(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 346 » pp. 415-415
/ 147
(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 346 » pp. 415-415

Chambry 346

Chambry 346.1

Χαλκεὺς καὶ κυνάριον — Le forgeron et son chien.

Ἦν δέ τις χαλκεὺς κυνάριον κατέχων.
Ὁ δὲ χαλκεύων, ὁ κύων ἐκοιμᾶτο·
πάλιν ἐσθίων, ὁ κύων παρειστήκει.
Οὗτος ἐπέρριψεν ὀστοῦν λαλῶν ταῦτα·
« Ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες,
τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ ;
τῷ γὰρ ἄκμονι ἐμοῦ προσκεκρουκότος,
ἐπανακλίνεις σαυτὸ ἐπὶ κραϐϐάτου,
μὴ θέλοντός σου ἀναστῆναι καθόλου·
ὅταν δὲ πάλιν τοὺς ὀδόντας κινήσω,
εὐθὺς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις. »

Τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐφιεμένους ἐσθίειν ὁ μῦθος ἐλέγχει.

Codd. Ch 58 Ca 82 Cb 51 Cd 48 Cf 57 Ma 167 Mb 223 Mc 50 Md 55 Mh 50 Mi 90 Mm 71.

Chambry 346.2

Aliter — Autre version.

Ἦν τις χαλκεὺς κυνάριον ἔχων. Χαλκεύων δέ, τὸ κυνάριον ἐκοιμᾶτο· ὅταν δὲ τράπεζα παρετίθετο, εὐθὺς ὁ κύων ἕτοιμος εἰς παράστασιν σείων τὸ οὐραῖον ἐφαίνετο. Μιᾷ γοῦν τῶν ἡμερῶν παρεσθηκὼς τῷ χαλκεῖ, ἔρριψεν ὁ χαλκεὺς αὐτῷ ὀστοῦν λέγων· « Ὦ ταλαίπωρε κύων, ὑπνῶδες καὶ ὀκνηρέ, τί σοι ποιήσω ; τὸ γὰρ ἀκμόνιον προσκεκρουκώς, εὐθὺς ἐπανακλίνεις σαυτὸν ἐπὶ κραϐϐάτου, μὴ θέλοντός σου ἀναστῆναι· ὅταν δὲ τοὺς ὀδόντας μου πρὸς τροφὴν κινήσω, εὐθὺς ἕτοιμος τὴν κέρκον μοι ἐπισείεις. »

Ὁ μῦθος [δηλοῖ ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς ὁ τῶν ἀλλοτρίων πόνος ἐλέγχει.

Cod. Ce 53.

Chambry 346.3

Aliter — Autre version.

Ἦν τις χαλκεὺς ἔχων κύνα. Οὗτος οὖν χαλκεύων τὸν κύνα ἔϐλεπε κοιμώμενον· πάλιν ἐσθίων ἑώρα παριστάμενον. Τότε λοιπὸν εἶπε πρὸς αὐτόν· « Ὦ ταλαίπωρε κύων ὑπνῶδες, τί σοι ποιήσω ὕπνῳ κατεχομένῳ ; τῷ γὰρ ἄκμονί μου προσκρούοντος τῇ σφυρᾷ, αὐτὸς ἐπανακλίνεις σαυτὸν ὡς ἐπὶ κραϐϐάτῳ· ὅταν δ’ ἐσθίω, εὐθὺς ἐπεγείρῃ καὶ τὴν κέρκον μοι σείεις. »

Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπνώδεις καὶ ἀργοὺς τοὺς ἐξ ἀλλοτρίων πόνων ἐλπίζοντας χρὴ ἀποδιώκειν.

Cod. Mk 54.

Chambry 346.4

Aliter — Autre version.

Χαλκεὺς εἶχε κύνα, καὶ ὅτε μὲν ἐχάλκευεν, ὁ κύων ἐκοιμᾶτο· ὅτε δὲ ἤσθιεν, παρίστατο αὐτῷ. Ὁ δὲ ὀστοῦν ῥίψας αὐτῷ εἶπεν· « Ταλαίπωρε, ὑπνῶδες, ὅταν μὲν τὸν ἄκμονα κρούω, ὑπνοῖς· ὅταν δὲ τοῦς ὀδόντας κινήσω, εὐθὺς ἐγείρῃ. »

[Ὅτι] τοὺς ὑπνώδεις καὶ ἀργοὺς καὶ ἐξ ἀλλοτρίων πόνων τρεφομένους ὁ μῦθος ἐλέγχει.

Codd. Ba 143 Bb 87.

Un forgeron avait un chien. Quand il forgeait, le chien dormait ; mais quand il se mettait à manger, le chien venait se mettre à ses côtés. Le forgeron, lui ayant jeté un os, lui dit : « Malheureuse bête, toujours endormie, quand je frappe mon enclume, tu dors ; mais quand je remue les mâchoires, aussitôt tu t’éveilles. »

Les gens endormis et paresseux qui vivent du travail d’autrui se reconnaîtront en cette fable.