(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 214 » pp. 146-146
/ 1093
(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 214 » pp. 146-146

Chambry 214

Chambry 214.1

Λέων <μῦν φοϐηθεὶς> καὶ ἀλώπηξ — Le lion qui a peur d’une souris et le renard.

Λέοντος κοιμωμένου μῦς τὸ σῶμα διέδραμεν. Ὁ δὲ ἐξαναστὰς πανταχόθεν περιειλίττετο ζητῶν τὸν προσεληλυθότα. Ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὤν μῦν ηὐλαϐήθη. Καὶ ὃς ἀπεκρίνατο· « Οὐ τὸν μῦν ἐφοϐήθην, ἐθαύμασα δὲ εἴ τις λέοντος κοιμωμένου τὸ σῶμα ἐπιδραμεῖν ἐτόλμησεν. »

Ὁ λόγος διδάσκει τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.

Codd. Pa 141 Pb 144 Pd 33 Pg 95 Ma 99 Ca 95.

Un lion dormait ; une souris courut tout le long de son corps. Le lion s’éveilla et se tourna dans tous les sens, cherchant celui qui l’avait affronté. Un renard, le voyant faire, le gourmanda d’avoir peur, lui lion, d’une souris. À quoi le lion répondit : « Ce n’est pas que j’aie eu peur de la souris, mais j’ai été surpris que quelqu’un ait osé courir sur le corps du lion endormi. »

Cette fable montre que les hommes sensés ne dédaignent pas même les petites choses.

Chambry 214.2

Aliter — Autre version.

Λέων ποτὲ καύματος ὥρᾳ ἔν τινι σπηλαίῳ ἀνεπαύετο. Μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος, ταραχθεὶς ἐξαναστὰς φοϐερὸν ἀπέϐλεπεν. Ἀλώπεκος δὲ καταγελώσης, εἶπεν· « Οὐ τὸν μῦν ἐφοϐήθην, ἀλλὰ τὴν πεῖραν. »

Ὁ λόγος δηλοῖ ὅτι τοῖς γενναίοις ἀπειρία χεῖρόν ἐστι τοῦ κολάζεσθαι.

Cod. Ma 108.

Chambry 214.3

Aliter — Autre version.

Κοιμωμένου λέοντος, μῦς ἐπέδραμεν τῇ χαίτῃ αὐτοῦ. Ὁ δὲ ἀνεπήδησε καὶ ἐθυμώθη. Ἀλώπηξ δὲ ἰδοῦσα ἐπεγέλασεν, ὡς τοιοῦτος ὢν τὸν μῦν πτοεῖται. Ὁ δὲ ἔφη· « Οὐ τὸν μῦν δέδοικα, ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνακόπτω. »

Ὁτι τῇ κακῇ συνηθείᾳ οὐ δεῖ παρέχειν ἄδειαν· νομὴν γὰρ λαϐοῦσα λύπην ἐσχάτην ποιεῖ.

Codd. Ba 65 Bb 41.