/ 132
2. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 235 » pp. 163-163

Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ μελίσσης συνετάξατο δοῦναι ὃ ἂν αἰτήσῃ. Ἡ δὲ πρὸς αὐτὸν ἐδέετο βοῶσα· « Ὦ θεὲ λαμπρὲ καὶ κτίστα τῆς μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵν’ ἐάν τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγὼ φονεύσω. » Ἀπειρηκὼς δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει ἀνθρώπων γένος πάνυ, εἶτα ἔφησε τῇ μελίσσῃ τοιάδε· « Οὐχ ὡς ᾔτησας οὕτως γενήσεταί σοι, ἀλλ’ ἄν τις ἥκῃ λαϐεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ πετάσῃς ἵνα πλήξῃς ἐκεῖνον, εὐθὺς τεθνήξῃ, ἐκϐληθέντος τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ἐνυπάρχει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς εὐχαῖς καὶ δεήσεσιν οὐ δεῖ σε κατὰ τῶν ἐχθρῶν ἐξαιτεῖσθαι κακόν τι· ὃ γὰρ ἂν κακὸν κατ’ αὐτῶν ἐξαιτήσῃς ἀνθυποστρέψει ἐπὶ σὲ παραυτίκα. […] Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ τῆς μελίσσης συνετάξατο δοῦναι αὐτῇ ὃ ἂν αἰτήσῃ. Ἡ δέ· « Δός, ἔφη, τῇ σῇ θεραπαινίδι κέντρον πρὸς ἄμυναν τῶν πόνων μου καὶ εἰς φυλακήν μου. » Ἀπορήσας δὲ ὁ Ζεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ ἐφίλει τῶν ἀνθρώπων τὸ γένος, ἔφη τῇ μελίσσῃ· « Οὐχ ὡς ᾔτησας γενήσεται, ἀλλ’ ἐάν τις τῶν ἀνθρώπων ἥκῃ λαϐεῖν μέλι, σὺ δὲ βούλῃ αὐτὸν ἀμύνασθαι, ἔχε τὸ κέντρον· πλὴν ἴσθι ὅτι, εἰ πλήξεις ἄνθρωπον, ἐμϐληθέντος τοῦ κέντρου, παρευθὺς ἀποθνήξῃ· ζωὴ γάρ σοι ἐντυγχάνει τὸ κέντρον. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς προσευχαῖς καὶ ταῖς δεήσεσιν μηδεὶς κατὰ τῶν ἐχθρῶν ζητείτω κακόν. […] Ἡ δὲ εἶπεν· « Δός μοι κέντρον, ἵνα, εἴ τις ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσῃ ἆραι, ἀναιρῶ τοῦτον. » Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει· ἠγάπα γὰρ τοὺς ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν· τοιοῦτον δὲ δέδωκεν ὡς αὐτὴν ἀποθνῄσκειν ἅμα τῷ πλῆξαι· ζωὴ δὲ αὐτῆς ἐστι [πετομένης] τὸ κέντρον.

3. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 18 » p. 301

Ἡ δὲ χρυσίον λαμϐάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε· τῇ δὲ Ἀφροδίτῃ ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν ποιούσῃ. Ἡ δὲ καθ’ ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, « ἀλλ’ ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή. » Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι’ αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνην μείζονα].

4. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 169 » pp. 324-324

Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ’ ὑπολαϐοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει· « Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει. » Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη· « Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ; Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. » Ἡ δὲ εἶπεν· « Τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει ; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη ; » Ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει. […] Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὖξαι τοῖς θεοῖς, ὦ μῆτερ, καὶ τῶν δακρύων ἀπόσχου. » Ἡ δὲ εἶπε· « Καὶ τίς σε τῶν θεῶν, ὦ τέκνον, ἐλεήσει ; τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη ; » Cod.

5. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 87 » pp. 57-57

Ἀναϐλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς. […] Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· « Ὁ ἄνθρωπος οὗτος, καθῶς λέγει, ἀλήθειαν λέγει· ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθόν, ἐὰν καλῶς ἀναϐλέψω· εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. […] Ἀναϐλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐν τῇ οἰκίᾳ ἐθεάσατο. […] Σταθεῖσα δὲ ἡ γραῦς ἐνώπιον πάντων εἶπεν· « Ἀληθῶς λέγει οὗτος ὁ ἄνθρωπος· ἐπηγγειλάμην γὰρ αὐτῷ δοῦναι μισθόν, ἐὰν καλῶς βλέψω· εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, μηδὲν αὐτῷ ἀποδώσειν. […] Ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ· καθ’ ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσϐῦτιν καὶ τοὺς ὀφθαλμοὺς αὐτῇ χρίων, ἐκείνης μηδαμῶς ἀναϐλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος, αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει.

6. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 193 » p. 333

Ὁ λαγωὸς τῇ ἀλώπεκι· « Ὄντως πολλὰ κερδαίνεις ἢ ἔχεις ὅτι ὄνομά σοι κερδώ ἐστιν ; » Ἡ δὲ ἀλώπηξ· « Εἰ ἀπιστεῖς, ἔφη, δεῦρο· ἐγὼ ἑστιῶ σε. » Ὁ δὲ ἠκολούθει καὶ ἦν ἔνδον οὐδὲν ἢ ὁ λαγωὸς δεῖπνος τῇ ἀλώπεκι. Ὁ δὲ λαγωὸς ἔφη· « Σὺν κακῷ μέν, ἀλλ’ ἔμαθόν σου τὸ ὄνομα πόθεν ἐστί, οὐκ ἀπὸ τοῦ κερδαίνειν, ἀλλ’ ἀπὸ τοῦ δολοῦν. » Ὅτι τοῖς περιέργοις πολλάκις μέγιστον κακὸν συνέϐη κακῶς τῇ περιεργείᾳ χρωμένοις.

7. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 356 » pp. 244-244

Ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει. […] Ὁ δὲ εἶπεν· « Ὁ δεσπότης με νεωστὶ ἐπρίατο. – Οὐκοῦν, ἰταμώτατε ζῴων, ἔφη, πρόσφατος ὢν τοιαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ’ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με. » Ὁ δὲ ἀπεκρίνατο λέγων· « Οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐχ ὁμοίως γὰρ δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ ὅσον ἐπὶ τῇ σῇ. » Πρὸς ἄνδρα πονηροψόγον ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα ὁ λόγος εὔκαιρος.

8. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 224 » pp. 158-158

Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγίγνετο, ἀπαλλαττόμενος ἔφη πρὸς αὑτόν· « Ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσι, ἄλλα δὲ ποιοῦσιν. » Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους τοὺς ἀνθρώπους οἳ τοῖς λόγοις οὐκ ἔχουσι τὰ ἔργα ἀκόλουθα. […] Γενόμενος δὲ κατά τινα τόπον ἤκουσε παιδίου κλαυθμυρίζοντος καὶ γραὸς ἀπειλουμένης καὶ λεγούσης αὐτῷ· « Παῦσαι τοῦ κλαίειν, μήπως τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. » Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο ἐπὶ πολλὴν ὥραν ἐκδεχόμενος. Ὡς δὲ ἑσπέρα κατέλαϐεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ· « Ἐὰν ἔλθῃ ἐνταῦθα ὁ λύκος, ὦ τέκνον, φονεύσομεν αὐτόν. » Τούτων ἀκούσας ὁ λύκος, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἦν, ἀπηλλάττετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν. » Ὁ μῦθος οὗτος δηλοῖ τοὺς ἀνθρώπους οἵτινες τὰ ἔργα οὐκ ἔχουσι κατὰ τοὺς λόγους. […] Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος καὶ γραὸς λεγούσης αὐτῷ· « Παῦσαι τοῦ κλαίειν· εἰ δὲ μή, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. » Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. Ὡς δ’ ἑσπέρα κατέλαϐεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῳ· « Ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν. » Ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν. » Ὁ μῦθος πρὸς ἀνθρώπους οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια.

9. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 34 » pp. 22-22

Μετ’ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκρύπτετο. […] Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. […] Τῶν δὲ κυνηγετῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, οὗτος τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. […] Εἶπεν δὲ αὐτῇ ὁ δρυτόμος· « Ἔχε μοι τὴν χάριν ὅτι ἔσωσά σε. » Ἡ δὲ εἶπεν· « Ἠκροασάμην πάντα· ἵνα δὲ ἐκφύγῃς τὸν ὅρκον, τῇ φωνῇ με ἔσωσας, τῷ δακτύλῳ δὲ ἀπεκτείνας. » Ὅτι οἱ τῶν κολάκων λόγοι πιθανοὶ μέν εἰσι, οἱ δὲ τρόποι σκολιοὶ καὶ δόλου πλήρεις.

10. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 297 » pp. 200-200

Παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ὑφελόμενος τῇ μητρὶ ἐκόμισε. […] Τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, ὁ νεανίας εἶπεν· « Θέλω τι εἰπεῖν τῇ μητρί μου εἰς τὸ οὖς. » Τῆς δὲ προσελθούσης ταχέως, ἐπελάϐετο τοῦ ὠτὸς αὐτῆς καὶ ἀπέκοψε. […] Παῖς φέρει δέλτον κλέψας τοῦ διδασκάλου καὶ [τῇ] μητρὶ φέρει ταύτην μετ’ εὐφροσύνης. […] Παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμμαθητοῦ δέλτον κλέψας ἤνεγκε τῇ μητρί. […] Τῆς δὲ μητρὸς ἑπομένης καὶ ὀλοφυρομένης, ἐκεῖνος τῶν δημίων ἐδεῖτο βραχέα τινὰ τῇ μητρὶ διαλεχθῆναι πρὸς οὖς.

11. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 253 » p. 262

Ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ’ ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ· « Βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· « Ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν αὐτὴ ἡ συκῆ· « Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων ; » Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· « Δεῦρο, βασίλευσον ἐφ’ ἡμῶν. » Καὶ εἶπεν ἡ ῥαμνος <πρὸς> τὰ ξύλα· « Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ’ ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιϐάνου. » Cod.

12. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 147 » pp. 117-117

Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο. […] Ὁ Ζεὺς δέ ποτε αἰτούσῃ τῇ καμήλῳ κέρατα ἔχειν καὶ τοιαῦτα λεγούσῃ· « Λύπη μοι πολλὴ ὑπάρχει διὰ τοῦτο », οὐκ ἐπέδωκεν, ἀλλά γε καὶ τῶν ὤτων ἀπεστέρησε πολλὰ αὐτὸς χολήσας. […] Ὁ Ζεὺς τῇ καμήλῳ κέρατα αἰτούσῃ καὶ λεγούσῃ ὅτι ταῦτά μοι λείπει, οὐ μόνον <οὐ> δέδωκεν, ἀλλὰ καὶ τῶν ὤτων ἐστέρησεν.

13. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 101 » pp. 70-70

Κἀκεῖνοι ἔφασαν ὅτι « ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων ἐμϐολῇ καὶ οὕτω τὰς ὁρμὰς ἐκκλίνομεν· ὑμεῖς δὲ πεποιθότες τῇ ἰδίᾳ δυνάμει ἀντιτείνετε καὶ διὰ τοῦτο κατεάσσεσθε. » Ὁ λόγος δηλοῖ ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀνθίστασθαι ἀσφαλέστερον. […] Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ, ἀνέμου ἰσχυροῦ γενομένου, ὁ μὲν κάλαμος σεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δὲ ἐλαία ῥιζωθεῖσα, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη, ἤλεγξεν αὐτὴν ὅτι ματαίως καὶ μάτην ἐπαίρεται ἐπὶ τῇ οἰκείᾳ δυνάμει. […] Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δ’ ἐλαία, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη τῇ βίᾳ.

14. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 242 » pp. 166-166

Μύρμηξ ὁ νῦν τὸ πάλαι ἄνθρωπος ἦν· καὶ τῇ γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει τοὺς τῶν γειτόνων καρποὺς ὑφαιρούμενος. […] Μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν· καὶ τῇ γεωργίᾳ διηνεκῶς προσέχων, οὐ τοῖς ἰδίοις ἠρκεῖτο πόνοις, ἀλλὰ καὶ τοὺς τῶν γειτόνων καρποὺς ὑφῃρεῖτο. Ὁ δὲ Ζεὺς ἀγανακτήσας ἐπὶ τῇ τούτου πλεονεξίᾳ, μετεμόρφωσεν αὐτὸν εἰς τοῦτο τὸ ζῷον ὃ μύρμηξ καλεῖται.

15. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 23 » pp. 13-13

Ὡς δὲ εἷλκυσαν αὐτήν, ἰχθύας μὲν εὗρον ὀλίγους, λίθον δὲ μέγιστον ἐν τῇ σαγήνῃ ἀνήγαγον. Οἱ δὲ ἁλιεῖς οὐ μετρίως ἐϐαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφασιν. […] Ὡς δ’ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ’ ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προυπειλήφασιν. Εἷς δέ τις ἐν αὐτοῖς πρεσϐύτερος εἶπε· « Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι· τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.

16. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 178 » pp. 64-64

Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι. » Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται. […] Καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ· « Ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαϐὼν ἄρτον, τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος. » Ὁ δὲ γελάσας ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δέον ἐστὶν ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσωμαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται. […] Ἐντυχὼν δέ τις αὐτῷ καὶ γνοὺς ὃ ζητεῖ· « Ὦ οὗτος, εἶπεν, εἰ σῴζεσθαι βούλει, λαϐὼν ἄρτον καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας, τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος. » Κἀκεῖνος γελάσας ἔφη· « Ἀλλ’ εἰ τοῦτο ποιήσω, δεῖ με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυκῶν δηχθῆναι. » Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.

17. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 195 » pp. 257-257

Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες· « Εἰπὲ δὲ καὶ σὺ τὸ πόσους παῖδας τίκτεις. » Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· « Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ. » Ὁ μῦθος δηλοῖ ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες. […] Λέαινα, πάντων τῶν τετραπόδων καυχωμένων εἰς παίδων πλῆθος, ἐπεὶ καὶ τῇ λεαίνῃ ἔφασκον βοῶντες· « Εἰπὲ καὶ σὺ τὸ πόσους τίκτεις παῖδας, » ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· « Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάντως. » Ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει διαπρέπων ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες. […] Φασὶν ὗν καυχωμένην ἀγέλην παίδων ἔχουσαν εἰπεῖν τῇ λεαίνῃ· « Πόσους παῖδας σὺ γεννᾷς ; » Ἡ δὲ εἶπεν· « Ἕνα μέν, ἀλλὰ γενναῖον. » Ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ ἢ καὶ φρονήσει διαφέρων ἢ πολλοὶ δειλοὶ καὶ ἄνανδροι ἢ καὶ ἄφρονες.

18. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 217 » pp. 342-342

Οἱ λύκοι τοῖς κυσὶν εἶπον· « Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί ; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. […]   Λύκοι φιλιωθέντες τοῖς κυσὶν εἶπον· « Ἴνα τί ὑμεῖς ἡμῖν καθομοιοῦντες οὐ κατέχετε ὡς ἀδελφοὺς καὶ φίλους ; οὐ γὰρ διαλλάττομεν εἰ μὴ τῇ γνώμῃ· ἡμεῖς γὰρ πάντες ζῶμεν ἐλευθερίᾳ· ὑμεῖς δὲ κύνες δουλεύετε ἀνθρώποις, κλοιὰ φοροῦντες εἰς τοὺς ὑμῶν τραχήλους, καὶ τοῖς ῥοπάλοις δὲ τύπτεσθε ἀκαίρως· ἀλλ’ οὐ μόνον δὲ ταῦτα ἐγκαρτερεῖτε, ἀλλὰ καὶ αὐτῶν φυλάττετε τὰς ποίμνας. […] Εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι, ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι. »  Ὡς δ’ ὑπήκουσαν παραυτίκα οἱ κύνες, εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι καὶ παραυτίκα διέφθειραν τοὺς κύνας, ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων.

19. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 84 » pp. 61-61

Τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα περιτιθεῖς, ἃ ἐγώ σοι δέδωκα πλουτῆσαι βουλομένη σε ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἄλλας χεῖρας τὸ χρυσίον ἐξαλλάσσῃ, πάλιν τὴν Τύχην μέμψῃ. » Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι χρὴ ἐπιγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ χάριτας ἀποδιδόναι. […] Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἔφη· « Ὦ οὗτος, τί παρέχεις τῇ Γῇ τὰ ἐμὰ δῶρα, ἅπερ ἐγὼ δέδωκα βουλομένη σε πλουτίσαι ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἑτέρας προφάσεις ἐξαναλώσῃς τὸν βίον, πάλιν τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος ἔμφασιν ἔχει ὅτι χρὴ προγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ ἀπονέμειν τὴν χάριν. […] Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη ; Εἰ γὰρ ὁ καιρὸς μεταϐάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ’ ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ. » Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

20. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 60 » pp. 35-35

Κἀκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλ’ ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς. » Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις. […] Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου· « Δι’ ἣν αἰτίαν τοῦτο πάλιν πράττεις ; » ἔφη· « Τὸ ἔδεσμα καταψύχω. » Ὑπολαϐὼν δὲ ἐκεῖνος ἔφη· « Ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ ψυχρὸν καὶ τὸ θερμὸν ἐξάγεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω δεῖ καὶ ἡμᾶς ἀποφεύγειν τὰς φιλίας ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις. […] Ὁ δὲ καπνὸν ἐν τῇ ἄκρᾳ τοῦ ὄρους ἐκ πέτρας τινὸς ἀνιόντα ἰδὼν ἔνθα σάτυρος, οὓς λέγουσι παίκτας, κατῴκει, ἀνῆλθεν· αὐτὸς δὲ τὸν ξένον οἰκτείρας ἔσω εἰσήγαγεν. Ὁ δὲ πολλὰ ῥιγῶν τῇ πνοῇ τοῦ στόματος τὰς χεῖρας ἐθέρμαινε. […] Ὡς δὲ ἵδρωσε, τῇ πνοῇ πάλιν τὰς χεῖρας κατέψυχεν.

21. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 265 » p. 183

Ὄνος ἄγριος ὄνον ἥμερον θεασάμενος ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει.

22. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 279 » pp. 184-184

Ὄνος ἀκούσας τεττίγων ᾀδόντων [ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ] καὶ ζηλώσας αὐτῶν τὴν εὐφωνίαν ἐπυνθάνετο τί σιτούμενοι τοιαύτην φωνὴν ἀφιᾶσι. […] Ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ καὶ ζηλώσας αὐτῶν τὴν φωνὴν ἐπελάθετο καὶ τῆς οἰκείας φωνῆς.

23. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 59 » pp. 284-284

Ἐν δὲ τῇ ὁδῷ εὗρον πετρίνην στήλην ἀνδρὶ λέοντα συμπνίγοντι ὁμοίαν. […] Ἐν δὲ τῇ ὁδῷ ἰδοῦ πετρίνη στήλη ἀνθρώπου ὃς λέοντα πατῶν εἱστήκει. […] Καὶ δὴ ἐν τῇ ὁδῷ ἦν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος.

24. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 154 » pp. 118-118

Καὶ δή, εἴ ποτέ τις αὐτὸν θεασάμενος διώκει ἐκτέμνειν βουλόμενος, εἰδὼς οὗ χάριν διώκεται, μέχρι μέν τινος φεύγει τῇ τῶν ποδῶν ταχύτητι συγχρώμενος, πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι· ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτως τῆς σωτηρίας τυγχάνει. Οὕτω καὶ τῶν ἀνθρώπων φρόνιμοί εἰσιν ὅσοι διὰ χρήματα ἐπιϐουλευόμενοι ἐκεῖνα ὑπερορῶσιν ὑπὲρ τοῦ τῇ σωτηρίᾳ μὴ κινδυνεύειν. […] Καὶ εἴ ποτέ τις αὐτὸ διώκει, φεύγει μὲν τῇ τῶν ποδῶν ταχύτητι, εἴ πῶς ὁλόκληρον αὑτὸν φυλάξῃ.

25. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 258 » p. 175

Ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημϐρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. […] Ἡ δὲ ὑποτυχοῦσα ἔφη· « Ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες, ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε. » Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.

26. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 128 » pp. 314-314

Οἱ δὲ βάτραχοι ἠγάλλοντο μεγάλως ἐπὶ τῇ λαμπρᾷ τραπέζῃ τοῦ Ἡλίου. Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐϐόα· « Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, εἰς τί βοᾶτε μεγάλα κεκραγότες ὡς ἐπ’ ἀγάθῳ τινὶ προσδοκωμένῳ ; Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ, εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει, τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι. » Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντως χαίρουσιν ἐπ’ αδήλοις.

27. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 152 » pp. 322-322

Μὴ λοξὰ περιπατεῖν καρκίνῳ μήτηρ <ἔλεγε> μηδὲ τῇ ὑγρᾷ πέτρᾳ τὰς πλευρὰς προστρίϐειν. […] « Μὴ λοξὰ περιπάτει, καρκῖνος ἔλεγε τῷ τέκνῳ, μηδὲ ταῖς πτέρναις πρόστριϐε τὰς πλευράς σου. » Ἔφη δὲ τῇ μητρὶ ὁ καρκῖνος· « Ἐμὲ διδάσκουσα, μῆτερ, ἃ λέγεις, ὀρθὰ σὺ βάδιζε καὶ βλέπων σε ζηλώσω. » Ὁ μῦθος τοὺς μεμψιμοίρους ἐλέγχει· πρῶτον γὰρ αὐτοὺς ὀρθὰ βιοῦν δεῖ καὶ τόθ’ ἑτέρους διδάσκειν.

28. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 343 » pp. 223-223

Τῆς δὲ κυνὸς εἰπούσης ὅτι μόνη τῶν τετραπόδων ταχέως ἀποκύει, ἡ ὗς ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις. » Ὁ λόγος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἐν δὲ τῇ τελειότητι κρίνεται. […] Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· « Ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς τοὺς σαυτῆς σκύλακας τίκτεις. » Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλ’ ἐν τῇ τελειότητι κρίνεται.

29. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 50 » pp. 36-36

Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ ἀντικρὺ αὐτοῦ στὰς ἐν τῷ ἱερῷ, ἐπηρώτησεν αὐτόν· « Τί ἔχω εἰς τὰς χεῖράς μου ἔμπνουν ἢ ἄπνουν ; » βουλόμενος [ὅτι], ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδεῖξαι· εἰ δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. […] Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἔσθητι σκεπάσας, ἔστη τε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων· « Ἄπολλον, ὅ μετὰ χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν ; » βουλόμενος [ὡς], εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον· εἰ δ’ ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν.

30. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 150 » pp. 84-84

Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. […] Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. Χειμῶνος δὲ ἐπιστάντος, ὁ εἷς ἔφη τῷ ἑτέρῳ· « Βούλομαι εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκεῖ τὸν χειμῶνα μόνος ὢν διαγίνωμαι, καὶ, ἐὰν πολλὴν εὕρω τὴν νομὴν, καὶ σὲ προσλαμϐάνωμαι. » Παραγενόμενος δὲ ἐν τῇ χέρσῳ καὶ καταλαϐὼν πολλὴν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο.

31. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 247 » pp. 168-168

Ναυαγὸς ἐκϐρασθεὶς εἰς τὸν αἰγιαλὸν ἐκοιμᾶτο διὰ τὸν κόπον· μετὰ μικρὸν δὲ ἐξαναστάς, ὡς ἐθεάσατο τὴν θάλασσαν, ἐμέμφετο αὐτῇ ὅτι γε δελεάζουσα τοὺς ἀνθρώπους τῇ πραότητι τῆς συνόψεως, ἡνίκα ἂν αὐτοὺς προσδέξηται, ἀπαγριουμένη διαφθείρει. […] Γεωργὸς ἰδὼν ναῦν ἐν τῇ θαλάσσῃ χειμαζομένην καὶ κινδυνεύουσαν, τῇ θαλάσσῃ κατεμέμφετο καὶ ὡς στοιχείῳ ἀνημέρῳ καὶ ἀπανθρώπῳ.

32. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 350 » pp. 39-39

Ἄρτι τοῦ ἰξοῦ φυομένου, χελιδὼν αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πετεινοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεϐούλευσεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν ἐκκόψαι· εἰ δ’ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τοὺς ἀνθρώπους καταφυγεῖν καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμϐάνωσιν αὐτά. […] Οἱ δὲ ἀποδεξάμενοι αὐτὴν ἐπὶ τῇ συνέσει καὶ σύνοικον αὐτὴν προσελάϐοντο. […] Τῶν δὲ ὀρνέων τις τὰ ἐναντία τῇ χελιδόνι ἔλεγεν· « Ἀλλὰ τὸ σπέρμα τοῦ λίνου μᾶλλον κατεσθίοντες ἀναλίσκωμεν καὶ ἀφανὲς ποιῶμεν, ἵνα μηκέτι ἔχωσι πλέκειν δίκτυα καθ’ ἡμῶν. » Ἡ μὲν οὖν χελιδὼν ἀρίστην γνώμην ἔχουσα ἀκίνδυνος ἐγένετο ἐν ταῖς πόλεσι διατρίϐουσα, καὶ ἐν ταῖς οἰκίαις τίκτουσα παρ’ ἀνθρώποις οὐδὲν ὑπ’ αὐτῶν πάσχει κακόν.

33. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 37 » pp. 12-12

Πρὸς ἣν ἀλώπηξ εἶπεν· « Ἐγώ σου τῆς δορᾶς κρείττονα καὶ ποικιλωτέραν γνώμην ἔχω. » Ὅτι τοῖς συνετοῖς καὶ ποικίλα φρονοῦσιν μᾶλλον ἔπαινός ἐστιν ἢ τῇ φύσει εὐπρεπέσι καὶ μὴ τῇ γνώμῃ.

34. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 285 » pp. 194-194

Ἐν τῇ ἀρούρῃ γεωργὸς πάγας ἵστη εἰς τὸ θηρεῦσαι γεράνους τε καὶ χῆνας τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρης. […] Ἐν τῇ ἀρούρᾳ γεωργὸς πάγας ἵστα, ὅπως γεράνους ἠδὲ χῆνας θηρεύῃ, τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρας. Σὺν τούτοις οὖν καὶ πελαργὸς κατελήφθη τῇ πάγῃ, ὃς θἄτερον τῶν ποδῶν ἐν αὐτῇ συνθλασθεὶς πολλὰ καθικέτευε τὸν γεωργὸν ἐλευθερῶσαι αὐτόν, λέγων τοιαῦτα· « Ὦ γεωργέ, ἐλέησόν με τὸν συντεθλασμένον φέροντα τὸν πόδα καὶ ἀπόλυσόν με· οὐ γὰρ ἐγὼ γέρανος, οὐδὲ χήν, ἀλλὰ πελαργός, εὐγενέστατος ὄρνις εἰμὶ γονεῦσι δουλεύων, ὥραν καὶ χρόαν οὐχ ὁμοίαν τούτοις κεκτημένος. » Ὁ δὲ γεωργὸς γελάσας ἔφη· « Οἶδα κἀγὼ ὅτι πελαργὸς εἶ, ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξει σὺν αὐτοῖς. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοῖς χείροσι συναναστρέφεσθαι, μή πως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν. […] Γεωργὸν ἠδίκουν οἱ γέρανοι τὰ καταϐαλλόμενα τῇ γῇ προαρπάζοντες σπέρματα.

35. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 231 » pp. 159-159

Ὁ δὲ λύκος ἔφη· « Εἰ τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ. » Ἡ δὲ εἶπεν· « Εἴθε μή σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλόν σε ὑπήντησα καὶ μηδαμῶς τῇ ὥρᾳ ταύτῃ ζήσαις καὶ πάλιν συναντήσαις μοι. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει. […] Ὁ δὲ λύκος ἔφη· « Εἰ τρεῖς ἀληθεῖς λόγους εἴποις μοι, ἀπολύσω σε. » Ἡ δὲ ἔλεγε· « Εἴθε μηδαμῶς σοι συνήντησα· εἰ δὲ συνήντησα, τυφλῷ σοι συνήντησα, καὶ εἴθε μοι τῇ ὥρᾳ ταύτῃ ἀπέθνῃσκες, ἵνα μὴ πάλιν συνήντησάς μοι. » Cod. […] Ὁ δὲ πρὸς αὐτὴν ταῦτα οὕτως ἐϐόα· « Εἰ τρεῖς ἀληθεῖς λόγους νῦν μοι προσείπῃς, εὐθὺς ἐγώ σε συντόμως ἀπολύσω. » Εἶτα πρὸς αὐτὸν ἀντέφησεν ἀλώπηξ· « Εἴθε μὴ, λύκε, μηδαμῶς σε συνήντων· εἰ δὲ καὶ συνήντων, τυφλόν σε ὑπήντων· καὶ νῦν μὴ ζήσαις πάλιν τῇ ὥρᾳ ταύτῃ, καὶ μή ποτ’ αὖθις συναντήσαις μοι, λύκε. » Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει.

36. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 67 » pp. 69-69

Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταϐῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάϐῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας, ἕως οὗ συνέϐη ἅμαξαν τῇδε παριοῦσαν θλᾶσαι αὐτόν. […] Ὁ μὲν οὖν ἐν τῇ βαθείᾳ λίμνῃ οἰκῶν βάτραχος παρῄνει τὸν ἕτερον μεταϐῆναι πρὸς αὐτόν, ἵνα μετ’ αὐτοῦ διάγῃ καὶ ἀσφαλεστέρας διαίτης μεταλαμϐάνῃ.

37. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 214 » pp. 146-146

Κοιμωμένου λέοντος, μῦς ἐπέδραμεν τῇ χαίτῃ αὐτοῦ. […] Ὁ δὲ ἔφη· « Οὐ τὸν μῦν δέδοικα, ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνακόπτω. » Ὁτι τῇ κακῇ συνηθείᾳ οὐ δεῖ παρέχειν ἄδειαν· νομὴν γὰρ λαϐοῦσα λύπην ἐσχάτην ποιεῖ.

38. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 273 » p. 263

Μικρὸν δὲ αὐτῶν τῆς ὁδοῦ προϊόντων, ὁ ὀνηλάτης ὁρῶν τὸν ὄνον ἀντέχειν μὴ δυνάμενον, ἀφελόμενος αὐτοῦ τὸ φορτίον τῇ ἡμιόνῳ ἐπέθηκεν. Ἔτι δὲ αὐτῶν πόρρω προϐαινόντων, ὁρῶν ἔτι μᾶλλον ἀποκάμνοντα, πάλιν ἀπὸ τοῦ γόμου μετετίθει, μέχρι τὰ πάντα λαϐὼν καὶ ἀφελόμενος ἀπ’ αὐτοῦ τῇ ἡμιόνῳ ἐπέθηκε.

39. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 140 » pp. 105-105

Ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο ὁ χειμών, οἶκον ἑαυτῷ κατεσκεύαζε καὶ ἐνταῦθα διέτριϐε. […] Διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν ἀντημείψαντο αὐτῷ χάριτας, μερίσαντες αὐτῷ καὶ χαρισάμενοι τῶν ἐτῶν ἐφ’ ὧν ἔζων· ὁ μὲν ἵππος εὐθὺς τοὺς πρώτους χρόνους· διὰ τοῦτο ἕκαστος θερμὸς καὶ γαυρός ἐστι τῇ γνώμη· ὁ δὲ βοῦς μετ’ αὐτὸν τοὺς μέσους χρόνους· διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός ἐστι πλοῦτον ἀθροίζων· τρίτος δὲ ὁ κύων τοὺς τελευταίους χρόνους· διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι τῇ γνώμῃ, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾷ καὶ σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ καθάπτεται.

40. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 210 » pp. 149-149

Τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος, καὶ ἐκλέξασθαι αὐτῷ παραινοῦντος, ὁ λέων ἀγανακτήσας ἁλλόμενος κατεθοινήσατο καὶ τῇ ἀλώπεκι μερίσαι προσέταξεν. […] Τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος, καὶ ἐκλέξασθαι παραινοῦντος αὐτούς, ὁ λέων ἀγανακτήσας κατεθοινήσατο τὸν ὄνον· εἶτα προσέταξε τῇ ἀλώπεκι μοιράσαι. […] Εἶτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν.

41. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 22 » pp. 21-21

Ἁλιεῖς ἐπ’ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπραθήσαντες οὐδὲν συνέλαϐον· καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. […] Λαϐόντες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα.

42. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 69 » pp. 289-289

Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζῴοις πᾶσιν ἀναϐοήσαντος· « Ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, » ἀλώπηξ ἀκούσασα ἔφη· « Πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων ; » Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται ; Cod. […] Ὄντος δέ ποτε βατράχου ἐν τῇ λίμνῃ, ἀνεϐόησε πᾶσι τοῖς ζῴοις λέγων· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων. » « Καὶ πῶς δέ, φησὶν ἀλώπηξ, ἄλλους σῴζεις, σαυτὸν δὲ χωλὸν ὄντα οὐ θεραπεύεις ; » Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους ἀνθρώπους παιδεύσει ; Codd.

43. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 90 » pp. 58-58

Ὑπέλαϐε δὲ ἡ γυνὴ ὅτι, ἐὰν πλείονας κριθὰς δώσει τῇ ὄρνιθι, τέξεται δὶς τῆς ἡμέρας. […] Νομίσασα δὲ ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραϐάλλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν.

44. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 102 » pp. 304-304

Ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν· « Ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις, ὅτε ἐγὼ ἐν στέγεσί που χρησιμεύω καὶ οἴκοις. » Ἡ δὲ βάτος ἔφη· « Ὦ ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν ἔχοις θελῆσαι γενέσθαι, οὐκ ἐλάτη. » Κρείσσων πενία ἄφοϐος ἢ πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν. […] Ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι « καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα· καὶ πῶς ἐμοὶ συγκρίνῃ ; » Ἡ δὲ βάτος εἶπεν· « Εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις. » Ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ· τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος.

45. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 77 » pp. 59-59

Χαλκέως τινὸς οἶκον αἴλουρος εἰσελθοῦσα καὶ τὰ ἐκείνου πάντα ἐργαλεῖα ἐρευνήσασα, ἐνέτυχε καὶ τῇ αὐτοῦ ῥίνῃ. Ἀναλείξασα δὲ ταύτην τῇ γλώσσῃ ἡδέως ἔλειχε.

46. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 76 » pp. 50-50

Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρέπους ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. […] Γαλῆ ἐρασθεῖσα νεανίσκου τινὸς εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. […] Ἡ δὲ τὰ νυμφικὰ ῥίψασα καὶ τῇ φύσει ἀκολουθήσασα τὸν μῦν κατεδίωκεν.

47. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 51 » pp. 33-31

Ἀνὴρ πένταθλος ἐπὶ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθών, ἀλαζονευόμενος ἔλεγεν ὡς πολλὰ καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας, ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφασκε παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. […] Φρυαττόμενος δὲ ἐκαυχᾶτο μεγάλως, ὡς ἀνδραγαθήσας εἰς διαφόρους τόπους· ἐν δὲ τῇ Ῥόδῳ ἔφασκε πήδημα μέγα πηδῆσαι, ὅπερ οὐδεὶς τῶν ἀνθρώπων δύναται πηδῆσαι, καὶ μάρτυρας ἔφασκεν ἔχειν εἰς τοῦτο. […] Ἀνήρ τις ἀποδημήσας, εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν, ἄλλα τε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε, καὶ δὴ κἂν τῇ Ῥόδῳ πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπ’ αὐτοῦ δυνατὸς ἄν εἴη πηδῆσαι. […] Ἡ μὲν οὖν αὐτῶν τῷ χρόνῳ προέκοπτεν, ἡ δὲ τῇ νεότητι ἤκμαζεν.

48. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 229 » pp. 348-348

Ὄνος δὲ παρελθὼν τὴν χαίτην σείσας ἔφη· « Ἐκ φρενὸς λύκου καλὴ γνώμη· ἀλλὰ πῶς σὺ τὴν χθεσινὴν ἄγραν τῇ κοίτῃ ἐναπέθου ; Ἄγε ταύτην εἰς μέσον ἀπομερίσας. » Ὁ δὲ ἐλεγχθεὶς τοὺς νόμους ἀνέλυσεν. […] Ὄνος δὲ παρελθὼν ἔφη· « Ἐκ φρενὸς λύκου καλὴ γνώμη· ἀλλὰ πῶς χθὲς συναντήσας σοι τὴν ἄγραν εἶδον ἐν τῇ κοίτῃ σου ἀποκρύψαντα ; » Ὁ δὲ ἐλεγχθεὶς τοὺς νόμους διέλυσεν.

49. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 83 » pp. 42-42

Ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς· « Τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα. » Οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν, μετά τὴν ἀποϐίωσιν τοῦ πατρὸς αὐτῶν λαϐόντες δικέλλας ὕννας τε κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου. […] Γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαϐεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη· « Παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ’ ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα. » Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποϐίωσιν τοῦ πατρὸς κατέσκαψαν.

50. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 327 » pp. 214-214

Σπάλαξ (ἐστὶ δὲ τυφλὸν τοῦτο τὸ ζῷον) λέγει τῇ μητρί· Συκαμινέαν ὁρῶ. […] Φησὶν οὖν ποτε τῇ μητρί· « Συκαμινέαν, μῆτερ, ὁρῶ. » Εἶτα αὖθίς φησι· « Λιϐάνου ὀσμῆς πεπλήρωμαι. » Κἀκ τρίτου πάλιν· « Χαλκῆς, φησί, ψηφῖδος κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ ὑπολαϐοῦσα εἶπεν· « Ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. » Ὁ μῦθος δηλοῖ ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.

51. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 355 » p. 378

Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· « Μακρόθεν μου κολύμϐα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψαύσῃς, κατακλῶμαι, κἂν ἐγὼ μὴ θέλουσα προσψαύσω. » Ὅτι ἐπισφαλής ἐστι βίος πένητι δυναστοῦ ἅρπαγος πλησίον παροικοῦντι.

52. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 16 » pp. 279-279

Chambry 16.3 Aliter — Autre version Ἀνήρ τις ἔτρεφεν αἶγ’ ἅμα καὶ ὄνον· ἀλλ’ ἡ αἲξ ἐφθόνησε πολλὰ τῇ ὄνῳ διὰ τὴν τρυφὴν κριθάς τε καὶ τὸν χόρτον. […] Τοῦ γοῦν δεσπότου τῇ λύπῃ συσχεθέντος, δραμὼν αὐτίκα τὸν ἱατρὸν ἐκάλει ἐκλιπαρῶν τοῦτον ὑγιᾶναι ὄνον.

53. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 21 » pp. 23-23

Chambry 21.2 Aliter — Autre version Ἀλεκτρυόνας τις ἐν τῇ οἰκίᾳ ἔχων αὐτοῦ, περιτυχὼν πέρδικι καὶ τοῦτον ἐπαγοράσας, εἰσήνεγκεν ἐν τῇ οἰκίᾳ αὐτοῦ τοῦ συνανατραφῆναι τοῖς ὄρνισι.

54. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 115 » pp. 68-68

Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς περιτρεπομένης, ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυϐερνήτου περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. […] Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς καταποντίζεσθαι μελλούσης, ὁ ἐπὶ τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο, τῷ κυϐερνήτῃ λέγων· « Ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους ; » Τοῦ δὲ εἰπόντος· « Ἡ πρώρα, » ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ἐπὶ συμφορὰν διὰ τὴν δυσμένειαν· ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσι.

55. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 262 » pp. 174-174

Ἐν φρέατι τινὶ κοιμωμένου τινός, ἡ Τύχη ἐπιστᾶσα αὐτῷ εἴρηκεν· « Ἔγειραι, κοιμήθητι ἀλλαχόσε, μή πως, σοῦ κρημνισθέντος, οἱ σοῦ προσγενεῖς ἐμοὶ τὴν μέμψιν ἐπάξωσιν. » Ὅτι πολλάκις οἱ ἄνθρωποι σφαλλόμενοι οὐχ ἑαυτοῖς, ἀλλὰ μᾶλλον τῇ Τύχῃ τὸν μῶμον προσάγουσιν. […] Ἡ δὲ Τύχη ἐπιστᾶσα ἔφη αὐτῷ· « Ἐγέρθητι καὶ ἀλλαχοῦ κοιμήθητι, ἄνθρωπε, μή πως, πεσόντος σοῦ ἐν τῷ φρέατι καὶ ἀποπνιγέντος, ἐμοὶ τῇ Τύχῃ οἱ ἄνθρωποι μέμψωνται. » Cod.

56. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 352 » pp. 230-230

Τοῦ δὲ λέγοντος ἀδύνατον εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. […] Τοῦ δὲ παραινοῦντος πόρρω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο.

57. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 192 » pp. 138-138

Οἱ λαγωοὶ πάντες εἰς ἓν συνελθόντες εἶπον· « Ἀϐίωτός ἐστιν ἡμῶν ὁ βίος· καὶ γὰρ ἀετοὶ καὶ κύνες καὶ ἄνδρες ἡμᾶς καταπονοῦσιν· βέλτιον οὖν ἐστιν ἡμᾶς ῥῖψαι ἑαυτοὺς ἐν τῇ πλησίον λίμνῃ καὶ διαφθαρῆναι. » Ταῦτα εἰπόντες ἀπῄεσαν. Οἱ δὲ ἐπὶ τῆς ὄχθης καὶ τοῦ χείλους τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν ἑαυτοὺς ἐν τῇ λίμνῃ ἐκ τοῦ φόϐου. […] Βέλτιόν ἐστιν ἡμᾶς ῥῖψαι ἐν τῇ λίμνῃ καὶ πνιγῆναι. » Ταῦτ’ οὖν εἰπόντες ἀπῄεσαν ἐν λίμνῃ.

58. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 316 » p. 366

Ὁ λύκος δὲ διδαχθεὶς ἔφη· « Ὅρα μή πως σὺ ἐθίσας με ἁρπάζειν πολλὰ τῶν σεαυτοῦ προϐάτων ζητήσῃς. » Ὅτι οἱ τῇ φύσει δεινοὶ ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες τοὺς διδάξαντας πολλάκις ἔϐλαψαν.

59. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 160 » p. 130

Παρ’ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων ὅτι τοσοῦτον προέχουσι τῇ ἰσχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· « Ἀλλ’, ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν ὑμῖν παράσχωμαι, οὐδὲ ὑμεῖς βαστάζειν δυνήσεσθε. » Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων τὸ μηδὲν ἐπὶ τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσιν.

60. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 281 » pp. 360-360

Τοῦτον δὲ ἰδοῦσα ἀλώπηξ εἶπεν· « Πῶς οὕτω τῇ ἁπαλῇ γλώσσῃ τὸ σκληρὸν καὶ ἀκανθῶδες προσφάγιον ἐσθίεις ; » Ὅτι οὐ δεῖ φλυάρων ἀνδρῶν κατηγορίας ἀκούειν· εἰς κίνδυνον γὰρ ἄγουσι τὸν ἀκούοντα.

61. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 179 » pp. 328-328

Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· « Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. » Ταῦτα καθ’ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. […] Αὐτοῦ δ’ ὁ κύων ἄλλον κύνα ἐκάλει λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη· ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε· τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω, ἵνα αὔριον μὴ πεινάσω καθόλου. » Ταῦτα οὖν λέγων καθ’ ἑαυτὸν ὁ κύων ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον. […] Τῶν δὲ λοιπῶν κυνῶν ἐν τῇ ὁδῷ ἐρωτώντων ὅπως ἐδείπνησεν· « Οὕτως, ἔφη, ὥστε οὐδὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον. » Cod.

62. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 339 » pp. 374-374

Τράγος ἐν τῇ ἐκϐολῇ τῆς ἀμπέλου τὴν βλάστην ἔτρωγε.

63. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 145 » pp. 321-321

Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον αὑτῆς ἔμπροσθεν κατιδοῦσα τῇ τοῦ ὕδατος ὀξυτάτῃ καταρροῇ· « Τί τοῦτο ; ἔφη, τὰ ἐξόπισθέν μου νῦν ἔμπροσθέν μου τεθέαμαι. » Ὅτι πολλάκις οἱ ἄτιμοι τῶν τιμίων προάγουσι.

64. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 318 » pp. 365-365

Μάνδρας ἔσω πρόϐατα ποιμὴν εἰσάγων μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ <ὁ> κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν· « Πῶς τὰ πρόϐατα τῆς ποίμνης θέλων σῶσαι τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ ; » Ὅτι μεγίστην βλάϐην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις.

65. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 244 » pp. 235-235

Μύρμηξ διψήσας τῇ πηγῇ προσπελάζει καὶ κύψας τοῦ πιεῖν ἐνέπεσεν ὕδωρ· πνιγόμενον δ’ οὖν περιστερὰ ὡς εἶδεν, κόψασα κλάδον ἐκ φυτοῦ παραυτίκα βάλλει τῇ πηγῇ πρὸς τὸν μύρμηκα πέλας, καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου ἐσώθη δι’ αὐτοῦ ὁρμήσας εἰς γαῖαν.

66. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 174 » p. 399

Ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθείς, ᾄδει τι μέλος θανάτου προοίμιον, καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει.

67. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 272 » p. 189

Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· « Ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριϐες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ ; » Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ’ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.

68. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 331 » pp. 216-216

Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, ἐξελθὼν ἐν τῇ ὁδῷ καὶ ἰδὼν ἅμαξαν ἐρχομένην, τὴν κεφαλὴν τῷ τρόχῳ ὑπέθηκε, φάσκων· « Συναπόλλυμαι τῷ ἐχθρῷ μου. » Πρὸς τοὺς συγκινδυνεύειν τῷ ἐχθρῷ ἐπιχειροῦντας.

69. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 344 » p. 375

Φαλακρός τις τρίχας ξένας τῇ ἑαυτοῦ κορυφῇ περιθεὶς ἵππευεν.

70. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 3 » pp. 1-1

Ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ <τοσοῦτον> ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. […] Ἡ δὲ ἀλώπηξ ἐπανιοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦτον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. […] Ὁ δὲ θεὸς τῆς εἰς τὴν φιλίαν γενομένης ἀσεϐείας οὐκ εἰς μακρὰν δίκην περιέσχε· θυόντων γάρ τινων αἶγα ἐπ’ ἀγρῷ, ὁ ἀετὸς καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν ἐπὶ τὴν καλίαν· οὗ κομισθέντος ἐπὶ τῇ καλιᾷ, σφοδρὸς ἐνέπεσεν ἄνεμος· ὑπάρχουσα δὲ ἡ καλιὰ ἐκ λεπτοῦ καὶ παλαιοῦ χόρτου λαμπρὰν φλόγα ἀνῆψε.

71. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 187 » pp. 332-332

Οὗτος δὲ τὸν κώδωνα σείων ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο.

72. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 303 » pp. 202-202

Κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη· « Ἀλλ’, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη· ὅσῳ γὰρ ἂν πλέονα τέκνα σχῇς, τοσούτῳ περισσοτέρας δουλείας στενάξεις. » Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν.

73. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 329 » p. 269

Καὶ ὁ κυνηγέτης ἐποχηθεὶς αὐτῷ καὶ τὸν σῦν κατηγωνίσατο καὶ τὸν ἵππον προσαγαγὼν τῇ φάτνῃ προσέδησεν.

74. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 359 » p. 273

Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα· « Τὶ δή [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων], μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης καὶ τὸ αἷμα <αὐτῶν> χανδόθεν πινούσης ; Ὁ δ’· « Οὐκ ἄχαρίς εἰμι μερόπων γένει· στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως], τρίϐομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους. » Ἡ δέ· « Ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος <δὴ> μόρος, ὅτε καὶ τύχῃ συμϐαίνει <μοι ἁλῶναι>.

75. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 319 » pp. 210-210

Δὶς δὲ καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέϐη τὸ τελευταῖον τῇ ἀληθείᾳ λύκους ἐπελθεῖν. […] Καί που παιδίον ποίμνια νέμον ἐφ’ ὑψηλοῦ τόπου ἱστάμενον πολλάκις ἀνέκραγε· « Βοηθεῖτέ μοι, λύκοι. » Οἱ δὲ ἀγρότεροι τρέχοντες ἐν τῇ ποίμνῃ τοῦτον ηὕρισκον μηδαμῶς ἀληθεύοντα.

76. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 48 » p. 306

Ἑρμῆς δὲ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάϐδῳ παίων εἶπεν· « Εἶτα οὐκ ἀνέχῃ σὺ τοὺς θεοὺς δικαστὰς εἶναι οἷος εἶ σὺ τῶν μυρμήκων ; » Ὅτι μηδεὶς θεοῦ βλασφημείτω, συμφορᾶς ἐπελθούσης, μᾶλλον δὲ σκοπείτω τὰς οἰκείας ἁμαρτίας.

77. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 283 » p. 238

Τῶν δὲ αἰτιωμένων τὰς ἡμέρους, εἴγε ὁμόφυλοι οὖσαι αὐταῖς τὸν δόλον οὐ προεμήνυσαν, ἐκεῖναι ὑποτυχοῦσαι ἔφασαν· « Ἀλλ’ ἡμῖν γε ἄμεινον δεσπότας φυλάττεσθαι ἢ τῇ ἡμετέρᾳ συγγενείᾳ χαρίζεσθαι. » Οὕτω καὶ τῶν οἰκετῶν οὐ μεμπτέοι εἰσὶν ὅσοι δι’ ἀγάπην τῶν οἰκείων δεσποτῶν παραπίπτουσι τῆς τῶν οἰκείων συγγενῶν φιλίας.

78. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 126 » pp. 106-106

Μόνης δὲ χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν, τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθε.

79. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 153 » pp. 250-250

Ἣ στενάξασα ἐκ βάθους τῆς καρδίας ἀνεϐόησεν· « Οἴμοι τῇ παναθλίᾳ· τί μοι συνέϐη ; οὓς τοῖς καρποῖς εὐφραίνω, μάστιγας δεινὰς ὑπ’ αὐτῶν νῦν λαμϐάνω. » Ὁ λόγος πρὸς ἀχαρίστους ἀνθρώπους ἀντὶ ἀγαθῶν κακὰ ἀποδιδόντας.

80. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 162 » p. 123

Οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕϐρει οὐ προσεδέξαντο αὐτόν.

81. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 313 » pp. 206-206

Καὶ δή ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προϐάτοις καὶ σαίνοντα αὐτὰ εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο. » Πρὸς ἄνδρα κόλακα ὁ λόγος εὔκαιρος.

82. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 12 » pp. 16-16

Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. […] Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος.

83. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 296 » pp. 363-363

Καὶ δήποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· « Ὦ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω ; » Καὶ εἰπὼν ἐπέϐαλε τῷ τοίχῳ τὴν χεῖρα ἐκτυφλῶσαι τὸν λέοντα. […] Ὃς ἱστάμενος τοῦ λέοντος πλησίον τούτῳ προσεῖπεν· « Ὦ κάκιστον θηρίον, διὰ τὸ ὄναρ τὸ ψευδὲς τοῦ πατρός μου, ὃ αὐτὸς ἑώρακεν ἐν ὕπνοις μάτην, προσκατεκλείσθην φρουρᾷ τῇ γυναικείᾳ.

84. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 58 » pp. 283-283

Ἀνήρ τις ἐχθραίνων ἀλώπεκι διά τινα ταύτης ῥᾳδιουργίαν, ἐπὶ πολὺ ταύτην, μετὰ τὸ κατασχεῖν, τιμωρῆσαι ἐμηχανήσατο καὶ στυππεῖον ἐλαίῳ βαπτίσας, τῇ κέρκῳ ταύτης προσδήσας ὑφῆψε πυρί.

85. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 98 » p. 247

Διογένης ὁ κύων ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τῇ βαλϐίδι ἀμηχανῶν.

86. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 314 » pp. 209-209

Ποιμὴν εὑρὼν λυκίδια, ἔτρεφεν ἐπιμελῶς, οἰόμενος ὅτι μεγαλυνθέντα τηρήσουσι τὰ ἑαυτοῦ πρόϐατα, ἀλλὰ καὶ ἔτι προσθήσουσιν ἁρπάζοντες ἕτερα καὶ εἰσάξουσιν ἐν τῇ αὐτοῦ μάνδρᾳ.

87. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 82 » pp. 176-176

Ἡ δὲ ἀπλωθεῖσα, τοῦ γεωργοῦ τῇ χειρὶ ταύτην ὁμαλίσαι βουληθέντος, δακοῦσα τοῦτον ἀπέκτεινεν.

88. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 238 » pp. 351-351

Τί δέ, ὦ μῆτερ, οὕτω φοϐῇ τοὺς κύνας ; » Ἡ δὲ πρὸς αὐτὸν οὕτως ἔφη γελῶσα· « Ὅτι μὲν ἐγὼ ταῦτα πάντα κατέχω εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον· ἐπὰν δὲ κυνὸς ὑλακὴν ἐπακούσω, εὐθὺς σκοτοῦμαι καὶ τῇ φυγῇ κινοῦμαι. » Ὁ μῦθος δηλοῖ ὅτι ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιρρώννυσιν.

89. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 289 » pp. 362-362

Δράκοντος ἡ οὐρὰ τῇ κεφαλῇ ἐστασίασεν, ἀξιοῦσα ἡγεῖσθαι παρὰ μέρος καὶ μὴ διὰ πάντος ἀκολουθεῖν ἐκείνῃ.

90. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 81 » pp. 51-51

Ὁ δὲ πατὴρ τῇ λύπῃ συσχεθεὶς καὶ πέλεκυν ἁρπάσας ἐπειρᾶτο φονεῦσαι τὸν ὄφιν. […] Ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαϐὼν ἄρτον καὶ ἅλας, ἔθηκεν ἐν τῇ τρώγλῃ.

91. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 62 » p. 71

Τί οὖν ; ποίῳ τρόπῳ χρήσωμαι ; ἐπὶ ποίαν ἔλθω μηχανήν ; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαϐεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ, κἀγὼ πόρρω ἔσομαι θεατής. » Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.

92. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 116 » pp. 96-96

Συνέϐη δὲ δράκοντα ταῖς φολίσι συμπλακέντα τῇ παλιούρῳ φέρεσθαι.

93. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 276 » pp. 91-91

Καὶ ὃς ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι.

94. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 299 » p. 239

Ὁ δὲ ἔφη· « Διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ τριάκοντα. » Καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὄμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην.

95. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 142 » pp. 181-181

Ὁδευόντων δέ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· « Ἆρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν. » Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησε. […] Ὁ δὲ ὀνηλάτης ἀπορῶν ὅ τι ποιήσει, οὐ μόνον τοῦ ὄνου τὸν γόμον τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπεσώρευσε.

96. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 94 » pp. 85-85

Τῶν δὲ προϐάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· « Ἡμᾶς μὲν συνεχῶς συλλαμϐάνει καὶ οὐ κράζομεν, » ἔφη πρὸς ταῦτα· « Ἀλλ’ οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα. » Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλα περὶ σωτηρίας.

97. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 118 » p. 90

Ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτόν, ἀγανακτῶν ὅτι μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται.

98. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 310 » pp. 204-204

Τούτου δὲ συχνῶς γενομένου, συνέϐη γενέσθαι συνήθη τῇ δυσωδίᾳ, καὶ οὐκέτ’ αὐτὸν ἐνώχλει.

99. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 79 » pp. 296-296

Μετὰ γὰρ τὸ καταδιῶξαι τοῦτον, ὁ εὐεργέτης ἀπέρριψε τὸ ἀναληφθέν, πληρεστάτην ἀντιδοὺς τὴν ἀντίχαριν· οὐ μακρῶς γὰρ ἔμελλε συμπατεῖσθαι τῇ τοῦ τοίχου καταϐολῇ ὁ ἀνήρ· μικρὸν γὰρ ἐκείνου ὑποχωρήσαντος, ἐπιχθόνιον ἐγεγόνει τὸ τῆς ἀνύψωμα καθέδρας.

100. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 88 » p. 246

Ἐκείνου δὲ φήσαντος· « Τίς ὁ τὴν θύραν κόπτων ; » ἡ γυνὴ ἀπεκρίνατο· « Ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι. » Κἀκεῖνος· « Μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων. » Ἡ δὲ τὸ στῆθος πατάξασα· « Οἴμοι τῇ δυστήνῳ, φησίν· οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους. » Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν.

101. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 186 » pp. 133-133

Κύων ἐκ μαγειρείου κρέας κλέψας ποταμὸν διεπέρα· τὴν δὲ σκιὰν τοῦ κρέατος μείζω ἰδών, εἰς τὸ ὕδωρ ἐφῆκε τὸ κρέας καὶ τῇ σκιᾷ ἐπέδραμεν· κἀκείνης μὲν ἠστόχησε, προσαπώλεσε δὲ καὶ τὸ κρέας ὃ εἶχεν.

102. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 207 » pp. 150-150

Συνέϐη δὲ αὐτὸν μετ’ οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι· ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγετῶν κάλῳ ἐδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη· « Σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ’ ἐμοῦ ἀμοιϐὴν κομιεῖσθαι· νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις. » Ὁ λόγος δηλοῖ ὅτι καιρῶν μεταϐολαῖς οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.

103. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 291 » pp. 196-196

Ἐπιτηρήσας δ’ ὁ καρκῖνος αὐτὸν ὑπνοῦντα καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαϐόμενος καὶ ὅσον οἷόν τε πιέσας, φονεύει.

104. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 134 » pp. 317-317

Οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· « τὴν αὔριον γὰρ οὐκ ὑπερϐήσῃ. » Ταῦτα εἰπὼν ὑπεχώρησε.

105. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 243 » pp. 112-112

Ὁ δὲ ἔφη πρὸς αὐτόν· « Ὦ κάνθαρε, ἀλλ’ εἰ τότε ἐπόνεις ὅτε με μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. » Ὁ μῦθος διδάσκει μὴ ἀμελεῖν ἡμᾶς ἐπὶ τῇ τῶν ἀναγκαίων φροντίδι, ἀλλὰ καιρῷ εὐθέτῳ τὰ πρὸς σωτηρίαν μεριμνᾶν.

106. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 305 » pp. 203-203

Ὅτι μηδεὶς ὃ μὴ ἔμαθε μηδὲ ἐκ πείρας ἔχει πειράτω ποιεῖν· σὺν τῇ ἀπειρίᾳ γὰρ καὶ κακόν τι προσλήψεται.

107. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 20 » pp. 281-281

τῇ μάχῃ οὖν ἡττηθεὶς διὰ τῆς ἑτέρου στερρότητος, ἐν γωνίᾳ τινὶ καθυποδὺς τὴν λόχμην ἐκρύϐη.

108. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 108 » pp. 97-97

Ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· « Δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τῶν μὲν πρὸς ἃ πεφύκασι ἀμελοῦντες, τὰ δὲ ἑτέρων ἐπιτηδεύειν πειρώμενοι δυστυχίαις περιπίπτουσιν.

109. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 181 » pp. 252-252

Ἑσπέρας δὲ καταλαϐούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναϐάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος.

110. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 326 » pp. 370-370

Κρατηθεὶς δὲ ὑπὸ τῶν ἐναντίων ἐϐόα· « Ἄνδρες, μὴ κτείνετέ με· οὐδένα γὰρ ἐγὼ ἔκτεινα, οὐδ’ ἐπίσταμαί τι ἄλλο ἢ χρῆσθαι τῇ σάλπιγγι. » Οἱ δὲ πρὸς αὐτὸν εἶπον· « Τούτου ἕνεκα μάλιστα ἄξιος ὑπάρχεις ἀποθανεῖν, ὅτι μὴ δυνάμενος αὐτὸς πολεμεῖν, τοὺς ἄλλους ἐγείρεις εἰς πόλεμον. » Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσι οἱ τοὺς κακοὺς καὶ δυνάστας ἐγείροντες εἰς τὸ κακοποιεῖν.

111. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 346 » pp. 415-415

Τότε λοιπὸν εἶπε πρὸς αὐτόν· « Ὦ ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραϐϐάτῳ· ὅταν δ’ ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν.

112. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 26 » pp. 18-18

Ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάσσῃ ἀνήνεγκε σμαρίδα.

113. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 66 » pp. 44-44

Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσϐεις ἔπεμψαν πρὸς τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν.

114. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 300 » pp. 94-94

Τοῖς δ’ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· « Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ’ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. » Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· « Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί. » Ὁ μῦθος <ὅτι> οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω].

115. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 312 » pp. 207-207

Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς κινδυνευούσης βαπτίζεσθαι, πάντα τὸν φόρτον ἐκϐαλὼν εἰς τὴν θάλατταν, μόλις κενῇ τῇ νηῒ διεσώθη.

116. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 80 » pp. 52-52

Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὸ μὲν πρῶτον τὰ πρόϐατα κατέφαγεν.

117. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 92 » pp. 300-300

Τότε οὖν ὁ βοῦς εἰρήκει αὐτῷ· « Οἶμαι ὅτι εἰς τοῦτο διετηοήθης ἀεργός, ἵνα ἐς ὕστερον ἀντὶ δουλείας ζυγοῦ τὴν μάχαιραν ὑπηρετήσῃς, τῇ χρονίᾳ ἀνέσει καλῶς ἐκτραφείς. » Ὅτι τῷ ἐνεργοῦντι καὶ ἐργαζομένῳ ἔπαινοι, τῷ ἀεργῷ δὲ κίνδυνοι καὶ μάστιγες.

118. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 125 » pp. 100-100

Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ Ὀλύμπου αὐτὸν ἐξέϐαλεν.

119. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 246 » pp. 384-384

Ὁ τοίνυν βάτραχος ἔφη τῷ μυΐ· « Ἐγὼ μὲν ἐν ὕδασι γλυκεροῖς καὶ χλοεροῖς βοτάνοις ἀεὶ τρέφομαι· σὺ δὲ μόνος ἐν οἴκῳ κατοικεῖς μετὰ φόϐου· καὶ ἡνίκα τις τῇ θύρᾳ προσκρούσῃ, ἐν στενῷ τόπῳ εἰσέρχῃ· ἀλλ’ εἰ θέλεις ἀφόϐως μετ’ ἐμοῦ εἶναι καὶ ζῆν ἐν ἀμερίμνῳ διαίτῃ, ἐλθὲ καὶ μάθω σε κολυμϐᾶν. » Ἀπελθὼν οὖν ὁ μῦς συνέδησεν ἑαυτὸν τῷ ποδὶ τοῦ βατράχου.

120. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 336 » pp. 373-373

Τέττιξ δὲ ἐπὶ τρώγλης ἐνδύνας ἐξέπνεε τῇ πείνῃ, λιμῷ κατεχόμενος καὶ ψύχει πολλῷ· ἐδέετο δὲ τοῦ μύρμηκος τροφῆς μεταδοῦναι, ὅπως καὶ αὐτὸς γευσάμενός τινος σωθείη.

121. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 239 » pp. 165-165

Εἶπον δ’ οἱ μύες καθ’ ἑαυτοὺς τοιαῦτα· « Οὐ παρὰ λόγον ἡμᾶς γαλαῖ ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα ὥσπερ αὕται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. » Καὶ παραυτίκα συμϐούλιον λαϐόντες κατεστήσαντο τοὺς παμμεγέθεις μύας ὡς ἀρχηγέτας καὶ στρατηγοὺς τῶν ἄλλων.

122. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 245 » pp. 352-352

Ὁ δ’ ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη· « Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον, ἐπαπολαύων αὐτὰ μετ’ εὐφροσύνης καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόϐου· ἐγὼ δ’ ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων ζήσω ἀφόϐως μηδένα ὑποπτεύων. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχως ὑπὲρ τὸ τρυφᾶν ἐν φόϐῳ μετ’ ὀδύνης.

123. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 250 » pp. 170-170

Τῶν δὲ οἰκείων τινὸς παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου πῶς ἔχοι, ἔφη πρὸς αὐτόν· « Ἐγώ σοι ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα. » Οὕτω πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ὑπὸ τῶν πέλας μακαρίζονται τῇ ἔξωθεν οἰήσει, ἐφ’ οἷς αὐτοὶ παρ’ ἑαυτοῖς τὰ μάλιστα δυσφοροῦσιν.

124. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 274 » pp. 179-179

Πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ πολὺ πλέον ἀχθοφορεῖν ἠναγκάζετο ἐν τῷ πηλῷ καὶ τῇ πλινθείᾳ, πάλιν τὸν Δία παρεκάλει.

125. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 17 » pp. 6-6

Ὁ δὲ αἰπόλος, ὡς εἶδε πεφευγυίας ἃς ἐξέτρεψε τῇ ὥρᾳ τοῦ χειμῶνος, μέγα στενάξας κὠλολύξας ἐκ βάθους θρηνῶν ἀπῄει μηδὲν προσκεκτημένος, εἰ μὴ τὴν ῥάϐδον μετὰ τοῦ μαρσιπίου.

126. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 86 » pp. 53-53

Ἔφη δέ· « Ὦ παῖδες ἐμοί, καὶ αὐτοί, εἰ μὲν ἀλλήλοις ὁμοφρονῆτε, οὐδεὶς ὑμᾶς βλάψει, εἰ δὲ τῇ γνώμῃ ἀλλήλων χωρισθῆτε, ἀπολεῖσθε πάντες ὡς ἡ μία ῥάϐδος. » Ὅτι ἡ ὁμόνοια ὅπλον μέγα καὶ ἀκίνδυνόν ἐστι καὶ κτῆμα πρὸς ἀνάπαυσιν βίου.

127. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 282 » pp. 187-187

Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος ὅλον τε τὸν νοῦν πρὸς τῇ ὁπλῇ ἔχοντος, ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐτίναξε.

128. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 200 » pp. 336-336

Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· « Εἰ θέλεις ὑγιᾶναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν, τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα ἄγε εἰς ἐμὰς χεῖρας· ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας. » Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν ταῖς ὕλαις· προσπαίσασα δὲ αὐτῇ καὶ χαίρειν εἰποῦσα ἔφη· « Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων ἐστί μοι· νοσεῖ δὲ καὶ ἔστιν ἐγγὺς τοῦ θνῄσκειν. […] Οἱ δὲ ἔδειξαν ἐν τῇ ὕλῃ.

129. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 197 » pp. 142-142

Λέων μὴ δυνάμενος αὑτῷ ἐκ γήρως ἀρκέσαι τροφὴν <πορίζεσθαι> ἰδίαν, εὗρε δι’ ἐπινοίας πρᾶξιν ἀρίστην, καί τι σπήλαιον εὑρὼν εἰσῄει τοῦτο· νοσεῖν δὲ προσεποιεῖτο πεσὼν [τῇ] κλίνῃ.

130. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 163 » pp. 101-101

Συνέϐη οὖν ἐκ τούτου ὡραιότερον πάντων φανῆναι τῷ Διὶ ἐν τῇ ἡμέρᾳ τῆς προθεσμίας.

131. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 4 » pp. 3-3

Ὁ δὲ μετ’ ὀργῆς τῇ πτέρυγι ῥαπίσας τὸν κάνθαρον, τὸν λαγωὸν ἁρπάσας κατέφαγεν.

132. (1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 40 » pp. 9-9

Ἡ δὲ ἀλώπηξ τοῦτον ἐκϐλεψαμένη ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει· « Ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ, εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας, οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον ᾔδεις. » Οὕτω τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρῶτον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐπιχειρεῖν.

/ 132