(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 101 » pp. 70-70
/ 1093
(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 101 » pp. 70-70

Chambry 101

Chambry 101.1

Δρῦς καὶ κάλαμος — Le chêne et le roseau.

Δρῦς καὶ κάλαμος ἤριζον περὶ ἰσχύος. Ἀνέμου δὲ σφοδροῦ γενομένου, ὁ μὲν κάλαμος σαλευόμενος καὶ συγκλινόμενος ταῖς τούτου πνοαῖς τὴν ἐκρίζωσιν ἐξέφυγεν, ἡ δὲ δρῦς ἀντιστᾶσα ἐκ ῥιζῶν ἔπεσεν.

Ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν ἢ ἀνθίστασθαι.

Codd. Pb 70 Mb 38 Cd 39.

Chambry 101.2

Aliter — Autre version.

Δρῦς καὶ κάλαμος ἤρισαν περὶ ἰσχύος. Ἀνέμου δὲ σφοδροῦ γενομένου, ὁ μὲν κάλαμος σαλευόμενος ταῖς πνοαῖς ἐξέφυγεν· ἡ δρῦς δὲ ἀντιστᾶσα ἐκ ῥιζῶν ἀνεσπάσθη.

<Ὁ> λόγος δηλοῖ ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν.

Cod. Pe 37.

Chambry 101.3

Aliter — Δρῦς καὶ κάλαμοι.

Δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῷ ἔρριψεν. Ἡ δὲ φερομένη τοὺς καλάμους ἠρώτα· « Πῶς ὑμεῖς, ἀσθενεῖς ὄντες καὶ λεπτοί, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ ἐκριζοῦσθε ; » Οἱ δὲ εἶπον· « Ὑμεῖς τοῖς ἀνέμοις μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε· ἡμεῖς δὲ παντὶ ἀνέμῳ ὑποπίπτοντες ἀϐλαϐεῖς διαμένομειν. »

Ὅτι οὐ δεῖ ἀνθίστασθαι τοῖς κρατοῦσιν [ἐνδόξοις], ἀλλ’ ὑποτάσσεσθαι καὶ ὑπείκειν.

Codd. Ba 29 Bb 18 Mg 52.

Chambry 101.4

Aliter — Autre version.

Δρῦν καταϐαλὼν ἐν ποταμῷ ἔρριψεν ἄνεμος. Ἡ δὲ φερομένη τοὺς ποταμίους καλάμους ἠρώτα· « Πῶς ὑμεῖς ἀσθενεῖς ὄντες ὑπὸ τῶν ἀνέμων οὐ καταϐάλλεσθε ; » Οἱ δὲ εἶπον· « Ἡμεῖς παντὶ ἀνέμῳ ὑποπίπτοντες ἀϐλαϐεῖς διαμένομεν· ὑμεῖς δὲ παντὶ ἀνθιστάμενοι ἀπὸ ῥιζῶν καταϐάλλεσθε. »

Cod. Bd 12.

Chambry 101.5

Aliter — Δένδρα καὶ κάλαμοι.

Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρα τοὺς καλάμους ἀϐλαϐεῖς διαμένοντας, ἐπυνθάνετο αὐτῶν πῶς αὐτὰ μὲν ἰσχυρὰ καὶ ἐμϐριθῆ ὄντα οὕτως κατακλᾶται, οἱ δὲ λεπτοὶ καὶ ἀσθενεῖς ὄντες οὐδὲν πάσχουσι. Κἀκεῖνοι ἔφασαν ὅτι « ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων ἐμϐολῇ καὶ οὕτω τὰς ὁρμὰς ἐκκλίνομεν· ὑμεῖς δὲ πεποιθότες τῇ ἰδίᾳ δυνάμει ἀντιτείνετε καὶ διὰ τοῦτο κατεάσσεσθε. »

Ὁ λόγος δηλοῖ ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀνθίστασθαι ἀσφαλέστερον.

Codd. Pa 221 Pb 213 Ma 133 Ca 180 Ce 114 Cf 122.

Chambry 101.6

Aliter — Κάλαμος καὶ ἐλαία.

Διὰ καρτερίαν καὶ ἡσυχίαν καὶ ἰσχὺν κάλαμος καὶ ἐλαία ἤριζον. Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδύνατός ἐστι καὶ ῥᾳδίως ὑποκλίνεται πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ, ἀνέμου ἰσχυροῦ γενομένου, ὁ μὲν κάλαμος σεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δὲ ἐλαία ῥιζωθεῖσα, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη, ἤλεγξεν αὐτὴν ὅτι ματαίως καὶ μάτην ἐπαίρεται ἐπὶ τῇ οἰκείᾳ δυνάμει.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πρὸς τὸν καιρὸν καὶ τοὺς κρείττονας αὐτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων.

Codd. Ca 59 Cb 41 Ce 43 Cf 47 Ch 48 Ma 51.

Chambry 101.7

Aliter — Autre version.

Διὰ καρτερίαν καὶ ἰσχὺν καὶ ἡσυχίαν κάλαμος καὶ ἐλαία ἤριζον. Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο. Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δ’ ἐλαία, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη τῇ βίᾳ.

Ὁ μῦθος δηλοῖ ὅτι τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων.

Codd. La 147 Lc 59 Ld 19 Lg 59 Mc 39 Md 46 Mh 41 Mi 81 Mk 43 Ml 52 Mm 58 Mn 19.

Chambry 101.8

Aliter — Κάλαμοι καὶ κυπάριττοι.

Κάλαμοι παρεπεφύτευντο κυπαρίττοις, καὶ αἱ κυπάριττοι, τὸ αὐτῶν ἀνεκρίζωτον διὰ τὸ εὖ κλίνειν ἀνέμοις ἐνορώμεναι, σφοδρῶς ἐπέκειντο τοῖς καλάμοις, « Πῶς ἡμεῖς, λέγουσαι, τὴν ἐκρίζωσιν ἀθρόαν δεινῶς ὑφιστάμεθα, ὑμεῖς δὲ καὶ ἅπασαι διαδρᾶναι τὸν κίνδυνον εὐκρινῶς μεμαθήκατε ; » Τί οὖν οἱ κάλαμοι ; « Ταῖς ὑπερτερούσαις ἡμῶν δυναστείαις μὴ ἀντιϐαίνειν μεμαθηκυῖαι, ἀλλὰ ταύταις ῥᾳδίως τὸν τράχηλον ὑποκλίνουσαι, τὴν αἰτίαν τοῦ ἀφανισμοῦ διαδιδράσκομεν ἔκρίζωσιν. »

Ὅτι τοῖς κρατοῦσιν οὐ δεῖ ἀνθίστασθαι, ἀλλὰ μᾶλλον ὑπείκειν.

Cod. Bc 23.