Chambry 163
Chambry 163.1
Κολοιὸς καὶ ὄρνεα — Les choucas et les oiseaux.
Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ ἐπ’ αὐτοῖς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δέ, συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. Συνέϐη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γεγονέναι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. Ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα, ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλετο. Οὕτω τε συνέϐη αὐτῷ ἀπογυμνωθέντι κολοιὸν πάλιν γενέσθαι.
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται, μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται.
Zeus, voulant instituer un roi des oiseaux, leur fixa un jour pour comparaître tous devant lui : il choisirait le plus beau de tous pour régner sur eux. Les oiseaux se rendirent au bord d’une rivière pour s’y laver. Or le choucas, qui se rendait compte de sa laideur, s’en vint ramasser les plumes que les oiseaux laissaient tomber, puis il se les ajusta et se les attacha. Il arriva ainsi qu’il fut le plus beau de tous. Or le jour fixé arriva et tous les oiseaux se rendirent chez Zeus. Le choucas, avec sa parure bigarrée, se présenta lui aussi. Et Zeus allait lui donner son suffrage pour la royauté, à cause de sa beauté ; mais les oiseaux indignés lui arrachèrent chacun la plume qui venait d’eux. Il en résulta que le choucas dépouillé se retrouva choucas.
Il en est ainsi des hommes qui ont des dettes : tant qu’ils sont en possession du bien d’autrui, ils paraissent être des personnages ; mais quand ils ont rendu ce qu’ils doivent, on les retrouve tels qu’ils étaient auparavant.
Chambry 163.2
Aliter — Autre version.
Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ ἐπ’ αὐτοῖς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δέ, συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. Συνέϐη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γεγονέναι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. Ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα, ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλετο. Οὕτω τε συνέϐη αὐτῷ ἀπογυμνωθέντι κολοιὸν πάλιν γενέσθαι.
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται, μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται.
Chambry 163.3
Aliter — Autre version.
Ζεύς, βουλόμενος καταστῆσαι βασιλέα ὀρνέων, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ βασιλέα αὐτοῖς. Ὁ δὲ κολοιὸς συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν ὅπου τὰ λοιπὰ ὄρνεα ἐλούετο, τὰ πίπτοντα ἐκείνοις πτερὰ συλλέξας, ἑαυτῷ περιέθηκε καὶ συνήρμοσεν αὐτά. Συνέϐη οὖν ἐκ τούτου ὡραιότερον πάντων φανῆναι τῷ Διὶ ἐν τῇ ἡμέρᾳ τῆς προθεσμίας. Μέλλοντος οὖν τοῦ▶ Διὸς χειροτονεῖν βασιλέα τούτοις τὸν κολοιὸν διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον αὐτῶν τὸ ἴδιον πτερὸν ἔλαϐε, καὶ ὁ κολοιὸς πάλιν ἦν κολοιός.
Ὁ μῦθος δηλοῖ ὅτι οὕτως πολλοὶ τῶν ἀνθρώπων χρεωφειλέται, μέχρις ἂν κατέχωσι τὰ ἀλλότρια χρήματα, δοκοῦσιν εἶναί τινες· ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ὑπῆρχον πρότερον φαίνονται.
Chambry 163.4
Aliter — Autre version.
Ἶρις, ἡ τῶν θεῶν ἄγγελος, πᾶσι πετεινοῖς ἐκήρυξεν· « Εἴ τις ὑμῶν κρείττων εἰς κάλλος φανῇ, οὗτος πτηνὼν πάντων βασιλεύσει ὑπὸ ◀τοῦ▶ Διός. » Ἐπισυνηγμένων δὲ πάντων ὀρνέων εἰς τὴν τῆς Στυγὸς κρήνην καὶ ἀπολουομένων, κολοιός, υἱὸς κορώνης γέρων, πάντων ὀρνέων τὰ πτερὰ πρὸς ἑαυτὸν ἁρμοσάμενος, ἦλθεν ἀετοῦ κρείσσων. Ὁ Ζεὺς δὲ τὸ κάλλος θαμϐηθεὶς τὴν νίκην τούτῳ παρέχειν ἔμελλεν, εἰ μὴ χελιδὼν Ἀθηναία τοῦτον ἤλεγξε, τὸ πτερὸν αὑτῆς ἐκσπάσασα. Ταὐτὸ δὲ καὶ τῶν λοιπῶν ὀρνέων ποιησάντων, διεγνώσθη κολοιὸς ὤν.
Ὅτι ὄνειδός ἐστιν ἀνθρώπῳ ἐξ ἀλλοτρίου πλούτου κοσμεῖσθαι ἑαυτόν, ὅτι κατάδηλος πᾶσι καὶ φανερὸς γίνεται.
Chambry 163.5
Aliter — Autre version.
Πρόσταγμα παρὰ ◀τοῦ▶ Διὸς ἐξῆλθεν ἐν τῷ ποταμῷ διέλθωσι καὶ λουθῶσι καὶ θεάσῃ αὐτῶν τὴν καλλονήν. Ὁ δὲ Ζεὺς τοῦτο τὸ δόγμα ἐπιθείς, ἦλθον πάντα τὰ ὄρνεα λουθῆναι ἐν τῷ ποταμῷ καὶ λουόμενα ἔπιπτον τὰ πτερὰ τῶν ὀρνέων. Ὁ δὲ κολοιὸς καὶ αὐτὸς ἀπελθὼν λουθῆναι ἤθελεν ὁμοιωθῆναι καὶ τοῖς λοιποῖς καὶ εὐειδέσιν ὀρνέοις· ἐκ τῶν πιπτόντων ὀρνέων τὰ πτερὰ περισωρεύσας περιεϐάλλετο ἑαυτόν, ἵνα φαίνῃ καὶ αὐτὸς τῷ Διὶ ὡς τὰ λοιπὰ ὄρνεα. Ἄνεμος δὲ φυσήσας ἔρριψε τὰ πτερὰ ◀τοῦ κολοιοῦ καὶ πάλιν κολοιὸς τοῖς πᾶσιν ὤφθη καὶ ᾐσχύνθη κολοιὸς ἔκτοτε φανείς· ἐκ τούτου οὐδεὶς ὅτι τῶν πλουσίων ἐμυήθη.
Ὅτι δεῖ τὸν καθένα οἷος καὶ ὑπάρχει οὕτως καὶ φαίνεσθαι καὶ μὴ, πένης ὤν, φαίνεσθαι πλούσιος.