Καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος ἀκροκώλιον, εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. […] Καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, εἶπεν· « Ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι γε οὐ λήσετε. » Ὁ λόγος δηλοῖ ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέϐεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται. […] Καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, εἷς ἐξ αὐτῶν ἀφελόμενος μέρος τι τοῦ κρέατος εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. […] Καὶ ὁ μάγειρος αἰσθόμενος τὴν κακοτεχνίαν αὐτῶν, ἔφη· « Ἀλλὰ κἂν ἐμὲ λάθητε, τῷ ἐπιορκουμένῳ θεῷ οὐκ ἀγνοηθήσεσθε. » Ὁ μῦθος δηλοῖ ὅτι, κἂν ἀνθρώπους διακρουσώμεθα ἐπιορκοῦντες, ἀλλὰ θεὸν οὐδαμῶς· ἀλάθητον γὰρ τὸ θεῖον. […] Καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου, ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς τὸν θἀτέρου καθῆκε κόλπον.
Καὶ ἡ θεὸς ἀγανακτήσασα κατ’ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν. […] Καὶ δὴ ἐλεήσασα αὐτὴν ἡ θεὸς μετεποιήσατο αὐτὴν εἰς κόρην εὐειδῆ. […] Καὶ ἐγένετο οὕτως, τῆς θεᾶς ἰλασθείσης, ὡς ὁ μῦθος ληρεῖ. […] Καὶ δὴ τῆς θεᾶς αὐτῆς εἰσακουσάσης, μετεϐλήθη γε εἰς γυναικεῖον σχῆμα. […] Καὶ δὴ τοῦ γάμου ἄρτι ἀπαρτισθέντος, μῦς ἐπέδραμεν ὑποκάτω τραπέζης.
Τῆς δὲ γυναικὸς (ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα) πυνθανομένης· « Καὶ πόθεν αὐτὰ ἀποδώσεις ; » ἔφη· « Νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν ; » Ὁ λόγος δηλοῖ ὅτι ταῦτα ῥᾴδιον ἄνθρωποι κατεπαγγέλλονται ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν. […] Chambry 46.2 Aliter — Autre version Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· « Ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. » Τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· « Πόθεν σοι ταῦτα, ἐὰν συμϐῇ ὑγιᾶναί σε ; » πρὸς αὐτὴν ἐκεῖνος ἔφη· « Καὶ νομίζεις <ἂν> ἀναστῆναί με, ἵνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν. […] Τῆς δὲ γυναικὸς πυνθανομένης· « Πόθεν ταῦτα ἕξομεν ἡμεῖς ; » ἐκεῖνος ἔφη· « Καὶ δοκεῖς <ἂν> ἀναστῆναί με, ἵνα ταῦτα οἱ θεοὶ ἀπαιτήσωσι ; » Ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελοῦσι δὲ οὐδὲν ἔργῳ. […] Τῆς δὲ γυναικὸς αὐτοῦ πυθομένης· « Καὶ ποῦ σοι ταῦτα, ἢν ὑγιάνῃς ; » ἐκεῖνος ἔφη· « Οἴει γὰρ ἂν ἀναστῆναί με ἐντεῦθεν, ἵν’ οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν ; » Ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται ἅπερ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.
Καὶ οἱ βάτραχοι, τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν. […] Καὶ ὁ Ζεὺς ἀγανακτήσας καθ’ αὐτῶν ὕδρον αὐτοῖς ἔπεμψεν, ὑφ’ οὗ συλλαμϐανόμενοι κατησθίοντο. […] Καὶ ξύλου δοκὸν μέσον τῆς λίμνης ῥίψας διετάραξε τὸ ὕδωρ, πάντας δὲ βατράχους σιγὴ κατέσχεν ἐκπλαγέντας. […] Καὶ πάλιν ἐδέοντο τοῦ Διὸς τύραννον ἢ στρατηγὸν λαϐεῖν.
Καὶ δή τις πλεῖν μέλλων πίθηκον συνανήνεγκε. […] Καὶ ὃς ὑπολαϐὼν αὐτὸν ἄνθρωπον λέγειν, ἔφασκε καὶ φίλον αὐτῷ καὶ συνήθη τοῦτον. Καὶ ὁ δελφὶς ἀγανακτήσας κατὰ τῆς αὐτοῦ ψευδολογίας βαπτίζων αὐτὸν ἀπέκτεινε. […] Καὶ ὁ δελφὶς ἐπὶ τοσούτῳ ψεύδει ἀγανακτήσας, βαπτίζων αὐτὸν ἀπέκτεινεν.
Καὶ παραλαϐὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λούτροις ἐπειρᾶτο καθαίρειν. Καὶ τὸ μὲν χρῶμα μεταϐάλλειν οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν.
Ὄντος δέ ποτε βατράχου ἐν τῇ λίμνῃ, ἀνεϐόησε πᾶσι τοῖς ζῴοις λέγων· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων. » « Καὶ πῶς δέ, φησὶν ἀλώπηξ, ἄλλους σῴζεις, σαυτὸν δὲ χωλὸν ὄντα οὐ θεραπεύεις ; » Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους ἀνθρώπους παιδεύσει ; Codd. […] Ὁ τῷ πηλῷ συζῶν βάτραχος εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷος οὐδὲ ὁ τῶν θεῶν ἰατρὸς Παιών. – Καὶ πῶς, <εἶπεν> ἀλώπηξ, ἄλλους ἰάσῃ, ὃς ἑαυτὸν χλωρὸν ὄντα οὐκ ἰατρεύεις ; » [Ὅτι] ὁ παιδείας ἀμύητος ὑπάρχων πῶς ἑτέρους παιδεύσει καὶ διορθώσεται ; Cod. […] Ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρός Παιών. – Καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω ; » Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.
Καὶ δὴ ἀρξάμενος κατηγόρει αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα καὶ οὐδὲ ὕπνου τυχεῖν ἐῶντα αὐτούς. […] Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. […] Καὶ δὴ λέγοντος ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα· « Ἐπ’ ὠφελείᾳ, ἔφη, τῶν ἀνθρώπων τοῦτο ποιῶ. » Ἐκ δευτέρου πάλιν φήσαντος· « Ἀλλ’ ἀσεϐὴς εἰς τὴν φύσιν τυγχάνεις », « Καὶ τοῦτο ἐπ’ ὠφελείᾳ τῶν δεσποτῶν, εἴρηκε, πράττω. » Ὁ δὲ ἀποκριθείς· « Ἐὰν σὺ πολλῶν ἀφορμῶν εὐπορήσῃς, ἔφη, ἐγὼ τέως ἄδειπνος οὐ μενῶ. » Οὕτως ἡ πονηρὰ φύσις ἀδικεῖν προαιρουμένη, κἂν μετ’ εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε ἀπαρακαλύπτως πονηρεύεται. […] Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν.
Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· « Tιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω. » Καὶ ὁ κύων ἔφη· « Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ’ ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω. » Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.
Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔϐλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. […] Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔϐλεπεν πρὸς τὸν ἀέρα. Καὶ δὴ πρὸς τοὺς πόδας αὐτοῦ ἀσπὶς κοιμωμένη εὑρεθεῖσα, ἐπάτησεν αὐτήν. […] Καὶ δὴ λαθὼν ἔχιν κοιμωμένην ὑπὸ πόδας ἐπάτησε.
Καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· « Ἀλλὰ τοῦτό γε οὐ στυγοῦσά με ποιεῖ, προνοουμένη δέ, ἵνα μηδείς με θύῃ. » Οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις καὶ τὰ ὑπὸ τῶν ἐχθρῶν προσφερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν. […] Καὶ ἡ μὲν σῦς ὤμνυε κατὰ τῆς Ἀφροδίτης ἦ μὴν τοῖς ὀδοῦσιν ἀναρρήξειν τὴν κύνα. Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· « Καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ’ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ’ ὅλως εἰς ἱερὸν προσίεται. » Καὶ ἡ σῦς· « Διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.
Καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. Καὶ ὁ γεωργὸς φοϐηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἀνέῳξεν.
Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον· « ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοϐοῦμαι. » Καὶ ὁ Προμηθεὺς ἔφη· « Τί με μάτην αἰτιᾷ ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. » Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα· « Τί πάσχεις ; ἔφη, καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς ; » Καὶ ὁ ἐλέφας, κατὰ τυχὴν περιπτάντος αὐτῷ κώνωπος· « Ὁρᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομϐοῦν ; ἢν εἰσδύνῃ μου <τῇ> τῆς ἀκοῆς ὁδῷ, τέθνηκα. » Καὶ ὁ λέων· « Τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών ; » Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλεφαντα φοϐεῖν.
Καὶ δὴ ὁ μὲν ἀναϐὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. […] Καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοί) ἐπὶ τὴν γῆν κατέπεσον. Καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν. […] Καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοί, καὶ γὰρ ἦσαν ἔτι πτῆναι ἀτελεῖς, ἐπὶ τὴν γῆν κατέπεσον. […] Καὶ ἡ ἀλώπηξ θήραν ἐποιήσατο τὸ συμϐάν.
Εἶπον δ’ οἱ μύες καθ’ ἑαυτοὺς τοιαῦτα· « Οὐ παρὰ λόγον ἡμᾶς γαλαῖ ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα ὥσπερ αὕται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. » Καὶ παραυτίκα συμϐούλιον λαϐόντες κατεστήσαντο τοὺς παμμεγέθεις μύας ὡς ἀρχηγέτας καὶ στρατηγοὺς τῶν ἄλλων. Καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες καὶ παρατάξεις αὖθις πεποιηκότες εὐθὺς ἤρξαντο κροτεῖν τὰ τοῦ πολέμου. […] Καὶ ἦν κατιδεῖν, τῶν μυῶν πεφευγότων ὧδε κἀκεῖσε, τοὺς τάλανας ἐν τρόμῳ. […] Καὶ οἱ μὲν ἄνοπλοι μύες, ὑπὸ τὰς τρυμαλιὰς ὑπελθόντες, ἐσώθησαν· οἱ δὲ καθωπλισμένοι, μὴ δυνάμενοι εἰς τὰς ὀπὰς εἰσελθεῖν, διεφθάρησαν ὑπὸ τῶν γαλῶν.
Καὶ δὴ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεϐάλετο, ἡ δὲ αἴθυια χαλκὸν πριαμένη καὶ τοῦτον ἐνθεμένη ἔπλει. […] Καὶ ἡ μὲν αἴθυια ἀπ’ ἐκείνου τὸν χαλκὸν ζητοῦσα κατὰ τοῦ βυθοῦ δύνει, οἰομένη τὸν χαλκὸν εὑρήσειν· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοϐουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τὰς ἔσθητας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμϐάνεται τῶν ἱματίων προσδοκῶσα τῶν ἰδίων τι ἐπιγνώσεσθαι. […] Καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς τὸ μέσον τοῦτο κατέθηκεν· ἡ δὲ βάτος ἐσθῆτα ἐνεϐάλλετο· ἡ δὲ αἴθυια χαλκόν· καὶ εὐθέως ἀπέπλευσαν. […] Καὶ ἀπὸ τῶν τότε ἡ αἴθυια παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐνεδρεύει, μήπως ἡ θάλασσα τὸν χαλκὸν ἐξαγάγῃ· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοϐουμένη, ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῶν ἐσθήτων ἐπιλαμϐάνεται τῶν παριόντων, ζητοῦσα τὸ ἴδιον ἱμάτιον ἐπιγνῶναι.
Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ’ ἔφη· « Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον. » Ὑπολαϐὼν δὲ ὁ λέων οὕτως ἔφη· « Ἐφ’ ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν· εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι. […] Ὁ δὲ ἄνθρωπος αὐτῷ ἐλάκει· « Δυνατώτερον ζῷον ὁ ἄνθρωπος παρὰ τὸν λέοντα. » Ὁ δὲ λέων· « Δυνατώτερον ζῷον ὁ λέων. » Καὶ ὁδευόντων αὐτῶν, ἐδείκνυεν ὁ ἄνθρωπος τὰς γεγλυμμένας στήλας ἃς οἱ ἄνθρωποι ἔγλυφον καὶ ἐποίουν λέοντας ὑποτασσομένους καὶ ὑποκάτω ὄντας ἀνθρώπων. […] Καὶ δὴ ἐν τῇ ὁδῷ ἦν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος.
Καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δὲ ἄμπελος πολλαπλασίαν τὴν φορὰν αὐτοῖς ἀπεδίδου. […] Καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον· ἡ δὲ ἄμπελος καλῶς κατασκαφθεῖσα καὶ ὠφεληθεῖσα πολυπλασίονα τὸν καρπὸν ἀπέδωκε καὶ πλοῦτον ἀνήνεγκεν. […] Καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος καλῶς σκαφεῖσα πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν.
Καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ καὶ ἀκούσας ὅτι εὐμελέστατόν ἐστι ζῷον, ἠγόρασε. Καὶ ἔχων ποτὲ συνδείπνους προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι ἐν τῷ πότῳ.
Καὶ μεταθεῖναι τὴν φύσιν οὐκ ἔχων ἐπὶ τοῦ σχήματος ἀνεπλήρου τὸν πόθον, καὶ λεοντῆν περικείμενος, οἷα λέων τοὺς τῶν γεωργῶν ἐλυμαίνετο πόνους. Καὶ πνεύσας βιαιότερος ἄνεμος γυμνοῖ μὲν αὐτὸν τοῦ προκαλύμματος, φανέντα δὲ ὄνον ῥοπάλοις ἀνῄρουν ὧν τοὺς πόνους κατήσθιεν.
Καὶ δή ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προϐάτοις καὶ σαίνοντα αὐτὰ εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο. » Πρὸς ἄνδρα κόλακα ὁ λόγος εὔκαιρος. […] Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης ἱστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν, καὶ ὁμαλίζων αὐτὸν εἶπεν· « Καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμϐαίη ὅπερ θέλεις. » Ὅτι τοιοῦτός ἐστι πᾶς ὃς κληρονόμος ἐστὶν οὐσίας, τῷ νοσοῦντι συναλγῶν καὶ προσποιούμενος κλαίειν ὑπούλως.
Καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακότεχνον γνώμην εἶπεν· « Ἀλλ’ ὦ οὗτος, πέπαυσο· ἐν σοὶ γάρ ἐστι τοῦτο ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον. » Ὁ λόγος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι. […] Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ ἀντικρὺ αὐτοῦ στὰς ἐν τῷ ἱερῷ, ἐπηρώτησεν αὐτόν· « Τί ἔχω εἰς τὰς χεῖράς μου ἔμπνουν ἢ ἄπνουν ; » βουλόμενος [ὅτι], ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδεῖξαι· εἰ δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. […] Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἔσθητι σκεπάσας, ἔστη τε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων· « Ἄπολλον, ὅ μετὰ χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν ; » βουλόμενος [ὡς], εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον· εἰ δ’ ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν.
Καὶ δήποτε πλησίον τοῦ λέοντος στάς· « Ὦ κάκιστον θηρίον, εἶπε, διὰ σὲ καὶ τὸν ψεύστην ὄνειρον τοῦ ἐμοῦ πατρὸς γυναικείᾳ ἐνεκλείσθην φρουρᾷ· τί σοι ποιήσω ; » Καὶ εἰπὼν ἐπέϐαλε τὴν χεῖρα τῷ τοίχῳ ὡς τυφλώσων τὸν λέοντα. […] Καὶ δήποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· « Ὦ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω ; » Καὶ εἰπὼν ἐπέϐαλε τῷ τοίχῳ τὴν χεῖρα ἐκτυφλῶσαι τὸν λέοντα.
Τῆς δὲ παρδάλεως παρ’ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προϐαλλομένης, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· « Καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποίκιλμαι. » Ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος. […] Chambry 37.2 Aliter — Autre version Τῆς παρδάλεως ἐριζούσης περὶ κάλλους καὶ τὴν ἑαυτῆς ποικιλίαν προϐαλλομένης, ἡ ἀλώπηξ εἶπε· « Καὶ πόσον ἐγὼ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποικιλμένη τυγχάνω. » Ὁ μῦθος λέγει ὡς ὁ τῆς διανοίας κόσμος ἀμείνων ἐστὶ τοῦ σωματικοῦ κάλλους.
Καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ εἰς θέατρον εἰσελθεῖν. […] Καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ θεάτρῳ ἑαυτὸν ἐπιδοῦναι.
Ὁ δὲ ἔφη πρὸς αὐτήν· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι. » Καὶ ἡ κορώνη ἀπεκρίνατο· « Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ. » Οὕτω πολλοὶ διὰ φόϐον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν. […] Ὁ δὲ πρὸς αὐτὴν ἔφη· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ ὡς κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν. » Καὶ ἡ κορώνη πρὸς αὐτόν· « Διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.
Εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον. » Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥίνας αὐτοῦ ἄτριχα πρόσωπα. Καὶ ὁ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτόν, ἕως ἀπηύδησεν.
Καὶ ὡς ταῦτα ᾔσθετο, ἀναστενάξας εἶπεν· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τούτους νηπίους ὄντας ἔσῳζον οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν ; » Οὕτως οἱ τοὺς πονηροὺς περισῴζοντες λανθάνουσι καθ’ ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες. […] Καὶ ὃς ἀναστενάξας εἶπεν· « Δίκαια πέπονθα· τί γὰρ μὴ νηπίους ἀπέκτεινον ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς πονηροὺς διασῴζοντες λανθάνουσι καθ’ <ἑαυτῶν> πρῶτον αὐτοὺς ῥωννύντες.
Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ Ὀλύμπου αὐτὸν ἐξέϐαλεν. […] Καὶ ὁ μὲν Ζεὺς ἄνθρωπον εὐπρεπέστατον ἐποίησεν, ὁ δὲ Ποσειδῶν ταῦρον, ἡ δὲ Ἀθηνᾶ οἶκον ἀνθρώποις. […] Καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπῃ ποῦ τύπτει· τοῦ δέ γε τὰς φρένας ἀνθρώπου καὶ τὰς βουλὰς φανερὰς εἶναι καὶ ἔξωθεν, ἀλλὰ μὴ ἔνδον, ὡς ἂν διαγινώσκηται τί βουλεύεται ἕκαστος· τῆς δὲ οἰκίας ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν.
Καὶ δὴ προσδήσας αὐτοῦ τὸν ποῦν σχοινίῳ τοῦτον εἰσάγει ἀνὰ μέσον τῆς λίμνης. […] Ἔστι δὲ θεὸς ὃς κἀμὲ ἐκδικήσει, ὁ μὴ παρορῶν τοὺς θανόντας ἀδίκως. » Καὶ δὴ ἀετὸς πετόμενος ἐπάνω ἐθεάσατο τὸν μῦν ἐπὶ τῆς λίμνης, ὅστις καταπτὰς ἀφήρπασεν εὐθέως. […] Καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα δὲ τῷ χείλει τῆς λίμνης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸ βάθος κατῆγεν, αὐτὸς βρυάζων τῷ ὕδατι καὶ τὸ βρεκεκεκὲξ ἀνακράζων.
Καὶ δή ποτε τίκτειν μέλλουσα παραγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπὶ θαλάττῃ ἐνταῦθα ἐνεοττοποιεῖτο. […] Καὶ ἡ ἁλκύων ἐπανελθοῦσα, ὡς ἔγνω τὸ γεγονός, εἶπεν· « Ἀλλ’ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα. » Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσιν πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.
Καὶ δὴ ὁ ὄνος ὁρῶν τοὺς ἀμφοῖν γόμους ἴσους ὄντας ἠγανάκτει καὶ ἐσχετλίαζεν, εἴγε διπλασίονος τροφῆς ἠξιωμένη ἡ ἡμίονος οὐδὲν περιττότερον βαστάζει. […] Καὶ τότε ἐκείνη ἀποϐλέψασα εἰς τὸν ὄνον εἶπεν· « Ὦ οὗτος, ἆρά σοι οὐ δοκῶ δικαίως τῆς διπλῆς τροφῆς ἀξιωθῆναι ; » Ἀτὰρ οὖν καὶ ἡμᾶς προσήκει μὴ ἀπὸ τῆς ἀρχῆς, ἀλλ’ ἀπὸ τοῦ τέλους τὴν ἑκάστου δοκιμάζειν διάθεσιν.
Καὶ ὁ λέων θυμωθεὶς τὸν ὄνον κατέφαγεν. […] Καὶ ὁ λέων πρὸς αὐτήν· « Τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν ; » Ἡ δ’ εἶπεν· « Ἡ τοῦ ὄνου συμφορά. » Ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα. […] Καὶ δὴ οὐ μικρὰν συλλαϐόμενοι θήραν, τὸν ὄνον προσέταξαν εἰς τρεῖς μερίσαι.
Καὶ δὴ κατατείνας τὰ δίκτυα, ὡς ἐμπεριέλαϐεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῷ λινῷ λίθον, ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. […] Καὶ ὃς ἀπεκρίνατο· « Ἀλλ’ εἰ μὴ οὕτως ὁ ποταμὸς ταράττεται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσιν περιάγωσιν.
Καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον· ἅ γὰρ ἐγὼ λευκανῶ, σὺ ασϐολώσεις. » Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι. […] Καὶ ὁ γναφεὺς ὑπολαϐὼν ἔφη· « Ἀλλ’ ἔγωγε παντελῶς πρᾶξαι τοῦτο οὐ δύναμαι. » Τοῦ δὲ πυνθανομένου δι’ ἣν αἰτίαν, ἔφη· « Φοϐοῦμαι μήπως ἃ ἐγὼ λευκαίνω, σὺ ἀποτεφροῖς. » Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.
Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει· « Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει. » Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη· « Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὖξαι τοῖς θεοῖς, ὦ μῆτερ, καὶ τῶν δακρύων ἀπόσχου. » Ἡ δὲ εἶπε· « Καὶ τίς σε τῶν θεῶν, ὦ τέκνον, ἐλεήσει ; τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη ; » Cod.
Καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον, εὐλαϐούμενος εἰς ἀγρὸν ἐπορεύετο. […] Ὁ δὲ ἔφη· « Διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ τριάκοντα. » Καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὄμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην.
Καὶ δή τινες παραπλέοντες ἐκεῖνον τὸν τόπον καὶ θεασάμενοι αὐτὴν κατηυστόχησαν. Καὶ ἐπειδὴ ἐλιποψύχει, εἶπε πρὸς αὑτήν· « Ἀλλ’ ἐγὼ ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν ἐφ’ ἣν κατέφυγον. » Οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκεται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπισφαλῆ.
Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιούς· κἀκεῖνοι οὐ γνωρίζοντες αὐτὸν διὰ τὸ χρῶμα τῆς μετ’ αὐτῶν διαίτης ἀπεῖρξαν αὐτόν. […] Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆκε πρὸς τοὺς κολοιοὺς πάλιν.
Καὶ δή, εἴ ποτε ὁ θηρευτὴς ἐξιὼν ἐπ’ ἄγραν συνελάμϐανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέϐαλλεν. […] Καὶ δή, εἴ ποτε ὁ θηρευτικὸς ἤγρευέ τι, καὶ ὁ οἰκουρὸς συμμετεῖχεν αὐτῷ τῆς θοίνης.
Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. […] Καὶ δὴ πάσας ἀθροίσασα παρῄνει τὰς οὐρὰς ἀποκόπτειν, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο τὸ μέλος ὄν, ἀλλὰ καὶ περιττὸν βάρος προσηρτημένον.
Ἡ δ’ ἀπολογίας καιρὸν αἰτήσασα· « Καὶ τίς σε, ἐφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν ὅσον ἐγώ, πανταχόσε περινοστήσασα, καὶ θεραπείαν ὑπὲρ σοῦ παρ’ ἰατρῶν ζητήσασα καὶ μαθοῦσα ; » Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· « Εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ. » Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· « Οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ καθ’ ἑτέρου μηχανώμενος καθ’ ἑαυτοῦ τὴν μηχανὴν περιτρέπει.
Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτω <συμμαχῇς>, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ ; » Ἀταρ οὖν καὶ ἡμᾶς ὁ λόγος διδάσκει μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἀνακαλεῖν, ἀλλ’ ἐπὶ τὰς μείζους ἀνάγκας. […] Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, διὰ τί ἐπὶ κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ συνεργός ; » Ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἐπικαλεῖσθαι, ἀλλ’ ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς.
Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διὶ οὕτως, ὅτι, « ἐὰν τὸν κλέπτην τὸν λαϐόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω. » Καὶ δὴ διερχομένου αὐτοῦ εἴς τινα δρυμόν, εὑρίσκει λέοντα κατεσθίοντα τοῦτον τὸν μόσχον. […] Καὶ δὴ ἐρχόμενος εἴς τινα δρυμῶνα εὑρίσκει λέοντα κατεσθίοντα τὸν μόσχον. […] Αἴφνης δὲ ἰδὼν λέοντα τοῦτον ἐσθίοντα εἶπεν· « Καὶ ἕτερόν σοι, ὦ Ἑρμῆ, βοῦν θύσω, εἰ τὸν κλέπτην ἐκφυγεῖν δυνηθείην. » Cod.
Τοῖχος σπαραττόμενος ὑπὸ πάλου βιαίως ἐφώνει· « Τί με σπαράττεις μηδὲν ἠδικηκότα ; » Καὶ ὅς· « Οὐκ ἐγώ, φησίν, αἴτιος τούτου, ἀλλ’ ὁ ὄπισθεν σφοδρῶς με τύπτων. » Cod.
Καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαϐέσθαι βουληθεῖσα, ἥτις αὐτὴ πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Οὕτως καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον. […] Καὶ δὴ τοὺς πόδας ἐπὶ ταῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν· « Οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. - Ἀλλ’ ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ βουληθεῖσα ἐπιλαϐέσθαι, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.
Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· « Συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ. » Ὁ δὲ ὑπολαϐὼν εἶπεν· « Ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναϐησόμεθα ; » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν. […] Καὶ ἐλθόντες εἰς φρέαρ βαθὺ καὶ κύψαντες κάτω καὶ ἰδόντες τὸ ὕδωρ, ὁ μὲν εἷς συνεϐούλευεν ἵνα πηδήσωσι παρευθὺς κάτω.
Καὶ δὴ τὸν πέλεκυν λαϐὼν ἐπέφερε τὴν πλήγην. […] Καὶ δὴ, συλλαϐόντος πέλεκυν τοῦ πλῆξαι, στρουθοὶ ἅπαντες καὶ τέττιγες ἐθρήνουν ταῦτα βοῶντες καὶ τῷ ἀνδρὶ λαλοῦντες· « Ἀκοῦσον ἡμῖν, ὦ κύριε τοῦ δένδρου, γνώμην ἱκετεύουσιν τὴν σὴν καλλίστην· μὴ ἐκκόψῃς τὴν σεμνὴν κατοικεσίαν.
Καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύϐη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφ’ ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐϐόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν.
Καὶ δή, εἴ ποτέ τις αὐτὸν θεασάμενος διώκει ἐκτέμνειν βουλόμενος, εἰδὼς οὗ χάριν διώκεται, μέχρι μέν τινος φεύγει τῇ τῶν ποδῶν ταχύτητι συγχρώμενος, πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι· ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτως τῆς σωτηρίας τυγχάνει. […] Καὶ εἴ ποτέ τις αὐτὸ διώκει, φεύγει μὲν τῇ τῶν ποδῶν ταχύτητι, εἴ πῶς ὁλόκληρον αὑτὸν φυλάξῃ.
Καὶ δὴ φορτώσας σφοδρῶς αὑτοῦ τὸν ὄνον, ὑποζύγιον ἤλαυνε λεωφόρῳ· ὃς ὀλισθήσας εἰς ὕδωρ ἐπεπτώκει. Καὶ δὴ λυθέντων τῶν ἁλῶν παραυτίκα, εὐθὺς ἠγέρθη ἀκόπως βηματίζων.
Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. » Οὕτος καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἷ δι’ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται. […] Καὶ ὁ ἱέραξ ὑπολαϐὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἱ δι’ ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι.
Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις ; » Ὁ δὲ πρὸς αὐτὴν <ἔφη>· « Καὶ τί ποιήσω ; οὐ γὰρ δύναμαι τῆν ζωὴν ἄλλως ἔχειν. » Ἣ συμϐουλεύει ἐπίληπτον γενέσθαι καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων, ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς. Καὶ δὴ ἡ ὄνος ὑπακούσασα τούτου πεσοῦσα πρὸς γῆν εὐθέως συνετρίϐη, ὥσπερ νόσημα δεινὸν προσκεκτημένη καὶ τὸν θάνατον αὐτὴ προσδεδεγμένη.
Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν λέγουσα· « Μὴ λάϐῃς με πρὸς τὸ παρόν, ἀλλ’ ἔασον, ἐπειδήπερ σμικρὰ τυγχάνω· ὅτε δὲ αὐξηθῶ καὶ μεγάλη γένωμαι, λάϐῃς με, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν τότε γενήσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε μῶρος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ κέρδος παρείς, κἂν μικρὸν ᾖ, τὸ ἐν ἐλπίσι διώκοιμι, κἂν μέγα ὑπάρχῃ. » Ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν, κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ. […] Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαϐεῖν αὐτήν, ἀλλ’ ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. « Ἀλλ’ ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαϐεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι. » Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι’ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.
Καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον, ἀπήγγειλεν αὐτῷ. […] Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολήψομαι βοῦς. » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.
Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτησε καθ’ ἑαυτὴν βοῶσα· « Πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην. » Καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡ ἡμίονος τρέχειν. […] Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτα τε καὶ ἐϐόα καθ’ ἑαυτήν· « Πατήρ μοι ὑπάρχει ἵππος ὁ ταχυδρόμος, ὃν ἐγὼ ὅλη διόλου ἀπεμιμήθην. » Καὶ δὴ ἐν μιᾷ ἠναγκάζετο τρέχειν ἡ ἡμίονος.
Καὶ δὴ προσκαλεσάμενος ὁ λέων τὸν ταῦρον ἔφη πρὸς αὐτόν· « Πρόϐατον ἔθυσα, ὦ φίλε, καί, εἰ βούλει, σήμερον συνεστιαθῶμεν ὁμοῦ. » Ἐϐούλετο δὲ ὁ λέων μετὰ τὸ κατακλιθῆναι τὸν ταῦρον καταθοινήσασθαι αὐτόν. […] Καὶ δὴ καλέσας οἴκοι ἔφησεν οὕτως· « Δεῦρ’, εἰ βούλει, σήμερον συνευφρανθῶμεν. » Ταῦρον γὰρ ἐϐούλετο φαγεῖν ὁ λέων.
Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ’ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοϐήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. […] Καὶ τοῦ ἀλέκτορος φθεγξαμένου πρὸς τὸν λέοντα, ὅτι τὰς φωνὰς τῶν ἀλεκτρυόνων τοὺς λέοντας ἀκούοντάς φασι πτύρεσθαι, τοῦ δὲ λέοντος προσποιουμένου εἰς φυγὴν τραπῆναι, ὁ ὄνος καταπηδήσας κατὰ τοῦ λέοντος ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν.
Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο νοσεῖν· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν ἐπὶ τὴν ἐπίσκεψιν ζῷα συλλαμϐάνων κατήσθιε. […] Καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. […] Καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν.
Καὶ μαθὼν παρ’ αὐτοῦ τὴν αἰτίαν δι’ ἣν ἔκλαιε, τὸ μὲν πρῶτον καταϐὰς χρυσοῦν αὐτῷ πέλεκυν ἀνήνεγκε καὶ ἐπυνθάνετο εἰ οὗτος αὐτοῦ εἴη. […] Καὶ ὃς ἐπανελόμενος, ἐπειδὴ παρεγένετο πρὸς τοὺς ἑταίρους, τὰ γεγενημένα αὐτοῖς διηγήσατο. […] Καὶ ὁ θεὸς αὐτῷ οὐ μόνον οὐκ ἐχαρίσατο, ἀλλ’ οὐδὲ τὸν ἴδιον πέλεκυν ἀποκατέστησεν. […] Καὶ δὴ φήσαντος αὐτοῦ εἰ τοῦτον ἀπώλεσεν, ἔφη μετὰ χαρᾶς· « Ναὶ ἀληθῶς οὗτός ἐστιν. » Ἰδὼν οὖν ἐκεῖνος τὴν ἀναίδειαν καὶ τὸ ψεῦσμα αὐτοῦ, οὐ μόνον τοῦτον οὐκ ἐδωρήσατο αὐτῷ, ἀλλ’ οὐδὲ τὸν ἴδιον ἀπέδωκε πέλεκυν.
Καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη· « Δειλαία εἰμί, ἥτις διὰ τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι. » Ὁ λόγος πρὸς ἄνδρα ἄσωτον δι’ ἡδυπάθειαν ἀπολωλότα εὔκαιρός ἐστιν.
Καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτὴν ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται.
Καὶ τί σοι τὰ πολλὰ λέγω ; ἐκυρώθης βασιλεύειν. […] Καὶ ἡ μὲν ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν. […] Ἡ δὲ εἶπεν· « Χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλ’ ὅμως ὑπουργήσω σοι. » Καὶ δὴ ὡς ἰχνευτὴς κύων ἐπηκολούθει, πλέκουσα πανουργίας· ποιμένας δὲ ἐπηρώτα εἰ εἶδον ἔλαφον ᾑμαγμένην. […] Καὶ νῦν ὑπὲρ σὲ πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει ποιῆσαι· οἴμοι, πονηρὸν δεσπότην. […] Καὶ νῦν θυμωθεὶς βασιλέα, οἴμοι, ποιεῖν αἱρεῖται τὸν πίθηκον, πικρὸν θηρίον καὶ πονηρόν.
Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἐφη· « Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω. » Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόϐου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· « Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα. » [Ὅτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.
Καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος, μᾶλλον ἐπέκειτο. […] Καὶ σῆμα ὂν τῆς ἰσχύος τινὸς ὁδοιποροῦντος τὴν τοῦ ἱματίου ἀφαίρεσιν ἐποιήσαντο.
Καὶ δὴ ἄρκτου αὐτοῖς συναντησάσης, ὁ μὲν εἷς φοϐηθεὶς ἐπί τι δένδρον ἀναϐὰς ἐκρύϐη ἐν αὐτῷ· ὁ δὲ ἕτερος περιγενέσθαι αὐτῆς μὴ δυνηθεὶς μόνος, ὡς εἶδεν αὑτὸν κυριευόμενον παρὰ τῆς ἄρκτου, πεσὼν ἐπὶ τὴν γῆν προσεποιεῖτο τεθνάναι. […] Καὶ δὴ ἄρκτος αὐτοῖς συναντήσας τὸν μὲν ἕνα εἰς φυγὴν ἔτρεψεν· ὃς καὶ ἀναϐὰς ἐπὶ δένδρον ἐκρύϐη.
Καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· « Οὐκ οἶδα πότερον λύκου ἐστὶν ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζῴου γέννημα· τοῦτο μέντοι σαφῶς ἐπίσταμαι ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῷον προϐάτων ποίμνῃ συνιέναι. » Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται.
Καὶ δή ποτε ἀποθανόντος αὐτοῦ ἀπὸ κόπου, ἐκδείραντες αὐτόν, ἐκ τοῦ δέρματος τύμπανα κατεσκεύασαν καὶ τούτοις ἔχρωντο.
Ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος, τουττο γὰρ σημαίνειν τὸν οἰωνόν, ἕτερος ὑποτυχὼν εἶπε· « Καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται ; » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄϐουλοι καὶ εἰς τὰς τῶν πέλας συμϐουλίας ἀδόκιμοί εἰσιν.
. – Καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς ; » Ἡ δὲ εἶπεν· « Ὅτι τοῖς πάλαι καιροῖς παρ’ ὀλίγοις ἦν τὸ ψεῦδος· νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστίν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς. » Ὅτι κάκιστος βίος καὶ πονηρὸς τοῖς ἀνθρώποις ἐστίν, ὅτε τὸ ψεῦδος προκρίνεται τῆς ἀληθείας.
Καὶ ὁ λαγωὸς εἶπεν· « Εἰ μὲν φίλος εἶ, τί δάκνεις ; εἰ δὲ ἐχθρός, τί σαίνεις οὐρήν ; » Ὅτι τοῖς τὸ ἦθος ἀνθρώποις παλίμϐουλον κεκτημένοις οὔτε ἀπιστεῖν ἔνεστι οὔτε πιστεύειν.
Καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι.
Καὶ διετέλει τεταγμέναις ὥραις ἀναπεταννῦσα καὶ τὰς ἐπιτηδείους αὐτῷ τροφὰς παρεχομένη.
Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη ὅπως σκέπῃ αὐτόν. […] Καὶ τῷ μὲν ἵππῳ κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα· τῷ δὲ κυνὶ τὰ ἀπὸ τῆς τραπέζης ἐδίδου.
Καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπεσὼν εἰς φρέαρ.
Καὶ δὴ τελευταίου εἰσελθόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν.
Καὶ ὁ κυνηγέτης ἐποχηθεὶς αὐτῷ καὶ τὸν σῦν κατηγωνίσατο καὶ τὸν ἵππον προσαγαγὼν τῇ φάτνῃ προσέδησεν.
Καὶ δή ποτε ὕαινα ἄρσην <πρὸς> ὕαιναν θήλειαν παρὰ φύσιν διετέθη.
Καὶ ἡ κορώνη· « Τί ἄν, ἔφη, ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου, τμηθείσης, τοσαῦτα λαλεῖς ; » Ὅτι οἱ ἀλαζόνες διὰ τοῦ λόγου ψευδολογοῦντες αὐτοὶ ἑαυτοῖς ἔλεγχος καθίστανται.
Καὶ δὴ συλλαϐών· « Τίς εἶ σύ, ἀνεϐόα, ὅτι πάντα μου μέλη κατεϐοσκήσω εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων ; » Ἡ δὲ ἐϐόα· « Οὕτως ζῶμεν, μὴ κτείνῃς· μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι. » Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη· « Ἄρτι τεθνήξῃ χερσὶ μου ταῖς ἰδίαις· ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα οὐδ’ ὅλως πρέπει καθόλου που φυῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.
Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ, ἀνέμου ἰσχυροῦ γενομένου, ὁ μὲν κάλαμος σεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δὲ ἐλαία ῥιζωθεῖσα, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη, ἤλεγξεν αὐτὴν ὅτι ματαίως καὶ μάτην ἐπαίρεται ἐπὶ τῇ οἰκείᾳ δυνάμει. […] Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δ’ ἐλαία, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη τῇ βίᾳ.
Ὁ δὲ ἐσθίων κριθὰς καὶ σῖτον ἔφη· « Γίνωσκε, φίλε, μυρμήκων ζῇς τὸν βίον· ἐπείπερ δ’ ἐμοὶ ἀγαθῶν ἐστι πλῆθος, ἐμοὶ σύνελθε καὶ ἀπολαύσεις πάντων. » Καὶ παραχρῆμα ἀπῄεσαν οἱ δύο. Καὶ ὃς ὑπεδείκνυ ὄσπρια καὶ σῖτον, φοίνικας ἅμα, τυρόν, μέλι, ὁπώρας.
Ὁ δέ· « Καὶ τοῦτο, ἔφη, ἀγαθόν. » Τὸ δὲ τρίτον ὡς παρεγένετο καὶ ἐπηρώτα αὐτὸν περὶ τῆς νόσου, διαρροίᾳ περιπεπτωκέναι ἔφασκε. […] Καὶ τῶν οἰκείων εἶτά τις ἐρωτήσας « Πῶς ἔχεις, <ὦ> ἄδελφε φίλε ; ῥωννύου, » ὁδέ· « Ἀπόλλυμαι ἐν ἀγαθοῖς » ἔφη.
Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν τάξιν ἀποκατέστησεν.
Καὶ πέμψαντες πρέσϐεις ἐξῄτουν παρ’ αὐτῶν τοὺς κύνας, λέγοντες ὡς ἐκεῖνοι τῆς ἔχθρας αἴτιοί εἰσιν, καί, εἰ ἐγχειρίσουσιν αὐτούς, εἰρήνη μεταξὺ αὐτῶν γενήσεται.
Καὶ ὁ ἵππος ὑποτυχὼν εἶπεν· « Ἀλλ’, ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας. » Ὁ λόγος δηλοῖ ὅτι οἱ φύσει πονηροί, κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται.
Καὶ ὡς οὐδὲν ἐποίει, δήσας καὶ ἀπαγαγὼν τῷ δεσπότῃ αὐτὸν ἀπέδωκε.
Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέλαϐεν, εἶθ’ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.
Ὁ δὲ ἰδὼν ἔφη· « Καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν. » Ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ.
Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ’ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη.
Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν· « Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος· » τὸν δὲ Δία εἰπεῖν· « Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς· λόγον γὰρ ἔχεις λαϐών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. » Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο.
Καὶ παροδῖται ταῖς ῥάϐδοις τε καὶ λίθοις ἔτυπτον σφόδρα εἵνεκα τῶν καρύων.
Καὶ ὃς ἀπελαθεὶς ὑπ’ αὐτῶν ἧκε πάλιν πρὸς τοὺς κολοιούς.
Καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαϐόντες ἀπό τινος συκαμίνου ἀνεσταύρωσαν.
Καὶ ὃς καιρὸν ἔχειν ὑπολαϐὼν τὰ πλεῖστα εἰσπεσὼν διεφόρησεν.
Καὶ στερρὸς ὁ κυϐερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· « Ἀλλ’, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου. » Ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάϐλητον ἐννοουμένους.
Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· « Ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ ἐν τῇ τελειότητι κρίνεται.
Καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· « Ἀλλ’ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ ποιεῖς. » Ὁ μῦθος δηλοῖ ὅτι <οἱ> μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίας δὲ μᾶλλον ὀφλισκάνουσι.
Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε ἄξια πέπονθα· τί γάρ, σοῦ σεαυτὸν κατακρημνίσαντος, τοῦ κινδύνου σε ἀπαλλάξαι ἐπειρώμην ; » Πρὸς ἄνδρα ἀχάριστον εἰς τοὺς εὐεργέτας καὶ πρὸς ἀδικοῦντα ὁ μῦθος ἁρμόζει.
Καὶ πῶς ἂν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων ; » Ὅτι ἐν μιᾷ βουλῇ καὶ γνώμῃ πάντων τῶν στρατευμάτων ὄντων κατὰ τῶν ἐναντίων νίκην ποιοῦνται.
Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· « Ὦ κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ’ ἀνθρώπων προσκυνεῖσθαι. » Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσιν.
Καὶ ἐπὶ μὲν τοῖς κέρασιν αὐτῆς ηὐφραίνετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν· ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο καὶ ἐδυσφόρει, ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. […] Καὶ μέχρι μὲν ἐν πεδίῳ ἐδιώκετο, ἀκατάληπτος ἦν ἠ ἔλαφος, ἐπεὶ προέθεεν· ἐπεὶ δὲ κατά τινα δρυμὸν καὶ ὑλώδη τόπον παρεγένετο, συνέϐη τοῖς κέρασιν αὐτῆς ἐμπλακῆναι τοῖς κλάδοις, καὶ μὴ δυναμένην τρέχειν συλληφθῆναι ὑπὸ τοῦ λέοντος.
Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταϐῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάϐῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας, ἕως οὗ συνέϐη ἅμαξαν τῇδε παριοῦσαν θλᾶσαι αὐτόν.
Καὶ ὃς ἀποθνῄσκειν μέλλων ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν ; » Ὁ λόγος δηλοῖ ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιϐὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται.
Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. » Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ.
Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο.
Καὶ ὃς ἀπεκρίνατο· « Οὐ τὸν μῦν ἐφοϐήθην, ἐθαύμασα δὲ εἴ τις λέοντος κοιμωμένου τὸ σῶμα ἐπιδραμεῖν ἐτόλμησεν. » Ὁ λόγος διδάσκει τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.
Τί οὖν τοσοῦτον φοϐῇ τοὺς κύνας ; » Καὶ ἡ ἔλαφος ἔφη· « Ὅτι μὲν ταῦτα πάντα ἔχω, οἶδα· ὑλακῆς δὲ εἰ ἀκούσω, τὸν λογισμὸν σκοτοῦμαι καὶ ὅλη τῆς φυγῆς γίνομαι. » Ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία λόγου παραίνεσις ἐπιρρώννυσι, κἂν καὶ εὐμήκεις καὶ στερεοὶ τῷ σώματι φαίνωνται.
Καὶ ἰδών τινα παροδίτην ἐπεφώνει· « Βοήθησόν τι. » Ὁ δὲ ἐμέμφετο τῷ παιδὶ τολμηρίαν.
Καὶ δὴ θρηνητρίας μισθωσάμενος, ᾠδικώτερον ἔκλαιον.
Τὸ δὲ πρόϐατον ἀλγοῦν ἔλεγε· « Τί με βλάπτεις ; πόσην γὰρ ὁλκὴν τὸ ἐμὸν αἷμα προσθήσει ; Καὶ εἰ μὲν κρεῶν, ὦ δέσποινα, χρῄζεις, μάγειρος ἔστιν ὅς με συντόμως θύσει· εἰ δὲ ἐρίου καὶ πόκου, κουρεὺς ἔστι πάλιν ὃς καὶ κερεῖ με καὶ σώσει. » Ὅτι οἱ ἀπειρίαν πράγματός τινος ἔχοντες καὶ διὰ πλεονεξίαν τοῦτο μεταχειριζόμενοι οὐ τοσοῦτον κέρδος ὅσην βλάϐην καρποῦνται.
Καὶ δὴ χειμῶνος καταλαϐόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. […] Καὶ δὴ χειμῶνος καταλαϐόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος τὰς χεῖρας προσφέρων τῷ στόματι ἐπέπνει θερμαίνων.
Καὶ δὴ καταλαϐὼν αὐτὸν θηρεύοντα στερρῶς καταφέρει τὸν πέλεκυν κατὰ τοῦ ὄφεως. […] Καὶ δὴ ὁ ὄφις ἐξελθὼν τοῦ θηρεῦσαι, εὐθὺς ὁ ἀνὴρ καταδραμὼν ὀπίσω στερρῶς κατ’ αὐτοῦ τὸ ξίφος καταφέρει.
Καὶ ἰδοῦ θύννος, διωκόμενος παρὰ μεγίστου ἰχθύος, ἀναπηδήσας εἰσῆλθε ἐν τῷ πλοίῳ αὐτῶν.
Καὶ δὴ τοῦτο αὐτῆς ποιησάσης, συνέϐη τὴν ὄρνιν πίονα γενομένην μηκέτι μηδὲ ἅπαξ τεκεῖν.
Καὶ ὃς ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι.
Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐϐόα· « Λάϐε τοῦ βάρους καὶ κούφισον ὀλίγον· οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν, καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ· εἰ δ’ οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν. » Ὁ δ’ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον, καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει. […] Καὶ ἣ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς αὑτήν· « Δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν φορτίων αὐτοῦ καὶ αὐτὸν ἔφερον. » Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλῦσιν.
Καὶ δή ποτε τοῦ ποιμένος συλλαμϐάνοντος αὐτόν, ἐκεκράγει τε καὶ ἀντέτεινε.
Καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπυνθάνετο πόσου.
Καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτοὺς ὅτι γε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐϐοήθουν, ἀλλὰ καὶ ᾖδον.
Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες· « Εἰπὲ δὲ καὶ σὺ τὸ πόσους παῖδας τίκτεις. » Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· « Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ. » Ὁ μῦθος δηλοῖ ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες.
Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες πληγὰς παρ’ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε τὰ πρόϐατα· ὅτε δὲ ἐσθίουσιν, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιρρίπτουσιν.
Καὶ ἀναλαϐόμενος αὐτὸ καὶ ὑποστρέψας εὗρε τὸ τεῖχος συμπεπτωκὸς ἔνθα ἐκάθητο, θαυμάσας τὴν ἀμοιϐήν.
Καὶ ὁ μὲν καρκῖνος ἁπλῶς τῷ ὄφει καὶ εὐνοϊκῶς προσεφέρετο· ὁ δὲ ἀεὶ ὕπουλός τε καὶ πονηρὸς ἦν.
Καὶ ὃ μὲν στέργει, ἀεὶ ἐν τοῖς κόλποις περιφέρουσα καὶ τιθεῖσα ἔνθεν κἀκεῖθεν καὶ τοῦτο καταφιλοῦσα ἀποπνίγει· ὃ δὲ μισεῖ, διώκει.
Καὶ οἱ μέν πέρδικες περισκάψειν τοὺς ἀμπελῶνας καὶ τοὺς βότρυας εὐπρεπεῖς ποιήσειν, αἱ δὲ σφῆκες κύκλῳ περιιοῦσαι τοῖς κέντροις τοὺς κλέπτας ἀπώσεσθαι ἔλεγον.
Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λιποθυμοῦντα ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα. » Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας.
Καὶ οὕτω συνέϐη δὶς αὐτὴν ἀλλαξαμένην τὸ ὄνομα σωτηρίας τυχεῖν.
Καὶ δὴ τούτων τὴν σαγήνην ἐασάντων, καὶ μικρὸν ὑποχωρησάντων τοῦ φαγεῖν, καταϐὰς ἀπὸ τοῦ δένδρου, ἐπειρᾶτο μιμεῖσθαι αὐτούς· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον τοῦτο.
Καὶ ὃς τὸ κέντρον ἐπάρας εἶπεν· « Εἶθε γὰρ τοῦτο ἐποίησας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας ἀπολέσῃς. » Οὗτος ὁ λόγος διδάσκει μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ τοῖς πονηροῖς κατὰ ταὐτὰ προσφέρεσθαι.
Καὶ δὴ προθεσμίαν στήσαντες καὶ τόπον ἀπηλλάγησαν.
Καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου, ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανῶς ὑπάρχῃ, καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται.
Τοῖς δ’ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· « Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ’ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. » Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· « Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί. » Ὁ μῦθος <ὅτι> οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω].
<Τὸ> δὲ ἀρξάμενον ἔλεγε πρῶτον μὲν μὴ βεϐουλῆσθαι αὐτῷ περιτυχεῖν, δεύτερον δέ, εἰ ἄρα τοῦτο ἥμαρτε, τυφλῷ, τρίτον δὲ ὅτι « κακοὶ κακῶς ἀπόλοισθε πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφ’ ἡμῶν κακῶς πολεμεῖτε ἡμᾶς. » Καὶ ὁ λύκος ἀποδεξάμενος αὐτοῦ τὸ ἀψευδὲς ἀπέλυσεν αὐτό.
Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτάς, ἡνίκα ἂν τύπτωσί τινα, τὸ κέντρον ἀποϐαλεῖν, μετὰ δὲ τοῦτο καὶ τῆς σωτηρίας στερίσκεσθαι.
Καὶ ὁ κορύδαλος· « Ὦ οὗτος, ἔφη, ἐὰν τοιαύτας πόλεις κτίζῃς, <οὐ> πολλοὺς τοὺς ἐνοικοῦντας εὑρήσεις. » Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεποὶ ὦσιν.
Καὶ δὴ ἀπὸ παττάλου τινὸς ἀναϐὰς ἑαυτὸν ἀπῃώρησε καὶ προσεποιεῖτο νεκρὸς εἶναι.
Καὶ ὃς περιχαρὴς γενόμενος δρομαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα.
Καὶ ἡ ἀλώπηξ ὑποτυχοῦσα εἶπε· « Χρήσιμον οἶδα, ἐὰν μόνον θελήσῃς τὴν ἀμφοτέρων σωτηρίαν. […] Καὶ οὕτως ἐξέϐη τοῦ φρέατος.
Καὶ δὴ θυμωθείς, ἄρας αὐτοῦ τοῦ σκέλους, ἔρριψεν αὐτὸν ἐν τῷ τοίχῳ προσκρούσας.
Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· « Ἀλλ’ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντα λιμώττειν ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου, ἐὰν ἀποθάνω, οὐδὲ ταφῆς ἀξιωθήσομαι. » Ὁ λόγος δηλοῖ ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν καὶ ἑτέρων πεῖραν λάϐωσιν.
Καὶ δὴ καθημένων αὐτῶν, προσέταξε ῥάϐδους αὐτῷ κομίσαι.
Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γάρ, τοῦ πατρός με μαγειρικὴν τέχνην διδάξαντος, αὐτὸς ἰατρικῆς ἐπελαϐόμην ; » Οὕτω καὶ τῶν ἀνθρώπων οἱ μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.
Καὶ δὴ τῶν ἐργατῶν τις παρατηρήσας, καταλαϐὼν τὸν τόπον καὶ τὸ χρυσίον εὑρὼν ἀνείλατο.
Καὶ ὁ κύων· « Ἀλλ’, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.
Καὶ οὕτω γενομένου, ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τήν ἰατρείαν, κατ’ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε.
Καὶ ἡ μὲν προϐεϐηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη.