(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 285 » pp. 194-194
/ 59
(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 285 » pp. 194-194

Chambry 285

Chambry 285.1

Ὀρνιθοθήρας καὶ πελαργός — L’oiseleur et la cigogne.

Ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας πόρρωθεν ἀπεκαραδόκει τὴν ἄγραν. Πελαργοῦ δὲ σὺν ταῖς γεράνοις ἐπικαθίσαντος, ἐπιδραμὼν μετ’ ἐκείνων καὶ αὐτὸν συνέλαϐε. Τοῦ δὲ δεομένου μεθεῖναι αὐτὸν καὶ λέγοντος ὡς οὐ μόνον αὐτὸς ἀϐλαϐής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος, τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμϐάνων κατεσθίει, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· « Ἀλλ’ εἰ τὰ μάλιστα μὴ φαῦλος σὺ εἶ, δι’ αὐτὸ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ πονηρῶν κεκάθικας. »

Ἀταρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας περιφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς ἐκείνων κακίας κοινωνεῖν δόξωμεν.

Codd. Pa 196 Pb 190 Pc 106 Mb 144 Ca 147.

Un oiseleur, ayant tendu des panneaux aux grues, surveillait de loin sa chasse. Or une cigogne s’étant posée parmi les grues, il accourut et la prit elle aussi avec elles. Comme elle le priait de la relâcher, disant que, loin de nuire aux hommes, elle leur était même fort utile, car elle prenait et mangeait les serpents et autres reptiles, l’oiseleur répondit : « Si vraiment tu n’es pas méchante, tu mérites en tout cas un châtiment pour t’être posés parmi les méchants. »

Nous aussi nous devons fuir la société des méchants, afin qu’on ne nous prenne pas nous-mêmes pour les complices de leur méchanceté.

Chambry 285.2

Aliter — Γεωργὸς καὶ πελαργός.

Ἐν τῇ ἀρούρῃ γεωργὸς πάγας ἵστη
εἰς τὸ θηρεῦσαι γεράνους τε καὶ χῆνας
τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρης.
Ὁ δὲ σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει,
ὅστις ἐκθλασθεὶς αὐτοῦ τὸν ποῦν τὸν ἕνα
καθικέτευεν αὐτὸν ἀπολυθῆναι,
καὶ δὴ πρὸς αὐτὸν τοιαῦτα ἀνεϐόα·
« Σῶσον, ὦ ἄνερ, ἀπόλυσον ἐντεῦθεν,
ἐλέησόν με τὸν κατακεκλασμένον.
Νῦν οὖν καθῖσα γενόμενος ἐνταῦθα·
οὐ γὰρ γέρανός εἰμι· δεῦρο καὶ ἰδέ·
πελαργός εἰμι, εὐσεϐέστατον ζῷον,
ὅστις πατέρι καὶ μητέρι δουλεύω.
Ὅρα καὶ χροιὰν ὡς οὐχ ὁμοία τούτων. »
Ὁ δὲ γεωργὸς μέγα γελάσας ἔφη·
« Οἶδά σε κἀγὼ οὐδ’ ὅλως ἀγνοῶ σε·
ἐπιγινώσκω καὶ τίς ὑπάρχεις οἶδα,
ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξῃ. »

Ὁ μῦθος δηλοῖ ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν τοῖς κακοῖς ἀνδράσι, μήπως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν.

Codd. Ch 54 Ca 76 Cb 47 Cd 44 Ce 49 Cf 53 Mc 46 Ml 71.

Chambry 285.3

Aliter — Autre version.

Ἐν τῇ ἀρούρᾳ γεωργὸς πάγας ἵστα, ὅπως γεράνους ἠδὲ χῆνας θηρεύῃ, τὰς ἐσθιούσας τὰ βλάστη τῆς ἀρούρας. Σὺν τούτοις οὖν καὶ πελαργὸς κατελήφθη τῇ πάγῃ, ὃς θἄτερον τῶν ποδῶν ἐν αὐτῇ συνθλασθεὶς πολλὰ καθικέτευε τὸν γεωργὸν ἐλευθερῶσαι αὐτόν, λέγων τοιαῦτα· « Ὦ γεωργέ, ἐλέησόν με τὸν συντεθλασμένον φέροντα τὸν πόδα καὶ ἀπόλυσόν με· οὐ γὰρ ἐγὼ γέρανος, οὐδὲ χήν, ἀλλὰ πελαργός, εὐγενέστατος ὄρνις εἰμὶ γονεῦσι δουλεύων, ὥραν καὶ χρόαν οὐχ ὁμοίαν τούτοις κεκτημένος. » Ὁ δὲ γεωργὸς γελάσας ἔφη· « Οἶδα κἀγὼ ὅτι πελαργὸς εἶ, ἀλλὰ συλληφθεὶς μετ’ αὐτῶν καὶ τεθνήξει σὺν αὐτοῖς. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοῖς χείροσι συναναστρέφεσθαι, μή πως σὺν αὐτοῖς κινδύνοις περιπέσωμεν.

Cod. Mk 50.

Chambry 285.4

Aliter — Autre version.

Γεωργὸν ἠδίκουν οἱ γέρανοι τὰ καταϐαλλόμενα τῇ γῇ προαρπάζοντες σπέρματα. Πελαργὸς δέ τις τοῖς γεράνοις συνῆν τῆς μὲν διατριϐῆς κοινωνῶν, τῆς δὲ ϐλάϐης ὁ γεωργός, βρόχους στήσας, μετὰ τῶν γεράνων εἷλε καὶ τὸν πελαργόν, καὶ δίκην ὑπεῖχεν ὧν οὐδὲν προηδίκησε.

Ὁ μῦθος δηλοῖ ὅτι ὁ τοῖς πονηροῖς συνὼν τὴν αὐτὴν αὐτοῖς ὑφίσταται δίκην.

Cod. Mj 39.

Chambry 285.5

Aliter — Autre version.

Ἀρούρῃ παγίδας γεωργὸς ἔστησε. Θηρεύσας δὲ γεράνους τοὺς τὸν σπόρον φθείροντας, σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει. Ὁ δὲ χωλεύων ἱκέτευεν ἀφεθῆναι, λέγων· « Οὐ γάρ εἰμι γέρανος· πελαργός εἰμι, εὐσεϐέστατον ζῷον, ὃς τιμῶ τὸν πατέρα καὶ δουλεύω. Ἰδὲ καὶ τὴν χροιὰν ὡς οὐχ ὁμοία. » Ὁ δὲ ἔφη· « Οὐκ οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετ’ αὐτῶν σε καὶ ἀπολέσω. »

Ὅτι καλόν ἐστι φεύγειν καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σὺν αὐτοῖς ἐμπαρῇς.

Codd. Ba 14 Bb 9 Mg 25.

Chambry 285.6

Aliter — Autre version.

Ἀρούρῃ παγίδας γεωργὸς ἐστήσατο κατὰ τῶν τὸν σπόρον βιϐρωσκομένων γεράνων. Σὺν αὐταῖς οὖν εἰλήφει καὶ πελαργόν. Ὁ δὲ θερμῶς ἠντιϐόλει τοῦ ἀφεθῆναι· « Οὐ γάρ εἰμι γέρανος, » ἔλεγεν, « ἀλλὰ πελαργός, τὸ εὐσεϐέστατον ζῷον καὶ τοῖς πατράσιν εὐνοϊκώτατον. Ἰδὲ γάρ μου καὶ τὴν χροιὰν ὡς οὐχ ὁμοία ἐκείναις. » Ὁ δὲ ἔφη· « Οὐκ οἶδα τί λέγεις. Ἔγωγε σὺν αὐταῖς σε κατέσχον καὶ τὴν ὁμοίαν ψῆφον ἐπιτάξαι σοι μέλλω. »

Ὅτι ἐπισφαλὲς τὸ συγκοινωνεῖν κακοῖς καὶ ἐπικίνδυνον.

Cod. Bc 12.