Chambry 104
Chambry 104.1
Ἔλαφος καὶ ἄμπελος — La biche et la vigne.
Ἔλαφος διωκομένη ὑπὸ κυνηγῶν ἐκρύπτετο ὑπό τινα ἄμπελον. Διελθόντων δὲ τῶν κυνηγῶν, στραφεῖσα κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. Εἷς δέ τις τῶν κυνηγῶν στραφεὶς καὶ θεασάμενος, ὃ εἶχεν ἀκόντιον βαλών, ἔτρωσεν αὐτήν. Ἡ δὲ μέλλουσα τελευτᾶν στενάξασα πρὸς ἑαυτὴν ἔφη· « Δίκαιά γε πάσχω, ὅτι τὴν σώσασάν με ἄμπελον ἠδίκησα. »
Οὗτος ὁ λόγος λεχθείη ἂν κατὰ ἀνδρῶν οἵτινες τοὺς εὐεργέτας ἀδικοῦντες ὑπὸ θεοῦ κολάζονται.
Chambry 104.2
Aliter — Autre version.
Ἔλαφος κυνηγοὺς φεύγουσα ὑπ’ ἀμπέλῳ ἐκρύϐη. Παρελθόντων δ’ ὀλίγον ἐκείνων, ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα, τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο. Τούτων δὲ σειομένων, οἱ κυνηγοὶ ἐπιστραφέντες καί, ὅπερ ἦν ἀληθές, νομίσαντες τῶν ζῴων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι, βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. Ἡ δὲ θνῄσκουσα τοιαῦτ’ ἔλεγε· « Δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι. »
Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται.
Une biche, poursuivie par des chasseurs, se cacha sous une vigne. Ceux-ci l’ayant un peu dépassée, elle se crut dès lors parfaitement cachée, et se mit à brouter les feuilles de la vigne. Comme les feuilles remuaient, les chasseurs s’étant retournés et pensant, ce qui était vrai, qu’il y avait une bête cachée dessous, tuèrent la biche à coups de traits. Celle-ci se sentant mourir prononça ces paroles : « Je l’ai bien mérité ; car je ne devais pas endommager celle qui m’avait sauvée. »
Cette fable montre que ceux qui font du mal à leurs bienfaiteurs sont punis de Dieu.