Chambry 116
Chambry 116.1
Ἔχις καὶ ἀλώπηξ — La vipère et le renard.
Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἄξιος τῆς νηὸς ὁ ναύκληρος. »
Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.
Une vipère était emportée sur un fagot d’épines par le courant d’une rivière. Un renard qui passait, l’ayant vue, s’écria : « Le pilote vaut le vaisseau. »
Ceci s’adresse à un méchant homme qui se livre à des entreprises perverses.
Chambry 116.2
Aliter — Autre version.
Ἔχις ἐπί τινος φραγμοῦ ἐκ παλιούρων εὐνάζετο, ὃς ἦν ἐπ’ ἀμπέλῳ τοῦ ποταμοῦ πλησίον. Τοῦ δὲ ποταμοῦ ὑπὸ συνεχῶν ὄμϐρων δεινῶς φυσηθέντος, ἤρθη ὁ φραγμὸς καὶ κάτωθεν ἀπῄει. Τοῖς δὲ παλιούροις ἡ ἔχις συνεπλάκη καὶ ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον καί τις κατιδοῦσα ἀλώπηξ σφόδρα γελάσασα ἔφη· « Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου καὶ ἄξιος τῆς νηὸς ὁ ναύκληρος. »
Ὅτι καὶ [ὡς] κακοὶ σὺν κακοῖς ἀπολοῦνται.
Chambry 116.3
Aliter — Δράκων <ἐπὶ παλιούροις φερόμενος>.
Ὁ μῦθος δηλοῖ ὅτι δικαίως οἱ κακοὶ ἐν κακοῖς ἀπολοῦνται.
Chambry 116.4
Aliter — Autre version.
Ποταμοῦ πλησίον ἄμπελος ἦν· φραγμὸς δὲ ἦν αὐτῇ παλίουροι. Πλημμύρας δὲ ὁ ποταμὸς ἐξέσυρε παλίουρον. Συνέϐη δὲ δράκοντα ταῖς φολίσι συμπλακέντα τῇ παλιούρῳ φέρεσθαι. Εἶπε δέ τις ἰδών· « Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου. »
Ὅτι δικαίως κακοὶ σὺν κακοῖς ἀπόλλυνται.