Chambry 270
Chambry 270.1
Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων — L’âne, le coq et le lion.
Ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν. Λέων δὲ λιμώττων, ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν καταθοινήσασθαι. Παρὰ δὲ τὸν ψόφον τοῦ ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ πτύρεσθαι τοὺς λέοντας πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνάς) εἰς φύγην ἐτράπη. Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατ’ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοϐήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. Ὁ δέ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν.
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους τοὺς αὑτῶν ἐχθροὺς ὁρῶντες καὶ διὰ τοῦτο καταθρασυνόμενοι λανθάνουσιν ὑπ’ αὐτῶν ἀναλισκόμενοι.
Chambry 270.2
Aliter — Autre version.
Ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλέκτωρ ἦσαν. Λέων δὲ λιμώττων, ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν καταθοινήσασθαι. Καὶ τοῦ ἀλέκτορος φθεγξαμένου πρὸς τὸν λέοντα, ὅτι τὰς φωνὰς τῶν ἀλεκτρυόνων τοὺς λέοντας ἀκούοντάς φασι πτύρεσθαι, τοῦ δὲ λέοντος προσποιουμένου εἰς φυγὴν τραπῆναι, ὁ ὄνος καταπηδήσας κατὰ τοῦ λέοντος ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν. Ὡς δὲ μακρὰν ἐγένετο ὀπίσω αὐτοῦ, ἐπιστραφεὶς ὁ λέων κατέφαγεν αὐτόν.
Οὕτως καὶ οἱ τῶν ἀνθρώπων παῖδες τεταπεινωμένους τοὺς ἐχθροὺς ὁρῶντες καὶ αὐτοὶ θρασυνόμενοι λανθάνονται ὑπ’ αὐτῶν ἁλισκόμενοι.
Chambry 270.3
Aliter — Autre version.
Ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεϐόσκετο. Λέοντος δ’ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοϐεῖσθαι) ἔφυγεν. Ὁ δ’ ὄνος, νομίσας δι’ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι. Ὡς δὲ πόρρω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνή, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. Ὁ δὲ θνῄσκων ἐϐόα· « Ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην ; »
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπ’ ἐκείνων ἀπόλλυνται.
Un coq paissait un jour en compagnie d’un âne. Comme un lion marchait sur l’âne, le coq poussa un cri, et le lion (on dit en effet qu’il a peur de la voix du coq) prit la fuite. L’âne, s’imaginant que, si le lion fuyait, c’était à cause de lui, n’hésita pas à lui courir sus. Quand il l’eut poursuivi jusqu’à une distance où la voix du coq n’arrivait plus, le lion se retourna et le dévora. Et lui disait en mourant : « Malheureux et insensé que je suis ! n’étant pas né de parents guerriers, pourquoi suis-je parti en guerre ? »
Cette fable montre que souvent on attaque un ennemi qui se fait petit à dessein et qu’on se fait ainsi tuer par lui.