Chambry 22
Chambry 22.1
Ἁλιεῖς καὶ θύννος — Les pêcheurs et le thon.
Ἁλιεῖς ἐπ’ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπραθήσαντες οὐδὲν συνέλαϐον· καθεζόμενοι δὲ▶ ἐν τῇ νηῒ ἠθύμουν. Ἐν τοσοῦτῳ ◀δὲ▶ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. Οἱ ◀δὲ▶ συλλαϐόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.
Οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεϐράϐευσεν.
Des pêcheurs étant allés à la pêche avaient peiné longtemps sans rien prendre ; assis dans leur barque, ils s’abandonnaient au découragement. Juste à ce moment un thon qui était poursuivi et se sauvait à grand bruit, sauta par mégarde dans leur barque. Ils le prirent et l’emportèrent à la ville, où ils le vendirent.
Ainsi souvent ce que l’art nous refuse, le hasard nous le donne gratuitement.
Chambry 22.2
Aliter — Autre version
Ἁλιεῖς ἐπὶ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες, καθεζόμενοι ἐτήκοντο τῷ λιμῷ, μηδέν τι πέρας δυνάμενοι ἐκτελέσαι. Λυπούμενοι ◀δὲ▶ ἐϐούλοντο ἀναχωρῆσαι ἄπρακτοι. Καὶ ἰδοῦ θύννος, διωκόμενος παρὰ μεγίστου ἰχθύος, ἀναπηδήσας εἰσῆλθε ἐν τῷ πλοίῳ αὐτῶν. Λαϐόντες ◀δὲ▶ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα.
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεϐράϐευσεν.
Chambry 22.3
Aliter — Autre version
Ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. Εὐθὺς ◀δὲ▶ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. Οἱ ◀δὲ τοῦτον λαϐόντες μεθ’ ἡδονῆς ἀνεχώρησαν.
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.