Chambry 261
Chambry 261.1
Ὁδοιπόρος καὶ Ἑρμῆς — Le voyageur et Hermès.
Ὁδοιπόρος πολλὴν ὁδὸν ἀνύων ηὔξατο, ἐὰν εὕρῃ τι, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθήσειν. Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλά τε ἦν καὶ φοίνικες, ταῦτα ἀνείλατο οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δέ, ὡς εὗρε τὰ▶ ἐνόντα, ταῦτα καταφαγὼν καὶ λαϐὼν τῶν τε ἀμυγδάλων ◀τὰ▶ κελύφη καὶ τῶν φοινίκων ◀τὰ▶ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ ◀τὰ▶ ἐντὸς ὧν εὗρον καὶ ◀τὰ▶ ἐκτὸς πρὸς σὲ διανενέμημαι. »
Πρὸς ἄνδρα φιλάργυρον διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον ὁ λόγος εὔκαιρος.
Un voyageur, qui avait de longs trajets à faire, fit vœu, s’il trouvait quelque chose, d’en consacrer la moitié à Hermès. Or il trouva une besace où il y avait des amandes et des dattes. Il la ramassa, s’imaginant que c’était de l’argent, la secoua, et, voyant ce qu’elle renfermait, le mangea ; puis, prenant les coquilles des amandes et les noyaux des dattes, il les plaça sur un autel en disant : « Je suis quitte, ô Hermès, de mon vœu ; car j’ai partagé avec toi le dehors et le dedans de ce que j’ai trouvé. »
Cette fable s’applique à l’avare qui, par cupidité, ruse même avec les dieux.
Chambry 261.2
Aliter — Autre version.
Ὁδοιπόρος πολλὴν ἀνύων ὁδὸν ηὔξατο λέγων ὅτι, « ὦ Ἑρμῆ, ἐὰν εὕρω τι, σοὶ τὸ ἥμισυ ἀναθήσω. » Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλα ἦσαν καὶ φοίνικες, ταύτην ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δὲ εὗρε ◀τὰ▶ ἐνόντα. Καταφαγὼν δὲ ταῦτα καὶ λαϐὼν τῶν ἀμυγδάλων ◀τὰ▶ λέπη καὶ τῶν φοινίκων ◀τὰ▶ ὀστᾶ, ἐπί τινος βωμοῦ ἔθηκεν εἰπών· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ ◀τὰ▶ ἐντὸς ὧν εὗρον καὶ ◀τὰ▶ ἐκτὸς πρὸς σὲ ἀνέθηκα. »
Ὁ λόγος πρὸς ἄνδρα φιλάργυρον, τὸν καὶ θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον.
Chambry 261.3
Aliter — Autre version.
Ὁδοιπόρος πολλὴν ἀνύσας ὁδὸν ηὔξατο, εἰ ἄρα εὑρήσει τι, τὸ ἥμισυ τούτου τῷ Ἑρμῇ ἀναθήσειν. Περιτυχὼν δὲ πήρᾳ μεστῇ φοινίκων καὶ ἀμυγδάλων, καὶ ταύτην ἀνελόμενος, ἐκείνους μὲν ἔφαγε, ◀τὰ▶ δὲ τῶν φοινίκων ὀστᾶ καὶ ◀τὰ▶ τῶν ἀμυγδάλων κελύφη ἐπί τινος ἀνέθηκε βωμοῦ, φήσας· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· τοῦ γὰρ εὑρεθέντος ◀τὰ▶ ἐκτὸς καὶ ἐντὸς πρὸς σὲ διανενέμημαι. »
Ὁ μῦθος πρὸς ἄνδρα φιλάργυρον καὶ τοὺς θεοὺς διὰ πλεονεξίαν κατασοφιζόμενον.
Chambry 261.4
Aliter — Autre version.
Τοῦτο δ’ ὁ λόγος λέγει ὅτι φιλάργυροι σοφίζονται τὸ θεῖον χάριν φιλαργυρίας, δευτέρας λύσσης, διὰ πλεονεξίαν.