Τῆς δ’ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει, τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ. Αὐτὸς δ’ ἐπιστὰς εἶπε· « Τῶν τρόχων ἅπτου καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ’ εὔχου, ὅταν τι ποιῇς καὐτὸς, ἢ μάτην εὔξῃ. » Cod.
Ἡ δέ· « Τὰ μὲν ἄλλα, μῆτερ, ἔφη, καλῶς· εὔχου δ’ ὑετῶν ἡμῖν γενέσθαι φοράν, ὡς τοῖς λαχάνοις ἐξ ἀρδείας αὔξησις ἡ κατὰ λόγον προσγένοιτο. » Ἐκεῖθεν δ’ ἐξελθοῦσα καὶ πρὸς τὴν συνοικοῦσαν τῷ κεραμεῖ ἀφικνεῖται. Τοῖς δ’ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην ἤκουσεν ὡς· « Τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ’ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο. » Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἔφη· « Σοὶ μὲν αἰθρίαν, τῇ δὲ τῷ κηπωρῷ συνοικούσῃ παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί. » Ὁ μῦθος <ὅτι> οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥᾳδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται, [κἂν οὐδένων εἰσὶν ἐλάττω].
Τὸν δ’ εἶδεν ἀλώπηξ, κερτομοῦσα δ’ εἰρήκει· « Πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις ; » Ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους.
Ῥίψας δ’ ὁ ποιμὴν πέτραν τὸ κέρας αὐτῆς κατέαξεν εὐστοχήσας. […] Μία δ’ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης. Εὐθὺς δ’ ὁ ποιμὴν ἐπ’ αὐτὴν ῥάϐδον ῥίψας τὸ ἓν κέρας ἔκοψε τῆς αἰγὸς ὅλον.
Ἡ δ’ ἑαυτὴν ὠλοφύρετο ὡς ὑφ’ ἧς μὲν ἐδεδοίκει μηδὲν παθοῦσα, ἣν δ’ οὐκ ᾤετο κακὸν ἐπάξειν, ὑπὸ ταύτης προδεδομένη. Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἡμῖν τὰ μὲν βλαϐερὰ δοκοῦντα ὠφέλιμα γίνεται, τὰ δ’ ὠφέλιμα βλαϐερά.
Μύρμηξ διψήσας τῇ πηγῇ προσπελάζει καὶ κύψας τοῦ πιεῖν ἐνέπεσεν ὕδωρ· πνιγόμενον δ’ οὖν περιστερὰ ὡς εἶδεν, κόψασα κλάδον ἐκ φυτοῦ παραυτίκα βάλλει τῇ πηγῇ πρὸς τὸν μύρμηκα πέλας, καὶ καθεσθεὶς ὁ μύρμηξ ἐπὶ τοῦ κλάδου ἐσώθη δι’ αὐτοῦ ὁρμήσας εἰς γαῖαν. Παρὼν δ’ ἰξευτὴς καὶ συνθεὶς τοὺς καλάμους συλλαμϐάνει μύρμηκος τὴν εὐεργέτιν. Μύρμηξ δ’ αὖθις ὡς εἶδεν, δάκνει τὸν πόδα ἰξευτοῦ κυνηγέτου. […] Τοῦτο δ’ ὁ μύρμηξ ἑωρακὼς τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν.
Ὁ δὲ ἐσθίων κριθὰς καὶ σῖτον ἔφη· « Γίνωσκε, φίλε, μυρμήκων ζῇς τὸν βίον· ἐπείπερ δ’ ἐμοὶ ἀγαθῶν ἐστι πλῆθος, ἐμοὶ σύνελθε καὶ ἀπολαύσεις πάντων. » Καὶ παραχρῆμα ἀπῄεσαν οἱ δύο. […] Ὁ δ’ αὖ θαυμάζων αὐτὸν ηὐλόγει σφόδρα καὶ τὴν ἑαυτοῦ κατεμέμφετο τύχην. […] Ὁ δ’ ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη· « Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον, ἐπαπολαύων αὐτὰ μετ’ εὐφροσύνης καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόϐου· ἐγὼ δ’ ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων ζήσω ἀφόϐως μηδένα ὑποπτεύων. » Ὁ μῦθος δηλοῖ ὅτι τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχως ὑπὲρ τὸ τρυφᾶν ἐν φόϐῳ μετ’ ὀδύνης.
Τοῦτον δ’ ἀλώπηξ προσιδοῦσ’ ἐπεφώνει· « Πῶς σὺ διώκεις οὗ τὴν φωνὴν οὐ φέρεις ; » Ἄφρων δ’ ὃς ἐθέλει πρὸς κρείττονας ἀντιφερίζειν· νίκης τε στέρεται <καὶ> πρὸς τούτοις γελοῖα πάσχει.
Ὡς δ’ ἑσπέρα κατέλαϐεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῳ· « Ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν. » Ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν. » Ὁ μῦθος πρὸς ἀνθρώπους οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια. […] Τὸν λόγον δ’ ὡς ἤκουσεν ὁ λύκος τοῦτον, διατροφὴν ὡς ἔχων ἑτοίμην ἕστη, καθεῦδον δ’ ἐνόμιζε φαγεῖν τὸ βρέφος. Πάλιν ἀκούει, τῆς νυκτὸς μεσαζούσης, τὴν γραῦν γελῶσαν τὸν παῖδα κολακεύειν· « Τέκνον, » λέγουσα, « τέκνον ἠγαπημένον, τὸν λύκον φονεύσομεν, εἰ μόνον ἔλθῃ. » Ὁ λύκος δ’ ὡς ἤκουσε τοὺς λόγους τούτους, ᾦχετο λέγων· « Ἐν τῇ ἐπαύλει ταύτῃ ἄλλα λέγουσι, μακρᾶς αἴ αἴ μοι ποίνης, ἄλλα πράττουσι· φεῦ, πῶς οἴσω τὴν πεῖναν ; » Λόγος ἁρμόζει πρὸς τοὺς ἀνθρώπους οἳ λόγους οὐκ ἔχουσιν ἴσους τοῖς ἔργοις.
Κορύδαλος δ’ ἠρώτα τοῦτον μακρόθεν ἱστάμενός γε καὶ παραϐλέπων τοῦτον. […] Δραμὼν δ’ ὀρνιθοθήρας λαμϐάνει τοῦτον. Ἔφη δ’ ὁ κορύδαλος τῷ καταράτῳ· « Εἰ πόλεις γε κτίζεις τοιαύτας, ὦ φίλε, <οὐ> πολλοὺς εὑρήσεις τοὺς οἰκοῦντας ἔσω. » Ὁ μῦθος τοῦτο λέγει· οἶκοι καὶ πόλεις μᾶλλον τότ’ ἐρημοῦνται, ὅταν χαλεπαίνωσιν οἱ προεστῶτες.
Συνέϐη δ’ αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεϐείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν· θυόντων γάρ τινων αἶγα ἐπ’ ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὗ κομισθέντος ἐπὶ τὴν καλιάν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε. […] Ὁ μὲν οὖν ἐφ’ ὑψηλοῦ δένδρου τὴν καλιὰν ἐπήξατο· ἡ δ’ ἀλώπηξ ἐν τοῖς ἔγγιστα θάμνοις ἐτεκνοποιήσατο. […] Ἡ δ’ ἀλώπηξ ἐπανελθοῦσα καί τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶν τέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ· χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ οἵα τε ἦν. […] Οὐ πολλῷ δ’ ὕστερον αἶγά τινων ἐπ’ ἀγροῦ θυόντων, καταπτὰς ὁ ἀετὸς μέρος τι τῶν θυμάτων σὺν ἐμπύροις ἄνθραξιν ἥρπασε, κἀπὶ τὴν νεοττιὰν ἤγαγεν. […] Ἡ δ’ ἀλώπηξ ἐπιδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας κατέφαγεν.
Ἔλαφος κυνηγοὺς φεύγουσα εἰς ἄντρον εἰσέδυ· λέοντι δ’ ἐκεῖ περιτυχοῦσα ὑπ’ αὐτοῦ συνελήφθη· θνῄσκουσα δ’ ἔλεγεν· « Οἴμοι ὅτι ἀνθρώπους φεύγουσα τῷ τῶν θηρίων ἀγριωτάτῳ περιέπεσον. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων μικροὺς κινδύνους φεύγοντες μεγάλων ἐπειράθησαν.
Ζεὺς πλάσας τοὺς ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις αὐτοῖς ἐνέθηκε, μόνην δ’ ἐνθεῖναι τὴν αἰσχύνην ἐπελάθετο. […] Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη· « Ἀλλ’ ἔγωγε ἐπὶ ταύταις εἰσέρχομαι ταῖς ὁμολογίαις ὡς Ἔρως μὲ εἰσελεύσεται· ἂν δ’ εἰσέλθῃ, αὐτὴ ἐχελεύσομαι παραυτίκα. » Ἀπὸ δὴ τούτου συνέϐη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.
Ἡ δ’ εἰς μίαν μερίδα πάντα σωρεύσασα ἑαυτῇ βραχύ τι κατέλιπε. Καὶ ὁ λέων πρὸς αὐτήν· « Τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν ; » Ἡ δ’ εἶπεν· « Ἡ τοῦ ὄνου συμφορά. » Ὁ μῦθος δηλοῖ ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα. […] Ἡ δὲ λαϐοῦσα μίαν ποιεῖ μερίδα τὸ πᾶν τῆς θήρας· βραχὺ δ’ ἐτίθει μόνον εἰς ἄλλο μέρος, ἄχρηστον δὲ καὶ τοῦτο.
Ὁ δ’ <ὄφις> ἐπιστραφεὶς καὶ δακὼν τοῦτον, εὐθὺς τέθνηκεν. Ὁ δ’ ὄφις ἀνεϐόα· « Ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας βλάπτειν ἐϐούλου καὶ θάνατον προσάγειν ; Ὅμως πέπονθας ὃ ἐϐούλου μοι πρᾶξαι. » Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά.
Ἡ δ’ ἱκέτευεν αὐτὸν λέγουσα οὕτως· « Ἔασόν με ζῆν, κυνηγέτα περδίκων, κἀγὼ δέ σοι πέρδικας <πολλὰς> προσάξω. » Ὁ δ’ ἀνηλεῶς ἔφη πρὸς ταύτην τάδε· « Σὺ <δὴ> ταῖς πέρδιξι προσαγγεῖλαι θέλεις εἰς χεῖρας ἐμάς τινα μὴ πλησιάσαι. » Ὁ μῦθος πρὸς τὸ μηδ’ ὅλως πιστεύειν τοῖς ἐχθροῖς.
Παρῆσαν δ’ ἐπισκεψόμενα τὸν βασιλέα, πλὴν ἀλώπεκος, τἄλλα τῶν ζῴων. […] Ἡ δ’ ἀπολογίας καιρὸν αἰτήσασα· « Καὶ τίς σε, ἐφη, τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν ὅσον ἐγώ, πανταχόσε περινοστήσασα, καὶ θεραπείαν ὑπὲρ σοῦ παρ’ ἰατρῶν ζητήσασα καὶ μαθοῦσα ; » Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· « Εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ. » Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· « Οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν. » Ὁ μῦθος δηλοῖ ὅτι ὁ καθ’ ἑτέρου μηχανώμενος καθ’ ἑαυτοῦ τὴν μηχανὴν περιτρέπει.
Ἐπιτηρήσας δ’ ὁ καρκῖνος αὐτὸν ὑπνοῦντα καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαϐόμενος καὶ ὅσον οἷόν τε πιέσας, φονεύει. Τοῦ δ’ ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν· « Οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.
Λύκου δ’ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. « Νῦν μὲν γάρ, φησί, λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι. » Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ’ ἡμέρας δ’ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. […] Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως· « Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ· πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι· ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν, καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν. » Ὁ δ’ αἱμοϐόρος καὶ μωρὸς ὄντως λύκος πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα.
Λέοντος δ’ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοϐεῖσθαι) ἔφυγεν. Ὁ δ’ ὄνος, νομίσας δι’ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι.
Ἄναξ δ’ ὁ λέων τοῦτον προσεκαλεῖτο. Ὁ δὲ τὸ βέλος ἀποστείλας τοῦ τόξου, λαϐὼν ὁ λέων αὖθις ἔφυγε λέγων· « Ὢ τῆς συμφορᾶς, τί συνέϐη τῷ τάλᾳ ; » Τοῦ δὲ θρηνοῦντος, τοῦτ’ ἡ ἀλώπηξ λέγει· « Ἵνα τι οὕτως ἀκράτως δραπετεύεις ; στῆθι, προσμεῖνον, ἵνα σοι ὁμιλήσω. » Ὁ δὲ πρὸς αὐτὴν μέγα στενάξας λέγει· « Εἰ ὁ τοξότης ἄγγελον τοῦτον κτᾶται, [τὸ σιδήριον μετὰ μικροῦ τοῦ ξύλου,] εἰ ἴδω αὐτὸν ὀφθαλμοῖς τοῖς ἰδίοις, τί δ’ ἄρα, εἴπέ μοι, καινὸν οὐ ποιήσει μετὰ μαχαίρας καὶ κόντου ὃν βαστάζει ; » Ὅτι ἐκ τῆς ἀρκῆς χρὴ σκοπεῖν τὰ τέλη ὅπως καὶ αὐτοὶ περισωθῶσι πάνυ.
Τούτου δ’ ἐπισκέψεως τὰ ζῷα χάριν ἅπαντα προσέρρεον ὡς βασιλεῖ γε. […] Τὸν δ’ ἀπαμειϐομένη ἀλώπηξ ἔφη· « Μέδων, οἱ ἐρχόμενοι, εἶπέ μοι ποῦ γε· οἱ μὲν εἰσερχόμενοι πολλοί, ἐξέρχονται δ’ ὀλίγοι ἐντεῦθεν· οὐκ ἔρχομαι· καλῶς γὰρ οἶμαι· τοῦτο δὲ λέγε. » Οἴδασιν οἱ φρόνιμοι ἐκ τεκμηρίων φεύγειν ὕψαλα πανοῦργα τῶν δυναστῶν.
Ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἢ πρότερον· « τότε μὲν γὰρ ἔϐλεπον πάντα, ἔφη, τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δ’ οὐδὲν ἰδεῖν δύναμαι. » Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι. […] Τοῦ δ’ ἰατροῦ τοὺς συμφωνηθέντας μισθοὺς αὐτὴν ἀποιτοῦντος, ὡς καθαρῶς βλέπουσαν ἤδη, καὶ τοὺς μάρτυρας παραγαγόντος· « Μᾶλλον μὲν οὖν, εἶπεν ἐκείνη, τὰ νῦν οὐδ’ ὁτιοῦν βλέπω· ἡνίκα μὲν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, πολλὰ τῶν ἐμῶν κατὰ τὴν ἐμαυτῆς ἔϐλεπον οἰκίαν· νῦν δ’ ὅτε με σὺ βλέπειν φῇς, οὐδ’ ὁτιοῦν ἐκείνων ὁρῶ. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων ἐξ ὧν πράττουσι λανθάνουσι καθ’ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.
Λύκος πλανώμενος <ποτ’> ἐν ἐρήμοις τόποις, κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος, δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη· « Λέοντ’ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν ; πλέθρου τ’ ἔχων τὸ μῆκος, οὐ θηρῶν ἁπλῶς πάντων δυνάστης ἀθρόων γενήσομαι ; » Λύκον δὲ γαυρωθέντα καρτερὸς λέων ἑλὼν κατήσθι’· ὁ δ’ ἐϐόησε μετανοῶν· « Οἴησις ἡμῖν πημάτων παραιτία. » Cod.
Ὡς δ’ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ’ ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προυπειλήφασιν.
Ἐπεὶ δ’ ἑορτὴ κατείληφεν, αὐτίκα ἐλθόντες αὖθις ἀπέλυσαν τοὺς βόας· ἡ δὲ δάμαλις κρατηθεῖσ’ ἐδεσμεύθη καὶ τῷ σχοινίῳ τοῖς κέρασι πλακέντι εὐθὺς εἵλκετο αὐτίκα τοῦ τυθῆναι. Οἱ βοῦς δ’ ὡς εἶδον ταύτην ἀφελκομένην ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐϐόων· « Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα· ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει μάχαιρα, φημί, καὶ καταθύσει πάλιν. » Ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι κίνδυνος καὶ μάστιξ.
Ἀλλ’ ἐπὶ ποδῶν ἀσπὶς ἦν κοιμωμένη· τὴν δ’ οὐ προιδὼν πεπάτηκεν εἰς κάραν. […] Τῆς δ’ ὀργισθείσης καὶ δακούσης αὐτόν, ἐκεῖνος ἤδη λειποψυχῶν ἔλεγε· « Δύστηνος ἐγώ· ἕτερον γὰρ θηρεῦσαι βουλόμενος, αὐτὸς ὑφ’ ἑτέρου ἠγρεύθην εἰς θάνατον. » Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιϐουλεύοντες λανθάνουσι πολλάκις ὑφ’ ἑτέρων τοῦτ’ αὐτὸ πάσχοντες.
Λύκος δὲ ἀρνὸν εὑρὼν πεπλανημένον οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλ’ ἐπεζήτει τοῦτον φαγεῖν εὐλόγως· ὅστις πρὸς αὐτὸν ταῦτα οὕτως ἐλάλει· « Πέρυσιν αὐτὸς πολλὰ καθύϐρισάς με. » Ὁ δὲ πρὸς αὐτὸν ταῦτα θρηνῶν ἐϐόα· « Ἐγὼ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ. » Ὁ δὲ πρὸς αὐτόν· « Τὴν ἄρουραν μου νέμεις. » Ὁ δ’ ἀρνὸς ἔφη· « Ἀκμὴν τροφὴν οὐκ εἶδον. » Πάλιν ὁ λύκος· « Ἐκ τῆς πηγῆς μου πίνεις. » Ὁ δ’· « Οὐ πέπωκα ὕδωρ, » αὐτῷ προσεῖπε· « τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου, καὶ πόμα αὐτὸ ἐμοὶ πάλιν τυγχάνει. » Ὁ δὲ συλλαϐὼν καὶ φαγὼν αὐτὸν εἶπεν· « Ἀλλ’ ἐγὼ τέως νῦν ἄδειπνος οὐ μένω διὰ τό σέ μου ἀφορμὴν πᾶσαν λύειν. » Ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ.
Λαϐὼν δὲ ταύτην χρυσοῦν ἐδόκει ἔχειν· ὡς δὲ ἐθεάσατο καρποὺς φοινίκων, τὰ μὲν ἐντὸς ἤγαγε Διὶ θυσίαν, καὶ τἀκτὸς προσήγαγε τῶν ἀμυγδάλων, τὰ δ’ ἄλλα κατέφαγε πεινῶν ὁ τάλας. […] Τοῦτο δ’ ὁ λόγος λέγει ὅτι φιλάργυροι σοφίζονται τὸ θεῖον χάριν φιλαργυρίας, δευτέρας λύσσης, διὰ πλεονεξίαν.
Ἀποθνῄσκων δ’ ἔφησε τοιοῦτον λόγον· « Ἐσθιόντι, πίνοντι καί λελουμένῳ οὐ μέλει μοι θάνατος, νὴ τοὺς θεούς μου. » Φέρουσί τινες τὸν θάνατον ῥᾳδίως, ὅταν ἐπέλθῃ ἀϐασανίστως τούτοις.
Ὁ δ’ ἀναστάς, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους βοῦς ἑκατὸν πλάσας, ἐπὶ τοῦ βωμοῦ θεὶς ὡλοκαύτωσεν. […] Ὡς δ’ οὐκ ἐπιστεύετο, ἀπαχθεὶς ὑπ’ αὐτῶν ἀπημπολήθη χιλίων δραχμῶν.
Τοῦτον δ’ ἀλώπηξ ἄνω θεασαμένη κάτωθεν ἕστη προσφέρουσα ἐπαίνους· « Ὄρνεον καλὸν καὶ εὐμέγεθες λίαν χερσὶ κρατούμενον βασιλικαῖς πρέπεις. » Ταῦτα λέγουσα προσάγει καὶ « τὸ εἶναι σὲ βασιλέα ἁπάντων τῶν ὀρνέων, εἰ οὐκ ἦς σιωπηρὸν καὶ φωνῆς δίχα· <τοῦτό γ’> εἰκάζω, ἄλαλος οὕτως πέλεις. » Ἀλλὰ χαυνωθεὶς ὁ κόραξ τοῖς ἐπαίνοις ῥίψας τὸ κρέας ἐκέκραγε μεγάλως. Δραμοῦσα δ’ ἀλώπηξ καὶ λαϐοῦσα κρέας· « Ἔχεις, » ἔφησε, στραφεῖσα πρὸς ἐκεῖνον, « ἅπαντα, κόραξ, νοῦς δὲ μόνον σοι λείπει. » Κόραξ τοὺς ὀφθαλμοὺς σώματος ὀρύττει· ψυχῆς δὲ κόρας ὀρύττει κολακία.
Ἀποπνιγόμεναι δ’ ἔλεγον· « Ἄθλιαι ἡμεῖς, ὅτι διὰ βραχεῖαν βρῶσιν ἀπολλύμεθα. » Ὁ μῦθος δηλοῖ ὅτι πολλοῖς ἡ λιχνεία πολλῶν κακῶν αἰτία γίνεται.
Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα· « Τὶ δή [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις, καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων], μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης καὶ τὸ αἷμα <αὐτῶν> χανδόθεν πινούσης ; Ὁ δ’· « Οὐκ ἄχαρίς εἰμι μερόπων γένει· στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως], τρίϐομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους. » Ἡ δέ· « Ἀλλ’ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ ἡ σοὶ φίλη τρίψις οἴκτιστος <δὴ> μόρος, ὅτε καὶ τύχῃ συμϐαίνει <μοι ἁλῶναι>.
Εἶπον δ’ οἱ μύες καθ’ ἑαυτοὺς τοιαῦτα· « Οὐ παρὰ λόγον ἡμᾶς γαλαῖ ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα ὥσπερ αὕται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. » Καὶ παραυτίκα συμϐούλιον λαϐόντες κατεστήσαντο τοὺς παμμεγέθεις μύας ὡς ἀρχηγέτας καὶ στρατηγοὺς τῶν ἄλλων. […] Σαλπίγγων δ’ ἄφνω φωνουσῶν, κελαδοῦντες ἐναπήρξαντο πολεμεῖν πρὸς [τὰς] γαλέας· οἳ κατὰ κράτος ἡττήθησαν εὐθέως.
Ἔφη δ’ ἡ κύων εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζῴων.
Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. […] Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος.
Χάριν δὲ μίαν ἄρτι νῦν ἐξαιτῶ σε, ὅπως ἐκϐάλλῃς ἄκανθαν ἐκ ποδός μου, μὴ μετὰ πόνου ἐγὼ ὁ τάλας θνήξω. » Εὐθὺς δ’ ὁ λύκος τῶν ὀδόντων τοῖς ἄκροις σκόλοπα δάκνων ἐξεῖλε παραυτίκα. […] Εὐθὺς δ’ ὁ λύκος ἔφη· « Δίκαια πάσχω· μεμαθηκὼς γὰρ πρῶτον μάγειρος εἶναι ἵππων ἰατρὸς ἵνα τί ἐγενόμην ; » Ὅτι πολλοὶ τοὺς ἐχθροὺς αὑτῶν ὠφελεῖν πειρώμενοι ἀντὶ ἀμοιϐῆς κακὰ αὐτοῖς παρέχουσιν.
Ἐκ τρίτου δ’ αὖθις ἀνάγει τὸν οἰκεῖον. Ὁ δ’ εὖγε τοῦτον ἀπολέσαι ἐφώνει. […] Ἔφη δ’ Ἑρμῆς πρὸς τὸν πένητα ἐκεῖνον· « Τοῦτόν γε, οὗτος, ἀπώλεσας ἢ ἄλλον ; » « Ναὶ τοῦτον, ὦ δέσποτα, » ὁ πένης ἔφη.
Οἰηθεὶς δ’ ὁ κύων ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν.
Ἀφικόμενος δ’ ἐπιδείξασθαι καὶ κακῶς ᾄδων πάνυ, λίθοις αὐτὸν ἐξώσαντες ἀπήλασαν.
Ἐπεὶ δὲ ζῷα ἐκράτησαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας λέγων· « Ἐγὼ τὴν πρώτην αἱρῶ ὡς βασιλεύων· τὴν δευτέραν δὲ ὡς κοινωνὸς ὀνάγρου· εἰ δὲ τὴν τρίτην λάϐῃς, σὺν πόνῳ λήψῃ· ἧ δ’ οὖν φυγὲ σύ, μὴ μόρον εὕρῃς τάχα. » Ὅτι καλόν ἐστι μετρεῖν <ἑαυτὸν> ἐν ἅπασι κατὰ τὴν ἰδίαν ἰσχύν, τοῖς δὲ δυνατοῖς μὴ συνάπτειν.
Ῥοιὰ καὶ μηλέα περὶ κάλλους ἤριζον· πολλῶν δ’ ἀμπισϐητήσεων μέταξυ γενομένων, βὰτος ἐκ τοῦ πλησίον ἀκούσασα φραγμοῦ· « Παυσώμεθα, εἶπεν, ὦ φίλαι, ποτὲ μαχόμεναι. » Ὁ μῦθος δηλοῖ ὅτι ἐν ταῖς τῶν ἀμεινόνων στάσεσι καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται εἶναί τι.
Παριοῦσα δ’ ἀλώπηξ, ὡς εἶδε τούτους πτῶμα δεινὸν κειμένους ἔνθεν κἀκεῖσε, τὸν βοῦν δὲ μέσον κείμένον τεθνεῶτα, δάκνουσ’ ἔσυρε τὸν βοῦν ἐκ μέσου τούτων τοῖς τέκνοις βρῶμα προσάγουσ’ ἄλλων κόπον. Ἀναστῆναι οὖν μὴ δυνάμενοι εἶπον· [ἔτυπτον, ἐσπάραττον, ἔθλιϐον πέρνα] « Ἄθλιοί ἐσμεν, δι’ ἄλλους ἐμοχθοῦμεν. » Ὁ λόγος δηλοῖ ὅτι δικαίως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσιν τὰς ἐπικαρπίας ἐπιφερομένους. – Ὅμοιον δ’ ἔστι τοῦτο τῷ λόγῳ ἐκείνῳ· ἄλλοι σκάπτουν καὶ κλαδεύουν καὶ ἄλλοι τραγούδουν καὶ πίνουν.
Ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγείας. » Ἡ δ’ ἀπερκίθη πρὸς τὸν αἴλουρον ταῦτα· « Εἰ σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνῄσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν. » Τοὺς δολίους ὑποκριτάας, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει.
Ἡ δ’ ἐπεϐόα, κράζουσα δὴ μεγάλως.
Συνέϐη δ’ αὐταῖς τοῦτο διαπραξαμέναις χαλεπωτέροις περιπεσεῖν τοῖς δεινοῖς.
Παρελθόντων δ’ ὀλίγον ἐκείνων, ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα, τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο.
Τί δή ποτ’ οὖν οὕτω τούτους φοϐῇ ; » Κἀκεῖνος γελῶν εἶπεν· « Ἀληθῆ μὲν ταῦτα φῇς, τέκνον· ἓν δ’ οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ’ ὅπως ἐκφέρομαι. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν.
Ἡ δ’ ὄρνις πιμελὴς γενομένη οὐδ’ ἅπαξ τῆς ἡμέρας τεκεῖν ἠδύνατο.
Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ’ ὑπολαϐοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη ; » Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.
Ἔφησε δ’ ὁ μάγειρος πρὸς κύνα οὕτως· « Ὦ κακὲ κύων, οὐκ ἂν ἐμὲ λανθάνοις· ἢν γὰρ ἐμοῦ καρδίαν δοκεῖς λαμϐάνειν, ταύτην ἐγὼ ἔλαϐον διπλῆν ἐκ σοῦ γε. » Ἐκεῖνα μανθάνει τις ἅπερ μαθεῖν φέρει ἡ τύχη.
Ὁ δὲ πρὸς αὐτὴν τοιαῦτα οὕτως λέγει· « Ἀλλ’ ἐγὼ φωνῶ ἔγγιστα τῶν ἀστέρων, καὶ εἰς οὐρανῶν ἀνίπταμαι τὰ ὕψη· σὺ δ’, ὡς ἀλέκτωρ, κάτωθεν βηματίζεις μετὰ ὀρνίθων καὶ τῶν ἀλεκτορίδων. » Ὅτι κρεῖσσόν ἐστι περίϐλεπτόν τινα εἶναι ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.
Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐϐόα· « Λάϐε τοῦ βάρους καὶ κούφισον ὀλίγον· οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν, καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ· εἰ δ’ οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν. » Ὁ δ’ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον, καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει.
Ὁ δ’ ἀγαλματοποιὸς ἔφη· « Ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι. » Ὁ μῦθος πρὸς ἄνδρα κενόδοξον οὐδεμίᾳ παρ’ ἄλλοις ὄντα τιμῇ.
Εἰ δὲ θέλετε ἡμῖν καθυπακοῦσαι, ἔκδοτε ἡμῖν κοινῶς ἐμφορηθῆναι. » Ὡς δ’ ὑπήκουσαν παραυτίκα οἱ κύνες, εἰσεπήδησαν ἐν τῇ ποίμνῃ οἱ λύκοι καὶ παραυτίκα διέφθειραν τοὺς κύνας, ἵνα μὴ βοήσωσι κατὰ τῶν λύκων.
Μετὰ δ’ ὀλίγον χειμὼν ἐπιφοιτήσας καὶ σφοδρὰ πῆξις, ὡς χελιδόνα εἶδε νεκρὰν ῥιγοῦσαν, πτῶμα κειμένην χαλεπὸν ὑπὸ κρύους· « Σὺ κἀμὲ καὶ σαυτὴν ἀπώλεσας, » ἔφη.
Ὡς δ’ εὗρεν αὐτὴν μεμεστωμένην κόπρῳ, κατηφὴς ἐγένετο καὶ τεθλιμμένος.
Ἀλώπεκος δ’ ἐρομένης τὴν αἰτίαν, ὅτι, μηδεμιᾶς προκειμένης ἀνάγκης, τοὺς ὀδόντας θήγει, ἔφη· « Οὐκ ἀλόγως τοῦτο ποιῶ· εἰ γάρ με κίνδυνος περισταίη, οὔκουν με τηνικαῦτα πρὸς τὸ τοὺς ὀδόντας ἀκονᾶν ἀσχολεῖσθαι δεήσει, ἀλλὰ μᾶλλον ἑτοίμοις οὖσι χρῆσθαι. » Ὁ μῦθος δηλοῖ ὅτι δεῖ πρὸς τὸν κίνδυνον παρασκευάζεσθαι.
Μετὰ δ’ ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς, ἐπυνθάνετο πῶς πρὸς τοὺς ἐκεῖ διεγένετο.
Ἡνίκα δ’ αὐτον ἤδη ἀνανήφειν ἐστοχάσατο, προσελθοῦσα τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου.
Κύων κρέας ἔφερεν εἰς τὸ ποιῆσαι δεῖπνον· σκιὰν δὲ τὴν αὐτοῦ ἰδὼν εἰς ποταμὸν ἑστῶσαν, κρέας φέρουσαν κἀκείνην ὡς καὶ αὐτός, ῥίψας τὸ οἰκεῖον ἐγύρευε τὸ ξένον· καὶ ῥεῦμα τούτου προσέσυρε τὸ κρέας· τὸ δ’ ἄλλο ἠφάνισται, καὶ γὰρ οὐκ ἦν γε· ἀμφότερα γὰρ παρέσυρε τὸ ῥεῦμα.
Σὺ δ’ ἄρτι πῶς ὠνητός, ὡς λέγεις, ἥκων, παρρησιάζῃ, φησί, καὶ κατακρώζεις ; » Πρόσφορος ὁ μῦθος πρὸς γέροντας εἰς τιμὴν προκριθέντας καὶ ὑπὸ τῶν αὐτῶν κατὰ φθόνον συνεγκλειομένους.
Ὁ δ’ ἀκροχολήσας εὐτρεπίσας τοὺς ὄνυχας οἷός τε ἦν συνθλάσαι τὴν ψύλλαν.
Τοῦτο δ’ ὑπῆρχε στρουθῶν κατοικεσία ἅμα τεττίγων φωνούντων, κελαδούντων.
Συνῆν δ’ αὐτοῖς καὶ γυνὴ πενιχρὰ μετὰ τοῦ ἑαυτῆς παιδός.
Ἡ δ’ ἐλάλαζεν ὅτι μηδεὶς ὃ μὴ ἔμαθεν μηδὲ ποιείτω.
Ἀλλ’ ὀπίσωθεν [αὐτοῦ] ἡ μήτηρ ἱσταμένη [καὶ] κλαίουσα ἐϐόα· « Τί πέπονθας τοῦτο, [ἐμὸν] ὦ τέκνον ; » Ὁ δ’ ἔφησε πρὸς τὴν μητέρα· « Ἔγγισον δή μοι καὶ δὸς ἀσπασμόν, μῆτερ, τὸν τελευταῖον. » Ἡ δ’ ἐλθοῦσα πλησίον τούτου, ἔδακεν εὐθὺς τὴν ῥίνα ταύτης, καὶ δακὼν ἀπέκοψεν εἰς τέλος, λόγον εἰπὼν τοιόνδε ταύτῃ· « Εἰ γὰρ σύ, μῆτερ, τὸ πρῶτον ἐτύπτησάς με, ὅτε δέλτον σοι ἔφερον, οὐκ ἂν φόνῳ παρεδόθην. » Οὗτος ὁ μῦθος λέγει· Δεῖ τοὺς φρονίμους τὰς ῥίζας ἐκκόπτειν τῶν σφαλμάτων· ἤγουν τὰς ἀρχὰς τῶν ἁμαρτημάτων καὶ τῶν ἄλλων κακῶν, ὅπως τῆς ῥίζης κοπείσης οἱ κλάδοι ξηρανθῶσιν.
Ὁ δ’ ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέϐαινε.
Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει· « Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση <πέλει>. » Ἔφη δ’ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε· « Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, †πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους.† » Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες.
Γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαϐεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη· « Παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ’ ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα. » Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποϐίωσιν τοῦ πατρὸς κατέσκαψαν.
Ὡς γοῦν ἐθεάσατο μικρόν γε τοῦτο ἔξω που ἱστάμενον μακρὰν τῆς λίμνης, τὸν βάτραχον ἔφθειρεν εἰπὼν καὶ λόγον· « Τὸν ἐχέφρονα μηδεὶς ταράττῃ λόγος, ἀλλ’ ἀνδρεία, φρόνησις, βουλὴ καλλίστη στερρώτερον αὐτοῦ νοῦν ἀπεργαζέσθων. » Ὁ λόγος πρὸς ἄνδρας γλωσσώδεις, μηδὲν δὲ πλέον τοῦ λαλεῖν δυναμένους· οὗτοι γλῶσσαν μὲν οὖν ἔχουσι, ἰσχὺν δ’ οὐδ’ ὅλως.
Ὁ δ’ ὑποστρέψας καὶ πάλιν λαϐὼν ἅλας, κατεπεπτώκει εἰς ποτάμια ῥεῖθρα, καὶ ἐκλυθέντων πάλιν τῶν ἁλατίων, ἐξανέστησεν ἑαυτὸν παραυτίκα.
Τότε λοιπὸν εἶπε πρὸς αὐτόν· « Ὦ ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραϐϐάτῳ· ὅταν δ’ ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις. » Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν.
Ἡ δ’ ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴν εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι.
Ἡ δὲ αἲξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περιττὸν τῆς τροφῆς, εἰρωνικῶς συνεϐούλευε λέγουσα· « Ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δ’ ἀχθηφορῶν.
Ἀλώπηξ δ’ αὐτῷ φθονήσασα, ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαϐοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι, καὶ προὐτρέπετο αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι.
Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἔσθητι σκεπάσας, ἔστη τε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων· « Ἄπολλον, ὅ μετὰ χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν ; » βουλόμενος [ὡς], εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον· εἰ δ’ ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν.
Λύκος δέ ποτε ἔξω τείχους ὑπῆρχεν· ἀρνὸς δ’ αὐτὸν ὕϐριζεν ἄνω τυγχάνων.
Αὖθις δ’ ὁ λέων ἐφώνησε μεγάλως· « Πόθεν καὶ ποῦ πορεύῃ, ἄριστε φίλων ; » Ὁ δὲ ταῦρος ἔφησεν· « Ὁρῶ σοι, ἄναξ, οὐκ εἰς πρόϐατον παρασκευὴν τυγχάνειν, ἀλλ’ εἰς ταῦρον μήκιστον ἡτοιμασμένην. » Ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν.
Ἡ δ’ ἐκϐαλοῦσα, δολιχόδειρος οὖσα, τὸν μισθὸν ἐπεζήτει τῆς ἀκεσίας.
Ἐπιστᾶσα δ’ ἡ Τύχη αὐτῷ ἐϐόα· « Ἀνάστα, ὦ παῖ, καὶ ἄπελθε ἐντεῦθεν, μήπως, σοῦ τῷ φρέατι προσπεπτωκότος, ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες. » Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις σφαλλόμενοι πράττοντες κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τύχην.
Ὅτε δ’ ἐπέστη ὁ καιρὸς τοῦ πολέμου, ὁ στρατιώτης σὺν τοῖς ὅπλοις ἐπέϐη ὧδε κἀκεῖσε τὸν ἵππον ἐγκεντρίζων.
Γενομένων δ’ αὐτῶν κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμῶνα σφοδρὸν συνέϐη γενέσθαι.
Μετὰ δ’ ἡμέρας οὐκ ὀλίγας παριόντος τινὸς καὶ τῆς θαλάττης (ἔτυχε γὰρ αὕτη γαληνιῶσα) τὴν ἠρεμίαν θαυμάζοντος, ὑπολαϐὼν οὗτος εἶπεν· « Ὦ λῷστε, φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ, καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα. » Ὁ μῦθος δηλοῖ ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.
Ἄρτι τοῦ ἰξοῦ φυομένου, χελιδὼν αἰσθομένη τὸν ἐνιστάμενον τοῖς πετεινοῖς κίνδυνον, συναθροίσασα πάντα τὰ ὄρνεα, συνεϐούλευσεν αὐτοῖς μάλιστα μὲν ταῖς ἰξοφόροις δρυσὶν ἐκκόψαι· εἰ δ’ ἄρα τοῦτο αὐτοῖς ἀδύνατον, ἐπὶ τοὺς ἀνθρώπους καταφυγεῖν καὶ τούτους ἱκετεῦσαι, ὅπως μὴ χρησάμενοι τῇ τοῦ ἰξοῦ ἐνεργείᾳ συλλαμϐάνωσιν αὐτά.
Ἀλλ’ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας· « Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ’ ἐχρῆτο, οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης. » Ὑπολαϐὼν δέ τις τῶν ἐκεῖ παρόντων· « Ὦ οὗτός γε, ἔφησε τῷ ἰητῆρι, οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος· Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι ; ἀλλ’ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι. » Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ εἰρωνεύονται μετὰ τὴν τύχην.
Ὁ μύρμηξ δὲ πρὸς αὐτόν· « Ποῦ, φησίν, ἦς τῷ θέρει ; πῶς δ’ οὐ συνῆξας τροφὰς ἐν ἀμητῷ ; » Ὁ δὲ τέττιξ· « ᾞδον καὶ ἔτερπον τοὺς ὀδοιποροῦντας. » Ὁ δὲ μύρμηξ γέλωτα πολὺν καταχέας ἔφη· « Οὐκοῦν χειμῶνος ὀρχοῦ. » Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν κρεῖττον τοῦ φροντίζειν τῶν ἀναγκαίων τροφῶν, καὶ μὴ ἀπασχολεῖσθαι εἰς τέρψιν καὶ κωμασίαν.
Ὁ δ’ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ.
Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δ’ ἐλαία, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη τῇ βίᾳ.
Ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκϐάλλῃ ἡ θάλαττα· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοϐουμένη, τῆς μὲν ἡμέρας οὐ φαίνεται, νύκτωρ δ’ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμϐάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα.
Ὄνος ὑπηρετούμενος κηπωρῷ, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πλεῖστα δ’ ἐμόχθει, ηὔξατο τῷ Διὶ ὥστε τοῦ κηπωροῦ ἀπαλλαγεὶς ἑτέρῳ ἀπεμποληθῆναι δεσπότῃ.
Εὐθὺς δ’ ὁ λύκος τυχὼν πάσης ἀδείας τὴν ποίμνην πᾶσαν διέφθειρεν εὐκόλως.
Εὑρὼν δ’ ἀγρίας πλείονας ὧν κατέσχε πάνυ χάρη τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις, ἃς ὡς κατεῖδεν, ἐξέτρεφε τοῖς φύλλοις.
Ἡ δὲ ἀλώπηξ· « Ὁ λέων, φησίν, ἀποθνῄσκων διάδοχον βασιλείας ἐζήτει· τὸν σῦν οὖν παρῃτήσατο ὡς ἀγνώμονα, ἄρκον δὲ ὡς νωθρόν, πάρδαλιν ὡς θυμώδη καὶ τίγριν ὡς ἀλαζόνα· μόνη δ’ αὐτῷ εἰς βασιλείαν ἐκρίθης ἀξία διά τε τὸ μέγεθος καὶ κάλλος, τῶν κεράτων τήν δύναμιν καὶ τῆς ζωῆς τὴν μακρότητα· δεῦρο οὖν μετ’ ἐμοῦ καὶ παρακαθημένη ζῶντι τῷ λέοντι τὴν βασιλείαν μετὰ τὸν ἐκείνου θάνατον λάμϐανε. » Ἀκούσασα δὲ τῶν λόγων τῆς ἀλώπεκος καὶ πεισθεῖσα ἡ ἔλαφος ἠκολούθησε μεχρὶ τοῦ σπηλαίου ἐν ᾧ ὁ λέων ἔκειτο. […] Ἡ δ’ ἀλώπηξ μακρόθεν ἑστῶσα ἔφη· « Ὦ λέον, μὴ ζήτει καρδίαν· αὕτη γὰρ ἀληθῶς καρδίαν οὐκ εἶχεν· εἰ γὰρ καρδίαν εἶχεν, δὶς εἰς χεῖρας λέοντος οὐκ ἂν ἦλθεν. » Cod.
Ὁ δὲ δρυτόμος εἶπε πρὸς ταύτην· « Ἄπελθε τὸ ζῆν παρ’ ἐμοῦ ἔχουσα. » Ἡ δ’ ἀλώπηξ ἔφη· « Οὐκ ἔχω σοι χάριν· τῷ μὲν στόματι ἔσωσας, τῷ δὲ δακτύλῳ ἀπέκτεινας. » Cod.
Ὁ δ’ ἀετός, ἀμηχανήσας τοῖς ὅλοις, ἀναϐὰς ἐπὶ τὸν Δία (τούτου γὰρ ἱερὸς εἶναι λέγεται) τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἔθηκε, τῷ θεῷ ταῦτα παραθέμενος καὶ ἱκετεύσας φυλάττειν.
Αὐτοῦ δ’ ὁ κύων ἄλλον κύνα ἐκάλει λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη· ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε· τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω, ἵνα αὔριον μὴ πεινάσω καθόλου. » Ταῦτα οὖν λέγων καθ’ ἑαυτὸν ὁ κύων ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον.
Ἡ δ’· « Ἀλλ’ εἰ τοσαύτας, εἶπε, φρένας ἐκέκτησο, ὁπόσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν κατέϐης, πρὶν ἢ τὴν ἄνοδον σκέψασθαι. » Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν.