Chambry 254
Chambry 254.1
Ξυλευόμενος καὶ Ἑρμῆς — Le bûcheron et Hermès.
Ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν πέλεκυν ἀπέϐαλε· τοῦ δὲ ῥεύματος παρασύραντος αὐτόν, καθήμενος ἐπὶ τῆς ὄχθης ὠδύρετο, μέχρις οὗ ὁ Ἑρμῆς ἐλεήσας αὐτὸν ἧκε. Καὶ μαθὼν παρ’ αὐτοῦ τὴν αἰτίαν δι’ ἣν ἔκλαιε, τὸ μὲν πρῶτον καταϐὰς χρυσοῦν αὐτῷ πέλεκυν ἀνήνεγκε καὶ ἐπυνθάνετο εἰ οὗτος αὐτοῦ εἴη. Τοῦ δὲ εἰπόντος μὴ τοῦτον εἶναι, ἐκ δευτέρου ἀργυροῦν ἀνήνεγκε καὶ πάλιν ἀνηρώτα εἰ τοῦτον ἀπέϐαλεν. Ἀρνησαμένου δὲ αὐτοῦ, τὸ τρίτον τὴν ἰδίαν ἀξίνην ἀνεκόμισε. Τοῦ δὲ ἐπιγνόντος, ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην πάσας αὐτῷ ἐχαρίσατο. Καὶ ὃς ἐπανελόμενος, ἐπειδὴ παρεγένετο πρὸς τοὺς ἑταίρους, τὰ γεγενημένα αὐτοῖς διηγήσατο. Τῶν δέ τις ἐποφθαλμιάσας ἐϐουλήθη καὶ αὐτὸς τῶν ἴσων περιγενέσθαι. Διόπερ ἀναλαϐὼν πέλεκυν παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν καὶ ξυλευόμενος ἐπίτηδες τὴν ἀξίνην εἰς τὰς δίνας ἀφῆκε καθεζόμενός τε ἔκλαιεν. Ἑρμοῦ δὲ ἐπιφανέντος καὶ πυνθανομένου τί τὸ συμϐεϐηκὸς εἴη, ἔλεγε τὴν τοῦ πελέκεως ἀπώλειαν. Τοῦ δὲ χρυσοῦν αὐτῷ ἀνενεγκόντος καὶ διερωτῶντος εἰ τοῦτον ἀπολώλεκεν, ὑπὸ τοῦ κέρδους ὑποφθὰς ἔφασκεν αὐτὸν εἶναι. Καὶ ὁ θεὸς αὐτῷ οὐ μόνον οὐκ ἐχαρίσατο, ἀλλ’ οὐδὲ τὸν ἴδιον πέλεκυν ἀποκατέστησεν.
Ὁ λόγος δηλοῖ ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναγωνίζεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.
Chambry 254.2
Aliter — Autre version.
Ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν ἑαυτοῦ πέλεκυν ἀπεϐάλετο. Τοῦ δὲ ῥεύματος παρασύραντος αὐτόν, ὑπὸ πολλῆς συσχεθεὶς θλίψεως, καθήμενος παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ὠδύρετο. Ἑρμῆς δὲ ὁ τοῦ ποταμοῦ θεὸς ἐλεήσας αὐτὸν ἧκε μαθεῖν θέλων παρ’ αὐτοῦ τὴν αἰτίαν δι’ ἣν ἔκλαιε. Τοῦ δὲ εἰπόντος αὐτῷ, καταϐὰς ὁ Ἑρμῆς χρυσοῦν πέλεκυν ἀνήνεγκεν ἐκ τοῦ ποταμοῦ, καὶ ἐπυνθάνετο εἰ τοῦτον ἀπώλεσεν. Ἀρνησαμένου δὲ αὐτοῦ, ἐκ δευτέρου καταϐὰς ἀργυροῦν ἀνήνεγκεν. Ὁ δὲ πάλιν ἠρνήσατο κἀκεῖνον μὴ εἶναι αὐτοῦ. Καταϐὰς δὲ ἐκ τρίτου τὴν ἰδίαν ἀξίνην ἐκόμισεν· ἐπηρώτησε δὲ τοῦτον καὶ πάλιν, εἰ ταύτην ἀπώλεσεν· ὁ δὲ· « Ἀληθῶς ταύτην ἀπώλεσα, » εἶπεν. Ὁ δὲ Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην καὶ τὸ ἀληθὲς πάσας αὐτῷ ἐχαρίσατο. Παραγενόμενος οὖν πρὸς τοὺς ἑταίρους αὐτοῦ, διηγήσατο αὐτοῖς τὰ συμϐάντα αὐτῷ. Εἷς δέ τις ἐξ αὐτῶν τοῦτον ἐπιφθονήσας ἐϐουλήθη καὶ αὐτὸς τὸ ἴσον παραγενόμενος ἐκεῖσε διαπράξασθαι. Διόπερ ἀναλαϐὼν πέλεκυν, παρεγένετο ἐπὶ τὸν αὐτὸν ποταμὸν ξυλευσόμενος, καὶ ἐπίτηδες τὴν ἑαυτοῦ ἀξίνην ῥίψας ἐν τῷ ποταμῷ, ἐκαθέζετο κλαίων. Αὐτίκα οὖν τοῦ Ἑρμοῦ ἐπιφανέντος καὶ τὴν αἰτίαν τῶν θρήνων πυνθανομένου, ἔφη ὅτι πέλεκυν ἀπώλεσα ἐν τῷ ποταμῷ· ὅπερ ἀκούσας ὁ Ἑρμῆς, καταϐὰς χρυσοῦν πέλεκυν ἀνήγαγε. Καὶ δὴ φήσαντος αὐτοῦ εἰ τοῦτον ἀπώλεσεν, ἔφη μετὰ χαρᾶς· « Ναὶ ἀληθῶς οὗτός ἐστιν. » Ἰδὼν οὖν ἐκεῖνος τὴν ἀναίδειαν καὶ τὸ ψεῦσμα αὐτοῦ, οὐ μόνον τοῦτον οὐκ ἐδωρήσατο αὐτῷ, ἀλλ’ οὐδὲ τὸν ἴδιον ἀπέδωκε πέλεκυν.
Ὁ μῦθος διδάσκει ὅτι, ὅσον τοῖς δικαίοις συναγνωνίζεται τὸ θεῖον, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.
Chambry 254.3
Aliter — Autre version.
Ξυλευόμενός τις παρὰ ποταμῷ τὸν οἰκεῖον ἀπέϐαλε πέλεκυν. Ἀμηχανῶν τοίνυν παρὰ τὴν ὄχθην καθίσας ὠδύρετο. Ἑρμῆς δὲ μαθὼν τὴν αἰτίαν καὶ οἰκτείρας τὸν ἄνθρωπον, καταδὺς εἰς τὸν ποταμὸν χρυσοῦν ἀνήνεγκε πέλεκυν, καὶ εἰ οὗτός ἐστιν ὃν ἀπώλεσεν ἤρετο. Τοῦ δὲ μὴ τοῦτον εἶναι φαμένου, αὖθις καταϐὰς ἀργυροῦν ἀνεκόμισε. Τοῦ δὲ μηδὲ τοῦτον εἶναι τὸν οἰκεῖον εἰπόντος, ἐκ τρίτου καταϐὰς ἐκεῖνον τὸν οἰκεῖον ἀνήνεγκε. Τοῦ δὲ τοῦτον ἀληθῶς εἶναι τὸν ἀπολωλότα φαμένου, Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην, πάντας αὐτῷ ἐδωρήσατο. Ὁ δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμϐάντα αὐτοῖς διεξελήλυθεν· ὧν εἱς τις τὰ ἴσα διαπράξασθαι ἐϐουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα κλαίων ἐκάθητο. Ἐπιφανεὶς οὖν ὁ Ἑρμῆς κἀκείνῳ καὶ τὴν αἰτίαν μαθὼν τοῦ θρήνου, καταϐὰς ὁμοίως χρυσῆν ἀξίνην ἐξήνεγκε καὶ ἤρετο εἰ ταύτην ἀπέϐαλε. Τοῦ δὲ σὺν ἡδονῇ· « Ναὶ ἀληθῶς ἥδ’ ἐστί » φήσαντος, μισήσας ὁ θεὸς τὴν τοσαύτην ἀναίδειαν, οὐ μόνον ἐκείνην κατέσχεν, ἀλλ’ ουδὲ τὴν οἰκείαν ἀπέδωκεν.
Ὁ μῦθος δηλοῖ ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναίρεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.
Un homme qui coupait du bois au bord d’une rivière avait perdu sa cognée. Aussi, ne sachant que faire, il s’était assis sur la berge et pleurait. Hermès, ayant appris la cause de sa tristesse, le prit en pitié ; il plongea dans la rivière, en rapporta une cognée d’or et lui demanda si c’était celle qu’il avait perdue. L’homme lui ayant répondu que ce n’était pas celle-là, il plongea de nouveau et en rapporta une d’argent. L’homme ayant déclaré que celle-là non plus n’était pas la sienne, il plongea une troisième fois et lui rapporta sa propre cognée. L’homme affirma que c’était bien celle-là qu’il avait perdue. Alors Hermès, charmé de sa probité, les lui donna toutes les trois. Revenu près de ses camarades il leur conta son aventure. L’un d’eux se mit en tête d’en obtenir autant. Il se rendit au bord de la rivière et lança à dessein sa hache dans le courant, puis s’assit en pleurant. Alors Hermès lui apparut à lui aussi, et apprenant le sujet de ses pleurs, il plongea et lui rapporta aussi une cognée d’or, et lui demanda si c’était celle qu’il avait perdue. Et lui, tout joyeux, s’écria : « Oui, c’est bien elle. » Mais le dieu, ayant horreur de tant d’effronterie, non seulement garda la hache d’or, mais il ne lui rendit même pas la sienne.
Cette fable montre que, autant la divinité est favorable aux honnêtes gens, autant elle est hostile aux malhonnêtes.
Chambry 254.4
Aliter — Autre version.
Ὁ μῦθος δηλοῖ ὅτι, ὅσον ὁ θεὸς εὐφραίνεται ἐπὶ τῷ δικαίῳ, τοσοῦτον πάλιν ἄχθεται ἐπὶ τῷ ἀδίκῳ.