/ 153
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 163 » pp. 101-101

Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. […] Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. […] Ὁ δὲ κολοιὸς συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν ὅπου τὰ λοιπὰ ὄρνεα ἐλούετο, τὰ πίπτοντα ἐκείνοις πτερὰ συλλέξας, ἑαυτῷ περιέθηκε καὶ συνήρμοσεν αὐτά. […] Ὁ δὲ Ζεὺς τοῦτο τὸ δόγμα ἐπιθείς, ἦλθον πάντα τὰ ὄρνεα λουθῆναι ἐν τῷ ποταμῷ καὶ λουόμενα ἔπιπτον τὰ πτερὰ τῶν ὀρνέων. Ὁ δὲ κολοιὸς καὶ αὐτὸς ἀπελθὼν λουθῆναι ἤθελεν ὁμοιωθῆναι καὶ τοῖς λοιποῖς καὶ εὐειδέσιν ὀρνέοις· ἐκ τῶν πιπτόντων ὀρνέων τὰ πτερὰ περισωρεύσας περιεϐάλλετο ἑαυτόν, ἵνα φαίνῃ καὶ αὐτὸς τῷ Διὶ ὡς τὰ λοιπὰ ὄρνεα.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 293 » pp. 47-47

Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον διὰ χρόνου πληρωθὲν τῶν σπλάγχων καὶ τοῦ οἴνου, [ἐπειδὴ προειστιᾶτο,] καὶ διαϐασανιζόμενον ἔλεγεν· « Ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα. » Ἡ δὲ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀποτίνειν δέῃ, οὕτως ἀπέχθεται ὡς οἴκοθεν προιέμενος. […] Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. » Ὁ μῦθος οὗτος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀπαιτηθῇ ταῦτα, οὕτως ἄχθεται ὥσπερ ἐὰν οἴκοθεν ταῦτα ἐδίδου. […] Τῆς δὲ εὐωχίας προϊούσης, καὶ ἐξογκωθείσης τῆς γαστρὸς τοῦ παιδὸς ἀπὸ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἀλλ’ ἃ κατέφαγες. » Ὁ μῦθος δηλοῖ πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις τὰ ἀλλότρια ἑτοίμως ἀπολαμϐάνων, ὅταν ταῦτα ἀπαιτηθῇ, οὕτως ἄχθεται ὡς οἴκοθεν αὐτὰ προδιδούς.

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 154 » pp. 118-118

Τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. […] Ὁ κάστωρ ζῷόν ἐστι τετράπουν ἐν λίμναις τὰ πολλὰ διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα εἶναι. Οὗτος οὖν, ἐπειδὰν ὑπ’ ἀνθρώπων διωκόμενος καταλαμϐάνηται, γινώσκων οὗ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας καὶ οὕτω σωτηρίας τυγχάνει. […] Τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. […] Ἐπὰν δὲ ἤδη καταλαμϐάνηται, ἀποκόπτει αὑτοῦ τὰ αἰδοῖα καὶ ῥίπτει τῷ διώκοντι καὶ οὕτω τὴν σωτηρίαν αὑτοῦ πραγματεύεται.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 8 » pp. 4-4

Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ μεθεῖναι αὐτήν, λέγουσα ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος αὐτὴ γαστέρα πληρῶσαι· δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. » Οὕτος καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἷ δι’ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται. […] Ὑπολαϐὼν δὲ ὁ ἱέραξ ἔφη· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, οἵτινες δι’ ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προΐενται. […] Ἡ δ’ ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴν εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. Καὶ ὁ ἱέραξ ὑπολαϐὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἱ δι’ ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 234 » pp. 161-161

Ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀνεσπασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας ᾔει δρόμῳ τὸ γεγονὸς ὀψόμενος. Τῶν δὲ παρατυχόντων τις θεασάμενος εἶπεν· « Ὦ οὗτος, σὺ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος τὰ σαυτοῦ οὐ προεμαντεύου ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντας καὶ τῶν μηδὲν προσηκόντων προνοεῖσθαι πειρωμένους. […] Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος ὡς αἱ τῆς οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ δρομαῖος ᾔει. Τρέχοντα δέ τις αὐτὸν θεασάμενος· « Ὦ οὗτος, εἶπεν, ὁ τἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου ; » Ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων προνοεῖσθαι πειρωμένους. […] Ἀλλὰ ἕτερος ἐκεὶ παριὼν ἔφη· « Εἰ τὰ ἀλλότρια, φεῦ, προεμαντεύου, πῶς τὰ ἴδια παντελῶς οὐ προεῖδες ; » Ἑρ.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 6 » pp. 275-275

Ἀετὸς τὰ πτερὰ τιλθεὶς καὶ ἀλώπηξ. Ἀετός ποτε ἑάλω ὑπ’ ἀνθρώπου, ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας εἴασεν αὐτὸν ἐκ οἴκῳ σὺν ὀρνίθοις. […] Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐϐόα· « Μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε πάλιν κυνηγήσας αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ χρηστὰς ἀμοιϐὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκφεύγειν. […] Τούτου δὲ τὰ πτερὰ ὁ ἄνθρωπος κόψας ἀφῆκε μετὰ τῶν ὀρνίθων ἐν οἴκῳ εἶναι. […] Ἕτερος δέ τις τοῦτον ὠνησάμενος καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας ἐποίησε πτερῶσαι.

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 40 » pp. 9-9

Θέλησον οὖν τοὺς ἐμπροσθίους πόδας ἐρεῖσαι τῷ τοίχῳ, ὀρθῶσαι δὲ τὰ κέρατα, ἀναδραμοῦσα δὲ ἐγὼ καὶ σὲ ἀνασπάσω. » Τοῦ δὲ πρὸς τὴν παραίνεσιν αὐτῆς ἑτοίμως ἐπακούσαντος, ἡ ἀλώπηξ ἀναλομένη διὰ τῶν σκελῶν αὐτοῦ καὶ τῶν ὤμων καὶ τῶν κεράτων ἐπὶ τὸ στόμα τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. […] Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σϐέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμόν τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν· « εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερεῖσαι ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναϐιϐάσω. » Τοῦ δέ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέϐη, καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. […] Ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους σου πόδας ἐπὶ τὸν τοῖχον προσερεῖσαι, ἐγκλίνεσθαι δὲ καὶ τὰ κέρατα, ἀναδραμοῦσα ἐγὼ διὰ τοῦ σοῦ νώτου πρώτη, καὶ σὲ ἀνασπάσω ἐνθένδε. » Ὁ δὲ τράγος τὴν παραίνεσιν τῆς ἀλώπεκος ἀκούσας καὶ ὑπερετήσας, ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τῶν νώτων αὐτοῦ ἀνέϐη καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα. […] Ὁ δὲ τράγος ἔφη· « Πῶς ; » Ἡ ἀλώπηξ εἶπε· « Τοὺς ἐμπροσθίους σου πόδας τῷ τοίχῳ προσέρεισον καὶ στῆθι ὀρθός, ἔγκλινον δὲ καὶ τὰ κέρατα. Ἀναδραμοῦσα τοίνυν ἐγὼ διὰ τοῦ σοῦ νώτου καὶ ἀρθεῖσα ἄνωθεν, εὐθέως καὶ παραχρῆμα καὶ σὲ ἀνελκύσω ἔξω. » Τοῦ δὲ πρὸς ταῦτα ἑτοίμως τὴν παραίνεσιν ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὰ νῶτα ἀνέϐη, καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, καὶ γενναίως ἐκτιναχθεῖσα, ἐπὶ τοῦ στόματος τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 65 » p. 40

Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμϐεϐηκότα, ἔφη πρὸς αὐτόν· « Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 236 » pp. 72-72

Εἰς μελισσουργοῦ τις εἰσελθών, ἐκείνου ἀπόντος, τό τε μέλι καὶ τὰ κηρία ὑφείλετο. […] Αἱ δὲ μέλισσαι ἐπανελθοῦσαι ἀπὸ τῆς νομῆς, ὡς κατέλαϐον αὐτόν, παίουσαι τοῖς κέντροις, τὰ πάνδεινα διετίθεσαν. Κἀκεῖνος ἔφη πρὸς αὐτάς· « Ὦ κάκιστα ζῷα, ὑμεῖς τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν δεινῶς τύπτετε. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι’ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιϐούλους ἀπωθοῦνται. […] Αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, ὡς κατέλαϐον αὐτόν, τοῖς κέντροις ἔπαιον καὶ τὰ χείριστα διετίθουν. Ὁ δὲ πρὸς αὐτάς· « Κάκιστα ζῷα, τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς δι’ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιϐούλους ἀπωθοῦνται.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 288 » pp. 87-87

Ὁ δὲ νομίσας χρυσὸν ἔνδον ὑπάρχειν σφάξας πάραυτα εὗρε ταύτην ὁμοίαν ὥσπερ τὰ λοιπὰ ὑπάρχειν τῶν ὀρνίθων. […] Ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαϐὼν δὲ ὅτι πάντα τὰ ἐντὸς χρυσᾶ ἔχει ὁ χήν, οὐδὲν μελλήσας ἔθυσεν αὐτήν. Συνέϐη δὲ αὐτῷ μὴ μόνον ὧν προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποϐαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν. Οὕτω πολλάκις οἱ πλεονέκται δι’ ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προίενται.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 312 » pp. 207-207

Διόπερ πωλήσας τὰ πρόϐατα, φοίνικας ἐπρίατο καὶ ναῦν ἐμφορτισάμενος ἀνήχθη. […] Πάλιν δὲ γαλήνης γενομένης, ὡς ἐθεάσατό τινα ἐπὶ τῆς ἠϊόνος ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· « Ἀλλ’, ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ. » Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνονται μαθήματα. […] Διόπερ πωλήσας αὐτοῦ τὰ πρόϐατα καὶ φοίνικας ἀγοράσας ναῦν ἐμφορτωσάμενος ἀνήχθη. […] Μετ’ οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσσης γαληνιώσης, ὡς ἐθεάσατό τινα παριόντα καὶ ἐπαινοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν ἔφη· « Ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ. » Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνεται μαθήματα. […] Ἀπεμπολήσας οὖν τὰ πρόϐατα καὶ φοινίκων βαλάνους πριάμενος ἀνήχθη.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 155 » p. 119

Κηπουρῷ τις ἐπιστὰς ἀρδεύοντι τὰ λάχανα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι’ ἣν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεά, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 80 » pp. 52-52

Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὸ μὲν πρῶτον τὰ πρόϐατα κατέφαγεν. […] Οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα ἔφασαν πρὸς ἀλλήλους· « Ἀπιτέον ἡμῖν ἐνθένδε· ὁ δεσπότης γάρ, εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται ; » Ὁ λόγος δηλοῖ ὅτι δεῖ τούτους μάλιστα φυλάττεσθαι οἳ οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται. […] Οἱ δὲ κύνες θεασάμενοι τὰ γινόμενα ἔφασαν πρὸς ἀλλήλους· « Παρέλθωμεν ἐντεῦθεν· ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τοὺς ἐργαζομένους βόας οὐκ ἠλέησεν, ἡμῶν πῶς φείσεται ; » Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται. […] Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, πρῶτον μὲν τὰ πρόϐατα αὐτοῦ κατέφαγεν, ἔπειτα τὰς αἶγας. […] Ἀνήρ τις ὑπὸ χειμῶνος ἐν τῷ αὐτοῦ προαστείῳ ἀποληφθεὶς καὶ τροφῆς ἀπορῶν πρῶτα μὲν τὰ πρόϐατα κατέφαγεν, εἶτα τὰς αἶγας.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 89 » pp. 55-55

Γυνὴ χήρα φίλεργος θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐπὶ τὰ ἔργα ἐγείρειν πρὸς ἀλεκτροφωνίαν. […] Οὕτω πολλοῖς ἀνθρώποις τὰ ἴδια βουλεύματα κακῶν αἴτια γίνεται. […] Γυνὴ χήρα φίλεγρος θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. […] Ὁ μῦθος δηλοῖ ὅτι πολλοῖς ἀνθρώποις τὰ βουλεύματα κακῶν αἴτια γίνεται.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 1 » p. 274

Ὑπὸ τῶν κακῶν τὰ ἀγαθὰ ἐδιώχθη ὡς ἀσθενῆ ὅντα· εἰς οὐρανὸν δὲ ἀνῆλθεν. […] Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον, ἐξ οὐρανοῦ κατιόντα.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 300 » pp. 94-94

Χρόνου δὲ προελθόντος, ἧκεν ὡς τὴν τοῦ κηπουροῦ καὶ ταύτην ἠρώτα πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. Τῆς δὲ εἰπούσης πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμὼν γένηται καὶ ὄμϐρος, ἵνα τὰ λάχανα ἀρδευθῇ, μετ’ οὐ πολὺ παρεγένετο πρὸς τὴν τοῦ κεραμέως καὶ αὐτῆς ἐπυνθάνετο πῶς ἔχοι. Τῆς δὲ τὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία τε λαμπρὰ ἐπιμείνῃ καὶ λαμρπὸς ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς αὐτήν· « Ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξομαι ; » Οὕτως οἱ ἐν ταὐτῷ τοῖς ἀνομίοις πράγμασιν ἐπειχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν. […] Τοῖς δ’ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· « Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ’ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. » Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· « Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί. » Ὁ μῦθος <ὅτι> οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω].

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 338 » pp. 340-340

Πάντα δὲ τὰ ζῷα ἔφυγον, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν πρὸς μάχην. […] Ἀλώπεκος δὲ τούτῳ θαρρεῖν καὶ μὴ φεύγειν λεγούσης, ἔφη ὁ λέων· « Οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ μοι, τί ποιήσω ; » Ὅτι ἐκ τῆς ἀρχῆς τὰ τέλη δεῖ προσκοπῆσαι καὶ τότε δὴ λοιπὸν ἑαυτοὺς περισῴζειν. […] Ἰδόντα δὲ αὐτὸν ἅπαντα τὰ θηρία μακρὸν ᾤχοντο· λέων δὲ μόνος πρὸς μάχην μετεκαλεῖτο αὐτόν. […] Τοξότης δέ τις ἀπῆλθε κυνηγήσων· ἐξ οὗ ἀπέδρα εὐθὺς πάντα τὰ ζῷα. […] Ὁ δὲ τὸ βέλος ἀποστείλας τοῦ τόξου, λαϐὼν ὁ λέων αὖθις ἔφυγε λέγων· « Ὢ τῆς συμφορᾶς, τί συνέϐη τῷ τάλᾳ ; » Τοῦ δὲ θρηνοῦντος, τοῦτ’ ἡ ἀλώπηξ λέγει· « Ἵνα τι οὕτως ἀκράτως δραπετεύεις ; στῆθι, προσμεῖνον, ἵνα σοι ὁμιλήσω. » Ὁ δὲ πρὸς αὐτὴν μέγα στενάξας λέγει· « Εἰ ὁ τοξότης ἄγγελον τοῦτον κτᾶται, [τὸ σιδήριον μετὰ μικροῦ τοῦ ξύλου,] εἰ ἴδω αὐτὸν ὀφθαλμοῖς τοῖς ἰδίοις, τί δ’ ἄρα, εἴπέ μοι, καινὸν οὐ ποιήσει μετὰ μαχαίρας καὶ κόντου ὃν βαστάζει ; » Ὅτι ἐκ τῆς ἀρκῆς χρὴ σκοπεῖν τὰ τέλη ὅπως καὶ αὐτοὶ περισωθῶσι πάνυ.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 123 » pp. 221-221

Τοῦ διὸς γαμοῦντος, πάντα τὰ ζῷα ἀνήνεγκαν δῶρα. […] Τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῷα ἤνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν οἰκείαν δύναμιν. […] Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· « Τῶν ἄλλων πάντων τὰ δῶρα λαμϐάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμϐάνω οὐδ’ ὅλως. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν πονηρῶν αἱ χάριτες φοϐεραί εἰσιν.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 106 » pp. 75-75

Καὶ ἐπειδὴ ἐλιποψύχει, εἶπε πρὸς αὑτήν· « Ἀλλ’ ἐγὼ ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν ἐφ’ ἣν κατέφυγον. » Οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκεται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπισφαλῆ. […] Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἡμῖν τὰ μὲν βλαϐερὰ δοκοῦντα ὠφέλιμα γίνεται, τὰ δ’ ὠφέλιμα βλαϐερά.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 217 » pp. 342-342

Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες πληγὰς παρ’ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε τὰ πρόϐατα· ὅτε δὲ ἐσθίουσιν, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιρρίπτουσιν. Ἀλλ’ ἐὰν πείθησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν καὶ ἕξομεν πάντα κοινὰ εἰς κόρον ἐσθίοντες. » Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες πρότερον τοὺς κύνας διέφθειραν. […] Τὸ δὲ θαυμαστότερον ἁπάντων τούτων, κατεσθιόντων αὐτῶν ἐπὶ τραπέζαις, μόνα τὰ ὀστᾶ προσρίπτουσιν ἐκ μόρου.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 49 » pp. 95-95

Τῆς δὲ εἰπούσης· « Οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεϐλέποντο, » ἔφη πρὸς αὐτήν· « Ἀλλ’ ὦ γύναι, εἰ τούτοις ἀπήχθου οἱ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριϐες ; » Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται. […] Τῆς δὲ φαμένης ὡς οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεϐλέποντο, πρὸς αὐτὴν ἔφη· « Ἀλλ’, ὦ γύναι, εἰ τούτοις ἀπεχθάνῃ οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὄψε δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν συνδιέτριϐες τὴν ἡμέραν ; » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα κἀκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 243 » pp. 112-112

Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρ’ αὐτὸν τὸν καιρὸν μοχθεῖ παρ’ ὃν τὰ ἄλλα ζῷα πόνων ἀφειμένα ῥᾳστώνην ἄγει. […] Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καὶ ἐμὲ ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Οὕτως οἱ παρὰ τὰς εὐθηνείας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταϐολὰς τὰ μέγιστα δυστυχοῦσιν. […] Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐταλάνιζεν ὡς ἐπιπονώτατον, εἴγε παρ’ ὅλον τὸν καιρὸν μοχθεῖ παρὰ πάντα τὰ ζῷα. […] Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις ὅτε με μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Ὁ μῦθος διδάσκει μὴ ἀμελεῖν ἡμᾶς ἐπὶ τῇ τῶν ἀναγκαίων φροντίδι, ἀλλὰ καιρῷ εὐθέτῳ τὰ πρὸς σωτηρίαν μεριμνᾶν.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 317 » pp. 208-208

Ποιμὴν εἰσελάσας τὰ πρόϐατα εἴς τινα δρυμῶνα, ὡς ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱματίον αὐτοῦ ἐπὶ ταύτην ἀνέϐη καὶ τὸν καρπὸν κατέσειε. Τὰ δὲ πρόϐατα ἐσθίοντα τὰς βαλάνους ἔλαθε καὶ τὰ ἱμάτια συγκαταφαγόντα. […] Ποιμὴν ἐλάσας εἴς τινα δρυμῶνα τὰ πρόϐατα, ὑποστρώσας ὑπὸ δρῦν τὸ ἱμάτιον καὶ ἀναϐὰς τὸν καρπὸν κατέσειε. Τὰ δὲ πρόϐατα ἐσθίοντα τοὺς βαλάνους ἔλαθον καὶ τὰ ἱμάτια συγκαταφαγόντα.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 253 » p. 262

Ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ’ ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ· « Βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· « Ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτὴ ἡ συκῆ· « Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν ἡ ῥαμνος <πρὸς> τὰ ξύλα· « Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ’ ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιϐάνου. » Cod.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 350 » pp. 39-39

Ἄρτι τοῦ ἰξοῦ φυομένου, χελιδὼν αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πετεινοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεϐούλευσεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν ἐκκόψαι· εἰ δ’ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τοὺς ἀνθρώπους καταφυγεῖν καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμϐάνωσιν αὐτά. […] Οὕτως συνέϐη τὰ μὲν λοιπὰ ἀγρευόμενα ὑπὸ τῶν ἀνθρώπων κατεσθίεσθαι, μόνην δὲ τὴν χελιδόνα ὡς πρόσφυγα καὶ ἐν ταῖς αὐτῶν οἰκίαις ἀδεῶς νεοττοποιεῖσθαι. Ὁ λόγος δηλοῖ ὅτι οἱ τὰ μέλλοντα προορώμενοι εἰκότως τοὺς κινδύνους διακρούονται. […] Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν· « Ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθ’ ἡμῶν. » Ἡ μὲν οὖν χελιδὼν ἀρίστην γνώμην ἔχουσα ἀκίνδυνος ἐγένετο ἐν ταῖς πόλεσι διατρίϐουσα, καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ’ ἀνθρώποις οὐδὲν ὑπ’ αὐτῶν πάσχει κακόν.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 35 » pp. 20-20

Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. » Οὕτως καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα. […] Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περὶ τῆς τῶν προγόνων λαμπρότητος, ἡ ἀλώπηξ ὑπολαϐοῦσα ἔφη· « Ὦ οὗτος, ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, τὸ γοῦν δέρμα σοῦ δείκνυσιν ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα. […] Chambry 35.3 Aliter — Autre version Ἀλώπηξ καὶ κροκόδειλος ἠμφισϐήτουν περὶ εὐγενείας· πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προγόνων διεξιόντος λαμπρότητος, ὡς γεγυμνασιαρχηκότων, ἡ ἀλώπηξ ὑπολαϐοῦσα· « Ὦ τᾶν, εἶπεν, ἀλλὰ κἂν μὴ σὺ λέγῃς, ἀλλ’ ἀπὸ τοῦ δέρματός γε φαίνῃ ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 90 » pp. 58-58

Ὁ λόγος δηλοῖ ὅτι τινὲς τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπολλῦσιν. […] Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περισσοτέρων ἐπιθυμοῦντες καὶ τὰ προσόντα ἀπώλεσαν. […] Ὁ μῦθος δηλοῖ ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποϐάλλουσι.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 5 » pp. 2-3

Ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μάλλοις, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμήν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαϐεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξυπτερά, ὡς ἑσπέρα κατέλαϐε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. […] Ὁ δὲ κολοιὸς ἔφη· « Δίκαια πάσχω· τί γὰρ κολοιὸς ὢν ἀετὸν ἐμιμούμην ; » Ὅτι τὰ κατὰ σὲ καὶ πρὸς δύναμιν ποίει, τὰ ὑπὲρ σὲ δὲ μὴ ζηλοῦ.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 42 » pp. 10-10

Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοϐερὰ τῶν πραγμάτων καταπραΰνει. […] Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοϐερὰ τῶν πραγμάτων καταπραΰνει. […] Ὁ μῦθος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοϐερὰ τῶν πραγμάτων εὐπρόσιτα ποιεῖ.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 249 » pp. 169-169

Νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου αὐτῷ μόνου περιλειφθέντος, ὡς ἐθεάσατο χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν, οἰόμενος ἤδη θέρος εἶναι, ὡς μηκέτι δεόμενος τοῦ ἱματίου, καὶ τοῦτο φέρων ἀπημπόλησεν. Ὕστερον δὲ χειμῶνος ἐπιλαϐόντος καὶ σφοδροῦ τοῦ κρύους γενομένου, περιιών, ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν ἐρριγωμένην, ἔφη πρὸς αὐτήν· « Ὦ αὕτη, σὺ κἀμὲ καὶ σὲ ἀπώλεσας. » Ὁ λόγος δηλοῖ ὅτι πάντα τὰ παρὰ καιρὸν δρώμενα ἐπισφαλῆ τυγχάνουσιν. […] Νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου μόνου καταλειφθέντος αὐτῷ, εἶδε χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν καὶ θέρος εἶναι νομίσας, μηκέτι δεόμενος τοῦ ἱματίου, τοῦτο φέρων ἐπώλησε.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 4 » pp. 3-3

Ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν τὰ ὠὰ ἀπορρίψας. […] Εἶτα μετάρσιος αἰρόμενος ὁ κάνθαρος ἐκύλιε τὰ ὠὰ τοῦ ἀετοῦ καὶ κατέασσε ταῦτα, μέχρις οὗ ἐλαυνόμενος πανταχόθεν ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἐστὶ δὲ τοῦ θεοῦ ὁ ὄρνις), καὶ ἐδεήθη αὐτοῦ τόπον αὐτῷ πρὸς νεοττοποιίαν παρασχεῖν. […] Ὁ δὲ κάνθαρος τῷ τε ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτου καταμαθεῖν, καὶ δὴ προσελθὼν τὰ ὠὰ τούτου κατακυλίσας διέφθειρε. Τοῦ δὲ δεινὸν ποιησαμένου εἴ τις τοῦτο τολμήσειε, κἀπὶ μετεωροτέρου τόπου τὸ δεύτερον νεοττοποιησαμένου, κἀκεῖ πάλιν ὁ κάνθαρος τὰ ἴσα τοῦτον διέθηκεν. […] Ὁ δὲ Ζεύς, ἀναστὰς ἐφ’ ᾧ τὴν ὄνθον ἀποτινάξασθαι, καὶ τὰ ὠὰ διέρριψεν ἐκλαθόμενος, ἃ καὶ συνετρίϐη πεσόντα.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 124 » pp. 312-312

Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί. […] Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα ἐγκατακλείσας ἀφῆκεν παρὰ ἀνθρώπῳ τινί.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 285 » pp. 194-194

Τοῦ δὲ δεομένου μεθεῖναι αὐτὸν καὶ λέγοντος ὡς οὐ μόνον αὐτὸς ἀϐλαϐής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος, τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμϐάνων κατεσθίει, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· « Ἀλλ’ εἰ τὰ μάλιστα μὴ φαῦλος σὺ εἶ, δι’ αὐτὸ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ πονηρῶν κεκάθικας. » Ἀταρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας περιφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς ἐκείνων κακίας κοινωνεῖν δόξωμεν. […] Ἐν τῇ ἀρούρῃ γεωργὸς πάγας ἵστη εἰς τὸ θηρεῦσαι γεράνους τε καὶ χῆνας τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρης. […] Ἐν τῇ ἀρούρᾳ γεωργὸς πάγας ἵστα, ὅπως γεράνους ἠδὲ χῆνας θηρεύῃ, τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρας. […] Γεωργὸν ἠδίκουν οἱ γέρανοι τὰ καταϐαλλόμενα τῇ γῇ προαρπάζοντες σπέρματα.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 145 » pp. 321-321

Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν· « Τί τοῦτο ; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα. » [Ὅτι] ἐν πόλει <ἐν> ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος. […] Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον αὑτῆς ἔμπροσθεν κατιδοῦσα τῇ τοῦ ὕδατος ὀξυτάτῃ καταρροῇ· « Τί τοῦτο ; ἔφη, τὰ ἐξόπισθέν μου νῦν ἔμπροσθέν μου τεθέαμαι. » Ὅτι πολλάκις οἱ ἄτιμοι τῶν τιμίων προάγουσι.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 318 » pp. 365-365

Μάνδρας ἔσω πρόϐατα ποιμὴν εἰσάγων μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ <ὁ> κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν· « Πῶς τὰ πρόϐατα τῆς ποίμνης θέλων σῶσαι τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ ; » Ὅτι μεγίστην βλάϐην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις. […] Ποιμὴν εἰς μάνδραν τὰ πρόϐατα εἰσάγων ἔμελλε μετ’ αὐτῶν εἰσαγαγεῖν λύκον.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 84 » pp. 61-61

Τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα περιτιθεῖς, ἃ ἐγώ σοι δέδωκα πλουτῆσαι βουλομένη σε ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἄλλας χεῖρας τὸ χρυσίον ἐξαλλάσσῃ, πάλιν τὴν Τύχην μέμψῃ. » Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι χρὴ ἐπιγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ χάριτας ἀποδιδόναι. […] Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἔφη· « Ὦ οὗτος, τί παρέχεις τῇ Γῇ τὰ ἐμὰ δῶρα, ἅπερ ἐγὼ δέδωκα βουλομένη σε πλουτίσαι ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἑτέρας προφάσεις ἐξαναλώσῃς τὸν βίον, πάλιν τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος ἔμφασιν ἔχει ὅτι χρὴ προγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ ἀπονέμειν τὴν χάριν. […] Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη ; Εἰ γὰρ ὁ καιρὸς μεταϐάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ’ ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 210 » pp. 149-149

Ἐρομένου δὲ αὐτὴν τοῦ λέοντος τίς αὐτὴν οὕτω διανέμειν ἐδίδαξεν, ἡ ἀλώπηξ εἶπεν· « Ἡ τοῦ ὄνου συμφορά. » Ὁ λόγος δηλοῖ ὅτι σωφρονισμὸς γίνεται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα. […] Ὁ δὲ λέων ἔφη· « Ὦ φίλη, τίς σε οὕτως διανέμειν ἐδίδαξεν ; » Ἡ δὲ ἀλώπηξ ἔφη· « Ἡ τοῦ ὄνου συμφορά. » Ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις γίνονται τὰ τῶν πέλας δυστυχήματα. […] Καὶ ὁ λέων πρὸς αὐτήν· « Τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν ; » Ἡ δ’ εἶπεν· « Ἡ τοῦ ὄνου συμφορά. » Ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα. […] Ὁ δὲ λέων ἔφησε πρὸς ταύτην οὕτως· « Τίς σ’ ἐδίδαξε μερίζειν οὕτως, φίλη ; » « Ἡ συμφορὰ τοῦ ὄνου τοῦ μακαρίτου. » Ὁ λόγος δηλοῖ ὅτι σωφρονισμοὶ τοῖς ἀνθρώποις τυγχάνουσι τὰ τῶν πέλας δυστυχήματα.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 244 » pp. 235-235

Ὁ μῦθος δηλοῖ ὅτι καὶ τὰ ἄλογα ζῷα αἴσθησιν ἔχει καὶ ἀλλήλοις ὠφελεῖ. […] Ὁ μῦθος δηλοῖ ὅτι, εἰ καὶ τὰ ἄλογα ζῷα αἴσθησιν ἔχουσι τοῦ καλοῦ, πῶς οὐ δεῖ ἡμᾶς τοὺς εὐεργέτας ἀμείϐεσθαι ; ἢ · Δύνανται καὶ τὰ μικρὰ τοῖς εὐεργέταις μεγάλας ἀμοιϐὰς παρέχειν. […] Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς εὐεργέτας ἀντευεργετεῖν τὰ ὅμοια.

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 197 » pp. 142-142

Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο νοσεῖν· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν ἐπὶ τὴν ἐπίσκεψιν ζῷα συλλαμϐάνων κατήσθιε. […] Παραγενόμενα οὖν τὰ ζῷα ἐπισκέψεως χάριν συλλαμϐάνων, κατήσθιεν αὐτά. […] Τούτου δ’ ἐπισκέψεως τὰ ζῷα χάριν ἅπαντα προσέρρεον ὡς βασιλεῖ γε. […] Ἐξῆλθε δὲ φήμη εἰς τὰ θηρία ἀσθενεῖν τὸν βασιλέα αὐτῶν· ἓν δὲ ἕκαστον εἰσήρχετο πρὸς ἐπίσκεψιν· ὁ δὲ ἀκόπως λαμϐάνων κατήσθιεν. […] Λέων γηράσας καὶ τροφῆς ἀπορῶν νοσεῖν ὑπεκρίνετο· πάντα δὲ τὰ ζῷα εἰς θέαν αὐτοῦ ἀφικόμενα ἀπόνως ταῦτα συλλαμϐάνων κατήσθιεν.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 30 » pp. 24-24

Μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· « Ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ. » Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει. […] Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ μένε τέως ἐνταῦθα σύ, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες. » Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 134 » pp. 317-317

Οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· « τὴν αὔριον γὰρ οὐκ ὑπερϐήσῃ. » Ταῦτα εἰπὼν ὑπεχώρησε. […] Ὁ δὲ εἶπεν· « Ἠρεμοῦσι πάντες, πλήν γε ὅτι ὁ Θάνατος καὶ ὁ Ἅιδης ἠπείλουν πᾶσι τοῖς ἰατροῖς τὰ ἀνήκεστα, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν· ἔγραφον δὲ αὐτῶν τὰ ὀνόματα ἐπὶ τιμωρίᾳ.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 305 » pp. 203-203

Πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθίσας, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ἠϊόνος σαγήνην βάλλοντας, παρετηρεῖτο τὰ ὑπ’ αὐτῶν πραττόμενα. Ὡς δὲ ἐκεῖνοι τὴν σαγήνην ἀνασπάσαντες μικρὸν ἄποθεν ἠρίστων, καταϐὰς ἐπειρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν· φασὶ δὲ μιμητικὸν εἶναι τὸ ζῷον. […] Πίθηξ ἔν τινι ὑψηλῷ δένδρῳ καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρετήρει τὰ ὑπ’ αὐτῶν γινόμενα.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 274 » pp. 179-179

Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· « Ἀλλ’ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντα λιμώττειν ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου, ἐὰν ἀποθάνω, οὐδὲ ταφῆς ἀξιωθήσομαι. » Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν καὶ ἑτέρων πεῖραν λάϐωσιν. […] Ὁ δὲ ὄνος εἰς χείρονα δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’ αὐτοῦ πραττόμενα ἔφη μετὰ στεναγμοῦ· « Οὐαί μοι τῷ τάλανι· αἱρετώτερον ἦν μοι παρ’ ἐκείνοις τοῖς δεσπόταις εἶναι, ἐπεὶ οὗτος, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου μέλλει ἀνελεῖν. » Ὁ μῦθος δηλοῖ ὅτι μάλιστα τοὺς πρώτους δεσπότας τότε ποθοῦσιν οἱ οἰκέται, ὅταν πεῖραν λάϐωσιν ἑτέρων. […] Εἰς χείρονα τοίνυν τῶν προτέρων δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ’ αὐτοῦ πραττόμενα, μετὰ στεναγμῶν ἔφη· « Οἴμοι τῷ ταλαιπωρῷ, βέλτιον ἦν μοι παρὰ τοῖς προτέροις δεσπόταις μένειν· οὗτος γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου κατεργάσεται. » Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα τοὺς προτέρους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν τῶν δευτέρων λάϐωσι πεῖραν. […] Ὠνεῖται τοῦτον ὁ τὰς βύρσας ἐργάζων, ἐκδέρων τοὺς βόας, ὁρῶντος τοῦ ὄνου, καὶ πάντα ἄλλα, ὡς ἔθος δή, τὰ ζῷα, καὶ σὺν ἀσϐέστῳ καὶ στίψει ξέων τούτους.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 327 » pp. 214-214

Τοῦ δὲ εἰπόντος ψηφῖδα, ἔφη· « Ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀποϐέϐλησαι. » Οὕτως ἔνιοι τῶν ἀλαζόνων, [μέχρις οὗ] τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐξελέγχονται. […] Ἐκ δευτέρου δὲ ἔφη· « Χονδρολιϐάνου ὀσμῆς πεπλήρωμαι. » Ἐκ τρίτου <δὲ> πάλιν λέγει· « Ψηφῖδος χαλκῆς κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ αὐτοῦ ἔφη αὐτῷ· « Τέκνον, ὡς ὁρῶ, οὐ μόνον τὸ βλέπειν στερίσκῃ, ἀλλὰ καὶ τὰς ἀκοὰς καὶ τὰς ὀσφρήσεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτως ἔνιοι τῶν ἀλαζόνων ἀνθρώπων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται. […] Φησὶν οὖν ποτε τῇ μητρί· « Συκαμινέαν, μῆτερ, ὁρῶ. » Εἶτα αὖθίς φησι· « Λιϐάνου ὀσμῆς πεπλήρωμαι. » Κἀκ τρίτου πάλιν· « Χαλκῆς, φησί, ψηφῖδος κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ ὑπολαϐοῦσα εἶπεν· « Ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. » Ὁ μῦθος δηλοῖ ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.

46. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 19 » p. 8

Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· « ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται. » Ὁ λόγος δηλοῖ ὁτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.

47. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 304 » pp. 266-266

Ἐξ οὗ δὴ συνέϐη τοὺς ἀνθρώπους τὰ μὲν ἀλλότρια κακὰ ἐξ ἀπόπτου κατοπτάζεσθαι, τὰ δὲ ἴδια μὴ προορᾶσθαι.

48. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 57 » p. 311

Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν· « Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος· » τὸν δὲ Δία εἰπεῖν· « Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς· λόγον γὰρ ἔχεις λαϐών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. » Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο. Ὅτι, ἐκ θεοῦ λόγῳ τιμηθέντων πάντων, ἀνεπαισθήτως ἔχουσί τινες τῆς τοιαύτης τιμῆς καὶ μᾶλλον ζηλοῦσι τὰ ἀναίσθητα καὶ ἄλογα ζῷα.

49. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 96 » p. 63

Ἐρομένων δὲ αὐτῶν· « Ἡ οὖν Δήμητρα τί ἔπαθεν ; » ἔφη· « Κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε. » Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.

50. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 126 » pp. 106-106

Ζεὺς γαμῶν πάντα τὰ ζῷα εἱστία. […] Ζεὺς γάμους τελῶν πάντα τὰ ζῷα εἱστία· Μόνης δὲ τῆς χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν τῆς ὑστερήσεως, ἐπυνθάνετο αὐτῆς τίνος χάριν αὐτὴ ἐπὶ τὸ δεῖπνον οὐ παρεγένετο.

51. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 230 » p. 234

Ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος οὐδ’ ἀρχὴν ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα νοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίϐουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαϐεν εἰς ἄστυ παραγενέσθαι, καταλιπὼν παρ’ αὐτῷ τὰ πρόϐατα ἀπηλλάγη. Καὶ ὃς καιρὸν ἔχειν ὑπολαϐὼν τὰ πλεῖστα εἰσπεσὼν διεφόρησεν.

52. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 313 » pp. 206-206

Ποιμὴν ἔχων κύνα παμμεγέθη τούτῳ εἰώθει τὰ ἔμϐρυα καὶ τὰ ἀποθνῄσκοντα τῶν προϐάτων παραϐάλλειν.

53. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 343 » pp. 223-223

Τῆς δὲ κυνὸς εἰπούσης ὅτι μόνη τῶν τετραπόδων ταχέως ἀποκύει, ἡ ὗς ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις. » Ὁ λόγος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἐν δὲ τῇ τελειότητι κρίνεται. […] Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· « Ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ ἐν τῇ τελειότητι κρίνεται.

54. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 200 » pp. 336-336

Καὶ τί σοι τὰ πολλὰ λέγω ; ἐκυρώθης βασιλεύειν. […] Ὁ λέων δὲ ἐφορμήσας αὐτῇ ἐν σπουδῇ τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. […] Ἐπεὶ δὲ εἰς τὸ σπήλαιον εἰσῆλθεν, ὁ μὲν λέων δεῖπνον εἶχε, πάντα τὰ ὀστᾶ καὶ μυελοὺς καὶ ἔγκατα αὐτῆς καταπίνων. […] Ὁ δὲ λέων ἰδὼν αὐτὴν καὶ ὑπὸ τῆς χαρᾶς παρὰ καιρὸν ὁρμήσας ἐπ’ αὐτὴν τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἔνυξεν. […] Διασπάσας οὖν ταύτην ὁ λέων δεῖπνον εἶχεν τὰ ὀστᾶ αὐτῆς καὶ μυελοὺς καὶ τὰ ἔγκατα.

55. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 151 » pp. 116-116

Ὁ δὲ μέλλων καταϐιϐρώσκεσθαι ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα, ὅτι θαλάσσιος ὢν χερσαῖος ἠϐουλήθην γενέσθαι. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν. […] Ὁ δὲ μέλλων καταϐιϐρώσκεσθαι ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα, ὃς θαλάττιος ὢν χερσαῖος ἠϐουλήθην γενέσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.

56. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 159 » pp. 122-122

Ὁ δὲ μέλλων ὑπ’ αὐτῶν θύεσθαι ἐδέετο ὅπως αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμον ἑαυτὸν τοῖς ἀνθρώποις εἶναι νύκτωρ αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείροντα. […] Ὁ δὲ μέλλων ὑπ’ αὐτῶν θύεσθαι ἐδεῖτο ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων.

57. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 314 » pp. 209-209

Ποιμὴν εὑρὼν λυκιδεῖς, τούτους μετὰ πολλῆς ἐπιμελείας ἔτρεφεν, οἰόμενος ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόϐατα τηρήσουσιν, ἀλλὰ καὶ ἕτερα ἁρπαζοντες αὐτῷ οἴσουσιν. […] Ποιμὴν εὑρὼν λυκίδια, ἔτρεφεν ἐπιμελῶς, οἰόμενος ὅτι μεγαλυνθέντα τηρήσουσι τὰ ἑαυτοῦ πρόϐατα, ἀλλὰ καὶ ἔτι προσθήσουσιν ἁρπάζοντες ἕτερα καὶ εἰσάξουσιν ἐν τῇ αὐτοῦ μάνδρᾳ.

58. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 23 » pp. 13-13

Ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄλλης ὕλης μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐϐαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῷ συμϐεϐηκότι δυσφοροῦντες ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφεισαν. […] Οἱ δὲ ἁλιεῖς οὐ μετρίως ἐϐαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφασιν. […] Ὡς δ’ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ’ ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προυπειλήφασιν.

59. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 297 » pp. 200-200

Ἔτι δὲ μᾶλλον ἐπαινεσάσης αὐτὸν ἐκείνης, προϊὼν τοῖς χρόνοις, ὡς νεανίας ἐγένετο, ἤδη καὶ τὰ μείζονα κλέπτειν ἐπεχείρει. […] Προϊὼν δὲ τοῖς χρόνοις ὁ νεανίας ἐπὶ τὰ μείζονα ἐχώρει. […] Τῆς δὲ μὴ ἐπιπληξάσης αὐτόν, ἀλλὰ μᾶλλον ἀποδεξαμένης, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ· ἔτι δὲ μᾶλλον αὐτῆς ἀποδεξαμένης, προϊόντος τοῦ χρόνου, ὁ παῖς, ὡς νεανίας ἤδη γέγονεν, ἤρξατο καὶ τὰ μείζονα κλέπτειν. […] Τῆς δὲ μὴ ἐπιπληξάσης, μᾶλλον μὲν οὖν ἀποδεξαμένης, προϊὼν τοῖς χρόνοις ἤρξατο καὶ τὰ μείζω κλέπτειν. […] Τῆς δὲ μητρὸς καὶ τῶν ἄλλων κατηγορούντων ὡς οὐ μόνον κέκλοφεν, ἀλλ’ ἤδη καὶ εἰς τὴν μητέρα ἠσέϐηκεν, ἐκεῖνος εἶπεν· « Αὕτη γάρ μοι τῆς ἀπολείας γέγονεν αἴτιος· εἰ γὰρ ὅτε τὴν δέλτον ἐκεκλόφειν, ἐπέπληξέ μοι, οὐκ ἂν μέχρι τούτων χωρήσας νῦν ἠγόμην ἐπὶ τὸν θάνατον. » Ὁ μῦθος δηλοῖ ὅτι τῶν μὴ κατ’ ἀρχὰς κολαζομένων ἐπὶ μεῖζον αὐξάνει τὰ κακά.

60. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 14 » pp. 7-7

Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαϐῶν ἐργαλεῖα, παραγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν. Αἱ δὲ ὑποτυχοῦσαι· « Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς. » Οὕτως καὶ τῶν ἀθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.

61. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 91 » pp. 56-56

Ἐπὶ τούτοις ἐγγραφόμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα, εἰς δίκην ἀπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. Θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη· « Ὦ αὕτη, ἡ τὰς δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἐλέγχεται.

62. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 99 » pp. 302-302

Αἱ δρύες κατεμέμφοντο τὸν Δία ὅτι « ἐπεὶ κοπτόμεθα, τί ἡμᾶς μετὰ τῶν λοιπῶν φυτῶν ἐποίησας ; » Ὁ δὲ Ζεὺς εἶπεν· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς κοπῆς· εἰ μὴ γὰρ ὑμεῖς τὰ στελίδια ἐγεννᾶτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Ὅτι αἴτιοι κακῶν ἑαυτοῖς τινες ὄντες τὴν μέμψιν ἀφρόνως τῷ θεῷ ἐπιτιθέασιν. […] Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ.

63. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 140 » pp. 105-105

Οὕτω τε συνέϐη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλάζονάς τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη, ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι. […] Καὶ τῷ μὲν ἵππῳ κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα· τῷ δὲ κυνὶ τὰ ἀπὸ τῆς τραπέζης ἐδίδου.

64. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 27 » pp. 26-26

Καὶ δὴ κατατείνας τὰ δίκτυα, ὡς ἐμπεριέλαϐεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῷ λινῷ λίθον, ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. […] Διατείνας δὲ τὰ δίκτυα καὶ τὸ ῥεῦμα περιλαϐὼν ἑκατέρωθεν, καλωδίῳ προσδήσας λίθον, τὸ ὕδωρ ἔτυπτεν, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπαραφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι.

65. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 184 » pp. 254-254

Ὁ δὲ ἐπιστραφείς, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὅπου ἂν ᾖς, φυλάξομαι σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν δέδωκας. » Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται. […] Ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· « Ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν ἔδωκας. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.

66. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 242 » pp. 166-166

Ὁ λόγος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κἂν τὰ μάλιστα κολάζωνται, τὸν τρόπον οὐ μετατίθενται. […] Ὁ μῦθος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κἂν τὰ μάλιστα τὸ εἶδος μεταϐληθῶσι, τὸν τρόπον οὐ μεταϐάλλονται.

67. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 259 » pp. 177-177

Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα μικρὸν προσεπέλαζον, ἀπεκαραδόκουν ὑπολαμϐάνοντες πλοῖον εἶναι οὐκέτι μέγα ὡς τὸ πρότερον. […] Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν.

68. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 333 » pp. 294-294

Ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐτοῦ καὶ λέγων ὡς « ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σὺ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς. » Ὁ δέ· « Ἀλλ’ ἐγώ, ἔφη, τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι· σὺ δέ, ὡς ἀλέκτωρ, κάτω μετ’ ὀρνίθων βαίνεις. » Ὅτι κρεῖττον περίϐλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως πλούτῳ γαυρούμενον. […] Ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει· « Ἀλλ’ ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων, καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη· σὺ δ’, ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων. » Ὅτι κρεῖσσόν ἐστι περίϐλεπτόν τινα εἶναι ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.

69. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 87 » pp. 57-57

Ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἢ πρότερον· « τότε μὲν γὰρ ἔϐλεπον πάντα, ἔφη, τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δ’ οὐδὲν ἰδεῖν δύναμαι. » Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. […] Καὶ οὕτω γενομένου, ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τήν ἰατρείαν, κατ’ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. […] Γυνὴ πρέσϐις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσε θεραπεῦσαι αὐτήν, ἐνώπιον μαρτύρων εἰποῦσα ὅτι « ἐὰν θεραπευθῶ τοὺς ὀφθαλμούς μου, πολὺν λήψῃ παρ’ ἐμοῦ τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῶ, ἀλλ’ ἐπιμείνω τῇ ἀρρωστίᾳ, οὐδὲν ἀποδώσω σοι. » Οὕτως οὖν ὁ ἰατρὸς τοὺς ὀφθαλμοὺς αὐτῆς θεραπεύων κατ’ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. […] Τοῦ δ’ ἰατροῦ τοὺς συμφωνηθέντας μισθοὺς αὐτὴν ἀποιτοῦντος, ὡς καθαρῶς βλέπουσαν ἤδη, καὶ τοὺς μάρτυρας παραγαγόντος· « Μᾶλλον μὲν οὖν, εἶπεν ἐκείνη, τὰ νῦν οὐδ’ ὁτιοῦν βλέπω· ἡνίκα μὲν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, πολλὰ τῶν ἐμῶν κατὰ τὴν ἐμαυτῆς ἔϐλεπον οἰκίαν· νῦν δ’ ὅτε με σὺ βλέπειν φῇς, οὐδ’ ὁτιοῦν ἐκείνων ὁρῶ. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων ἐξ ὧν πράττουσι λανθάνουσι καθ’ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

70. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 254 » pp. 173-173

Καὶ ὃς ἐπανελόμενος, ἐπειδὴ παρεγένετο πρὸς τοὺς ἑταίρους, τὰ γεγενημένα αὐτοῖς διηγήσατο. […] Παραγενόμενος οὖν πρὸς τοὺς ἑταίρους αὐτοῦ, διηγήσατο αὐτοῖς τὰ συμϐάντα αὐτῷ. […] Ὁ δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμϐάντα αὐτοῖς διεξελήλυθεν· ὧν εἱς τις τὰ ἴσα διαπράξασθαι ἐϐουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα κλαίων ἐκάθητο. […] Ἐντεῦθεν οὗτος ἀπελθὼν εἰς ἑταίρους λέγει τὰ πάντα καὶ διηγεῖται ὅλως.

71. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 94 » pp. 85-85

Τῶν δὲ προϐάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· « Ἡμᾶς μὲν συνεχῶς συλλαμϐάνει καὶ οὐ κράζομεν, » ἔφη πρὸς ταῦτα· « Ἀλλ’ οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα. » Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλα περὶ σωτηρίας.

72. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 164 » pp. 129-129

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν πολλάκις καὶ τὰ προσόντα ἀφαιρεῖται. […] Ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν, ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις.

73. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 310 » pp. 204-204

Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει. […] Ὁ μῦθος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ καταπραΰνει πράγματα.

74. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 342 » pp. 222-222

Καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· « Ἀλλὰ τοῦτό γε οὐ στυγοῦσά με ποιεῖ, προνοουμένη δέ, ἵνα μηδείς με θύῃ. » Οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις καὶ τὰ ὑπὸ τῶν ἐχθρῶν προσφερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν. […] Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· « Καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ’ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ’ ὅλως εἰς ἱερὸν προσίεται. » Καὶ ἡ σῦς· « Διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.

75. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 239 » pp. 165-165

Οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὰς ὀπὰς καταφεύγοντες ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὐτῶν συλλαμϐανόμενοι κατησθίοντο. […] Καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες καὶ παρατάξεις αὖθις πεποιηκότες εὐθὺς ἤρξαντο κροτεῖν τὰ τοῦ πολέμου. […] Οἱ δὲ μύες βουλόμενοι εἰς τὰς τρυμαλιὰς εἰσελθεῖν, ἔχοντες τὰ ξύλα τῶν ἀχύρων καὶ μὴ δυνάμενοι κρυϐῆναι, διεφθάρησαν ὑπὸ τῶν γαλῶν.

76. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 319 » pp. 210-210

Ὁ μῦθος δηλοῖ ὅτι τοσοῦτον οὐκ ὠφελεῖ τινα τὸ μὴ λαλεῖν τὰ ἀληθῆ ὅσον δεῖ φοϐεῖσθαι μήπως ἐκ τούτου οὐδὲ τὰ ἀληθῆ λέγων εἰσακούσθῃ. […] Ὁ δὲ λύκος τὰ πρόϐατα διέφθειρε.

77. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 357 » pp. 231-231

Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτω <συμμαχῇς>, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ ; » Ἀταρ οὖν καὶ ἡμᾶς ὁ λόγος διδάσκει μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἀνακαλεῖν, ἀλλ’ ἐπὶ τὰς μείζους ἀνάγκας. […] Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, διὰ τί ἐπὶ κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ συνεργός ; » Ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἐπικαλεῖσθαι, ἀλλ’ ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς.

78. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 12 » pp. 16-16

Τοῦ δὲ εἰπόντος ὡς ἐπ’ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ· ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· « Ἀλλὰ καὶ ασεϐὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμϐαίνων. » Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος· πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεῖς ἐκεῖνος ἔφη· « Ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι. » Ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ’ εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται. […] Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. […] Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος.

79. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 224 » pp. 158-158

Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγίγνετο, ἀπαλλαττόμενος ἔφη πρὸς αὑτόν· « Ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσι, ἄλλα δὲ ποιοῦσιν. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους τοὺς ἀνθρώπους οἳ τοῖς λόγοις οὐκ ἔχουσι τὰ ἔργα ἀκόλουθα. […] Ὡς δὲ ἑσπέρα κατέλαϐεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ· « Ἐὰν ἔλθῃ ἐνταῦθα ὁ λύκος, ὦ τέκνον, φονεύσομεν αὐτόν. » Τούτων ἀκούσας ὁ λύκος, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἦν, ἀπηλλάττετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν. » Ὁ μῦθος οὗτος δηλοῖ τοὺς ἀνθρώπους οἵτινες τὰ ἔργα οὐκ ἔχουσι κατὰ τοὺς λόγους. […] Ὡς δ’ ἑσπέρα κατέλαϐεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῳ· « Ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν. » Ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν. » Ὁ μῦθος πρὸς ἀνθρώπους οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια.

80. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 211 » p. 259

Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον· « ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοϐοῦμαι. » Καὶ ὁ Προμηθεὺς ἔφη· « Τί με μάτην αἰτιᾷ ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. » Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα· « Τί πάσχεις ; ἔφη, καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς ; » Καὶ ὁ ἐλέφας, κατὰ τυχὴν περιπτάντος αὐτῷ κώνωπος· « Ὁρᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομϐοῦν ; ἢν εἰσδύνῃ μου <τῇ> τῆς ἀκοῆς ὁδῷ, τέθνηκα. » Καὶ ὁ λέων· « Τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών ; » Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλεφαντα φοϐεῖν.

81. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 3 » pp. 1-1

Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, ὁ ἀετός, ἀπορῶν τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας, μετὰ τῶν ἑαυτοῦ νεοττῶν κατεθοινήσατο. […] Μετ’ οὐ πολλὰς δὲ ἡμέρας ἐξελθούσης αὐτῆς ποτε ἐπὶ νομήν, ἀπορῶν ὁ ἀετὸς τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἁρπάσας, μετὰ τῶν ἑαυτοῦ νεοττῶν κατεθοινήσατο. […] Ἐπὶ νομὴν οὖν ποτε τῆς ἀλώπεκος προελθούσης, ὁ ἀετός, τροφῆς ἀπορῶν, καταπτὰς ἐπὶ τῶν θάμνων καὶ τὰ τέκνα ταύτης ἀναρπάσας, ἅμα τοῖς αὐτοῦ νεοττοῖς ἐθοινήσατο. […] Ὅτι δίκη τις ἐφορᾷ τὰ τῶν ἀθρώπων καὶ τοὺς ἐπιόρκους ἀμύνεται καὶ ἀποδίδωσι κατ’ ἀξίαν.

82. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 103 » pp. 74-74

Ἰδὼν δὲ τὴν ἑαυτοῦ σκιάν, τοὺς μὲν πόδας ἐμέμφετο, ὡς λεπτοὺς καὶ ἀσθενεῖς ὄντας, τὰ δὲ κέρατα αὐτοῦ ἐπῄνει, ὡς μέγιστα καὶ εὐμήκη. […] Ἔλαφος ἐπὶ ὕδατος τὴν σκιὰν αὑτῆς κατιδοῦσα τῶν σκελῶν αὑτῆς ὡς ἀσθενῶν κατεμέμφετο, ἐπῄνει δὲ μᾶλλον τὰ ἐν τῷ μετώπῳ αὑτῆς κέρατα διὰ τὴν στερρότητα. Αἰφνίδιον δὲ κυνηγοῦ καταλαϐόντος αὐτήν, καὶ πρὸς φυγὴν ὁρμήσασα, τὰ μὲν σκέλη διέσωσαν αὐτὴν ἐν κρησφυγέτῳ τινί.

83. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 294 » pp. 199-199

Ὁ δὲ τοῦ παιδὸς τὸ ἄκακον νοήσας ταῦτα πρὸς αὐτὸν οὕτως ἐϐόα, λέγων· « Ἄπελθε, ὦ παῖ, καὶ σῴζου μετ’ εἰρήνης, μὴ θηρεύσας με ἀπολέσῃς ἁπάσας. » Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν. […] Ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν ἰδὼν τὸ οὐραῖον στήσας καὶ τὸ κέντρον ὀξύνας εἶπεν· « Ἄπελθε καὶ σῴζου, ὦ παῖ, μὴ κἀμὲ θηρεύων καὶ πάσας ἃς ἔχεις ἀπολέσῃς. » Ὅτι καλὸν τὸ γινώσκειν τὰ ἐναντία, καὶ τὸ μὲν καλὸν τιμᾶν, τὸ δὲ κακὸν φεύγειν, ἐκ πείρας δὲ πάντα.

84. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 47 » p. 245

Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ’ ἀναλαϐὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν· « Ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε. » Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν.

85. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 194 » p. 139

Ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη· « Ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸν γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ. » Οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιϐαλλόμεμοι εἰκότως δυστυχοῦσιν.

86. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 66 » pp. 44-44

Καὶ οἱ βάτραχοι, τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν. […] Πολέμῳ ἐμφυλίῳ βάτραχοι πολεμοῦντες ἀλλήλοις ᾐτήσαντο τὸν Δία βασιλέα δοθῆναι αὐτοῖς τοῦ δι’ ἐκείνου τὰ αὐτῶν διοικεῖσθαι.

87. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 11 » p. 393

Καὶ παραλαϐὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λούτροις ἐπειρᾶτο καθαίρειν.

88. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 182 » p. 253

Βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνώμενος ἔλεγε· « Δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα περιφερῆ ὠὰ πεπίστευκα. » Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι οἱ ἀδικάστως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις.

89. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 307 » p. 83

Πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης, τὰ ζῷα ἀγανακτήσαντα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν.

90. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 323 » p. 240

Ὁ δὲ Ζεὺς θεασάμενος πολλῷ πλείονα τὰ ἄλογα ζῷα ἐκέλευσεν αὐτὸν τῶν θηρίων τινὰ διαφθείροντα ἀνθρώπους μετατυπῶσαι.

91. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 34 » pp. 22-22

Μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ’ αὐτοῦ, ἀλλ’ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· « Ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι’ ἔργων δὲ φαῦλα δρῶντας. […] Ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος, λέγων· « Δι’ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. » Ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα εἶπε πρὸς αὐτόν· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Ὁ λόγος πρὸς ἐκείνους τοὺς ἀνθρώπους, τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους διὰ λόγων, δι’ ἔργων δὲ φαῦλα ποιοῦντας. […] Μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν μὲν δι’ αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλωπήξ ἐπιστραφεῖσα ἔφη· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. » Ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις.

92. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 36 » p. 41

Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· « Tιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω. » Καὶ ὁ κύων ἔφη· « Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ’ ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω. » Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.

93. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 287 » p. 192

Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· « Ὦ ματαία, τί ταῦτα ἀνατρέφεις ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται ; » Οὕτως ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα εὐεργετῆται.

94. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 125 » pp. 100-100

Ὁ δὲ τοῦ μὲν ἀνθρώπου κατεμέμφετο τὴν τῶν φρενῶν εἰς τὸ ἔνδον ἀπόκρυψιν, δεῖν λέγων τὰς βουλὰς τῶν ἀνθρώπων ἔξωθεν εἶναι καὶ τὰ διανοήματα, ὡς ἂν ἕκαστος εἴδῃ τί ποτε ὁ ἕτερος βούλεται, καὶ οὕτω τὰς παρ’ ἀλλήλων βλάϐας ἐκφεύγωσιν ἢ καὶ τὰς χρείας ἐξ ἑτοίμου ἀποπληρῶσι· τοῦ δὲ ταύρου τὴν τῶν κεράτων θέσιν ἐκάκιζε, ὅτι ἄνω τῶν ὀμμάτων ἐμφύεται, ὀφείλειν εἶναι ταῦτα λέγων περὶ τὰ στέρνα, ἵνα βλέπῃ ποῦ τύπτει τὸν παροξύνοντα· τῆς οἰκίας δὲ κατεγίγνωσκε ὅτι μὴ τροχοὺς ἔχει καὶ μετακινεῖται ὅπου ἂν ὁ δεσπότης θελήσῃ, ἢ δι’ ἀνάπαυσιν ἴσως, ἢ διὰ τὸ φυγεῖν πονηροὺς καὶ κακούργους γείτονας καὶ ἀγνώμονας.

95. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 336 » pp. 373-373

Τῶν δὲ φησάντων· « Τῷ θέρει πῶς οὐκ ἔσχες, ἀλλ’ ἐρρᾳθύμεις, καὶ προσαιτεῖς ἀρτίως ; » τέττιξ ἀντεῖπεν· « Ἀλλ’ ἐτερπόμην τότε, αὐλῶν καὶ τέρπων ὅλους τοὺς ὁδοιπόρους. » Οἱ δὲ αὐτίκα ταῦτα ἀκηκοότες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐϐόων· « Χειμῶνος ὀρχοῦ, εἴπερ ηὔλεις ἐν θέρει· ἀλλ’ ἐν θέρει σὺ τὸν σῖτον ἀποτίθει καὶ μὴ λυρίζων ἡδύνῃς ὁδοιπόρους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἢ ὀκνεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνήσας κινδύνῳ περιπέσῃ. […] Τῶν δὲ φησάντων· « Τὸ θέρος πῶς οὐκ ἔσχες, ἀλλ’ ὅλως ἤργεις καὶ προσαιτεῖς ἀρτίως ; » τέττιξ ἀντεῖπεν· « Οὐκ ἤργουν, ἀλλὰ ηὔλουν τέρπων ὁδίτας πάντας παρερχομένους. » Οἱ δὲ αὐτίκα ταῦτα ἀκουτισθέντες ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐϐόων· « Εἰ θέρους ηὔλεις, ὀρχοῦ ἄρτι χειμῶνος· σῖτον γὰρ θέρους ταῖς ἀποθήκαις βάλλε, καὶ μὴ λυρίζων ὁδίτας κατατέρπῃς. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὀκνεῖν ἢ ἀμελεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνῶν κινδύνῳ περιπέσῃ.

96. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 237 » p. 164

Μηναγύρται ὄνον ἔχοντες τούτῳ εἰώθεσαν τὰ σκεύη ἐπιτιθέντες ὁδοιπορεῖν.

97. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 256 » p. 236

Ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος, τουττο γὰρ σημαίνειν τὸν οἰωνόν, ἕτερος ὑποτυχὼν εἶπε· « Καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται ; » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄϐουλοι καὶ εἰς τὰς τῶν πέλας συμϐουλίας ἀδόκιμοί εἰσιν.

98. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 149 » p. 195

Ὁ λόγος δηλοῖ ὅτι τὰ φοϐερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.

99. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 183 » pp. 136-136

Κύων θηρευτικὸς λαγωὸν συλλαϐών, τοῦτον ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ αὐτοῦ τὰ χείλη περιέλειχεν.

100. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 196 » p. 334

Ὁ πτὼξ δὲ ἔφη· « Πολλὰ ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοϐερὰ τὰ εὐτελῆ φανῶσιν. » Ὅτι δικαιοσύνης ἐν πόλει οὔσης καὶ δικαίως πάντων δικαζόντων, καὶ οἱ εὐτελεῖς ἀταράχως βιοῦσιν.

101. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 268 » p. 188

Ὄνος ἐνδυσάμενος λέοντος δορὰν περιῄει ἐκφοϐῶν τὰ ἄλογα ζῷα.

102. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 25 » pp. 282-282

Τὸ δίκτυον οὖν οὗτος ὑφαπλώσας ἐν γῇ τῶν εὐτελῶν ἀπεστέρητο ταῖς τρυμαλιαῖς διαδράντων καὶ τῇ ὑγρᾷ προσφυγόντων· ἐφιλονείκει γὰρ οὗτος ἐπισυνάξαι τὰ μέγιστα, τῶν ἐλαχίστων ὑπερφρονῶν.

103. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 198 » p. 144

Καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη.

104. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 265 » p. 183

Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὀπίσω ἑπόμενον καὶ ῥοπάλῳ παίοντα εἶπεν· « Ἀλλ’ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις. » Οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν περιγινόμενα κέρδη.

105. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 279 » pp. 184-184

Οὕτω καὶ οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐφικνεῖσθαι καὶ τὰ μέγιστα δυστυχοῦσιν.

106. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 2 » p. 99

Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· « Ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρ’ αὐτοῦ ὠφελειῶν ἀπολαύειν ; » ἀπεκρίνατο ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς δέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν.

107. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 39 » p. 14

Τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, εἶπεν· « Ἀλλ’ οὐ μέλλω κλάειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων ; » Κἀκείνη πρὸς αὐτὸν ἔφη· « Ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε. » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσιν.

108. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 137 » pp. 396-396

Ὅτι οἱ φθονεροὶ ζητοῦντες τὰ παρὰ τὴν φύσιν ὑστεροῦνται καὶ τῶν κατὰ φύσιν.

109. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 340 » pp. 243-243

Ἡ δὲ ὑποτυχοῦσα ἔφη· « Ἀλλ’, ὦ οὗτος, οὕτω ταῦτα πράττε ὡς ἐγγὺς τὰ αὐτὰ πεισόμενος. » Τοῦτο εἰκότως εἴποι ἄν τις πρὸς τὸν ἤδη ἄρχοντα ὁ μετ’ ἐκεῖνον μέλλων, εἰ πλημμελές τι πάσχοι.

110. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 76 » pp. 50-50

Ἡ δὲ τὰ νυμφικὰ ῥίψασα καὶ τῇ φύσει ἀκολουθήσασα τὸν μῦν κατεδίωκεν. […] Ὅτι, κἂν πρὸς βραχύ τις ἐν ὑποχρίσει μορφῶται καὶ ἀμείϐῃ τὴν φύσιν, τοῦτον τὰ ἔργα ἐλέγχουσιν.

111. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 113 » pp. 309-309

Οἱ δὲ ὥσπερ πολύτιμον φόρτον τὰ ἐξ αὐτῆς ἁρπάσαντες οὐκ ἀφῆκαν εἰς ἀλλους ἀνθρώπους προελθεῖν.

112. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 120 » p. 107

Ὁ λόγος δηλοῖ ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων, κἂν τὰ προσχήματα λαμπρότερα ἀναλάϐωσιν, τὴν γοῦν φύσιν οὐ μετατίθενται.

113. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 205 » p. 148

Ὁ δὲ λέων ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαϐεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν· εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· « Ἀλλ’ ἐγὼ δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βοράν, ἐλπίδα μείζονα προέκρινα. » Οὕτως ἔνιοι τῶν ἀνθρώπων μετρίοις κέρδεσι μὴ ἀρκούμενοι, μείζονας δὲ ἐλπίδας διώκοντες λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.

114. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 226 » p. 154

Καὶ ὁ ἵππος ὑποτυχὼν εἶπεν· « Ἀλλ’, ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται.

115. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 278 » pp. 186-186

Τοῦ δὲ ὀνηλάτου ἐπιϐοῶντος· « Ἄθλιε, ποῦ φέρει ; » καὶ τῆς οὐρᾶς ἐπιλαϐομένου καὶ ἕλκοντος πρὸς ἑαυτόν, τῆς εἰς τὰ πρόσω φορᾶς ὁ ὄνος οὐχ ἵστατο.

116. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 283 » p. 238

Ὀρνιθοθήρας πετάσας τὰ λίνα ἐκ τῶν ἡμέρων περιστερῶν προσέδησεν· εἶτα ἀποστὰς αὐτὸς πόρρωθεν ἀπεκαραδόκει τὸ μέλλον.

117. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 7 » pp. 276-276

Στραφεὶς δέ, ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν, ἔφη· « Οὐ τοσοῦτον τὸν πέμψαντά σε μέμφομαι ὅσον τὰ ἐξ ἐμοῦ φυέντα πτερά. » Ὅτι τοῦτον κρεῖσσον λύπη καθέστηκεν, ὅταν τις ὑπὸ τῶν ἰδίων συγγενῶν πάθος κακὸν ὅσον τῶν ἀλλοτρίων καὶ ξένων.

118. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 128 » pp. 314-314

Γάμοι τοῦ Ἡλίου θέρους ἐγίγνοντο· πάντα δὲ τὰ ζῷα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ οἱ βάτραχοι.

119. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 153 » pp. 250-250

Οἱ δὲ παροδῖται λίθοις αὐτὴν καὶ βάκλοις κατέκλων διὰ τὰ κάρυα.

120. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 277 » p. 264

Περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα χόρτου τε, φημί, καὶ κριθῆς καὶ ἀχύρου.

121. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 280 » pp. 358-358

Ὅτι πένης καὶ ἰδιώτης ὢν μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε κατεγελασθῇς καὶ κινδυνεύσῃς· τὸ γὰρ ξένον ἀνοίκειον.

122. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 146 » pp. 220-220

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ μεγάλα τῶν πραγμάτων παρὰ μικρὸν κωλύονται καὶ οὐ τελοῦνται.

123. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 189 » p. 255

Εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον. » Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥίνας αὐτοῦ ἄτριχα πρόσωπα.

124. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 24 » p. 11

Ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαϐὼν αὐλοὺς καὶ τὰ δίκτυα, παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προϐλῆτος πέτρας, τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξαλεῖσθαι πρὸς αὐτὸν.

125. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 67 » pp. 69-69

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδέυμασιν ἐνδιατρίϐοντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὰ καλλίονα τρέπεσθαι.

126. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 82 » pp. 176-176

Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαϐὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνῄσκων δὲ ἔλεγε· « Δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας. » Ὁ λόγος δηλοῖ ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται.

127. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 104 » pp. 77-77

Διελθόντων δὲ τῶν κυνηγῶν, στραφεῖσα κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου.

128. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 273 » p. 263

Ἔτι δὲ αὐτῶν πόρρω προϐαινόντων, ὁρῶν ἔτι μᾶλλον ἀποκάμνοντα, πάλιν ἀπὸ τοῦ γόμου μετετίθει, μέχρι τὰ πάντα λαϐὼν καὶ ἀφελόμενος ἀπ’ αὐτοῦ τῇ ἡμιόνῳ ἐπέθηκε.

129. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 289 » pp. 362-362

Τὰ δὲ λοιπὰ μέλη ἔλεγον· « Πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῷα ; » Ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη.

130. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 192 » pp. 138-138

Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνόν, ᾧ λίμνη ὑπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας αὑτοὺς εἰς τὰ βαθῆ τῆς λίμνης ἐδίδοσαν. […] Εἷς δὲ λαγωὸς στρατηγέτης ὑπάρχων ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐϐόα· « Στῆτε, ἀδελφοί, μηδὲν κακὸν παθόντες· ὡς γὰρ ὁρᾶτε, δειλότερα τυγχάνει ταῦτα τὰ ζῷα πλέον ἡμῶν ἁπάντων. » Οὗτος ὁ μῦθος δηλοῖ ὅτι τοῖς δυστυχοῦσιν οὐ τὴν τυχοῦσαν παρηγορίαν φέρει τὸ καὶ ἑτέρους ὁρᾶν κακοπαθοῦντας.

131. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 62 » p. 71

Ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα ; Ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ· ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος.

132. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 102 » pp. 304-304

Ἐπαινοῦσα δὲ αὑτὴν ἡ ἐλάτη ἔλεγεν ὅτι « εὐμήκης εἰμι καὶ ὑψηλὴ καὶ εἰς τὰς κατασκευὰς τῶν νεῶν καὶ εἰς τὰ στέγη [καὶ] τῶν μεγάλων καὶ βασιλικῶν οἰκιῶν χρησιμεύω· σοῦ δέ, ὦ βάτε, οὐδὲν ὄφελος· ἄχρηστος γὰρ ὑπάρχεις παντάπασιν. » Ἡ δὲ βάτος εἶπεν· « Ὦ ἐλάτη, εἰ ἀναμνησθείης τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, τάχ’ ἂν καὶ σὺ βάτος γενέσθαι θελήσειας. » Cod.

133. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 77 » pp. 59-59

Χαλκέως τινὸς οἶκον αἴλουρος εἰσελθοῦσα καὶ τὰ ἐκείνου πάντα ἐργαλεῖα ἐρευνήσασα, ἐνέτυχε καὶ τῇ αὐτοῦ ῥίνῃ.

134. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 88 » p. 246

Ἐκείνου δὲ φήσαντος· « Τίς ὁ τὴν θύραν κόπτων ; » ἡ γυνὴ ἀπεκρίνατο· « Ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι. » Κἀκεῖνος· « Μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων. » Ἡ δὲ τὸ στῆθος πατάξασα· « Οἴμοι τῇ δυστήνῳ, φησίν· οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν.

135. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 186 » pp. 133-133

Τοῦτο παρίστησι σαφῶς ὡς ὁ λιχνεύων τὸ μέγιστον χαίνει καὶ τὸ ἧττον, καὶ ὁ θέλων πλεῖστα ἐσθίειν χαίνει καὶ τὰ μικρὰ.

136. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 207 » pp. 150-150

Ὁ μῦς δὲ ἐπιστὰς ἔφη· « Δύναμαι τὴν ἀντιχάριτά σοι ἀποδοῦναι καὶ σῶσαί σε, » καὶ τὰ δεσμὰ περιφαγὼν ἔλυσε τὸν λέοντα, ἐπάξιον δοὺς μισθόν.

137. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 291 » pp. 196-196

Τοῦ δὲ καρκίνου συνεχῶς αὐτῷ παραινοῦντος ἐξαπλοῦσθαι τὰ πρὸς αὐτὸν καὶ τὴν αὐτοῦ διάϐεσιν μιμεῖσθαι, ἐκεῖνος οὐκ ἐπείθετο.

138. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 108 » pp. 97-97

Ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· « Δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τῶν μὲν πρὸς ἃ πεφύκασι ἀμελοῦντες, τὰ δὲ ἑτέρων ἐπιτηδεύειν πειρώμενοι δυστυχίαις περιπίπτουσιν.

139. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 353 » pp. 226-226

– Τίς δὲ τὸν ὅρον ἀποτάξει, ἀντέφη, καὶ τὰ τῆς νίκης τίς ἡμῖν ἐπιδώσει ; » Τὸ δὲ φρόνιμον τῶν ζωνῴ, ἡ ἀλώπηξ συνετάξατο τὴν ἀρχὴν καὶ τὸ τέλος, ἅμα δείξασα τὸν δρόμον καὶ τὸν τόπον.

140. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 26 » pp. 18-18

Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαϐεῖν αὐτήν, ἀλλ’ ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. « Ἀλλ’ ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαϐεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι’ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.

141. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 78 » pp. 60-60

Γέρων ποτὲ ξυλὰ τεμὼν ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐϐάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα καὶ τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο.

142. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 111 » pp. 89-89

Ὁ δὲ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ τὰ δεξιὰ διιπτάμενον, ἔφρασε.

143. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 129 » pp. 315-315

Ὅτι, κἂν ὁ χρόνος εἰς δόξαν ἐνέγκῃ τινά, μηδεὶς τὴν ἑαυτοῦ φύσιν ἀγνοείτω· ἀϐέϐαια γὰρ τὰ ἀγαθὰ τοῦ βίου.

144. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 225 » pp. 156-156

Ὁ δὲ λύκος τοὺς ὀδόντας δείξας εἶπεν· « Ἀρκεῖ σοι εἰς μισθὸν ὅτι ἐκ στόματος λύκου κεφαλὴν σῴαν ἐξῆξας. » Ὅτι γνώμη κακούργου καὶ πονηροῦ πλεονέκτου οὐ ῥᾳδίως μαλαχθήσεται, οὐδὲ τοὺς εὐεργετήσαντας ἀνταμείψεται, κἂν δι’ ὅλης τῆς ἡμέρας πάντα τὰ καλὰ αὐτῷ προσενέγκῃς.

145. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 352 » pp. 230-230

Ὅτι οἱ τὰ ἀδύνατα ἐπιθυμοῦντες ἑαυτοῖς ἑκουσίως κίνδυνον ἐπιφέρουσιν.

146. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 73 » pp. 46-46

Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινεν, ἕως οὗ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος, ποταμοῦ παραρρέοντος ἐπὶ λουτρὸν ἀπῄει.

147. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 101 » pp. 70-70

Κἀκεῖνοι ἔφασαν ὅτι « ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων ἐμϐολῇ καὶ οὕτω τὰς ὁρμὰς ἐκκλίνομεν· ὑμεῖς δὲ πεποιθότες τῇ ἰδίᾳ δυνάμει ἀντιτείνετε καὶ διὰ τοῦτο κατεάσσεσθε. » Ὁ λόγος δηλοῖ ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀνθίστασθαι ἀσφαλέστερον.

148. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 245 » pp. 352-352

Ὁ δὲ ἀρουραῖος μῦς, καίπερ τοσαῦτα πεινῶν, εἶπε· « Χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας τρώγων ἀφόϐως καὶ λιτῶς ζήσω. » Ὅτι λιτῶς διάγειν καὶ ζῆν ἀταράχως <μᾶλλον> συμφέρει ἢ ἐν φόϐῳ καὶ κινδύνῳ δαψιλῶς τρυφᾶν.

149. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 250 » pp. 170-170

Τῶν δὲ οἰκείων τινὸς παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου πῶς ἔχοι, ἔφη πρὸς αὐτόν· « Ἐγώ σοι ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα. » Οὕτω πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ὑπὸ τῶν πέλας μακαρίζονται τῇ ἔξωθεν οἰήσει, ἐφ’ οἷς αὐτοὶ παρ’ ἑαυτοῖς τὰ μάλιστα δυσφοροῦσιν.

150. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 86 » pp. 53-53

Ἐν τοῖς παλαιοῖς πατὴρ παίδων ὑπεργηράσας παραινῶν αὐτοῖς τὰ εἰκότα ἐκέλευσε καὶ δέσμην ῥάϐδων ἐνεγκεῖν.

151. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 185 » pp. 134-134

Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως· « Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ· πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι· ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν, καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν. » Ὁ δ’ αἱμοϐόρος καὶ μωρὸς ὄντως λύκος πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα.

152. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 179 » pp. 328-328

Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· « Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. » Ταῦτα καθ’ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων.

153. (1893) Les fabulistes latins depuis le siècle d’Auguste jusqu’à la fin du moyen âge. Tome I : Phèdre et ses anciens imitateurs directs et indirects pp. -818

Préface de la première édition Je me propose de publier, en faisant précéder les textes de leur histoire et de leur critique, tout ce qui reste des œuvres des fabulistes latins antérieurs à la Renaissance. C’est une vaste tâche que personne encore ne s’est imposée, et qui, je le crains du moins, m’expose à être un peu soupçonné de présomption. Pour me prémunir contre un pareil soupçon, je désire expliquer comment j’ai été conduit à l’assumer. De tous les auteurs anciens qui guident les premiers pas de l’enfant dans l’étude de la langue latine, Phèdre est celui qui lui laisse les plus agréables souvenirs. Ses fables sont courtes, faciles à comprendre et intéressantes par l’action qui en quelques vers s’y déroule.

/ 153