Chambry 352
Chambry 352.1
Χελώνη καὶ ἀετός — La tortue et l’aigle.
Χελώνη θεασαμένη ἀετὸν πετόμενον ἐπεθύμησε καὶ αὐτὴ πέτεσθαι. Προσελθοῦσα δὲ τοῦτον παρεκάλει ἐφ’ ᾧ βούλεται μισθῷ διδάξαι αὐτήν. Τοῦ δὲ πείθοντος καὶ λέγοντος ἀδύνατον εἶναι, καὶ ἔτι αὐτῆς ἐπικειμένης καὶ ἀξιούσης, ἄρας αὐτὴν καὶ μετέωρος ἀναϐὰς ἀφῆκεν ἐπί τινος πέτρας, ὅθεν κατενεχθεῖσα ἀπερράγη καὶ τέθνηκεν.
Ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔϐλαψαν.
Chambry 352.2
Aliter — Autre version.
Χελώνη θεασαμένη ἀετὸν πετόμενον ἐπεθύμησεν καὶ αὐτὴ πέτεσθαι· καὶ προσελθοῦσα παρεκάλει αὐτὸν ἔφ’ ᾧ βούλεται μισθῷ διδάξαι αὐτήν. Τοῦ δὲ λέγοντος ἀδύνατον τοῦτο γενέσθαι, ἔτι ἐπέμενεν δυσωποῦσα αὐτὸν ἆραι πρὸς τὸ διδάξαι αὐτήν. Ὁ δὲ ἐκκακήσας ἦρεν αὐτὴν καὶ μετέωρος ἀρθεὶς ἀφῆκεν πέτεσθαι. Ἡ δὲ κατενεχθεῖσα ἐπί τινος πέτρας ἀπερράγη καὶ ἀπέθανεν.
Ὅτι οἱ τὰ ἀδύνατα ἐπιθυμοῦντες ἑαυτοῖς ἑκουσίως κίνδυνον ἐπιφέρουσιν.
Chambry 352.3
Aliter — Autre version.
Χελώνη ἀετὸν θεασαμένη πετόμενον ἐπεθύμησε καὶ αὐτὴ πέτεσθαι. Προσελθοῦσα δὲ πρός τινα παρεκάλει αὐτὸν ἐπὶ μισθῷ διδάξαι αὐτὴν πέτεσθαι. Τοῦ δὲ λέγοντος ἀδύνατον εἶναι, ἐκεῖνος παρακούσας, ἀναϐὰς εἰς ὕψος ἀφῆκεν αὐτήν, καὶ παράχρημα ἐπὶ πέτρας πεσοῦσα διερράγη.
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ἐν ταῖς φιλονεικίαις τῶν φρονιμωτέρων αὐτῶν παρακούσαντες ἑαυτοὺς κατέϐλαψαν.
Chambry 352.4
Aliter — Autre version.
Χελώνη θεασαμένη ἀετὸν πετόμενον ἐπεθύμησε καὶ αὐτὴ πετασθῆναι. Προσελθοῦσα δὲ τοῦτον παρεκάλει ἐφ’ ᾧ βούλεται μισθῷ διδάξαι αὐτήν. Τοῦ δὲ λέγοντος ἀδύνατον εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. Λαϐὼν οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀναγαγοῦσα ἀφῆκεν· ἡ δὲ καταπεσοῦσα συνετρίϐη.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς ἀδυνάτοις ἐπιχειροῦντες κίνδυνον ἑαυτοῖς προξενοῦσιν.
Chambry 352.5
Aliter — Autre version.
Χελώνη ἀετοῦ ἐδεῖτο ἵπτασθαι αὐτὴν διδάξαι. Τοῦ δὲ παραινοῦντος πόρρω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. Λαϐὼν οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκὼν, εἶτ’ ἀφῆκεν. Ἡ δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίϐη.
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔϐλαψαν.
Une tortue pria un aigle de lui apprendre à voler. L’aigle lui remontrant qu’elle n’était pas faite pour le vol, loin de là ! elle n’en devint que plus pressante en sa prière. Alors il la prit dans ses serres, l’enleva en l’air, puis la lâcha. La tortue tomba sur des rochers et fut fracassée.
Cette fable montre que souvent, en voulant rivaliser avec d’autres, en dépit des plus sages conseils, on se fait tort à soi-même.