(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 238 » pp. 351-351
/ 1093
(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 238 » pp. 351-351

Chambry 238

Chambry 238.1

Μόσχος καὶ ἔλαφος — Le veau et le cerf.

Μόσχος δέ ποτε πρὸς τὴν ἔλαφον εἶπε·
« Σὺ τῷ μεγέθει μείζων κυνῶν ὑπάρχεις
καὶ ταχινή τε καὶ πρὸς δρόμον ὀξεῖα·
κέρατα δὲ σὺ πρὸς ἄμυναν κατέχεις.
Τί δέ, ὦ μῆτερ, οὕτω φοϐῇ τοὺς κύνας ; »
Ἡ δὲ πρὸς αὐτὸν οὕτως ἔφη γελῶσα·
« Ὅτι μὲν ἐγὼ ταῦτα πάντα κατέχω
εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον·
ἐπὰν δὲ κυνὸς ὑλακὴν ἐπακούσω,
εὐθὺς σκοτοῦμαι καὶ τῇ φυγῇ κινοῦμαι. »

Ὁ μῦθος δηλοῖ ὅτι ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιρρώννυσιν.

Codd. Cg 12 Ch 87 Ca 120 Cb 73 Cd 87 Mb 124 Mc 72.

Chambry 238.2

Aliter — Νεϐρὸς καὶ ἔλαφος.

Νεϐρός ποτε πρὸς τὸν ἔλαφον εἶπε· « Πάτερ, σὺ καὶ μείζων καὶ ταχύτερος κυνῶν πέφυκας, καὶ κέρατα πρὸς τούτοις ὑπερφυᾶ φέρεις εἰς ἄμυναν. Τί δή ποτ’ οὖν οὕτω τούτους φοϐῇ ; » Κἀκεῖνος γελῶν εἶπεν· « Ἀληθῆ μὲν ταῦτα φῇς, τέκνον· ἓν δ’ οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ’ ὅπως ἐκφέρομαι. »

Ὁ μῦθος δηλοῖ ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν.

Codd. La 56 Lb 87 Le 87 Lf 56 Lg 34 Lh 43 Md 115 Me 118 Mf 100 Mg 112 Mi 31 Ml 115 Mm 102.

Chambry 238.3

Aliter — Μόσχος καὶ ἔλαφος.

Μόσχος πρὸς τὴν ἔλαφον εἶπεν· « Σὺ καὶ μεγέθει μείζων εἶ τῶν κυνῶν καὶ ταχύτητι διαφέρεις καὶ κέρατα πρὸς ἄμυναν ἔχεις. Τί οὖν τοσοῦτον φοϐῇ τοὺς κύνας ; » Καὶ ἡ ἔλαφος ἔφη· « Ὅτι μὲν ταῦτα πάντα ἔχω, οἶδα· ὑλακῆς δὲ εἰ ἀκούσω, τὸν λογισμὸν σκοτοῦμαι καὶ ὅλη τῆς φυγῆς γίνομαι. »

Ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία λόγου παραίνεσις ἐπιρρώννυσι, κἂν καὶ εὐμήκεις καὶ στερεοὶ τῷ σώματι φαίνωνται.

Codd. Ba 88 Bb 56.