Chambry 115
Chambry 115.1
Ἐχθροὶ δύο — Les deux ennemis.
Δύο ἐχθροὶ ἐν μιᾷ νηῒ ἔπλεον· καὶ βουλόμενοι πολὺ ἀλλήλων διεζεῦχθαι ὥρμησαν ὁ μὲν ἐπὶ▶ τὴν πρώραν, ὁ δὲ ◀ἐπὶ▶ τὴν πρύμναν καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς περιτρεπομένης, ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυϐερνήτου περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. Τοῦ δὲ εἰπόντος· « Κατὰ τὴν πρώραν, » ἔφη· « Ἀλλ’ ἐμοίγε οὐκέτι λυπηρὸς ὁ θάνατός ἐστιν, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου ἀποπνιγόμενον πρῶτον. »
Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς πέλας δυσμένειαν αἱροῦνται καὶ αὐτοί τι δεινὸν πάσχειν ὑπὲρ τοῦ κἀκείνους ὁρᾶν συνδυστυχοῦντας.
Chambry 115.2
Aliter — Autre version.
Δύο τινὲς πρὸς ἀλλήλους ἔχθραν ἔχοντες ἐν μιᾷ νηῒ ἔπλεον. Βουλόμενοι δὲ πολὺ ἀπ’ ἀλλήλων διεζεῦχθαι, ὥρμησεν ὁ μὲν εἷς ◀ἐπὶ▶ τὴν πρώραν, ὁ δὲ ἕτερος ◀ἐπὶ▶ τὴν πρύμναν, καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς καταποντίζεσθαι μελλούσης, ὁ ◀ἐπὶ▶ τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο, τῷ κυϐερνήτῃ λέγων· « Ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους ; » Τοῦ δὲ εἰπόντος· « Ἡ πρώρα, » ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ◀ἐπὶ▶ συμφορὰν διὰ τὴν δυσμένειαν· ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσι.
Chambry 115.3
Aliter — Autre version.
Δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ◀ἐπὶ▶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ◀ἐπὶ▶ τῆς πρύμνης, ἅτερος δὲ ◀ἐπὶ▶ τῆς πρώρας ἐκάθητο. Χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ ◀ἐπὶ τῆς πρύμνης τὸν κυϐερνήτην ἤρετο πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταϐαπτίζεσθαι. Τοῦ δὲ τὴν πρώραν εἰπόντος· « Ἀλλ’ ἔμοιγε οὐκ ἔστι λυπηρόν, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάϐης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους.
Deux hommes qui se haïssaient naviguaient sur le même vaisseau ; l’un s’était posté à la poupe et l’autre à la proue. Une tempête étant survenue et le vaisseau étant sur le point de couler, l’homme qui était à la poupe demanda au pilote quelle partie du navire devait sombrer la première. « La proue, » dit le pilote. « Alors, reprit l’homme, la mort n’a rien de triste pour moi, si je dois voir mon ennemi mourir avant moi. »
Cette fable montre que beaucoup de gens ne s’inquiètent aucunement du dommage qui leur arrive, pourvu qu’ils voient leurs ennemis endommagés avant eux.