Chambry 197
Chambry 197.1
Λέων <γηράσας> καὶ ἀλώπηξ — Le lion vieilli et le renard.
Λέων γηράσας καὶ μὴ δυνάμενος δι’ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν ἔγνω δεῖν δι’ ἐπινοίας τοῦτο πρᾶξαι. Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο νοσεῖν· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν ἐπὶ τὴν ἐπίσκεψιν ζῷα συλλαμϐάνων κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄποθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ πῶς ἔχοι. Τοῦ δὲ εἰπόντος· « Κακῶς, » καὶ τὴν αἰτίαν ἐρομένου δι’ ἣν οὐκ εἴσεισιν, ἔφη· « Ἀλλ’ ἔγωγε εἰσῆλθον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός. »
Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.
Un lion devenu vieux, et dès lors incapable de se procurer de la nourriture par la force, jugea qu’il fallait le faire par adresse. Il se rendit donc dans une caverne et s’y coucha, contrefaisant le malade ; et ainsi, quand les animaux vinrent le visiter, il les saisit et les dévora. Or beaucoup avaient déjà péri, quand le renard, ayant deviné son artifice, se présenta, et s’arrêtant à distance de la caverne, s’informa comment il allait. « Mal », dit le lion, qui lui demanda pourquoi il n’entrait pas. « Moi, dit le renard, je serais entré, si je ne voyais beaucoup de traces d’animaux qui entrent, mais d’animal qui sorte, aucune. »
Ainsi les hommes judicieux prévoient à certains indices les dangers, et les évitent.
Chambry 197.2
Aliter — Autre version.
Λέων γηράσας καὶ μὴ δυνάμενος διακρέσαι αὑτῷ εἰς τροφὴν ἔγνω δι’ ἐπινοίας τι πρᾶξαι. Καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. Παραγενόμενα οὖν τὰ ζῷα ἐπισκέψεως χάριν συλλαμϐάνων, κατήσθιεν αὐτά. Πολλῶν οὖν ζῴων ἀναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα τοῦτο γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου, ἐπυνθάνετο πῶς ἔχει. Τοῦ δὲ εἰπόντος· « Κακῶς, » καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν οὐκ εἰσέρχεται, ἡ ἀλώπηξ ἔφη· « Ὅτι ὁρῶ ἴχνη πολλῶν εἰσιόντων, ὀλίγων δὲ ἐξιόντων. »
Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.
Chambry 197.3
Aliter — Autre version.
Λέων γηράσας καὶ μὴ δυνάμενος θηρᾶν καὶ ἑαυτὸν διατρέφειν, ἔγνω μηχανήσασθαί τι πρὸς ὠφέλειαν ἑαυτοῦ. Καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. Παραγινομένων δὲ τῶν ζῴων πρὸς αὐτὸν ἐπισκέψεως χάριν, συλλαμϐάνων αὐτὰ κατήσθιε. Πολλῶν οὖν θηρίων οὕτως ἀναλωθέντων, ἡ ἀλώπηξ τὸ τέχνασμα τούτου γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου ἠρώτα αὐτόν· « Πῶς ἔχεις ; » Τοῦ δὲ εἰπόντος· « Κακῶς, » καὶ ἐρωτήσαντος· « Διὰ τί, ὦ συντέκνισα, οὐκ εἰσέρχῃ εἴσω ; » ἡ ἀλώπηξ ἔφη· « Ὅτι ὁρῶ, κύριέ μου, πολλὰ μὲν εἰσιόντα τῶν θηρίων, ὀλίγα δὲ ἐξιόντα. »
Chambry 197.4
Aliter — Autre version.
οἱ μὲν εἰσερχόμενοι πολλοί, ἐξέρχονται δ’ ὀλίγοι ἐντεῦθεν· οὐκ ἔρχομαι· καλῶς γὰρ οἶμαι· τοῦτο δὲ λέγε. »
Οἴδασιν οἱ φρόνιμοι ἐκ τεκμηρίων φεύγειν ὕψαλα πανοῦργα τῶν δυναστῶν.
Chambry 197.5
Aliter — Autre version.
Λέων γηράσας κυνηγεῖν οὐκ ἠδύνατο· ἔκειτο δὲ ἐν τῷ σπηλαίῳ προσποιούμενος νοσεῖν, καὶ τὴν φωνὴν λεπτύνων καὶ ἀσθμαίνων. Ἐξῆλθε δὲ φήμη εἰς τὰ θηρία ἀσθενεῖν τὸν βασιλέα αὐτῶν· ἓν δὲ ἕκαστον εἰσήρχετο πρὸς ἐπίσκεψιν· ὁ δὲ ἀκόπως λαμϐάνων κατήσθιεν. Ἡ δὲ πανοῦργος ἀλώπηξ νοήσασα, πόρρωθεν στᾶσα, ἔφη· « Βασιλεῦ, πῶς ἔχεις ; – Κακῶς, εἶπεν· ἀλλὰ τί οὐ προσέρχῃ μοι, ἀλλὰ μακρόθεν ἐρωτᾷς ; δεῦρο, γλυκεῖα, καὶ τοῖς λόγοις σου παρηγόρησον. » Ἡ δὲ ἔφη· « Ὑγίαινε, ἐγὼ δὲ ἄπειμι· πολλῶν γὰρ θηρίων ἴχνη με κωλύει εἰσιόντων μέν, μηδ’ ὅλως δὲ ἐξιόντων. »
Ὅτι φρόνιμός ἐστιν ὁ συμφοραῖς ἑτέρων παιδευθεὶς καὶ μὴ προλαϐὼν πταίσας.
Chambry 197.6
Aliter — Autre version.
Λέων γηράσας καὶ τροφῆς ἀπορῶν νοσεῖν ὑπεκρίνετο· πάντα δὲ τὰ ζῷα εἰς θέαν αὐτοῦ ἀφικόμενα ἀπόνως ταῦτα συλλαμϐάνων κατήσθιεν. Ἀλώπηξ δὲ τοῦτο νοήσασα πόρρωθεν αὐτὸν προσηγόρευε. Ὁ δὲ λέων ἔφη· « Δεῦρο, γλυκεῖα, καὶ τοῖς λόγοις ἀσθενοῦντα παραμύθησαι. » Ἡ δὲ ἔφη· « Ὑγίαινε, βασιλεῦ, ἐγὼ δὲ ἄπειμι· πολλῶν γὰρ θηρίων ἴχνη βλέπω εἰσιόντων, ἐξιόντα δὲ οὐδενός. »