον ἀκούσας κεκραγότα, τὸν δοῦπον ὡς ἤκουσεν μέγαν, ἐστράφη, μέγα γὰρ οἰόμενος εἶναι τὸ ζῷον.

137. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 248 » pp. 66-66

Καὶ ὁ μάγειρος αἰσθόμενος τὴν κακοτεχνίαν αὐτῶν, ἔφη· « Ἀλλὰ κἂν ἐμὲ λάθητε, τῷ ἐπιορκουμένῳ θεῷ οὐκ ἀγνοηθήσεσθε. » Ὁ μῦθος δηλοῖ ὅτι, κἂν ἀνθρώπους διακρουσώμεθα ἐπιορκοῦντες, ἀλλὰ θεὸν οὐδαμῶς· ἀλάθητον γὰρ τὸ θεῖον.

138. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 294 » pp. 199-199

Καὶ ὃς τὸ κέντρον ἐπάρας εἶπεν· « Εἶθε γὰρ τοῦτο ἐποίησας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας ἀπολέσῃς. » Οὗτος ὁ λόγος διδάσκει μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ τοῖς πονηροῖς κατὰ ταὐτὰ προσφέρεσθαι.

139. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 8 » pp. 4-4

Ἡ δ’ ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴν εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι.

140. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 16 » pp. 279-279

Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις ; » Ὁ δὲ πρὸς αὐτὴν <ἔφη>· « Καὶ τί ποιήσω ; οὐ γὰρ δύναμαι τῆν ζωὴν ἄλλως ἔχειν. » Ἣ συμϐουλεύει ἐπίληπτον γενέσθαι καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων, ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς.

141. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 38 » pp. 81-81

Ἀλώπηξ δ’ αὐτῷ φθονήσασα, ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαϐοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι, καὶ προὐτρέπετο αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι.

142. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 66 » pp. 44-44

Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ.

143. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 312 » pp. 207-207

Μετὰ δ’ ἡμέρας οὐκ ὀλίγας παριόντος τινὸς καὶ τῆς θαλάττης (ἔτυχε γὰρ αὕτη γαληνιῶσα) τὴν ἠρεμίαν θαυμάζοντος, ὑπολαϐὼν οὗτος εἶπεν· « Ὦ λῷστε, φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ, καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα. » Ὁ μῦθος δηλοῖ ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.

144. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 23 » pp. 13-13

Εἷς δέ τις ἐν αὐτοῖς πρεσϐύτερος εἶπε· « Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι· τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.

145. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 92 » pp. 300-300

Οἱ βοῦς δ’ ὡς εἶδον ταύτην ἀφελκομένην ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐϐόων· « Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα· ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει μάχαιρα, φημί, καὶ καταθύσει πάλιν. » Ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι κίνδυνος καὶ μάστιξ.

146. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 125 » pp. 100-100

Ὅτι, ἐάν τις ἀγαθόν τι ποιήσῃ, τὸν φθόνον οὐκ ἐκφεύγει· οὐδὲν γὰρ ἀρεστὸν τῷ μώμῳ καθέστηκε.

147. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 138 » pp. 115-115

Τῆς δ’ ὀργισθείσης καὶ δακούσης αὐτόν, ἐκεῖνος ἤδη λειποψυχῶν ἔλεγε· « Δύστηνος ἐγώ· ἕτερον γὰρ θηρεῦσαι βουλόμενος, αὐτὸς ὑφ’ ἑτέρου ἠγρεύθην εἰς θάνατον. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιϐουλεύοντες λανθάνουσι πολλάκις ὑφ’ ἑτέρων τοῦτ’ αὐτὸ πάσχοντες.

148. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 222 » pp. 155-155

Λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως· ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει· « Πέρυσιν αὐτὸς πολλὰ καθύϐρισάς με. » Ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐϐόα· « Ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ. » Ὁ δὲ πρὸς αὐτόν· « Τὴν ἄρουραν μου νέμεις. » Ὁ δ’ ἀρνὸς ἔφη· « Ἀκμὴν τροφὴν οὐκ εἶδον. » Πάλιν ὁ λύκος· « Ἐκ τῆς πηγῆς μου πίνεις. » Ὁ δ’· « Οὐ πέπωκα ὕδωρ, » αὐτῷ προσεῖπε· « τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου, καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει. » Ὁ δὲ συλλαϐὼν καὶ φαγὼν αὐτὸν εἶπεν· « Ἀλλ’ ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν. » Ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ.

149. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 231 » pp. 159-159

Ὁ δὲ λύκος ἀντέφησεν· « Ἄλλως οὐκ ἐπιτεύξῃ σου τοῦ αἰτήματος, εἰ μή γε πρῶτον τρεῖς ἀληθεῖς ἐξείπῃς μοι λόγους. » Ἡ δὲ εἶπεν· « Εἴθε μή σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλῷ σοι ἐνέτυχον· μηδαμῶς δὲ τῆς ὥρας ταύτης τὸ ζῆν σοι [μὴ] ἐπεϐραϐεύθη· ἴσως γὰρ πάλιν, εἰ ἐν βίῳ τούτῳ προσμενεῖς, τὴν ἐμὴν ψυχὴν ἐκθροήσεις. » Cod.

150. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 246 » pp. 384-384

Ὅτι, κἂν νεκρὸς ᾖ τις, ἰσχύει πρὸς ἄμυναν· ἡ γὰρ θεία δίκη ἐφορᾷ πάντα καὶ τὸ ἴσον ἀποδίδωσι ζυγοστατοῦσα.

151. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 336 » pp. 373-373

Τῶν δὲ φησάντων· « Τὸ θέρος πῶς οὐκ ἔσχες, ἀλλ’ ὅλως ἤργεις καὶ προσαιτεῖς ἀρτίως ; » τέττιξ ἀντεῖπεν· « Οὐκ ἤργουν, ἀλλὰ ηὔλουν τέρπων ὁδίτας πάντας παρερχομένους. » Οἱ δὲ αὐτίκα ταῦτα ἀκουτισθέντες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐϐόων· « Εἰ θέρους ηὔλεις, ὀρχοῦ ἄρτι χειμῶνος· σῖτον γὰρ θέρους ταῖς ἀποθήκαις βάλλε, καὶ μὴ λυρίζων ὁδίτας κατατέρπῃς. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὀκνεῖν ἢ ἀμελεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνῶν κινδύνῳ περιπέσῃ.

152. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 55 » pp. 28-28

Κἀκεῖνος ἐξαναστάς, ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· « Ἀπέχετε τὴν εὐχήν, ὦ δαίμονες. » Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιϐουκολῆσαι ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ αὐτὸν εὑρήσειν ἀττικὰς χιλίας.

153. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 319 » pp. 210-210

Ποιμὴν ἐξελαύνων αὐτοῦ τὴν ποίμνην ἀπό τινος κώμης πορρωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος· ἐπιϐοώμενος γὰρ τοὺς κωμήτας ἐπὶ βοήθειαν, ἔλεγεν ὡς λύκοι τοῖς προϐάτοις ἐπῆλθον.

154. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 17 » pp. 6-6

Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴγε περιττοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι· « Ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας τῶν πάλαι σὺν σοὶ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς. » Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους ὅτι, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.

155. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 74 » pp. 49-49

Στενάξας οὖν ἔφη· « Βοῦν σοι καὶ ταῦρον, θεέ, προσενέγκω, εἰ τὰς χεῖρας τοῦ κλέπτου βοηθήσεις μοι ἐκφυγεῖν. » Ὅτι ἀϐούλως οὐδὲ εὐχὴν ποιεῖσθαι χρή· ἄδηλον γὰρ τὸ συμϐησόμενον.

156. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 282 » pp. 187-187

Εὐθὺς δ’ ὁ λύκος ἔφη· « Δίκαια πάσχω· μεμαθηκὼς γὰρ πρῶτον μάγειρος εἶναι ἵππων ἰατρὸς ἵνα τί ἐγενόμην ; » Ὅτι πολλοὶ τοὺς ἐχθροὺς αὑτῶν ὠφελεῖν πειρώμενοι ἀντὶ ἀμοιϐῆς κακὰ αὐτοῖς παρέχουσιν.

157. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 60 » pp. 35-35

Λέγει δὲ πάλιν πρὸς αὐτὸν ὁ σάτυρος· « Τί τοῦτο ποιεῖς ; » Λέγει αὐτῷ· « Καταψύχω τὸ ἔδεσμα, ἐπεὶ λίαν ἐστὶ ζεστόν. » Κἀκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀποστήσομαί σου ἐγὼ τῆς φιλίας, ἐπεὶ γὰρ οὕτως ποιεῖς· ἐκ τοῦ στόματός σου προσφέρεις ψυχρὸν καὶ θερμόν. » Τοιγαροῦν καὶ ἡμᾶς περιφεύγειν δεῖ ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις.

158. (1893) Les fabulistes latins depuis le siècle d’Auguste jusqu’à la fin du moyen âge. Tome I : Phèdre et ses anciens imitateurs directs et indirects pp. -818

Préface de la première édition Je me propose de publier, en faisant précéder les textes de leur histoire et de leur critique, tout ce qui reste des œuvres des fabulistes latins antérieurs à la Renaissance. C’est une vaste tâche que personne encore ne s’est imposée, et qui, je le crains du moins, m’expose à être un peu soupçonné de présomption. Pour me prémunir contre un pareil soupçon, je désire expliquer comment j’ai été conduit à l’assumer. De tous les auteurs anciens qui guident les premiers pas de l’enfant dans l’étude de la langue latine, Phèdre est celui qui lui laisse les plus agréables souvenirs. Ses fables sont courtes, faciles à comprendre et intéressantes par l’action qui en quelques vers s’y déroule.

/ 158