Chambry 144
Ἵππος καὶ▶ σῦς ἄγριος.
Οὔπω χαλινὸν ἵππος ᾔδει, οὐδὲ νῶτον ἀνθρώπῳ παρεῖχε πρὸς καθέδραν. Σῦς δὲ αὐτὸν ἄγριος ἔϐλαπτε, τὴν χλόην ἣν ἐνέμετο κόπτων ◀καὶ▶ κατορύσσων ◀καὶ▶ τὸ ὕδωρ ταράσσων ἔνθα ἔπινε. Διὰ τοῦτο ὁ μῶρος ἵππος πρὸς ἄμυναν τοῦ ἠδικηκότος συὸς διεγερθεὶς φιλίαν ἐσπείσατο μετὰ ἀνδρὸς ποικίλου, βοηθεῖν δὲ ἔλεγεν αὐτῷ ◀καὶ▶ ἐκδικεῖν κατὰ τοῦ βλάπτοντος ἐχθροῦ. Ὁ δὲ εἶπεν· « Ὅρκῳ πίστωσόν με ὅ λέγω σοι ποιήσειν. » Ὁ δὲ ἵππος ἐπείσθη. Ὁ δὲ εἶπεν· « Οὐ δυνατόν με πεζὸν ὄντα καταπολεμῆσαι τοῦτον· ἀλλ’ ἐὰν χαλινὸν δέξῃ καί <με> τοῖς νώτοις σου βαστάσῃς ◀καὶ▶ δῷς ὅπως σε κάμπτω ◀καὶ▶ τρέχοντα κωλύω, ἐλπίζω τότε τὸν σῦν εὐκόλως ἀναιρήσειν. » Ὁ δὲ ἵππος ὑπὸ ὀργῆς τὰς φρένας τυφλωθεὶς παρέδωκεν ἑαυτὸν ◀καὶ▶ ὑπὸ τοῦ δοκοῦντος ὠφελεῖν ἐχειρώθη.
Ὅτι θυμὸς οἶδεν δουλῶσαι ◀καὶ▶ ταπεινῶσαι ἄνδρα γενναῖον ◀καὶ πρὸς ἄμυναν [γενέσθαι] τοῦ ἀδικηκότος <ὡρμημένον>.