Chambry 143
Chambry 143.1
Ἵππος καὶ στρατιώτης — Le cheval▶ et le soldat.
Ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις. Ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης καὶ αὐτὸς καθοπλισθεὶς ἐπέϐη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· « Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ’ ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν ; »
Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι.
Un soldat, pendant toute la durée de la guerre, avait nourri d’orge son ◀cheval▶, compagnon de ses travaux et de ses dangers. Mais, la guerre finie, le ◀cheval▶ fut employé à des besognes serviles et au transport de lourds fardeaux, et il ne fut plus nourri que de paille. Cependant une autre guerre fut annoncée, et à l’appel de la trompette le maître brida son ◀cheval▶, s’arma lui-même et l’enfourcha. Mais le ◀cheval▶ sans force tombait à chaque pas. Il dit à son maître : « Va maintenant te ranger parmi les fantassins ; car de ◀cheval▶ tu m’as changé en âne. Comment veux-tu d’un âne refaire un ◀cheval ? »
Dans les temps de sécurité et de relâche, il ne faut pas oublier les temps de malheur.
Chambry 143.2
Aliter — Autre version.
Ἔτρεφε τὸν ἑαυτοῦ ἵππον στρατιώτης, ἕως καιρὸς πολέμου ἦν. Παυσαμένου δὲ τοῦ πολέμου, ἀχύροις καὶ μόνοις ἔτρεφε, φορτίοις μεγάλοις καταϐαρύνων. Ὡς δὲ πάλιν καιρὸς πολέμου ἐπέστη, ὁπλισάμενος τὸν ἵππον ἀναϐὰς ἔτρεχε. Τοῦ δὲ ἵππου συνεχῶς καταπίπτοντος, ἐδυσχέραινε. Ὁ δὲ ἵππος αὐτῷ ἔφη· « Ἄπελθε, ὦ δέσποτα, πεζὸς πολεμήσων· σὺ γὰρ ἀφ’ ἵππου ὄνον με πεποίηκας, χυδαίαις ἐργασίαις καταϐαρύνων, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον με θέλεις ἔχειν ; »