Chambry 262▶
Chambry ◀262.1▶
Ὁδοιπόρος καὶ Τύχη — Les voyageurs et la fortune.
Ὁδοιπόρος πολλὴν ὁδὸν διανύσας, ἐπειδὴ κόπῳ συνείχετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. Μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν, ἡ Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν· « Ὦ οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σεαυτοῦ ἀϐουλίαν, ἀλλ’ ἐμὲ ᾐτιῶ. »
Οὕτω πολλοὶ τῶν ἀνθρώπων δι’ ἑαυτοὺς δυστυχήσαντες τοὺς θεοὺς αἰτιῶνται.
▶Un voyageur, ayant fait une longue route, et se trouvant recru de fatigue, se laissa tomber sur le bord d’un puits et s’endormit. Il allait à coup sûr tomber dedans, quand la Fortune, s’étant approchée de lui, l’éveilla et lui dit : « Hé, l’ami ! si tu étais tombé, ce n’est pas ton imprudence, c’est moi que tu en aurais accusée. »
C’est ainsi que beaucoup de gens, tombés dans le malheur par leur faute, en accusent les dieux.
Chambry ◀262.2▶
Aliter — Παῖς καὶ Τύχη.
Ἐγγὺς φρέατος παῖς τις ἐκοιμᾶτο. Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἐϐόα· « Ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μή πως κάτωθεν τοῦ φρέατος πέσῃς, καὶ ἐμὲ τὴν Τύχην καταμέμψωνται πάντες. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις σφαλλόμενοι καὶ πράττοντες κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τὴν τύχην.
▶Chambry ◀262.3▶
Aliter — Autre version.
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις σφαλλόμενοι πράττοντες κακῶς περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τύχην.
Chambry ◀262.4▶
Aliter — Ἄνθρωπος καὶ Τύχη.
Ἐγγὺς φρέατός τις ἐκοιμᾶτο. Ἡ δὲ Τύχη ἐπιστᾶσα αὐτῷ εἶπεν· « Ἔγειραι καὶ ἀλλαχοῦ κοιμήθητι μή πως, ἐν τῷ φρέατι σοῦ πεσόντος, ἐμὲ τὴν Τύχην ἅπαντες καταμέμψωνται. »
Ὅτι πολλάκις σφαλλόμενοι καὶ κακῶς πράσσοντες κινδύνοις περιπεσόντες εἱμαρμένην καὶ τύχην καταμεμφόμεθα.
▶Chambry ◀262.5▶
Aliter — Autre version.
Ἐν φρέατι τινὶ κοιμωμένου τινός, ἡ Τύχη ἐπιστᾶσα αὐτῷ εἴρηκεν· « Ἔγειραι, κοιμήθητι ἀλλαχόσε, μή πως, σοῦ κρημνισθέντος, οἱ σοῦ προσγενεῖς ἐμοὶ τὴν μέμψιν ἐπάξωσιν. »
Ὅτι πολλάκις οἱ ἄνθρωποι σφαλλόμενοι οὐχ ἑαυτοῖς, ἀλλὰ μᾶλλον τῇ Τύχῃ τὸν μῶμον προσάγουσιν.
Chambry ◀262.6▶
Aliter — Autre version.
Φρέατος ἔγγιστα καὶ παρὰ τὸ χεῖλος αὐτοῦ τις ἄνθρωπος πεσὼν ὕπνωσεν. Ἡ δὲ Τύχη ἐπιστᾶσα ἔφη αὐτῷ· « Ἐγέρθητι καὶ ἀλλαχοῦ κοιμήθητι, ἄνθρωπε, μή πως, πεσόντος σοῦ ἐν τῷ φρέατι καὶ ἀποπνιγέντος, ἐμοὶ τῇ Τύχῃ οἱ ἄνθρωποι μέμψωνται. »