Chambry 92
Chambry 92.1
Δάμαλις καὶ βοῦς — La génisse et le bœuf.
Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαϐε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδὼν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· « Ὦ δάμαλις, διὰ τοῦτο ἤργεις διότι ἔμελλες ἀρτίως τυθῆναι. »
Ὁ μῦθος δηλοῖ ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.
Une génisse, voyant un bœuf au travail, le plaignait de sa peine. Mais une solennité religieuse étant arrivée, on détela le bœuf et l’on s’empara de la génisse pour l’égorger. À cette vue le bœuf sourit et lui dit : « Ô génisse, voilà pourquoi tu n’avais rien à faire : on te destinait à être immolée bientôt. »
Cette fable montre que le danger guette l’oisif.
Chambry 92.2
Aliter — Autre version.
Δάμαλις ἀγύμναστος βοῦν ἀροτριῶντα ἐταλάνιζε τοῦ κόπου, λέγουσα· « Ὢ πόσα κάμνεις καὶ ταλαιπωρεῖς. » Ὁ βοῦς δὲ ἐσίγα καὶ τὴν αὔλακα ἔτεμνεν. Ἐπεὶ δὲ οἱ ἀγρόται τοῖς θεοῖς ἤθελον θύειν, ὁ μὲν γέρων βοῦς ἀποζευχθεὶς εἰς νομὴν ἀπελύθη· ὁ δὲ μόσχος σχοινίῳ εἵλκετο ἐπὶ τὸ τυθῆναι. Ὁ δὲ βοῦς εἶπεν αὐτῷ· « Εἰς τοῦτο μὴ κάμνων ἐτηρήθης καί σου τὸν τράχηλον μάχαιρα, οὐ ζυγὸς τρίψει. »
Ὅτι τῷ ἐργαζομένῳ καὶ πονοῦντι ἔπαινος πρόσεστι, τῷ δὲ ἀργῷ κίνδυνος καὶ μάστιγες.
Chambry 92.3
Aliter — Autre version.
Δάμαλις ἔτι ἀγύμναστος βοῦν ἀροτριῶντα διὰ τὸν κόπον ὠνείδιζε λέγουσα· « Ὦ πόσα κάμνεις καὶ ταλαιπωρεῖς. » Ὁ δὲ τοῦ οἰκείου ἔργου ἐχόμενος ἐσιώπα. Ἑορτὴν δὲ τῶν γηπόνων τοῖς θεοῖς ἐκτελούντων ποτέ, ὁ ἀρότης μέν βοῦς τοῦ καμάτου ἀπολυθεὶς τοῖς χλοηφόροις ἐνετρύφα πεδίοις· ὁ δὲ μόσχος φραγελλωθεὶς τῷ βωμῷ τυθῆναι ἐσύρετο. Τότε οὖν ὁ βοῦς εἰρήκει αὐτῷ· « Οἶμαι ὅτι εἰς τοῦτο διετηοήθης ἀεργός, ἵνα ἐς ὕστερον ἀντὶ δουλείας ζυγοῦ τὴν μάχαιραν ὑπηρετήσῃς, τῇ χρονίᾳ ἀνέσει καλῶς ἐκτραφείς. »
Ὅτι τῷ ἐνεργοῦντι καὶ ἐργαζομένῳ ἔπαινοι, τῷ ἀεργῷ δὲ κίνδυνοι καὶ μάστιγες.
Chambry 92.4
Aliter — Autre version.
Ἀγύμναστος δάμαλις ἀροτριῶντα βοῦν ἐταλάνιζε, λέγουσα· « Ὦ ταλαίπωρε, πότε τῶν ἀπεράντων κόπων καὶ τῆς ταλαιπωρίας ταύτης ἐλευθερωθήσῃ ; » Ὁ δὲ βοῦς ἐσίγα καὶ τὴν αὔλακα ἔτεμνε. Ἐπεὶ δὲ ὁ δεσπότης αὐτῶν θύειν τοῖς θεοῖς ἐϐεϐούλευτο, τὸν μὲν ἐργάτην βοῦν ἀπέλυσεν εἰς νομάς, τὴν δὲ δάμαλιν σχοινίοις δήσας πρὸς τὸν βωμὸν εἷλκεν ἄκουσαν. Ἐπιστραφεὶς δὲ ὁ βοῦς καὶ γελάσας εἶπεν· « Ὦ τάλαινα, ταῦτά σοι ἡ ἄνεσις προεξένησεν, κἀμοῦ μὲν ὁ ζυγός, σοῦ δὲ ἡ μάχαιρα τρίψει τὸν τράχηλον. »
Chambry 92.5
Aliter — Autre version.
Ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι κίνδυνος καὶ μάστιξ.