Chambry 100
Chambry 100.1
Δρυοτόμοι καὶ δρῦς.
Δρυοτόμοι δρῦν ἔσχιζον· οἱ δὲ ἐξ αὐτῆς σφῆνας ποιήσαντες ἔσχιζον αὐτὴν <εὐκόλως>. Ἡ δὲ ἔφη· « Οὐ τοσοῦτον τὸν κόψαντά με πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ φυέντας σφῆνας. »
Ὅτι δεινότερόν ἐστι λύπη, ὅταν τις ὑπὸ τῶν▶ συγγενῶν πάθῃ τι ἢ παρὰ ◀τῶν▶ ἀλλοτρίων.
Chambry 100.2
Aliter — Autre version.
Δρῦς ὑπὸ δρυοτόμου ἐτέμνετο· μὴ εὐκόλως δὲ ταύτην ἰσχύοντος ἐκτεμεῖν, διὰ σφηνὸς αὐτὴν ἐκ ◀τῶν▶ ἑαυτῆς σχιδάκων διαιρεῖν ἐμηχανᾶτο. Ἡ δέ· « Οὐ τόσον κατὰ τῆς κοπτούσης <ἀξίνης>, ἔφη, βαρυθυμῶ ὅσον δὴ καθ’ ὑμῶν ◀τῶν▶ ἐξ ἐμοῦ γεννωμένων σφηνῶν. »
Ὅτι ἀπαισιώτερον τὸ ὑπὸ ◀τῶν▶ οἰκείων πάσχειν τι δεινὸν ἢ ὑπὸ ἀλλοτρίων.
Chambry 100.3
Δρυτόμοι καὶ πεύκη — Les bûcherons et le pin.
Δρυτόμοι ἔσχιζόν τινα πεύκην· σφῆνας δὲ ἐξ αὐτῆς πεποιηκότες εὐκόλως ἔσχιζον. Ἡ δὲ εἶπεν· « Οὐ τοσοῦτον τὸν κόψαντα πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηγέντας σφῆνας. »
Ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων πάθῃ τι ◀τῶν▶ ἀπαισίων ὅσον ὑπὸ ◀τῶν▶ οἰκείων.
Des bûcherons fendaient un pin, et ils le fendaient facilement grâce aux coins qu’ils avaient faits de son bois. Et le pin disait : « Je n’en veux pas tant à la hache qui me coupe qu’aux coins qui sont nés de moi. »
Il n’est pas si rude d’essuyer quelque traitement fâcheux de la part des étrangers que de la part de ses proches.
Chambry 100.4
Aliter — Autre version.
Πεύκη δρυτόμον ἰδοῦσα σφῆνας ἐξ αὐτῆς πεποιημένον καὶ ταύτην σχίζοντα ῥᾳδίως ἔφη· « Οὐ τοσοῦτον τῷ πελέκει μέμφομαι ὅσον τοῖς ἐξ ἐμοῦ γενομένοις σφησί. »
Chambry 100.5
Aliter — Πρίσται καὶ πεύκη.
Ὅτι πολλοὶ ◀τῶν▶ ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι παρὰ ◀τῶν▶ ξένων· ἐκ δὲ ◀τῶν▶ ἰδίων ἐάν τι συμϐῇ μικρὸν αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται.
Chambry 100.6
Aliter — Autre version.
Πρίσται κατέσχιζον πεύκην καὶ σφῆνας ἐξ αὐτῆς ἐποίουν κατασχίζοντες αὐτήν. Ἡ δὲ ἐθρήνει λέγουσα· « Οὐ τοσοῦτον τὸν πρίονα μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ σφῆνας. »
Ὁ μῦθος δηλοῖ ὅτι λυπηρότεραι αἱ ◀τῶν▶ οἰκείων κακώσεις ὑπὲρ ◀τῶν ξένων λίαν.