Chambry 327
Chambry 327.1
Σπάλαξ <καὶ μήτηρ> – La taupe et sa mère.
Σπάλαξ (ἐστὶ δὲ τοῦτο τὸ ζῷον τυφλὸν) λέγει πρὸς τὴν ἑαυτοῦ μητέρα ὅτι βλέπει. Κἀκείνη πειράζουσα αὐτὸν χόνδρον λιϐανωτοῦ δοῦσα ἐπηρώτα τί ποτε εἴη. Τοῦ δὲ εἰπόντος ψηφῖδα, ἔφη· « Ὦ τέκνον, οὐ μόνον τοῦ βλέπειν ἐστέρησαι, ἀλλὰ καὶ τὰς ὀσφρήσεις ἀποϐέϐλησαι. »
Οὕτως ἔνιοι τῶν ἀλαζόνων, [μέχρις οὗ] τὰ ἀδύνατα κατεπαγγέλλονται, καὶ ἐν τοῖς ἐλαχίστοις ἐξελέγχονται.
Une taupe — la taupe est un animal aveugle — disait à sa mère qu’elle voyait clair. Sa mère, pour l’éprouver, lui donna un grain d’encens, et lui demanda ce que c’était : « C’est un caillou, dit-elle. – Mon enfant, reprit la mère, non seulement tu es privée de la vue, mais encore tu as perdu l’odorat. »
Pareillement certains fanfarons promettent l’impossible et sont convaincus d’impuissance dans les cas les plus simples.
Chambry 327.2
Aliter — Autre version.
Ὁ μῦθος δηλοῖ ὅτι οὕτως ἔνιοι τῶν ἀλαζόνων ἀνθρώπων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.
Chambry 327.3
Aliter — Ἀσπάλαξ.
Ὁ ἀσπάλαξ τυφλὸν ζῷόν ἐστι. Φησὶν οὖν ποτε τῇ μητρί· « Συκαμινέαν, μῆτερ, ὁρῶ. » Εἶτα αὖθίς φησι· « Λιϐάνου ὀσμῆς πεπλήρωμαι. » Κἀκ τρίτου πάλιν· « Χαλκῆς, φησί, ψηφῖδος κτύπον ἀκούω. » Ἡ δὲ μήτηρ ὑπολαϐοῦσα εἶπεν· « Ὦ τέκνον, ὡς ἤδη μανθάνω, οὐ μόνον ὄψεως ἐστέρησαι, ἀλλὰ καὶ ἀκοῆς καὶ ὀσφρήσεως. »
Ὁ μῦθος δηλοῖ ὅτι ἔνιοι τῶν ἀλαζόνων τὰ ἀδύνατα κατεπαγγέλλονται καὶ ἐν τοῖς ἐλαχίστοις ἐλέγχονται.
Chambry 327.4
Aliter — Autre version.
Πηρὸν ἀσπάλαξ καὶ τυφλὸν ζῷον. Εἷς οὖν τὴν μητέρα θέλων φιλῆσαι, ἀντὶ τοῦ στόματος τῷ αἰδοίῳ προσψαύει. Τοῦτο δὲ ποιῶν τοὺς ἄλλους ἀδελφοὺς οὐκ ἔλαθεν. Εἷς δὲ αὐτῶν εἶπεν ὡς « θέλων τι μέγα ποιῆσαι καὶ πνοῆς ἧς εἶχες ἐστέρησαι δικαίως. »
Ὅτι πονηρὰ γνώμη καὶ αὐτὴν τὴν φύσιν ἀλλοιοῖ καὶ βλάπτει.