/ 154
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 246 » pp. 384-384

Ὁ δὲ βάτραχος κακῶς βουλευσάμενος τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ συνέδησε. Καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα δὲ τῷ χείλει τῆς λίμνης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸ βάθος κατῆγεν, αὐτὸς βρυάζων τῷ ὕδατι καὶ τὸ βρεκεκεκὲξ ἀνακράζων. Ὁ δὲ ἄθλιος μῦς τῷ ὕδατι φυσηθεὶς ἐτεθνήκει· ἐπέπλει δὲ τῷ ποδὶ τοῦ βατράχου συνδεδεμένος. Ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς ὄνυξιν ἣρπασεν· βάτραχος δὲ δεσμώτης ἐπηκολούθει, δεῖπνον καὶ αὐτὸς τῷ ἰκτίνῳ γενόμενος. […] Ὁ οὖν βάτραχος εἰσιὼν ἐν τῷ βυθῷ ἀναϐρυάζων καὶ κράζων κεκὲξ ἔπνιξε τὸν μῦν.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 92 » pp. 300-300

Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. […] Ὁ δὲ βοῦς εἶπεν αὐτῷ· « Εἰς τοῦτο μὴ κάμνων ἐτηρήθης καί σου τὸν τράχηλον μάχαιρα, οὐ ζυγὸς τρίψει. » Ὅτι τῷ ἐργαζομένῳ καὶ πονοῦντι ἔπαινος πρόσεστι, τῷ δὲ ἀργῷ κίνδυνος καὶ μάστιγες. […] Ἑορτὴν δὲ τῶν γηπόνων τοῖς θεοῖς ἐκτελούντων ποτέ, ὁ ἀρότης μέν βοῦς τοῦ καμάτου ἀπολυθεὶς τοῖς χλοηφόροις ἐνετρύφα πεδίοις· ὁ δὲ μόσχος φραγελλωθεὶς τῷ βωμῷ τυθῆναι ἐσύρετο. Τότε οὖν ὁ βοῦς εἰρήκει αὐτῷ· « Οἶμαι ὅτι εἰς τοῦτο διετηοήθης ἀεργός, ἵνα ἐς ὕστερον ἀντὶ δουλείας ζυγοῦ τὴν μάχαιραν ὑπηρετήσῃς, τῇ χρονίᾳ ἀνέσει καλῶς ἐκτραφείς. » Ὅτι τῷ ἐνεργοῦντι καὶ ἐργαζομένῳ ἔπαινοι, τῷ ἀεργῷ δὲ κίνδυνοι καὶ μάστιγες. […] Οἱ βοῦς δ’ ὡς εἶδον ταύτην ἀφελκομένην ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐϐόων· « Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα· ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει μάχαιρα, φημί, καὶ καταθύσει πάλιν. » Ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι κίνδυνος καὶ μάστιξ.

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 142 » pp. 181-181

Ὁδευόντων δέ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· « Ἆρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν. » Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐϐόα· « Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέϐη τῷ ταλαιπώρῳ ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαϐεῖν, ἰδοῦ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα. » Ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ. […] Τοῦ δὲ κυρίου θέντος πάντα τῷ ἵππῳ, θρηνῶν ἐϐόα· « Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέϐη ἄρτι τῷ ταλαιπώρῳ ; μὴ θελήσας γὰρ μικρὸν λαϐεῖν τοῦ βάρους, ἰδοῦ ἅπαντα βαστάζω καὶ τὸ σάγμα. » [Ὁ μῦθος δηλοῖ ὅτι] τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ. […] Ὁδευόντων δέ, εἶπεν ὁ ὄνος τῷ ἵππῳ· Ἆρον ἐκ τοῦ βάρους τοῦ ἐμοῦ, εἰ θέλεις εἶναί με σῶον· εἰ δὲ μή, θνῄσκω. […] Ὅτι τοῖς μικροῖς οἱ μεγάλοι κοινωνοῦντες καὶ συμπονοῦντες ἐν τῷ βίῳ ἀμφότεροι περισῴζονται.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 74 » pp. 49-49

Περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐάν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. […] Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διὶ οὕτως, ὅτι, « ἐὰν τὸν κλέπτην τὸν λαϐόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω. » Καὶ δὴ διερχομένου αὐτοῦ εἴς τινα δρυμόν, εὑρίσκει λέοντα κατεσθίοντα τοῦτον τὸν μόσχον. […] Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διί, ἂν τὸν λαϐόντα μόσχον κλέπτην ὑποδείξῃ, ἔριφον εἰς θυσίαν προσάξειν. […] Εὗρε δὲ ἐξαίφνης τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον· εἶπεν δὲ τῷ θεῷ ὅτι « καὶ ἕτερον βοῦν σοι ἐπιθύσω, εἰ τὸν κλέπτην ἐκφύγω. » Ὅτι ἀϐούλως οὐ δεῖ εὐχὴν τῷ θεῷ συντάσσεσθαι διὰ τὴν πρὸς ὥραν συμϐαίνουσαν λύπην. […] Ταῦρον οὖν ἐπιθύσειν ηὔχετο τῷ θεῷ, εἰ τῷ κλέπτῃ ἐντύχοι.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 296 » pp. 363-363

Σκόλοψ δὲ τῷ ὄνυχι αὐτοῦ ὑπεισδὺς ἄλγημα ὀξὺ καὶ φλεγμονὴν μέχρι βουϐώνων εἰργάσατο· πυρετός τε ἐπὶ τούτοις ἀνάψας τὸν παῖδα θᾶττον τοῦ βίου ὑπεξήγαγεν. Ὁ δὲ λέων καίπερ γραπτὸς ὢν τοῦτον ἀνῃρήκει, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι. […] Ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῷα, ἐν οἷς ἦν καὶ λέων. […] Σκόλοψ δὲ τῷ δακτύλῳ αὐτοῦ ἐμπαρεὶς ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουϐῶνος εἰργάσατο· πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ θᾶττον τοῦ βίου μετέστησεν. Ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 34 » pp. 22-22

Ἡ δὲ δρυτόμον ἰδοῦσα ἐδυσώπει καὶ ὥρκησε κρύψαι αὐτὴν ἐν τοῖς κλάδοις καὶ μὴ προδῶσαι τῷ κυνηγῷ. […] Ὁ δὲ· « Οὐκ εἶδον », εἶπεν, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπέδειξεν. Ὁ δὲ τῷ λόγῳ πιστεύσας, τῷ δὲ δακτύλῳ μὴ προσσχών, παρῆλθεν. […] Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ τοῦτον διερωτώντων περὶ τῆς ἀλώπεκος, τῷ μὲν στόματι μὴ ἰδεῖν ταύτην ἔλεγε, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπεδείκνυ ἔνθα ἐκρύπτετο. […] Ὁ δὲ δρυτόμος εἶπε πρὸς ταύτην· « Ἄπελθε τὸ ζῆν παρ’ ἐμοῦ ἔχουσα. » Ἡ δ’ ἀλώπηξ ἔφη· « Οὐκ ἔχω σοι χάριν· τῷ μὲν στόματι ἔσωσας, τῷ δὲ δακτύλῳ ἀπέκτεινας. » Cod.

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 167 » pp. 323-323

Κόραξ ὑπὸ παγίδος κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιϐανωτὸν ἐπιθύσειν. […] Πάλιν δὲ ὑφ’ ἑτέρας κρατηθεὶς παγίδος, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ὑπέσχετο θῦσαι. […] Κόραξ ἐν παγίδι κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιϐανωτὸν ἐπιθύσειν, εἰ τῆς παγίδος αὐτὸν ῥύσειε. […] Αὖθις δὲ ἐν ἑτέρᾳ παγίδι ληφθείς, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ηὔξατο θῦσαι.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 40 » pp. 9-9

Ἐπεὶ δὲ ἀμελετήτως κατῆλθε διὰ τὴν ἐπιθυμίαν, ἅμα τῷ τὴν δίψαν σϐέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον. […] Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας ἀθετήσασαν, ἐπιστραφεῖσα εἶπε τῷ τράγῳ· « Ὦ οὗτος, εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον <ἂν> κατεϐηϐήκεις πρὶν τὴν ἄνοδον ἐσκέψω. » Οὕτως καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν. […] Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σϐέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμόν τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν· « εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερεῖσαι ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναϐιϐάσω. » Τοῦ δέ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέϐη, καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. […] Τοῦ δὲ ἀμεταμελήτως καθαλομένου διὰ τὸ εἰς μόνην ὁρᾶν τότε τὴν ἐπιθυμίαν καὶ τὸ τὴν δίψαν σϐέσαι, ἅμα τῷ κορεσθῆναι τοῦ ὕδατος σκοπουμένου τὴν ἄνοδον, χρήσιμόν τι ἡ ἀλώπηξ ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν. Ὁ δὲ τράγος ἔφη· « Πῶς ; » Ἡ ἀλώπηξ εἶπε· « Τοὺς ἐμπροσθίους σου πόδας τῷ τοίχῳ προσέρεισον καὶ στῆθι ὀρθός, ἔγκλινον δὲ καὶ τὰ κέρατα.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 99 » pp. 302-302

Αἱ δρύες κατεμέμφοντο τὸν Δία ὅτι « ἐπεὶ κοπτόμεθα, τί ἡμᾶς μετὰ τῶν λοιπῶν φυτῶν ἐποίησας ; » Ὁ δὲ Ζεὺς εἶπεν· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς κοπῆς· εἰ μὴ γὰρ ὑμεῖς τὰ στελίδια ἐγεννᾶτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Ὅτι αἴτιοι κακῶν ἑαυτοῖς τινες ὄντες τὴν μέμψιν ἀφρόνως τῷ θεῷ ἐπιτιθέασιν. […] Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ. […] Αἱ δρύες ἐμέμφοντο τῷ Διὶ λέγουσαι· « Τίνος χάριν ἡμᾶς ἐποίησας, ἐπεὶ παρὰ τῶν ἀνθρώπων ἐμέλλομεν κόπτεσθαι ; » Ὁ δὲ πρὸς αὐτὰς ἔφη ὅτι « τῆς τομῆς οὐκ ἐγώ, ἀλλ’ ὑμεῖς αἴτιοι· ἂν γὰρ ὑμεῖς τοὺς στελέχους οὐκ ἐϐλαστάνετε, οὐκ ἂν ὑμᾶς ἐξέκοπτε πέλεκυς. » Cod.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 60 » pp. 35-35

Καὶ δὴ χειμῶνος καταλαϐόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. […] Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα. […] Καὶ δὴ χειμῶνος καταλαϐόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος τὰς χεῖρας προσφέρων τῷ στόματι ἐπέπνει θερμαίνων. […] Χειμῶνος δὲ καταλαϐόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι αὐτοῦ ἀπέπνει. […] Χειμῶνος δὲ καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος τὰς χεῖρας αὐτοῦ προσφέρων τῷ στόματι ἀπέπνει.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 45 » pp. 32-32

Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο· γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμόν, λύκου αὐτῷ ἀπαντήσαντος, φοϐηθεὶς ἀνέϐη ἐπὶ δένδρου τῷ ποταμῷ παρακειμένου καὶ ἐκεῖ ἐκρύπτετο. Θεασάμενος δὲ ἐνταῦθα δράκοντα κατ’ αὐτοῦ διαιρόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο. […] Ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο. […] Ἐν δὲ τῷ ποταμῷ κροκόδειλος τοῦτον κατεθοινήσατο.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 171 » pp. 125-125

Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπ’ αὐτῶν μαρτυρεῖσθαι, ἐϐουλήθη τῶν αὐτῶν ἐφικέσθαι· καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος δένδρου, καὶ στᾶσα μεγάλα ἐκεκράγει. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν. […] Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ δι’ οἰωνῶν τοῖς ἀνθρώποις μαντεύεσθαι, καὶ διὰ τοῦτο μαρτυρουμένῳ ὡς προλέγοντι τὸ μέλλον, θεασαμένη τινὰς ὁδοιπόρους παριόντας, ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως ἔκραξεν. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, ὑποτυχών τις ἔφη· « Ἀπίωμεν, ὦ οὗτοι· κορώνη γάρ ἐστιν, ἥτις κέκραγε καὶ οἰωνισμὸν οὐκ ἔχει. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἁμιλλώμενοι, πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 16 » pp. 279-279

Ἡ δὲ αἶξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεϐούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βόθρῳ καὶ ἀναπαύσεως τυχεῖν. […] Ἡ δὲ αἲξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περιττὸν τῆς τροφῆς, εἰρωνικῶς συνεϐούλευε λέγουσα· « Ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δ’ ἀχθηφορῶν. Ἐπίληπτον οὖν ἑαυτὸν ποιήσας τῷ βόθρῳ κρημνίσθητι. » Πεισθεὶς οὖν ὁ ὄνος ἐποίησεν ὡς ἐδιδάχθη· ὅθεν καὶ συνετρίϐη. Ὁ δὲ δεσπότης ἀμφοτέρων καλέσας τὸν ἰατρὸν βοηθεῖν τῷ ὄνῳ ᾐτεῖτο. […] Αὐτῇ ἔλεγεν ὡς « ἄπειρα κολάζῃ ποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνι ποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα· λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 111 » pp. 89-89

Παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαϐὼν τὸν Ἑρμῆν, ἧκεν εἰς τὸ προαστεῖον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον. […] Ὁ δὲ ὑποτυχὼν ἔφη· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὅτι, ἂν σὺ θέλῃς, τοῦς ἐμαυτοῦ βόας ἀπολήψομαι. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην. […] Τῆς δὲ τῶν βοῶν ἀπωλείας ἀγγελθείσης τῷ Τειρεσίᾳ, ἐκεῖνος παραλαϐὼν τὸν Ἑρμῆν ἐξῆλθεν, οἰωνόν τινα περὶ τοῦ κλέπτου σκεψόμενος καὶ τούτῳ παρῄνει φράζειν αὐτῷ ὅντινα ἂν τῶν ὀρνίθων θεάσηται. […] Τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς εἶναι τοῦτον, ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν, καὶ τῷ μάντει φράζει. Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολήψομαι βοῦς. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 274 » pp. 179-179

Ὄνος κηπουρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ ὅπως τοῦ κηπουροῦ αὐτὸν ἀπαλλάξας ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. […] Ὄνος κηπωρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ ὅπως τοῦ κηπωροῦ αὐτὸν ἀπαλλάξει, καὶ ἑτέρῳ δεσπότῃ αὐτὸν ἐκδώσει. […] Πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ πολὺ πλέον ἀχθοφορεῖν ἠναγκάζετο ἐν τῷ πηλῷ καὶ τῇ πλινθείᾳ, πάλιν τὸν Δία παρεκάλει. […] Ὁ δὲ ὄνος εἰς χείρονα δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’ αὐτοῦ πραττόμενα ἔφη μετὰ στεναγμοῦ· « Οὐαί μοι τῷ τάλανι· αἱρετώτερον ἦν μοι παρ’ ἐκείνοις τοῖς δεσπόταις εἶναι, ἐπεὶ οὗτος, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου μέλλει ἀνελεῖν. » Ὁ μῦθος δηλοῖ ὅτι μάλιστα τοὺς πρώτους δεσπότας τότε ποθοῦσιν οἱ οἰκέται, ὅταν πεῖραν λάϐωσιν ἑτέρων. […] Ὄνος ὑπηρετούμενος κηπωρῷ, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πλεῖστα δ’ ἐμόχθει, ηὔξατο τῷ Διὶ ὥστε τοῦ κηπωροῦ ἀπαλλαγεὶς ἑτέρῳ ἀπεμποληθῆναι δεσπότῃ.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 261 » pp. 178-178

Ὁδοιπόρος πολλὴν ὁδὸν ἀνύων ηὔξατο, ἐὰν εὕρῃ τι, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθήσειν. […] Ὁδοιπόρος πολλὴν ἀνύσας ὁδὸν ηὔξατο, εἰ ἄρα εὑρήσει τι, τὸ ἥμισυ τούτου τῷ Ἑρμῇ ἀναθήσειν. […] Ὁδὸν ἀπιὼν ὁδοιπόρος γε πάλαι εὑρεῖν αἰτεῖ τῷ Διὶ καθ’ ὁδὸν δῶρον, καί, εἰ εὕροι ἕν, ἀναθήσειν τὸ πλέον βωμῷ τῷ τούτου πρὸς καθαρὰν θυσίαν. […] Λοιπὸν τὴν ὑπόσχεσιν Διὶ ἐπλήρου, τὰ ἐντὸς καὶ ἔξωθεν τῷ βωμῷ θύων.

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 57 » p. 311

Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν· « Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος· » τὸν δὲ Δία εἰπεῖν· « Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς· λόγον γὰρ ἔχεις λαϐών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. » Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 139 » pp. 318-318

Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· « Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον. » Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη. […] Ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ, ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφη· « Ὢ τῆς συμφορᾶς· τί τῷ τάλᾳ συνέϐη· ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης, νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν. » Ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ· πολλοὶ γὰρ ἐν γήρᾳ ἀνηλώθησαν κόπῳ.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 302 » pp. 201-201

Διόπερ πολλῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐντινάξασα. […] Διὸ καὶ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα, ὡς καὶ τῶν πτερῶν αὐτῆς περικλασθέντων καταπεσεῖν ἐπὶ γῆν καὶ ὑπό τινος τῶν παρατυχόντων ἁλῶναι.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 140 » pp. 105-105

Οὕτω τε συνέϐη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλάζονάς τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη, ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι. Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσϐύτην θυμώδη καὶ δύστροπον. […] Καὶ τῷ μὲν ἵππῳ κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα· τῷ δὲ κυνὶ τὰ ἀπὸ τῆς τραπέζης ἐδίδου.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 29 » p. 232

Chambry 29 Ἀλώπεκες <ἐπὶ τῷ Μαιάνδρῳ> – Les renards au bord du Méandre. […] Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν· « Μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον δι’ ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν, » ἐκείνη ἀπαγομένη ἔλεγεν· « Ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν. » Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 170 » pp. 251-251

Κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· « Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν. » Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον. […] Κορυδαλὸς εἰς πάγην πεσὼν ἐθρήνει λέγων· « Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστηνῷ πτηνῷ· οὐ διὰ χρυσόν, οὐ διὰ ἄργυρον, οὐ διὰ ἄλλο τι τῶν τιμίων, διὰ <δὲ> κόκκον σίτου μικρὸν τὸν θάνατον ἐμαυτῷ προεξένησα. » Ὁ μῦθος δηλοῖ [ὅτι] τοὺς διὰ κέρδος εὐτελὲς ὑφισταμένους θάνατον. […] Κουκουλάτου ἔτυχε τοῦ βίου τέλος καὶ στενάζων ἔλεγε μετὰ δακρύων· « Οἴμοι τῷ πτωχῷ καὶ ξένῳ καὶ δυστήνῳ· οὐ χρυσὸν, οὐκ ἄργυρον ἐνοσφισάμην· κόκκος δὲ μικρὸς τὸν θάνατον προσῆξε καὶ παγὶς ἐν γῇ μικρὰ ἐγκεκρυμμένη † περιεῖλέ μου τὴν κουκουλίθραν. † » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς πένητας οἵτινες ἐξερχόμενοὶ συνάξαι διατροφὰς συλλαμϐάνονται παρὰ δυναστῶν καὶ κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ’ αὐτῶν τετυφλωμένων ὄντων καὶ ἀσυνέτων.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 22 » pp. 21-21

Ἐν τοσοῦτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. […] Chambry 22.2 Aliter — Autre version Ἁλιεῖς ἐπὶ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες, καθεζόμενοι ἐτήκοντο τῷ λιμῷ, μηδέν τι πέρας δυνάμενοι ἐκτελέσαι. […] Καὶ ἰδοῦ θύννος, διωκόμενος παρὰ μεγίστου ἰχθύος, ἀναπηδήσας εἰσῆλθε ἐν τῷ πλοίῳ αὐτῶν.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 130 » pp. 316-316

Ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέϐαινεν, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. […] Μήλῳ δέ τι ὅμοιον κατὰ γῆς καθήμενον ἰδὼν ἐπειρᾶτο τῷ ῥοπάλῳ συντρίϐειν. […] Ὁ δὲ μᾶλλον τῷ ῥοπάλῳ καὶ αὖθις ἔπαιε.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 235 » pp. 163-163

Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· « Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. » Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· « Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ ἄν τις ἥκῃ λαϐεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκϐληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα. […] Ὑμηττία μέλισσα, κηρίων μήτηρ, ἀνῆλθεν εἰς θεῶν οἴκους, φέρουσα τῷ Διὶ μέλι μήπω καπνισθέν. Ὁ Ζεὺς δὲ τῷ δώρῳ ἐτέρφθη, καὶ ὑπέσχετο δοῦναι γέρας ὃ ἂν αἰτήσηται. Ἡ δὲ εἶπεν· « Δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσῃ ἆραι, ἀναιρῶ τοῦτον. » Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει· ἠγάπα γὰρ τοὺς ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν· τοιοῦτον δὲ δέδωκεν ὡς αὐτὴν ἀποθνῄσκειν ἅμα τῷ πλῆξαι· ζωὴ δὲ αὐτῆς ἐστι [πετομένης] τὸ κέντρον.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 15 » pp. 280-280

Ἐδυσώπει δὲ τὴν αἶγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. […] Μιᾶς δὲ ἐξ αὐτῶν ἐν πόᾳ τινὶ δροσερᾷ καταλειφθείσης, ὁ ποιμὴν κατ’ ἐκείνης λίθον ἀφῆκε, καὶ εὐστόχως βαλὼν τὸ κέρας συνέτριψεν· ὅθεν καὶ ἐδυσώπει τὴν πεπονθυῖαν ἀνέκφραστον τῷ κυρίῳ διατηρῆσαι τὸ δράμα. […] Ὡς οὖν κάτιδεν ὁ ποιμὴν κεκομμένον, καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι, μηδ’ ὑποδεῖξαι κεκλασμένον τὸ κέρας.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 178 » pp. 64-64

Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι. » Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται. […] Καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ· « Ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαϐὼν ἄρτον, τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος. » Ὁ δὲ γελάσας ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δέον ἐστὶν ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσωμαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται. […] Ἐντυχὼν δέ τις αὐτῷ καὶ γνοὺς ὃ ζητεῖ· « Ὦ οὗτος, εἶπεν, εἰ σῴζεσθαι βούλει, λαϐὼν ἄρτον καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας, τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος. » Κἀκεῖνος γελάσας ἔφη· « Ἀλλ’ εἰ τοῦτο ποιήσω, δεῖ με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυκῶν δηχθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 133 » pp. 113-113

Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμϐάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐκϐρασθεὶς εἴς τινα ἠϊόνα. […] Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμϐάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐμπεσὼν εἴς τινα νῆσον. […] Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμϐάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ῥύμης ἐκπεσὼν εἴς τινα νῆσον.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 3 » pp. 1-1

Ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ <τοσοῦτον> ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. Διόπερ πόρρωθεν στᾶσα, ὃ μόνον τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιν ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. […] Ἡ δὲ ἀλώπηξ ἐπανιοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦτον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. […] Ἡ δ’ ἀλώπηξ ἐπανελθοῦσα καί τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶν τέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ· χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ οἵα τε ἦν. Διὸ καὶ πόρρωθεν στᾶσα, τοῦθ’ ὅ καὶ τοῖς ἀδυνάτοις ἐστὶν εὔπορον, τῷ ἐχθρῷ κατηρᾶτο.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 123 » pp. 221-221

Ὄφις δὲ ἕρπων ῥόδον ἀναλαϐὼν τῷ στόματι ἀνέϐη. […] Ὄφις δὲ ἕρπων ῥόδον λαϐὼν ἐν τῷ στόματι ἀνέϐη.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 319 » pp. 210-210

Ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ, ὅτι καὶ ἀληθῆ λέγων πολλάκις οὐ πιστεύεται. […] Μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, καὶ τοῦ νέου βοῶντος· « Ἔλθετε, λύκος, » οὐκέτι οὐδεὶς πεπίστευκε τῷ νέῳ, εἰς τὸ ἀπελθεῖν καὶ χεῖρα ἐπορέξαι. […] Ὁ μῦθος δηλοῖ ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ ὅτι πολλάκις, κἂν ἀλήθειαν εἴπῃ, οὐδὲ ἐκεῖνο πιστεύεται. […] Ὅτι τοῦτο ὄφελος τῷ ψεύστῃ, ἵνα, κἂν ἀλήθειαν λέγῃ, μὴ πιστεύηται.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 346 » pp. 415-415

Οὗτος ἐπέρριψεν ὀστοῦν λαλῶν ταῦτα· « Ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονι ἐμοῦ προσκεκρουκότος, ἐπανακλίνεις σαυτὸ ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι καθόλου· ὅταν δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐφιεμένους ἐσθίειν ὁ μῦθος ἐλέγχει. […] Μιᾷ γοῦν τῶν ἡμερῶν παρεσθηκὼς τῷ χαλκεῖ, ἔρριψεν ὁ χαλκεὺς αὐτῷ ὀστοῦν λέγων· « Ὦ ταλαίπωρε κύων, ὑπνῶδες καὶ ὀκνηρέ, τί σοι ποιήσω ; τὸ γὰρ ἀκμόνιον προσκεκρουκώς, εὐθὺς ἐπανακλίνεις σαυτὸν ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι· ὅταν δὲ τοὺς ὀδόντας μου πρὸς τροφὴν κινήσω, εὐθὺς ἕτοιμος τὴν κέρκον μοι ἐπισείεις. » Ὁ μῦθος [δηλοῖ ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς ὁ τῶν ἀλλοτρίων πόνος ἐλέγχει. […] Τότε λοιπὸν εἶπε πρὸς αὐτόν· « Ὦ ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραϐϐάτῳ· ὅταν δ’ ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 264 » p. 237

Ὁ δὲ καταλιπὼν τοὺς ἄλλους παρὰ τῷ ἀργοτάτῳ καὶ ἀδηφάγῳ ἔστη. Καὶ ὡς οὐδὲν ἐποίει, δήσας καὶ ἀπαγαγὼν τῷ δεσπότῃ αὐτὸν ἀπέδωκε.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 343 » pp. 223-223

Τῆς δὲ κυνὸς εἰπούσης ὅτι μόνη τῶν τετραπόδων ταχέως ἀποκύει, ἡ ὗς ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις. » Ὁ λόγος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἐν δὲ τῇ τελειότητι κρίνεται. […] Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· « Ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ ἐν τῇ τελειότητι κρίνεται.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 38 » pp. 81-81

Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· « Ὦ πίθηκε, σὺ δὲ τοιαύτην μωρίαν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις ; » Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. […] Ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη· « Ὦ πίθηκε, σὺ τοιαύτην μωρίαν ἔχων, τῶν ἀλόγων ζῴων βασιλεύεις ; » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν. […] Ἀλώπηξ δ’ αὐτῷ φθονήσασα, ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαϐοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι, καὶ προὐτρέπετο αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 50 » pp. 36-36

Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαϐὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἀντικρὺς ἐπηρώτα πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄψυχον, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζωὸν τὸ στρουθίον ἐπιδείξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. […] Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ ἀντικρὺ αὐτοῦ στὰς ἐν τῷ ἱερῷ, ἐπηρώτησεν αὐτόν· « Τί ἔχω εἰς τὰς χεῖράς μου ἔμπνουν ἢ ἄπνουν ; » βουλόμενος [ὅτι], ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδεῖξαι· εἰ δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 262 » pp. 174-174

Ἐπιστᾶσα δ’ ἡ Τύχη αὐτῷ ἐϐόα· « Ἀνάστα, ὦ παῖ, καὶ ἄπελθε ἐντεῦθεν, μήπως, σοῦ τῷ φρέατι προσπεπτωκότος, ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις σφαλλόμενοι πράττοντες κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τύχην. […] Ἡ δὲ Τύχη ἐπιστᾶσα αὐτῷ εἶπεν· « Ἔγειραι καὶ ἀλλαχοῦ κοιμήθητι μή πως, ἐν τῷ φρέατι σοῦ πεσόντος, ἐμὲ τὴν Τύχην ἅπαντες καταμέμψωνται. » Ὅτι πολλάκις σφαλλόμενοι καὶ κακῶς πράσσοντες κινδύνοις περιπεσόντες εἱμαρμένην καὶ τύχην καταμεμφόμεθα. […] Ἡ δὲ Τύχη ἐπιστᾶσα ἔφη αὐτῷ· « Ἐγέρθητι καὶ ἀλλαχοῦ κοιμήθητι, ἄνθρωπε, μή πως, πεσόντος σοῦ ἐν τῷ φρέατι καὶ ἀποπνιγέντος, ἐμοὶ τῇ Τύχῃ οἱ ἄνθρωποι μέμψωνται. » Cod.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 300 » pp. 94-94

Ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῷ κηπωρῷ γεγαμημένην, τά τε ἄλλα ὡμίλει, καὶ πῶς ἔχοι διηρώτα. Ἡ δέ· « Τὰ μὲν ἄλλα, μῆτερ, ἔφη, καλῶς· εὔχου δ’ ὑετῶν ἡμῖν γενέσθαι φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο. » Ἐκεῖθεν δ’ ἐξελθοῦσα καὶ πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. Τοῖς δ’ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· « Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ’ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. » Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· « Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί. » Ὁ μῦθος <ὅτι> οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω].

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 224 » pp. 158-158

Γενόμενος δὲ κατά τινα τόπον ἤκουσε παιδίου κλαυθμυρίζοντος καὶ γραὸς ἀπειλουμένης καὶ λεγούσης αὐτῷ· « Παῦσαι τοῦ κλαίειν, μήπως τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. » Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο ἐπὶ πολλὴν ὥραν ἐκδεχόμενος. […] Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος καὶ γραὸς λεγούσης αὐτῷ· « Παῦσαι τοῦ κλαίειν· εἰ δὲ μή, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. » Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. […] Τόπον δὲ κατά τιν’ αὐτοῦ γενομένου, παιδὸς κλαυθμυρίζοντος φωνὴν ἀκούει καὶ γραῦν λεγούσαν τοῦ κλαίειν αὐτῷ παῦσαι, μήπως ἄρτι δώσω σε φαγεῖν τῷ λύκῳ. […] Αἰτοῦντι τροφὴν νηπίῳ καὶ κλαίοντι ἠπείλησε γραῦς, εἰ μὴ ἡσυχάσαι, τῷ λύκῳ ῥῖψαι.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 80 » pp. 52-52

Γεωργός τις, χειμῶνος ὄντος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, ἐπεὶ οὐκ ἐδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὰ πρόϐατα αὐτοῦ κατέφαγεν. […] Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, πρῶτον μὲν τὰ πρόϐατα αὐτοῦ κατέφαγεν, ἔπειτα τὰς αἶγας. […] Ἀνήρ τις ὑπὸ χειμῶνος ἐν τῷ αὐτοῦ προαστείῳ ἀποληφθεὶς καὶ τροφῆς ἀπορῶν πρῶτα μὲν τὰ πρόϐατα κατέφαγεν, εἶτα τὰς αἶγας.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 222 » pp. 155-155

Λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως· ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει· « Πέρυσιν αὐτὸς πολλὰ καθύϐρισάς με. » Ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐϐόα· « Ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ. » Ὁ δὲ πρὸς αὐτόν· « Τὴν ἄρουραν μου νέμεις. » Ὁ δ’ ἀρνὸς ἔφη· « Ἀκμὴν τροφὴν οὐκ εἶδον. » Πάλιν ὁ λύκος· « Ἐκ τῆς πηγῆς μου πίνεις. » Ὁ δ’· « Οὐ πέπωκα ὕδωρ, » αὐτῷ προσεῖπε· « τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου, καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει. » Ὁ δὲ συλλαϐὼν καὶ φαγὼν αὐτὸν εἶπεν· « Ἀλλ’ ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν. » Ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ. […] Λύκος ποτὲ ἄρνα πεπλανημένον εὑρὼν βίᾳ μὲν οὐχ ἥρπαζεν, ἔγκλημα δὲ ἐζήτει, εὐλόγως φαγεῖν θέλων. « Σύ, εἶπεν, πέρυσι μικρὸς ὢν ὕϐρισάς με. » Ὁ δέ· « Πῶς ἐγὼ πέρυσι, ὃς ἐν τούτῳ ἐγεννήθην τῷ χρόνῳ ; – Ἀλλά, φησί, τὴν ἄρουράν μου ἐπιϐόσκῃ. » Ὁ δέ· « Οὐδέπω ἐϐοσκήθην. – Ἀλλ’ ἐκ τῆς πηγῆς ἐξ ἧς ἐγὼ πίνω πίνεις. » Ὁ δὲ ἔφη· « Οὔπω ὕδωρ ἔπιον, ἀλλὰ τῆς μητρός μόνης τὸ γάλα πίνω καὶ τρέφομαι. » Ὁ δὲ συλλαϐὼν καὶ τρώγων εἶπεν· « Ἀλλ’ ἐγὼ ἄδειπνος οὐ μενῶ ἐν τῷ σε πᾶσάν μου ἀφορμὴν λύειν. » Ὅτι γνώμην κακουργοῦ καὶ πονηροῦ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς ὑπάρχῃ.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 284 » pp. 193-193

Κορύδαλος δὲ τοῦτον θεασάμενος ἠρώτα, μακρόθεν ἑστώς· « Τί ἐργάζῃ ; » Τοῦ δὲ εἰπόντος· « Πόλιν κτίζω, » καὶ μικρὸν ὑποχωρήσαντος καὶ κρυϐέντος, ὁ κορύδαλος πεισθεὶς τοῖς λόγοις τοῦ ἀνδρὸς προσῆλθε τῷ τόπῳ, καὶ τὸ δέλεαρ ἐσθίων ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρόχους. […] Ὁ δὲ προσῆλθε πιστεύσας τῷ ἀνθρώπῳ, καὶ δάκνων τὸ δέλεαρ, παγίς που πίπτει. […] Ἔφη δ’ ὁ κορύδαλος τῷ καταράτῳ· « Εἰ πόλεις γε κτίζεις τοιαύτας, ὦ φίλε, <οὐ> πολλοὺς εὑρήσεις τοὺς οἰκοῦντας ἔσω. » Ὁ μῦθος τοῦτο λέγει· οἶκοι καὶ πόλεις μᾶλλον τότ’ ἐρημοῦνται, ὅταν χαλεπαίνωσιν οἱ προεστῶτες.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 82 » pp. 176-176

Καὶ ὃς ἀποθνῄσκειν μέλλων ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν ; » Ὁ λόγος δηλοῖ ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιϐὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται. […] Ἔχιδναν ἐκ τοῦ ψύχους ἐκπνέουσαν εἶδε γεωργὸς καὶ λαϐὼν ἔϐαλεν ἐν τῷ κόλπῳ καὶ ἔθαλψεν.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 238 » pp. 351-351

Μόσχος δέ ποτε πρὸς τὴν ἔλαφον εἶπε· « Σὺ τῷ μεγέθει μείζων κυνῶν ὑπάρχεις καὶ ταχινή τε καὶ πρὸς δρόμον ὀξεῖα· κέρατα δὲ σὺ πρὸς ἄμυναν κατέχεις. […] Τί οὖν τοσοῦτον φοϐῇ τοὺς κύνας ; » Καὶ ἡ ἔλαφος ἔφη· « Ὅτι μὲν ταῦτα πάντα ἔχω, οἶδα· ὑλακῆς δὲ εἰ ἀκούσω, τὸν λογισμὸν σκοτοῦμαι καὶ ὅλη τῆς φυγῆς γίνομαι. » Ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία λόγου παραίνεσις ἐπιρρώννυσι, κἂν καὶ εὐμήκεις καὶ στερεοὶ τῷ σώματι φαίνωνται.

46. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 298 » pp. 211-211

Ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. […] Καὶ ἰδών τινα παροδίτην ἐπεφώνει· « Βοήθησόν τι. » Ὁ δὲ ἐμέμφετο τῷ παιδὶ τολμηρίαν.

47. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 322 » pp. 212-212

Τούτου δὲ τὸν πόκον θέλουσα λαϐεῖν ἔκειρεν ἀτέχνως σὺν τῷ μαλλῷ καὶ τὴν σάρκα ψαλίζουσα. […] Ποτὲ οὖν κεῖραι βουληθεῖσα τὸν πόκον ἅμα τῷ μαλλῷ ἐψάλιζε τὴν σάρκα.

48. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 81 » pp. 51-51

Ὄφις γεωργοῦ παῖδα δακὼν ἐν τῷ ποδὶ παραχρῆμα νεκρὸν ἔδειξεν. […] Ἀστοχήσας δὲ τοῦ θανατῶσαι αὐτὸν, τὴν οὐρὰν ἀπέτεμεν μόνην· ὁ δὲ ὄφις ἐν τῷ φωλεῷ εἰσέδυ. […] Ὁ δὲ ἔνδον ὢν τοῦ φωλεοῦ ἔφησε τῷ ἀνθρώπῳ· « Ἀπὸ τοῦ νῦν μηκέτι κάμνῃς· φιλία γὰρ ἐν ἡμῖν οὐκέτι προσγενήσεται, διότι ἐγὼ μὲν τὴν οὐρὰν βλέπων λυποῦμαι, σὺ δὲ τὸν τοῦ υἱοῦ τύμϐον ὁρῶν οὐκέτι εἰρηνεύσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐπιλανθάνεταί τις τῶν κακῶν ἀμοίϐην, ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη. […] Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας (καὶ γὰρ ἐκρύϐη ἐπὶ πέτρας ὀ ὄφις) τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων· « Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς, ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει· ὁρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι, καὶ σὺ δὲ πάλιν τὸν τύμϐον τοῦ υἱοῦ σου βλέπων καθ’ ὥραν, οὐκέτι εἰρηνεύσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμοιϐῆς κακῶν ἐπιλανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη.

49. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 210 » pp. 149-149

Πολλὴν δὲ αὐτῶν συλλαϐόντων, ὁ λέων προσέταξε τῷ ὄνῳ διελεῖν αὐτοῖς. […] Προσέταξε γοῦν τῷ ὄνῳ ὁ λέων διελεῖν αὐτήν. […] Πολλῆς οὖν θήρας συλληφθείσης, προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτοῖς.

50. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 244 » pp. 235-235

Περιστερὰ δὲ ἐν τῷ παρεστηκότι δένδρῳ κλάσασα φύλλον ἔϐαλε, δι’ οὗ ἐπιϐὰς ὁ μύρμηξ διεσώθη. […] Περιστερὰ δὲ καθεζομένη ἐν τῷ παρεστηκότι δένδρῳ, ἐθεάσατο αὐτὸν καὶ κόψασα φύλλον ἀπὸ τοῦ δένδρου ἔρριψεν εἰς τὴν πηγήν, δι’ οὗ ἐπιϐὰς ὁ μύρμηξ ἐσώθη. […] Περιστερὰ δὲ ἐν τῷ πέρα ἑστηκυῖα εἰς δένδρον καθεζομένη ἐθεάσατο αὐτὸν καὶ κόψασα κλάδον ἀπὸ τοῦ δένδρου ἔρριψεν εἰς τὴν πηγήν· καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου ἐσώθη δι’ αὐτοῦ.

51. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 69 » pp. 289-289

  Ὁ τῷ πηλῷ συζῶν βάτραχος εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷος οὐδὲ ὁ τῶν θεῶν ἰατρὸς Παιών. – Καὶ πῶς, <εἶπεν> ἀλώπηξ, ἄλλους ἰάσῃ, ὃς ἑαυτὸν χλωρὸν ὄντα οὐκ ἰατρεύεις ; » [Ὅτι] ὁ παιδείας ἀμύητος ὑπάρχων πῶς ἑτέρους παιδεύσει καὶ διορθώσεται ; Cod. […]τῷ πηλῷ κρυπτόμενος σκώληξ εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρός Παιών. – Καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω ; » Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.

52. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 169 » pp. 324-324

Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ’ ὑπολαϐοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. » Ἡ δὲ εἶπεν· « Τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει ; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη ; » Ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει.

53. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 163 » pp. 101-101

Συνέϐη οὖν ἐκ τούτου ὡραιότερον πάντων φανῆναι τῷ Διὶ ἐν τῇ ἡμέρᾳ τῆς προθεσμίας. […] Πρόσταγμα παρὰ τοῦ Διὸς ἐξῆλθεν ἐν τῷ ποταμῷ διέλθωσι καὶ λουθῶσι καὶ θεάσῃ αὐτῶν τὴν καλλονήν. Ὁ δὲ Ζεὺς τοῦτο τὸ δόγμα ἐπιθείς, ἦλθον πάντα τὰ ὄρνεα λουθῆναι ἐν τῷ ποταμῷ καὶ λουόμενα ἔπιπτον τὰ πτερὰ τῶν ὀρνέων. Ὁ δὲ κολοιὸς καὶ αὐτὸς ἀπελθὼν λουθῆναι ἤθελεν ὁμοιωθῆναι καὶ τοῖς λοιποῖς καὶ εὐειδέσιν ὀρνέοις· ἐκ τῶν πιπτόντων ὀρνέων τὰ πτερὰ περισωρεύσας περιεϐάλλετο ἑαυτόν, ἵνα φαίνῃ καὶ αὐτὸς τῷ Διὶ ὡς τὰ λοιπὰ ὄρνεα.

54. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 254 » pp. 173-173

Διόπερ ἀναλαϐὼν πέλεκυν, παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν ξυλευσόμενος, καὶ ἐπίτηδες τὴν ἑαυτοῦ ἀξίνην ῥίψας ἐν τῷ ποταμῷ, ἐκαθέζετο κλαίων. Αὐτίκα οὖν τοῦ Ἑρμοῦ ἐπιφανέντος καὶ τὴν αἰτίαν τῶν θρήνων πυνθανομένου, ἔφη ὅτι πέλεκυν ἀπώλεσα ἐν τῷ ποταμῷ· ὅπερ ἀκούσας ὁ Ἑρμῆς, καταϐὰς χρυσοῦν πέλεκυν ἀνήγαγε. […] Αὖθις δὲ μαθὼν τῷ ποταμῷ ἐμϐαίνει καὶ πέλεκυν ἀνάγει χρυσοῦν ἐκ τούτου. […] Ὁ μῦθος δηλοῖ ὅτι, ὅσον ὁ θεὸς εὐφραίνεται ἐπὶ τῷ δικαίῳ, τοσοῦτον πάλιν ἄχθεται ἐπὶ τῷ ἀδίκῳ.

55. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 164 » pp. 129-129

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν πολλάκις καὶ τὰ προσόντα ἀφαιρεῖται. […] Ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν, ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις.

56. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 61 » pp. 285-285

Καὶ δὴ θυμωθείς, ἄρας αὐτοῦ τοῦ σκέλους, ἔρριψεν αὐτὸν ἐν τῷ τοίχῳ προσκρούσας. […] Ὡς οὖν ταῦτ’ ἔπραττε καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς, ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. […] Ὡς οὖν αὐτὸν ἐν τούτῳ ἐθεράπευε καὶ πλέον ἐν πενίᾳ διῆγε, ἐθυμώθη, καὶ ἄρας αὐτὸν ἐκ τῶν σκελῶν ἔρριψεν αὐτὸν ἐν τῷ ἐδάφει καὶ προσέκρουε τὴν αὐτοῦ κεφαλὴν τοῖς λίθοις.

57. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 76 » pp. 50-50

Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταϐαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. […] Καθεζομένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταϐαλοῦσα τὸ σῶμα καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. […] Ἔτι δὲ τοῦ γάμου ὄντος, μῦς διέδραμεν ἐν τῷ μέσῳ.

58. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 41 » pp. 17-17

Ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα, ἐπειδὴ δι’ αἰσχύνην ἀϐίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. […] Ἔγνω οὖν καὶ τὰς ἄλλας ἀλώπεκας τοῦτ’ αὐτὸ νουθετῆσαι ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος.

59. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 308 » pp. 218-218

Δύο τέκνων μητέρα τὸν πίθηκον εἶναι ἀκήκοα· ἀμφοτέροις οὖν κληρονομίαν χαρίζεσθαι, τῷ μὲν τὸ μῖσος, τῷ δὲ τὴν οἰκείαν ἀγάπην, δι’ ἧς καὶ ἀποκτείνει τὸ πεφιλημένον, συχνῶς περιπτυσσομένη καὶ περιλείχουσα.

60. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 6 » pp. 275-275

Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐεργέτῃ. […] Ἀλώπηξ δὲ ἰδοῦσα εἶπεν· « Μὴ τούτῳ δίδου, ἀλλὰ τῷ πρώτῳ, ὅτι ὁ μὲν φύσει ἀγαθός ἐστι· ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου, μή πως πάλιν λαϐών σε τὸ πτερὸν ἐρημώσῃ. » Ὅτι δεῖ χρηστὰς ἀμοιϐὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς πονηροὺς δὲ φρονίμως τροποῦσθαι.

61. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 122 » p. 104

Οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι, πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.

62. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 59 » pp. 284-284

Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει· « Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση <πέλει>. » Ἔφη δ’ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε· « Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, †πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους.† » Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες. […] Ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη· « Ὁρᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες. » Κἀκεῖνος εἶπεν ὑπομειδιάσας· « Εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος. » Ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει.

63. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 108 » pp. 97-97

Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· « Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλ’ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι. » Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον. Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· « Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. » Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.

64. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 72 » p. 291

Τῆς δ’ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει, τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ.

65. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 321 » p. 368

Ποταμὸς δι’ αὐτοῦ βύρσαν βοείαν φερομένην ἰδὼν ἠρώτησε· « Τίς καλῇ ; » Τῆς δὲ εἰπούσης· « Σκληρὰ καλοῦμαι, » ἐπικαχλάσας τῷ ῥεύματι εἶπεν· « Ἄλλο τι ζητεῖ καλεῖσθαι· ἐγὼ γὰρ ἤδη ἁπαλήν σε ποιήσω. » Ὅτι τολμηρὸν ἄνδρα καὶ αὐθάδη πολλάκις εἰς γῆν κατήγαγε συμφορὰ βίου.

66. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 270 » pp. 82-82

Λέοντος δ’ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοϐεῖσθαι) ἔφυγεν. Ὁ δ’ ὄνος, νομίσας δι’ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι.

67. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 11 » p. 393

Καὶ τὸ μὲν χρῶμα μεταϐάλλειν οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν.

68. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 223 » p. 261

Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεύς, εἰ καταλάϐῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· « Ἀλλ’ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ σοῦ διαφθαρῆναι. » Ὁ λόγος δηλοῖ ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.

69. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 292 » p. 198

Ὄφις ὑπὸ πολλῶν πατούμενος ἀνθρώπων τῷ Διὶ ἐνετύγχανε περὶ τούτου.

70. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 213 » pp. 341-341

Τὸν δὲ νεϐρὸς ἐξ ὕλης ἰδὼν ἔφησεν· « Οἴμοι τῷ ταλαιπώρῳ· τί γὰρ μεμηνὼς οὕτως οὐχὶ ποιήσει, ὃς ὑπῆρχε οὐδὲ σωφρονῶν φορητός. » Ὁ λόγος πρὸς ἄνδρα φύσει ὀργιλὸν καὶ αἱμοϐόρον.

71. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 135 » pp. 114-114

Ἀλλ’ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας· « Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ’ ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης. » Ὑπολαϐὼν δέ τις τῶν ἐκεῖ παρόντων· « Ὦ οὗτός γε, ἔφησε τῷ ἰητῆρι, οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος· Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι ; ἀλλ’ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι. » Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ εἰρωνεύονται μετὰ τὴν τύχην.

72. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 4 » pp. 3-3

Ὁ δὲ κάνθαρος τῷ τε ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτου καταμαθεῖν, καὶ δὴ προσελθὼν τὰ ὠὰ τούτου κατακυλίσας διέφθειρε. […] Ὁ δ’ ἀετός, ἀμηχανήσας τοῖς ὅλοις, ἀναϐὰς ἐπὶ τὸν Δία (τούτου γὰρ ἱερὸς εἶναι λέγεται) τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἔθηκε, τῷ θεῷ ταῦτα παραθέμενος καὶ ἱκετεύσας φυλάττειν. […] Μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι, συνεϐούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι.

73. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 339 » pp. 374-374

Τράγος δέ ποτε βλάστην ἀμπέλου τρώγων, τούτῳ προσεῖπε· « Τί με βλάπτεις ἀδίκως ; μὴ γάρ, ὦ τράγε, οὐκ ἔστιν ἄρτι χλόη ; Ὅμως, πάναφρον, ποτὲ σοῦ θυομένου, ἐγὼ τὸν οἶνον παρέξω τῷ σῷ φόνῳ. » Cod.

74. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 64 » p. 38

Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ ποτὸν ἀπῆγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν, ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρόν, ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν.

75. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 174 » p. 399

Ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθείς, ᾄδει τι μέλος θανάτου προοίμιον, καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει.

76. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 272 » p. 189

Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· « Ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριϐες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.

77. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 279 » pp. 184-184

Οὕτω καὶ οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐφικνεῖσθαι καὶ τὰ μέγιστα δυστυχοῦσιν.

78. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 297 » pp. 200-200

Τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῷ καὶ στερνοκτυπούσης, εἶπεν ὁ παῖς πρὸς τοὺς δημίους· « Ἐάσατέ με λαλῆσαι τῇ μητρί μου πρὸς τὸ οὖς λόγον ἕνα. » Τῆς δὲ ταχέως ἐλθούσης, καὶ τὸ οὖς αὐτῆς τῷ στόματι τοῦ υἱοῦ αὐτῆς ἐπιθείσης, τοῖς ὀδοῦσιν αὐτοῦ τοῦ ὠτίου αὐτῆς γενναίως δραξάμενος, ἀπέκοψεν αὐτό. […] Ὡς γοῦν ηὔξανεν ὁ νεανίας ἔτει, γηράσας ποτὲ τῷ χρόνῳ μείζω κλέπτει. […] Τῆς δέ ταχέως τὸ οὖς τῷ στόματι τοῦ παιδὸς προσθείσης, ἐκεῖνος τὸ οὖς τοῖς ὀδοῦσι δακὼν ἀφείλετο.

79. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 65 » p. 40

Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμϐεϐηκότα, ἔφη πρὸς αὐτόν· « Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.

80. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 263 » p. 185

Ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν πρέσϐεις ἔπεμψαν πρὸς τὸν Δία, λύσιν τινὰ αἰτούμενοι τῶν πόνων.

81. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 48 » p. 306

Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέϐη ὑφ’ ἑνὸς δηχθῆναι τοῦτον.

82. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 120 » p. 107

Ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο τῷ φορείῳ, ἀναπηδήσασα ἀκόσμως συλλαϐεῖν αὐτὸν ἐπειρᾶτο.

83. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 190 » pp. 137-137

Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ’ οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιϐλαϐὴς ἢ ὠφέλιμός ἐστι.

84. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 271 » p. 191

Λέοντος δὲ περιτυχόντος αὐτοῖς, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι, ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγείληται.

85. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 278 » pp. 186-186

Ὁ δὲ ἔτι μᾶλλον ὠθήσας αὐτὸν ἔφη· « Ὕπαγε, νίκα τὴν κακὴν νίκην ἐν τῷ ἀναθέματι. » [Ὅτι] τοὺς ἀπολλυμένους οἰκείᾳ ἀφροσύνῃ ὁ μῦθος ἐλέγχει.

86. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 304 » pp. 266-266

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πολυπράγμονα, ὃς ἐν τοῖς ἑαυτοῦ πράγμασι τυφλώττων τῶν μηδὲν προσηκόντων κήδεται.

87. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 152 » pp. 322-322

« Μὴ λοξὰ περιπάτει, καρκῖνος ἔλεγε τῷ τέκνῳ, μηδὲ ταῖς πτέρναις πρόστριϐε τὰς πλευράς σου. » Ἔφη δὲ τῇ μητρὶ ὁ καρκῖνος· « Ἐμὲ διδάσκουσα, μῆτερ, ἃ λέγεις, ὀρθὰ σὺ βάδιζε καὶ βλέπων σε ζηλώσω. » Ὁ μῦθος τοὺς μεμψιμοίρους ἐλέγχει· πρῶτον γὰρ αὐτοὺς ὀρθὰ βιοῦν δεῖ καὶ τόθ’ ἑτέρους διδάσκειν.

88. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 153 » pp. 250-250

Ἡ δὲ οἰκτρὸν ἔφη· « Ὦ ἀθλία ἐγώ, ὅτι οὕς τῷ καρπῷ μου εὐφραίνω, ὑπὸ τούτων δεινὰς ἀντιλαμϐάνω χάριτας. » [Ὅτι] τοὺς ἀχαρίστους καὶ κακούργους, τοὺς ἀντὶ ἀγαθῶν κακὰ ἀντιδιδόντας, ὁ μῦθος ἐλέγχει.

89. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 162 » p. 123

Κολοιὸς τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους, παρεγένετο πρὸς τοὺς κόρακας καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι.

90. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 165 » p. 131

Κολοιόν τις συλλαϐὼν καὶ δήσας αὐτοῦ τὸν πόδα λινῷ κάλῳ τῷ ἑαυτοῦ παιδὶ ἔδωκεν.

91. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 175 » p. 233

Καὶ ἔχων ποτὲ συνδείπνους προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι ἐν τῷ πότῳ.

92. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 277 » p. 264

Ἀηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· « Ὑπόϐαθι, φίλτατε, μικρόν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμϐάνων. » Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· « Βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον. » Cod.

93. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 313 » pp. 206-206

Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἱστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν, καὶ ὁμαλίζων αὐτὸν εἶπεν· « Καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμϐαίη ὅπερ θέλεις. » Ὅτι τοιοῦτός ἐστι πᾶς ὃς κληρονόμος ἐστὶν οὐσίας, τῷ νοσοῦντι συναλγῶν καὶ προσποιούμενος κλαίειν ὑπούλως.

94. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 345 » pp. 225-225

Ἰδὼν δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη πρὸς αὐτόν· « Μὴ λυποῦ, λαϐὼν δὲ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ. » Ὁ λόγος δηλοῖ ὅτι τὸ μηδέν ἑστιν ἡ κτῆσις, ἐὰν μὴ καὶ ἡ χρῆσις παρῇ. […] Ἰδὼν δέ τις αὐτὸν οὕτως πάσχοντα καὶ μαθὼν τὴν αἰτίαν ἔφη· « Μὴ λυποῦ· λαϐὼν γὰρ λίθον κατάθες ἐν τῷ αὐτῷ τόπῳ καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γάρ, ὅτε ἦν, ἔχαιρες αὐτῷ. » Ὁ μῦθος δηλοῖ ὅτι εἰς οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ.

95. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 43 » pp. 27-27

Chambry 43.3 Aliter — Autre version Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαϐοῦσα ταῖς χερσὶν ἔφη· « Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει. » Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους.

96. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 98 » p. 247

Καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· « Ἀλλ’ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ ποιεῖς. » Ὁ μῦθος δηλοῖ ὅτι <οἱ> μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίας δὲ μᾶλλον ὀφλισκάνουσι.

97. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 189 » p. 255

Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· « Οὔτε φοϐοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τί σοί ἐστιν ἡ δύναμις ; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι ; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ.

98. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 267 » pp. 182-182

Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· « Ὦ κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ’ ἀνθρώπων προσκυνεῖσθαι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσιν.

99. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 201 » pp. 147-147

Ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεϐρὸν ἐν τῷ μέσῳ κείμενον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα καὶ τοῦτον ἁρπάσασα, φεύγουσα ᾤχετο. […] Ἀναστῆναι οὖν μὴ δυνάμενοι εἶπον· [ἔτυπτον, ἐσπάραττον, ἔθλιϐον πέρνα] « Ἄθλιοί ἐσμεν, δι’ ἄλλους ἐμοχθοῦμεν. » Ὁ λόγος δηλοῖ ὅτι δικαίως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσιν τὰς ἐπικαρπίας ἐπιφερομένους. – Ὅμοιον δ’ ἔστι τοῦτο τῷ λόγῳ ἐκείνῳ· ἄλλοι σκάπτουν καὶ κλαδεύουν καὶ ἄλλοι τραγούδουν καὶ πίνουν.

100. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 89 » pp. 55-55

Αἱ δὲ συνεχῶς τῷ πόνῳ ταλαιπωρούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀποκτεῖναι ἀλεκτρυόνα, ὡς ἐκείνου νύκτωρ ἐξανιστάντος τὴν δέσποιναν.

101. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 91 » pp. 56-56

Θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη· « Ὦ αὕτη, ἡ τὰς δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἐλέγχεται.

102. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 105 » pp. 76-76

Ἔλαφος κυνηγοὺς φεύγουσα εἰς ἄντρον εἰσέδυ· λέοντι δ’ ἐκεῖ περιτυχοῦσα ὑπ’ αὐτοῦ συνελήφθη· θνῄσκουσα δ’ ἔλεγεν· « Οἴμοι ὅτι ἀνθρώπους φεύγουσα τῷ τῶν θηρίων ἀγριωτάτῳ περιέπεσον. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων μικροὺς κινδύνους φεύγοντες μεγάλων ἐπειράθησαν.

103. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 119 » pp. 109-109

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πόρνον.

104. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 147 » pp. 117-117

Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο.

105. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 348 » pp. 227-227

Ἑτέρας δὲ χελιδόνος παρηγορεῖν αὐτὴν πειρωμένης καὶ λεγούσης <ὅτι> οὐ μόνον αὐτὴν τέκνα ἀποϐαλεῖν συμϐέϐηκεν, ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἔγωγε οὐ τοσοῦτον ἐπὶ τοῖς τέκνοις κλαίω ὅσον ὅτι ἐν τούτῳ τῷ τόπῳ ἠδίκημαι ἐν ᾧ οἱ ἀδικούμενοι βοηθείας τυγχάνουσιν. » Ὁ λόγος δηλοῖ ὅτι πολλάκις χαλεπώτεραι γίνονται τοῖς πάσχουσιν αἱ συμφοραί, ὅταν ὑφ’ ὧν ἥκιστα προσεδόκησαν ὑφίστωνται.

106. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 27 » pp. 26-26

Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα, ἐμέμφετο ἐπὶ τῷ τὸν ποταμὸν θολοῦν καὶ μὴ ἐᾶν αὐτοὺς διαυγὲς ὕδωρ πίνειν.

107. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 56 » pp. 29-29

Ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν, ὡς ἐθεάσατο γναφέα, παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους.

108. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 62 » p. 71

Τί οὖν ; ποίῳ τρόπῳ χρήσωμαι ; ἐπὶ ποίαν ἔλθω μηχανήν ; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαϐεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ, κἀγὼ πόρρω ἔσομαι θεατής. » Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.

109. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 143 » pp. 320-320

Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· « Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ’ ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν ; » Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι.

110. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 276 » pp. 91-91

Ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων· καὶ δή, εἴ ποτε ἔξω ἐδείπνει, διεκόμιζέ τι αὐτῷ, καὶ προσιόντι καὶ σαίνοντι παρέϐαλλεν.

111. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 299 » p. 239

Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπ’ αὐτοῦ ἐπὶ κρημνόν, ᾐτιᾶτο αὐτὸν ὡς προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν.

112. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 5 » pp. 2-3

Τῶν δὲ πυνθανομένων τί εἴη τὸ ὄρνεον, ἔφη. « Ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός. » Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα, πρὸς τῷ μηδὲν ἀνύειν, καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.

113. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 94 » pp. 85-85

Τῶν δὲ προϐάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· « Ἡμᾶς μὲν συνεχῶς συλλαμϐάνει καὶ οὐ κράζομεν, » ἔφη πρὸς ταῦτα· « Ἀλλ’ οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα. » Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλα περὶ σωτηρίας.

114. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 176 » pp. 92-92

Καὶ δή, εἴ ποτε ὁ θηρευτὴς ἐξιὼν ἐπ’ ἄγραν συνελάμϐανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέϐαλλεν.

115. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 195 » pp. 257-257

Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· « Ἕνα, ἔφη, ἀλλὰ λέοντα. » Ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν.

116. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 301 » pp. 265-265

Ἡ δὲ παρεκάλει ἐκλυθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ.

117. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 310 » pp. 204-204

Πλούσιος βυρσεῖ γειτονεύων καὶ μὴ δυνάμενος τὴν δυσωδίαν φέρειν ἐπέκειτο τῷ βυρσεῖ τοῦ μεταϐῆναι ἐκεῖθεν.

118. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 179 » pp. 328-328

Τοῦ δὲ κεκλημένου καταλαϐόντος καὶ ἐν τῷ ὀπτανείῳ περιπολοῦντος, ὁ ὀψοποιὸς τοῦτον ἐκ τοῦ σκέλους λαϐὼν τῆς πύλης ἔξωθεν ἐσφενδόνησεν. […] Τῶν δὲ ὑπαντώντων κυνῶν ἐπερομένων αὐτὸν πῶς τῷ δείπνῳ ἐπανεπαύσατο, εἶπε· « Τῇ τρυφῇ καρωθεὶς οὐδὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον. » Ὅτι πολλάκις διὰ λόγου τινὲς τὴν ἀτιμίαν αὑτῶν πειρῶνται διασκεδάζειν.

119. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 88 » p. 246

Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.

120. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 206 » p. 258

Ὁ τοίνυν λύκος λαϐόνενος εὐκαιρίας κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ’ οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μηδ’ εἰς ἐπίσκεψιν ἀφιγμένης.

121. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 207 » pp. 150-150

Λέοντος κοιμωμένου μῦς τῷ σώματι ἐπέδραμεν.

122. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 291 » pp. 196-196

Καὶ ὁ μὲν καρκῖνος ἁπλῶς τῷ ὄφει καὶ εὐνοϊκῶς προσεφέρετο· ὁ δὲ ἀεὶ ὕπουλός τε καὶ πονηρὸς ἦν.

123. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 68 » pp. 43-43

Εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ· « Συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε. » Ὑπολαϐὼν δὲ ὁ ἕτερος ἀντεῖπεν· « Ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀνελθεῖν ; » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασι.

124. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 85 » pp. 299-299

Καὶ δὴ, συλλαϐόντος πέλεκυν τοῦ πλῆξαι, στρουθοὶ ἅπαντες καὶ τέττιγες ἐθρήνουν ταῦτα βοῶντες καὶ τῷ ἀνδρὶ λαλοῦντες· « Ἀκοῦσον ἡμῖν, ὦ κύριε τοῦ δένδρου, γνώμην ἱκετεύουσιν τὴν σὴν καλλίστην· μὴ ἐκκόψῃς τὴν σεμνὴν κατοικεσίαν.

125. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 134 » pp. 317-317

Μετὰ δὲ τινα χρόνον ὁ ἀρρωστῶν ἀναστὰς καὶ συναντήσας τῷ ἰατρῷ, ἀσπασίως ὁ ἰατρὸς προσηγόρευσε καὶ πῶς ἔχουσιν οἱ περὶ τὸν Ἅιδην ἠρώτα.

126. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 234 » pp. 161-161

Τῶν δὲ παρατυχόντων τις θεασάμενος εἶπεν· « Ὦ οὗτος, σὺ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος τὰ σαυτοῦ οὐ προεμαντεύου ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντας καὶ τῶν μηδὲν προσηκόντων προνοεῖσθαι πειρωμένους.

127. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 32 » pp. 15-15

Μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών· « Οὐδὲν τρώγεις. » Ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι παρὰ τοῦ μυὸς ἔφη· « Ὄμφακές εἰσιν. » Ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθεσθαι τῷ λόγῳ ὁ μῦθος ἐλέγχει.

128. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 83 » pp. 42-42

Ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς· « Τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα. » Οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν, μετά τὴν ἀποϐίωσιν τοῦ πατρὸς αὐτῶν λαϐόντες δικέλλας ὕννας τε κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου.

129. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 100 » pp. 303-303

Πεύκη δρυτόμον ἰδοῦσα σφῆνας ἐξ αὐτῆς πεποιημένον καὶ ταύτην σχίζοντα ῥᾳδίως ἔφη· « Οὐ τοσοῦτον τῷ πελέκει μέμφομαι ὅσον τοῖς ἐξ ἐμοῦ γενομένοις σφησί. » Cod.

130. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 154 » pp. 118-118

Ἐπὰν δὲ ἤδη καταλαμϐάνηται, ἀποκόπτει αὑτοῦ τὰ αἰδοῖα καὶ ῥίπτει τῷ διώκοντι καὶ οὕτω τὴν σωτηρίαν αὑτοῦ πραγματεύεται.

131. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 181 » pp. 252-252

Κύων καὶ ἀλέκτωρ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐν τῷ ἅμα ὥδευον.

132. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 248 » pp. 66-66

Καὶ ὁ μάγειρος αἰσθόμενος τὴν κακοτεχνίαν αὐτῶν, ἔφη· « Ἀλλὰ κἂν ἐμὲ λάθητε, τῷ ἐπιορκουμένῳ θεῷ οὐκ ἀγνοηθήσεσθε. » Ὁ μῦθος δηλοῖ ὅτι, κἂν ἀνθρώπους διακρουσώμεθα ἐπιορκοῦντες, ἀλλὰ θεὸν οὐδαμῶς· ἀλάθητον γὰρ τὸ θεῖον.

133. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 266 » pp. 180-180

Ὁ δὲ ὄνος, ὡς προσῆλθε τῷ ῥείθρῳ, ἑκὼν κατέπεσε· τῶν δὲ σπόγγων διαϐραχέντων, βάρος διπλοῦν ἦγε βαστάζων.

134. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 327 » pp. 214-214

Εἷς οὖν τὴν μητέρα θέλων φιλῆσαι, ἀντὶ τοῦ στόματος τῷ αἰδοίῳ προσψαύει.

135. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 78 » pp. 60-60

Τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου δι’ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· « Ἴνα τὸ φορτίον ἄρῃς. » Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος, [ἐν τῷ βίῳ] κἂν δυστυχῇ.

136. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 115 » pp. 68-68

Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς καταποντίζεσθαι μελλούσης, ὁ ἐπὶ τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο, τῷ κυϐερνήτῃ λέγων· « Ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους ; » Τοῦ δὲ εἰπόντος· « Ἡ πρώρα, » ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ἐπὶ συμφορὰν διὰ τὴν δυσμένειαν· ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσι.

137. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 150 » pp. 84-84

Χειμῶνος δὲ ἐπιστάντος, ὁ εἷς ἔφη τῷ ἑτέρῳ· « Βούλομαι εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκεῖ τὸν χειμῶνα μόνος ὢν διαγίνωμαι, καὶ, ἐὰν πολλὴν εὕρω τὴν νομὴν, καὶ σὲ προσλαμϐάνωμαι. » Παραγενόμενος δὲ ἐν τῇ χέρσῳ καὶ καταλαϐὼν πολλὴν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο.

138. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 269 » pp. 357-357

Ὄνος τὸν ἵππον ἐμακάριζε διὰ τὴν τροφὴν καὶ τὴν θεραπείαν· ἑαυτὸν δὲ ἐταλάνιζε καὶ τὴν ἑαυτοῦ τύχην, ὅτι ἀχθοφορεῖ καὶ ὀλίγη αὐτῷ ἐστιν ἡ τροφή, ὁ δὲ ἵππος κεκοσμημένος τῷ χαλινῷ καὶ προμετωπιδίοις, καὶ κοῦφος αὐτῷ ὁ δρόμος.

139. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 338 » pp. 340-340

Ὁ δὲ τὸ βέλος ἀποστείλας τοῦ τόξου, λαϐὼν ὁ λέων αὖθις ἔφυγε λέγων· « Ὢ τῆς συμφορᾶς, τί συνέϐη τῷ τάλᾳ ; » Τοῦ δὲ θρηνοῦντος, τοῦτ’ ἡ ἀλώπηξ λέγει· « Ἵνα τι οὕτως ἀκράτως δραπετεύεις ; στῆθι, προσμεῖνον, ἵνα σοι ὁμιλήσω. » Ὁ δὲ πρὸς αὐτὴν μέγα στενάξας λέγει· « Εἰ ὁ τοξότης ἄγγελον τοῦτον κτᾶται, [τὸ σιδήριον μετὰ μικροῦ τοῦ ξύλου,] εἰ ἴδω αὐτὸν ὀφθαλμοῖς τοῖς ἰδίοις, τί δ’ ἄρα, εἴπέ μοι, καινὸν οὐ ποιήσει μετὰ μαχαίρας καὶ κόντου ὃν βαστάζει ; » Ὅτι ἐκ τῆς ἀρκῆς χρὴ σκοπεῖν τὰ τέλη ὅπως καὶ αὐτοὶ περισωθῶσι πάνυ.

140. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 350 » pp. 39-39

Οὕτω καὶ τῶν ἀνθρώπων ὅσοι ἐν τοῖς βιωτικοῖς πράγμασι τῷ τῆς ἀγχινοίας βουλεύματι ἐχρήσαντο ἀκίνδυνοι διεφυλάχθησαν.

141. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 23 » pp. 13-13

Ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄλλης ὕλης μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐϐαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῷ συμϐεϐηκότι δυσφοροῦντες ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφεισαν.

142. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 73 » pp. 46-46

Ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμϐανεν, ἕως ἀποκαμὼν <ὁ Βορέας> τῷ Ἡλίῳ αὐτὸν παρέδωκε.

143. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 125 » pp. 100-100

Ὅτι, ἐάν τις ἀγαθόν τι ποιήσῃ, τὸν φθόνον οὐκ ἐκφεύγει· οὐδὲν γὰρ ἀρεστὸν τῷ μώμῳ καθέστηκε.

144. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 138 » pp. 115-115

Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔϐλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν.

145. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 199 » pp. 140-140

Πρὸς τόνδ’ ἠπείλει δεινῶς ὁ λέων λέγων· « Σπαράξαι σ’ ἔχω, εἰ μὴ τὴν κόρην δῷς μοι. » Τὸν κίνδυνον δὲ μὴ δυνάμενος φεύγειν ὁ γέρων βουλὴν ἐνόμισεν ἀρίστην, καὶ τόνδ’ ἀμειϐόμενος ἔφησε λόγον· « Ὀδόντας καὶ ὄνυχάς σου κόρη δείδει· λοιπὸν ἔκϐαλ’ ὀδόντας καὶ λήψει τήνδε· τίλλε γοῦν τοὺς ὄνυχας ἅμα κὀδόντας. » Χάριν ἔρωτος, βαϐαί, τοῦ πικροτάτου, προσῆλθε λέων γέροντι τῷ φρονίμῳ οὕτως ταπεινῶς πρὸς ὑπέροφρυν πρέσϐυν κόρην γε ζητῶν δίχ’ ὀδόντων κὀνύχων.

146. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 336 » pp. 373-373

Ὁ μύρμηξ δὲ πρὸς αὐτόν· « Ποῦ, φησίν, ἦς τῷ θέρει ; πῶς δ’ οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ ; » Ὁ δὲ τέττιξ· « ᾞδον καὶ ἔτερπον τοὺς ὀδοιποροῦντας. » Ὁ δὲ μύρμηξ γέλωτα πολὺν καταχέας ἔφη· « Οὐκοῦν χειμῶνος ὀρχοῦ. » Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν κρεῖττον τοῦ φροντίζειν τῶν ἀναγκαίων τροφῶν, καὶ μὴ ἀπασχολεῖσθαι εἰς τέρψιν καὶ κωμασίαν.

147. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 166 » pp. 124-124

Κόραξ ἐπὶ κλωνὸς καθήμενος δένδρου κρέας ἔφερεν τῷ στόματι κατέχων.

148. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 101 » pp. 70-70

Ὁ μῦθος δηλοῖ ὅτι τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων.

149. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 245 » pp. 352-352

Ἐὰν ἔλθῃς μετ’ ἐμοῦ, ὡς θέλεις ἀσωτεύσῃ. » Ἀπῆγε πείσας τὸν μῦν ἐν τῷ οἴκῳ.

150. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 103 » pp. 74-74

Ἔλαφος ἐπὶ ὕδατος τὴν σκιὰν αὑτῆς κατιδοῦσα τῶν σκελῶν αὑτῆς ὡς ἀσθενῶν κατεμέμφετο, ἐπῄνει δὲ μᾶλλον τὰ ἐν τῷ μετώπῳ αὑτῆς κέρατα διὰ τὴν στερρότητα.

151. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 185 » pp. 134-134

Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως· « Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ· πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι· ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν, καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν. » Ὁ δ’ αἱμοϐόρος καὶ μωρὸς ὄντως λύκος πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα.

152. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 197 » pp. 142-142

Λέων γηράσας κυνηγεῖν οὐκ ἠδύνατο· ἔκειτο δὲ ἐν τῷ σπηλαίῳ προσποιούμενος νοσεῖν, καὶ τὴν φωνὴν λεπτύνων καὶ ἀσθμαίνων.

153. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 51 » pp. 33-31

Ἡ μὲν οὖν αὐτῶν τῷ χρόνῳ προέκοπτεν, ἡ δὲ τῇ νεότητι ἤκμαζεν.

154. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 200 » pp. 336-336

Ἡ δὲ ἀλώπηξ· « Ὁ λέων, φησίν, ἀποθνῄσκων διάδοχον βασιλείας ἐζήτει· τὸν σῦν οὖν παρῃτήσατο ὡς ἀγνώμονα, ἄρκον δὲ ὡς νωθρόν, πάρδαλιν ὡς θυμώδη καὶ τίγριν ὡς ἀλαζόνα· μόνη δ’ αὐτῷ εἰς βασιλείαν ἐκρίθης ἀξία διά τε τὸ μέγεθος καὶ κάλλος, τῶν κεράτων τήν δύναμιν καὶ τῆς ζωῆς τὴν μακρότητα· δεῦρο οὖν μετ’ ἐμοῦ καὶ παρακαθημένη ζῶντι τῷ λέοντι τὴν βασιλείαν μετὰ τὸν ἐκείνου θάνατον λάμϐανε. » Ἀκούσασα δὲ τῶν λόγων τῆς ἀλώπεκος καὶ πεισθεῖσα ἡ ἔλαφος ἠκολούθησε μεχρὶ τοῦ σπηλαίου ἐν ᾧ ὁ λέων ἔκειτο.

/ 154