(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 201 » pp. 147-147
/ 1093
(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 201 » pp. 147-147

Chambry 201

Chambry 201.1

Λέων καὶ ἄρκτος — Le lion et l’ours.

Λέων καὶ ἄρκτος, ἐλάφου νεϐρὸν εὑρόντες, περὶ τούτου ἐμάχοντο. Δεινῶς δὲ ὑπ’ ἀλλήλων διατεθέντες, ἐπειδὴ ἐσκοτώθησαν, ἡμιθανεῖς ἔκειντο. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸν δὲ νεϐρὸν ἐν μέσῳ κείμενον, ἀραμένη αὐτόν, διὰ μέσων αὐτῶν ἀπηλλάττετο. Οἱ δὲ ἐξαναστῆναι μὴ δυνάμενοι ἔφασαν· « Ἄθλιοι ἡμεῖς, εἴ γε ἀλώπεκι ἐμοχθοῦμεν. »

Ὁ λόγος δηλοῖ ὅτι εὐλόγως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων πόνων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἀποφερομένους.

Codd. Pa 142 Pb 145 Pg 96 Mb 94.

Un lion et un ours, ayant trouvé un faon de biche, se battaient à qui l’aurait. Ils se portèrent l’un à l’autre des coups terribles, tant qu’enfin, pris de vertige, ils s’abattirent à demi morts. Un renard, qui passait, les voyant énervés, et le faon gisant au milieu, l’enleva et s’en alla en passant entre eux deux. Et eux, hors d’état de se relever, murmurèrent : « Malheureux que nous sommes ! c’est pour le renard que nous avons pris tant de peine. »

La fable montre qu’on a raison de se dépiter, quand on voit les premiers venus emporter le fruit de ses propres travaux.

Chambry 201.2

Aliter — Autre version.

Λέων καὶ ἄρκος ἔλαφον εὗρον. Περὶ τούτου ἀμφότεροι ἐμάχοντο ποῖος αὐτὸν καταθοινήσεται. Δεινῶς δὲ ὑπ’ ἀλλήλων διατεθέντες, ἐπειδὴ ἐσκοτώθησαν, ἔκειντο ἀπεναντὶ ἀλλήλων ὡς εἰ νεκροί. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο τούτους μὲν παρειμένους καὶ τὴν νεϐρὸν ἐν μέσῳ κειμένην, προσέδραμεν καὶ ταύτην ἐκ μέσου αὐτῶν ἀραμένη ἀπῆλθεν. Οἱ δὲ θεασάμενοι καὶ ἀναστῆναι μὴ δυνάμενοι ἔφασαν· « Ἄθλιοι ἡμεῖς, εἴγε δι’ ἀλώπεκα ἐμοχθοῦμεν. »

Ὁ λόγος ὅτι εὐλόγως ἐκεῖνοι ἄχθονται οἳ δι’ ὀργῆς ἄμυναν τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἐπιφερομένους.

Codd. Pf 79 Me 102 Mf 86 Mj 96.

Chambry 201.3

Aliter — Autre version.

Λέων καὶ ἄρκτος ἐλάφου νεϐρὸν εὑρόντες περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπ’ ἀλλήλων διατεθέντων, καὶ ἐκ τῆς πολλῆς μάχης ἀμφοτέρων σκοτισθέντων, καὶ ἡμιθανῶν κειμένων, ἀλώπηξ παριοῦσα, ὡς ἐθεάσατο τοὺς μὲν παρειμένους, τὸ δὲ νεϐρὸν ἐν μέσῳ κείμενον, εἰσελθοῦσα διὰ μέσου αὐτῶν, ἀραμένη τοῦτο, δρομαίως ᾤχετο. Οἱ δὲ ἰδόντες αὐτὴν καὶ ἀναστῆναι μὴ δυνάμενοι εἶπον· « Ἄθλιοι ἡμεῖς, ὅτι δι’ ἀλώπεκα ἐμοχθοῦμεν. »

Ὁ λόγος διδάσκει ὅτι εὐλογως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσι τὰς ἐπικαρπίας ἀποφερομένους. Ἢ· ὅτι πολλοὶ μόχθον καὶ κόπον ἑτέρων ποιοῦνται ἴδιον κέρδος.

Codd. Ca 96 Ce 73 Cf 77 Cg 2 Ch 77.

Chambry 201.4

Aliter — Autre version.

Λέων καὶ ἄρκτος, ὁμοῦ νεϐρῷ περιτυχόντες, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπ’ ἀλλήλων διατεθέντες, ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι, ἀπαυδήσαντες ἔκειντο. Ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεϐρὸν ἐν τῷ μέσῳ κείμενον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα καὶ τοῦτον ἁρπάσασα, φεύγουσα ᾤχετο. Οἱ δὲ βλέποντες μὲν αὐτήν, μὴ δυνάμενοι δὲ ἀναστῆναι· « Δείλαιοι ἡμεῖς, εἶπον, ὅτι δι’ ἀλώπεκα ἐμοχθοῦμεν. »

Ὁ μῦθος δηλοῖ ὅτι ἄλλων κοπιώντων ἄλλοι κερδαίνουσιν.

Codd. La 39 Lb 76 Le 76 Lf 39 Lh 33 Mg 101 Ml 96.

Chambry 201.5

Aliter — Autre version.

Λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπ’ ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο ἡμιθανεῖς. Ἀλώπηξ δὲ περιιοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα τὸ βρῶμα κείμενον ἐν μέσῳ, ἄρασα τοῦτο δρομαίως ᾦχετο. Οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι, εἶπον· « Ἄθλιοι ὄντως ἡμεῖς, ὅτι δι’ ἀλώπεκα ἐμαχόμεθα. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται.

Codd. Ma 179 Md 76 Mh 71 Mm 91 Lc 53 Lg 53.

Chambry 201.6

Aliter — Autre version.

Λέων ὁ μέγας καὶ ἄρκος τὸ θηρίον
εὑρόντες βοῦν ἤριζον δεινῶς εἰς τοῦτον.
Ὡς γοῦν ἐπετείνετο δεινῶς ἡ μάχη,
ἀμφότεροι ἔκειντο κατατρωθέντες
ἡμιθανεῖς, ἡμιτόμοι, νεκροὶ ὅλως.
Παριοῦσα δ’ ἀλώπηξ, ὡς εἶδε τούτους
πτῶμα δεινὸν κειμένους ἔνθεν κἀκεῖσε,
τὸν βοῦν δὲ μέσον κείμένον τεθνεῶτα,
δάκνουσ’ ἔσυρε τὸν βοῦν ἐκ μέσου τούτων
τοῖς τέκνοις βρῶμα προσάγουσ’ ἄλλων κόπον.
Ἀναστῆναι οὖν μὴ δυνάμενοι εἶπον·
[ἔτυπτον, ἐσπάραττον, ἔθλιϐον πέρνα]
« Ἄθλιοί ἐσμεν, δι’ ἄλλους ἐμοχθοῦμεν. »

Ὁ λόγος δηλοῖ ὅτι δικαίως ἐκεῖνοι ἄχθονται οἳ τῶν ἰδίων καμάτων τοὺς τυχόντας ὁρῶσιν τὰς ἐπικαρπίας ἐπιφερομένους. – Ὅμοιον δ’ ἔστι τοῦτο τῷ λόγῳ ἐκείνῳ· ἄλλοι σκάπτουν καὶ κλαδεύουν καὶ ἄλλοι τραγούδουν καὶ πίνουν.

Cod. Cd 77.