(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 276 » pp. 91-91
/ 138
(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 276 » pp. 91-91

Chambry 276

Chambry 276.1

Ὄνος καὶ κυνίδιον siue Κύων καὶ δεσπότης — L’âne et le petit chien ou Le chien et son maître.

Ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων· καὶ δή, εἴ ποτε ἔξω ἐδείπνει, διεκόμιζέ τι αὐτῷ, καὶ προσιόντι καὶ σαίνοντι παρέϐαλλεν. Ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτιζεν αὐτόν. Καὶ ὃς ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι.

Ὁ λόγος δηλοῖ ὅτι οὐ πάντες πρὸς πάντα πεφύκασιν.

Codd. Pa 87 Pb 92 Pc 47 Pe 54 Ma 67.

Un homme qui avait un chien de Malte et un âne jouait constamment avec le chien. Allait-il dîner dehors, il lui rapportait quelque friandise, et, quand le chien s’approchait la queue frétillante, il la lui jetait. Jaloux, l’âne accourut vers le maître, et se mettant à gambader, il l’atteignit d’un coup de pied. Le maître en colère le fit reconduire à coups de bâton et attacher au râtelier.

Cette fable montre que tous ne sont pas faits pour les mêmes choses.

Chambry 276.2

Aliter — Ὄνος καὶ κύων.

Ὄνον τις ἔτρεφε καὶ κύνα ὡραῖον.
Ὁ μὲν ἐν αὐλῇ παρὰ φάτναις δεσμώτης
ἔτρωγε κριθάς, χόρτον, ὥσπερ εἰώθει·
κύων δὲ χαρίεις ὤν, εὐρύθμως παίζων
τὸν δεσπότην περιέσκαιρε ποικίλως·
ἐκεῖνος δ’ αὐτὸν κατεῖχε ἐν τοῖς κόλποις.
Ὁ δέ γε ὄνος τὴν μὲν νύκτα ἀλήθων
πυρὸν φίλης Δήμητρος, ἡμέρας δ’ ὕλην
ἦγεν ἀφ’ ὕψους, ἐξ ἀγροῦ δ’ ὅσον χρεία.
Δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμώξας
σκύμνον θεωρῶν ἐν ἁϐρότητι πάσῃ,
φάτνης ὀνείης δεσμὰ καὶ καλοὺς ῥήξας
ἐς μέσον αὐλῆς ἦλθ’ ἄμετρα λακτίζων·
σαίνων δὲ οὐρᾷ καὶ θέλων περισκαίρειν,
τὴν μὲν τράπεζαν ἐς μέσον βαλὼν θλάσεν,
ἅπαντα δ’ εὐθὺς ἠλόησε τά σκεύη,
δειπνοῦντα δ’ εὐθὺς ἦλθε δεσπότην κύσων
νώτοις ἐπεμϐάς. Ἐσχάτου δὲ κινδύνου
θεράποντες ἐν μέσῳ ὡς εἶδον, ᾖξαν,
κρανείαις δὲ ἄλλος ἄλλοθεν προσκρούων
ἔθεινον, ὥστε καὐτὸς ὕστατ’ ἐκπνέων
ἔφη· « Οἷα χρή με δυσδαίμονα <τλῆναι>·
τί γὰρ παρ’ οὐρηέσι οὐκ ἐπολεύμην,
βαιῷ δ’ ὁ μέλεος κυνὶ παρισούμην ; »

Ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κἂν φθόνῳ ἀλαζονεύωνται.

Cod. Mb 138.