Chambry 78
Chambry 78.1
Γέρων καὶ θάνατος — Le vieillard et la mort.
Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐϐάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου δι’ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· « Ἴνα τὸ φορτίον ἄρῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος, [ἐν τῷ βίῳ] κἂν δυστυχῇ.
Un jour un vieillard, ayant coupé du bois, le chargea sur son dos. Il avait un long trajet à faire. Fatigué par la marche, il déposa son fardeau et il appela la Mort. La Mort parut et lui demanda pour quel motif il l’appelait. Le vieillard répondit : « C’est pour que tu me soulèves mon fardeau… »
Cette fable montre que tous les hommes sont attachés à l’existence, même s’ils ont une vie misérable.
Chambry 78.2
Aliter — Autre version.
Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐϐάδιζε, καὶ διὰ τὸν πολὺν κόπον ἀποθέμενος ἐν τόπῳ τινὶ τὸν φόρτον, τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου παριόντος καὶ πυνθανομένου τὴν αἰτίαν δι’ ἣν αὐτὸν ἐκάλει, δειλιάσας ὁ γέρων ἔφη· « Ἴνα μου τὸν φόρτον ἄρῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ καὶ πτωχός ἐστι.
Chambry 78.3
Aliter — Autre version.
Γέρων ποτὲ εἰς ὄρος ἀναϐάς, ξύλα κόψας, ταῦτα ἔφερε πολλὴν ὁδὸν βαδίζων. Κοπιάσας δὲ καὶ τὸ φορτίον ἀποθέμενος, οἰμώξας τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ παραυτίκα ἐπισταθέντος αὐτῷ καὶ πυνθανομένου δι’ ἣν αἰτίαν ἐπεκαλέσατο αὐτόν, ἔφη ὁ γέρων· « Ἵνα τὸ φορτίον ἄρῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, κἂν λίαν δυστυχῇ.
Chambry 78.4
Aliter — Autre version.
Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα ἐπὶ τῶν ὤμων ἄρας πολλὴν ἐϐάδισεν ὁδόν. Κεκοπιακὼς δὲ καὶ ἀποθέμενος τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος καὶ πυνθανομένου δι’ ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ὁ γέρων ἔφη· « Ἵνα τὸν φόρτον μοι ἄρῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ λίαν, κἂν καὶ μυρίους κινδύνους ὑποστῇ.
Chambry 78.5
Aliter — Autre version.
Γέρων ποτὲ ξυλὰ τεμὼν ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐϐάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα καὶ τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· « Ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται.