Chambry 107
Chambry 107.1
Ἔριφος <ἐπὶ δώματος ἑστὼς> καὶ▶ λύκος — Le chevreau qui est dans la maison et le loup.
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ◀καὶ▶ ὁ τόπος ◀καὶ▶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.
Un chevreau qui se trouvait à l’intérieur d’une maison vit passer un loup. Il se mit à l’injurier et à le railler, Le loup répliqua : « Pauvre hère, ce n’est pas toi qui m’injuries, c’est le lieu où tu es. »
Cette fable montre que souvent c’est le lieu et l’occasion qui donnent l’audace de braver les puissants.
Chambry 107.2
Aliter — Autre version.
Ἔριφος ἐπί τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει ◀καὶ▶ ἔσκωπτεν αὐτόν. Ὁ δὲ λύκος ἔφη· « Ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ◀καὶ▶ ὁ τόπος ◀καὶ▶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.
Chambry 107.3
Aliter — Autre version.
Ἔριφος ἑστὼς ἐπί τινος δώματος λύκον τινὰ παριόντα ◀καὶ▶ τὴν πορείαν ἐκεῖθεν ποιούμενον ἐλοιδόρει ◀καὶ▶ αἱμοϐόρον ἐκάλει ◀καὶ▶ ὠμόφαγον. Ὁ δὲ ἔφη· « Οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος ἐν ᾧ ἵστασαι. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ◀καὶ▶ ὁ τόπος ◀καὶ▶ ὁ χρόνος δίδωσι τοῖς ἥττοσι θράσος κατὰ τῶν ἀμεινόνων.
Chambry 107.4
Aliter — Λύκος ◀καὶ▶ ἀρνός.
Λύκος διήρχετο ἔξω τοῦ τείχους, ἔνθα ἀρνὸς παρακύψας ὕϐριζε πολλὰ τὸν λύκον. Κἀκεῖνος τοὺς ὀδόντας τρίζων εἶπεν· « Ὁ τόπος με λοιδορεῖ· σὺ μὴ καυχῶ. »
Ὅτι ◀καὶ▶ καιροὶ φέρουσι ◀καὶ▶ τόπων διαστάσεις εὐτελίζεσθαι ◀καὶ▶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν ◀καὶ▶ ἀγενῶν ἐνδόξους.
Chambry 107.5
Aliter — Autre version.
Ὅτι καιροὶ φέρουσι ◀καὶ▶ τόπων διαστάσεις εὐτελίζεσθαι ◀καὶ▶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν ◀καὶ▶ ἀγενῶν ἀνθρώπων.
Chambry 107.6
Aliter — Ἀρνὸς ◀καὶ▶ λύκος.
Ἀρνὸς ἐφ’ ὑψηλοῦ πύργου ἱστάμενος λύκον κάτωθεν παρίοντα τὴν ὁδὸν ἔσκωπτε, ◀καὶ▶ θηρίον κακὸν ἀπεκάλει ◀καὶ αἱμοϐόρον. Ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν· « Οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ πύργος ἐν ᾧ ἵστασαι. »
Ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕϐριν ἀπὸ ἀναξίων ἀνθρώπων διὰ φόϐον ὑψηλοτέρων.