Chambry 30
Chambry 30.1
Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα — Le renard au ventre gonflé.
Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ▶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. Ἐξογκωθεῖσα δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε ◀καὶ▶ ὠδύρετο. Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα, ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. Μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· « Ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες, ◀καὶ▶ οὕτω ῥᾳδίως ἐξελεύσῃ. »
Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.
Un renard affamé, ayant aperçu dans le creux d’un chêne des morceaux de pain et de viande que des bergers y avaient laissés, y pénétra et les mangea. Mais son ventre s’étant gonflé, il ne put sortir et se mit à gémir et à se lamenter. Un autre renard, qui passait par là, entendit ses plaintes et s’approchant lui en demanda la cause. Quand il sut ce qui était arrivé : « Eh bien ! dit-il, reste ici jusqu’à ce que tu redeviennes tel que tu étais en y entrant, et alors tu en sortiras facilement. »
Cette fable montre que le temps résout les difficultés.
Chambry 30.2
Aliter — Autre version
Ἀλώπηξ λιμὼττουσα [ἐν πείνῃ] ἐθεάσατο ἐπί τινα καλύϐην βοσκοῦ κρέα ◀καὶ▶ ἄρτον ὑπ’ αὐτοῦ καταλειφθέντα, ◀καὶ▶ εἰσελθοῦσα διὰ στενοτάτης ὀπῆς ἔφαγεν αὐτὰ ἡδέως. Ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς ◀καὶ▶ διὰ τοῦτο μὴ δυναμένη ἐξελθεῖν τῆς καλύϐης ἔστενε ◀καὶ▶ ἐπωδύρετο. Ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στεναγμῶν ◀καὶ▶ προσελθοῦσα ἐπυνθάνετο δι’ ἣν αἰτίαν τοῦτο ποιεῖ. Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ μένε τέως ἐνταῦθα σύ, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες. »
Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.
Chambry 30.3
Aliter — Autre version
<Ἐν> κοιλώματι δρυὸς στενωτάτῳ ποιμένος ἔκειτο πήρα μεθ’ ὧν εἶχε βρωμάτων. Ἀλώπηξ δὲ μαθοῦσα, νῆστις οὖσα ◀καὶ λεπτοτάτη, εἰσελθοῦσα ἐνεπλήσθη κρεῶν. Ὀγκωθείσης δὲ τῆς γαστρός, ἐξελθεῖν τῆς στενῆς ὀπῆς οὐκ ἠδύνατο. Ἑτέρα δὲ αὐτῇ ἀλώπηξ γελῶσα ἔφη· « Οὐκ ἐξελεύσῃ, ἕως ἂν τὴν γαστέρα ποιήσῃς οἵαν ὅτε εἰσῆλτες. »
Ὅτι οὐ δεῖ τινα δολίως ἢ ἀπλήστως πλεονεκτεῖν· ἐν ὑστέρῳ γάρ, κἂν μὴ θέλῃ, πάντα κακῶς ἀποδώσει.